Ancient Greek · ~2 min
Book 3, ζ′ εἰ καταληπτὰ τὰ σώματα.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.48
Not analysed yet
<. . . . >εἰ δὲ εἷναι λέγεται τὸ σῶμα, δεῖ τι πάντως ὑπάρχειν ἐν τῇ φύσει τῶν πραγμάτων αἰσθητόν, ἀφ’ οὗ ἡ τῶν σωμάτων νοητῶν ὄντων ἔσται νόησις. οὐδὲν δὲ ἔστι παρὰ τὸ σῶμα καὶ τὸ ἀσώματον, ὧν τὸ μὲν ἀσώματον αὐτόθεν νοητόν ἐστι, τὸ δὲ σῶμα οὐκ αἰσθητόν, ὡς ὑπεμνήσαμεν. μὴ ὄντος οὖν ἐν τῇ φύσει τῶν πραγμάτων αἰσθητοῦ τινος ἀφ’ οὗ ἡ νόησις ἔσται τοῦ σώματος, οὐδὲ νοητὸν ἔσται τὸ σῶμα. εἰ δὲ μήτε αἰσθητόν ἐστι μήτε νοητόν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, λεκτέον ὅσον ἐπὶ τῷ λόγῳ μηδὲν εἷναι τὸ σῶμα.