Ancient Greek · ~2 min
Book 3, ιβ′ περὶ ἀφαιρέσεως καὶ προσθέσεως.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.96
Not analysed yet
εἰ δὲ μόνῳ τῷ τετρακοτυλιαίῳ προστίθεται ἡ κοτύλη, ἐπεὶ τὸ παρεκτεινόμενόν τινι ἴσον ἐστὶν ἐκείνῳ ᾧ παρεκτείνεται, τῷ τετρακοτυλιαίῳ πλήθει ἡ κοτύλη παρεκτεινομένη διπλασιάσει τὸ τετρακοτυλιαῖον ὧς γίνεσθαι τὸ πᾶν πλῆθος ὀκτὼ κοτυλῶν· ὅπερ οὐ θεωρεῖται. εἰ οὖν μήτε ἑαυτῷ προστίθεται τὸ προστίθεσθαι λεγόμενον μήτε τῷ προυποκειμένῳ μήτε τῷ ἐξ ἀμφοῖν τούτων, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲ προστίθεται οὐδὲν οὐδενί.