# Fragmenta 69.2-70.7

Simias, Fragmenta, 69.2 to 70.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simias/fragmenta/69.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/simias/fragmenta/69.2

Ἄνδροθέα δῶρον ὁ Φωκεὺς κρατερὰς μηδοσύνας ἥρα τίνων Ἄθανα ῶπας Ἐπειὸς πέλεκυν, τῷ ποτε πύργων θεοτεύχτων κατέρειψεν αἶπος, τῆμος ἐπεὶ τὰν ἰερὰν χειρὶ πυρίπνυ πόλιν ἠθάλωσεν Δαρδανιδᾶν, χρυσοβαφεῖς δ᾽ ἐστυφέλιξ᾽ ἐν θεμέθλων ἄνακτας, οὐκ ἐνάριμμος γεγαώς ἐν προμάχοις Ἀχαιῶν, ἀλλ᾽ ἀπὸ κρανᾶν ἰθαρᾶν νᾶμα κομίζ᾽ δυσχλῆς· νῦν δ᾽ ἔς Ὀμήρειον ἔβα κέλευθον σὰν χάριν, ἄγνὰ πολύβουλε Παλλάς. v. 1—4 Τὸ ἐξῆς· ἀνδροθέα τῇ Ἀθηνᾷ δῶρον ὁ Φωκεὺς ὤπασεν Ἐπειὸς πέλεχυν τῆμος, Δαρδανιῶν ἐστυφέλιξεν ἐκ θεμέθλων ἄνακτας. Δεῖ τὸν ἀναγινώσκοντα καὶ ἐξηγούμενον μετὰ τὸ πρῶτον ὁ κῶλον τὸ τελευταῖον λέγειν, εἶτα τὸ δεύτερον ἀπ᾿ ἀρχῆς καὶ μετ᾿ αὐτὸ τὸ δεύτερον ἀπὸ τέλους, καὶ οὕτως καθεξῆς ἕως τοῦ μέσου, ὥστε τὸ μέσον τέλος εἶναι. Τὸν πέλεχυν τοῦτον Ἐπειὸς ἀνέθηκε τῇ Ἀθηνᾷ, ᾧ κατεσκεύασε τὸν δούρειον ἵππον. 10 Τὸ μέτρον δὲ χοριαμβικὸν ἀρξάμενον ἀπὸ καταληκτικοῦ ἐξαμέτρου, καταληγον δὲ εἰς μονόμετρον ἰαμβικόν. Τὸ αὐτὸ δὲ μέτρον τῷ Πτερυγίῳ· ἀλλὰ διαφέρει, καθὼ ὁ μὲν Πέλεξυς ἔχει τὸ πρῶτον κῶλον πρὸς τὸ τελευταῖον συναπτόμενον κατὰ διάνοιαν, τὸ δὲ Πτερύγιον κατὰ τὸ ἐξῆς τῶν στίχων. 15 Τοῦ Πελέξεως ἡ ἀνάγνωσις· δύναται καὶ ἀπὸ τοῦ <ἐξα-> μέτρου τοῦ βραχυκαταλήκτου τις ἀρχεσθαι, εἴτ᾿ αὐτῷ ἀνταποδιδοὺς τὸ ἴσον, καὶ ἀκολούθως τοῖς μετ᾿ αὐτὸ τὰ ἴσα ἐπιφέρων, διασώσασθαι τὸν νοῦν, ἀπὸ μὲν τοῦ δωδεκάτου ἀναβαίνων <εἰς θάτερον, εἶτα πάλιν> ἀπὸ θάτερου εἰς 20 ἐνδέκα καταχωρῶν. Ἔχει δὲ λόγον κἂν ἀντιθετικῶς ἀναγινώσκηται, πρῶτον μὲν τὸ μέγιστον ἀνταποδιδομένου τοῦ ἐσχάτου. καὶ πάλιν ἀναλόγως τῷ δευτέρῳ τοῦ ἀπὸ τέλους δευτέρου, ἕως ἐπὶ τὰ μέσα ἀρίχη. Ἐξήγησις τοῦ Πελέξεως : ~ ἄλλως· οὕτως γέγραπται μὲν 25 εἰς τὸν Ἐπειοῦ πέλεχυν· λέγει δὲ ὅτι δῶρον τῇ Ἀθηνᾷ ὁ Φωκεὺς Ἐπειὸς τῆς τέχνης καὶ ἐπινοίας χάριν ἀποτίνων ἀνέθηκεν, ᾧ ποτε τῶν ποιήτων πύργων κατήριπε τὸ

---

Simias, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003314.
