Ancient Greek · ~2 min
Book 3, ζ′ εἰ καταληπτὰ τὰ σώματα.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.53
Not analysed yet
πῶς οὖν ἀποδείξει τις, ὅτι πρότερον τοῦτο τὸ ἀσώματον καταλαμβάνεται (φημὶ δὲ τὸν λόγον); εἰ μὲν γὰρ δι’ ἄλλου ἀσωμάτου, κἀκείνου ζητήσομεν τὴν ἀπόδειξιν τῆς καταλήψεως, καὶ μέχρις ἀπείρου· εἰ δὲ διὰ σώματος, ζητεῖται καὶ περὶ τῆς καταλήψεως τῶν σωμάτων· διὰ τίνος οὖν δείξομεν, ὅτι καταλαμβάνεται τὸ σῶμα τὸ εἰς ἀπόδειξιν τῆς καταλήψεως τοῦ ἀσωμάτου λόγου λαμβανόμενον; εἰ μὲν διὰ σώματος, εἰς ἄπειρον ἐκβαλλόμεθα· εἰ δὲ δι᾿ ἀσωμάτου, εἰς τὸν διάλἒντασιν ληλον τρόπον ἐκπίπτομεν. μένοντος οὖν οὕτως ἀκαταλήπτου τοῦ λόγου, εἴπερ ἀσώματός ἐστιν, οὐκ ἂν δύναιτό τις λέγειν δι’ αὐτοῦ καταλαμβάνεσθαι τὸ ἀσώματον.