# Fragmenta 178-180

Simonides, Fragmenta, 178 to 180. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simonides-lyr/fragmenta-2/178
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/simonides-lyr/fragmenta-2/178

Βοΐδιον ἡλῃτηρὶς καὶ Πυθιῶς αἱ ποτ' ἐραστοὶ σοὶ Κύπρᾳ τὰς ζωὰς τὰς τε γραφὰς ἔθεσαν· ἔμπορε καὶ φορτηγέ, τὸ δὲν βαλλάντιον οἶδεν καὶ πόθεν αἱ ζωαὶ καὶ πόθεν αἱ πίνακες. Χειμερὴν νιφετοῖο κατήλυσιν ἡνὶ' ἀλύξας Γάλλος ἐρημαίην ἠλυθ' ὑπὸ σπιλάδα, ὑπὸν ἄρτι κόμης ἀπομόρξατο· τοῦ δὲ κατ' ἰχνος βουφάγος εἰς κοίλην ἀτραπὸν ἴπτο λέων· αὐτὰρ δ' πεπταμένη μέγα τύμπανον ὁ σχέθε χειρὶ ἠραξεν, καναχὴ δ' ἵαχεν ἄντρον ἄπαν· οὐδ' ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θήρ Ἔσβέσθης, γεραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν, οἴνωπὸν Βάκχου βότρυν ἐξεπτόμενος. Βωμοὺς τούσδε θεοῖς Σοφοκλῆς ἵδρύσατο πρῶτος, ὃς πλεῖστον Μούσης εἶλε κλῆος τραγικῆς.

---

Simonides Lyr., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003316.
