Ancient Greek
3.83 to 3.84
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.83-84
Not analysed yet
ὥσπερ οὖν εἰ, λόγου χάριν, ξύλου τριπήχεος ὄντος δεκάπηχυ ἕτερον ἀγαγών τις ηὐξηκέναι τὸ τρίπηχυ λέγοι, ψεύσεται διὰ τὸ ὅλον ἕτερον εἶναι τοῦτο ἐκείνου, οὕτω καὶ ἐπὶ παντὸς τοῦ αὔξεσθαι λεγομένου, τῆς προτέρας ὕλης ἀπορρεούσης καὶ ἑτέρας ἐπεισιούσης, εἰ προστίθεται τὸ προστίθεσθαι λεγόμενον, οὐκ ἂν αὔξησίν τις εἴποι τὸ τοιοῦτον εἶναι, ἀλλ’ ἐξ ὅλου ἑτεροίωσιν. ὁ δὲ αὐτὸς καὶ περὶ τῆς μειώσεως λόγος· τὸ γὰρ μὴ ὑφεστὼς ὅλως πῶς ἄν μεμειῶσθαι λέγοιτο; πρὸς δὲ τούτοις, εἰ ἡ μὲν μείωσις γίνεται κατὰ ἀφαίρεσιν, ἡ δὲ αὔξησις κατὰ πρόσθεσιν, οὐδὲν δέ ἐστιν οὔτε ἀφαίρεσις οὔτε πρόσθεσις, οὐκοῦν οὐδὲ ἡ μείωσις οὐδὲ ἡ αὔξησις ἔστι τι.