Ancient Greek · ~2 min
Book 3, λ′ εἰ ἔστι τις μαθήσεως τρόπος.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.266
Not analysed yet
Οὐδὲν δὲ ἧττον καὶ <οὗτος> διὰ τούτων ἀπορεῖται. ὁ γάρ τρόπος διδασκαλίας ἤτοι ἐναργείᾳ γίνεται ἢ λόγῳ· οὔτε δὲ ἐναργείᾳ γίνεται οὔτε λόγῳ, καθάπερ παραστήσομεν· οὐδὲ ὁ τρόπος ἄρα τῆς μαθήσεως ἐστιν εὔπορος. ἐναργείᾳ μὲν οὖν οὐ γίνεται διδασκαλία, ἐπεὶ τῶν δεικνυμένων ἐστὶν ἡ ἐνάργεια. τὸ δὲ δεικνύμενον πᾶσίν ἐστι φαινόμενον· τὸ δὲ φαινόμενον ᾑ ἡ φαίνεται, πᾶσίν ἐστι ληπτόν· τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον· οὐκ ἄρα τι ἐναργείᾳ διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ λόγῳ διδάσκεταί τι.