Ancient Greek · ~2 min
Book 3, ιβ′ περὶ ἀφαιρέσεως καὶ προσθέσεως.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.94
Not analysed yet
‘Αλλὰ καὶ ἡ πρόσθεσις τῶν ἀδυνάτων εἶναι παρ’ αὐτοῖς ὑείληπιαι. τὸ γὰρ προστιθέμενον, φασίν, ἤτοι ἑαυτῷ προστίθεται ἢ τῷ προυποκειμένῳ ἢ τῷ ἐξ ἀμφοῖν συνεστῶτι· συνεστῶτι· τούτων δὲ οὐδέν ἐστιν ὑγιές· οὐκοῦν οὐδὲ προστίθεταί τι τινί. οἷον γοῦν ἔστω τι τετρακοτυλιαῖον πλῆθος, καὶ προστιθέσθω κοτύλη. ζητῶ τίνι προστίθεται· ἑαυτῇ μὲν γὰρ οὐ δύναται, ἐπεὶ τὸ μὲν προστιθέμενον ἕτερόν ἐστι τοῦ ᾧ προστίθεται, οὐδὲν δὲ ἑαυτοῦ ἕτερόν ἐστιν.