Ancient Greek · ~2 min
Book 3, ι′ περὶ τῆς μεταβατικῆς κινήσεως.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.76
Not analysed yet
Ερωτητέον δὲ κἀκεῖνον τὸν λόγον. εἰ κινεῖταί τι, ἤτοι κατὰ τὸ πρότερον <πρότερον> κινεῖται ἢ κατὰ μεριστὸν διάστημα· οὔτε δὲ κατὰ τὸ πρότερον πρότερον δύναταί τι κινεῖσθαι, οὔτε κατὰ τὸ ἄθρουν μεριστὸν διάστημα, ὡς δείξομεν· οὐδὲ κινεῖταί τι ἄρα. ὅτι μὲν οὖν κατὰ τὸ πρότερον πρότερον οὐκ ἐνδέχεταί τι κινεῖσθαι, αὐτόθεν δῆλον. εἰ μὲν γὰρ εἰς ἄπειρον τέμνονται τά σώματα καὶ οἱ τόποι καὶ οἱ χρόνοι οἷς κινεῖσθαι λέγεται τὰ σώματα, οὐ γενήσεται κίνησις, ἀδυνάτου ὄντος τοῦ πρῶτόν τι ἐν ἀπείροις εὑρεθῆναι, ἀφ’ οὗ πρώτου κινήσεται τὸ κινεῖσθαι λεγόμενον.