Ancient Greek · ~2 min
Book 3, λ′ εἰ ἔστι τις μαθήσεως τρόπος.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.269
Not analysed yet
διόπερ οὐδὲ ὁ τρόπος τῆς μαθήσεως ὑποστῆναι δύναιτο ἂν. καὶ γὰρ ὁ διδάσκων κατάληψιν τῶν θεωρημάτων τῆς διδασκαμένης τέχνης ἐμποιεῖν ὀφείλει τῷ μανθάνοντι, ἵνα οὕτως ἐκεῖνος τὸ σύστημα τούτων καταλαβὼν τεχνίτης γένηται. οὐδὲν δέ ἐστι κατάληψις, ὧς ἐν τοῖς ἔμπροσθεν ὑπεμνήσαμεν §264)· οὐκοῦν οὐδὲ ὁ τρόπος τῆς ὑφεστάναι δύναται. εἰ δὲ μήτε τὸ διδασκόμενον ἔστι μήτε ὁ διδάσκων καὶ ὁ μανθάνων μήτε ὁ τρόπος τῆς μαθήσεως, οὔτε μάθησις ἔστιν οὔτε διδασκαλία.