Ancient Greek
Book 3, η′ περὶ κράσεως.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.57
Not analysed yet
Τὰ κιρνάμενα ἐξ οὐσίας καὶ ποιοτήτων συγκεῖσθαι φασίν. ἤτοι οὖν τἀς μὲν οὐσίας αὐτῶν μίγνυσθαι φήσει τις, τὰς δὲ ποιότητας μηδαμῶς, ἢ τὰς μὲν ποιότητας ἀναμίγνυσθαι, μηκέτι δὲ τὰς οὐσίας, ἢ μηθέτερον ἀναμίγνυσθαι θατέρῳ, ἢ ἀμφότερα ἑνοῦσθαι ἀλλήλοις. ἀλλ᾿ εἰ μὲν οὔτε αἱ ποιότητες οὔτε αἱ οὐσίαι ἀναμίγνυνται ἀλλήλοις, ἀνεπινόητος ἔσται ἡ κρᾶσις· πῶς γὰρ μία αἴσθησις ἀπὸ τῶν κιρναμένων γίνεσθαι συμβήσεται, εἴγε κατὰ μηδὲν τῶν προειρημένων μίγνυται ἀλλήλοις τὰ κιρνάμενα;