Ancient Greek
Book 3, λ′ εἰ ἔστι τις μαθήσεως τρόπος.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.271
Not analysed yet
καὶ περὶ μὲν τῶν ἄλλων ἴσως περιττὸν καὶ λέγειν· εἰ δὲ ὁ φρόνιμος τὸν ἄφρονα διδάσκει τὴν φρόνησιν, ἡ δὲ θρόν ἥσις ἐπιστήμη ἐστὶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ὁ ἄφρων μὴ ἔχων τὴν φρόνησιν ἄγνοιαν ἔχει τῶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων ,ἄγνοιαν δὲ τούτων ἔχων πάντως διδάσκοντος αὐτὸν τοῦ φρονίμου τὰ ἀγαθὰ καὶ κακὰ καὶ οὐθέτερα ἀκούσεται μόνον τῶν λεγομένων, οὐ γνώσεται δὲ ταῦτα. εἰ γὰρ ἀντιλαμβάνοιτο αὐτῶν ἐν ἀφροσύνῃ καθεστώς, ἔσται καὶ ἡ ἀφροσύνη τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων θεωρητική.