Ancient Greek · ~3 min
Book 3, ιβ′ περὶ ἀφαιρέσεως καὶ προσθέσεως.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.87
Not analysed yet
διὰ δὲ τοῦτο οὐδὲ ἔλασσον ἐν τῷ μείζονι. εἰ γὰρ ἐν τοῖς ἓξ περιέχεται τὰ πέντε ὧς ἐν πλείοσιν ἐλάσσονα, καὶ ἐν τοῖς πέντε περισχεθήσεται τὰ τέσσαρα καὶ ἐν τοῖς τέτταρσι τὰ τρία καὶ ἐν τοῖς τρισὶ τὰ δύο καὶ ἐν τούτοις τὸ ἔν. ἔξει οὖν τὰ ἓξ πέντε τέσσαρα τρία δύο ἔν, ὧν συντεθέντων γίνεται ὁ πεντεκαίδεκα ἀριθμός, ὃς ἐν τῷ ἓξ περιέχεσθαι συνάγεται διδομένου τοῦ τὸ ἔλασσον ἐν τῷ μείζονι περιέχεσθαι. Ὁμοίως δὲ καὶ ἐν τῷ πεντεκαίδεκα τῷ ἐν τῷ ἐξ ἐμπεριεχομένῳ ὁ τριακοωτακαιπέντε ἀριθμὸς περιέχεται καὶ κατὰ ὑπόβασιν ἄπειροι. ἄτοπον δὲ τὸ λέγειν ἀπείρους ἀριθμοὺς ἐμπεριέχεσθαι τῷ ἓξ ἀριθμῷ· ἄτοπον ἄρα καὶ τὸ λέγειν, ὅτι ἐν τῷ μείζονι περιέχεται τὸ ἔλασσον.