Ancient Greek · ~4 min
Book 3, ζ′ εἰ καταληπτὰ τὰ σώματα.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.43
Not analysed yet
εἰ δὲ ἄλλοις <μὲν> μέρεσιν ἡ ἐπιφάνεια ἂπτεται τῆς τοῦ παρατιθεμένου αὐτῇ σώματος ἐπιφανείας, ἄλλοις δὲ συνήνωται τῷ σώματι οὗ ἐστι πέρας, <οὐκ ἀβαθής, διαφόρων τῶν αὐτῆς μερῶν νοουμένων κατὰ βάθοε, τοῦ μὲν τοῦ παρατιθεμένου ἁπτομένου, τοῦ δὲ καθ’ ὃ συνήνωται τῷ σώματι οὗ ἐστι πέρας>. οὐκ ἄρα περὶ σώματι θεωρῆσαι δύναταί τις μῆκος καὶ πλάτος ἀβαθές, ὅθεν οὐδὲ ἐπιφάνειαν. ὁμοίως δὲ καὶ δύο ἐπιφανειῶν καθ’ ὑπόθεσιν παρατιθεμένων ἀλλήλαις κατὰ τὰ πέρατα αὐτῶν εἰς ἃ λήγουσι, κατὰ τὸ λεγόμενον αὐτῶν μῆκος εἶναι, τουτέστι κατὰ γραμμάς, αἱ γραμμαὶ αὗται, δι’ ὧν ἅπτεσθαι λέγονται ἀλλήλων αἱ ἐπιφάνειαι, οὐχ ἑνωθήσονται μὲν ἀλλήλαις (συγχυθεῖεν γὰρ ἄν)· εἰ δὲ ἑκάστη αὐτῶν ἄλλοις μὲν μέρεσι τοῖς κατὰ πλάτος ἅπτεται τῆς παρατιθεμένης αὐτῇ γραμμῆς, ἄλλοις δὲ συνήνωται τῇ ἐπιφανείᾳ ἧς ἐστι πέρας, οὐκ ἔσται ἀπλατής, ὅθεν οὐδὲ γραμμή. εἰ δὲ μήτε γραμμὴ ἔστιν ἐν σώματι μήτε ἐπιφάνεια, οὐδὲ μῆκος ἢ πλάτος ἢ βάθος ἔσται ἐν σώματι.