Ancient Greek · ~2 min
Book 3, ι′ περὶ τῆς μεταβατικῆς κινήσεως.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.80
Not analysed yet
εἰ δὲ φήσουσιν, ὅτι μικρὸν μέν, οὐ πρὸς ἀκρίβειαν δὲ περιωρισμένον τόπον ἀθρόως κινεῖται τὸ κινούμενον, ἐνέσται ἡμῖν κατὰ τὴν σωριτικὴν ἀπορίαν ἀεὶ τῷ ὑποτεθέντι μεγέθει ἀκαριαῖον προστιθέναι μέγεθος τόπου. εἰ μὲν γὰρ στήσονταί που τοιαύτην ποιουμένων ἡμῶν συνερώτησιν, πάλιν εἰς τὸν ἀκριβῆ περιορισμὸν καὶ τὴν τερατείαν ἐκείνην ἐμπεσοῦνται· ἐμπεσοῦνται· εἰ δὲ προσήσονται τὴν παραύξησιν, ἀναγκάσομεν αὐτοὺς συγχωρεῖν ἀθρόως τι δύνασθαι κινη- θῆναι διὰ τοῦ μεγέθους τῆς γῆς ἀπάσης. ὥστε οὐδὲ <κατὰ> ἄθρουν μεριστὸν διάστημα κινεῖται τὰ κινεῖσθαι λεγόμενα.