Ancient Greek · ~2 min
Book 3, ι′ περὶ τῆς μεταβατικῆς κινήσεως.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.65
Not analysed yet
τρεῖς δέ, οἶμαι, γεγόνασιν αἱ ἀνωτάτω περὶ κινήσεως στάσεις. ὁ μὲν γὰρ βίος καί τινες τῶν φιλοσόφων εἶναι κίνησιν ὑπολαμβάνουσιν, μὴ εἶναι δὲ Παρμενίδης τε καὶ Μέλισσος καὶ ἄλλοι τινές, μὴ μᾶλλον δὲ εἷναι ἢ μὴ εἶναι ἔφασαν οἱ σκεπτικοί· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖν εἶναι κίνησιν, ὅσον δὲ ἐπὶ τῷ φιλοσόφῳ λόγῳ μὴ ὑπάρχειν. ἡμεῖς οὖν ἐκθέμενοι τὴν ἀντίρρησιν τῶν τε εἶναι κίνησιν ὑπολαμβανόντων καὶ τῶν μηδὲν εἷναι κίνησιν ἀποφαινομένων, ἐὰν τὴν διαφωνίαν εὑρίσκωμεν ἰσοσθενῆ, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κίνησιν λέγειν ἀναγκασθησόμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις.