# Epistula ad Origenem 79

Sextus Julius Africanus, Epistula ad Origenem, Page 79. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-julius-africanus-hist/epistula-ad-origenem/79

ἄλλως σύγγραμμα, ἀλλὰ σύγγραμμα νεωτερικὸν καὶ πεπλασμένον δείκνυταί τε καὶ κατὰ πολλοὺς ἀπελέγχεται τρόπους. Τῆς γὰρ Σουσάννης ἀποθανεῖν κεκελευσμένης πνεύματι ληφθεὶς ὁ προφήτης ἐξεβόησεν, ὡς ἀδίκως ἡ ἀπόφασις ἔχοι. πρῶτον ὅτι Δανιὴλ ἄλλῳ τρόπῳ προφητεύει ὁράμασι καὶ ὀνείροις διὰ παντὸς καιροῦ καὶ ἀγγέλου ἐπιφανείας τυγχάνει, ἀλλ' οὐκ ἐπιπνοίᾳ προφητικῇ. ἔπειτα μετὰ τὸ θαυμασίως πως οὕτως ἀποφθέγξασθαι καὶ παραδοξότατά πως αὐτοὺς ἀπελέγχει, ὡς οὐδὲ ὁ Φιλιστίωνος μῖμος. οὐ γὰρ ἐξήρκει ἡ διὰ τοῦ πνεύματος ἐπίπληξις, ἀλλ' ἰδίᾳ διαστήσας ἑκάτερον ἐρωτᾷ, ποῦ αὐτὴν ἐθεάσατο μοιχωμένην. ὡς δὲ ὁ μὲν ὑπὸ πρῖνον ἔφασκεν, ἀποκρίνεται πρίσειν αὐτὸν τὸν ἄγγελον, τῷ δὲ ὑπὸ σχῖνον εἰρηκότι σχισθῆναι παραπλησίως ἀπειλεῖ. ἐν μὲν οὖν Ἑλληνικαῖς φωναῖς τὰ τοιαῦτα ὁμοφωνεῖν συμβαίνει, παρὰ τὴν πρῖνον τὸ πρῖσαι καὶ σχίσαι παρὰ τὴν σχῖνον, ἐν δὲ τῇ Ἑβραΐδι τῷ παντὶ διέστηκεν. ἐξ Ἑβραίων δὲ τοῖς Ἕλλησι μετεβλήθη πάνθ' ὅσα τῆς παλαιᾶς διαθήκης φέρεται. Παρὰ δὲ Ἰουδαίοις αἰχμάλωτοι ὄντες ἐν τῇ Βαβυλωνίᾳ στραγγαλώμενοι καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι, ὡς ἐν τῇ προτέρᾳ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἱστορεῖται, τῶν τε παίδων αὐτοῖς ἀποσπωμένων εἰς εὐνουχισμὸν καὶ τῶν θυγατέρων εἰς παλλακάς, ὡς προπεφήτευτο, οὐ δὴ καὶ περὶ θανάτου ἔκρινον,

---

Sextus Julius Africanus Hist., Epistula ad Origenem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2956.tlg003.local001/.
