Ancient Greek · ~2 min
Book 3, ι′ περὶ τῆς μεταβατικῆς κινήσεως.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.73
Not analysed yet
τὸ δὲ αὐτὸ ποιήσομεν καὶ πρὸς τούς λέγοντας, ὅτι τὸ κινούμενον δυεῖν ἔχεται τόπων, τοῦ τε ἐν ᾧ ἔστι καὶ τοῦ εἰς ὃν φέρεται. πευσόμεθα γάρ αὐτῶν, πότε φέρεται τὸ κινού- μένον ἀπὸ τοῦ ἐν ᾧ ἔστι τόπου εἰς τὸν ἕτερον, ἆρα ὅτε ἐν τῷ πρώτῳ τόπῳ ἔστιν ἢ ὅτε ἐν τῷ δευτέρῳ. ἀλλ’ ὅτε μὲν ἐν τῷ πρώτῳ τόπῳ ἒστιν, οὐ μετέρχεται εἰς τὸν δεύτερον· ἔτι γὰρ ἐν τῷ πρώτῳ ἐστιν· ὅτε δὲ οὐκ ἔστιν ἐν τούτῳ, οὐ μετέρχεται ἀπ’ αὐτοῦ.