Ancient Greek
Book 3, η′ περὶ κράσεως.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.62
Not analysed yet
εἰ δὲ οὔτε τῶν οὐσιῶν μόνων μιγνυμένων ἀλλήλαις οὔτε τῶν ποιοτήτων μόνων οὔτε ἀμφοτέρων οὔτε οὐθετέρου δύναται γίνεσθαι κρᾶσις, παρὰ δὲ ταῦτα οὐδὲν οἷόν τέ ἐστιν ἐπινοεῖν, ἀνεπινόητος ὁ τρόπος τῆς τε κράσεως καὶ ὅλως τῆς μίξεως ἐστίν. διόπερ εἰ μήτε κατὰ θίξιν παρατιθέμενα ἀλλήλοις τὰ καλούμενα στοιχεῖα μήτε ἀνακιρνώμενα ἢ μιγνύμενα ποιητικὰ τῶν συγκριμάτων εἷναι δύναται, ἀνεπινόητός ἐστιν ἡ κατὰ τούς δογματικούς φυσιολογία καὶ ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ.