# In Aristotelis Categorias Commentarium Περὶ τοῦ ποιεῖν καὶ πάσχειν..1

Simplicius, In Aristotelis Categorias Commentarium, Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simplicius/in-aristotelis-categorias-commentarium/%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%CE%BF%E1%BF%A6%20%CF%80%CE%BF%CE%B9%CE%B5%E1%BF%96%CE%BD%20%CE%BA%CE%B1%E1%BD%B6%20%CF%80%CE%AC%CF%83%CF%87%CE%B5%CE%B9%CE%BD..1

p. 11b1 Ἐπιδέχεται δὲδ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα ἕως τοῦ ὐπὲρμἒ́ οὖν τῶν γενῶν ἱκανὰ τὰ εἰρημένα. Τῶν δέκα γενῶν τὰ μὲν τέσσαρα, περὶ ὧν ἤδη διῆλθεν, ὁλικώτερα ὄντα καὶ πλείονα θεωρίαν ἐπιδεχόμενα πολλῶν ἠξίωται λόγων ὐπὸ τοῦ Ἀριστοτέλους, περὶ δὲ τῶν λοιπῶν λέξει, εἰ καὶ ὐφειμένως. ἀλλὰ δυνατὸν ἦν καὶ περὶ ἐκείνων πολλοῦς εἰπεῖν καὶ καλοὺς λόγους, ἀρκεῖται δὲ ὡς ἐν εἰσαγωγῇ τῷ τὴν ἔννοιαν ἀυτῶν παραστῆσαι, ἵνα ἔχωσιν οἱ νέοι τὰ ἁπλᾶ εὶς τὰ οἰκεῖα γένη ἀνάγοντες οὐκείως ποιεῖσθαι τὰς κατηγορίας, ὅπερ ἐν ἀρχῇ διὰ τῶν παραδειγμάτων ἐποίησεν. ἐδίᾳ μέντοι περὶ ἑκάστου τούτων ἀκριβεῖς ἐποιήσατο λόγους· περὶ μὲν τοῦ ποιεῖν καὶ πάσχειν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς, περὶ δὲ τοῦ ποτὲ καὶ τοῦ ποῦ ἐν τῇ Φυσικῇ ἀκροάσει, ἔνθα καὶ περὶ χρόνου καὶ τόπου τελέως ἐδίδαξεν, περὶ πάντων δὲ ἐν τῇ Μετὰ τὰ φυσικὰ τοὺς τελεωτάτους πεποίηται λόγους· αἱ γὰρ ἀρχαὶ κατὰ μὲν τὴv σημαντικὴν αὔτῶν λέξιν ἐν τῇ λογικῇ πραγματείᾳ δηλοῦνται, κατὰ δὲ τὰ σημαινόμενα πράγματα ἐν τῇ Μετὰ τὰ φυσικὰ οἰκείως. Πρώτων δὲ ἐν πούτοις ἐμνημόνευσεν τοῦ ποιεῖν καὶ πάσχειν, διότι, φασίν, κατὰ τὴν ποιότητα τὸ ποιεῖν ἐστι καὶ πάσχειν· εἰκότως οὖν μετὰ τὴν ποιότητα εὐθὺς προεβλήθη. καίτοι καὶ κατ’ οὐσίαν ἔστιν ποιεῖν, ὥσπερ τὸ γεννᾶν καὶ οἰκοδομεῖν, καὶ κατὰ ποσότητα, ὡς τὸ ἀριθμεῖν, καὶ πρὸς τὰ πρός τι δὲ οἰκείως ἔχει, εἴπερ τὸ ποιεῖν καὶ τὸ πάσχειν πρός τί ἐστιν. κάλλιον οὖν λέγειν ὅτι πρὸς τὰς τέσσαρας κατηγορίας οὐκείως ἔχον τὸ ποιεῖν καὶ πάσχειν ὡς πρὸς ὕπαρξιν ἐνέργεια καὶ πάθος εἰκότως μετὰ τὰς τέσσαρας ἔτυχεν λόγου, καὶ διότι καὶ τοῖς ἀσωμάτοις ὑπάρχει ταῦτα, τῶν ἐφεξῆς γενῶν πάντων ἐν μόνοις θεωρουμένων τοῖς σώμασιν. ἅμα δὲ αὐτῶν ἐμνημόνευσεν, διότι καὶ ἅμα συνυφεστήκασιν, καὶ ὅπου θάτερον, ἐκεῖ καὶ θάτερον, ὡς ἀξιοῦν τινας μηδὲ ἰδίας ἀφορίσζειν αὐτοῖς κατηγορίας, ἀλλ’ ὑπὸ τὰ πρός τι τάττειν αὐτά. ὁ μέντοι Ἀρχύτας καὶ τὸ ἔχειν καὶ τι ποῦ προέρταξεν τοῦ ποιεῖν καὶ πάσχειν, καὶ τὴν αἰτίαν εἰπὼν οὕτως· “ ἐπειδὴ πᾶν τὸ κινούμενον ἐν τόπῳ τινὶ κινεῖται, τὸ δὲ ποιὲν καὶ τὸ πάσχειν κινάσιές τινες κατ’ ἐνέργειαν, φανερὸν ὅτι τότον ὐπῆμεν δεῖ πρᾶτον, ἐν ᾧπέρ ἐστιν τὸ ποιεῖν ἢ τὸ πάσχειν”. Σημαίνει δὲ τὸ μὲν ποιεῖν ἐνέργειαν, τὸ δὲ πάσχειν πάθος, οὐ κατὰ τὸν χαρακτὴρα τῆς πείσεως (τοῦτο γὰρ ποιότης ἐστίν), ἀλλὰ κατὰ τὴν τῷ πάθει κίνησιν. καὶ αὕτη ἐστὶν ἡ περὶ αὐτῶν προχειρος ἔννοια, διὸ ταύτην μὲν ὡς σαφῆ παρῆκεν εἰπεῖν, τὰ δὲ παρακολουθοῦντα καὶ τούτοις ἐπάγει, ὧν πρῶτον τὸ ἐναντιότητα ἐπιδέχεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν. τὸ γὰρ θερμαίνειν καὶ τὸ ψύχειν ἐναντίον, ἑκάτερον δὲ ἐν τῷ ποιεῖν, καὶ ὸ θερμαίνεσθαι τῷ ψύχεσθαι, ἑκάτερον δὲ ἐν τῷ πάσχειν, ὥσπερ καὶ τὸ ἥδεσθαι καὶ τὸ λυπεῖσθαι. εἰ γὰρ κατὰ ποιότητας αἱ ποιαῦται ἐναντιώσεις (τὸ γὰρ θερμὸν τῷ ψυχρῷ ἐστιv ἐναντίον), τὰ δὲ ἐναντία ἐναντίων ἐστὶν ποιητικά, εἴη ἄν καὶ ἐν τῷ ποιεῖν ἐναντίωσις, ὅταν ὡς ἐνέργεια λαμβάνηται τῶν ἐναντιότητα ἐπιδεχομένων γενῶν· εἰ δὲ ἐν τῷ ποιεῖν, καὶ ἐν τῷ πάσχειν· ὅ γὰρ τὸ ποιοῦν ποιεῖ, τοῦτο πάσχει τὸ πάσχον. καὶ τῶν ἐναντέων δὲ τὰ μὲν ἔνι τι μεταξύ, τὰ δὲ οὐκ ἔχει· ὧν μὲν γὰρ ἄν αἱ ποιότητες ἔχωσίν τι μεταξύ, τούτων ἰαὶ ἡ κατὰ τὸ ποιεῖν καὶ πάσχειν ἐναντίωσις ἔχει τι μεταξύ, ὡς τὸ χλιαίνειν καὶ ἐρυθαίνειν, ἐπειδὴ τὸ χλιαρὸν μεταξὺ ἦν θερμοῦ καὶ ψυχροῦ καὶ τὸ ἐρυθραῖον ἢ τὸ φαιὸν λευκοῦ καὶ μέλανος· ὧν δὲ αἱ ποιότητες οὐκ ἔχουσί τι μεταξύ, οὕτε τὰ ἐνεργητικὰ τούτων οὔτε τὰ παθητικά, ὡς τὸ ὑριάζειν καὶ νοσάζειν. διπλοῦς δὲ ὁ λόγος ἐστίν· τῶν γὰρ ποιήσεων αἱ μέν εἰσιν πρὸς ἕτερον τὸ πάσχον ἀντιτιθέμεναι, ὥσπερ ἡ τοῦ θερμαίνειν (τὸ γὰρ θερμαῖνον θερμαινόμενον θερμαίνει), αἱ ἀπόλυτοι, ὥσπερ ἡ τοῦ λέγειν. οὐκ ἔστιν δὲ ἴδιον τοῦ ποιεῖν καὶ πάσχειν τὰ ἐναντία· οὔτε γὰρ μόνοις οὔτε πᾶσιν ὑπάρχει τοῦτο, οὐδὲ γὰρδ τῷ λέγειν ἢ γράφειν ἤ τεκταίνεσθαι, ὅτι μηδὲν τούτων ἐν ἐναντιότητι θεωρεῖται, ἀλλ’ ἐκείνοις μόνοις, ὅσα κατ’ ἐνέργειαν ἢ πάθος ἦν τῶν ἐναντιότητα ἐχόντων. ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ ἧττον τὸ ποιεῖν καὶ πάσχειν· θερμαίνειν γὰρ καὶ θερμαίνεσθαι καὶ τὰ ἄλλα τὰ εἰρημένα ποιεῖν καὶ πάσχειν ἔστιν καὶ μᾶλλον καὶ ἧττον, διότι καὶ ἐν αὐταῖς ταῖς ποιότησιν ἦν τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τὰ κατ’ αὐτὰς ποιοῦντα καὶ πάσχοντα τὸ μᾶλλον ἕξει καὶ ἧττον. οὐ δεῖ δὲδ οὐδὲ τὸ μᾶλλον καὶ ἧττον ἐπὶ παντὸς τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ζητεῖν, ἀλλ’ ἐπ’ ἐκείνων, ὅσα κατὰ τὰ ἐπιδεχόμενα γένη τὸ μᾶλλον καὶ ἧττον τὸ ποιεῖν ἐχει καὶ τὸ πάσχειν, ἐπεὶ οὔτε γεννᾶν ἔστι μᾶλλον καὶ ἧττον οὔτε ἀριθμεῖν· οὔτε γὰρ ἡ οὔσία οὔτε τὸ ποσὸν ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. διαίρεσις δὲ ἄν εἴη τοῦ ποιεῖν καὶ πάσχειν κατά τε τὰς ἐνεργείας πολλαχῶς διαιρουμένας καὶ κατὰ τὰς παθητικὰς ποιότητας. Περὶ δὲ τοῦ κεῖσθαι | εἰς τὰ πρότερον τὸν ἀκροατὴν ἀνέπεμψεν. εἴρηται δὲ ὅτι ἡ μὲν θέσις τινὸς οὖσα τοῦ κειμένου τῶν πρός τί ἐστιν, τὸ δὲ κεῖσθαι παρωνύμως ἀπὸ τῆς θέσεως λεγόμενον ἄλλης εστὶν κατηγορίας, οἷον τὸ ἀνακεῖσθαι, ἑστάναι, καθῆσθαι· οὐ θέσεις γὰρ ταῦτα, ἀλλ’ ἀπὸ τῆς θέσεως παρωνόμασται. καὶ ἔχομεν ἀπ’ αὐτοῦ καὶ τὴν τοῦ κεῖδθαι διαίρεσιν παραδεδομένην. περὶ μέντοι τῶν λοιπῶν τριῶν, τοῦ τε ποῦ καὶ τοῦ ποτὲ καὶ τοῦ ἔχειν, διὰ τὸ προφανῆ εἶναί φησιν οὐδὲν ἄλλο περὶ αὔτῶν ἤ ὅσα ἐν ἀρχῇ εἴρηται· καὶ ἐκεὶ δὲ οὐδὲν ἄλλο ἤ παραδείγματα αὐτῶν παρέθετο “ποῦ, λέγων, οἷον ἐν Λυκείῳ· ποτὲ δὲ οἷον ἐχθές, πέρυσιν· ἔχειν δὲ οἷον ὑποδέδεται, ὥπλισται”. προϊὼν δὲ καὶ διαίρεσίν τινα τοῦ ἔχειν ὡς πλεοναχῶς λεγομένου παραδώσει. Αλλ’ ἐπεὶ ταῦτα παρὰ τῷ Ἀριστοτέλει καταπεφρόνηται, καλῶς ἄν ἔχοι τὰ παρὰ Πορφυρίῳ καὶ Ἰαμβλιχῳ περὶ αὔτῶν φιλοτεχνούμενα καταμαθεῖν. τὸ δὴ ποῦ καὶ ποτέ φασιν ὥσπερ καὶ τὰ πρός τι μὴ εἶναι τῶν προηγουμένως ἐπὶ τῶν πραγμάτων θεωρουμένων, ἀλλὰ τῶν ἄλλοις ἐπιγινομένων· τοῦ γὰρ ποσοῦ ὐποκειμένου καὶ τῶν ἐπ’ αὐτῷ, τόπου τε καὶ χρόνου, ἐπισυνίσταται τὸ ποῦ καὶ τὸ ποτέ· οὔτε δὲ τὸ ποῦ ὁ τόπος ἐστὶν οὔτε τὸ ποτὲ ὁ χρόνος, ἀλλὰ προϋπάρχοντος τόπου καὶ χρόνου, εἶτα ἑτέρου ἐν τούτῳ ὄντος ποῦ εἶναι λέγεται τὸ ἐν τόπῳ ὄν καὶ ποτὲ τὸ ἐν χρόνῳ, ὡς Σωκράτης ἐν Λυκείῳ ἢ χθές * * δοκεῖ δὲ μονοειδὲς εἶναι τὸ ποῦ καὶ μὴ ἐπιδέχεσθαι διαφοράς· καὶ γὰρ τὸ μὲν ἀορίστως λέγεται ἐν τόπῳ, οἷον ἐν τῇ πόλει, τὸ δὲ ὡρισμένως, οἷον ἐν τῇ ποικίηῃ στοᾷ ἢ ἐν τῷδε τῆς στοᾶς τῷ μέρει·δ ἐπιδέχεται δὲ καὶ τὰς τοῦ τόπου πάσας διαφοράς· καὶ γὰρ τὸ ἄνω καὶ τὸ κάτω καὶ κατὰ τὸν προσεχῆ τόπον καὶ τὸν κοινὸν καὶ τὸν καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός· ἔστιν γὰρ καθ’ ἕκαστον τούτωνδ ποῦ εἶναι. ὁμοίως δὲ καὶ τὸ ποτὲ οὐκ ἔστιν χρόνος, ἀλλὰ προϋπάρχοντος τοῦ χρόνου τὸ ἐν χρόνῳ εἶναι λέγεται ποτέ, οἷον Διονύσια πέρυσιν ἢ τῆτες ἢ εἰς νέωτα· αὐτὸς μέντοι ὁ χρόνος, ἐν ᾧ ἐστιν τὸ ποτὲ λεγόμενον εἶναι, οὐκ ἔστιν τῆς τοῦ ποτὲ κατηγορίας, ἀλλὰ τῆς τοῦ ποσοῦ. ἐπιδέχεται δὲ καὶ τὸ ποτὲ τὰς κατὰ τὸν χρόνον διαφοράς· τὸ μὲν γὰρ πέρυσιν κατὰ τὸν παρεληλυθότα λέγεται, τὸ δὲ τῆτες κατὰ τὸν ἐνεστώτα, τὸ δὲ ἐς νέωτα κατὰ τὸν μέλλοντα. Τὸ Γε ἔχειν σημαίνει, ὅταν ὑπάρχον τινὶ ἐπίκτητόν τι καὶ κεχωρισμένον τῆς οὐσίας τοῦ σώματος συνυπάρχῃ αὐτῷ· σχέσις οὖν ἐπικτήτων τινῶν ἐστι τὸ ἔχειν. τὸ γὰρ ἐνδεδύσθαι ἔχειν ἐστὶ χιτῶνα καὶ τὸ ὑποδεδέσθαι ἔχειν ὑποδήματα· ταῦτα δὲ ἕτερα τοῦ ἔχοντός ἐστιν καὶ κεχωρισμένα τῆς οὐσίας αὐτοῦ, οὔτε κατ’ οὐσίαν οὔτε ὡς συμβεβηκότα αὐτῷ ὑπάρχοντα, ὥσπερ μελανία καὶ χαροπότης. ιδαφορὰς δὲ εἰδοποιοὺς τὸ ἔχειν καθ’ αὑτὸ μὲν οὐκ ἔχει, δύναται δὲ κατὰ τὰςT(ov ἐχομένων διαφορὰς ἐπιδέχεσθαι τὴν διαίρεσιν, εἰ τὰ μὲν ἔμψυχα εἴη, οἷον οἰκέτης καὶ βοῦς, τὰ δὲ ἄψυχα, οἷον ἱμάτιον ἢ ὅπλα. δύναται δὲ καὶ κατὰ τὴν διαφορὰν τῶνδ καθ’ ἅ ἔχει ἐπιδέχεσθαι τὴν διαίρεσιν, οἷον εἰ ἐν ψυχῇ ἔχειν φασὶν τὰς ἐπικτήτους ἕξεις ἢ ἐν σώματι τὰ περὶ σῶμα ἐπίκτητα, κατ’ αὐτὸ μέντοι τὸ ἔχειν ἢ ἐχεσθαι οὐδεμία ἄν γένοιτο διαφορά. ἀλλ’ ἐπεὶ καὶ Πορφύριος καὶ Ἰάμβλιχος τὸ ἐν ψυχῇ ἔχειν παρέλαβον ἐπὶ τῶν ἐπικτήτων ἕξεων, ἐΠιστήσοι ἄν τις, μήποττε ποιότητές εἰσιν ἐκεῖναι καὶ ποιὰ τὰ ἀπ’ αὐτῶν, ὥσπερ καὶ τὰ μελανίας ἐπικτήτου μετέχοντα σώματα· οὐ γὰρ ὡς τὰ ὑποδήματα, οὕτως περίκεινται αἱ ἕξεις τῇ ψυχῇ, ἀλλὰ διαθέσεις τινές εἰσι περὶ αὐτὴν αἱ μᾶλλον ἤ ἧττον αὐτὴν ἀλλοιώσασαι. Ἐκ δὴ τῶν εἰρημένων λέλυνται αἱ τοιαῦται ἀπορίαι, πῶς γένη αἱ ἕξ κατηγορίαι, εἴπερ μὴ ἔστιν αὐτῶν εἴδη· τὰ γὰτ γένη πρὸς εἴδη λέγεται καὶ εἰδῶν ἔστι γένη. ὅτι δὲ γένη εἰδὶν αἱ κατηγορίαι, αὐτὸς ἐδήλωσεν ὁ Ἀριστοτέλης εἰπών· περὶ μὲv οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ τὰ εἰρημένα. εἰ τοίνυν ἐστὶ καὶ τούτωνέͅ6 εἴδη τινὰ ὡς ἐδείξαμεν, οὐκέτι χώραν ἔχει ἡ ἀπορία· κἄν γὰρ γένη ταῦτα τοιαῦτά ἐστιν, κατ’ εἰδῶν λέγεται τῶν εἰρημένων. ἴσως δέ τις ἐρεῖ ὅτι οὐχ οὕτως λέγεται γένη Γ ταῦτα ὡς κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενα, ἀλλ’ ὅτι μάλιστα σημαίνει τὰς διαφερούσας φύσεις ἰαὶ ἀλλήλων κεχωρισμένας, ὡς λέγομεν καὶ ἐπὶ τῶν ἐπιστημῶν ἑκάστην αὐτῶν εἶναι περί τι γένος ἀφωρισμένον, ἴσον λέγοντες * περί τινα φύσιν τῶν ἄλλων κεχωρισμένην· διὸ καὶ κατηγορίας αὐτὰς ὀνομάζει. Πάλιν δὲ ἀντιλέγουσίν τινες τὸ ποιεῖν καὶ τὸ πάσχειν πρὸς ἄλληλα λέγεσθαι βουλόμενοι καὶ εἶναι πρός τι, ἀλλὰ μὴ ἰδίας τινὰς κατηγορίας ὡς ὁ Ἀριστοτέλης φησίν. οὐκ ὀρθῶς δὲ λέγουσιν· οὐ γάρ ἐστιν αὐτοῖς τὸ εἶναι ἐν τῇ πρὸς ἄλληλα σχέσει· οὐ γὰρ ὡς τὸ δεξιὸν καὶ ἀριστερὸν ἐν σχέσει μόνον ὑφέστηκεν, ἀλλ’ ἔστιν καὶ γινόμενόν τι ὑπ’ αὐτῶν, καθὸ τὸ μὲν ποιοῦν ἐστι, τὸ δὲ πάσχον. εἰ δὲ καὶ δοθείη πρὸς ἄλληλα λέγεσθαι τὸ ποιεῖν καὶ πάσχειν, ἀλλ’ οὔ τι γε τὰ κατὰ μέρος· οὐ γὰρ δὴ τὸ περιπατεῖν ἤ τρέχειν πρός τι, καίτοι ποιεῖν ὄν· οὐδὲ γὰρ ἡ γραμματικὴ πρός τι ἦν, ἐπεὶ ἐν ἐπιστήμῃ αὐτῆς τὸ γένος τῶν πρός τι ὄν. ὅλως δὲ κατὰ παντὸς μὲν ἐνεργοῦντος τὸ ποιεῖν λέγεται, οὐ πᾶσα δὲ ἐνέργεια πρὸς πάσχον· οὐδὲ γὰρ αἱ ἀπόλυτοι ποιήσεις, οἷον τὸ λέγειν καὶ τρέχειν καὶ ἀναγινώσκειν καὶ τὰ τοιαῦτα, ὥστε οὐκ ἄν εἴη τὸ ποιεῖν ἅπαν τῶν πρός τι· κἄν γὰρ πάσχῃ τι τὸ ἔδαφος ὑπὸ τοῦ περιπατοῦντος, ἀλλ’ οὐ κατὰ τοῦτο | λέγεται τὸ περιπατεῖν ποιεῖν, ἀλλὰ κατὰ τὴν τοιάνδε κίνησιν, ὁμοίως δὲ καὶ τὸ ἀλγεῖν ἤ μελαίνεσθαι ἢ λευκαίνεσθαι κατὰ τὸ οὕτως ἔχειν. ὡς γὰρ τὸ μὲν κοινῶς ἐναντίον πρός τι, ἕκαστον δὲ αὐτῶν ὑπὸ τὸ οἰκεῖον γένος, οὕτως καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν κἄν πρὸς ἄλληλα λέγηται, οὐκ ἤδη ἄν εἴη καὶ τὰ ὑπ’ αὐτὰ πρός τι. ἐπεὶ οὖν μήτε ὑπὸ τὰ πρός τί ἐστιν μήτε ὑπό τινα ἄλλων τῶν ἄλλων κατηγοριῶν, ἴδιαι ἄν εἶεν κατηγορίαι. ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι ἔδει καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπὸ τὰ πρός τι ἀνάγεσθαι, ὥσπερ καὶ τὰ ἐναντία, τὰ δὲ καθ’ ἕκαστα ποιεῖν καὶ πάσχειν ὑπὸ τὰ οἰκεῖα γέην ἕκαστον· τὸ μὲν κτίζειν τυχὸν καὶ γεννᾶν ὑπὸ τὴν οὐσίαν, τὸ δὲ ἀριθμεῖν καὶ λέγειν ὑπὸ τὴν ποσότητα, διότι ποσὸν ὁ λόγος καὶ ὁ ἀριθηός, τὸ δὲ λευκαίνειν καὶ μελαίνειν ὑπὸ τὴν ποιότητα. μήποτε οὖν οὕτως ἔχει τὸ ποιεῖν καὶ πάσχειν πρὸς ἄλλας κατηγορίας, ὡς πρὸς οὐσίαν ἐνέργεια καὶ πάθος· καὶ γὰρ κατὰ τὰ πρός τι ἔστιν ἐνεργεῖν, ὡς τὸ φιλεῖν, καὶ κατὰ τὰς ἄλλας δέκα κατηγορίας. Ἀλλ’ εἴποι ἄv τις ὅτι τὰ μὲν κοινὰ εἶπεν τοῦ ποιεῖν καὶ πάσχειν, τὸ δὲ ἴδια οὐκ ἀπέδειξεν. πρὸς ὅ φησιν Ἰάμβλιχος, ὡς “ἐν αὐτοῖς τοῖς κοινοῖς νομιζομένοις καὶ τὰ ἴδια αὐτῶν ἐπιδέδεικται· οὐ γὰρ ἁπλῶς ἐναντία λαμβάνει καὶ μᾶλλον καὶ ἧττον, ἀλλὰ τὰ μὲν ἐν τῇ ἐνεργείᾳ, τὰ δὲ ἐν τῷ πάθει”. ῥᾴδιον δὲ πρὸς τοῦτο λέγειν ὡς καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν τὰ ἐναντία καὶ τὸ μᾶλλον καὶ ἧττον οὐ τὰ τυχόντα ἐλαμβάνετο, ἀλλὰ τὰ οἰκεῖα ἑκάστων, καὶ ὅμως οὐδὲν ἧττον ἐδόκει δεῖν τὰ ἴδια τοῖς κοινοῖς προστιθέναι. τὸ οὖν ἐξ ἀρχῆς μᾶλλον ἀληθές, ὅτι ἐπὶ τούτων τοῖ; ὁλοσχεστέροις ἠρκέσθη. ἀλλὰ πῶς οὐχί, εἰ τὸ ποιεῖν καὶ πάσχειν ἀμφότερα γένη, τοῦ ἔχειν γένους ὄντος καὶ τὸ ἔχεσθαι γένος ἐστίν; τὸ γὰρ ἔχειν πρὸς τὸ ἔχεσθαι ἀντιδιαιρεῖται ὥσπερ τὸ πάσχειν πρὸς τὸ ποιεῖν. ἥ ὅτι ἐν τῷ ἔχειν καὶ τὸ ἔχεσθαι περιέχεται· ὅ γὰρ ἄν ἔχον ληφθῇ, πάντως καὶ τὸ ἐχό- μενον ἔκει συνηρτημένον. οὐκέτι μέντοι ἐν τῷ ποιεῖν άπλῶς τὸ πάσχειν περιέχεται· καὶ γὰρ ποιεῖν ἐστι τὸ βοᾶν καὶ περιπατεῖν καὶ τρέχειν καὶ γράφειν, καὶ οὐδὲνβ τούτων ἔχει τὸ πάσχον συνηρτημένον. ἀλλὰ μὴν οὐδὲ ἔχειν πρός τί ἐστιν, ὡς δοκεῖ, πρὸς τὸ ἔχεσθαι· καθ᾿ ὦν γὰρ κατηγορεῖται, ὡς κατὰ τοῦ ὑοποδεδέσθαι καὶ ὡπλίσθαι, ταῦτα οὐ λέγεται πρός τι. τὸ μὲν γὰρ ἔχον πρὸς τὸ ἐχόμενον ἄν λέγοιτο, τὸ δὲ ἔχειν, οὐκ ὄν ταὐτὸν τῷ ἔχοντι, οὐ πρὸς ἄλλο. Ἐγκαλοῦσι δέ τινες τῷ Ἀριστοτέλει ὡς ὀλίγα εἰρήκότι περὶ τῶν ἕξ 10 κατηγοριῶν καὶ μήτε τὴν φύσιν αὐτῶν ἥτις ἐστὶν ὑπογράψαντι μήτε εἰς τὰς διαφορὰς διελόντι, καίτοι δυνατὸν ὄν, ὡς παρ᾿ ἡμῶν εἴπρηται, τὸ μὲν ποῦ εἰς τὰς τοῦ τόπου διαφορὰς διελεῖν, τὸ δὲ ποτὲ εἰς τὰς τοῦ χρόνου. καὶ ὅτι μὲν ἐλλιπῶς εἴρηται, πρόδηλον καὶ ἐξ ὦν Ἀρχύτας περὶ αὐτῶν μακρόντερα διδάσκει, τὰ ἴδια καὶ τούτων ἑκάστου ὥσπερ τῶν προτέρων παρα- διδούς. ὑπὲρ δὲ Ἀριστοτέλους ἀπολογοῦνται λέγοντες τὰ μὲν ἐν ταῖς κοιναῖος ἐννοίαις μὴ πάνυ ὑπειλημμένα, ταῦτα αὐτὸν διδάξαι δι᾿ ἀκριβείας· ὅσα δὲ ὑπείληπται καὶ φανερὰ ἦν, ταῦτα παρῆκεν διὰ τὸ φανερὰ εἶναι. δηλοῖ δὲ καὶ αὐτὸς λέγων· διαὰ τὸ προφανῆ εἶναι οὐδὲν ὑπὲρ αὐτῶν λέγεται ἤ ὅσα ὲν ἀρχῇ ἐρρήθη. καὶ γὰρ γὰρ εἰ φυσικῆς ἔχοιτο θεωρίας ἕκαστον τούτων, οἶον κινήσεως μὲν τὸ ποιεῖν, τόπου δὲ καὶ χρόνου τὸ ποῦ καὶ ποτέ, οὐδὲν δεῖ πλέον ἐν λογικῇ πραγματείᾳ περιεργάζεσθαι τῆς κατὰ τὴν σνμασίαν φαινομένης αὐτόθεν νοήσεως, διότι καὶ δύσκολος ἦν ἡ ἀκριβὴς περὶ τοῦ τόπου καὶ χρόνου θεωρία. ἔτι δὲ καὶ ταῦτα γέγουσιν, ὅτι ταῦτα τὰ ἕξ γένη ἐπείσακτον ἔχοντα τὴν φύσιν εἰκότως παρεργοτέρας ἔτυχεν διδασκαλίας. τῇ γὰρ αἰσθητῇ καὶ φυσικῇ οὐσίᾳ τὰ μὲν συνεισῆλθεν ὡς ποιότης καὶ πρός τι, τὰ δὲ ἐπεισῆλθεν ὡς τὸ ποιεῖν καὶ πάσχειν, κινηθείσης ἤδη πρὸς ἅ ἠδύνατο, τούτοις δὲ ἐπηκολούθησαν τὸ ἐν χρόνῳ καὶ ἐν τόπῳ καὶ τὸ κεῖσθαι καὶ τὸ ἔχειν. καὶ γὰρ ποιῶν τις ἐν χρόνῳ ποιεῖ καὶ κινεῖται κατὰ τόπον, καὶ ὁ πάσχων πολλάκις ἐν χρόνῳ πάσχει, καὶ κεῖται τὸ γινόμενον ἤ ἔχει τι. Ἀποροῦσι δέ τινες καὶ διὰ τί οὐ συνῆψεν τὸν περὶ τοῦ ἔχειν λόγον ταῖς ἁπλαῖς κατηγορίαις, ἀλλὰ μεταξὺ περὶ ἀντικειμένου καὶ προτέρου καὶ ὑστέρου καὶ τοῦ ἅμα καὶ κινήσεως καὶ ἄλλων τινῶν μνημονεύσας, οὕτως τὴν τοῦ ἔχειν διαίρεσιν ἐποιήσατο. ἀλλὰ καὶ λύουσιν ἕτεροι καλῶς, ὅτι τὸ ἔχειν τῷ ποῦ καὶ ποτὲ συντάξας ὡς περὶ προφανῶν εῖπεν μηδὲν ἄλλο δεῖν περὶ αὐτῶν λέγειν, ἀλλὰ μετὰ τὰς κατηγορίας βουληθεὶν ἐκεῖνα οἷς ἐχρήσατο κατὰ τὰς τῶν πολλῶν ἐννίας διαρθρῶσαι τεχνικώτερον, περί τε τῶν ἀντικειμένων φημὶ καὶ τοῦ προτέρου καὶ ὑστέρου καὶ τῶν λοιπῶν, ἐπειδὴ ὁμώνυμον τὸ ἔχειν ἦν, ἵνα μὴ τις οἰηθείη τῶν ὀμωνύμων αὐτὸν ἕν γένος τίθεσθαι, τὴν ὁμωνυμίαν τοῦ ἔχειν εἰκότως ἐπὶ τῷ τέλει διεστείλατο. Ἀλλὰ πῶς, φασίν, οὐχὶ αἱ ἕξ τελευταῖαι κατηγορίαι εἰς τὰς φθανούσας ἀναχθήσονται, ἡ μὲν τοῦ ποτὲ εἰς τὸν χρόνονμ, οὗτος δὲ εἰς τὸ ποσόν ἡ δὲ τοῦ ποῦ εἰς τὸν τόποv, καὶ οὗτος δὲ εἰς τὸ ποσόν, ἡ δὲ τοῦ ποιεῖν καὶ πάσχειν καὶ τοῦ κεῖσθαι καὶ τοῦ ἔχειν εἰς τὸ πρός τι; ἔστι δὲ καὶ πρὸς ταῦτα σαφὴς ἐκ τῶν εἰρημένων ἡ ἀντίρρησις. ἄλλο γὰρ τὸ ἔν τινι καὶ ἄλλο ἐκεῖνο τὸ τὸ ᾧ ἐστιν τὸ ἔν τινι· εἰ δὲ τοῦτο, καὶ τὸ ἐν τόπῳ διοίσει τοῦ τόπου καὶ τὸ ἐν χρόνῳ τοῦ χρόνου· ἄλλα οὖν ἔσται γένη τοῦ ποὺ καὶ ποτὲ παρὰ τὸν τόπον καὶ τὸν χρόνον. καὶ τὸ ποιεῖν δὲ καὶ πάσχειν ἐδείχθη πρότερον ἰδίας ἔχοντα φύσεις παρὰ τὰ πρός τι, ὥσπερ | καὶ τὸ κεῖσθαι καὶ ἔχειν· καὶ γὰρ τὰ πρός τι] σχέσεις μὲν ἔχει διαφόρους τὸ μὲν γὰρ κεῖσθαι τινὸς πρὸς ἕτερον, τὸ δὲ ἔχειν ἑτέρου πρός τι), αὐτὸ δὲ τὸ πρός τι κοινὴν ἔχει τὴν πρὸς ἄλληλα σχέσιν· διώρισται ἄρα ἰδίαις διαφοραῖς ταῦτα τὰ γένη καὶ οὐκ ἀνάγεται εἰς τὰ πρός τι. ἀλλὰ ταῦτα μὲν ἔστω κοινῶς τε καὶ σποράδην ἠπορημένα τε καὶ λελυμένα. Τὸ δὲ ἐντεῦθεν περὶ ἑκάστου διευκρινημένως τὰ προσήκοντα ζητήματα ἐπισκεπτέον. καὶ πρῶτον, ὅτι ἀκόλουθόν ἐστιν εἶναι γένη τὸ ποιεῖν καὶ πάσχειν, ἐντεῦθεν δῆλον. ὡς γὰρ μετὰ τὴν οὐσίαν ἦν ποσότης καὶ διὰ τοῦτο ἕν γένος ἐτέθη ἡ ποσότης, καὶ πάλιν μετὰ τὴν οὐσίαν περὶ τὴν οὐσίαν ποιότης καὶ γέγονεν ἕτερον γένος ἡ ποιότης, οὕτως καὶ ἡ ἐνέργεια καὶ τὸ ποιεῖν μετὰ τὴν οὐσίαν, καὶ χρὴ καὶ ἰατὰ ταῦτα γένος τίθεσθαι μετὰ τὴν ὕπαρξιν τὴν ἐνέργειαν καὶ τὸ ταύτης συγγενὲς πάθος ἢ τὸ πάσχειν. ἀλλ’ ἆρα τὸ ποειῖν ἦν τίθεσθαι γένος ἢ τὸ ποιοῦν ἢ τὴν ποίησιν, ὥσπερ καὶ ἡ ποιότης ἦν γένος καὶ τὸ ἀπ’ αὐτῆς ποιόν; ἤ σύζυγα μὲν ὑπάρχει καὶ ἐνταῦθα ποίησις ποιεῖν ποιοῦν, ἀλλὰ τὸ μὲν ποιοῦν συμπεριλαμβάνει καὶ τὸ ὑποκείμενον καὶ σύνθετον ὑπόνοιαν ἔκ τε τοῦ ἐνεργοῦντος καὶ τῆς ἐνεργείας ἐμποιεῖ, ἡ δὲ ποίησις καὶ τὸ ποιεῖν ἁπλούστερα καὶ οὐδὲν συνθέσεως ἐφαπτόμενα, ὥστε οἰκειότρα ταῦτα τοῦ ποιοῦντος εἰς γένους ἀφορισμόν. τούτων δὲ πάλιν τὸ ποιεῖν καὶ τῆς ποιήσεως προετίμησεν, διότι διχῶς λέγεται ἡ ποίησις· καὶ γὰρ καὶ ἡ ἐνέργεια ποίησις λέγεται καὶ τὸ ἀποτέλεσμα τῆς ἐνεργείας, ὡς λέγομεν τὴν ‘Ομήρου ποίησιν· χρεία δὲ οὐ τοῦ ἀποτελέσματος, ἀλλὰ τῆς ἐνεργείας, ἥν τὸ ἐνεργεῖν σημαίνει μονοειδῶς. διὸ τὸ ποιεῖν ὡς γένος τίθεται· τὸ τὰρ ποιεῖν τὴν ἔτι γινομένην ἐνέργειαν σημαίνει, ὥσπερ ἡ ποίησις τὸ πεπαυμένον μᾶλλον καὶ τὸ ἀποτέλεσμα τοῦ ποιουντος. Ἀλλ’ εἰ τὸ ποιεῖν τὸ ἐνεργεῖν παρίστησιν, διὰ τί τὸ γένος οὐκ ἐνέργειαν μᾶλλον τίθεμεν, ἀλλὰ τὸ ποιεῖν; εἰ δὲ ἰαὶ ἡ ἐνέργεια διὰ τοῦτοδ οἰκειοτέρα τῆς ποιήσεως, διότι τὸ κατὰ κίνησιν ἐμφαίνει, ἀλλ’ οὐ τὸ μετὰ τὴν κίνησιν, ὥσπερ ἡ ποίησις, ἔδει κίνησιν θέσθαι ἕν γένος ἐν ταῖς κατηγορίαις· ὥσπερ γὰρ τὰ ἄλλα περὶ τὴν οὐσίαν, οὕτως καὶ ἡ κίνησις, ἐν ᾗ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐστίν· ἄμφω τὰρ ἐν κινήσει. ἀλλ’ οἱ ταῦτα λέγοντες, ὡσπερ Πλωτῖνος, οὐ ταῖς Ἀριστοτέλους ὑποθέσεσι προσχρῶνται. ἐκεῖνος γὰρ τὸ πρώτως κινοῦν καὶ ποιοῦν ἀκίνητον εἶναί φησιν· διὰ τοῦτο καὶ τὸ ποιεῖν παρ’ αὐτῷ κεχώρισται τοῦ πάσχειν καὶ οὐχ ὑφ’ ἕν ἄμφω τέτακται γένος, ὥστε οὔτε εἰς ἕν ἄμφω ταῦτα ἀνάγειν χρή, ἀλλὰ δύο ἀφορίζεσθαι, ὥσπερ καὶ Ἀριστοτέλης αὐτὰ χωρὶς διέστησεν. οὕτως μὲν καὶ Βόηθος καὶ ’lάμβλιχος πρὸς τὴν ἀπορίαν ἐνέστησαν τὴν ἕν γένος ἀξιοῦσαν τὴν κίνησιν τοῦ τε ποιεῖν καὶ τοῦ πάσχειν προϋποτίθεσθαι. Πορφύριος δέ φησιν· “ἔν τισι δοκεῖ τὴν κίνησιν ἐπί τε τοῦ ποιεῖν καὶ τοῦ πάσχειν μίαν καὶ συνεχῆ εἶναι, ὡς ἐπὶ τῶν κατὰ πληγὴρ κινήσεων, οἷον ῥίψεως καὶ ὤσεως· οἵα γὰρ ἡ τοῦ ῥιπτοῦντος τὸ ξύλον κίνησις, τοιαύτη καὶ ἡ τοῦ ῥιπτουμένου, καὶ οἵα ἡ ὦσις τοῦ ὠθοῦντος, τοιαύτη καὶ ἡ τοῦ ὠθουμένου, διὸ καὶ μία καὶ συνεχὴς ἑκατέρα· τὸ δὲ εἶναι οὐ τὸ αὐτὸ ἔχει πρὸς τὸ πλῆττον καὶ τὸ πληττόμενον, ἀλλὰ τοῦ μὲν πληττομένου πάθος γίνεται, τοῦ δὲ πλήττοντος ποίησις. καὶ αὕτως τὸ ποιεῖν καὶ πάσχειν οὐκ ἔστιν ἁπλῶς ἑνὸς γένους τῆς κινήσεως, ἀλλ’ ἔχει διαφοράν”. ταύτην δὲ τὴν τῆς ἀπορίας λύσιν αἰτιᾶται ὁ Ἰάμβλιχος ὡς πόρρωθεν ἀναγομένην καὶ μὴ ἀπὸ πάνυ γνωρίμων προϊοῦσαν μήτε ἀπὸ τῶν δοκούντων Ἀριστοτέλει· “οὐ γὰρ εἰ ἡ τὶς ποίησις οὕτως ἔχει, ἤση καὶ πᾶσα, οὐδὲ ἔδει ἀπὸ τῶν ἐσχάτων ἄρχεσθαι ποιήσεων λέγω δὲ τῶν κατὰ πληγὴν καὶ ὦσιν) οὐδὲ τοῖς Στωϊκοῖς συγχωρεῖν περὶ οὖ διατελοῦμεν αὐτοῖς διαφερόμενοι, ὡς τὸ ποιοῦν πελάσει τινὶ ποιεῖ καὶ ἅψει. βέλτιον γὰρ λέγειν ὡς οὐ πάντα πλάσει καὶ ἅψει ποιεῖ, ἀλλὰ κατὰ τὴν ἐπιτηδειότητα τοῦ ποιοῦντος πρὸς τὸ πάσχον γίνεται ἡ ποίησις, καὶ ὡς πολλὰ ἀναφῶς δρᾷ, ἅπερ ἅπαντες ἐπιστάμεθα, καὶ ὅτι καὶ ἐφ’ ὧν δεόμενα ὁρῶμεν παραθέσεως τὰ ποιοῦντα, κατὰ συμβεβηκὸς γίνεται ἡ ἐπαφή, διότι ἐν τόπῳ ἐστὶν τὰ μετέχοντα τῆς τοῦ πάσχειν ἢ ποιεῖν δυνάμεως· τοιαῦτα γάρ ἐστιν τὰ σώ ματα καὶ τὰ μετέχοντα τῶν ποιητικῶν ἢ παθητικῶν δυνάμεων· ἐφ’ ὦν δὲ οὐδὲν ἐμπο δίζει διάστασις σωμάτων ὥστε τὸ μὲν ποιῆσαι, τὸ δὲ πάσχειν καὶ δέξασθαι τὴν τοῦ ποιοῦντος ἐνέργειαν, ἐπὶ τούτων ἀδιάστατος γίνεται καὶ ἀκώλυτος ἡ ἐνέργεια, ὡς αἱ τῆς λύρας χορδαὶ συνέχουσιν πόρρω ἀλλήλων διαστᾶσαι καὶ ὁ ἅφθας δέχεταιδ πόρρωθεν τὸ τοῦ πυρὸς εἶδος. πολλὰ δὲ καὶ ἐφαπτόμενα οὐ ποιεῖ, ὡς ἡ ἔμπλαστρος ἤ ἄλλο τι τῶν ἰατρικῶν φαρμάκων ἐπιτιθέμενα λίθῳ. εἰ οὖν καὶ ἁπτόμενα οὐ ποιεῖ πολλάκις καὶ μὴ ἁπτόμενα ποιεῖ, οὐκ ἔστιν πληγὴ καὶ ὦσις ἡ κυριωτάτη ποίησις, οὐδὲ ἐφ’ ὧν ὁρῶμέν τινα πλήττοντα, οὐδὲ ἐπὶ τούτων ἐστὶν ἡ ἁφὴ αἰτία, ἀλλ’ ἡ τῆς δυνάμεως συγγένεια καὶ τότε τὸ κῦρος παρέχεται τοῦ ποιεῖν. εἰ δὲ τὴν αὐτὴν οὐσίαν τις τοῦ ποιοῦντος λέγοι καὶ τοῦ πάσχοντος, καὶ τὸ κινοῦν κινηθήσεται καὶ τὸ κινούμενον κινήσει καὶ ὅλον δι’ ὅλου κινοῦν τε ἔσται καὶ κινούμενον, καὶ τὰ ἀξιώματα τὰ περὶ κινήσεως ἀναιρεθήσεται πάντα, ὡς ἀπό τινος ἡ κίνησις πρόεισιν καὶ περί τι, καὶ ὡς ἄλλη τίς ἐστιν ἡ ἀρχὴ τῆς κινήσεως καὶ ἄλλη αὐτὴ ἡ κίνησις ὡς ἀπὸ τῆς ἀρχῆς ἀποτελουμένη· ἐφ’ ὧν δὲ χωριστά ἐστιν τὰ αἴτια τῆς κινήσεως, πολὺ μᾶλλον ἀναιρεθήσεται. δεῖ οὖν μὴ ἐκείνων ἀποσφάλλεσθαι τὰς τὴν ἀρχὴν τῶν γενῶν διαιρουμένας ἀληθεῖς δόξας καὶ διακρινούσας ἑκά|στην ᾗ πέφυκεν. εἰ τὰρ δεῖ καὶ σύμμικτόν τινα τὴν κίνησιν ὑπονοεῖν ἔκ τε τῆς τοῦ ποιοῦντος ἐνεργείασς καὶ τῆς τοῦ πάσχοντος τροπῆς, οὐκ ἔστιν ἐν τοῖς ἁπλοῖς καὶ ἀμίκτοις αὕτη ἡ γένεσις· σύμμικτος δὲ οὖσα ἔκ τε τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος ἀποβληθήσεται εἰκότως τῶν πρώτων γενῶν ὡς δευτέρα, καθάπερ καὶ τὰ ἄλλα σύνθετα πάντα. οὐ δεῖ οὖν συγχωρεῖν ὡς ἡ κίνησις περιέχει τὰς ποιήσεις καὶ πείσεις καὶ συνάπτει αὐτὰς πρὸς ἀλλήλας κατὰ μίαν συνέχειαν οὐδὲ ὅτι κοινωνεῖ τῆς οὐσίας πρὸς ἀμφοτέρας ἢ ὅτι μερίζεται εἰς αὐτὰς καὶ τὸ μὲν ἀποφαίνει ποίησιν τῶν ἐν αὐτῇ, τὸ δὲ πάθος. κατὰ πάντας γὰρ τούτους τους τοὺς τρόπους κοινόν τι γίνεται ἡ κίνησις τοῦ ποιεῖν καὶ πάσχειν, κίνησις δὲ τοῦ ποιοῦντος καὶ πάσχοντος κεχώρισται ὡς μέση οὖσα ἀμφοτέρων καὶ ἀπὸ μὲν τοῦ ποιοῦντος προϊοῦσα, εἰς δὲ τὸ πάσχον ἐναπεργαζομένη τὸ πάθος. ὡς οὖν τὸ κινοῦν καὶ κινούμενον δύο ὑπάρχει, οὕτως καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον διχῇ διώρισται”. ἀλλὰ ταῦτα μὲv ἀρκείτω πρὸς Πορφύριον ἤτοι τὰς ἀπ’ αὐτοῦ παρατεθείσας δόξας ἀντειρημένα. ‘Ο δὲ μέγας Πλωτῖνος παραιτεῖσθαί φησιν τὸν Ἀριστοτέλη τὴν κίνησιν ἐν γένει τιθέναι διὰ τὸ ἀτελῆ λέγεσθαι ἐνέργειαν τὴν κίνησιν· ‘εἰ δὲ τοῦτο, φησίν, οὐδὲν ἐκώλυεν τὴν μὲν ἐνέργειαν προτάττειν, ὡς ἕν δὲ εἶδοςδ τῆς ἐνεργείας ἀτελῆ οὖσαν ἐνέργειαν τὴν κίνησιν ὑποβάλειν’. πρὸς δὴ ταῦτα ἀντιλέγων ὁ Ἰάμβλιχος “τὴν ἀρχήν, φησίν, κατίδωμεν, εἰ οὕτως λέγεται ἀτελὴς ἐνέργεια ἡ κίνησις ὡς ἐν τῇ αὐτῇ φύσει ὐφειμένη ἤ μᾶλλον ὡς ἐξισταμένη εἰς πάντῃ καταδεεστέραν φύσιν. καὶ γὰρ εἰ μὲν οὕτως λέγοιτο ἀτελὴς ὡς ἐν τῇ αὐτῇ φύσει ὑφειμένη, οὐδὲν κωλύει τὴν μὲν ἐνέργειαν ὡς γένος προτάττειν, ὑποβάλλειν δὲ ὡς εἶδος τὴν κίνησιν· εἰ δὲ εῖς ἄλλο γένος ἐξίσταται, οὐ δύναται γένος αὐτῆς εἶναι ἡ ἐνέργεια. εἰ οὖν ἡ μὲν κίνησις ἐπὶ τὸ τέλος σπεύδει ὡς ἕνεκα αὐτοῦ γινομένη καὶ μηδέπω αὐτὸ ἐν ἑαυτῇ ἔχουσα, ἡ δὲ ἐνέργεια κατὰ τὸ τέλος ἕστηκεν, πλήρης οὖσα ἑαυτῆς καὶ τῆς οἰκείας τελειότητος, οὐκ ἄν τὸ τελεώτατον πρὸς τὸ ἐπειγόμενον εἰς τελείωσιν ἔχοι τινὰ κοινωνίαν φύσεως. καὶ εἰ ἡ μὲν ἐνέργεια τὸ εἶδος ἐν ἑαυτῇ τέλειον ἔχει, ἡ δὲ κίνησις ὁδεύει πρὸς τὸ εἶδος δυνάμει μόνον ἐχουσα αὐτὸ καὶ κατὰ ὑλικὴν καὶ ἀνείδεον ἐπιτηδειότητα, δῆλον καὶ οὕτως ἔσται τὸ εἰτρημένον. πάλιν εἴπερ ἡ μὲν κίνησις ἐν διεξόδῳ θεωρεῖται καὶ συνεχείᾳ εἰς ἀεὶ συνεχῆ διαιρετὴ οὖσα ἐπ’ ἄπειρον ἡ δὲ ἐνέργεια καθ’ ἕν πέρας ἵσταται αὐτὴ ἀφ’ ἑαυτῆς ἔχουσα τὸ εἶναι καὶ ἅμα τὸ ἕν πᾶν συλλαβοῦσα καθ’ ἑαυτήν, οὐκ ἄν οὐδὲ οὕτω γένος εἴη τῆς κινήσεως ἡ ἐνέργεια. καὶ εἰ ἡ μὲν κίνησις μεριστὴ καὶ ἄπειρος καὶ ἀόριστος, ἡ δὲ ἐνέργεια ἀμέριστος καὶ πέρας καὶ ταὐτότητι χαίρουσα, πῶς ἄν εἴη τοῦ ἐτέρου γένος τὸ ἕτερον; εἰ δὲ καὶ ἡ μὲν κίνησις συμμεμιγμένην ἔχει τὴν ὑπόστασιν πρὸς τὸ ἐναντίον καὶ ἀπὸ τοῦ ἐναντίου μεταβαίνει ἀεὶ ἐπὶ τὸ ἐναντίον, ὡς ὅταν ἐκ λευκοῦ μέλαν γίνηται (ἡ γὰρ ἀπὸ τοῦ ἑτέρου ἕτερον κίνησις οὐδέτερόν ἐστι τῶν ἄκρων, συμμέμικται δὲ ἐξ ἀμφοῖν), ἡ δὲ ἐνέργεια ἄμικτος οὖσα παντελῶς καὶ καθ’ ἕν τῶν ἐναντίων ἵσταται οὐδὲν ἀναπιμπλαμένη τῆς ἐναντίας φύσεως, πῶς δύναται εἶναι γένος ἡ ἐνέργεια τῆς κινήσεως; κἄν λέγοι δὲ χρόνῳ μὲν ἀντιπαρατείνειν τὴν κίνησιν ὡς ἄν διαστατὴν οὖσαν, αἰῶνι δὲ τὴν ἐνέργειαν ὡς ἀδιάστατον ὑπάρχουσαν καὶ ὁμοῦ ὅλην ἐν τῷ νῦν παροῦσαν, οὐδὲ οὕτως ἄν εἴη τιςtojv αἴωνίων καὶ τῶν ἐν χρόνῳ ὁμογενὴς φύσις, ἔτι μᾶλλον εἰ ἡ μὲν ἐνέργεια ἀκίνητος προϋπάρχει, τὴν ἀρχὴν καὶ τὸ τέλος ὁμοῦ τῆς κινήσεως ἐν μιᾷ ἠρεμίᾳ συνέχουσα, ἡ δὲ κίνησις ἐν διεξόδῳ τῇ κατ’ ἀριθμὸν προϊούσῃ διακριθείη. ἀλλ’ ἔοικεν, φησίν, ὁ Πλωτῖνος ταῖς μὲν καθαρωτέραις δόξαις περὶ τῆς ἐνεργείας μὴ συνομολογεῖν, ἐπ’ ἐκείνην δὲ ἀποφέρεσθαι τὴν ἔννοιαν, καθ’ ἥν κατὰ τὸ κινεῖσθαί τινες τὸ ἐνεργεῖν ἀφορίζονται ἰαὶ ταὐτὸν ὑπολαμβάνουσιν κίνησιν τὴν κατὰ τὸ κινεῖσθαι καὶ ἐνέργειαν· ὅ πολλοῦ δεῖ ἀληθὲς εἶναι. ἕτι δὲ δεῖ πείθεσθαι Θεοφράστῳ· τούτῳ γὰρ δοκεῖ μὲν χωρίζεσθαι τὴν κίνησιν τῆς ἐνεργείας, εἶναι δὲ τὴν μὲν κίνησιν καὶ ἐνέργειαν ὡς ἄν ἐν αὐτῇ περιεχομένην, οὐκέτι μέντοι καὶ τὴν ἐνέργειαν κίνησιν· τὴν γὰρ ἑκάστου οὐσίαν ἰαὶ οὐκεῖον εἶδος ἐνέργειαν εἶναι ἑκάστου, μὴ οὖσαν ταύτην κίνησιν. καὶ γὰρ ἡ τελετότης καὶ ἐν τοῖς νοητοῖς καὶ φύσει ἀκινήτοις εἶναι οὐ κεκώλυται· εἰσὶν δὲ καὶ ἐν τοῖς αἰσθητοῖς πολλαὶ τοιαῦται, οἶον [τὴν] κατὰ τὸ σχῆμα τοῆυ ἀνδριάντος· ἕστηκεν γὰρ τὸ σχῆμα κατὰ τὴν αὐτὴν τελειότητα. εἰ δὲ εἰς τοσοῦτον προέχει ἡ ἐνέργεια τῆς κινήσεως, οὐκ ἔδει συνάπτειν αὐτὰς οὐδὲ τὸ ἕτερον τοῆυ ἑτέρου γένος ποιεῖν. εἰ δέ τις τὴν μὲν ἐνέργεαν τὸ κινεῖσθαί φησι προβάλλειν κατὰ τὸ συντετάχθαι πρὸς αὐτό, τὸ δὲ ἐνεργείᾳ κατὰ τὸ σχῆμα τοῦ ἀνδριάντος καὶ τὴν ἑκάστου ἐντελέχεαν ἱστάμενον πρὸς τὸ δυνάμειν λέγεσθαι ἐξῃρήμένον αὐτοῦ, ἀλλ᾿ οὐχὶ τῆς κινήσεως τὴν ἐνέργειαν, ἀγνοεῖ οὖτος, ὅτι τὸ μὲν ἐνεργείᾳ ἀντι- τίθεται πρὸς τὸ δυνάμει καὶ τοῦ ἀτελοῦς ἐστι τελειότης σχέσιν τε πρὸς τὸ ἐναντίον προσείληφεν, ἡ μέντοι ἐνέργεια αὐτὴ καθ᾿ ἑαυτήν ἐστιν ἀπόλυτος, πρὸς οὐδὲν ἐναντίον λεγομένη, ἥτις καὶ τῷ ἐνεργείᾳ ὄντι παρέχει τὴν τελειλοτητα. πολλοῦ ἄρα δεῖ ἐνεργείᾳ μὲν εἶναι τὸ σχῆμα, ἐνέργειαν δὲ μὴ ὑπάρχειν. ὅλως γὰρ οἱ τοῦτο λέγοντες τὸ καθαρὸν γένος οὐκ ἴσασι τῆς ἐνεργείας οὐδὲ τὸ χωριστὸν ἀπὸ τῆς κινήσεως οὐδὲ τὸ πρότερον τοῦ ἐνεργείᾳ, καὶ οὐδὲ τοῦτο ἀναμιμνῄσκονται, πῶς λέγομεν ἐνεργείας τὰς νοή σεις, τὸ ἀμερὲς ἀὐτῶν τῆς γνώσεως καὶ ἅμα καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ ἤδη ἀθρόον καὶ τὰ τοιαῦτα παριστάντες· ὅτερ γὰρ ἐν τῷ χρόνῳ τὸ νῦν ἐστιν, τοῦτο νοεῖσθαι τὴν ἐνέργειαν ἐν τῇ κινήσει, καὶ τὴν μὲν καθαρὰν | ἐνέργειαν κινήσεως ἐκτὸς εἶναι, ἀπ᾿ αὐτῆς δὲ ἄλλας ἀνεργείας προϊέναι, αἵτινες οὐκ ἄνευ κινήσεως θεωροῦνται, ὥσπερ τὴν φαντασίαν καὶ τὴν αἴσθησιν λέγομεν κατὰ μὲν τὸ πάθος κινήσεις εἶναι, κατὰ δὲ τὸ εἶδος ἐνέργειαν, καὶ οὕτως τὰς μὲν ἀχωρίστους τῶν κινήσεων εἶναι, τὰς δὲ χωριστάς, ἀχωρίστους μὲν ὅσανι τελειωτικαὶ τῶν κινήσεων, προηγούμεναι αὖται καὶ 25 προάγουσαι αὐτὰ ἐνέργειαν, χωριστὰς δὲ ὅσαι μονοειδεῖς ἦσαν καὶ παντελῶς ἀκίνητοι. μέχρι μὲν οὖν τούτων ἀνάσχοιτο ἄν τις τῶν οὕτω τὰς ἐνεργείας καθελκόντων, διότι καὶ εἴδη τινὰ ἦν ἔνυλα, μεθ᾿ ὦν καὶ αἱ ἔνυλοι ἐνέργειαι συνεῖναι ἐμφαίνονται· τῶν δὲ προσωτέρω προχωρούντων καὶ καθελκόντων αὐτὰς ἐπὶ τὰς κινήσεις οὐδαμῶς ἄν τις ἀνάσχοιτο, οὐδὲ τῶν τιθεμένων τῆς κοινῆς λεγομένης ἐνεργείας τὰς μὲν ἀμερεῖς καὶ ἀθρόας εἶναι, τὰς δὲ ἐν τῷ γίνεσθαι καὶ γενέσεις, ἅς καὶ κινήσεις καλεῖσθαι. οὔτε γὰρ ἕν γένος γένοιτο ἄν τῶν ἀμερῶν καὶ μεριστῶν οὔτε τῶν ἐν τῷ εἶναι καὶ τῶν ἐν τῷ γίνεσθαι, οὔτ᾿ ἄν ἡ αὐτὴ ἐνέργεια ἀμερής τε εἴη καὶ διατείνοι ἐπὶ τὰ μεριστά, ἀθρόα τε καὶ ἐν τῷ γίνεσθαι ὑπάρχοι· πάντα γὰρ ταῦτα ἀναιρεῖ τὴν τῶν ὄντων φύσιν καὶ τῆς ἐνεργείας τὴν οὐσίαν οὐ διαφυλάττει. δῆλον δὲ ὅτι καὶ τὸ ποιεῖν κοινὸν γένος τῶν ποιήσεων καὶ τῶν πείσεων τὴν κίνησιν ὑπεναντίον ἐστὶν τῇ Ἀριστοτέλους δόξῃ τῇ τε ἄλλῃ καὶ τῇ νῦν ἐν τῇ τῶν κατηγοριῶν διαιρέσει διατεταγμένῃ· οὐκέτι γὰρ δύο ἔσοται γένη τὸ ποιεῖν καὶ πάσχειν, ἀλλ’ ἕν πρὸ αὐτῶν ἡ κίνησις. πρὸς δὲ τὸ κινεῖσθαι κοινῶς διατείνουσιν τά τε ἐν τῷ πάσχειν καὶ τὰ ἐν τῷ ποιεῖν θεωρούμενα κατὰ κίνησιν, οἷον τὸ περιπατεῖν, καὶ κατὰ σχέσιν, οἷον τὸ περιβεβλῆσθαι, καθῆσθαι· μικτὰ γὰρ ταῦτά ἐστιν ἐκ πάθους καὶ ἐνεργείας, οὐ τῆς κυρίως, ἀλλὰ τῆς τῷ πάθει συμμεμιγμένης. ἀλλὰ καὶ τὸ τὴν ἐνέργειαν ἐπὶ μόνων λέγειν τῶν ποιήσεων ἀνεξετάστως λέγεται· οὔτε γὰρ πᾶσα ἐνέργεια ποίησις, οὐ γὰρ δὴ καὶ ἡ νόησις, οὔτε πᾶσα ποίησις ἐνέργεια· εἰσὶν γάρ τινες καὶ παθητικαὶ ποιήσεις”. Ἐx δὲ τούτων συνακτέον ὅτι Πλωτῖνος καὶ οἱ ἄλλοι οἱ ἀπὸ τῆς τῶν Στωικῶν συνηθείας εἰς τὴν Ἀριστοτέλους αἵρεσιν μεταφέροντες τὸ κοινὸν τοῦ ποιεῖν καὶ πάσχειν εἶναι τὴν κίνησιν, οὗτοι συγχίουσιν εἰς ταὐτὸ κίνησίν τε καὶ ἐνέργειαν, καὶ τὴν ποίησιν οὐ τηροῦσιν καθαρὰν ἀπηλλαγμένην τοῦ πάθους, εἴπερ μετὰ κινήσεως αὐτὴν ὁρῶσιν, καὶ ἔτι μέντοι τὴν ἀρχὴν τῆς κινήσεως οὐ τηροῦσιν ἀκίνητον, ὡς Ἀριστοτέλει δοκεῖ. καὶ γὰρ ἰαὶ ὅταν οἱ Στωικοὶ διαφορὰς γενῶν λέγωσιν τὸ ἐξ ἑαυτοῦ κινεῖσθαι, ὡς ἡ μάχαιρα τὸ τέμνειν ἐκ τῆς οἰκείας ἔχει κατασκευῆς (κατὰ γὰρ τὸ σχῆμα καὶ τὸ εἶδος ἡ ποίησις ἐπιτελεῖται), τὸ δὲ δι’ ἑαυτοῦ ἐνεργεῖν τὴν κίνησιν, ὡς αἱ φύσεις καὶ αἱ ἰατρικαὶ δυνάμεις τὴν ποίησιν ἀπεργάζονται (καταβληθὲν γὰρ τὸ σπέρμα ἀναπλοῖ τοὺς οἰκείους λόγους καὶ τὴν παρακειμένην ὕλην καὶ διαμορφοῖ τοὺς ἐν ἑαυτῷ λόγους), ἀλλὰ μὴν καὶ τὸ ἀφ’ ἑαυτοῦ ποιεῖν, ὅ ἐστι κοινῶς μὲν ἀπὸ ἰδίας ὁρμῆς ποιεῖν, ἕτερον δὲ ἀπὸ λογικῆς ὁρμῆς, καὶ πλάττειν καλεῖται, τούτου δὲ ἔτι εἰδικώτερον τὸ κατὰ ἀρετὴν ἐνεργεῖν — ὅταν οὖν ταῦτα διαιρῶνται, τοὐναντίον ἁμάρτημα ποιοῦσιν ἢ ὅπερ ἐν τοῖς ἔμπροσθεν· πάντα γὰρ ταῦτα ὐφ’ ἕ ὀφείλοντα γένος τετάχθαι, διότι ἐν τῷ ποιεῖν ἐστι πάντα, οὐ καλῶς εἰς πολλὰ γένη διακρίνουσιν, διότι πολλαί εἰσιν αἱ ἀρχαί, ἀφ’ ὧν αἱ ποιήσεις γίνονται. καὶ ὁ τῆς ἐνεργείας δὲ ὅρος συγκεχυμένος ἐστὶν παρ’ αὐτοῖς· διὰ τῆς ἐνεργείας γὰρ αὐτὸν ἀποδιδόασιν. καὶ ὅταν δὲ τὸ ποιεῖν καὶ γένος ποιῶσιν, μὲν καλῶς λέγουσιν· ὅταν δὲ τὸ κινεῖσθαι περιέχειν τὸ κινεῖν διατάττωνται, μάχονται πρὸς ἑαυτούς, καὶ γένος τὸ κινεῖσθαι τοῦ κινεῖν ποιοῦντες, διότι περιέχει αὐτό, καὶ οὐ γένος, διότι πρὸς αὐτὸ ἀντιδιαιρεῖται, εἴπερ τὸ μὲν ποιεῖν ἐστι, δὸ 31 πάσχειν. ‘ καὶ τῆς κινήσεως, φησὶν Ἰάμβλιχος, οὐ καλῶς οἱ Στωικοὶ ἀντιλαμβάνονται λέγοντες τὸ ἀτελὲς ἐπὶ τῆς3 κινήσεως εἰρῆσθαι οὐχ ὄτι οὐκ ἔστιν ἐνέργεια ἔστιν γὰρ πάντως, φασίν, ἐνέργεια, ἀλλ’ ἐχει τὸ πάλιν καὶ πάλιν, οὐχ ἵνα ἀφίκηται εἰς ἐνέργειαν (ἕστιν γὰρ ἤδη), ἀλλ’ ἵνα ἐργάσεηταί που ἕτερον, ὅ ἐστι μετ’ ταῦτα με]ν οἱ Στωκοὶ λέγουσιν. “πῶς δέ, φησὶν Ἰάμβλιχος, δυνατὸν ἀτέλεστον ἐνέργειαν λέγειν, ἥ πάντων ἐστὶ τελεωτάτη; τίνα δὲ τρόπον ἐν τῷ ἐνεργεῖν ἐστώσα πληθύεται κατὰ τὸ τάλιν καὶ πάλιν, ὥσπερ τὰ κατ’ ἀριθμὸν προϊόντα; ὅλως δὲ ἀτελὴς ἡ κίvησις λέγεται παρὰ τοῖς ἀρχαίοις οὐ πρὸς ἀντιδιαστολὴν τῆς ἐνεργείας· οὐδὲ γὰρ ἐνέργεια ἀλλ’ ἐντελέχεια ἀτελὴς εἴρηται, διότι ἡ μέν ἐστιν ἐντελέχεια συνοχὴ κατὰ τὸ εἶδος τῆς τελειότητος, ἡ δὲ ἀπὸ τοῦ δυνάμει κινητοῦ εἰς τὸ εἶδος ἀγωγή, ἥτις κίνησις οὖσα ἀτελὴν ἐντελέχεια λέγεται πρὸς τὴν τῆς τελείας ἐντελεχείας ἀντιδιαστολήν, οἷον ἡ μὲν τόρευσις καὶ χαλκεία τοῦ ἀνδριάντος κίνησις καὶ ἀτελὴς ἐντελέχεια, τὸ δὲ εἶδος αὐτοῦ καὶ αὐτὸς ὁ ἀνδριὰς ἡ τελείας ἐντελέχεια. καὶ διὰ τοῦτο τὴν κίνησιν ὁ Ἀριστοτέλης ὡρίσατο ἐντελέχειαν τοῦ κινητοῦ ᾗ κινητόν, τοῦτ’ ἔστιν ἐν ἐτελεῖ ἀτελεῖ ἀεὶ μένουσα ἐντελέχεια, ἥτις κεχώρισται τῆς ἐνεργείας. οὐ μὴν οὐδὲ πᾶσα κίνησίς ἐστιν ἀτελής, ἀλλ’ εἰ ἄρα, ἡ ἀρχὴν ἐχουσα καὶ πέρας· διόπερ ἡ τοῦ οὐρανοῦ οὐδαμῶς ἐστιv Μὴς ἀεὶ ἐν τέλει οὖσα. ταράττει δὲ τὸν παρόντα λόγον τὸ ἐνεργείᾳ συγχεόμενον εἰς τὴν ἐνέργειαν· τὸ γὰρ ἀπὸ τοῦ δυνάμει μεταβάλλον εἰς 8 ἠδύνατο, τοῦτο ἐνεργείᾳ λέγεται, ἄν τε εἶδος ᾖ ἄν τε πάθος ἄν τε ἀρεμία (ὁ μὲν γὰρ χαλκὸς ἀπὸ δυνάμει εἰς τὸ ἐνεργείᾳ προϊὼς ἰαὶ γινόμενος ἀνδριὰς εἰς εἶδος τελειοῦται, τὸ δὲ θερμαντὸν ὅταν θερμαθῇ εἰς πάθος προῆλθεν, καὶ τὸ ἐνεργείᾳ τῆς ικνήσεως γίνεται ἠρεωία, | ὅταν εἰς ταύτην τελειωθῇ), διαφέρει δὲ τὸ 78v Δ ἐνεργείᾳ ἦς ἐνεργείας, καθ’ ὅσον τὸ μὲν ἐνεργείᾳ πρὸς τὸ δυνάμει ὐφίσταται, ἡ δὲ ἐνέργεια καθ’ ἑαυτήν ἐστιν“. εἴποι δ’ ἄν τις οἶμαι, ὅτι κἄν πρὸς τὸ δυνάμει λέηται τὸ ἐνεργείᾳ, οὐδὲ τὸ ἐνεργείᾳ κίνησιν ἐμφίνει, ἀλλλὰ τὴν τοῦ πρότερον ὅντος ἀτελοῦς τελειότητα. Ὁ δὲ πλωτῖνος οὐδὲ τὴν κίνησιν ἀτελῆ συγχωρεῖ εἶναι οὐδὲ τελειοῦσθαί φησιv αὐτήν, ἀλλὰ τὸ πρᾶγμα οὖ ἐστοχάζετο, οἶον τὴν βάδισιν ἐξ ἀρχῆς μὲν εἶναι β΄άδισιν· βάδισιν· ‘εἰ δὲ ἔδει στάδιον βαδίσαι, οὕπω δὲ ἦν διανύσας, οὐ τῆς βαδίσεως οὐδὲ τῆς κινήσεώς ἐστιν τὸ ἐλλεῖπον, ἀλλὰ τῆς ποσῆς βαδίσεως· βάδισις γὰρ ἦν καὶ κίνησις ἥδη κἅν ὁποσηοῦν’. ὁ δὲ Ἰάμβλιχος ὑπαντῶν πρὸς αὐτὸν “οὐχ ᾗ χινητόν, φησίν, λαμβάνεις τὸ ἔργον τῆς κινήσεως οὐδὲ πρὸς τὴν δύναμιν αὐτὸ συνάπτεις, ἐπεὶ καθὸ κινητὸν οὔπω ἐστὶν ὅλον· οὐδὲ τὴν ἐντελέχειαν οὖν ὡς κινητοῦ λαμβάνεις” . καὶ λέγει οἶμαι καλῶς· τοιοῦτῦτον γάρ τι δοκεὶ μοι πάσκειν, οἷον εἴ τις καὶ τὸ ἀτελὲς αὐτὸ τέλειον λέγοι, ὅταν ἀτελὲς ᾖ, κατὰ τὴν ἀτέλειαν θεωρούμενον· οὕτως δὲ καὶ ἡ χίνησις ἀτελής ἐστιν, ὅτι μέμικται αὐτῆς ἡ φύσις ἔκ τε τοῦ δυνάμει καὶ ἐντελεχείᾳ, ἐξ ἀορίστου γεγονὸς καὶ ὡρισμένου, ἀμόρφου τε καὶ εἴδους, καὶ μὴ ὄντος ὁμοῦ καὶ ὄντος· ἐξ ὧν δῆλον γίνεται, ὡς οὐδὲν κοινὸν κινήσει πρὸς τὴν καθαρὰν ἐνέργειαν· αὕτη γὰρ καθαρά ἐστι πάσης ἀπείρου καὶ ἀορίστου συμμίξεως καὶ ὑπερέχει τῶν τοιούτων. Ἐπεὶ δὲ τὴν κίνησιν ἐδόκει τοῖς ἀπὸ τοῦ Περιπάτου εἰς τὸ ποσὸν ἀνάγειν, βοὐλεται ὁ Πλωτῖνος εἰς τὴν ἐνέργειαν αὐτὴν ἀνάγειν, ἵνα ὡς ἡ ἐνέργειά ἐστιν οὐ ποσόν, οὕτως καὶ ἡ κίνησις οὐ ποσὴ οὖσα ἀποδειχθῇ καὶ ὅτι μὲν ποσὸν ἡ κίνησις, δῆλον, οὐκ ἐκ τοῦ ἐν χρόνῳ εἶναι τοῦτο γὰρ κατὰ συμβεβηκὸς αὐτῇ ὑπάρχει), ἀλλ᾿ ἐκ τῆς διαστάσεως αὐτῆς καὶ καθὸ ἑτερότης ἦν, ὥς φησι Πλάτων, καὶ ἀνομοιότης· μέχρι μὲν γὰρ ἕν καὶ ταὐτόν ἐστιν, πάντα ἠρεμεῖ· καθὸ δ᾿ ἄν λάβῃ τῆν διαφοράν, κεκίνηται· ἐπεὶ οὖν τὴν μὲν ἡρεμίαν ἕν, τὴν δὲ κίνησιν πολλὰ ἀναγκαῖον εἶναι, ποσόν ἐστιν ἡ κίνησις. ἐνέργεια δὲ ὅτι μὲν οὐ πᾶσα κίνησίς ἐστι, πρόδηλον· οὐ γὰρ δὴ καὶ ἡ τοῦ νοῦ ἐνέργεια ἀκίνητος οὖσα· περὶ δέ τινων γεγένηται E ζήτησις, εἰ κινήσεις χρὴ λέγειν, οἷον τήν τε αἴσθησιν καὶ τὴν τῆς ψυχῆς νόησιν, ἅς δοκεῖ τισιν οὐκ ἄνευ μὲν κινήσεως, οὐ μὴν κινήσεις εἶναι, ἀμέριστοί εἰσιν, ὡς ἐν τοῖς Περὶ ψυχῆς δέδεικται, κίνησις δὲ πᾶσα μεριστή· εἰ δὲ καὶ ἐν τῷ νῦν ἥ τε αἴσθησις καὶ ἡ νόησις ἐπιτελοῦνται, οὐδὲ οὕτως ἄν εἶεν κινήσεις, ἀλλ᾿ ἐνέργειαι ἄν ὀρθότερον καλοῖντο. Μελίσσου δὲ εἰπόντος παντὸς τοῦ γινομένου ἀρχὴν εἶναι, φησὶν ’ Ἀριστοτέλης μὴ ἐπὶ πάντων τῶν γενομένων ἀρχὴν εἶναι τοῦ πράγματος, ἀλλὰ τοῦ χρόνου μὲν εἶναι ἀρχήν, οὐκέτι μὴν καὶ τοῦ πράγματος· δύνασθαι γὰρ ἀθρόως μεταβάλλειν, ὡς ἐπὶ τοῦ φωτιζομένου ἀέρος· ἀθρόως γὰρ πᾶς φωτίζεται, οὐ μέντοι καὶ ἀχρόνως· ἐν γὰρ τῇ ἀνατολῇ ἐφωτίσθη, οὐ μέντοι καὶ ἄχρονός ἐστιν ἡ ἀνατολή· οὐ γὰρ κατὰ τὸ νῦν ἐστιν, οὐδὲ ὁ φωτισμὸς κατὰ τὸ νῦν, κἄν ἀθρόως ὁ ἀὴρ καὶ οὐ τόδε μετὰ τόδε φωτίζεται. τοῦ τοίνυν Ἀριστοτέλους ἀθρόαν οὕτως εἰπόντος μεταβολὴν ὁ Πλωτῖνος ῾ εἰ ἀθόα, φησίν, ἔστιν μεταβολή, ἔστιν καὶ ἀθρόα κίνησις καὶ ἄχρονος᾿ . φαίη φαίη οὖν ’ Αριστοτέλης τὴν μὲν κατὰ τὸ μεταβάλλειν εἶναι μεταβολήν, τὴν δὲ κατὰ τὸ μεταβεβωληκέναι· καὶ ἡ μὲν κατὰ τὸ μεταβάλλειν κίνησίς ἐστιν, ἡ δὲ κατὰ τὸ μεταβεβληκέναι ἠρεμία. εἰ μὲν οὖν ἡ κατὰ τὸ μεταβεβληκέναι πάντως ἀπὸ τῆς κατὰ τὸ μεταβάλλειν συνίσταται μεταβολὴ καὶ προϋπάρχει μὲν ἡ κατὰ τὸ μεταβάλλειν ἡλίου ἀνατέλλειν μέλλοντος, ἡμῖν δὲ ἀνεπαισθήτως μόνη ἡ κατὰ τὸ μεταβεβληκέναι ἐνίσταται, εἴη ἄν οὖν οὐκ ἄνευ μὲν κινήσεως, οὐ μὴν κίνησις ἡ τοῦ φωτισμοῦ ἔνστασις· εἰ δὲ ἐνδέχεται τὴν κατὰ τὸ μεταβεβληκέναι ἐνστῆναι ἄνευ τοῦ μεταβάλλειν, οὐκ ἄν εἴη κίνησις οὐδὲ μετὰ κινήσεως ἡ τοιαύτη μεταβολὴ ἡ ἐν τῷ μεταβεβληκέναι, ἀλλ᾿ ἐνέργειαί εἰσιν καὶ οὐχὶ κινήσεις αἱ τιοαῦται μεταβολαί. Πολλὰ δὲ τῶν ὑπὸ Πλωτίνου περὶ κινήσεως λεγομένων οὐκ ἐφαρμόζει ταῖς κινήσεσιν. τό τε γὰρ ἄχρονον λέγεσθαι κίνησιν μάχεται πρὸς τὴν διάνυσιν αὐτῆς καὶ τὴν διέξοδον, τό τε ἐν ἀχρόνῳ αὐτὴν ἄρχεσθαί ποτε τὴν συνέχειαν τῆς φύσεως αὐτῆς ἀναιρεῖ, τό τε νομίζειν πάλιν καὶ πάλιν τὴν Ζ αὐτὴν συμπεραίνεσθαι κίνησιν ἀδύνατον ἐπὶ συνεχοῦς· ἐπὶ γὰρ τῶν κατ’ ἀριθμὸν διωρισμένων μόνων δυνατὸν μονάδα καὶ ἄλλην μονάδα ἐπινοεῖν καὶ οὕτως συντάττειν εἰς ταὐτὸ τὸ διωρισμένον πλῆθος· ἐφ᾿ ὧν δὲ συνέχειά ἐστιν ἀπεριόριστος, οὐκ ἔνεστιν ἐπὶ τούτων ὥσπερ διωρισμένον τι πλῆθος εἰς ταὐτὸ συγκεφαλαιοῦσθαι. οὐκ ὀρθῶς δὲ λέγεται καὶ εἰ ἀθρόα γίνεται μεταβολὴ καὶ ἄχρονος, γίνεσθαι καὶ κίνησιν τοιαύτην· εἰ γὰρ κατ᾿ εἶδος γίνονται ἀκίνητοι παρουσίαι εἰδῶν, μεταβολαὶ μὲν ἄχρονοι ἔσονται, κινήσεις δὲ οὔ. ἀλλ᾿ οὐδὲ τοῦτο ὀρθῶς ὑπολαμβάνουσιν, ὡς εἶς ἐστιν [ὁ] λόγος κινήσεων καὶ τῶν ἐνεργειῶν, καὶ εἰ ἄχρονος ἔστιν ἐνέργεια, ἄχρονον εἶναι καὶ κίνησιν ὡσαύτως· καὶ γὰρ ἡ μὲν ἐνέργεια κατὰ τὴν ἀκίνητον εἴδους παρουσίαν καὶ τελειότητα ἕστηκεν ἡ αὐτή, ἡ δὲ κίνησις πρόεισιν ἀεί, ἕως ἄν εἰς τὴν ἐντελέχειαν ἀφίκηται. καὶ τὸ ποσὸν δὲ ἐπὶ τῆς κινήσεως οὐ κατὰ τὸ πλῆθος τὸ διηριθμημένον ληπτέον οὐ γὰρ ἔχει συνέχειαν τὸ τοιοῦτον), ἀλλὰ μᾶλλον κατὰ τὴν διέξοδον, παραπλησίως τῇ διαστάσει τοῦ σώματος. εἰ οὖν ποσή ἐστιν ἡ κίνησις, εἰς ἴδιον γένος οὐ δύναται τάττεσθαι. ἀλλά ταῦτα μὲν ἀρκούντως. Τινῶν δὲ λεγόντων ὅτι διὰ τοῦτο οὐκ ἔθετο γένος τὴν κίνησιν καὶ τὴν ἐνέργειαν ἐν ταῖς κατηγορίαις ὁ Ἀριστοτέλης, ὅτι ταῦτα ὑπὸ τὰ πρός τι ἀνάγεται τῷ τὴν μὲν ἐνέργειαν τοῦ δυνάμει | εἶναι ἐνεργητικοῦ, τὴν δὲ κίνησιν τοῦ δυνάμει κινητοῦ, καλῶς ὀ Πλωτῖνος ἀντιλέγων φησὶν ὅτι “ τὰ μὲν πρός τι αὐτὴ ἡ σχέσις ἐγέννα, ἀλλ᾿ οὐ τὸ πρὸς ἕτερον μόνον λέγεσθαι· ὅταν δὲ ᾖ τις ὑπόστασις, κἄν ἑτέρου ᾖ κἄν πρὸς ἕτερον, τήν γε πρό τοῦ πρός τι εἴληχε φύσιν. αὕτη τοίνυν ἡ ἐνέργεια καὶ ἡ κίνησις καὶ ἡ ἕξις, κἄν ἑτέρου εἰσίν, ἀλλὰ τὸ εἶναί τι πρὸ τοῦ πρός τι καὶ νοεῖσθαι καθ᾿ αὑτὰ οὐκ ἀφῄρηνται”. καὶ ὅλως τὰ μὲν πρός τι κατ᾿ αὐτὴν μόνην θεωροῦνται τὴν σχέσιν, ὥσπερ ἡ δεξιότης καὶ ἡ ὁμοιότης· τὰ δὲ ἑτέρων οντα ουτως ὡς τὰ κατα μετοχην υφισταμενα, ως εν τῳ κινουμενῳ η κανησις καὶ ἐν τῷ ἐνεργοῦντι ἡ ἐνέργεια, οὐ τὴv πρός τι σχέσιν παρίστησιν, ἀλλὰ μετοχὴν τῆς κινήσεως· αἱ δὲ μετοχαὶ οὐκ ἐποίουν τὸ πρός τι, ἐπεὶ οὕτως ἑνὶ λόγῳ πάντα ἔσται πρός τι. * * * καὶ μάλιστα οὕτω συνεζευγμένον ὑπ᾿ αὐτοῦ τὸ ποιεῖν τῷ πάσχειν διὰ τὴν πρὸς αὐτὸ σχέσιν, ὡς περὶ ἀμφοτέρων ἕνα ποιήσασθαι λόγον τὸν Ἀριστοτέλη, καὶ εἰ μὴ ὁ τῆς δεκάδος τῶν γενῶν ἀριθμὸς ἀπῄτει διῃρῆσθαι, ᾠήθησαν ἄν τινες, ὅτι εἰς μίαν τὰ δύο ἀνάγει κατηγορίαν. ἢ ἅτι τὸ ὡς γένος λαμβανόμενον ποιεῖν κατὰ τὴν καθαρῶς ποίησιν ἱστάμενον κεχώρισται τελέως τοῦ πάσχειν· καὶ γὰρ τὸ θερμαίνειν καὶ ψύχειν παρέλαβεν ὁ Ἀριστοτέλης οὐχ ὡς τὰ ὀρθὰ παρὰ τοῖς Στωικοῖς λεγόμενα, ἅπερ ὡς εἰς ἕτερον ῥέπουσαν ἔχει τὴν κίνησιν, ἀλλὰ κατ᾿ αὐτὴν τὴν πρωτουργὸν αἰτίαν τῆς κινήσεως, ἥτις ἐν αὐτῷ τῷ εἴδει τῆς θερμότητος καὶ ψυχρότητος προϋπάρχει· οὕτω γὰρ καὶ καθαρῶς ποίησις ἔσται κεχωρισμένη πάντῃ τοῦ πάσχειν. ἀλλ᾿ οὐδὲ τὸ θερμαίνεσθαι καὶ ψύχεσθαι ταῦτά ἐστιν ἅπερ ὕπτια καλοῦσιν κατὰ τὴν πρὸς τὸ θερμαῖνον σχέσιν θεωρούμενα· ἀλλὰ σημαίνεσθαι μὲν καὶ τοιαῦτά τινα ἀπὸ τῶν φωνῶν τούτων οὐκ ἄν ἀντείποιμεν, οὐ μὴν ταῦτά γε εἶναι τὰ ἐν τῷ πάσχειν ὑπ᾿ Ἀριστοτέλους τιθέμενα. ὡς γὰρ ἔστιν καθαρὰ ποίησις ἄλλη παρὰ τὴν ῥέπουσαν εἰς τὸ πάσχον καὶ ἄμικτος πάντῃ πρὸς αὐτήν, οὕτως ἔστιν καὶ καθαρὰ πεῖσις τὴν ἐν τῷ πάσχοντι μόνην πεῖσιν περιειληφυῖα, μήτε ἀναφορὰς μήτε σχέσεως μήτε συζεύξεως πρὸς τὴν ποίησιν ἐφαπτομένη, ὥστε οὐδὲ ὀρθὰ οὐδὲ ὕπτια ταῦτά ἐστιν, ὡς τοῖς Στωικοῖς καλεὶν ἄθος. ἐφ᾿ ὧν γὰρ οὐκ ἔστω τὸ πάθος ἀπολελυ- μένον τῆς πρὸς τὸ ποιοῦν σχἐσεως. ἐπὶ τούτων καὶ τὰ ὀρθὰ καὶ τὰ ὕπτια εἰκότως ἐνομίζετο, τὰ μὲν τῆν ἐνέργειαν εἰς ἕτερον συντάττοντα, τὰ δὲ ὑφ᾿ ἑτέρου τὴν κίνησιν ἐν τῷ πάσχοντι συναρμόζοντα καὶ ἀναφέροντα αὐτὴν πρὸς ἕτερον· ἅπερ εἰ καὶ τῷ ὄντι ἔστιν, ἀλλ᾿ οὐκ ἔστι γε ἁπλᾶ καὶ ἄμικτα καὶ πρῶτα γένη καὶ καθ᾿ ἑαυτὰ ὑφεστηκότα καὶ μὴ ἐν ἀλλήλοις ἔχοντα τὸ εἶναι. καὶ τοῦτο γὰρ ὀρθῶς λέγεται, ὡς οὐ τοῖς κατηγορήμασιν πρώτοις δεῖ προσεῖναι τὸ πρός τι εἶναι, ἀλλὰ τοῖς συνυφισταμένοις πῶς ἔχουσιν, οἷον τῷ κάοντι καὶ τύπτοντι· οὗτος γάρ ἐστιν ὁ τόνδε τύπτων καὶ τόνδε κάων· κάων· ἐπεὶ γὰρ ἐν συνθέσει πώς ἐστιν ὁ τύπτων μετὰ τοῦ ὑποκειμένουμενος. καὶ ἡ ποίησις αὐτοῦ τὸ σύμμικτόν πως ὲμφαίνει καὶ τὸ ἔχον πως πρὸς ἕτερον. τὸ μέντοι ποιεῖν, ἐπειδὴ καθαρῶς μόνῃ τῇ ἐνεργείᾳ συνέζευκται, διὰ τοῦτο κατ᾿ αὐτὴν ἵσταται μόνην καθαρῶς, καὶ τὸ μὲν οὔτε σχέσεως οὔτε μίξεως τῆς πρὸς τὸ πάσχον ἀναπίμπλαται· καὶ γὰρ μάλιστα μὲν οὐδὲ ἔστιν ἐν τοῖς κατηγορήμασιν τὰ πρός τι, εἰ δὲ ἄρα τις αὐτὸ μέχρις ἐπινοίας λαμβάνει, ὡς δεύτερον νοεῖται· αὐτοὶ μὲν γὰρ οἱ πῶς ἔχοντες κατὰ πρῶτον εἶεν ἄν πρός τι, ετερον δὲ τρόπον κατὰ δευτέραν αἰτίαν καὶ τὰ κατηγορήματα τοιαῦτα ἐπινοεῖται. αἀκεῖνο δὲ καλῶς εἴρηται, ὡς τὰ μὲν πρός τι μόνη ἡ σχέσις ὑφίστησιν, τὸ δὲ ποιεῖν καὶ πάσχειν ἔχει τινὰς ἰδίας φ'θσεος. παρ᾿ ἅς, εἴπερ ἄρα, τὰ πρός τί πως δεύτερον ἐπινοεῖται· διόπερ οὐκ ἐξίσταται ἧς ἔχει ἑκάτερον καθ᾿ ἑαυτὸ ἰδίας κατηγορίας. Ἀλλὰ διὰ τί, φασίν, οὐχ ἕν μὲν γένος τὸ κινεῖσθαι, εἴδη δὲ τούτου δύο, τὸ κινεῖν, ὅπερ ταὐτόν ἐστιν τῷ ποιεὶν, καὶ τὸ ὁμωνύμως τῷ γένει κινεῖσθαι λεγόμενον, ἐν ᾧ τὸ πάσχειν, ὥστε μίαν κατηγορίαν εἶναι τοῦ κινεῖσθαι, ἀλλὰ μὴ δύο, τὸ ποιεῖν καὶ πάσχειν; λύσις δὲ τούτου καὶ πρόσθεν μὲν ἐπεδείχθη διὰ πλειόνων καὶ νῦν δὲ λεγέσθω ἅτι ἐν τῷ κινεῖσθαι οὐ περιέχεται τὸ ποιεῖν εἴ τις τὰς καθαρὰς λαμβάνει ποιήσεις, μόνον δὲ τὸ πάσχειν περιείληπται· οὐ δύναται οὖν γένος εἶναι τὸ κινεῖσθαι τῶν ποιήσεων, ὧν οὐδὲ ὅλως ἐν τῷ εἶναι κατηγορεῖται. ἡ μὲν γὰρ κίνησις ἐτεροιώσει Γ τινὶ καὶ μεταβολῇ σύνεστιν, ἡ δὲ ποίησις ἡ καθαρά, ἥτις καὶ ἀντιδιαιρεῖται πρὸς τὸ πάσχειν ὡς μηδὲν ἔχουσα κοινὸν πρὸς αὐτήν, ἀπαθής ἐστιν καὶ ἄτρεπτος καὶ ἀμετάβλητος· ποιεῖ οὖν μόνως οὐδὲν αὐτὴ εἰσδεχομένη πάθος, ἀκινήτως ἄρα ποιήσει· οὐκ ἄρα ἐν τῷ κινεῖσθαί ἐστιν τὸ πρώτως ποιεῖν ὡς ἐν γένει, ἀλλὰ μᾶλλον ἐν τῷ μὴ κινεῖσθαι. αὕτη μὲν οὖν ἀκριβὴς λύσις τῆς ἐνστάσεως· εἰ δέ τις τὸ ποιεῖν διατείνοι καὶ ἐπὶ τὰς κινήσεις, λεγέτω ὡς κατὰ τοὺς παλαιοὺς ἀπὸ τῆς κινήσεως ὑφίσταται τὸ κινεῖσθαι, τοιοῦτον δὲ ὄν οὐκ ἑπὶ πασῶν τῶν ἐνεργειῶν τάττεσθαι, ἀλλ᾿ ἐπὶ μόνων ὅσαι κινήσεσιν ἦσαν αἱ αὐταί. τὸ μέντοι ποιεῖν οὐ κινήσεως μόνον, ἀλλὰ καὶ ἐνεργειῶν ἦν περιληπτικόν · οἰκείως οὖν ἔθετο αὐτὸ εἰς γένους ἰδίου θέσιν, οἰκεῖον ὑπάρχον τῶν τε ἐνεργειῶν, ἅς οὐ περιεῖχεν τὸ κινεῖσθαι, καὶ κινήσεων δραστικῶν κεχωρισμένων παντελῶς ἀπὸ πείσεων, διὸ ἀκολούθως ἕτερον ἔθετο γένος τὸ ποιεῖν τοῦ πάσχειν· τὸ δὲ κινεῖσθαι μηδὲ ὅκως εἶναι ἐπ᾿ αὐτοῖς γένος, οὐχ ὅτι οὐδ᾿ ὅλως λέγεται ἐπὶ τῶν ποιήσεων τὸ κινεῖσθαι, ὡς ἡ πρώτη λύσις ἐβούλετο ἀπολογίζεσθαι, ἀλλ᾿ ἐπειδὴ τὸ ποιεῖν περιεῖχεν καὶ τὰς κατ᾿ ἐνέργειαν κινήσεις, αἵτινες οὐ περιέχονται ἐν τῶ κινεῖσθαι. 'Υπομνήσειε δ’ ἄν τις τὸ δύο εἶναι γένη τὸ ποιεῖν καὶ πάσχειν | καὶ ἀπὸ τῆς ἐν τῷ παντὶ φύσεως. εἰ γὰρ τὸ μὲν γεννᾷ, τὸ δὲ ὑποδέχεται τὴν γένεσιν, καὶ τὸ μέν ἐστι δραστικόν, τὸ δὲ παθητικόν, ἐξ ἀνάγκης δεῖ ταῖς ἀρχαῖς ὁμολογουμένως καὶ τὰ γένη εἶναι διττά. καὶ ἐπεὶ πανταχοῦ τὸ ἄμικτον τοῦ μικτοῦ προηγεῖται, ἐξ ἀνάγκης καὶ τὸ καθαρῶς ποιεῖν καὶ πάσψειν τοῦ μικτοῦ τῆν κινήσεως γένους προϋπάρχει· αὕτη γὰρ ἡ] ὑπὸ ἄλλο γινομέην εἰς ἄλλο ποιεῖ, καὶ εἴπερ εἴη γένος, ἐν τοῖς μετεχουσι καὶ μικτοῖς ἔσται τὰ γένη, ὅπερ ἄτοπον. πολλὰ μέντοι τῶν ποιούντων καὶ πάσχει ὑπὸ τοῦ δύο ἀρχάς, τήν τε παθητικὴν καὶ τὴν δραστικην, εἰς μίαν πολλαχοῦ συμπίπτειν, φύσιν, ἐπεὶ καθαρῶς γε διορίζοντι τὰ πράγματα οὔτε τὸ ποιοῦν ᾗ ποιεῖ καὶ πάσχει οὔτε τὸ πάσχον ᾗ πάσχει ποιεῖ. διὸ τὰ μὲv πρῶτα τῶν αἰτίων ἀκίνητά ἐΜ ὧν κινήσεων αἴτια γίνεται, τινὰ δὲ τῶν ἑξῆς κινοῦντα καὶ κινεῖται ὑπὸ τοῦ ἀμφοτέρας ἔχειν ἐν ἑαυτοῖς τὰς ἀρχὰς καὶ εἶναι μέν τι αὐτῶν κινοῦν, εἶναι δὲ καὶ κινούμενον ἕτερον, καὶ οὕτως τὸ ὅλον κινεῖν καὶ κινεῖσθαι δοκεῖ. περισπᾷ δὲτ0ὸς πολλοὺς εἰς τὸ καὶ ἐν ταῖς ποιήσεσιν κινήσεις τίθεσθαι τὸ νομίζειν ὤσεσι καὶ μοχλείαις τὰς ποιήσεις γίνεσθαι, ἀλλὰ μὴ ὡς τοῖς παλαιοῖς ἐδόκει τῇ δραστηρίῳ δυνάμει καὶ τῇ ἐπιτηδειότητι τοῦ ποιοῦντοςσ καὶ πάσχοντος. τὰ γὰρ ὠθοῦντα καὶ ἕλκοντα καὶ τὰ τοιαῦτα σύμμικτά ἐστιν ἔκ τε τοῦ ποιεῖν ἔκ τε τοῦ πάσχειν· εἴτε οὖν τὴν αἰτίαν τοῦ ποιεῖν καὶ τοῦ πάσχειν εἴτε τὴv μορφὴν διακρίνοι τις ὡς ἑτέραν, οὐδὲν αὐτοῖς ἔσται κοινὸν γένος. ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας δείκνυται ὅτι καὶ τὸ νοεῖσθαι καὶ τὸ ὁρᾶσθαι τῆς τοῦ ποιεῖν ἔστι κατηγορίας, ἀλλ’ οὐ τῆς τοῦ πάσχειν. οὐ γὰρ πάσχει τι τὸ νοητὸν εἰς νόησιν, ἀλλ’ ἔστιν τὸ νοεῖσθαι τὸ νόησιν ποιεῖν καὶ τὸ ὀρᾶσθαι τὸ ὅρασιν, τῆς λέξεως τὸ σχῆμα μόνον ἐχούσης τοῦ πάσχειν. δεῖ οὖν μὴ εἰς τὸ σχῆμα τῆς λέξεως ἀφορᾶν, ἀλλ’ εἰς τὰ πράγματα. καὶ γὰρ τινὰ μέν ἐστιν καὶ τῷ πράγματι καὶ τῷ σχήματι τῆς λέξεως τὸ ποιεῖν ἔχοντα, ὡς τὸ ἰατρεύειν· τινὰ δὲ τῷ μὲv πράγματι ποιητικά ἐστιν, τῷ δὲ σχήματι τῆς λέξεως παθητικά, ὡς τὸ νοεῖσθαι καὶ τὸ ὁρᾶσθαι τυποῦν γάρ ἐστιν τοῦτο, τὸ δὲ τυποῦν ποιεῖν)· τινὰ δὲ ἀνάπαλιν, ὡς τὸ ὁρᾶν καὶ νοεῖν τυποῦσθαι γάρ ἐστιν, τὸ δὲ τυποῦσθαι πάσχειν). ἐπιτάσεως δὲ ἄξιον, μήποτε τὸ νοεῖν καὶ τὸ ὀρᾶν οὐκ ἔστιν πάσχειν μόνον καὶ τυποῦσθαι, ἀλλ’ ἔχει τινὰ καὶ ἔνδοθεν ἀνεγειρομένην ἐνέργειαν, καθ’ ἥν ἡ ἀντίληψις γίνεται. καὶ οὐδὲν οἶμαι θαυμαστόν, εἰ συμμιγές τι ἐπὶ τούτων συμβαίνει· καὶ γὰρ ἀκόλουθον τὰ μὲν ποιεῖν μόνως, τὰ δὲ πάσχειν μόνως, τὰ δὲ ποιεῖν ἅμα καὶ πάσχειν, ὥσπερ τὸ νοεῖν καὶ τὸ ὀρᾶν. Πάλιν δὲ 6 Πλωτῖνος “ἐπισκεπτέον, φησίν, εἰ ἐν τῷ ποιεῖν τὰς μὲν ἐνεργείας φήσουσιν, τὰς δὲ κινήσεις, <τὰς μὲν ἐνεργείας λέγοντες εἶναι τὰς ἀθρόας, τὰς δὲ κινήσεις> οἷον τὸ τέμνειν· <ἐν χρόνῳ γὰρ τὸ πᾶσα ποίησις κίνησίς ἐστιν ἢ μετὰ κινήσεως, καὶ εἰ πάσα; τὰς ποιήσεις πρὸς τὸ πάσχειν ἤ τινας καὶ ἀπολύτους, οἷον τὸ βαδίζειν καὶ τὸ λέγειν, καὶ εἰ τὰς μὲν πρὸς τὸ πάσχειν πάσας κινήσεις, τὰς 03 ἀπολύτους ἐνεργείας, ἤ ἐν ἐκατέροις ἐκάτερον· τὸ γοῦν βαδίζειν ἀπολελυμένον κίνησιν ἄν πάντες εἴποιεν, τὸ δὲ νοεῖν, καίτοι ἔχον πάσχον τὸ νοούμενον, ἐνέργεαν οἶμαι ῥητέον”. τούτων δὲ πρὸς τὸ πρῶτον ῤητέον ὅτι τὸ πᾶσαν ποίησιν κίνησιν εἶναι ἤ μετὰ κινήσεως οὐκ ἐγκριτέον, ἀλλὰ τοὐναντίον τὸ ποιοῦν ᾗ ποιεῖ καὶ τὴν καθαρὰν ἐνέργειαν ἔχει οὐδ’ ὅλως κινεῖσθαι, ὥστε ἐν τῷ ποιεῖν οὐ δεῖ τὰς μὲν ἐνεργείας λάγειν, τὰς δὲ κινήσεις· ὅλως γὰρ οὔκ εἰσιν ἐν τῷ ποιεῖν αἱ κινήσεις διὰ τὰς εἰρημένας αἰτίας. ἀλλ’ οὐδὲ τὰς αθρόας ἁπλῶς φήσομεν ἐνεργείας εἶναι, καθ’ ὅσον εἰσὶν ἀθρόαι, διότι τὸ ἀθρόον καὶ τῶν μεταβολῶν ἦν ἴδιον, καὶ οὐδέποτε ταύτῃ ἀντιδιαιρεῖται ἐνέργεια πρὸς κίνησιν, διότι ἡ μὲν ἀθρόα ἐστίν, ἡ δὲ ἐν χρόνῳ, ἀλλ’ ἄλλαι τισὶν διαφοραῖς. πρὸς δὲ τὸ δεύτερον τὸ εἰ πᾶσαι πρὸς τὸ πάσχειν αἱ ποιήσεις ἤ τινές εἰσιν καὶ ἀπόλυτοι, δυνατὸν λέγειν ὅτι οὐκ ἐκεῖνο τὸ ποιεῖν τὸ ἀντιταττόμενον τῷ πάσχειν ὡς γένος τέθεικεν ὁ Ἀριστοτέλης, ἀλλὰ τὸ κοινότερον καὶ ἴσον τῷ ἐνεργεῖν ἰαὶ ἐξ ἑαυτοῦ ποιεῖν, ὥστε ὑποπίπτειν καὶ τὸ περιπατεῖν καὶ τὸ καθῆσθαι καὶ πάντα τὰ ἀπόλυτα, ὑποπίπτειν δὲ καὶ τὸ ἀντιτεταγμένον τῷ πάσχειν, καθὸ τὸ μὲν ἐν αὑτῷ, τὸ δὲ ἐν ἑτέρῳ τὴν τῆς κινήσεως ἀρχὴν ἔχει καὶ αἰτίαν. ἔστιν δὲ καὶ τοῦτο λέγειν, ὡς τὸ μὲν ἀντιταττόμενον πρὸς τὸ πάσχειν καὶ λεγόμενον ὀρθὸν ὑπὸ τῶν Στωικῶν οὐκ εἴληπται νῦν, ἀλλὰ τὸ κοινόν, τὸ δὲ ἀντιτεταγμένον ἐν τοῖς παραδείγμασιν εἴληπται ὡς σαφέστερον ἴσως· ὁμοίως δὲ καὶ τὸ πάσχειν οὐχὶ τὸ ὕπτιον λεγόμενον τὸ πρὸς τὸ ποιοῦν, ἀλλὰ τὸ κοινόν. βέλτιον δὲ τὸ πρῶτον καὶ κυριώτατον τοῦ ποιεῖν γένος καθαρὸν τίθεσθαι καὶ μηδεμίαν ἔχον πρὸς τὸ πάσχον συμπλοκήν· οὕτω τὰρ καθαρὰν νοεῖσθαι τὴν ἐξ ἑαυτοῦ ἐνέργειαν. εἰ δέ τις καὶ τὴν ἀντίθεσιν τοῦ ποιεῖν καὶ πάσχειν βούλοιτο λαμβάνειν, ἀποδεκτέον καὶ τοῦτο οὐ κατὰ σχέσιν, ἀλλὰ κατ’ ἰδίαν ἑκατέρου ὑπόστασιν, ἥτις ἐν ἑκατέρῳ οὖσα προσλαμβάνει ἐκ δευτέρου τὸν τῆς ἐναντιώσεως λόγον. τὸ δὲ τρίτον οὐκ ἔστιν εὐδιόριστον διὰ τὴν ἐν πολλοῖς τῶν δύο ἀρχῶν μίξιν· τὸ οὖν βαδιξζειν μέμικται ἔκ τε κινήσεως καὶ ἐνεργείας, ἴσως δὲ καὶ τὸ νοεῖν ἔκ τε τοῦ πάσχειν καὶ τοῦ ἐνεργεῖν, καὶ διὰ τοῦτο οὐ ῥᾴδιον ἀποφαίνεσθαι ἐν ποίῳ γένει τὰ προτεινόμενα. ἀλλὰ καθόλου διαιρετέον πρώτας μὲν ποιήσεις τὰς καθαρὰς καὶ ἀμίκτους λέγοντας, δευτέρας δὲ τὰς ἀπ’ ἐκείνων εἰς τὰ σύμμικτα γένη· τούτων δὲ εἶναι πλείονας διαφοράς· τὰ μὲν γὰρ αὐτῶν | πρὸς τὸ πάσχειν, τὰ δὲ πρὸς 80r ἄλλα τινὰ συμπέλεκται, καὶ τὰ μὲν ἐπικρατεῖ κατὰ τὴν ἐξ ἑαυτῶν ἐνέργειαν, τὰ δὲ ὑπὸ τῶν ἄλλων τῶν συμμιγνυμένων ἐπικρατεῖται, τὰ δὲ ἄλλως ποικίλως συνυφαίνεται. Τοιαῦτα δὲ πρὸς τὸν Πλωτῖνον ἀντιδιαταξάμενος ὁ Ἰάμβλιχος “ τεχνικώτερον, φησίν, ἐστὶν πρότερον διελέσθαι τὴν ἰδιότητα τούτων τῶν γενῶν, τοῦ τε ποιεῖν καὶ τοῦ πάσχειν, καὶ τὴν διαφορὰν αὐτῶν τὴν πρὸς ἄλληλα ἐπιδεῖξαι· ἀπὸ γὰρ τούτου φανήσεται καὶ τίνα ὑποτάττειν αὐτοῖς δεῖ καὶ ποῖα τὰ μεταξὺ αὐτῶν ἐστι σύμμικτα”. εἰ δὲ δεῖ πρὸ τῶν Ἰαμβλίχου τὰ Ἀρχύτου παραθέσθαι, ὅσα ἐκεῖνος ἴδια τοῦ ποιεῖν καὶ πάσχειν ἀνέγραψεν (καὶ γὰρ καὶ Ἰάμβλιχος ἐκεῖνα ἐπεξηγεῖται), γράφει τοίνυν ὁ οὕτως· “τῶ δὲ ποιέοντος ἴδιόν ἐστιν τὸ ἐν αὑτῷ τὰν αἰτίαν ἔχεν τᾶς κινάσιος, τῶ δὲ ποιωμένω καὶ τῶ πάσχοντος τὸ ἐν ἑτέρῳ. ὁ μὲν γὰρ ἀνδριαντοποιὸς ἐν ἑαυτῷ τὰν αἰτίαν ἔχει τῶ ποιὲν τὸν ἀνδριάντα, ὁ δὲ χαλκὸς τῶ ποιεῖσθαι ἐν αὑτῷ τε καὶ τῷ ἀνδριαντοποιῷ. καὶ ἐπὶ τῶν παθέων δὲ τᾶς ψυχᾶς ὁ αὐτὸς λόγος· ὁ γὰρ θυμὸς ἐφ’ ἑτέρῳ τινὶ πέφυκεν ἀνεγείρεσθαι καὶ ὑφ’ ἑτέρω τινὸς ἔξωθεν ἐρεθίζεσθαι, οἷον ὀλιγωρίας, ἀτιμέας, ὕβριος, ὁ δὲ ταῦτα δρῶν ἐν ἑαυτῷ τὰν αἰτίαν ἔχει τῶ ταῦτα δρᾶν”. ταῦτα τοίνυν ἐξηγούμενος ὁ Ἰάμβλιχός φησι τὸ ποιεῖν ἐν ἑαυτῷ ἔχειν τὴν αἰτίαν τῆς ἐνεργείας, τὸ δὲ πάσχειν τὴν τῆς κινήσεως ἐν ἑτέρῳ καὶ ἐν ἑαυτῷ, ὡς ὁ χαλκὸς ἐν ἑαυτῷ καὶ τῷ ἀνδριαντοποιῷ, διότι καὶ ἰδίαν τινὰ ἔχει βεβαιότητα τῆς ἑαυτοῦ οὐσίας τὸ πάσχειν καὶ οὐχ ὅλον ἐξήρτηται ἀπὸ τοῦ ποιοῦντος. καὶ λοιπὸν τὰς πρὸς τὸν λόγον ἐνστάσεις ἐπάγει. καὶ γὰρ “ἀντιλέγουσι, φησί, τινές, ὡς καὶ τοῦ ποιεῖν τινά ἐστιν ἐν ἑτέρῳ ἔχοντα τὴv αἰτίαν, οἷον τὸ νοεῖν· ἢ εἰ μὴ τὸ νοεῖν τις ἐν τῷ ποιεῖν τιθείη, ἀλλὰ τὸ νοεῖσθαι ὡς τοῦ νοεῖν ἐν τῷ πάσχειν ὄντος, οὐδὲ οὕτως τὸ νοεῖσθαι τὴν πᾶσαν αἰτίαν παρέχει τῷ νοοῦντι τοῦ κινεῖσθαι. ἢ οὐ τοιοῦτός ἐστιν 6 τρόπος τῆς κοινωνίας, οἷον ὑπολαμβάνουσιν οἱ ἀποροῦντες, ἐπί τε τοῦ νοῦ καὶ τοῦ νοητοῦ.” ἀλλ’ ἄρα ἐκεῖνος μὲν τῆς περὶ νοῦ θεωρίας οἰκεῖος, λυτέον δὲ τὴν ἀπορίαν συμμέτρως τοῖς προκειμένοις λέγοντας, ὠς οἶμαι, ὅτι ὁ μὲν Ἀρχύτας τὰς καθαρὰς ποιήσεις καὶ πείσεις ἀπελογίσατο, τὸ δὲ νοεῖς κἄν ἐστί τι πάσχειν, ἀλλ’ ἔχει τινὰ ἔνδοθεν ἐγειρομένην ἐνέργειαν, ὥσπερ τὸ ὀρᾶν καὶ ὅλως τὸ γινώσκειν, καὶ οὐκ ἔδει ἀπὸ τούτων τῶν συμμεμιγμένων προσάγειν τῷ λόγῳ τὴν ἔνστασιν. ἄλλοι δὲ ἀπὸ τοῦ ὀρέγεσθαι καὶ ὁρμᾶν τὴν αὐτὴν ἀπορίαν προσάγουσιν, ὡς ἄρα ταῦτα ἐν αὑτοῖς μὲν ἔχει τὴν αἰτίαν τῆς κινήσεως, οὐ πάντῃ δὲ καθαρεύει τῆς παρ’ ἄλλου καὶ ἔξωθεν προκαταρχούσης αἰτίας. ταύτην δὲ λύων τὴν ἀπορίαν ὁ Ἰάμβλιχός φησιν ὅτι “οὐκ ἔστιν ἁπλᾶ τὰ ὁρμῶντα καὶ ὀρεγόμενα· σύμθετα δὲ ὄντα οὔτε τὴν αἰτίαν τοῦ ἐνεργεῖν καθ’ ὅλα ἔχει οὐδὲ κυρίως ἀφ’ ἑαυτῶν, ἐκ μέρους δέ τινος τῶν ἐν αὑτοῖς καὶ δυνάμεως ὥρμηται εἰς τὰς ποιήσεις. ὅθεν καὶ συνεργείας ἀπὸ τῶν ἔξωθεν δεῖται, ἤ προκαταρχούσης ἢ συμβαλλομένης, κινήσεώς τε παθητικῆς μεταλαμβάνει, περὶ ἄλλο μὲν γενομένης λέγω δὲ τὸ σύνθετον ζῷον), ἀπ’ ἄλλου δὲ ἐνδιδομένης (λέγω δὲ τῆς αἰτίας τῶν ἐνεργειῶν δυάμεως). διὸ οὐδὲ ποίησίς αὕτη καθαρὰ οὐδὲ πάθος μόνον, οὐδὲ ἀπὸ ταύτης ἐνίστασθαι δεὶ πρὸς τὸν ἀποδοθέντα λόγον περί τοῦ ποιεῖν τὸν λέγοντα τὴν αἰτίαν αὐτῷ παρεῖναι τοῦ ἐνεργεῖν ἀφ’ ἑαυτοῦ· μόνον δὲ δεῖ, φησὶν ὁ Ἰάμβλιχος, προστιθέναι τὸ κυρίως καὶ πρώτως ἀφ’ ἑαυτοῦ καὶ ἀφ’ ὅλου ἑαυτοῦ τὴν αἰτίαν παρεχόμενον καὶ μόνως ἐν ἑαυτῷ ταύτην ἐχον καὶ αὐτοτελῶς εἰς τὰ ὅλα αὐτὴν προϊέμενον”. δῆλον δὲ ὅτι σαφέστερος μὲν ὁ λόγος οὕτως ἔσται διὰ τῆς προσθήκης, καὶ Ἀρχύτας δὲ ἐν βραχεῖ λόγῳ πάντα ταῦτα ἐνεδείξατο· τὸ γὰρ “ἐν ἑαυτῷ” ὡς ἐν ὅλῳ εἴληπται καὶ κυρίως καὶ πρώτως. πάλιν δὲ τοῦ πάσχειν ἴδιόν φησι τὸ ἐν ἑτέρῳ τὴν αἰτίαν ἕχειν τῆς κινήσεως· ἢ γὰρ ἀναίτιόν ἐστι τὸ πάθος, ὅπερ ἄτοπον, εἶναί τι τῶν γινομένων ὑπὸ μηδεμιᾶς αἰτίας γινόμενον, ἤ ἔχον αἰτίαν, καὶ εἰ τοῦτο, ἢ ἐν αὐτῷ τῷ πάσχοντι, καὶ οὕτως οὐ πάσχον μόνον ἐστίν, ἀλλὰ καὶ ποιοῦν, ἢ ἔξωθεν καὶ ἐν ἑτέρῳ· ὡς γὰρ ἄν ποιῇ τὸ ποιοῦν καὶ ἅπερ ἄν ἐκεῖνο ποιῇ, ταῦτα πάσχει τὸ πάσχον. Ἀπορεῖ δὲ καὶ πρὸς τοῦτο 6 Πλωτῖνος, πῶς ἐστιν ἀπόλυτά τινα καὶ ἐν τῷ πάσχειν οὐκ ὄντα ἐξ ἄλλων, οἷον τὸ σήπεσθαι καὶ ἰοῦσθαι· πολλὰ δὲ καὶ ἐν ἄλλῳ τὴν αἰτίαν ἔχοντα τῆς κινήσεως οὐ πάσχει, ὥσπερ ὁ κύκνος φέρε ἐκ τοῦ ἐν αὑτῷ λόγου λευκαινόμενος ἄγεται μὲν εἰς τὴν οἰκείαν ἐντελέχειαν, οὐ μέντοι διὰ Τὸ ὑπ’ ἄλλου πάθος Τὸ τοιοῦτον· καὶ Τὸ αὖξον δὲ ἀπὸ τοῦ ἀνόντος λόγου οὐ δήπου κατὰ πάθος εἰς τὴν αὔξησιν ἄγεται. ἄλλὰ πρὸς μὲν τοῦτο ῥητέον μήτε τὸν κύκνον ἐν ἄλλῳ ἔχειν τὴν αἰτίαν τοῦ λευκὸν εἶναι, ἀλλ’ ἐν ἑαυτῷ, μήτε ἄλλο μηδὲν τῶν εἰς τὸ οἰκεῖον εἶδος τὸ σύμφυτον ἔξθεν ἀγομένων ἔχειν τὴν τοῦ οἰκείου εἴδους πάθος τε οὖν λέγομεν τὸ οὕτως μετέχειν, οὐχ ὅτι <ὑπ’> ἄλλου [οὐ] πάθος τὸ τοιοῦτον, ἀλλ’ ἐπειδὴ οὐσίας ἦν μετάληψις ἡ τοῦ εἴδους μετοχὴ κατ’ ἐνέργειαν ὑτὸ ἀέρων ἢ ὑπὸ ὑδάτων ἤ ἄλλου τιὸς ὑγροῦ ἀναθυμιάσεως γινομένη. ἴσως δὲ καὶ διὰ τὴν σύνθεσιν τῶν σηπομένων καὶ ἰουμένων ἐστίν τινα ἐν ἀυτοῖς τὰ μὲν ἐν τῳ ποιειν, τα δε εν τῳ πασχειν, ἄπερ μὴ δυνάμενοι διακρίνειν ἀπολύτους πείσεις τὰς τοιαύτας ὑποτίθενται. ἀλλὰ πολλά, φασίν, ἐν ἑαυτοῖς τὴν αἰτίαν ἔχοντα τοῦ ποιεῖν ἐπαθαίνετο, καθὸ πάντας τοὺς φαύλους ἀπὸ τῆς ἐν αὐτοῖς κακίας ἐμπαθεῖς εἶναι λέγομεν. ἤ αὐτῷ δοκεῖ τῷ Πλωτίνῳ μήτε πάθη ἀλλ’ ἐνεργήματα εἶναι τὰ τῆς ψυχῆς πάθη, | ἤ ἐν αὐτῇ μὲν ἐνεργήματα, ἐν δὲ τῷ σώματι πάθη. ὥσπερ οὖν τὴν αἰτίαν τῆς κακίας ἐν ἑαυτοῖς ἔχουσιν οἱ φαῦλοι, οὕτως καὶ τὴν ἐνέργειαν αὐτῆς ἔχουσιν ἐν τῷ ποιεῖν, εἴπερ πάθος ἐπὶ τῆς ψυχῆς οὐ λέγεται· εἰ δὲ περὶ τὸ σῶμα γίνεται τὸ πάσχειν, ἀλλ’ ἐν ἄλλῳ ἔσται τὸ πάθος καὶ ἀπ’ ἄλλου, καὶ οὕτως ἀληθὴς γίνεται ὁ τοῦ πάσχειν ὁρισμός. μήποτε δὲ καὶ ἐν τῇ ψυχῇ πλειόνων ὄντων μορίων ἤ πλειόνων κρίσεων καὶ πλειόνων φαντασιῶν ἢ δυνάμεων ἢ δοξῶν διαφερομένων κατὰ τὴν ἀνομολογίαν αὐτῶν γίνονται ἐμπαθεῖς οἱ φαῦλοι, τῶν μὲν ποιουσῶν, τῶν δὲ πασχουσῶν ἐναντιώσεων, καὶ μένει ὁ τοῦ πάσχειν λόγος ὑγιής, ὡς ἐν ἄλλῳ ἔχουσι τὸ πάσχειν. ἀλλ’ ἡ τῆς ὕλης ἐπιτηδειότης πάθος οὖσα τῆς ὕλης πῶς οὐκ ἀπ’ αὐτῆς ἐστιν τῆς ὕλης, ἀλλ’ ἔξωθεν; ἤ δύναται μέν τις λέγειν καὶ τὴν ἐπιτηδειότητα ἔμφασιν τοῦ εἴδους οὖσαν ἀπὸ τοῦ εἴδους ἐνδίδοσθαι τῇ ὕλῃ, τινὲς δὲ αὐτὸ τοῦτο ὅπερ ἐστὶν πάθος τὴν ὕλην εἶναι λέγουσιν. εἰ δὲ μὴ ἔστιν πάθος, ἀλλὰ πάσχει, περὶ τῆς ἐπιτηδειότητος ζητητέον. εἰ μὲν πάσχει τὴν ἐπιτηδειότητα, πάντως ἔστι τι τὸ ποιοῦ αὐτήν· εἰ δὲ μὴ πάσχει, ἀλλ’ αὐτὸ ἐπιτηδειότης ἐστίν, οὐσία ἐστὶν αὕτη τῆς ὕλης, ὁ δὲ λόγος περὶ τοῦ πάθους ἐστίν, εἴτε ἔνδοθεν εἴτε ἔξωθεν. ἀλλ’ ἐδόκει, φησίν, οὔτε τὸ αὐτὸ αφ’ ἑαυτοῦἲαὶ μὴ ἀπ’ ἄλλου ἱκανὸν εἴναι χαρακτηρίζειν τὸ ποιεῖν οὔτε τὸ ἐξ ἄλλου καὶ μὴ ἀφ’ ἑαυτοῦ τὸ πάσχειν, ἐπεὶ καὶ εἰς ἄλλο τι ποιοῦν αὐτὸ μὲν ἐφαίνετο πάσχον, <εἰς> ὅ δὲ ἐποίει, οὐ πάσχον, ἀλλὰ ποιοῦν· ὁ γοῦν κασσίτερος ποιῶν εἰς τὸν ἄργυρον αὐτὸς μὲν πάσχει ἀναλισκόμενος καὶ φθειρόμενος, τὸν δὲ ἄργυρον καθαίρει τὸ φθεῖρον αὐτὸν ἀποβάλλων, ὥστε μᾶλλον αὐτὸν συνέχειν τὸν ἄργυρον ἐν τῇ αὐτοῦ ποιότητι. ἀλλ’ ἐπεὶ ἐν συνθέτοις πράγμασιν σύμμικτα εἴληπται ποιήματα καὶ παθήματα, οὔτε ὁ κασσίτερος ποιεῖ μόνον, ἀλλὰ καὶ πάσχει· ποιεῖ μὲν καθαίρων τὸν ἄργυρον, πάσχει δὲ ἀναλισκόμενος ὑπ’ αὐτοῦ, καὶ ὁ ἄργυρος πάσχει μὲν τῷ καθαίρεσθαι, ποιεῖ δὲ τῷ ἀναλίσκειν, κατ’ ἄλλο καὶ ἄλλο. Ἀλλ’ ἐπεὶ καθόλου διώρισται, τί μέν ἐστι τὸ ποιεῖν, τί δὲ τὸ πάσχειν, καὶ τίνα τὸ ἑκατέρου ἰδιώματα, ἐπανιτέον λοιπὸν ἐπὶ τὸ διαστήσασθαι τὰ εἴδη τοῦ ποιεῖν καὶ πάσχειν, ὧν ἀφοριζομένων εὔδηλον ἔσται, τίνα οὐκ ὀρθῶς ἀναφέρεται εἰς τὰ κυριώτατα γένη καὶ τίνα ὀρθῶς, τίνα τέ ἐστιν σύμμικτα ἐπ’ ἀμφοτέρων καὶ τίνα ἁπλῶς εἰς τὸ ἕτερον ἀναφέρεται. ἀφ ὧν καὶ τὰ Πλωτίνου εὔδηλα φανεῖται, εἰ ὀρθῶς ὑποτάττει τινὰ ὑπὸ τὸ ποιεῖν καὶ οὐχ ὑποτάττει. δεῖ δὲ κἀνταῦθα τὴν Ἀρχύτου παραθέσθαι τοῦ ποιεῖν διαίρεσιν λέγοντος οὕτως· “τῶ δὲ ποιὲν ἀνωτάτω μὲν ἀ ἐνέργεια, τᾶς δὲ ἐνεργείας διαφοραὶ τρεῖς. τὸ μὲν γὰρ τί ἐστιν αὐτᾶς ἐν τῷ θεωρέν, οἷον <γεμετρέν>, ἀστρονομέν· τὸ δὲ ἐν τῷ ποιέν, οἷον ὑγιάζεν, τεκταίνεν· δὲ ἐν τῷ πράσσεν, οἷον στραταγέν, πολιτεύσεθαι. γίνεται δὲ ἁ μὲν ἐνέργεια καὶ ἄνευ διανοίας, οἷον ἐν τοῖς ἀλόγοις ζῴοις, γενικωτάτα δὲ αὕτα”. ἐν δὲ τούτοις τὸ μὲν ἀνωτάτω καὶ κοινὸν τοῦ ποιεῖν κατὰ τὴν ἐνέργειαν ἀφορίζεται τὴν ἁπλῶς, ἥτις ἐν ἐαυτῇ συνείληφεν πάντα ὁπόσα ἐστὶν κατ’ εἴδη διακεκριμένα ἐνεργήματα, κινήσεως πάσης ἀπολελυμένη καὶ τὸ κινητικὸν ἔχουσα καθαρὸν καὶ τὸ αἴτιον ἐξ ἑαυτῆς καὶ οὐκ ἀπ’ ἄλλου τινὸς προκατάρχοντος ἢ συνεργοῦτος. ἀπὸ δὲ τούτου μεριστῶς πλείονα πρόεισιν εἴδη ποιήσεων, ὧν πρῶτόν ἐστι τὸ θεωρητικὸν ἀύλοις ἐνεργειάις χρώμενον καὶ ἀτρέπτοις, καὶ αὐτὸ εἰς πλείονα μεριζόμενον εἴδη· ὧν τὸ πρῶτον ὁμώνυμον ἄν εἴη τῷ προσεχεῖ ἑαυτοῦ γένει, θεωρητικὸν καὶ αὐτὸ καὶ κυρίως τοῦτο θεωρητικὸν καλούμενον· τοῦτο δέ ἐστιν τὸ περὶ τῶν νοητῶι καὶ ἀμερίστων οὐσιῶν ἐπισκοπούμενον ἁπλαῖς νοήσεσιν, οἷόν ἐστιν τὸ νοερόν. τοῦτο δὲ παρῆκεν ὁ Ἀρχύτας, καίτοι τῆς Πυθαγορικῆς ὄν διαιρέσεως, διὰ τὸ πρὸς εἰσαγωγὴν ἴσως ἀσύμμετρον τῆς τοιαύτης θεωρίας. τὸ δὲ περὶ τῶν ἀκινήτων καὶ μαθηματικῶν οὐσιῶν ποιεῖται τὴν διανόησιν, οἷόν ἐστι τὸ γεωμετρεῖν. ὡρισμέναις μὲν οὐ μὴν ἁπλαῖς ἔτι χρώμενον ταῖς ἐπιβολαῖς, ἀλλὰ συνθέτοις ἤδη καὶ κατὰ διέξοδον, οἶαι τῆς καθαρᾶς διανοίας εἰσὶν αἱ ἐνέργειαι. τρίτον δέ ἐστιν ἐν τούτοις τὸ περὶ τῶν ἀιδίων καὶ ἀεικινήτων αἰσθητῶν οὐσιῶν ποιούμενον τὴν θεωρίαν, αἰσθήσει μετὰ λογισμοῦ χρώμενον, οἶόν ἐστιν τὸ ἀστρονομεῖν, συμφώνους τοὺς λόγους τοῖς φαινομένοις ἐπιδεικνύον. καὶ οὕτως ἡ ὅλη τῆς θεωρίας ἐνέργεια ἄνωθεν ἀπὸ τῶν καθαῶν νοήδεων ἐπὶ τοὺς μετ᾿ αἰσθήσεως διαλογισμοὺς προχωρεῖ. μετὰ δὲ τοῦτο τὸ εἶδος τὸ ποιητικὸν ὁμώνυμον τῷ γένει τίθησιν ὁ Ἀρχύτας, ὅπερ ἐν τῷ εἰς οὐσίαν ἄγειν τὰ μηδέπω τοῦ εἶναι μετέχοντα κυρίως ὑφέστηκεν. τούτου δὲ πολὺ μέν ἐστιν τὸ θεῖον, ὅπερ ἐν τῇ δημιουργίᾶ τῶν θεῶν περιέχεται, πολὺ δὲ καὶ ἐν τῇ φύσει τοῦ παντὸς καὶ μάλιστα ἀπὸ τοῦ οὐρανοῦ καθῆκον περὶ πᾶν τὸ γινόμενον, πολὺ δὲ καὶ ἐν ταῖς τέχναις μιμουμέναις τὴν φύσιν καὶ τὸ παραλειπόμενον ὑπ᾿ αὐτῆς ἀναπληρούσαις· ὡς γὰρ ἡ φύσις τὸ τὸ τῆς ὑγιείας εἶδος ἐν τοῖς σώμασιν ἐντίθησιν, οὕτως καὶ ὁ ἰατρὸς ἐν τῷ ὑγιάζειν ἀνασῴζει τὴν τῆν τῆς φύσεως τελειότητα ἐν τοῖς σώμασιν, καὶ ὡς ἡ φύσις ἄντρατε καὶ αὐτοφυῆ περιβλήματα περιέβαλεν τοῖς ζῴοις, οὕτως οἰκοδομικὴ καὶ τεκτονικὴ καὶ ὑφαντικὴ καὶ αἱ ἄλλαι τέχναι τὰ ἐλλείποντα τοῖς ἀνθρώποις ἀναπληροῦσιν, τὰ χρήσιμα πρὸς τὴν αὐτάρκειαν τοῦ βίου κατασκευάζουσαι. τρίτον δὲ τοῦ ποιεῖν γένος τὸ ἐν τῷ πράσσειν ἀπηρίθμηται, ὅπερτοῦ λόγου τὰς περὶ τὰ αἰσθητὰ καὶ σύνθετα ποιήσεις ἐπιτροπεύει, προαίρεσιν | καὶ βουλὴν δόξαν τε καὶ σκέψιν καὶ τὰς τοιαύτας ποιήσεις παρεχόμενον. τούτου δὲ τὸ μέν ἐστι καθόλου, τὰ τῶν πόλεων πράγματα διοικοῦν καὶ ἐν μὲν πολέμῳ στρατηγοῦν, ἐν δὲ εἰρήνῃ τὰς πόλεις ἐπανορθοῦν, τὸ δὲ μερικώτερον, τὰς ἰδίας οἰκήσεις εὐθετίζον, ὅπερ οἰκονομικὸν καλεῖται. τοῦτο δὲ τὸ ὅλον γένος τῶν δοξαστικῶν ἐστι λόγων τῆς ψυχῆς περὶ τὰ αἰσθητὰ ἐνεργούντων καὶ ἀρετὴν καὶ κακίαν ἐπιδεχομένων, διότι κατα προαίρεσιν καὶ ὁρμὴν ζωτικὴν ἐπιτελεῖται. οὕτως μὲν Ἀρχύτας τὸ πράττειν ἀπὸ τοῦ ποιεῖν διαιρεῖ· τινὲς δὲ ποιητικὰς οὕτως μὲν Ἀρχύτας τὸ πράττειν ἀποτελέσματα καὶ μετὰ τὴν ποίησιν, ὡς τεκτονικὴν καὶ οἰκοδομικήν, πρακτικὰς δἐ ὦν τὰ ἀποτελέσματα ἐν τῶ γίνεσθαι ἔχει τὸ εἶναι, ὡς αὐλητική τε καὶ ὀρχηστικὴ καὶ αἱ τοιαῦται. ἄλλο δὲ γένος ἐνεργείας ἐστὶν μετὰ ταῦτα, ὅ κοινῶς “ἄνευ διανοίας” Ἀρχύτας ἀποκαλεῖ, τὸ ἐν τοῖς ἀλόγιος ζῴοις, καὶ δῆλον ὅτι ὅσα ποτὲ ἔστιν καὶ ὁποῖα εἴδη τῶν ἀλόγων ζῴων, τοσαῦτα καὶ τοιαῦτα καὶ ἐν τῷ ποιεῖν διάφορα ἔστιν εἴδη κατὰ τῆν τοιαύτην ἐνέργειαν, περὶ ὦν ἐν ταῖς περὶ ζῴων ἱστορίαις διαριθμεῖσθαι εἰώθαμεν. ‘τελευταῖον δὲ γένος ἐνεργειῶν νοείσθω, φησὶν Ἰάμβλιχος, ὅπερ ψυχῆς μὲν καὶ φύσεως καὶ λόγων καὶ ζωῆς οὐκέτι ἐπιδείκνυσιν ποίησιν, τῶν δὲ σωμάτων, ᾖ σώματά ἐστιν ἄψυχα, φανερὰν καθίστησιν τὴν σωματοειδῆ ἀνέργειαν, κατὰ πάσας μὲν τὰς περὶ τὸ σῶμα τὰς] φαινομένας ἰδιότητας, κατὰ πάσα; δὲ αὐτῶν τὰς δυνάμεις, οὐχ ᾗ μόνον στερεά ἐστιν καὶ ἀντίτυπα, ἀλλ’ ᾗ καὶ περὶ αὑτοῖς ἔχει πολλὰς δραστηρίους δυνάμεις· αἴ τε γὰρ σύμφυτοι τῶν στοιχείων ἐνέργειαι καὶ αἱ τῆς ῥοπῆς κινήσεις ἢ ἐπὶ τὸ βάθος ἢ ἐπὶ τὸ ὕψος αἱ τε πληκτικαὶ καὶ κατὰ τὴν ὦσιν γινόμεναι ἔσχαταί τε ὑπάρχουσιν καὶ ἐν τοῖς συνθέτοις θεωροῦνται <καὶ> συμμιγεῖς εἰσιν πρὸς ἄλλας φύσεις, οὐκέτι εἰσὶν ἐνέργειαι τό τε δραστήριον οὐκέτι ὁμοίως ἔχουσιν, ἀλλ’ ἐπιμεμιγμέναι πρὸς πάθος εἰσίν, αὐταί τε καθ’ ἑαυτὰς οὖσαι καὶ ἀφ’ ἑτέρων δεχόμεναί τινα εἰς ἑαυτὰς ἐπιπλοκήν”. ὅσα μὲv οὖν ὑπὸ τὸ ποιεῖν ὑπάγεται, διὰ τούτων πέφηνεν. ἄξιον δὲ πιστῆσαι, διὰ τί τὸ τελευταῖον τοῦτο εἷδος τὸ ἐπὶ τῶν ἀψύχων θεωρούμενον παρῆκεν τελέως ὁ Ἀρχύτας. καί μοι δοκεῖ τὰς κυρίως ποιήσεις διελέσθαι προθέμενονς, αἵτινες ἐν ἑαυταῖς κυρίως ἔχουσιν τὴν ἀρχὴν τῆς κινήσεως, παραιτήσασθαι τὰς σωματικὰς ταύτας ἅτε πρὸς πάθος συμμεμιγμένας καὶ μετὰ κινήσεως καὶ ἀλλοιώσεως γινομένας. Τούτων δὲ διαιρεθέντων καιρὸς ἄν εἴη λοιπὸν τὰ ὑπὸ τοῦ Πλωτίνου λεγόμενα ἐπισκέψασθαι. τὸ τοίνυν τὰς πρὸς τὸ πάσχειν ῥεπούσας κινήσεις λέγειν ποιήσεις συγχεῖ τὰ δύο γένη πρὸς ἄλληλα· οὐ γάρ εἰσιν ἁπλῶς ἐν τῷ ποιεῖν αἱ συμπλεκόμεναι πρὸς τὸ πάσχειν κινήσεις. εἰ δέ τις καὶ τὰς κινήσεις περιέχεσθαι λέγοι ἐν τῷ ποιεῖν, τὰς κατὰ τὸ κινεῖν δηλονότι λήψεται αἰτίας τοῦ κινεῖσθαι, αἵτινες ὡς ἐν αἰτίας λόγῳ περιέχουσι τὰς ἀρχὰς ὅλας τῶν κινήσεων. ἀλλ’ οὐδὲδ τὰς ἐνεργείας τῷ ἀπολύτῳ τρόπῳ δεῖ χαρακτηρίζειν· καὶ γὰρ κινήσεσιν τὸ ἀπόλυτον ὑπάρχει, ὡς τῷ βαδίζειν, καὶ ἐνεργείαις οὐχ ὑπάρχει, ὡς ἐν τῷ νοεῖν, ἐπειδὴ τὸ νοεῖσθαί ἐστιν ἢ ποιεῖν ἢ πάσχειν. τὸ δὲ λέγειν, μήποτε οὐδὲ τοῦ ποιεῖν ἐστι τὸ νοεῖν καὶ τὸ βαδίζειν διὰ τὸ εἶναι ἀπόλυτα, τοὐναντίον μᾶλλον κατασκευάζει δικαίως· πολὺ γὰρ μᾶλλον ἔσται ἐν τῷ ποιεῖν, διότι αἱ προηγούμεναι ἐν αὐτῷ ποιήσεις ἦσαν ἀπόλυτοι. ‘ἀλλὰ μᾶλλον, φησί, τὸ νοεῖν τῶν πρός τι’. ἢ πρῶτον μὲν οὐδὲ ἡ νόησις πᾶσα πρός τι ἁπλῶς· εἰ γὰρ καὶ πρός τι τιθείη τις αὐτήν, οὖσα γε πρότερον καθ’ ἑαυτὴν προσλαμβάνει τὴν σχέσιν· καὶ γὰρ περὶ τῆς αἰσθήσεως αὐτὸς ὁ Πλωτῖνος ‘καὶ αἴσθησις, φησί, πρὸ τῆς σχέσεως ἐνέργειά ἐστιν ἤ πάθος’· ὡσαύτως δὲ καὶ ἡ νόησις. εἰ δὲ καὶ τὴν νόησίν τις τῶν πρός τι νομίζοι, ἀλλὰ τό γε νοεῖν ἐν τῷ ποιεῖν ἔσται, ἐπεὶ καὶ ἡ ἀρχὴ τῶν πρός τί ἐστιν, ἀλλὰ τὸ ἄρχειν τοῦ ποιεῖν. Ἐπειδὴ δὲ τὴν αὐτὴν κίνησιν καὶ ἐνέργειαν ὁ Πλωτῖνος ὑποθέμενος ἕνδ γένος τὴν κίνησιν ἐπεφήνατο, ἴδωμεν πῶς διαιρεῖ τὸ γένος τοῦτο. φησὶν δὴ τὰς μὲν σωματικὰς εἶναι, τὰς δὲ ψυχικὰς κινήσεις, καὶ τῶν ψυχικῶν τὰς τὲν λογικάς, τὰς δὲ ἀλόγους. καὶ δῆλον ὅτι παρὰ τὰ μετέχοντα, ἐν οἷς ἐγγίνονται, ἐστὶν ἡ τοιαύτη διαφορὰ κατὰ συμβεβηκὸς ἑπομένη, ἀλλ’ οὐ κατὰ τὴν τοῦ γένους οἰκείαν διαφορὰν γενομένη. εἰσὶν δὲ σωματικαὶ μὲν κινήσεις ἐν τῷ ποιεῖν αἵ τε ὀργάνῳ τῷ σώματι χρώμεναι, ὡς ἐν τῷ τύπτειν, καὶ ὅσαι τοῦ σώματός εἰσιν ἴδιαι, ὥσπερ τὸ βαβεῖν· ἐπὶ ψυχῆς δὲ ἐν τῷ ποιεῖν κίνησις διὰ ψυχῆς μὲν τὸ γεωμετρεῖν, ψυχῆς δὲ οἰκεία ἐνέργεια ἡ ζωή. σύνται δέ τις καὶ τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι ριθέναι, κατὰ τοὺς τιθεμένους καὶ περὶ ψυχὴν γίνεσθαι πάθη. πάλιν δὲ τὰς μὲν παρ’ ἑαυτῶν εἰς ἄλλα φησὶ κινήσεις, τὰς δὲ ὑπ’ ἄλλων εἰς αὐτά. καὶ δῆλον ὅτι τὴν ποιητικὴν καὶ παθητικὴν κίνησιν διορίζει ταῦτα ἀπ’ ἀλλήλων, καθ’ ὅσον ἡ μὲν παρ’ ἑαυτῶν ἔχει τὸ ἐνεργεῖν ἐπ’ ἄλλα (τοῦτο γάρ ἐστι Ποίησις), ἡ δὲ ὑπ’ ἄλλων ἤ ἐξ ἄλλων ἐξ εἰς ἑαυτὴν αὕτη δέ ἡ παθητική). ἀλλὰ τὸ μὲν εἱλικρινὲς καὶ καθαρὸν ἰδίωμα τοῦ ποιεῖν ἐστιν ἐν τῷ ἐξ ἑαυτοῦ, τοῦ δὲ πάσχειν τὸ ἐν ἄλλῳ ἔχειν τὴν αἰτίαν· ὁ δὲ οὐ τηρεῖ τὸ καθαρὸν ἀυτῶν, προστιθεὶς τῷ μὲν ἐξ ἑαυτοῦ τὸ εἰς ἄλλα ἐνεργεῖν διὰ γὰρ τὴν σίμμιξιν καὶ τὴν εἰς ἄλλο ῥοπὴν οὐ ιδασῴζει τὴν καθαρὰν ἐνέργεεαν), τῷ δὲ ἐξ ἄλλου τὸ εἰς αὐτά, σύνθεσίν τινα ἐργαζόμενος. πολὺ γὰρ διαφέρει ἤ ἐν ἄλλῳ ἔχειν τὴν αἰτίαν τοῦ πάθους κεχωρισμένῳ ἤ συνῆφθαι πρὸς τὴν αἰτίαν τοῦ πάθους· τρόπον γάρ τινα ἐπὶ τούτων αἱ δύο | ἀρχαὶ εἰς ταὐτὸ συγχέονται. αἰτία δὲ τούτου γέγονεν ἡ τῆς κινήσεως ὡς κοινοῦ γένους προτίμησις, δι’ ἥν οὐχ οἷόν τε καθαρῶς λοιπὸν τὸ πάσχειν καὶ ποιεῖνοηαστήσασθαι. ὅθεν καὶ ἐπὶ τῆς τμήσεως συγχεῖ ὁ λόγος ταῦτα, τὰς εἰς ἄλλα κινήσεις τὰς αὐτὰς ταῖς ἐξ ἄλλων κινήσεσιν τιθέμενος· ἔσται γὰρ ‘ἡ μὲν τμῆσις μία, τὸ μέντοι τέμνειν καὶ τέμνεσθαι ἕτερον’, τοῦτο δὲ οὐδαμῶς συγχωρητέον. ὡς γὰρ ἔχει ἡ τμῆσις, οὕτως καὶ τὸ τεμνειν καὶ τὸ τέμνεσθαι·σ ὥσπερ οὖν ἡ ἀπὸ τοῦ τέμνοντος ἐνέργεια τῆς ἐν τῷ τεμνομένῳ πρίσεως κεχώρισται, οὕτως καὶ ἡ κατὰ τὸ τέμνειν τομὴ τῆς κατὰ τὸ τέμνεσθαι διέστηκεν. ἔστιν γὰρ ἡ μὲν ἐκ τῆς ἐνεργείας καὶ τῆς δραστικῆς κινήσεως προκατάρχουσα αἰτία, ἑτέρα δὲ καὶ διάδοχος ταύτης ἐν τῷ τεμνομένῳ παθητικὴ γινομένη τροπή, ἐπεὶ καὶ ἐπὶ τῆς τριχὸς ἄλλη μέν ἐστιν ἡ τῶν χειρῶν διάστασις τῶν ἐκτεινουσῶν τὴν τρίχα,δ ἄλλη δὲ ἡ τῆς τριχὸς ἀνάπλωσις. οὕτως οὖν καὶ ἐπὶ τῆς τομῆς ἄλλη μὲν ἔσται ἡ κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειν τμῆσις, ἄλλη δὲ ἡ κατὰ τὸ τέμνεσθαι· ἐπεὶ δὲ παράκειται σύνεγγυς [ἢ ἐγγὺς] ἡ ἑτέρα πρὸς τὴν ἐτέραν, τὸ διττὸν αὐτῶν διαλανθάνει, καὶ τοτὲ μὲν δόξαν ἄν τισιν παράσχοι ὡς ἐν τῷ ἐνεργεῖν ὄν τὸ συναμφότερον, τοτὲ δὲ ὡς ἐν τῷ πάσχιεν. οὐ μὴν οὕτω γε τὸ ἀληθὲς ἔχει, ἀλλὰ δύο τὰ κινήματά εστιν, διεστηκότα μὲν ἀλλήλων κατὰ φύσιν, ἐν δὲ τοῖς συνθέτοις εἰς ταὐτὸ συγχεόμενα· διαλανθάνει δὲ διά τε τὴν σύμμιξιν καὶ διότι τὸ ποιεῖν καὶ πάσχειν εἰς ἕν γένος συνάγουσιν. ἑξῆς δὲ ἀλλήλοις καὶ τοῦτο ζητεῖ ὁ Πλωτῖνος κατὰ τὰ λεγόμενα τῆς κινήσεως εἴδη, εἰ πανταχοῦ συνήρτηται τὸ ποιεῖν τῷ πάσχειν· ἦν δὲ τὰ εἴδη τῆς κινήσεως γένεσις καὶ φθορά, αὔξησις καὶ μείωσις, ἀλλοίωσις, καὶ ἔτι ἡ κατὰ τοπον μεταβολή. ὁ δὲ Ἰάμβλιχος “εὐθὺς μὲν ἐνιστάμεθα, φησίν, πρὸς τὴν ἀρχὴν τῆς ἐφόδου, οὐκ ἀξιοῦντες ἀπὸ ἦς κινήσεως τὰς ποιήσεις χαρακτηρίζεσθαι, ἄλλο γὰρ γένος εἶναι τῶν κινούντων καὶ ἄλλο τῶν κινουμένων. ἔπειτα ἀντιλέγομεν οὐκ οἰόμενοι δεῖν ἀπὸ τοῦ αὐτοῦ τὰ ποιοῦτα καὶ πάσχοντα χαρακτηρίζεσθαι, ὥσπερ ἀπὸ τοῦ κινεῖσθαι”. μήποτε δὲ ῥητέον πρὸς τὸν Ἰάμβλιχον, ὡς τὰ αὐτὰ εἴδη τῆς κινήσεως καὶ τῶν κινούντων ἐστὶ καὶ τῶν κινουμένων· τὸ γὰρ γινόμενον ὑπὸ ποιοῦντος γίνεται καὶ τὸ φθειρόμενον ὑπὸ φθείροντος φθείρεται, καὶ ἐπὶ ἀλλοιώσεως δὲ καὶ τῆς κατὰ τόπον μεταβολῆς ὁ αὐτός ἐστι λόγος. πρὸς μὲν οὖν τὰς ἀπορίας τοῦ Πλωτίνου τοιαύτας οἱ μετ’ αὐτὸν ἐπήγαγον λύσεις. Ἐπειδὴ δὲ ἀντὶ τοῦ ἀποδοθέντος ὁρισμοῦ τοῦ ποιεῖν καὶ πάσχειν ὐπὸ τῶν Πυθαγορείων ἄλλον ὁ Πλωτῖνος ἐνέκρινεν, πειραθῶμεν καὶ τοῦτον νοῆσαι, γράφοντες καὶ τὰ πρὸς ἀυτὸν εἰρημένα τῷ Ἰαμβλίχῳ καὶ τοῖς ἄλλοις συντόμως. λέγει τοίνυν ὁ Πλωτῖνος, ὅτι ἐδόκει τισὶν μὴ ἐκ τοῦ ἀφ’ ἑαυτοῦ ἢ ἀπ’ ἄλλου χαρακτηρίζειν τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἀλλ’ ἐκ τοῦ κατὰ φύσιν ἤ παρὰ φύσιν· τὰ μὲν τὰρ τοῦ οἰκείου τέλους τυγχάνοντα ἐν τῷ ποιεῖν εἶναι, τὰ δὲ ἐναντία τούτων ἐν τῷ πάσχειν. τὸν γοῦν ὑπὲρ πατρίδος ἀποθνῄσκοντα οὐ πάσχειν ἀλλὰ ἐνεργεῖν φησι, σῴζοντα τὸ κατὰ λόγον καὶ τὸ κατὰ τὴν οἰκείαν τελειότητα, τὸν δὲ ἀδικοῦντα, κἄν πάντας ἀνθρώπους ἀναιρῇ, φθείροντα τὸ κατὰ λόγον ἰαὶ τὰς κατὰ φύσιν ἀφορμὰς πάσχειν ἀλλ’ οὐ ποιεῖν φησιν. διὸ καὶ τὴν αὐτὴν κίνησιν συμβαίνει τοῦ ποιεῖν καὶ τοῦ πάσχειν εἶναι· τὸ γὰρ αὐτὸ ὡς μὲν τεχνητὸν κατὰ φύσιν ποιεῖ, ὡς δὲδ φυσικὸν παρὰ φύσιν, οἷον τὸ ἐν τοῖς ζῴοις πῦρ κάτω κινούμενον καὶ ἡ γῆ ἄνω κατὰ μὲν τὴν τέχνην τοῦ δημιουργοῦ κατὰ φύσιν κινοῦνται, διὸ οὐκ ἔστιν παθητικὴ ἀλλὰ δραστικὴ ἡ ποιαύτη κίνησις, πρὸς δὲ τὴν ἐξ ἀρχῆς οὐσίαν παθητική. πρὸς δὴ ταῦτα ἀντιλέγοντες ἄλλο φασὶν εἶναι τὸ ποιητικὸν αἴτιον καὶ ἄλλο τὸ τελικόν, κἄν ἐν τοῖς αιτίοις τὸ τελικὸν ὑπερέχουσαν ἀξίαν ἔχῃ, ἀλλ’ ἐν τῷ ποιεῖν τὸ ποιητικὸν κυριώτερον καὶ οὐδενὸς ἄλλου προσδεόμενον ἐν τούτῳ. ὅταν οὖν ποιοῦν τι τοῦ τέλους διαμαρτάνῃ, κατὰ μὲν τὸ ποιητικὸν ἐν ἑαυτῷ αἴτιον ποιεῖν ἄν λέγοτιο δικαίως, κατὰ δὲ τὴν διαμαρτίαν τοῦ τέλους πάσχειν, εἰ παρὰ φύσιν διατιθοῖτο. τάχα δὲ κατὰ τὴν τεῦξιν τοῦ τέλους, ὅταν κατὰ φύσιν διατιθῆται, πάσχειν ἄν λέγοιτο καὶ οὕτως· οὐ γὰρ πᾶν πάθος δηλοῖ τὸ παρὰ φύσιν, ἀλλ’ ἔστιν τι καὶ κατὰ φύσιν· εἰ δὲ καὶ τὸ τέλος καὶ τὸ ἀγαθὸν ἐν ἑαυτῷ ἔχει, ὥς φασι, τὸ ποιεῖν λεγόμενον, καὶ οὕτως ὁ περὶ τοῦ ποιεῖν ἀποδοθεὶς λόγος ἀραρὼς ἔσται, ὅτι ποιεῖν ἐστι τὸ ἐν ἑαυτῷ τὴν αἰτίαν ἔχειν. μήποτε δὲ ἐπὶ τῶν ἐπλῶν οὔτε διαιρεῖται τὸ ποιητικὸν καὶ τὸ τέλος, ἀλλ’ εἰς τὸ αὐτὸ συνδεδράμηκεν· εἰ δὲ διῄρηται, οὐδὲν ἄτοπον κατὰ μὲν τὸ ποιητικὸν ποιεῖν, κατὰ δὲ τὸ τέλος πάσχειν. ὅταν δὲ τὸ τέλος ποιῇ, καὶ κατ’ ἐκεῖνο ποιεῖν λέγεται· ὁ γοῦν ὑπὲρ πατρίδος ἀποθνῄσκων τὴν μὲν κατὰ τὸ τέλος ποίησιν, καθ’ ἥν σῴζει τὸ κατὰ φύσιν καὶ κατὰ λόγον, ταύτην ενεργεῖ, καὶ ἔχει ἐν ἑαυτῷ τὴν αἰτίαν τῆς τοιαύτης ἐνεργείας τῆς τὸ τέλος περιποιούσης τὸ οἰκεῖον· ἡ δὲ τοῦ τέλους μέθεξις πεπόνθησις, ἀλλ’ ὐφ’ ἑαυτοῦ. τὴν μέντοι σωστικὴν καὶ τηρητικὴν ἐαυτοῦ ἐνέργειαν οὐκέτι ἔχει ὅταν ἀποθνῄσκῃ, ἀλλ’ ἄλλος αἴτιος τοῦ ἀποθῄσκειν. διὸ καθὸ οὐκ ἔχει ἐν ἑαυτῷ τὴν αἰτίαν ἀλλ’ ἐν ἄλλῳ, κατὰ τοῦτο πάσχει ἀλλ’ οὐ ποιεῖ· εἰ μὴ ἄρα ἑαυτὸν ὑπὲρ τῆς πατρίδος ἐπιδιδοὺς αὐτὸς πάλιν τὸ ποιοῦν ᾖ καὶ τὸ πάσχον κατ’ ἄλλο καὶ ἄλλο. πᾶν οὖν καθ’ ὅσον ποιεῖ, ἐν ἑαυτῷ τὸ αἴτιον ἔχει τοῦ ποιεῖν, πᾶν δὲ πάσχον καθὸ πάσχει, ἐν ἄλλῳ. καὶ τὸν ἀδι|κοῦντα οὖν ὅταν πάσχειν τις λέγῃ φθειρομένου τοῦ κατὰ λόγον ἐν αὐτῷ, κἄν ἀναιρῇ πάντας ἀνθρώπους, πολλὰ ἐν αὐτῷ θεωρεῖ· καὶ γὰρ ποιεῖ αὐτὸς ἐν ἑαυτῷ τὴν τοῦ κατὰ λόγον φθοράν, εἴπερ ἑαυτὸν διαφθείροι καὶ πάσχει δὲ ὡς ὑπ’ ἄλλου ἑαυτοῦ διαφθειρόμενος, καὶ μέντοι καὶ τὴν τῶν ἄλλων ἀναίρεσιν ποιεῖ. εἰ μέντοι ὑπ’ ἄλλου γένοιτο ἄδικος, ἐκεῖνος εἰς αὐτὸν ποιεῖ, οὗτος δὲ πάσχει μὲν ὑπὸ τοῦ ποιοῦντος εἰς αὐτόν, ποιεῖ δὲ εἰς τοὺς ἀναιρουμένους. “καὶ τὸ πῦρ δὲ τὸ ἐν τοῖς ζῴοις εἰ κάτω κινεῖται καὶ ἡ γῆ ἄνω, πρὸς μὲν τὴν τέχνην τοῦ δημιουργοῦ, φησὶν 6 Ἰάμβλιχος, ἀρχὴν οὖσαν καὶ τὴν ποιήσεως ποιεῖ τοῦτο, πρὸς δὲ τὴν τῆς φύσεως αἰτίαν, εἴπερ παρὰ φύσιν κινεῖται, πάσχει τοῦτο”. θαυμάζω δὲ ἐγώ, εἰ μὴ νῦν ὅπερ βούλεται ὁ Πλωτῖνος καὶ ἡμεῖς λέγομεν, ὅτι τὰ μὲν κατὰ φύσιν ἐν τῷ ποιεῖν ἐστιν, τὰ δὲ παγὰ φύσιν ἐν τῷ πάσχειν. ἴσως οὖν σαφέστερόν ἐστι λέγειν ὅτι τοῦ πυρὸς ἡ ἐπὶ τὸ τὸ κάτω κίνησις καὶ τῆς γῆς ἡ ἐπὶ τὸ ἄνω πάθη ἐστὶν ἀπὸ τῆς δημιουργικῆς ποιήσεως ἐγγινόμενα, ἀλλὰ τελειωτικὰ καὶ εἰδοποιὰ τοῦ συνθέτου. παθητὴν δὲ ποἰησιν αὐτῶν τῶν στοιχείων εἴ τις ἐπιξητεῖ, τὴν κατὰ τὸ εἶδος καὶ τὴν ἐν αὐτοῖς αἰτίαν ἐνεργοῦσαν, ἀφοριξέσθω, διὸ κατὰ μὲν τὰς ἐνεργείας καὶ ἔρρωται καὶ αὔξεται, κατὰ δὲ τὰ πάθη, κἂν ἀπὸ δημιουργικῶν ᾖ λόγων ἐγγινόμενα, τοῖς μὲν συνθέτοις εἰς τὴν σύστασιν τοῦ εἴδους συντελεῖ, εἰς ἥν καὶ ὁ δημιουργὸς βλέπει, αὐτὰ δὲ βιαξόμενα φθίνει τε καὶ ἀμυδροῦται. ‘καὶ ἐπὶ τῶν ξᾠων δὲ αἱ ἀνοικείως, φασίν, τῷ εἴδει γινόμεναι ὁρμαὶ καὶ κινήσεις ἀφιστάμεναι τῆς ποιητικῆς αὐτῶν ἀρχῆς παρὰ φύσιν τε ἔχουσιν καὶ εἰς τὴν ἐναντίαν τῇ τοῦ ποιεῖν αἰτίᾳ περιίστανται. διὸ ἐν τῷ πάσχειν σὐτὰς ῥητέον, τά τε ἄλλα καὶ ὅτι ἡ μὲν τοῦ ποιεῖν ἀρχὴ εἰς τὸ εἶναι αὐτὰς συνέχει, ταῦτα δἐ εἰς φθορὰν ἀποκλίνει’. ἀλλ' εἰ τοῦτο, ἔσονται καὶ τούτων αἰ ἀρχαὶ οὐκ ἐν αὐταῖς ἀλλ' ἔξωθεν, εἴπερ εἰδὶν ἐν τῷ πάσχειν. εἰ μέντοι ἔνδοθεν αἱ ἀρχαί, ποιήσεις καὶ ταύτας ῥητέον, κἂν ἀφιστῶνται τοῦ κατὰ φύσιν. εἰσὶν γὰρ φθαρτικαὶ ποιήσεις, ὥσπερ καὶ πείσεις τελειωτικαί, καὶ οὑ πᾶν B τὸ ποιεῖν εἰς τὸ εἶναι ἄγει, ἀλλὰ καὶ εἰς τὸ μὴ εἶναι, εἴτε εἰς ἐαυτό τι ἐνεργεῖ εἴτε ἄλλο. καὶ γὰρ τὸ παρὰ φύσιν ἔχον ἀπὸ τῆς παρὰ φύσιν ταύτης διαθέσεως ἐνεργεῖ τινα ἐνεργείας, εἰ καὶ μὴ καθαράς, διότι πάθει συμμιγεῖς εἰσιν, εἴγε καὶ ἀπὸ πεπονθυίας διαθέσεως προαγόμεναι. καὶ ἐπὶ τῶν ἔξωθεν δὲ κινούντων, ὅταν εὶς τὴν φύσιν κινῶσιν ὥσπερ οἰ γεωργοὶ καὶ οἱ διδάσκαλοι, ἐπειδὴ ἡ ποιητικὴ ἀρχὴ τῆς φύσεως καὶ ἡ τῆς τέχνης εἱς ταὐτὸ συμπίπίπτουσιν καὶ δύο ἐνέργειαι συνέρχονται, αἱ μὲν τῆς τέχνης ὠς τέχνης ἔξωθεν ἔχουσαι τὴν ἀρχὴν πάθη γίνονται ἐν τῷ κατὰ φύσιν ἔχοντι, αἱ δὲ σωστικαὶ ἦς φύσεως ἔνδοθεν ἔχουσαι τὴν ἄρχὴν μένουσιν ἐν τῷ τῆς ἐνεργείας εἴδει. καὶ ὅταν δὲ ἡ τοῦ διδάσκοντος φωνή εἰσίῃ εἰς τὸν μανθάνοντα, ἡ μὲν ἀπὸ τῆς φωνῆς ἐνέργεια τὸ διὰ τῆς ἀκοῆς πάθος σύξυγον ἔχει, καὶ οὔτως ἐπὶ τούτων τὸ ποιεῖν τῷ πάσχειν συνέξευκται, ἄλλης μὲν οὕσης τῆς κατὰ τὴν φωνὴν ἐνεργείας, ἄλλου δὲ τοῦ κατὰ τὴν ἀκοὴν πάθους. ὅταν δὲ τὸ ὑπὸ τῆς φωνῆς παθὸν μηκέτι ἱστῆται ἐν τῷ πάθει, ἀλλὰ προβάλλει ἀφ' ἐαυτῆς ἄλλην ἐνέργειαν τὴν ἀντίληψιν, τότε ἄλλη ἀρχὴ γίνεται τῆς ἐξ ἑαυτοῦ ἐνεργείας, ἡ γνώρισις τοῦ ῥηθέντος. εἰ δὲ ὁ δεξάμενος τὴν προτέραν ἐνέργειαν κατὰ πάθος ἄλλην ποιεῖται ἐκ τοῦ πάθους ἐνέργειαν, οὐ διὰ τοῦτο χρὴ συνάπτειν αὐτὴν πρὸς τὴν προηγησαμένην τοῦ πάθους ἐνέργειαν τὸ ἐν μέσῳ πάθος ἐκλείποντα, οὐδὲ τὴν ἀρχὴν τῆς δευτέρας ἐνεργείας ἐν τῷ διδάσκοντι θετέον, ἵνα ἐν ἄλλῳ φανῇ τῆς πόιήσεως ἡ αἰτία, ἀλλ' ὥσπερ ἐστὶ σύξυγον, τοῦ μὲν ἐν τῷ μανθάνοντι διὰ τῆς φωνῆς τῇ ἀκοῇ πάθους ἐν ἄλλῳ ἡ αἰτία τῷ διδάσκοντι, τῆς μέντοι ἀνιλήφεως τὴν οἰκείαν ἀρχὴν ἐν τῇ τοῦ μανθάνοντος ψυχῇ ὑποθετέον, ἐγειρομένην ἀπὸ τῶν ἐν τῇ ψυχῇ λόγων, ἵνα καὶ ἀληθως ἐπιγνῷ τὸ ῥηθὲν καὶ οἱκείως αὐτὸ παραδέξηται καὶ μὴ ἐν μόηῃ μείνῃ τῇ πληγῇ καὶ τῇ ἀκούσει. καὶ οὕτως ἡ τῆς ἐνεργείας ἀρχὴ ἐν αὐτῷ τινι ἔσται καὶ οὐκ ἐν ἄλλῳ. Ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας καὶ ταῦτα ὁ πλωτῖνος ἐπάγει. ‘ἆρα ὅπου μὴ ἐνέργεια, πεῖσις δὲ μόνον, ταῦτα ἔσται ἐν τῷ πάσχειν; τί οὖν εἰ κάλλιον γίνοιτο τὸ πάσχον ἡ δὲ ἐνέργεια τὸ χεῖρον ἔχοι; > ἢ> εἰ κατὰ κακίαν ἐνεργοίη τις καὶ ἄρχοι εἰς ἄλλον ἀκολάστως; μόνως δὴ ταῦτα ἐν τῷ πάσχειν θήσομεν;’ καὶ εἴρηται μὲν ταῦτα ἀπὸ τῆς ἔννοίας τοῦ πάσχειν καὶ ποιεῖν σωςτικὸν μὲν τὸ ποιεῖν, φθαρτικὸν δὲ τὸ πάσχειν λεγούσης καὶ τὸ μὲν κάλλιον, τὸ δὲ χεῖρον, μἀχεται δὲ τῇ συνηθείᾳ ἐνεργείας καὶ ποιήσεις καὶ φαύλας καὶ παρὰ φύσιν λεγούσῃ καὶ αὖ πάλιν πάθη τελειωτικὰ καὶ κατὰ φύσιν λογιξομένῃ ἡ γὰρ ἁπλῶς ποίησις οὑχ ἕν τι γένος ἐστὶν ἐνεργειῶν, ὰλλ' ὅσαι ποτὲ εἰσὶν διαφοραὶ τῶν ποιήσεων κατ’ εἴδη διωρισμέναι, πᾶσαι περιέχονται ὑφ' ἓν τὸ ποιεῖν. ὡσαύτως δὲ καὶ ὑπὸ τὸ πάσχειν ἔστι μὲν τελεσιουργὰ πάθη, ἔστιν δὲ καὶ τὰ ἀτελῆ, καὶ τὰ μὲν καλά, τὰ δὲ αἰσχρά, καὶ τὰ μὲν κατὰ φύσιν ἐν ἑκατέρῳ, τὰ δὲ παρὰ φύσιν. εἰ δέ τις τὰ ἕτερα μόνον τῶν ἀντικειμένων ἐπ' αὐτῶν λαμβανει, οὖτος ἐπὶ βραχὺ συστέλλει τὰ γένη ταῦτα, ὥσπερ ἂν εἴ τις ὅλην τὴν ποιότητα τὴν κατὰ φύσιν ἔξιν λέγοι μόνην ἢ μόνην τὴν παρὰ φύσιν. ‘ἀλλ' οὑδὲ πᾶν, φησί, τὸ ποιεῖν’ ἑαυτοῦ, ἀλλὰ καὶ παρ' ἑρέρου, παρ' ἐαυτοῦ μὲν τὸ ἀπόλυτον, ὡς τὸ βαδίξειν, καὶ τὸ ὁρθόν, ὡς τὸ τύπτειν, παρ' ἐτέρου δὲ ὡς τὸ ὀρέγεσθαι. ὅταν γὰρ τὸ ὀρεκτόν, φησί, βιάξηται τὴν ἐπιθυμίαν, τί διαφέρει τοῦ πεπλῆχθαι ἢ ὡσθέντα κατενεχθῆναι;’ ἐν δὲ| τούτοις τὰς ὁρέξεις ἐνεργείας οὔσας οὑκ ἐξ ἑαυτῶν, ἐκ δὲ τοῦ ὁρεκτοῦ φησιν ὡρμῆσθαι. καίτοι ἐξ ἑαυτῶν εἰσιν ὡρμημέναι, τὸ δὲ ὁρεκτὸν ἄλλως προηγεῖται, οὐ μοχλεῦον οὑδὲ ὡθοῦν τἠν ὄρεξιν, ἀλλὰ προκαλούμενον αὐτὴν τῇ ἐπιτηδετότητι. καὶ γὰρ ἄτοπον τοιαύτην εῖναι τὴν ὄρεξιν ἐπὶ τῆς αὐτοκινήτου ψυχῆς ἢ ἀκινήτου κατὰ Ἀριστοτέλη. εἱ μέντοι πάθημά ἐστιν ἡ ὄρεξις, ὡς αὐτός φησιν, οὑδὲν ἂτοπον, εί ἔξωθεν ἔχει τὸ κινοῦν. καίτοι ἂτοπον τὸ απροαίρετον εἰσάγειν ὄρεξιν καὶ οὐκ ἐξ αὐτῆς ἔχουσαν τὴν ἀρχήν, πολὺ δὲ ατοπώτερον τὴν τοιαύτην ὑποτάττειν τῷ ποιεῖν. περὶ μὲν οὖν τοῦ ποιεῖν τοσαῦτα πρὸς τὸν Πλωτῖνον ἀντείρηται. Περὶ δὲ τοῦ πάσχειν ἐφξῆς επειδὴ καὶ καὶ αὐτὸς ὁ Πλωτῖνος ἱδίᾳ ἀπολαβὼν αὐτὸ σκοπεῖ. ‘μὴ γὰρ οὐδὲ ᾖ, φησίν, τῷ παρ' ἐτέρου χαρακτηρίξειν τὸ πάσχειν. ἔστι γὰρ τι καὶ παρ' ἐαυτοῦ καὶ οὐ πᾶν παρ' ἑτέρου, παρ' ἑαυτοῦ μὲν τὸ σήπεσθαι, παρ' ἐτέρου δὲ τὸ τύπτεσθαι, καὶ οὕτως οὑδὲν διαφέρει τοῦ ποιεῖν, εἴπερ καὶ ἐκεῖνο παρ' ἑαυτοῦ ἦν καὶ παρ' ἑτέρου’. ἀλλ' πρότερον, ὅτι οὐδὲ ἐπὶ τοῦ ποιεῖν τὸ παρ' ἐτέρου προστίθεσθαι δεῖ οὔτε ἐπὶ τοῦ πάσχειν τὸ παρ' ἐαυτοῦ, καὶ περὶ τῆς σήψεως ὅπως ἔξωθεν γίνται, πρότερον εἴρηται. ‘ ἀλλ' ὅταν, φησί, μηδὲν συμβαλλόμενον αὐτὸ ὑπομένῃ ἀλλοίωσιν τὴν μὴ εἰς οὐδίαν ἄγουσαν, ἥτις ἐξίστησιν αὐτὸ πρὸς τὸ χεῖρον ἢ μὴ πρὸς τὸ βέλτιον, τὴν τοιαύτην ἀλλοίωσιν πεῖσιν εἶναι’. τοῦτο δὲ οὔτε διδάσκει τὴν αἰτίαν τοῦ πάθους καὶ τούναντίον ἢ βούλεται συνάγει. εἰ γὰρ μηδὲν αὐτὸ συμβάλλεται εἰς τὸ πάσχειν, ἢ ἀναιτιον ἔσται τὸ πάθος ἢ ἀπ' ἄλλου τινὸς ἔξωθεν. κἂν τῶν ἐν αὐτῷ δὲ ὄντων τὰ μὲν ποιεῖ, τὰ δὲ πάσχει, καὶ οὕτως ἔσται ὡς ἀπ' ἄλλου τὸ πάθος. “πῶς δὲ δεῖ, μησὶν Ἰάμβλιχος, μὴ ἄγειν εἰς οὐσίαν τὰ πάθη, εἴπερ ἔνια τῶν παθῶν καὶ εἰς οὐσίαν προάγει, ὄσα ἐστὶν γενεσιουργά;” μήποτε δὲ τοῦτο οἰκεῖόν ἐστιν τῷ πάθει. εἰ γὰρ δεὶ προüπάρχειν τὴν οὐσίαν τὴν δεξομένην τὸ πάθος, οὐκ ἔστιν τὸ πάθος, ὥσπερ οὐδὲ ἡ ἀλλοίωσις ἴδιον. ἀλλοίωσιν δὲ εἶπεν ὑπομένειν τὸ πάσχον τὴν μὴ εἰς οὐσίαν ἄγουσαν. ἀλλὰ πῶς πρὸς τὸ χεῖρον ἢ μὴ πρὸς τὸ βέλτιον δοκιμάξομεν τὰ πάθη συντελεῖν, ὅταν ἔνια αὐτῶν τὸ κάλλιον ἐν ἡμῖν ἀπεργάξηται; ἣ ἐπειδὴ καὶ αὐτὸς ὁ Πλωτῖνος ἡπόρησεν πρὸς τοῦτο, ἴδωμεν τί πρὸς ἐαυτὸν ἀντιτίθησιν. ‘ ἀλλ' εἰ κάλλιον ὁ χαλκὸς ἀπὸ τοῦ θερμαίνεσθαι, οὐδὲν κωλύει τὸ πάσχειν. διττὸν γὰρ εἶναι τὸ πάσχειν, τὸ μὲν ἐν τῷ χεῖρον γίνεσθαι, τὸ δὲ ἐν τῷ βέλτιον ἢ οὐδέτερον’. καὶ δῆλον ὅτι πρότερον μὲν τῷ χεῖρον γίνεσθαι τὸ πάσχειν ἐτίθετο, ἐνταῦθα δὲ ἐνδίδωσιν εἶναί τινα πάθη καὶ πρὸς τὸ βέλτιον ἄγοντα. “τεθείσης δέ, φησὶν Ἰάμβλιχος, τῆς ἐπ' ἄμφω ῥοπῆς ἐν τῷ πάσχειν οὐκ ὁρθῶς ἐπήχθη τὸ “ ἢ οὐδέτερον” μαχομένως γὰρ γέγεται πρὸς τὴν ὑπόθεσιν τὴν τοῦ ποιεῖν καὶ πάσχειν, εἴπερ τὸ μὲν ἐν τῷ κατὰ φύσιν καὶ βελτίονι ἐτίθετο, τὸ δὲ ἐν τῷ παρὰ φύσιν καὶ χείρονι”. καίτοι εἰ ὅμοιον γίνοιτο τὸ πάσχον, οὐδὲ χεῖρον δηλονότι οὐδὲ βέλτιον Μήσεται, ‘ὅστε οὐδέτερον. ἔστω δὲ καὶ διάφορον γινεσθαι τὴν κατὰ τὸ χεῖρον ἢ βέλτιον σύγκρισιν μὴ ἔχον, ὡς ὅταν ἑρυθρὸν ἐκ φαιοῦ γίνηται. ἀλλὰ καὶ πρὸς τὸ μὴ εἰς οὐσίαν ἄγειν τὰ πάθη ἀπορεῖ ὁ Πλωτῖνος· γὰρ τὸ θερμαίνεσθαι, φησί, θερμότητά ἐστιν ἴσχειν, εἴη δὲ τὸ θερμαίνεσθαι τὸν χαλκὸν τοῦ μὲν ἀνδριάντος εἰς τὴν οὐσίαν συντελοῦν, τοῦ δὲ οὐκέτι, εἴη ἂν τὸ αὐτὸ πάσχειν καὶ οὐ πάσχειν, εἴπερ τὸ πάσχειν ἦν τὸ μὴ εἰς οὐσίαν συντελεῖν’. πρὸς δὲ τοῦτό φησιν ὁ Ἰάμβλιχος, ὅτι “κακῶς εἴληπται ὁ τοῦ πάσχειν ὁρισμὸς κατὰ τὸ μὴ εἰς οὐσίαν συντελεῖν. εἴτε γὰρ εἰς οὐσίαν συντελεῖ εἴτε εἰς ἀλλοίωσιν εἴτε εἰς ἄλλο ὁτιοῦν τὸ θερμαίνεσθαι, ἐν ἑνί τῷ πάσχειν ἐστίν”. μήποτε δὲ τὸ μὲν μὴ εἰς οὐσίαν συντελεῖν τὸ πάθος καλῶς εἴρηται δἰ ἥν καὶ πρότερον εἶπον αἰτίαν, ἐνταῦθα δὲ ὁ μὲν χαλκὸς θερμαίνεται καὶ πάσχει θερμαινόμενος, ὁ δὲ ἀνδριὰς κατὰ συμβεβηκὸς θερμαίνεται, διότι χαλκοῦς ἐστιν. οὐδὲ τοῦτο Ἰάμβλιχος ἀποδέχεται, ὡς γίνεται τὸ πάσχειν τῷ ἔχειν ἐν ἐαυτῷ κίνησιν τὴν ἀλλοίωσιν τὴν κατὰ τὸ ἀλλοιοῦσθαι ὁπωσοῦ. “οὐ γὰρ τὴν κατ’ ἀλλοίωσιν μόνην κίνησιν, φησίν, ἐν τῷ πάσχειν θετέον, ἀλλὰ καὶ ἄλλας πλείονας. καὶ γὰρ καὶ τὸ αὐξόμενον πάσχειν ἂν λέγοιτο καὶ τὸ κατὰ τόπον κινούμενον, ὡς δὲ Ἰάμβλιχός Φησι, καὶ τὸ εἰς οὐσίαν ἀγόμενον”. ‘ ἔτι δέ, φησὶν ὁ πλωτῖνος, κινδυνεύει ἄμφω πρός τι εἶναι, ὅσα τοῦ ποιεῖν πρὸς τὸ πάσχειν. οὖτος κινεῖ καὶ οὖτος κινεῖται, καὶ δύο κατηγορίαι ἑκάτερον, τό τε πρός τι καὶ τὸ ποιεῖν ἢ τὸ πάσχειν. καὶ οὖτος δίδωσιν τῷδε κίνησιν, ὥστε οὖτος λαμβάνει, ὤστε δόσις καὶ λῆψις καὶ πρός τι. ἢ εἰ ἔχει ὁ λαβὼν ὥσπερ λέγεται ἔχειν χρῶμα, διὰ τί οὐκ ἔχει κίνησιν; καὶ μήποτε καὶ τῇ τοῦ ἔχειν κατηγορίᾳ ὑποτάσσεται οὐ τὰ πρὸς ἄλληλα μόνον, ἀλλὰ καὶ τὰ άπόλυτα. καὶ γὰρ καὶ ἡ ἀπόλυτος κίνησις ἡ τοῦ βαδίξειν ἔχει βάδισιν’. πρὸς δὲ ταῦτα ῥᾀδιον λέγειν ὅτι οὕτως πάντα ἔσται τοῦ ἔχειν, ἔπειδὴ ἔν τῷ μετέχσεσθαι θεωρεῖται. τε γὰρ λευκὸς ἔχει λευκότητα καὶ τὸ δίπηχυ τοσόνδε μέγεθος καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἀλλ' ἕκαστον χρὴ καθ' ὃ λέγεται, κατὰ τοῦτο ἀνάγειν ἐπὶ τὸ γένος. τὸ δὲ πρὸς τι πολλάκις εἴρηται ὅτι αὐτὸ καθ' αὐτὸ κατὰ μόνην θεωρούμενον τὴν σχέσιν ἐν ταῖς ἄλλαις κατηγορίαις ἔχει τὸ εἶναι. σχεσις γὰρ καθ' ἑαυτὴν οὐκ ἔστιν. ὡς οὖν ἐν τῇ οὑσίᾳ τὸ πρός 2 διάφορον γίνεται K 3 efs otn. A .5. 6 τοῦ δὲ χαλχοῦ οὐκέτι om. K 6 πάσχειν τε ἰαὶ Av οὐ] μὴ V 7 ὁ om. L 10 ἐν om. A 11 πρότερον] p. 32519 13 οὐδὲ τοῦτο] Plot. Enn. YI 1,22 14 γίνεσθαι v τῶ Av Plot.: τὸ JLK ἑαυτῶι, ἑ supra J 1 16 αὐξανόμενον v 18 ἔστι A riXojTtvos] Enn. VI 122 19 post πάσχειν add. τὸ αὐτὸ γὰρ τι κατὰ μὲν τοῦτο, τὸ ποιεῖν, κατὰ δὲ τοῦτο, τὸ πάσχειν. καὶ ἑκάτερον δὴ θεωρεῖται οὐ καθ' αὑτὸ, ἀλλὰ μετὰ τοῦ ποιοῦντος καὶ πάσχοντος, ὅπου b usus Ficino (nempe aliquid idtm penes hoc quidem esl facere, sed penes illud pciti, el utrum- que sane consideratur, non tam secundum se ipsum, quam una cwn ipso faciente atque patiente, ubi): εἰ μὲν παρὰ τούτῳ, τὸ αὐτὸ ποιεῖν, εἱ δὲ παρὰ τῷδε, πάσχειν καὶ θεωρούμενον ἑκάτερον οὑ καθ' αὑτό, ἀλλὰ μετὰ τοῦ ποιοῦντος καὶ πάσχοντος (om. ὅπου) Plot. 19 όυτο||ς (ante νεῖ) J 20 ἰαὶ] κἂν v κατηγορίαι s sic K 21 outo; b in marg. : ὓτως JLKAv ὥστε οὖτος JLKAv, καὶ in marg. b: οὖτος δὲ Plot. ὤστε || J 22 λέγεται ἔχει JA, corr. Ja 26 πάντα οὕτως A 29 εἴρηται] velut p. 1674 31 οὖν om. Kv τι κατὰ τὸ πατὴρ καὶ υἱός καὶ ἐν τῷ ποιῷ κατὰ τὸ ὅμοιον καὶ ἀνόμοιον καὶ ἐν τῷ ποσῷ κατὰ τὸ ἴσον καὶ ἄνισον, οὕτως καὶ ἐν τῷ ποιεῖν Ι καὶ πάσχειν κατὰ τὸ τὐπτειν καὶ τύπτεσθαι, καὶ οὐδὲν ἄτοπον τὸ αὐτὸ ὑπὸ δὺο κατηγορίας εἶναι, κατά τε τὴν καθ' αὑτὰ ὑπόστασιν καὶ κατὰ τὴν πρὸς ἀλληλα σχέσιν. Μετὰ δὲ τὰς τοιαύτας ἀπορίας τε καὶ λύσεις ἐπὶ τὴν θεωρητικωτέραν τεχνολογίαν μετελθὼν ὁ Ἰάμβλιχος * περὶ τοῦ ποιεῖν καὶ πάσχειν, τίνα τε ἔχει καθ' αὐτὰ ὑπόστασιν καὶ ὅπως συνήρμοσται πρὸς ἄλληλα καὶ ἑπὶ ποῖα καὶ τίνα διατείνει ἑκάτερον. ἄρχεται δὲ ἀπὸ τῆς Πλάτωνος περὶ τοῦ ποιεῖν ἐννοίας, ὃς τὸ ποιοῦν τοῦ αἰτίου ὀνόματι διαφέρειν φησίν. καὶ ὅτι μὲν τὸ ποιητικὸν αἴτιον τὸ ποιοῦν ἐστι, πρόδηλον. πῶς δὲ οὐχὶ τινὸς αἰτίου, ἀλλὰ τοῦ αἰτίου ἁπλῶς οὐδὲν διαφέρειν φησὶν τὸ ποιοῦν; ἢ ὅτι κυρίως αἴτιον τὸ ποιοῦν ἐστιν. ὓλη μὲν γὰρ εἶδος συναίτια μᾶλλόν ἐστιν, ἀλλ' οὐχὶ αἴτια, τὸ δὲ παράδειγμα καὶ τὸ τέλος οὐ τοῦ ἀποτελέσματος προσεχῶς, ἀλλὰ τῷ ποιοῦντι τοῦ ποιεῖν ὄντα αἴτια πρός τι ἂν λέγοιτο τοῦ γινομένου κυρίως. τὸ οὖν ποιοῦν ἂν εἴη τὸ μάλιστα αἴτιον, ὥστε ἀκριβεῖ λόγῳ ἡ περὶ τοῦ ποιεῖν θεωρία περὶ αἰτίου ἔστίν. ὄσα οὖν τὰ αἴτια καὶ ὀποῖα, καὶ ὅσους ἔχει διαφέροντας τρόπους, καὶ τίνα μὲν αὐτῶν πρῶτα, τίνα δὲ δεύτερα ἢ τρίτα, πάντα ταῦτα καὶ ἐπὶ τὸ ποιεῖν οἰκείως μετενεκτέον. πάλιν τοίνυν, ἐπειδὴ αἱ τῶν ἀσωμάτων αἰτίων εἰσὶν ἐνέργειαι, ἥτοι τῶν καθ' αὑτὰ κεχωρισμένων ἢ τῶν τῷ κόσμῳ ὑπαρχόντων καὶ καὶ ἀχωρίστων τοῦ παντός, ὥσπερ αἱ τοῦ οὐρανοῦ εἰς ἄπαντα τὰ ὑπὸ σελήνην γιγνόμενα, αἱ δὲ τῆς φύσεως κατὰ τοὺς οἰκείους λόγους, αἱ δὲ τῶν μεριστῶν εἰδῶν, διήκει καὶ διὰ τούτων ὄλων τὸ ποιεῖν καὶ ἡ περὶ αὐτοῦ θεωρία. καθ' ἔτερον δὲ διορισμόν, ἐπειδὴ τῶν ἐνεργειῶν αἱ μέν εἰσι καθαραὶ καὶ ἄμικτοι πρὸς πάντα τὰ ἄλλα γένη, αἱ δὲ σύμμικτοι πρὸς τὰ ἄλλα, αἴτινες καὶ τὴν συμπλοκὴν ποιοῦνται πολυειδῶς, αἱ δὲ ἔσχατοι οὖσαι πρὸς τὰ παθήματα ἐπικοινωνοῦσιν, ἔσται καὶ τοῦ ποιεῖν ἀρχὴ τε καὶ μέσα καὶ τέλη κατὰ πάσας τὰς τοιαύτας διαφοράς. ἐπεὶ δὲ τῶν ποιούντων τὰ μὲν τἦν γεννητικά, τὰ δὲ εἰδοποιά, τὰ δὲ τελεσιουργά, καὶ τούτων τὰ μὲν ἑνωτικά, τὰ δὲ διακριτικά, τὰ δὲ Β ἄλλην τινὰ ἔχοντα ἐν τοῖς οὖσι ποίησιν, ἔσται καὶ κατὰ πάντων τούτων τὸ ποιεῖν κυρίως λεγόμενον. ἔτι δὲ τὰ μέν ἐστι φυσικά, ὡς τὸ θερμαίνειν, ψύχειν, τὰ δὲ τεσχνικά, οἶον ἰατρεύειν, τεκταίνειν, καὶ τὰ μὲν πεπερασμένα, ὡς τὰ ἐν ταῖς τέχναις, τὰ δὲ ἄπειρα καὶ ἀκατάπαυστα, ὡς ἐπὶ τῶν θείων ποιήσεων καὶ τῶν οὐρανίων, εἴπερ ἀίδιος ὁ κόσμος ἐστίν. ἀλλὰ καὶ εἰ ’to εἶναί τινα ἀπεργάζοντο, ὥσπερ ὁ ἥλιος τῷ εἶναι φωτίζει, εἴτε τῷ νοεῖν ποιεῖ ὥσπερ ὁ τοῦ κόσμου νοῦς εἴτε τῷ λογίζεσθαι ὥσπαρ ἡ τοῦ παντὸς ψυχή, καὶ ταῦτα πάντα ἐν τῷ ποιεῖν ἐστιν. ἀλλ᾿ οὐδὲ ὅσαι ἐν αὐτοῖς εἰσιν ἐνέργειαι καθ᾿ ἐαυτὰ καὶ πρὸς ἑαυτά, ὥσπερ τῶν ἀύλων καὶ χωριστῶν νοήσεων, οὐδὲ ὅσαι δι᾿ ἑτέρων ἐνεργοῦνται, ὥσπερ αἱ διὰ τῆς ψυχῆς πίπτουσιν τῶν σωμάτων ἢ διὰ τῶν σωματικῶν δυνάμεων, οὐδὲ αὗται ἐκτὸς πίπτουσιν τῆς εἰς τὸ ποιεῖν συντάξεως. ὡσαύτως δὲ καὶ τὰ εἰς αὑτὰ ἐνεργοῦντα καὶ μηδενὸς ἑτέρου προσδεόμενα ἐνεργήματα καὶ τὰ εἰς ἕτερον ἐνεργοῦντα καὶ τὰ εἰς ἑαυτά με ὁμοῦ καὶ εἰς ἕτερον καὶ τὰ προηγουμένως μὲν εἰς ἑαυτά, ἔχοντα δὲ κατὰ δεύτερον λόγον καὶ τὴν πρὸς ἄλληλα ἐνέργειαν, καὶ ταῦτα ἂν ἐν τῷ ποιεῖν περιέχοιντο. ἀλλὰ δὴ καὶ περὶ πάντα τὰ εἴδη τῶν κατηγοριῶν κατὰ τὴν παροῦσαν διαίρεσιν διατέταται τὸ ποιεῖν· περὶ μὲν τὴν οὐσίαν ἐν τῷ εἰς οὐσίαν ἄγειν τὸ γινόμενον, περὶ δὲ τὴν ποιότητα ἐν τῷ εἰς ποιότητα ἄγειν τὸ ἀλλοιούμενον, περὶ δὲ τὸ ποσὸν ἐν τῷ μεγεθύνειν ἢ μειοῦν, καὶ ἐπὶ τῶν ἄλλων γενῶν ὡσαύτως ἐστὶν τοῦ ποιεῖν ἡ ἐπὶ πάντα διήκουσα αἰτία. εἰ δὲ δεῖ συλλήβδην τὸ γένος τοῦ ποιεῖν ἑνὶ λόγῳ συλλαβεῖν, νοήσωμεν κατὰ πάντα τὰ ὄντα, ὅσα ποτέ ἐστιν καὶ ὁποῖα, τὰς τελειοτάτας ἐνεργείας πανταχοῦ προηγουμένας τὰς ὅτι μάλιστα ἀπηλλαγμένας παντὸς τοῦ δυνάμει. τούτων δὲ τὰς γινομένας καὶ καθ᾿ ἑαυτὰς μονοειδεῖς εἰκότως ἂν ἀρχηγικωτάτας εἴποιμεν ἐν τῷ ποιεῖν. αὗται γὰρ ἀφ᾿ ἑαυτῶν ἔχουσιν τὸ ἐνεργεῖν ποιεῖν καὶ ἀπὸ μιᾶς αἰτίας πᾶν αὐτὸ προάγουσιν ἐμερίστως τε παρέχουσιν τοῖς μετ᾿ αὐτὰ ταττομένοις καὶ συνέχουσιν αὐτὰ μονοειδῶς καὶ δυνατώτατα αὐτὰ καὶ αὐταρκέστατα ἐπεργάζονται· ἅπερ καὶ αἱ ἐνταῦθα ἐνέργειαι, ὅταν ἱκανῶς ἔχωσι καὶ τελείως, ἀπομιμοῦντα πλήρωσίν τινα ἀπ᾿ ἐκείνων δεχόμεναι. περὶ μὲν οὖν τοῦ ποιεῖν τοσαῦτα. Δεῖ δὲ καὶ τοῦ πάσχειν μὲν κατὰ τὸν αὐτὸν τρόπον τὸ παντελὲς περιλαβεῖν. τοῦτο δὲ ἐναντίωσιν μὲν πρὸς τὸ ποιεῖν οὐκ ἔχει, κἂν ὅτι μάλιστα ἀντιθέτοις χρῆται φωναῖς· ὡς δὲ συνεζευγμένον αὐτὸ ταῖς κατιούσαις ἀπὸ τῶν ποιούντων ἐνεργείαις συνθεωρεῖν ὀφείλομεν. ὅταν οὖν αἱ ἐνέργειαι προϊοῦσαι ἐπὶ τὰ ἐκτὸς μετὰ σχέσεως δύνανται καθομοιοῦν πρὸς ἑαυτὰ τὰ δυνάμενα αὐτῶν μετέχειν οὐ κατὰ τὴν ἐνέργειαν, ἀλλὰ κατὰ τὴν ἀδιάδοχον τοῦ ἐνεργήματος κίνησιν, τότε αἱ κινήσεις αὗται τὸ κοινὸν τοῦ πάθους ἡ ἐν τῷ παντὶ τὸ μὲν ἔχει κινητικὸν καὶ γενεσιουργόν, τὸ δὲ κινούμενον καὶ γινόμενον καὶ ὡς ἐν ἀποτελέσματος τάξει θεωρούμενον. εἰ τοίνυν τὸ δι᾿ ὅλων τούτων διῆκον γένος ἐν παντὶ τῷ κόσμῳ καὶ καθ᾿ ὅλας τὰς κινήσεις τῷ λογισμῷ περιλάβοιμεν, εὔροιμεν ἂν τὸ πάσχειν ὄσον τέ ἐστιν καὶ ὁπόσην ἔχει τὴν δύναμιν. ὅλως δὲ τὸ ἐπίκτητον πᾶν καὶ παρ’ ἄλλου ἐπεισιὸν καὶ μηδαμῶς ἑαυτοῦ ὂν ἀλλ' ἄλλου καὶ συνακολουθοῦν ταῖς τοῦ προηγουμένου ἐνερ|γείαις καὶ ὑπ' ἐκείνων τρεπόμενον εἰκότως ἂν ἐν τῷ πάσχειν τεθείη. ἔτι δὲ τὸ ἀντικείμενον τῷ εἴδει καὶ τὸ τὸ ὡς ὑλικὸν ὑποκείμενον μορφῆς τε μεταλαμβάνον καὶ δύναμιν ἔχον τοῦ τελειοῦσθαι καὶ τὸ ὑποδεχόμενον πάντα ἐν ἑαυτῷ, καὶ τοῦτο ἂν κοινόν τι τοῦ πάθους εἴη γνώρισμα. εἰ δὲ καὶ τὴν ὑπὸ σελήνην τις τῶν ὑλικῶν στοιχείων σύσταιν ὡς παθητὴν ὑποτιθείη πρὸς τὴv ποιητικὴν τοῦ οὐρανοῦ αἰτίαν, καὶ οὕτως ἂν ἔχοι τι δεικνύναι κοινὸν ἐν τῷ παντί. καὶ ἐν ἑνὶ δὲ τῷ ποιοῦντι καὶ τὸ πάσχειν δυνατὸν θεωρεῖν. καὶ γὰρ ἡ φύσις ποιοῦσα εἰς ἐαυτὴν καὶ ὑφ' ἑαυτῆς πάσχει, καὶ καθὸ μὲν τοὺς λόγους ἐπιτόθησι τοῖς γινομένοις, ποιητικὴν αὐτὴν ἀφοριξόμεθα, καθὸ δὲ τὴν διακόσμησιν τῶν λόγων τούτων αὐτὴ παρ’ ἑαυτῆς ὑποδέχεται, πάσχειν εἰκότως λέγεται. καὶ ἐπὶ τῆς ψυχῆς δὲ κἂν μὴ οὕτως, ὅμως καὶ ἐπὶ ταύτης διᾐρηται πολὺ τὸ παθητικόν. καθ’ ἑτέραν δὲ αὖθις ἀναλογίαν καὶ ἐπὶ τοῦ λόγου καὶ ἐπὶ τοῦ τῆς ψυχῆς νοῦ θεψρεῖταί τις [ἡ] κατὰ πάθος ὑποδοχὴ τῶν τελειοτέρων νοήσεων. ὅλως ἐν πᾶσιν ἐν οἶς τὸ μέν ἐστι τελειότερον, τὸ δὲ ἀτελέστερον, καὶ τὸ μὲν ἐναπεργάξεται τὴν τελείωσιν, τὸ δὲ ὑποδέχεται ταύτην, θεωρῖταί τις ἀναλογία πάθους, καθ' ἣν τὸ μὲν ἐμποιεῖ τὸ τέλειον εἶδος, τὸ δὲ εἰσδέχεται τοῦτο ἐν ἑαυτῷ, ἀεὶ μέντοι ἀπ' ἄλλου ἐνδίδοται ἡ τοιαύτη μετουσία τοῦ πάθοθς, κἄν ποτε δοκῇ ἀφ' ἑαυτοῦ τι πάσχειν, οὐκ ὁρθῶς ὑπολαμβάνεται τὸ τοιοῦτον. οὐ γὰρ κατὰ ταὐτὸν τῶν ἐν ἑαυτῷ πάσχει τε καὶ τὴν αἰτίαν ἑαυτῷ παρέχει τοῦ πάσχεν, ὥστε οὕτως ἀφ' ἑτέρου γίνεται τὸ πάθος. ἡ μὲν γὰρ δραστήριος ἐνέργεια δύναται καὶ ἑαυτῆς εἶναι αἰτία καὶ ἀφ' ἑαυτῆς ἄρχεσθαι, τὸ δὲ πάθος ἀτελὲς ὂν πάντῃ οὐ πέφυκεν πρὸς τὴν ἑαυτοῦ γένεσιν ἐξηγεῖσθαι. εἰ γὰρ τὸ ἀφ' ἑαυτοῦ τὴν αἰτίαν τοῦ ἐνεργεῖν ἔχον τὸ ποιητικόν ἔστιν, τὸ πάσχον ἀπολειπόμενον πάσης αἰτίας οὐδὲ τὴν τοῦ πάσχειν αἰτίαν ἐν ἑαυτῷ ἔχει. οὐδὲν οὖν ἔσται πάθημα ἀπόλυτον, ὥσπερ ἦν ἀπόλυτον ἐνέργημα τὸ βαδίξειν, καὶ τοῦτο εἰκότως. τὰ μὲν γὰρ κρείττον ἀπολελυμένα τῆνς πρὸς ἕτερα σχέσεως αὐτάρκη καθ' ἐαυτὰ καὶ ἐν ἐαυτοῖς ὑπάρχει, τὰ δὲ χείρονα δεῖται τῶν κριττόνων πρὸς τὸ ὑποστῆναι, καὶ ἐν τῷ ἐξηρτῆσθαι ἐκείνων καὶ παρ' αὐτῶν δέχεσθαί τινα μετουσίαν τοῦ εἶναι μεταλαμβάνει. οὐ χρὴ οὖν ὁμοίως τοῖς ἐπὶ τοῦ ποιεῖν διατάττεσθαι, ὅτι καὶ τῶν παθημάτων ἐστὶν τὰ μὲν ἀπόλυτα, τὰ δὲ ὕπτια. ἀεὶ γὰρ συνήρτηται τοῖς ποιοῦσιν τὰ πάσχοντα. Ἐπειδὴ δὲ διάκρισιν Ἀρχύτας τοῦ πάθους καὶ τοῦ πεπονθότος καὶ τοῦ ποιήματος καὶ παθήματος παραδέδωκεν, ἄξιόν ἔστιν μηδὲ ταύτην παραλιπεῖν ἀνεξέταστον. λέγει δὲ ὦδε. “τὸ δὲ πάθος τοῦ πεπονθότος διαφέρει. πάθος μὲν γὰρ γίνεται μετ’ αἰσθήσεως, οἶον θυμός, ἀδονά, φόβος, πεπονθέναι δὲ δύναταί τι καὶ ἄνευ αἰσθήσεως, οἶον ὁ κηρὸς τακεὶς καὶ ὁ πηλὸς ξηρανθείς. ὀμοίως δὲ καὶ τὸ ποίημα τοῦ πεπονθότος. τὸ μὲν γὰρ ποιηθὲν καὶ πέπονθέ πως, τὸ δὲ πεπονθὸς οὐκ εὐθέως πεποίηται. δύναται γὰρ πεπονθέναι τι καὶ κατ’ ἔνδειαν καὶ κατὰ στέρησιν”. ἐν δὲ τούτοις πάθος μὲν ό Ἰάμβλιχος ἀκούει τὸ μετ’ αἰσθήσεως καὶ ἀντιλήψεως ἐν τῷ ἀλλοιοῦσθαι σθαι [τὰ] μένον τά τε τῆς ψυχῆς καὶ τῶν ξᾠων καὶ εἴ τινα τούτων ἀνωτέρω μετὰ συναθήσεως ἢ ἄλλης τινὸς παρακολουθήσεως γινόμενα πάθη περιέχον, ὅπερ καὶ ἀντιτίθεσθαί φησιν τῷ πρώτῳ γένει τοῦ ποιεῖν. ὡς γὰρ ἐκεῖνο ἐν τῷ θεωρεῖν προετάττετο, οὕτως τοῦτο ἐν τῷ πάσχειν μετὰ τῆς ὠκείας γνώσεως ὑποτίθεται, ὑποτίθεται, ἣν καλεῖ συναίσθησιν. δὲ τοῦτο κατ' εἴδη τῆς συναισθήσεως πολυειδῶς. καὶ γὰρ ταῖς δυνάμεσι τῆς ἐν τῇ ψυχῇ ξωῇς παρακολουθήσεις ἀποδιδόναι χρὴ καὶ ταῖς τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ξᾠων αἰσθήσεσιν τὴν ἐπιβάλλουσαν ἀποδιδόναι χρὴ καὶ ἐπὶ τῶν ἀμυδρὰν ἐχόντων φυσικὴν ἀντίληψιν τοῦ παάσχειν ἐσχάτην τινὰ τίθεσθαι δεῖ συναίσθησιν. καὶ οὕτως, φησίν, ὄλον ἡμῖν τοῦτο τὸ γένος τοῦ πάσχειν παρ' ἐκεῖνο τὸ πρῶτοντοο͂ ποιεῖν γἐνος εἴληφε τὴν ἀντίθεσιν. τὸ δὲ πεπνθός ξησιν εἶναι ὅπερ ἐν μὲν τῷ γίνεσθαι οὑ συνεμφαίνει τὸ πάθος, μετὰ δὲ τὸ γεγονέναι ἔνδηλος αὐτοῦ γίνεται ἡ τροπή, ὥσπερ τὸ τετηκέναι τὸν κηρὸν ἢ τὸν πηλὸν ἐξηράνθαι. διόπερ καίτοι διὰ πάθους ὁδεῦσαν καὶ τοῦτο ὅμως κατὰ τὸ πεπονθέναι αὐτὸ χαρακτηρίξει. ἔστιν δὲ τοῦτο ἄνευ αἰσθήσεως, πάντα περιέχον οἶά τε ἔστιν ἐν τῇ φύσει παθήματα καὶ ὅσα * ἐν τοῖς φυσικοῖς στοιχείοις ἔν τε τοῖς συνθέτοις καὶ τοῖς ἁπλοῖς σώμασιν αἱ ἁπαρακολούθητοι γίνονται ἀλλοιώσεις, πᾶσαι σὖται κατὰ τὸ πεπονθέναι χαρακτηρίξονται. γένοιντο δὲ ὰν καὶ τούτων πολυειδεῖς διαιρέσεις, εἴγε τὰ τεμνόμενα καὶ αὐξόμενα καὶ ἀλλοιούμενα καὶ ἄλλως πολλαχῶς ἐν τῷ πεπονθέναι θεωρούμενα, καθ' ὅσον ἐστὶν σώματα, ἐννοεῖν ἐθέλοιμεν. ἀντιτίθεται δὲ τοῦτο τὸ γἐνος πρὸς τὰς τῶν ἀψύχων ποιήσεις. τὸ δὲ ποίημαξ τοῦ πάθους διαφέρειν φησὶν οὐχ ᾖ τινες οἴονται, τῷ τὸ μὲν ἀπ' ἄλλου ἐνεργήσαντος γίνεσθαι, τὸ δὲ οὐδαμῶς ( οὐ γὰρ ἔστιν τι ὅλως πάθος ἐαυτοῦ), α'λλ' τὰ ποιήματα εἰς οὐσίνα συντελεῖ, τὰ τούτοις ἀντιδιαστελλόμενα παθήματα εἰς οὐδὲν ἀποτέλεσμα ἀποτελευτῶντα ἐξίστησιν ἀπὸ τοῦ εἶναι. διττῆς δὲ οὔσης οὐσίας, τῆς μὲν κατὰ τὸ εἶδος, τῆς δὲ κατὰ τὸ ὑλικὸν καὶ ὑποκείμενον, διτταὶ καὶ αἰ φθοραὶ ’-covTaf ἡ μὲν κατὰ στέρησιν ἀπουσίαν οὖσαν τοῦ εἴδους καὶ ἔκστασιν τοῦ κατὰ ταῦτα εἶναι παρεχομένην, ἡ δὲ κατ’ ἔνδειαν τῆς ἐπιρρεούσης τοῖς ὑλικοῖς ἀποπληρώσεως καὶ κατ' ἀνάλωσιν τῆς ἐν αὐτοῖς ὕλης. ἀλλ' εἰ ἡ στέ|ρησις πάθος, πῶς ἐν τοῖς Φυσικοῖς ποιητικὴ λέγεται αἰτία; “ἀλλὰ καὶ ἡ στέρησις, Ἱάμβλιχος, αἰτία γίνεται ποιητιδή, ὥσπερ καὶ ἡ ἡ τοῦ εἴδους καὶ γίνεται ἄλλο μὲν ἡ στέρησις, ἄλλο δὲ τὸ ἐστερημένον, ὥστε καὶ ἐπὶ ταύτης ὑπ' ἄλλου γίνεται καὶ ἐν τῷ ἐστρημένῳ πεῖσις, τοῦ προηγησαμένου ποιητικοῦ τῆς στερήσεως αἰτίου. καὶ ἐπὶ τῆς ἐνδείας δὲ καὶ ἀποπληρώσεως ὁ αὐτός ἐστιν λόγος. λόγος. ἐν ἄλλῳ μὲν γάρ ἐστιν τὸ ἀποπληροῦν, ἐν ἄλλῳ δὲ τὸ ἀποπληροῦσθαι, καὶ ἐν ἄλλῳ μὲν τὸ ἐνδεῶς ἔχειν, ἐν ἄλλῳ δὲ τὸ τὴν αἰτίαν τῆς ἐνδείας ἐναπεργάξεσθαι”. πρὸς δὲ ταῦτα οἶμαι ξητεῖν ἄξιον, τίς ἂν εἲη ποιητικὴ στερήσεως αἰτία ἄλλη παρὰ τὴν ἐν τῷ ἐστερημένῳ. ἆρα τὸ ἐναντίον ἐστὶν αἴτιον τὸ φθεῖρον τὸ ἑαυτῷ ἐναντίον; ἢ τοῦτο μὲν κατὰ συμβεβηκός, ἡ δὲ τῆς γενέσεως καὶ φθορᾶς ἐν τῷ ὑπὸ σελήνην ἀνάγκη ὥσπερ τῆς παρουσίας τῶν εἰδῶν αἴτια ἄπαιτεῖ προηγούμενα, οὕτως καὶ τῆς ἀπουσίας, ἅπερ οἱ μυθοπλάσται τοῖς δημιουργικοῖς αἰτίοις εἰς πόλεμον ἀντιτάττουσιν. τὸ δὲ ποίημα τοῦτο ἀνετιαχθείη ἂν τῷ † πρώτῳ τοῦ ποιεῖν εἴδει τῷ κατὰ τὸ ποιητικὸν θεωρουμένῳ. καὶ τοῦτο γὰρ κατὰ τὸ εἱς οὑσίαν ἄγεσθαι ἀφυρίξεται. ὡς γὰρ τὸ οἱκοδομεῖν ἱδίως καλεῖται ποιητικόν, οὕτως καὶ τὸ οἱκοδομεῖσθαι ποίημα λέγεται. ὅσα τε καὶ οἶα ἀποδεδώκαμεν εἴδη ταῖς ποιητικαῖς ἐνεργείαις, εἴτε θεῖα εἴτε ἀνθρώπινα, εἴτε τεχνητὰ εἴτε ἐπιστητά, εἴτε ἄλλως ὁπωσοῦν διαιρούμενα, τοιαὺτα καὶ τοσαῦτα ἀπονέμειν χρὴ τοῖς ποιήμασιν τοῖς ἀπὸ τῶν ποιήσεων ἀποτελεσθεῖσιν. δῆλον γὰρ ὅτι μετὰ πάθους ποιεῖται τὰ ποιούμενα. τοιαύτη μὲν οὖν τις καὶ τοῦ πάσχειν ὥσπερ τοῦ ποιεῖν διαίρεσις ὑπὸ τοῦ Ἁρχύτου παραδέδοται. Ἀριστοτέλης δὲ ἐν τῇ Μετὰ τὰ φυσικὰ τὰ πάθη ὦδέ πως διαιρεῖ. “πάθος λέγεται ἔνα τρόπον ποιότης, καθ' ἥν ἀλλοιοῦσθαι ἐνδέχεται, οἶον τὸ λευκὸν καὶ τὸ μέλαν καὶ γλυκὺ καὶ πικρὸν καὶ βαρύτης καὶ κουμότης καὶ ὅσα ἄλλα τοιαῦτα. ἕνα δὲ αἱ τούτων ἐνέργειαι καὶ ἀλλοιώσεις, ’Jo καὶ μάλιστα ὅσαι βλαβεραί. ἔτι τὰ μεγέθη τῶν συμφορῶν καὶ λυπηρῶν πάθη λέγεται”. τούτων δὴ τὸ μὲν πρῶτον αὐτὸ οἶμαι τὸ παθητικὸν ἀποτελεσμα καλεῖ πάθος, τὸ δὲ δεύτερον τὴν κίνησιν τὴν παθητικήν, τὸ δέ γε τρίτον καὶ τέταρτον τῇ κατὰ τὴν συνήθειαν ὁνομασίᾳ προσκέχρηται. ἀλλὰ μέχρι μὲν τούτων τὰ δύο γένη ὅλα καὶ τὰ ἐν αὐτοῖς εἴδη πόσα τε καὶ τίνα ἐστίν, ικανῶς τεθεωρήκαμεν, ὥς γε αὐτὰ καθ' ἑαυτὰ ἐκάτερα συλλαβεῖν. Δεῖ δὲ καὶ τὴν πρὸς ἄλληλα αὐτῶν σύμμιξιν ἰδεῖν. καὶ γὰρ καὶ ταύτην σὺν τοῖς ἁπλοῖς Ἀρχύτας παραδέδωκεν λέγων. “τὸ μέν ἐντι ποιέον, τὸ πάσχον, τὸ δὲ καὶ ποιέον καὶ πάσχον, οἶον ἐν τοῖς φυσικοῖς ποιέον μὲν ὁ θεός, πάσχον δὲ ἀ ὕλα, καὶ ποιέον δὲ καὶ πάσχον τὰ στοιχεῖα”. σαφοῦς δὲ ὄντος τοῦ λεγομένου παραδείγματα ἀρχηγικώτατα παρέθετο, ποιεῖν μὲν τὸν θεὸν εἰπών, ῷ καὶ τὰ ἄλλα τὰ ποιητικὰ αἴτια συνέπεται, πάσχειν δὲ τὴν ὕλην, δι' ἣν καὶ τὰ ἄλλα τοῦ πάσχειν, καὶ ποιεῖν καὶ δὲ καὶ πάσχειν τὰ στοιχεῖα, ὡς ἂν δὴ μετέχοντα καὶ ὕλης καὶ εἴδους. περὶ δὲ τῆς πρὸς ἄλληλα αὐτῶν σχέσεως ξητοῦντες λέγουσιν ὅτι ἀντιθέτως μὲν λέγεται, ἐναντία δὲ οὐκ ἔστιν, ὥσπερ Ἀνδρόντκος ᾠήθη. πῶς γὰρ οἶόν τε τὸ ἐναντίον ἀποτέλεσμα τοῦ ἐναντίου γίνεσθαι; Δοιπὸν δὲ ἄξιον, κἂν εἴρηται πρότερον, ἀλλὰ καὶ ἐνταῦθα ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων γενῶν, οὕτως καὶ ἐπὶ τούτων μετὰ τὴν ἄλλην τεχνολογίαν τὰ παρακολουθοῦντα θεωρῆσαι. ἔστι τοίνυν ἐναντίωσις ἐν τῷ ποιεῖν καὶ ἐν τῷ πάσχειν, καὶ τῶν ἐν αὐτοῖς ἐναντίων τὰ μὲν ἔχει μεταξύ, τὰ δὲ οὐκ ἔχει. τὰ μὲν οὖν κατὰ ἐναντίας ποιότητας ἐναντία, ὡς τὸ θερμαίνειν τῷ ψύχειν καὶ τὸ θερμαίνεσθαι τῷ ψύχεσθαι, καὶ ὦν αἱ ποιότητες ἔχουσί τι μεταξύ, τούτων καὶ τὰ ἐν τῷ ποιεῖν καὶ τῷ πάσχειν ἔχει τι μεταξύ, ὡς τὸ χλιαίνειν καὶ ἐρυθαίνειν. ὦν δὲ οὐκ ἔχουσιν, οὐδὲ ταῦτα, ὡς τὸ ὑγιάξειν καὶ νοσάξειν. καίτοι γε οἱ ἰατροὶ καὶ ὑγιείας καὶ νόσου μέσην τίθενται τὴν οὐδετέραν κατάστασιν. ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἦττον τὸ ποιεῖν καὶ τὸ πάσχειν, οὐκ ἐπὶ πάντων δὲ ἔστιν ταῦτα. “ἐπὶ γὰρ τοῦ φρονεῖν, Ἰάμβλιχος, τοῦ ἐπὶ τῆς τελείας φρονήσεως οὐκ ἄν εἴη ταῦτα. τὸ γὰρ ἐπὶ τῆς ἀτελοῦς ἔπιδέχεται”. μήποτε δὲ καὶ ἐπὶ πάντων τῶν τὸ μᾶλλον καὶ ἦττον ἐπιδεχομένων τὰ μὲν μάλιστα οὐκ ἐπιδέχεται, τὰ δὲ ἀτελῆ, ταὺτά ἐστι τὰ δεχόμενα. ἀλλ' ἴσως ὦδε διαιρετέον. τὰ μὲν ἐν τοῖς γένεσιν ἐκείνοις ἔχοντα τὸ ποιεῖν καὶ πάσχειν, ἐν οἶς ἐστι τὸ μᾶλλον καὶ τὸ ἦττον, ἐπιδέχεται, ὥσπερ ἐν ποιότητι τὸ λευκαίνειν λευκαίνεσθαι. ὅσα δὲ ἐν γένεσίν ἐστιν τοῖς μὴ ἐπιδεχομένοις τὸ μᾶλλον καὶ τὸ ἦττον, οἶον ἐπὶ ποσῷ τὸ ἀριθμεῖν καὶ μετρεῖν, ταῦτα οὑκ ἐπιδέχεται, ἀλλ' οὐδὲ τὸ γεννᾶν καὶ τὸ γεννᾶσθαι ἤ τι ὅλως τῶν ἐν οὐσίᾳ λεγομένων. καὶ τοῦτο εἰκότως. τὸ γὰρ ποιεῖν ἐνεργεῖν ἐστιν, ἡ δὲ ἐνέργεια ὁμοειδής ἐστιν τῇ ὑπάρξει, ἦν ἐστιν ἐνέργει. Καὶ καθ' ἑκάστην δὲ τῶν κατηγοριῶν θεωρεῖται τὸ ποιεῖν καὶ πάσχειν. καὶ γὰρ ἑκάστη ὥσπερ οὐσία τις οὖσα καὶ ὕπαρξις ἔχει τινὰ οἰκείαν τῆς ἑαυτῆς ὑπάρξεως ἐνέργειαν. καὶ τὸ μὲν κατ' οὐσίαν ποιεῖν ὡς τὸ ἀνθρωποποιεῖν οἰκοδομεῖν, ναυπηγεῖν, τὸ δὲ κατ' οὐσίαν πάσχειν ἀνθρωποποιεῖσθαι, οἰκοδομεῖσθαι. ἐνταῦθα δὲ ἐφιστάνει ὁ Ἱάμβλιχος, μήποτε ταῦτα εἰς οὐσίαν ἄγεσθαι ῥητέον, ἁλλ' οὑ πάσχειν κατ' οὐσίαν, διότι, ὡς ἔλεγον πρότερον, εἶναι δεῖ πρότερον καὶ οὕτως πάσχειν. κατὰ ποσὸν δὲ ποιεῖν ἐστι καὶ πάσχειν οἶον μεγεθύνειν μεγεθύνεσθαι, πλατύνειν πλατύνεσθαι, βα|θύνειν βαθύνεσθαι, αὶ ἁριθμεῖν καὶ χρονίξειν καὶ κινεῖν καὶ λέγειν καὶ τὰ τούτοις παθητικῶς ἀντικίμενα. κατα δὲ ποιότητα λευκαίνειν λευκαίνεσθαι, ὑγάξειν ὑγιάξεσθαι. Κατὰ δὲ τὸ πρός τι διπλασιάξειν διπλασιάξεσθαι. κατὰ δὲ τὸ κεὶσθαιξ ἀνακλίνειν ἀνακλίνεσθαι. κατὰ δὲ τὸ ἔχειν θωρακίξειν θωρακίξεσθαι. Πέρας δὲ τοῦ μὲν ποιεῖν ἔργον ἢ εἶδος. ἔργον μὲν τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, ὡς ἡ ὄρχησις τοῦ ὁρχουμένου εἶδος δὲ τὸ ἐπιδιαμένον ἀποτέλεσμα, ὡς τοῦ ξωγραφοῦντος ἡ μορφή. τοῦ δὲ πάσχειν πέρας, ὅπερ καὶ τοῦ ποιεῖν. ξητεῖται δὲ πότε περιγράφεται τὸ ποιεῖν καὶ μεταβάλλει εἰς τὸ πεποιηκέναι, καὶ οἱ μὲν ἐν τῷ ἐσχάτῳ χρόνῳ ἔθεσαν τὸ πέας> τοῦ ποιεῖν, οἱ δὲ ἐν τῷ μετὰ τὸν ἔσχατον πρῶτῳ. τὸν γὰρ ἔσχατον ἔτι ἐν τῷ ποιεῖν εἶναι. κοινὴ δὲ ξήτησις περὶ τοῦ ἐσταδιευκότος καὶ ἱατρευκότος καὶ τεθνηκότος. μήποτε δὲ τὸ πέρας τοῦ ποιεῖν ἐστι τὸ πρώτως πεποιηκέναι οὐκ ἐν χρόνῳ, ὥσπερ οὑδὲ τὸ τῆς κινήσεως πέρας, ὃ κίνημα καλοῦμεν. παράκειται δὲ παρὰ μὲν τὸ ποιεῖν ποίησις, ποιοῦν, παρὰ δὲ τὸ πασχειν πεῖσις, πάσχον. καὶ ὲπὶ μὲν τῶν πάντων ἡ ποίησις καὶ ἡ πεῖσις ἤδη τῷ πρός τι κατηρίθμηται, ὡς καὶ ἐπὶ τοῦ κεῖσθαι ἡ θέσις. παρατηρεῖν δὲ δεῖ πότε ὁρθόν ἐστιν καὶ πότε ὕπτιον τὸ ἐνέργημα ἢ πάθος. αὐτίκα τὸ μὲν λυπεῖν ὁρθὸν τοῖς πολλοῖς δοκεῖ, τὸ δὲ λυπεῖσθαι ὐπτιον, οὐ μὴν ἀεὶ τοῦτο συμβαίνει, ὤσπερ ἐπὶ τοῦ τύπτοντος καὶ τυπτομένου. ἐνδέχεται γὰρ μὴ ὰεὶ συνεῖναι τον λυποῦντα, οἶον τὸν ἀποθανόντα υἰόν, εἰ ἐπ' αὐτῷ τις λυποῖτο, ἐνδέχεται δὲ καὶ μὴ λυπεῖσθαι, εἰ μὴ ἄρα ἡ φαντασία ποιητικὸν οὖσα καὶ αὐτὴ αἴτιον ἐπιμένει. ἔστιν δὲ ὄταν καὶ παυσαμένου τοῦ ποιοῦντος πάσχει τὸ πάσχον ἐπιμενούσης τῆς διαθέσεως, ὡς ἐπὶ τοῦ ὑπὸ πυρὸς θερμαινομένου καὶ μετὰ τὴν αναχώρησιν τοῦ πυρὸς ἔτι πάσψοντος τὸ θερμαίνεσθαι. διττὸν γὰρ τὸ πάσχειν, τὸ μὲν τῷ ποιεῖν συνηρτημένον, τὸ δὲ κατὰ τὴν διάθεσιν θεωρούμενον. ὄσως δε καὶ ἐνταῦθα ἔνδον συνέξευκται τὸ ποιοῦν. ἤτοι ἡ φαντασία ἢ τὸ ἔξωθεν ἐγγενόμενον πῦρ. τοῖς οὖν πράγμασιν ἀλλ' οὐ ταῖς λέξεσιν ἐν τῇ τούτων ἐπικρίσει ἀκολουθεῖν καλόν. πολλὴ δὲ ἡ τῶν τοιούτων ἐξεργασία παρὰ τοῖς Στωικοῖς, ὧν ἐφ᾿ ἡμῶν καὶ ἡ διδασκαλία καὶ τὰ πλεῖστα τῶν συγγραμμάτων ἐπιλέλοιπεν. ἀλλ᾿ ἐπείπερ περὶ τοῦ ποιεῖν καὶ πάσχειν αὐτάρκως εἴρηται, καιρὸς ἂν εἴη μεταβαίνειν ἤδη καὶ ἐπὶ τὰ λειπόμενα τῶν γενῶν. Περὶ τοῦ κεῖσθαι. Μετὰ δὴ τὸ ποιεῖν καὶ πάσχειν μὲν Ἀριστοτέλης τὸ κεῖσθαι τέθεικεν, ὁ δὲ Αρχύτας τὸ ἔχειν. ὁ μὲν γὰρ ἀπεῖδεν εἰς τὸ τέλος εἶναι τοῦ ποιεῖν ἢ τοῦ πάσχειν τὸ κεῖσθαι· ἢ γὰρ τίθησίν τι ἢ τίθεται, ἵνα οὕτως τὸ κεῖσθαι γένηται· ἔστιν δὲ τὸ μὲν τιθέναι ποιεῖν, τὸ δὲ τίθεσθαι πάσχειν. ἢ ἐπειδὴ κατὰ φύσιν ἕκαστα ἐν τοῖς οἰκείοις ἢ ἀλλοτρίοις τόποις κείμενα ποιεῖ καὶ πάσχει, διὰ τοῦτο ποιεῖν καὶ πάσχειν συνῆψε τὸ κεῖσθαι, κστά γε τοῦτο καὶ προηγεῖσθαι ὀφεῖλον αὐτῶν, καὶ διότι πρώτη σχέσις ἐστὶν παντὸς σώματος ἡ πρὸς τὸ δεχόμενον αὐτοῦ τὴν θέσιν, ἔπειτα οὕτως δέχεται τὴν τῶν ἐπικτήτων ἕξιν. Ἀρχύτας δὲ ἀπιδὼν εἰς τὰς σχέσεις, τήν τε ἀφ᾿ ἑαυτοῦ πρὸς ἕτερον καὶ τὴν ἀφ᾿ ἑτέρων πρὸς αὐτό, καὶ ὅτι κατὰ ταύτην μὲν τὸ ἔχειν, κατ᾿ ἐκείνην δὲ τὸ κεῖσθαι γίνεται, προετίμησε τὸ ἔχειν τοῦ κεῖσθαι, διότι ἀσχετωτέρα πώς ἐστιν ἡ ἀφ᾿ ἑτέρων πρὸς ἑαυτὰ σχέσις τῆς ἀφ᾿ ἑαυτῶν πρὸς ἕτερα, καὶ διότι ἐνέργειαν μᾶλλον ἐμφαίνει τὸ ἔχειν ἤπερ τὸ κεῖσθαι, καὶ διότι κοινότερόν ἐστι τὸ ἔχειν τοῦ κεῖσθαι. οἰκείως δὲ ἑκάτερος ταῖς ἑαυτοῦ περὶ τῶν γενῶν τούτων ὐποθέσεσιν καὶ τὴν τάξιν αὐτοῖς ἐπιτέθεικεν. ὁ μὲν γὰρ Ἀρχύτας τὰ καθαρὰ γένη τοῦ ποιεῖν καὶ πάσχειν ἐν τοῖς ἀρχηγικωτάτοις θέμενος, τοῦ μὲν ποιεῖν ἐν τῷ θεῷ, τοῦ δὲ πάσχειν ἐν τῇ | ὕλῃ, εὐλόγως συνέταξεν τὸ ἔχειν, ὕπερ ἐγγίνεται τῇ ὕλῃ ἀπὸ τοῦ θεοῦ· ἐγγινομένου δὲ τοῦ ἔχειν τῇ ὕλῃ ἀπὸ τοῦ θεοῦ, τὸ εἶδος τότε γίνεται τὸ σύνθετον, σῶμα ἤδη ὂν καὶ τοῦ κεῖσθαι δεόμενον· ἔστιν οὖν ἀρχηγικὸν καὶ τὸ ἔχειν. ἔστιν δὲ καὶ κοινότερον τοῦ κεῖσθαι· τὸ μὲν γὰρ ἔχειν καὶ ἀσωμάτοις ὑπάρχει, ὡς τῇ ψυχῇ τὸ μὴ ποιωτικὸν αὐτῆς ἄκουσμα, τὸ δὲ κεῖσθαι σώμασιν μόνοις καὶ τοῖς τῶν μεγεθῶν πέρασιν, ὡς ἐπιφανείᾳ καὶ γραμμῇ καὶ σημείῳ. ὁ δὲ Ἀριστοτέλης φυσικὰς τὰς ποιήσεις παραδοὺς τὰς κατὰ τὸ θερμαίνειν καὶ ψύχειν, αἵτινες περὶ τὰ σώματα καὶ ἐν σώμασιν ὑπάρχουσιν, συμφώνως ἑαυτῷ τὸ κεῖσθαι τῷ ποιεῖν καὶ πάσχειν συνέταξεν, τὸ δὲ ἔχειν ἐν μόνοις τοῖς μεριστοῖς κτήμασιν οἷον ὑποδήμασιν καὶ ὅπλοις ἀφοριζόμενος εἰκότως ὕστερον τέθεικεν, τὸ ὅλον αὐτοῦ καὶ ἀρχηγικὸν γένος μηδέπω παραδοὺς ἐν ταῖς Κατηγορίαις. ὅτι δὲ ἀντιπλεονεκτεῖ ἄλληλα τό τε κεῖσθαι καὶ τὸ ἔχειν, καὶ αὐτὸς Ἀρχύτας ἐδήλωσεν πρὸς τοῖς τέλεσι προτάττων τὸ κεῖσθαι τοῦ ἔχειν, ἐν οἶς φησιν ἔτι δὲ ποιὲν πάσχεν καὶ κεῖσθαι καὶ ἔχεν” ἔχεν” καὶ πάλιν “οὐδὲ μὰν ποιέων τι ἢ πάσχων, οὐδὲ κείμενος οὐδὲ ἔχων τι”. πολλαχοῦ δὲ καὶ παραλιμπάνει λιμπάνει τὸ κεῖσθαι ὁ Ἀρχύτας. περὶ μὲν τῆς τάξεως τοῦ κεῖσθαι τοσαῦτα εἰρήσθω. Περὶ δὲ τῆς ἐννοίας αὐτοῦ τὸ μὲν διὰ παραδειγμάτων ὑπογράφειν, οἷον κάθηται, ἀνάκειται ἢ τὰ ἀπαρέμφατα λέγοντα οἷον τὸ καθῆσαι, ἑστάναι, ἔχει μὲν τὴν ὑπόμνησιν, οὐ μὴν αὔταρκες εἰς ἀκριβῆ γνῶσιν, ἀλλὰ διαρίθμησιν μᾶλλον ποιεῖται τῶν ἐν τῷ κεῖσθαι περιεχομένων. βέλτιον οὖν διακαθαίρειν τὴν περὶ αὐτοῦ ἔννοιαν ἀφαιροῦντα τὴν ἐπεισιοῦσαν τοῦ πρός τι σχέσιν, ἀφαιροῦντα δὲ καὶ κίνησιν καὶ στάσιν, ἔτι δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ μόνην ἁπλῆν θεωροῦντα τὴν τῆς θέσεως σχέσιν. ὡς γὰρ ἡ πρὸς τὸν τόπον σχέσις ποιεῖ τὸ ποῦ καὶ ἡ πρὸς τὸν χρόνον τὸ οὕτως ἡ πρὸς τὴν θέσιν ποιεῖ κεῖσθαι. οὔτε οὖν τὸ κείμενον σῶμα σῶμα οὔτε τὸν τόπον ἐν ᾦ κεῖται τῇ διανοίᾳ περιλαμβάνοντα δεῖ νοεῖν τὸ κεῖσθαι, μόνην δὲ τὴν ἔχουσάν πως θέσιν ἐν τῷ γένει τοῦ κεῖσθαι λογιζόμενον κατὰ πάντα τὰ ὄντα, ὅσα πέφυκεν ἕτερα ὑφ᾿ ἑτέρων ἀνέχεσθαι ἢ ἐνιδρύεσθαι B τὰ ἕτερα ἐν τοῖς ἑτέροις· ἡ γὰρ τοιάδε συμπλοκὴ τῶν ἐνιδρυμένων καὶ τῶν τὴν ἔδραν πανρεχόντων κυριωτάτη καὶ πρωτίστη ἐστὶν τοῦ κεῖσθαι ὑπογραφή. ἐὰν μέντοι σχέσιν τις προσάψῃ ἢ τὸ ποιεῖν ἦ τὸ πάσχειν ἦ ποιότητα ἤ τι ἄλλο τῶν τοιούτων, ἐὰν μὲν ἐπικρατῇ καὶ ἐν τοῖς συμμίκτοις τὸ τοῦ κεῖσθαι γένος, ὥστε οὕτως ἐπινοεῖσθαι κατὰ τὴν πρώτην προσβολήν, οὐδὲν ἧττον ἔσται ἐν τῷ κεῖσθαι· ἐὰν δὲ ἄλλο τι τῶν γενῶν προχειροτέραν ποιῆται τὴν φαινομένην εἰδοποιίαν, κατὰ τὰ νικῶντα γένη ἔσται ἡ ἐπικράτεια τοῦ εἴδους ἀφωρισμένη. Ἀλλὰ δεῖ λοιπὸν καὶ ἐπὶ τοῦ κεῖσθαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων γενῶν, τὰ παρακολουθοῦντα αὐτῷ διελθεῖν. δοκεῖ δὴ ἐναντίωσις εἶναι τῶν ἐν τῷ κεῖσθαι· ὁ γὰρ ὕπτιος τῷ πρηνεῖ ἐναντίαν ἔχων θέσιν ἐναντίως κεῖται. ἡ δὲ ἐναντίωσις αὕτη παρά τε τὴν θέσιν συμβαίνει (ἡ γὰρ θέσις τῇ ὑπτίᾳ ἐστὶν ἐναντία) καὶ παρὰ τὸν τόπον (ἔστιν γὰρ καὶ ἐν ἐναντίωσις· διὸ ὁ ἄνω κείμενος τῷ κάτω κειμένῳ ἐναντίως κεῖται, προσειληφὼς τὴν κατὰ τὸν τόπον ἐναντίωσιν). καὶ ταύτην μὲν πάντα δέχεται ὡς οἶμαι τὰ ἐν τῷ κεῖσθαι ὄντα, ἐπειδὴ καὶ πάντα ἔν τινι τόπῳ ἔχοντι πρὸς ἄλλον τόπον ἀντίθεσιν, ἡ δὲ παρὰ τὴν θέσιν ἐναντίωσις οὐκ ἐπὶ πάντων ἐστίν· ὁ γὰρ κύβος καὶ ἡ σφαῖρα καὶ ἄλλα πολλὰ τῶν ἀψύχων, κἆν διαφορὰν ἔχῃ θέσεων, οἷον κατὰ γωνίαν ἢ κατὰ πλευράν, ἀλλ᾿ οὐκ ἤδη καὶ ἐναντίωσιν, ὡς τὰ πρηνῆ καὶ ὕπια ἐπὶ τῶν ξῷων μάλιστα θεωρούμενα τῶν φυσικῶς ἐχόντων τὸ ἔμπροσθεν καὶ ὅπισθεν ἢ τὸ ἄνω καὶ τὸ κάτω καὶ δεξιὸν καὶ ἀριστερόν. τὸ δὲ μᾶλλον καὶ ἦττον ἐπὶ τοῦ κεῖσθαι ποτὲ μὲν λέγεται συνήθως, ὅταν πλάτος ἐπιδέχηται τὰ κείμενα ὡς ἐπὶ τοῦ ἀνακεῖσθαι, ποτὲ δὲ τῷ μὲν σχήματι τῆς λέξεως τὸ μᾶλλον καὶ ἦττον ἐμφαίνει, σημαίνει δὲ ὑπερβολὴν κατὰ τὴν δοκοῦσαν σύγκρισιν, ὡς ὅταν ὑπτιώτερος σκάφης λέγεται. οὐκ ἐπὶ πάντων δὲ τῶν ἐν τῷ κεῖσθαι τὸ μᾶλλον καὶ τὸ ἦττον ἔστιν. ἡ γοῦν ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖον καὶ εἴ τι ἄλλο τῶν ἐν τῷ κεὶσθαι ἀσώματόν ἐστιν οὐκ ἔχει τὸ μᾶλλον καὶ ἦττον. ὥσπερ δὲ ἡ μὲν ποίησις καὶ ἡ πεῖσις ἐν τοῖς πρός τι ἦν, τὸ δὲ ποιεῖν καὶ πάσχειν ἱδίας ἔτυχεν κατηγορίας, οὕτως ἡ μὲν θέσις τῶν πρός τί ἐστιν, τὸ δὲ κεὶσθαι ἴδιόν τι γένος ἑχαρακτήρισεν πολὺ διαφέρον τοῦ πρός Τι. Δεῖ δὲ λοιπὸν καὶ τὴν διαίρεσιν τοῦ κεῖσθαι τήν τε ἰατὰ τὰς εἰδοποιοὺς διαφορὰς ἐπισκέψασθαι καὶ τὴν κατ' ἄλλους τρόπους κἂν μὴ εἰδοποιούς, ἀλλὰ χωρίξοντάς γε τὰ ὑπ' αὐτὸ τεταγμένα. τῶν τοίνυν ἐν τῷ κεῖσθαι θεωρουμένων τὰ μέν ἐστιν φύσει, ὡς τὰ τέσσαρα στοιχεῖα ἐν τοῖς οἱκείοις ἱδρυμένα τόποις καὶ ὁ οὐρανὸς τὴν ἀνωτάτω χώραν ἐπέχων, τὰ δὲ θεσει, ὡς ἀνδριάντες καὶ εἰκόνες καὶ σκεύη καὶ ὅλως τὰ κατὰ τέχνην τινὰ ἢ χρείαν τιθέμενα. ἔτι ἔτι δὲ τὰ μὲν ἐν στάσει ἔχει τὴν θέσιν, ὡς ἡ γῆ καὶ τὰ ἑστῶτα τῶν στοιχείων, τὰ δὲ ἐν κινήσει, ὡς αἵ τε τοῦ οὐρανοῦ περιφοραὶ ἐν ἀλλήλαις ἱδρυμέναι καὶ τῶν στοιχείων τὰ κινούμενα. καὶ τῶν κινουμένων δὲ καὶ ἑστώτων τὰ μὲν ἀίδιον ἔχει τὸ κεῖσθαι, ὡς τὰ ἀίδια τῶν σωμάτων, τὰ δὲ ἔγχρονον, ὡς τὰ ἐν μέρει χρόνου ὑφεστῶτα. “Δοκεῖ δέ, φησὶν Ἰάμβλιχος, πᾶν τὸ ἐν τῷ κεῖσθαι ἐν τόπῳ τινὶ τὴν ἵδρυσιν ἔχειν, οὑ μὴν ἀλλ' ἔχει γε τὴν αὐτὴν τοῦ γένους φύσιν καὶ τὰ ἐν δυνάμεσιν ἱδρυμένα (κεῖται γὰρ ἐν ταῖς δυνάμεσιν καὶ ἐν ξωῇ ἕδραν ἔχοντα. καὶ γὰρ ταῦτα ὑπὸ τῆς ξωῆς ἀνέχεται), ὅσα τε ἑν τοῖς κυριωτάτοις αἰτίοις πανταχόθεν συνέχεται, κεὶσθαι ἐν αὐτοῖς εἰκότως ἂν νομισθείη”. μήποτε δὲ οὑ πὰσαν Ι ἐνίδρυσιν τὸ κεῖσθαι σημαίνει, εἰ μὴ τις κατὰ μεταφορὰν ἐκδέχοιτο, ἀλλὰ τὴν οἶον πτῶσιν τῶν σωμάτων, ἣν ἔσχον ἀποστάντα τῆς αὐτοκρατοῦς τῶν ἀμερίστων εἰδῶν φύσεως καὶ δεηθέντα τῶν τὴν πιωσιν αὐτῶν ὑποδεχομένων καὶ εὐθετιξόντων. καὶ γὰρ τόπος ταύτην παρέχεται τὴν χρείαν, τὸ δποδέχεσθαι, τὸ εὐθετίξειν τὰ μὴ ἀνέχοντα ἑαυτά, ἀλλὰ πεπτωκότα καὶ ἐσκορπισμένα. ἀμφότερα γὰρ ἔσχεν τὰ τῆς ἀμερίστου φύσεως ἀποστάντα, καὶ τὸ ἐν ἄλλῳ εἶναι ἀλλὰ μὴ ἐν ἑαυτῷ καὶ τὸ διεσπάσθαι ἀλλὰ μὴ μένειν ἀμέριστον, διὸ καὶ ἐδεήθη τόπου καὶ ὑποδεχομένου αὐτὰ καὶ τάξιν τοῖς μορίοις καὶ εὐθετισμὸν παρεχομένου. τὰ γὰρ ἄπαξ διασπασθέντα δεῖται τοῦ εὐθετισμοῦ ἵνα ἡ κεφαλὴ τὸν οἰκεῖον ἔχῃ τόπον καὶ ὁ τράχηλος, ἀλλὰ μὴ ‘πολλαὶ κόρσαι ἀναύχενοι βλαστῶσιν’, ὡς Ἐμπεδοκλῆς φησιν. τὸ δὲ κεὶσθαι ὅτι καὶ τὸ πεπεωκέναι σημαίνει, ἐδήλωσεν Ὅμηρος εἰπών· κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται. τὰ οὖν ἐν δυνάμεσι καὶ ἐν ξωῇ καὶ ἐν τοῖς κυριωτάτοις αἰτίοις ἱδρυμένα ἄλλως λέγεται κεὶσθαι καὶ οὑ κυρίως. Ὁμολογεῖται δὲ παρὰ πᾶσιν παντὶ σώματι τὸ κεῖσθαι συμβεβηκέναι, διὶ πᾶν σῶμα ἐν τόπῳ ἐστὶν καὶ θέσιν ἔχει κατὰ τόπον, πλὴν τό Τε τῆς ἀπλανοῦς σὼμα καὶ τὸ τοῦ παντὸς οὐκ ἔστιν ἐν τῷ κεῖσθαι. οὐδὲ γὰρ ἐν τόπῳ ἐστὶν κατὰ τὴν Ἀριστοτέλους περὶ τόπου διάταξιν, διότι οὐκ ἔστιν τὸ περιέχον αὐτὸ σῶμα, ὁ δὲ τόπος τὸ πέρας ἦν τοῦ περιέχοντος, καθ' ὅ περιέχει τὸ περιεχόμενον. καὶ ἀσωμάτοις δὲ τὸ κεῖσθαι ἐφαρμόξει, ὥσπερ τοῖς τῶν σωμάτων πέρασιν. καὶ γὰρ τῷ τόπῳ προσήκει καὶ ἁπλῶς ἐπιφανείᾳ καὶ γραμμῇ καὶ σημείῳ. θέσιν γὰρ ἔχει πάντα ταῦτα. τοῖς δὲ καθ' αὑτὰ ἀσωμάτοις τὸ κεῖσθαί που οὐχ ὑπάρχει, εἰ μή τις κατὰ μεταφορὰν ἐν νῷ καὶ θεῷ λέγοι κεῖσθαι πάντα ὡς ἐν ἀρχῇ καὶ αἰτίᾳ συνεχόμενα. ἐν δὲ κεῖνται πυρσοὺς ἕλκοντες ἀκμαίους, φησὶν τὸ λόγιον. ἐπιστὴσαι δὲ χρή, ὅτι τὸ. μὲv σῶμα ἐν τόπῳ κεὶται, ὁ δὲ τόπος κεῖται μέν (περὶ γὰρ τὰ σώματά ἐστιν καὶ ἔχει αὐτὸς καὶ αὐτὸς τὰς τὰς θέστως διαφοράς, τὸ ἄνω καὶ κάτω καὶ τὰ λοιπά, καὶ τὸ ὡρισμένον καὶ ἀόριστον), οὐ μέντοι ἐν τόπῳ κεῖται ὁ τόπος, ὥσπερ τὰ σώματα. τόπος γὰρ τόπου οὐκ ἔστιν, ἵνα μὴ ἐπ' ἄπειρον ὁ λόγος προέλθῃ τόπον πρὸ τόπου ξητῶν. ἀλλ' ἀπορίας ἄξιον, εἰ κεῖται ὅλως ὁ τόπος, ἐν τίνι κεῖται. τὸ γὰρ κείμενον ἔν τινι κεῖσθαι βούλεται. ἢ ὁ μὲν Ἀριστοτέλης πέρας λέγων εἶναι τοῦ περιέχοντος σὠματος τὸν τόπον ἐν αὐτῷ φαίη ἂν κεῖσθαι, ὥσπερ καὶ αἱ ἄλλαι ἐπιφάνειαι ἐν τοῖς σώμασιν κεῖνται, ὦν εἰσιν πέρατα. εἰ δὲ διάστημά τις λέγοι τὸν τόπον ἢ μέτρον καὶ εὐθετισμὸν τῆς τῶν μεγεθῶν παραθέσεως, ὥσπερ τὸν χρόνον μέτρον τῆς κατὰ τὴν κίνησιν παρατάσεως, οὐ χρή τι ἄλλο ξητεῖν, ἐν ῷ κείσεται ό τόπος. ἔδρα γὰρ ὢν αὐτὸς τῶν ἄλλων οὐκέτι ἕδρας δεήσεται, ὥσπερ καὶ τὰ πέρατα τῶν μεγεθῶν αὐτοπέρατα ὄντα οὐκέτι δεῖται τῶν περατούντων. διὸ καὶ Ἀρχύτας “<ἀνάγκα> τοιγαροῦν, φησί, μὲν ἄλλα ἐν τόπῳ ἦμεν, τὸν δὲ τόπον ἐν μηδενί, ἀλλὰ οὔτως ἔχεν ποτὶ τὰ ἐόντα, ὥσπερ τὰ πέρατα ποτὶ τὰ πεπερασμένα”. Τῶν δὲ κειμένων τὰ μὲν ἁπλοῦν ἔχει τὸ κεῖσθαι, τὰ δὲ διπλοῆν. ὁ μὲν γὰρ κενὸς ἀμφορεὺς κεῖται εἰ τύχοι ἐν τῷ λίθῳ, ό δὲ οἶνος ό ἐν τῷ ἀμφορεῖ καὶ ἐν τῷ ἀμφορεῖ κεῖται καὶ ἐν ῷ κεῖται ὁ ἀμφορεύς. κατ' ἄλλην δὲ ἐπίνοιαν αὐτός τε ὁ ἁμφορεὺς κεῖταί που καὶ τὰ μέρη αὐτοῦ ἐν τῷ ὅλῳ, καὶ ὁ οἶνος δὲ αὐτός τε ἐν τῷ ἀμφορεῖ κεῖται καὶ τὰ μέρη αὐτοῦ ἐν τῷ ὅλῳ, ὥστε ό πλήρης ἀμφορεὺς τετραπλοῦν ἔξει τὸ κεῖσθαι. ἐπιστὴσαι δὲ ἄξιον, εἰ τὰ μέρη ἐν τῷ ὅλῳ κεῖσθαι λέγεται κυρίως. οὐ γὰρ πᾶν τὸ ἔν τινι καὶ κεῖται ἐν ἐκείνῳ ἐν ᾦ ἐστιν, ἀλλὰ τὰ ἐν τόπῳ μόνον ὄντα, ταῦτα κεῖσθαι λέγεται ἐν τῷ τόπῳ. καὶ κατὰ τὰ σχήματα δὲ καὶ κατὰ τàς τοπικὰς διαστάσεις ἔσονται τοῦ κεῖσθαι διαφοραί. ό μέντοι Ἀρχύτας διαφορὰς τοῦ κεῖσθαι λέγων “τὸ μέν τι αὐτῶν ἐν δυνάμει, φησί, τὸ δὲ ἐν στάσει, καὶ τὸ ἐν δυνάμει τὸ μὲν ἐν τῷ ἐνεργεῖν, τὸ δὲ ἐν τῷ περὶ μὲν γὰρ τὴν στάσιν θενρεῖται τὸ κεῖσθαι. μένει γὰρ ἐν ταὐτῷ τοῦτο, ἐάν τε ἀσώματον ᾖ ἐάν τε σῶμα τὸ ἐν τῇ στάσει κείμενον. περὶ δὲ τὴν δύναμιν διχῶς θεωρεῖται κατ' ἀμφότερα τὰ ἐναντία, ἔν τε τῷ ποιεῖν καὶ. πάσχειν καὶ ἐν τῷ καὶ κινεῖσθαι, [καὶ] ἐπειδὴ καὶ ἡ δύναμις πρὸς ἀμφότερα τἀναντία ἄγεσθαι δύναται. εἰ μέντοι τις δύναμιν λαμβάνοι μὴ τὴν ἀτελῆ τὴν τελείαν καὶ τῶν ἐνεργειῶν παρεκτικήν, ἥτις ἀνέχοι τὰ κείμενα ἐν ἑαυτῇ, καὶ οὕτως δεῖ τὰς ἀρχηγικωτέρας αἰτίας περιεκτιχωτέρας τέρας εἶναι τῶν δευτέρων, καὶ κεῖσθαι ἐν τοῖς προτέροις τὰ δεύτερα εὐλόγως ἐροῦμεν. Ἀλλ' ἐπὶ τὰς ἀπορίας λοιπὸν τὰς ὑπὸ Πλωτίνου πρὸς τὸ κεῖσθαι ἰτέον λεγομένας. λέγει τοίνυν ἐν ὀλόγοις εἶναι τὸ κεῖσθαι καὶ διὰ τοῦτο μὴ ἄξιον ἐν οἰκείῳ γένει καταχωρίξεσθαι. ἀλλ' εἰ πᾶσιν ὑπάρχει τοῖς σώμασιν τοῖς τε ἀιδίοις καὶ τοῖς ὑπὸ σελήνην, πῶς οὐκ ἄξιον καὶ τοῦτο γένους οἰκείου τυγχάνειν; καὶ Ἀρχύτας δὲ ἐπὶ πολλὰ διατείνειν αὐτό φησιν. ’ ἀλλὰ τὸ ἀνακεῖσθαι, φησίν, καὶ καθῆσθαι οὐκ ἔστιν ἁπλοῦν, σημαίνει δὲ τὸ ἐν σχήματι τοιῷδε κεῖσθαι, τουτέστιν ἐν τόπῳ εἶναι. ἔστιν τὸ μὲν αχῆμα ἄλλο, ὁ δὲ τόπος ἄλλο, καὶ εἴρηται περὶ ἀμφοῖν, καὶ οὐδὲν ἔδει λοιπὸν εἰς ἓν δύο κατηγορίας συνάπτειν'. πρὸς ἃ ῥητέον ὅτι αἱ τῶν σχημάτων αὖται *, οἶον ἡ τοῦ καθὴσθαι καὶ ἀνακεὶσθαι, οὐχ ἁπλῶς σχημάτων ἀλλὰ τῶν κατὰ τὴν θέσιν σχημάτων σημαίνουσι τὰς διαφοράς. κἂν ποιότητα δὲ δηλῶσιν, ἐπειδὴ τὸ σχῆμα ποιότης, οὑ τὴν ἁπλῶς ποιότητα ἐροὺσιν, ἀλλὰ τὴν τοῦ δεὶσθαι. ἡξίου δὲ καὶ αὐτὸς τὰς συμπληρωτικάς Ι τινος ποιότητας εἰς ἐκεῖνο τὸ γένος ἀνάγειν, ὑφ' ὃ καὶ τὸ συμπληρούμενον ἀνάγεται, οἶον περὶ γραμμήν ἐστιν εὐθύτης, ἡ δὲ γραμμὴ τοῦ ποσοῦ. ἔσται οὖν καὶ ἡ εὐθύτης τοῦ ποσοῦ, καὶ τὸ ὅλον τοῦτο ποσοῦ ποιότης. ὥσπερ οὖν τὸ φέρειν οὐκ ἐξίσταται τῆς οὐκείας κατηγορίας, ὅταν ἀναφέρειν λέγωμεν, οὕτως οὐδὲ τὸ ἀνακεῖσθαι ἢ κατακεῖσθαι. ἔτι δὲ μᾶλλον ἐνιστάμενοι πρὸς τὴν ἀπορίαν οἱ μετ᾿ αὐτὸν ἀντιλέγουσιν ὡς οὔτε σχήματος οὔτε τόπου ἐφάπτεται τὸ κεῖσθαι, ἀλλὰ ταῦτα μὲν ἄλλως παρακολουθεῖ, ὥσπερ καὶ ταῖς ἄλλαις κατηγορίαις πλείονα ὁμοῦ συνθεωρεῖται, ἡ μέντοι ἰδιάζουσα τοῦ κεῖσθαι κατηγορτία κατ᾿ αὐτὴν μόνην τὴν θέσιν ψιλῶς νοεῖται, μηδὲν συνεπινοούντων ἡμῶν ἐν τίνι κεῖται καὶ πῶς ἔχον αὐτὸ κεῖται. “ἀλλ᾿ οὐδὲ πάντως ἐν τόπῳ ἐστίν, φησὶν Ἰάμβλιχος, τὸ κεῖσθαι, ἐπεὶ καὶ ὁ τόπος κεῖταί που, μὴ ὢν ἐν τόπῳ· οὐκ ἄρα ὑγιὲς τὸ περιλαμβάνεσθαι τόπον ἐν τῷ κεῖσθαι. εἰ δὲ οἷόν τε καὶ ἄνευ σχήματος ἐπινοεῖν τινα θέσιν τῶν ἀσχηματίστων εἴτε σωμάτων <εἴτε ἀσωμάτων> ὡς γραμμῆς καὶ σημείου, ἔσται καὶ ἄνευ σχήματος τὸ κεῖσθαι.” ῾ἀλλ᾿ εἰ μὲν τὸ κεῖσθαι, φησίν, ἐνέργειαν σημαίνει, καὶ ἐνταῦτα ῥητέον ὅτι τὸ καθαρῶς νοούμενον κεῖσθαι οὐδ᾿ ὁτιοῦν ποιήσεων ἢ παθῶν ἀναπίμλαται, ἐκτὸς δὲ ὂν ἀμφοτέρων ἰδίαν ἔχει καθ᾿ αὑτὸ κατηγορίαν. εἰ δὲ ἄρα τις καὶ συνεμφαίνεσθαι λέγει τῷ κεῖσθαι τὸ ποιεῖν καὶ πάσχειν, ὡς ἕτερα γένη ἑτέρῳ συνυπάρξει διὰ τὴν σύμμικτον τῶν αἰσθητῶν σύνοδον. βέλτιον δὲ δι᾿ ἀκριβείας ἀφορίζεσθαι τὸ κεῖσθαι, ὡσπερ καὶ Βοήθῳ δοκεῖ· ἐφ᾿ ὧν γὰρ οὔτε τὸ ποιεῖν οὔτε τὸ πάσχειν πρόσεστιν καθ᾿ ἣν κεῖται θέσιν καὶ καθ᾿ ἣν τέτακται τάξιν, ταῦτα μόνον φησὶν εἶναι τῆς κατηγορίας, οἳον τὸ ἑστηκέναι ἢ καθῆσθαι ἐπὶ ἀνδριάντος λεγόμενον ἢ τὸ ἀνακεῖσθαι τὴν εἰκόνα· ἐφ᾿ ἡμῶν μὲν γὰρ ἐνέργειαν τὰ τοιαῦτα συνεμφαίνει, ἐπὶ δὲ τῶν ἀψύχων οὔτε τὸ ποιεῖν οὔτε τὸ πάσχειν ἐνδείκνυται ταῦτα, ἀλλὰ μόνον καθαρῶν τὸ κεῖσθαι. ἐπεὶ δὲ ὁ ἄνω καὶ κάτω τόπος συνεπινοεῖται καὶ σχέσις συνεμφαίνεται πρὸς τινας τόπους ἐν τῷ ἀνακεῖσθαι καὶ κατακεῖσθαι, δεῖ νοεῖν ὡς καθ᾿ αὑτὸ ὄντος τοῦ κεῖσθαι πρότερον ἐπεισῆλθεν ἡ σχέσις πρὸς τὸ ἄνω καὶ κάτω, ὥσπερ καὶ παρὰ τὰς ἄλλας κατηγορίας παρεφύετο ἀεὶ τὸ πρός τι. τὸ μέντοι κεῖσθαι τὴν πρὸ τοῦ πρός τι εἰληφὸς φύσιν καθ᾿ αὑτό ἐστιν, ὥσπερ καὶ τῶν ἄλλων γενῶν ἕκαστον, ὁπόσα προγηγεῖτο τοῦ πρός τι. εἰ δὲ πάντα οἷς ἐπεισέρχεται τὰ πρός τι ἐν τοῖς πρός τι θήσομεν, οὐκ ἂν φθάνοιμεν, καθὰ καὶ αὐτὸς εἶπεν ὁ Πλωτῖνος, πάντα τὰ γένη ἐν τοῖς πρός τι τιθέντες. ταῦτα μὲν οὖν εἴρηται πρὸς τὰς Πλωτίνου ἀπορίας. Φησὶν δὲ Ἰάμβλιχος ἄλλως μὲν ἐπὶ τῶν σωμάτων θεωρεῖσθαι τὸ κεῖσθαι, ὡς ἂν διαστατῶν ὄντων καὶ μεριστῶν καὶ τόπον διαστατὸν ἐχόντων, ἄλλως δὲ ἐπὶ ψυχῆς· “καὶ γὰρ αὕτη τόπος λέγεται τῶν ἐν αὐτῇ λόγων, ὡς χώραν αὐτοῖς παρέχουσα εἰς τὸ ἐνδρύεσθαι καὶ ἐνργεῖν ἐν αὐτῇ· ἄλλως δὲ ὁ νοῦς τόπος λέγεται τῶν εἰδῶν, ὡς τὴν αὐτὴν ἔχων οὐσίαν πρὸς τὰ εἴδη καὶ ὁμοῦ τὰς νοήσεις καὶ τὰ εἴδη συνέχων ἐν ἑαυτῷ. κυριώτατα δὲ ἐν τῷ θεῷ κεῖσθαι λέγεται πάντα, ἐπειδὴ τὰ μετ’ αὐτὸν ὅλα ἐν αὐτῷ συνείληπται. ἀλλ' ἴσως, φησίν, δόξει τισὶν πολλαχῶς λέγεσθαι οὕτως τὸ κεῖσθαι, ἄλλως μὲν ἐπὶ τῶν σωμάτων, ἄλλως δὲ ἐπὶ τῶν ἀσωμάτων. οὑ μὴν ἀλλ' εἴ τις ἀκριβέστερον ἐπισκοποίη, μία καὶ <ἡ> αὐτὴ ἀναλογία κατὰ τὸ περιέχειν καὶ περιέχεσθαι καὶ κατὰ τὸ ἕδραν παρέχειν καὶ ἐνιδρύεσθαι. ὁ γὰρ αὐτὸς λόγος τοῦ κεῖσθαι ἐπὶ πάντων τούτων διήκει τοῦ ἕτερον ἐν ἑτέρῳ ἀποπερατοῦσθαι κατ' αἰτίαν ἢ δύναμιν ἢ ἐνέργειαν ἢ οὐσίαν ἢ διάστασιν, διαφορὰ δὲ γἰνεται παρὰ τὰ πράγματα ἒτερα ὄντα καὶ πρὸς ἔτερα ποιούμενα τὴν θέσιν, ἤτις οὐκ ἐξίοτησιν τὸν ἔνα λόγον τοῦ κεσθαι ἐξ ἐαυτοῦ”. τοσαῦτα καὶ περὶ τοῦ κεῖσθαι εἰρήσθω, ἐννούντων ἡμῶν ὡς ἐπὶ σωμάτων εἴρηται κυρίως τὸ κεὶσθαι. | Περὶ τοῦ ποτὲ κα ὶ ποῦ. Μετὰ δὲ τὸ κεῖσθαι ἀμφίβολος ἡ τάξις ἐστὶν τῶν λοιπῶν κατηγοριῶν. καὶ γὰρ Ἀριστοτέλης ἄλλοτε ἄλλως μνημονεύει τῆς τάξεως, ἐν ἀρχῇ μὲν τὸ ποῦ καὶ ποτὲ προτάξας τοῦ κεῖσθαι καὶ τοῦ ἔχειν, ὕστατα δὲ πάντων θεὶς τὸ ποιεῖν καὶ πάσχειν. προϊὼν δὲ τὸ ποιεῖν μὲν καὶ πάσχειν προτίθησιν, τὸ δὲ κεῖσθαι προτάττει τοῦ ποτὲ καὶ ποῦ, οἶς αὐτὸ πρότερον ὑπέταξεν. καὶ τὰ ἄλλα δὲ ἄλλοτε ἄλλως τίθησιν, ἐνίοτε δὲ καὶ ἐν τῷ αὐτῷ τόπῳ ἐναλλάττων φαίνεται τὴν τάξιν. ἐν μὲν γὰρ τῷ φάναι περὶ μὲν τοῦ ποτὲ καὶ τοῦ ποῦ καὶ τοῦ ἔχειν ἄλλως φαίνεται διορίξων, ἐν δὲ τῷ ἐπεκδιηγεῖσθαι ἑτέρως διορίξει τὴν τάξιν. ἀλλ' οὐδὲ ἐπὶ τῶν προτέρων κατηγοριῶν, ἐφ' ὦν πὸν πολὺν ποιεῖται λόγον, φαίνεται τηρῶν τὴν αὐτὴν τάξιν, ἀλλ' ὅπου μὲν τὸ ποιὸν προτάττει τοῦ πρός τι, ἐν δὲ τῷ διαπραγματεύσθαι περὶ αὐτῶν τὸ πρός τι τοῦ ποιοῦ. καὶ καὶ ὅλως οὐδαμοῦ περὶ τῆς τάξεως τῶν γενῶν οὐδεμίαν αἰτίαν Ἀριστοτέλης ἁπεφήνατο, ό μέντοι Ἀρχύτας μετ’ αἰτίας τὴν τάξιν τῶν κατηγοριῶν ἀποδοὺς φυλάττει τὴν αὐτὴν ἐν τοῖς πλείοσι, πλὴν ὅτι καὶ αὐτὸς ἔστιν ὅπου τὴν τάξιν έναλλάττει. ἐν μὲν γὰρ τῷ περὶ τῆς τάξεως λόγῳ ”ἐπειδὴ πᾶν τὸ κινούμενον, φησίν, ἐν τόπῳ τινὶ κινεῖται, τὸ δέ γε ποιεῖν καὶ τὸ πάσχειν κινάσιές τινες κατ’ ἐνέργειαν, φανερὸν ὅτι τόπον ὑπῆμεν δεῖ πρῶτον, ἐν ᾦπέρ ἐστι τὸ ποιέον ἢ τὸ πάσχον”, τὰς δὲ διαφορὰς αὐτῶν καὶ τὰ ἴδια παραδιδοὺς τὸ ποιεῖν καὶ τὸ πάσχειν προτάττει τοῦ ποῦ ἑκατέρωθι. καὶ ἴσως αἴτιον τῆν τοσαύτης τῶν γενῶν περὶ τὴν τάξιν ἀδιαφοράς γέγονεν ἡ πολλαχοῦ τῶν γενῶν ἀντιπλεονέκτησις. κρατεῖ δὲ ὅμως συνήθεια παρὰ τοῖς τοῦ Ἀριστοτέλους ἐξηγηταῖς, ὥστε προτάττειν τοῦ ποῦ τὸ ποτέ. ἐπειδὴ καὶ αὐτὸς ἐνταῦθα τοῦ κεῖσθαι μνημονεύσας ἐπήγαεν περὶ δὲ τῶν λοιπῶν, τοῦ τε ποτὲ καὶ τοῦ ποῦ, ὡς ταύτην αὐταῖς τὴν τάξιν ἀποδιδούς. Δοκεῖ μέντοι τισὶν καὶ συνηγορεῖν τῇ τάξει ταύτῃ, καὶ λέγουσιν ὅτι πᾶν μὲν τὸ κινούμενον ἐν χρόνῳ καὶ ἐν τόπῳ κινεῖται, πρότερον δέ ἐστιν τὸ ποτὲ τοῦ ποῦ, ὅτι τῶν γενητῶν οὐδὲν ἄνευ χρόνου οὔτε εἶναι οὔτε γεγονέναι οὔτε ἔσεσθαι δύναται, πολλὰ δὲ ἄτερ τόπου, ὥσπερ αὐτὸς ὁ τόπος· καὶ αἱ πράξεις δὲ οὐκ ἐν τόπῳ ἀλλ᾿ ἐν χρόνῳ, κἂν ὁ πράττων ἐν τόπῳ. πρὸς δὴ ταῦτα ὁ Ἰάμβλιχος καίτοι φυλάττων τὴν συνήθειαν καὶ περὶ προτέρου τοῦ ποτὲ διαλεγόμενος ἀντιλέγων “οὐ δεῖ, φησίν, πρὸς κίνησιν ἀναφέρειν τὴν αἰτίαν τῆς τάξεως τῶν γενῶν· ἀλλ᾿ εἴπερ τὰ γένη περὶ τὴν οὐσίαν ὑφίσταται, ὡς ἐκείνης μὲν καθ᾿ ἑαυτὴν ἐχούσης τὸ εἶναι, τούτων δὲ περὶ αὐτὴν ὑφισταμένων καὶ πρὸς αὐτὴν εἰς μίαν σύνταξιν συντελούντων, ἐκ τῆς πρὸς τὴν οὐσίαν τάξεως τὴν τάξιν συλλογισώμεθα τῶν γενῶν. εἰ τοίνυν ὁ μὲν τόπος τῇ οὐσίᾳ τῶν σωμάτων συνυπάρχει, ὁ δὲ χρόνος τῇ κινήσει συνυφίσταται, πρότερον δέ ἐστιν τὸ εἶναι τῶν γινομένων ἢ τὸ κινεῖσθαι, πρότερον ἔσται γένος τὸ τῇ ὑποστάσει τῶν γινομένων συνυφιστάμενον, ὕστερον δὲ τὸ τῇ κινήσει συνακολουθοῦν”. μήποτε δὲ καὶ ὁ χρόνος οὐ τὴν κατ᾿ ἐνέργειαν μόνην κίνησιν τῶν γινομένων μετρεῖ, ἀλλὰ καὶ τὴν οὐσιώδη (κίνησις γὰρ ἡ ὅλη γένεσίς ἐστιν), ὥσπερ καὶ ὁ τόπος οὐ τὴν κατ᾿ οὐσίαν μόνην διάστασιν ἀλλὰ καὶ τὴν κατ᾿ ἐνέργειαν συνέχει. ἔοικεν δὲ ὁ μὲν τόπος κατὰ τὴν στάσιν μᾶλλον θεωρεῖσθαι, ὁ δὲ χρόνος κατὰ τὴν κίνησιν, διότι κἂν ἠρεμίαν ὁ χρόνος μετρῇ, ἀλλὰ κατὰ τὴν παράτασιν καὶ ῥοὴν τοῦ εἶναι καὶ ἡ ἠρεμία μετρεῖται ὑπὸ τοῦ χρόνου. καὶ ἄλλως δὲ τοῦ μὲν τόπου πάντα ἅμα τὰ μόρια ὑπάρχει, τοῦ δὲ χρόνου οὐκέτι, καὶ ὁ μὲν τόπος ἐναργῆ τὴν ὑπόστασιν ἔχει, ὁ δὲ χρόνος ἀμυδράν, ἅτε λόγῳ μόνῳ ληπτὸς ὑπάρχων. ἴσως δὲ ἀληθὲς εἰπεῖν ὅτι ὥσπερ τοῦ χρόνου τὰ μόρια οὐκ ἔστιν ἐν τῷ αὐτῷ χρόνῳ, οὕτως καὶ τοῦ τόπου οὐκ ἔστιν ἐν τῷ αὐτῷ τόπῳ διὰ τὴν διάστασιν, κἂν ἐν χρόνῳ τῶ αὐτῷ ᾖ. ἐι δὲ λέγοι τις, ὅτι πλείοσιν ὁ χρόνος ἤπερ ὁ τόπος ὑπάρχει, εἴπερ πάντα μὲν ἐν χρόνῳ τὰ γενητά, οὐ πάντα δὲ ἐν τόπῳ (οὔτε γὰρ ὁ τόπος ἐν τόπῳ ἐστὶν οὔτε αἱ πράξεις πολλαὶ οὖσαι καὶ ποικίλαι), πρῶτον μὲν ἐννοείτω ὅτι κἂν πλείοσιν ὁ χρόνος ὑπάρχῃ, οὐκ ἀρκεῖ τοῦτο πρὸς τὴν τῆς τάξεως ὑπεροχήν. “τὰ γοῦν πρός τι, φησὶν Ἰάμβλιχος, διὰ πάντων διατείνοντα οὐκ ἄν τις εὐλόγως προθείη τῆς οὐσίας ἢ τῆς ποιότητος, ἐπειδὴ αὗται οὐ δι᾿ ὅλων διήκουσιν”. μήποτε δὲ οὐκ ἀληθές ἐστιν ὅτι διὰ πλειόνων διήκει τὰ πρὸς τι ἤπερ ἡ οὐσία καὶ τὸο ποιόν· καὶ γὰρ αὐτὸς ὁ τοῦ πρός τι χαρακὴρ κατὰ ποιότητα ἀφορίζεται, καὶ ἄνευ οὐσίας οὔτε τὸ πρός τι οὔτε ἄλλο τι τῶν γενῶν ὑποσῆναι δύνανται. καὶ αὐτὸ δὲ τοῦτο καθ᾿ αὑτὸ δεικνύναι δυνατόν, ὡς οὐκ | ἐπ᾿ ἔλαττον τοῦ χρόνου καὶ ὁ τόπος διὰ πάντων διήκει· καὶ γὰρ πᾶν τὸ γινόμενον ἐν τόπῳ· εἰ δὲ ὁ τόπος μὴ ἔστιν ἐν τόπῳ, οὐδὲ χρόνος ἐν ἑτέρῳ χρόνῳ ἐστίν· οὐδὲ γὰρ ἄλλο τούτων δεῖται τῆς συνοχῆς, ἣν αὐτὸ τοῖς ἄλλοις παρέχεται· οὐδὲ γὰρ ἄλλο τι τῶν ἀρχηγικῶν αἰτίων ἐπιδεές ἐστιν αὐτὸ τῆς εἰς τὰ ἄλλα ἀφ᾿ ἑαυτοῦ μεταδόσεως. καὶ αἱ πράξεις δὲ οὐκ ἄνευ τόπου γίνονται. οὕτως μὲν οὖν ἡ κατὰ Ἀρχύταν τάξις τούτων τῶν κατηγοριῶν πολὺν ἔχει λόγον. κατὰ συζυγίαν δὲ ἔνιαι κατηγορίαι συντάττονται διὰ τὴν πρὸς ἀλλήλας ἀπόνευσιν, ὥσπερ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν· τῇ γὰρ ἐνεργείᾳ τοῦ κινοῦντος ἡ τοῦ πάσχοντος κίνησις συνέζευκται. οὕτως δὲ καὶ τὸ ποῦ καὶ ποτὲ ἀδελφά πώς ἐστι πρὸς ἄλληλα, κοινὴν ἐπ᾿ ἴσης παρέχοντα τὴν συντέλειαν πρὸς ὅλην τὴν γένεσιν καὶ τοῖς κινουμένοις τὴν ἴσην χρείαν συμβαλλόμενα. προκείσθω δὲ πρὸ τοῦ ποῦ τὸ ποτὲ εἰς ἐπίσκεψιν διὰ τὴν Ἀριστοτέλους τοιαύτην ἀπαρίθμησιν. Ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης τὸν χρόνον καὶ τὸν τόπον τοῦ ποσοῦ θεὶς τὸ ποτὲ καὶ ποῦ ἰσίας ἐποιήσατο κατηγορίας, ὁ μέντοι Ἀρχύτας καὶ Ἀνδρόνικος ἀκολουθῶν τῷ Ἀρχύτᾳ τῷ μὲν χρόνῳ τὸ ποτὲ συντάξαντες, τῷ δὲ τότῳ τὸ ποῦ, οὕτως ἔθεντο τὰς δύο κατηγορίας, φυλάξαντες τὴν δεκάδα καὶ οὗτοι τῶν γενῶν. γενῶν. δεῖ δὲ τοὺς ἑπομένους τῷ Ἀριστοτέλει δεῖξαι πρῶτον μὲν ὅτι τοῦ ποσοῦ ὁ χρόνος ἐστὶν καὶ ὁ τόπος, ἔπειτα <ὅτι> τὸ ποτὲ καὶ ποῦ οὐ χρόνον καὶ τόπον ἀλλὰ σχέσιν πρὸς χρόνον καὶ τόπον δηλοῦσιν, καὶ ὅτι ἄξιά ἐστιν εἰς ἀριθμὸν τῶν γενικωτάτων παραλαμβάνεσθαι. ὁ μέντοι Πλωτῖνος συντάττων μὲν τὸ ποτὲ τῷ χρόνῳ, πέντέ δὲ λέγων τὰς πάσας κατηγορίας, οὐσίαν, ποσόν, ποιόν, πρός τι, κίνησιν, ὤφελεν ἢ τοῦ ποσοῦ δεῖξαι τὸν χρόνον ἤ τινος ἄλλης τῶν πέντε τούτων κατηγοριῶν, εἰ μὴ μέλλοι τελέως ὁ χρόνος τῶν ὄντων ἐκβάλλεσθαι. ἀλλ᾿ ὅτι μὲν ποσὸν <οὐ> βούλεται αὐτὸν εἶναι, ἐδήλωσεν ἐν τοῖς περὶ τοῦ ποσοῦ λέγων· “ὁ δὲ χρόνος εἰ μὲν κατὰ τὸ μετροῦν λαμβάνοιτο, τί ποτε τὸ μετροῦν ληπτέον· ἢ γὰρ ψυχὴν ἢ τὸν νοῦν. εἰ δὲ κατὰ τὸ μετρούμενον, εἰ μὲν κατὰ τὸ τοσόνδε εἶναι, οἶον ἐνιαύσιος, ἔστω ποσόν, κατὰ μέντοι τὸ χρόνος εἶναι φύσις τις ἄλλη. τὸ γὰρ τοσόνδε ἄλλο ὂν τοσόνδε ἐστίν. οὐ δὴ ποσότης ὁ χρόνος. ἡ γὰρ ποσότης οὐκ ἐφαπτοφένη ἄλλου αὐτὸ τοῦτο ἂν εἴη κυρίως ποσόν. εἰ δὲ τὰ μετέχοντα πάντα τοῦ ποσοῦ ποσά τις θεῖτο, καὶ οὐσία ἔσται τὸ αὐτὸ καὶ ποσόν”. ὲν δὲ τῷ τρίτῳ τῷ περὶ τῶν τοῦ ὄντος γενῶν τόπον δέ, φησί, καὶ χρόνον μὴ μὴ κατὰ τὸ ποσὸν ἐννενοὴσθαι, ἀλλὰ τὸv μὲν χρόνον τῷ μέτρον κινήσεως εἶναι τῷ πρός τι δοτέον, τὸν δὲ τόπον σώματος περιεκτικόν, ὡς καὶ τοῦτον ἐν σχέσει καὶ τῷ πρός τι κεὶσθαι, ἐπεὶ καὶ ἡ κίνησις συνεχὴς καὶ οὺκ ἐν ποσῷ ἐτέθη”. ἰδίαν γὰρ αὐτοῖς ὁ Πλωτῖνος κατηγορίαν τὴν τῆς κινήσεως ἀφωρίσατο. ἐν μέντοι τῷ περὶ κρόνου οὐκ αὐτὸν μέτρον ἀλλὰ μᾶλλον μετρούμενον ἀποφαίνεται. εἴτε δὲ μέτρον εἴτε μετρούμενον ἀποφαίνεται, ἄλλο ὂν τοῦ μετρεῖν βεβηκὸς ἂν ἔχοι τὸ μετρεῖν ἢ μετρεῖσθαι. ὥσπερ οὖν τὸ μετρούμενον ὑπὸ πήχεος οὑ λέγεται τί ἐστιν αὐτό, καὶ εἰ τὴν κίνησίν τις ἀποδοίη τὸ μετρούμενον ὑπό του, οὑ λέγει τίς ἐστιν αὐτὴ ἡ κίνησις, οὔτω καὶ ὁ μέτρον ἢ μετρούμενον λέγων χρόνον οὑ λέγει, συμβεβηκὸς δὲ εἰ ἄρα τι τῷ χρόνῳ. εἰ δὲ εἰκόνα κινητὴν αἰῶνος αὐτὸν ὥσπερ ό Πλάτων φησίν, ἀναιρεῖ τὸ εἶναι πρός τι· κἂν γὰρ ὑπάρσχῃ αὐτῷ τὸ μετρεῖν καὶ μετρεῖσθαι κατὰ σχέσιν, οὐκ ὅντι σχέσει ἀλλ' ἄλλῳ τινὶ πρὸ τῆς σχέσεως ὑφεστηκότι ὑπάρχει. οὔτε οὖν καθ' ἑαυτὸν οὔτε πρός τι καὶ οὔτως. τοιαῦτα μὲν τὰ πρὸς τὸν Πλωτῖνον. δυνατὸν 05 δὲ ὑπὲρ αὐτοῦ λέγειν ὡς ἐν οὐσίαις ὁ χρόνος θεωρεῖται, μήτε ποσὸν ὢν μήτε πρός τι, καὶ οὕτως ὑπὸ μίαν τῶν ὑπ' αὐτοῦ τεθεισῶν πέντε κατηγοριῶν ὑπαχθήσεται. εἰ γὰρ εἰκών ἐστι κινητὴ τοῦ αἰῶνος, ἀνάλογον καὶ αὐτὸς περιέχει τὰ τῇδε ὥσπερ ὁ αἱὼν τὰ ὄντα, καὶ εἰ νοῦς ἐστιν ἐκεῖνος πασῶν νοήσεων καὶ πάντων εἰδῶν περιεκτικός, καὶ οὖτος πάντας τοὺς λόγους τῶν γινομένων ἐν ἑαυτῷ περιείληξεν, καὶ εἰ ἐν στάσει καὶ τῷ μένειν ἐκεῖνος ἐν ἑνὶ ὥρισται, καὶ οὖτος ἐν τῷ κινεῖσθαι κατ' οὐσιώδη τινὰ ξωὴν καὶ κίνησιν καὶ ἐν τῷ μεταβαίνειν ἀφ' ἐτέρου λόγου εἰς ἔτερον λόγον τὸ εἶναι ἔχει. ἄν τε ᾖ ἐν τοῖς ἦς ψυχῆς λόγοις καὶ τῇ τούτων μεταβατικῇ ἐνεργείᾳ ὁ χρόνος ὑφεστηκώς, ἐν τῷ αὐτῷ ἔσται γἐνει ἐν ᾦπερ καὶ ὁ τῆς ψυχῆς λόγος. καὶ γὰρ εἰ μὲν τὴν κίνησιν τῶν λόγων ὤσπερ ἄλλοι τινὲς οὔτως καὶ ό Πλωτῖνος ἀπεγίνωσκεν εἶναι οὐσιώδη, εἶχεν ἂν λέγειν ὡς οὐχ ὑπὸ τὴν οὐσίαν ἀλλ' ὑπὸ τὴν κίνησιν δεῖ τιθέναι τὸν χρόνον κατὰ τὴν μεταβατικὴν κίνησιν τῆς ψυχῆς. εἰ δὲ οὐσιώδεις εἰσὶ τῶν λόγων ἐνέργειαι καὶ κατ' αὐτούς, ἔσται καὶ ό χρόνος ὑπὸ τὴν οὐσίαν, οὐσίαν δὲ τὴν μέσην τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν. καὶ οὔτως ἄν λέγοι τὸ ποτὲ μὴ δεόντως προστίθεσθαι ταῖς κατηγορίαις. εἶναι γὰρ αὐτὸ τοῦ χρόνου, τὸν δὲ χρόνον ὑπὸ τὴν οὐσίαν τεράχθαι. ταῦτα δὲ δηλονότι λέγει ὡς εἰ μὴ διεστῶτος τοῦ ποτὲ καὶ τοῦ χρόνου, ἢ εἰ καὶ διεστήκατον, μὴ ὄντος ἀξίου τοῦ ποτὲ εἰς θέσιν ἰδίας κατηγορίας. ἀλλὰ ταῦτα μὲν μετ' ὁλίγον ἐξετασθησεται. Ὁ δὲ Ἀριστοτέλης πεπεισμένος μὲν εἶναι τὸν χρόνον ἐκ τῆς ἐνεργείας αὐτοῦ, ἀσαφῆ δὲ τὴν οὐσίαν αὐτοῦ ὁρῶν πολλαχῇ μὲν ἐπ' αὐτὸν ἦλθεν, ποτὲ μὲν ὡς ἐπ' ἀριθμὸν κινήσεως, ποτὲ δὲ ὡς ἐπὶ μέτρον, ποτὲ δὲ ὡς ἐπὶ κινήσεώς τι, ποτὲ δὲ ὠς καὶ ἡρεμίας. λαβὼν δὲ τὴν ὡς συνεχοῦς πᾶςι προσπίπτουσαν ἔν|νοιαν ἐν τῷ γένει αὐτὸν ἔθετο ἐκείνῳ, ἐν ᾦ τὸ συνεχὲς καὶ τὸ πηλίκον. τοῦτο δὲ ἦν το ποσόν. ὥσπερ οὖν τὰ ἄλλα πάντα πηλίκα τε καὶ ποσὰ τὰ ὑπὸ τῶν καθ' ἔνα ἐν ἐαυτοῖς μετρεῖται, ὡς ὠς ἄνθρωποι δέκα ὑπὸ τῶν καθ' ἕνα, τὰ δὲ θεμένων τι μέτρον ἐπ' αὐτοῖς ἡμῶν οἶον πόδα καὶ χόα καὶ μέδιμνον, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ χρόνος ἕν τι ὢν τῶν συνεχῶν ποσῶν τοῖς ἑαυτοῦ μέρεσι μετρεῖται. ὥσπερ ἐν ἐπιφανείᾳ πολλῇ μέρος μὲν οὐδὲν ἀποτειμημένον οὐδὲ περιγεγραμμένον θεωρεῖται, θερένων δὲ ἡμῶν τι μέτρον ἐν αὐτῷ ἔχει καὶ αὐτὸ περιγραφὴν τὴν κατ’ ἐνεῖνο τὸ μέτρον, οἶον πόδα καὶ τὰ ἄλλα μέτρα, οὕτω καὶ ὁ χρόνος τιθεμένων ἡμῶν ἐλάχιστον πρὸς αἴσθησιν χρόνον τὸν τοῖς ἀπλατέσι νῦν ὁριξόμενον, οἶον ὥραν ἢ τὸν καλούμενον ὑπὸ τῶν γνωμονικῶν χρόνον, τούτῳ μετρεῖται. τινὰ δὲ καὶ μείξοσιν ὄροις περιγράφομεν φυσικῶς, οἶον ἡμέρᾳ, νυκτὶ καὶ τῇ ἐξ ἀμφοῖν τοῦ ἡλίου περιόδῳ καὶ μηνὶ καὶ ἐνιαυτῷ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. ἔστιν οὖν συμφυὲς μὲν αὐτῷ τὸ πηλίκον <ἢ> ποσόν, κἂν μὴ αὐτὸς ποσόν, τὸ δὲ μετρεῖν καὶ μετρεὶσθαι καὶ ὅλως τὸ πρὸς τι ἐπείσακτον ἔσχεν. διὰ τοῦτο οὖν οὐκ ἐν τῷ πρός τι ἀλλ' ἐν τῷ ποσῷ τῷ συμφυεῖ τὸv χρόνον ἔταξεν, ὅσα δὲ πρὸς τὰ μέτρα τὰ χρονικὰ τὴν σχέσιν ἔχει, ταῦτα ἀλλης κατηγορίας ἡξίωσεν. πρὸς μὲν γὰρ τὸ νυχθήμερον ἔχει πως τὸ χθὲς ἢ αὔριον, τὸ μὲν πρὸς τὸ παρελθόν, τι δὲ πρὸς τὸ μέλλον, πρὸς δὲ τὴν ἀνατολῆς ἕως ἕως δυσμῶν φορὰν τι τήμερον, πρὸς δὲ τὸν ἡλίου κύκλον τὸν μὲν παρελθόντα τὸ πέρυσιν, τὸν δὲ ἐνεστῶτα τὸ τῆτες, λοιπὸν δὲ καὶ ἀορίστως πρὸς μὲν τὸ παρὸν τὸ ἤδη καὶ τὸ ἄρτι, πρὸς δὲ τὸ παρελθὸν τὸ πάλαι, πρὸς δὲ τὸ μέλλον τὸ οὔπω. γένος οὖν ἄλλο κατὰ ταῦτα πολλὰ ὄντα συνεστήσατο τὸ ποτέ. “Ταύτην μὲν οὖν τὴν λύσιν, φησὶν Ἰἀμβλιχος, συνευπορησάντων ἐτέρων παρειλήφαμεν, ἡμεῖς δέ, φησίν, καθ' ἑαυτοὺς μετιόντες τὴν περὶ πούτων πραγματείαν οὔτε ἀκατάληπτον τὴν οὐσίαν φαμὲν τοῦ χρόνου, αλλὰ προδήλως ἐν τῷ ποσῷ κειμένην. πρὸς γὰρ τοῖς ἄλλοις καὶ μάχεται πρὸς ἑαυτ[ο τὸ εἰρημένον, ὅτι ἡ οὐσία μὲν τοῦ χρόνου οὐκ ἔστιν ποσόν, ἰδίως αὐτῷ συμφυές ἐστιν τὸ ποσόν. πᾶν γὰρ τὸ συμφυὲς κατ' οὐσίαν ἐνυπάρχει, καὶ τὸ κατ' ἰδιότητα τοῦ εἶναι συνυπάρχον οὐκ ἔξω τῆς οὐσίας ἀφέστηκεν. οὐ μέντοι οὔτε τῷ χρόνῳ ταὐτὸν τὸ ποτέ, ἀλλ' εἴπερ εἴπερ ἄρα, τῇ σχέσει τῇ πρὸς τὸν χρόνον. κυρίως Τὰρ εἰδοποιείται ἐν τῷ διίστασθαι μὲν τοῦ χρόνου, κατὰ τὸ ἐν χρόνῳ δὲ θεωρεὶσθαι. ὁ δὲ χρόνος ὅτι ποσόν, δεικτέον οὕτως. οὐ μόνον μετρεῖ τὴν κίνησιν, ἀλλὰ καὶ μετρεῖται ὑπ' αὐτῆς, ὤσπερ Ἀριστοτέλης φησίν. εἰς γὰρ τἀ μεταξὺ σύμπαντα καὶ τὸ τούτων πλῆθος καὶ μῆκος καὶ τὰς μακρὰς καὶ βραχείας κινήσεις ἀποβλέποντες τὸν πλείω καὶ ἐλάττω χρόνον ὁρίξομεν, ὥσπερ καὶ τὸ μέγεθος πάλιν καὶ τὴν κίνησιν ἀλλήλοις μετροῦμεν. πολλὴν γὰρ φαμεν ὁδόν, ἦς ἡ πορεία πολλή, πολλὴν δὲ πάλιν πορείαν, ὄταν ἡ οδὸς μῆκος ἰκανὸν ἔχῃ. καὶ τοῦτο συμβαίνει εὐλόγως. ἀκολουθεῖ γὰρ τῷ μὲν μεγάθει κίνησις, ταύτῃ δὲ ὁ χρόνος· συνεχῆ γὰρ καὶ διαιρετὰ ὁμοίως τὰ τρία. ποσὸν ἄρα καὶ ὁ χρόνος, ἐπειδὴ ἕκαστα συγγενεῖ μετρεῖται· μονάδες γὰρ μονάδι καὶ αἱ πᾶσαι κινήσεις μετρηθήσονται κινήσει. τίς οὖν ἥδε, εἰ μὴ γὰρ ἡ κυκλοφορία; ὁμαλὴς γὰρ αὕτη, καὶ δεῖ τὸ μέτρον ὁμαλές τε καὶ ὡρισμένον ὑπάρχειν. ἐπεὶ οὖν ὁ χρόνος κινήσει μετρεῖται, ἡ κυκλοφορία καὶ τοῦ χρόνου ὥσπερ καὶ τῶν κινήσεων ἔσται μέτρον. τούτῳ δὲ ὁμολογεῖ καὶ τὰ εἰωθότα λέγεσθαι, ὅτι κύκλῳ τὰ ἀνθρώπεια καὶ τὰ γινόμενα πάντα, καὶ ὡς ὁ χρόνος κύκλος τις καὶ περίοδος, ὥσπερ καὶ τὰ ἐν αὐτῷ· καὶ γὰρ τοιαύτης ἐστὶ φορᾶς μέτρον καὶ μετρεῖται καὶ αὐτὸς ὑπὸ τοιαύτης. καὶ ὁ Ἀριστοτέλης οὖν εἰδὼς ἐν ταῖς κοιναῖς ἐννοίαις σαφῶς τοῦτο διωρισμένον, τὸ συνεχῆ εἶναι τὸν χρόνον καὶ ποσόν, ἐχρήσατο αὐτῷ ὡς κοινῷ ἀξιώματι. ὅθεν δὴ καὶ τὰ μὴ πεφυκότα κινεῖσθαι μηδὲ ἠρεμεῖν, ἀλλὰ φύσει ἀκίνητα ὄντα οὐδαμῶς φησιν ἐν χρόνῳ εἶναι, οἷά ἐστι τὰ νοήματα. ἐπεὶ δέ ἐστιν ἡ κίνησις ἐν χρόνῳ, δεῖ καὶ τὴν ἠρεμίαν εἶναι σὺν χρόνῳ· μέτρον γὰρ καὶ ταύτῃ ὁ χρόνος· οὐ γὰρ πᾶν τὸ ἀκίνητον ἠρεμοῦν, ἀλλὰ τὸ πεφυκὸς μὲν κινεῖσθαι, πρὸς καιρὸν δὲ τῆς κινήσεως στερόμενον, εἰ οὖν καὶ ἀρχὴν ἔχει χρονικὴν ἡ ἠρεμία καὶ τέλος, δῆλον ὅτι χρόνῳ καὶ αὐτὴ μετρεῖται. προηγουμένως δὲ κινήσεώς ἐστι μέτρον ὁ χρόνος. ὥσπερ δὲ τὸ εἶναι ἐν ἀριθμῷ ταὐτόν ἐστι τῷ μετρεῖσθαι τὸ εἶναι τοῦ πράγματος ἀριθμῷ, οὕτως καὶ τὸ εἶναι ἐν χρόνῳ ταὐτόν ἐστι τῷ μετρεῖσθαι τὸ εἶναι τοῦ πράγματος πάλιν οὖν ποσοῦ συνεχοῦς καὶ κινήσεως συνεχοῦς μέτρον ὁ χρόνος, ὥστε εἰκότως αὐτὸν ἐν τῷ ποσῷ καὶ τῷ συνεχεῖ ἀφοριζόμεθα. διὸ καὶ ὁ ὁρισμὸς αὐτοῦ οἰκείως ἀποδέδοται ἀριθμὸς κινήσεως πάσης καὶ μέτρον τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου. καὶ κατὰ τὰς παλαιὰς δὲ δόξας ἡ αὐτὴ ἔννοια φαίνεται τοῦ χρόνου· ἢ γὰρ κίνησιν ἢ κινήσεώς τι ἤτοι ἢ ἀχώριστον τὸν χρόνον ὑπολαμβάνουσιν. Στράτων μὲν γὰρ τὸ ποσὸν κινήσεως εἰπὼν τὸν χρόνον ἀχώριστόν τι αὐτὸν ὑπέθετο τῆς κινήσεως, Θεόφραστος δὲ συμβεβηκός τι καὶ Ἀριστοτέλης ἀριθμὸν εἰπὼν ὡς χωριστὸν ἐθεάσαντο· ἡνίκα δὲ ἕξιν ἢ πάθος κινήσεως λέγει, ὡς ἀχωρίστῳ καὶ αὐτὸς ἔχρήσατο. ἀλλὰ τούτων μὲν ὡς διὰ τὸ ἀκριβὲς τὴν εἰσαγωγικὴν πραγματείαν ὑπερβαινόντων οὐκ ἐφάπτεται νῦν, τὸ μέντοι συνεχῆ καὶ ποσὸν εἶναι τὸν χρόνον ὡς κοινὸν ἀξίωμα λαμβάνει. | ἀριθμὸν δὲ αὐτὸν οὐ τὸν τῶν μονάδων εἶπεν, ἀλλ᾿ ἀντὶ τοῦ μέτρου τῷ ἀριθμῷ κέχρηται· τὸ γὰρ μετρεῖν τῷ ἀριθμεῖν οὐ ταὐτόν. μέτρον δέ ἐστιν τοῦ ἐν τῇ κινήσει ποτέρου ὑστέρου, ὁποία ποτὲ ἂν ᾖ κίνησις, εἴτε κατὰ γένεσιν καὶ φθορὰν εἴτε αὔξησιν καὶ μείωσιν εἴτε κατὰ ἀλλοίωσιν εἴτε κατὰ τὴν κατὰ τόπον μεταβολήν. ὅτι δὲ συνεχὲς ποσὸν ὁ χρόνος καὶ οὐ διωρισμένον, δῆλον ἐκ τοῦ πᾶν τὸ λαμβανόμενον αὐτοῦ μέρος διαιρετὸν εῖναι· οὐ γὰρ καταλήγομεν διαιροῦντες εἰς ἀδιαίρετόν τι, ὥσπερ ἐπὶ τοῦ ἀριθμοῦ εἰς τὴν μονάδα ἀδιαίρεταον οὖσαν. δῆλον καὶ ὅτι τῷ μεγέθει καὶ τῇ κινήσει ἀκολουθεῖ, ἅπερ συνεχῆ ἐστιν ὁμολογουμένως. ὥστε οὔτε ἀκατάληπτον ἡγεῖται τὸν χρόνον Ἀριστοτέλης οὔτε ἄλλο τι τὴν φύσιν αὐτοῦ παρὰ τὸ ποσὸν ἡγεῖται. καὶ γὰρ καὶ ἄλλως ἄτοπον ἦν, ὡς εἴρηται, τὴν μὲν οὐσίαν τοῦ χρόνου μὴ νομίζειν ποσόν, συμφυὲς δὲ αὐτῷ τὸ ποσὸν ὑπολαμβάνειν· πᾶν γὰρ τὸ συμφυὲς οὐκ ἔξω τῆς οὐσίας ἐστίν. ἀλλ᾿ οὐδὲ τὰ ἀπολαμβανόμενα τοῦ χρόνου φυσικὰ μέτρα, οἷον τὴν ἡλίου ἢ σελήνης περίοδον, ταῦτά ποτε ἐποίησεν ἄλλο γένος ἂν κατηγορίας· ἀλλὰ ταῦτα μὲν τὸν χρόνον συμπληροῖ καὶ μέτροις περιλαμβάνει, ὅταν δέ τι πρᾶγμα ἔτερον ὂν τοῦ χρόνου καὶ οὐχ ὡς μέρος χρόνου λαμβανόμενον σχέσιν ἔχῃ πρὸς χρόνον καὶ διὰ τοῦτο ἐν χρόνῳ ἐστίν, ὥσπερ ἡ ἐν Σαλαμῖνι ναυμαχία ἐν τῷδε τῷ χρόνῳ, τότε ἄλλη κατηγορία γίνεται ἡ τοῦ ποτέ, ἄλλη οὖσα παρὰ τὸ τοσόν” καὶ αὕτη μὲν ἡ Ἀριστοτέλους δόξα. Ἀρχύτας δὲ καὶ Ἀνδρόντκος ἰδίαν τινὰ φύσιν τὴν τοῦ χρόνου θέμενοι ὁμοῦ τούτῳ συνέταξαν τὸ ποτὲ ὡς περὶ τὸν χρόνον ὑφιστάμενον. αὐτὰ γὰρ τὰ προηγούμενα τῆς ὑποστάσεως πρῶτα γένη, περὶ ἃ τὰ ἄλλα ὑφίσταται, πρόκειται αὐτῷ ὡς ἀρχηγικώτατα λαμβάνειν· ἐπεὶ τοίνον ὁ μὲν χρόνος τοῦ ποτέ, ὁ τόπος τοῦ ποῦ κατ᾿ αὐτὸ τὸ εἶναι προτέτακται, εἰκότως αὐτοῖς ὡς προηγουμένως γένεσι χρῆται παραλιπὼν τὰ ἐν αὐτοῖς περιεχόμενα ὡς δεύτερα ἐκείνων ὄντα. δέδεικται οὖν ἐκ τῶν εἰημένων, ὅπως μὲν Ἀριστοτέλης ἐν ἄλλῃ κατηγορίᾳ τὸ ποτὲ τίθεται ταῖς διαφοραῖς τῶν σημασιῶν προσέχων, ὅπως δὲ Ἀρχύτας τῷ χρόνῳ συνέταξεν τὸ ποτὲ πρὸς τὴν κατὰ τὰ πράγματα συγγένειαν ἀποβλέπων, πῶς δὲ Πλωτῖνος ἀνεῖλεν τὴν τοῦ ποτὲ κατηγορίαν διὰ τὸ συνάγειν εἰς βραχύτατον ἀριθμὸν τὰ πρῶτα γένη καὶ μὴ πάνυ τι διδόναι ταῖς τῶν νοήσεων καὶ σημασιῶν παραλλαγαῖς. Ἀλλὰ ἐπὶ τὰς ἀπορίας λοιπὸν ἰτέον τὰς φερομένας πρὸς τὸ ποτὲ καὶ τὰς λύσεις αὐταῖς ἐπακτέον. ὅταν οὖν οἱ περὶ Πλωτῖνον καὶ Ἀνδρόνικον τὸ χθὲς καὶ αὔριον καὶ πέρουσιν μέρη χρόνου λέγωσιν καὶ διὰ τοῦτο ἀξιῶσιν τῷ χρόνῳ συντετάχθαι, φήσομεν οὐκ εἶναι αὐτὰ μέρη χρόνου, ἀλλὰ σχέσιν περεέχειν τῶν ἐν τῷ χρόνῳ ὄντων πραγμάτων πρὸς τὸν χρόνον, ἄλλο δὲ ἐστιν τοῦτων ἑκάτερον. ῾ἀλλ᾿ εἰ χρόνος, φασίν, παρεληλυθὼς τὸ χθὲς ἢ μέτρον χρόνου, σύνθετόν τι ἔσται, εἰ ἕτερον τὸ παρεληλυθὸς καὶ ἕτερον ὁ χρόνος, καὶ δύο κατηγορίαι ἔσονται καὶ οὐχ ἓν ἁπλοῦν τὸ ποτέ᾿. ἢ τῷ αὐτῷ λόγῳ φήσομεν, εἰ ἕτερον τὸ ζῷ ον καὶ ἕτερον τὸ λογικὸν καὶ ἕτρον τὸ θνητόν, οὐχ ἁπλοῦν ἔσται, ἀλλὰ τρεῖς κατηγορίαι· ἐι δὲ ἐπὶ τούτου ἑνὶ τῷ εἴδει τὰ τρία συλλαμβάνομεν, καὶ ὁ χρόνος καὶ τὸ παρεληλυθὸς εἰς ἕν πρᾶγμα συντελεῖ καὶ οὐ ποιεῖ δύο κατηγορίας. μήποτε δὲ οὐδὲ χρόνος ἁπλῶς παρεληλουθώς ἐστι τὸ χθὲς οὐδὲ ἔννοιαι πλείονες εἰς ταὐτὸ συντρέχουσιν ἐπὶ τούτου· κατ᾿ αὐτὴν γὰρ μόνην τὴν σχέσιν τοῦ πράγματος πρὸς τὸν χρόνον τὸ χθὲς εἰδοποιεῖται. ῾ἀλλ᾿ εἰ τὸ ποτέ, φασί, τὸ χρόνῳ λέγεται, τοῦ τὸ ἐν χρόνῳ, εἰ μὲν πρᾶγμά τί φατε, οἷον τὸν Σωκράτην, ὅτι πέρυσιν ἦν ὁ Σωκράτης, ἄλλης ἐστὶ κατηγορίας· εἰ δὲ τὸν χρόνον, καὶ οὗτος ἄλλης· ἐι δὲ τὸ σύνθετον, οὐκ ἔσται μία κατηγορία᾿. ἢ οὔτε τὰ πράγματα τὰ ἐν χρόνῳ οὔτε αὐτὸς ὁ χρόνος οὔτε τὸ σύνθετον ἐξ ἀμφοῖν εἰδοποιεῖ τὴν τοῦ ποτὲ κατηγορίαν, ψιλὴ δὲ ἡ σχέσις τοῦ πράγματος πρὸς τὸν χρόνον· διὰ οὔτε μέρη χρόνου παραληψόμεθα ἐν τῷ ποτὲ οὔτε τὰ πράγματα, ἀλλ᾿ ἔσται καὶ τοῦτο ἁπλοῦν ὥσπερ καὶ τὰ ἄλλα γένη. καὶ Βόηθος δὲ ἄλλο μὲν τὸν χρόνον ὑποτίθεται, ἄλλο δὲ τὸ μετέχον χρόνου καὶ ἐν χρόνῳ, καὶ εἶναι μὲν ἐνιαυτὸν καὶ μῆνα χρόνον, ἐνιαυσιαῖον δὲ καὶ μηνιαῖον μετέχον χρόνου, ὥσπερ ἄλλης κατηγορίας φρόνησις καὶ τὸ κατὰ φρόνησιν, οἷόν ἐστι τὸ φρονεῖν, ἄλλης, καὶ τὸ μέν ἐστι ποιότητος, τὸ δὲ τοῦ ποιεῖν· οὕτως καὶ ὁ χρόνος καὶ τὸ κατὰ χρόνον διέστηκεν. Ἐπεὶ δέ τινες ἐκ τῆς τοῦ πράγματος ἀσαφείας διεστηκότα ταῦτα εἰς ταὐτὸ συγχέουσιν, λεγέσθω τι καὶ πρὸς τούτους παραμύθιον, ὅτι τὸ ποτὲ διττόν ἐστι, τὸ μὲν χρόνος, τὸ δὲ ἰδίως ἐν χρόνῳ· ὁμοίως δὲ καὶ τὸ ἀεί, τὸ μὲν ἐν χρόνῳ, καθ᾿ ὃ λέγομεν ῾ἀεί ἐστι πρᾶξις᾿, τὸ δὲ χρόνος, παρώνυμον τοῦ αἰῶνος· ὁμοίως δὲ καὶ τὸ πέρυσιν διττόν· τὸ δὲ εἰς νέωτα καὶ τῆτες οὐκέτι, ἀλλὰ τὸ ἐν χρόνῳ μόνον δηλοῦσιν. καὶ χρόνου μὲν διαφορὰς τίθενται παρεληλυθότα, ἐνεστῶτα, μέλλοντα, τοῦ ποτὲ δὲ διαφορὰς τὸ πέρυσιν, εἰς νέωτα, τῆτες. τὸ δὲ πάλαι, ὅταν μὲν λέγωμεν ῾ὁ πάλαι ὤν᾿, χρόνον δηλοῖ, ὅταν δὲ ‘πάλαι ἔπραξεν᾿, ἐν χρόνῳ· ὁμοίως δὲ καὶ τὸ ἄρτι καὶ νῦν καὶ τὸ ἤδη καὶ χρόνον δηλοῦν καὶ ἐν χρόνῳ. τὸ δὲ χρονίζειν τὸ ἐν χρόνῳ, οὐ τὸν χρόνον· οὐ γὰρ χρονίζει χρόνος, ὅτι μὴ ἔστιν ἐν χρόνῳ χρόνος, καὶ ἔστι τοῦ ποτὲ τὸ χρονίζειν, κἂν σχήματι χρῆται τοῦ ποιεῖν (καὶ γὰρ ὁ τεμνόμενος χρονίζει καὶ ὁ τέμνων), ὥσπερ καὶ ταχύνειν βραδύνειν λέγομεν. καὶ ὁ μὲν χρόνος ἄπειρος, τὸ δὲ ποτὲ πεπέρασται, ὅτι καὶ | ἡ ἐν αὐτῷ πρᾶξις πεπέρασται, διὸ τῶν θείων τὸ ποτὲ ἐξώρισται. ἀλλὰ ταῦτα μὲν προσιστορήσθω τῆς συνηθείας τῶν ὀνομάτων ἕνεκεν. Περὶ δὲ τοῦ ποτὲ καὶ τοῦ ποῦ θαυμάζω μὲν ἐγὼ τὴν Ἀριστοτέλους ἀγχίνοιαν, ὅπως καίτοι τὰ ἄλλα τῷ Ἀρχύτᾳ κατακολουθῶν ὅμως τὴν ἐν χρόνῳ καὶ ἐν τόπῳ διαφορὰν ἐθεάσατο δυνάμενα εἰς γένη διάφορα τίθεσθαι. ἀλλ᾿ ἐκεῖνο πρόχειρον ἀπορεῖν, πῶς πολλῶν ὄντων τῶν ἔν τινι καὶ τό γε ἐλάχιστον ἑνδεκαχῶς λεγομένων δύο μόνα ταῦτα τῶν ἔν τινι, τὸ ἐν χρόνῳ καὶ ἐν τόπῳ, ἰδίας ἡμῖν κατηγορίας ἐχαρακτήρισεν. λέγεται δὲ ἔν τινι ὡς τὸ συμβεβηκὸς ἐν τῇ οὐσίᾳ καὶ ὅλως τὸ ἐν ὑποκειμένῳ, καὶ ὡς τὰ μέρη ἐν τῷ ὅλῳ καὶ τὸ ὅλον ἐν τοῖς μέρεσι, καὶ ὡς τὸ εἶδος ἐν τῇ ὕλῃ, καὶ ἔτι μέντοι ὡς τὸ γένος ἐν τοῖς εἴδεσι καὶ τὰ εἴδη ἐν τῷ γένει, καὶ πρὸς τούτοις τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι καὶ τὰ τοῦ ἄρχοντος ἐν τοῖς ἀρχομένοις, καὶ τὸ ὡς ἐν ἀγγείῳ, καὶ ταῦτα τὰ νῦν προκείμενα, τό τε ἐν τόπῳ καὶ τὸ ἐν χρόνῳ. τοσαυταχῶς οὖν λεγομένου τοῦ ἔν τινι, διὰ τί κατὰ μόνας τὰς δύο σχέσεις ταύτας ἴδιαι κατηγορίαι συνέ- στησαν; εἰ γὰρ ἄλλο τὸ λευκὸν καὶ ἄλλο τὸ σῶμα καὶ ἄλλο τι τὸ εἶναι τὸ λευκὸν ἐν τῷ σώματι, ἀναλογεῖ δὲ τὸ μὲν λευκὸν τῷ Σωκράτει, τὸ δὲ σῶμα τῷ χρόνῳ, τὸ δὲ ἐν σώματι εἶναι τὸ λευκὸν τῷ ἐν χρόνῳ εἶναι τὸν Σωκράτη, διὰ τί μὴ καὶ κατὰ τοῦτο τὸ ἔν τινι ἰδία συνέστη κατηγορία; ἀπορεῖ δὲ καὶ ὁ Πλωτῖνος ἐν τοῖς περὶ τοῦ ποῦ τοῦτο λέγων· “εἰ τὸ ἐν χρόνῳ ἄλλο καὶ τὸ ἐν τόπῳ ἄλλο παρὰ χρόνον καὶ τόπον, διὰ τί οὐχὶ καὶ τὸ ἐν ἀγγείῳ ἄλλην ποιήσει κατηγορίαν καὶ τὸ ἐν ὕλῃ ἄλλην καὶ τὸ ἐν ὑποκειμένῳ ἄλλην καὶ τὸ ἐν ὅλῳ μέρος καὶ τὸ τὸ ὅλον ἐν μέρει καὶ ἐν εἴδεσιν καὶ εἶδος ἐν γένει; καὶ οὕτως ἡμῖν πλείους ἔσονται αἱ κατη- γορίαι”. λύων δὲ τὴν ἀπορίαν ταύτην ὁ Ἰάμβλιχος τὸ μὲν ὡς ἐν καὶ ὡς ἐν ὕλῃ καὶ ὡς ἐν ὑποκειμένῳ τοπικὰς ἐμφαίνειν σχέσεις φησί, τὸ δὲ ὅλον πρὸς τὰ μέρη καὶ τὰ μέρη πρὸς τὸ ὅλον τὴν τοῦ πρός τι σχέσιν ἔχειν, ὡσαύτως δὲ καὶ τὸ γένος πρὸς τὸ εἶδος καὶ τὸ εἶδος πρὸς τὸ γένος, οὐδὲν ὅμοιον ἐχούσης τῆς τοῦ πρός τι σχέσεως τῇ πρὸς τόπον καὶ τῇ πρὸς χρόνον. ἀλλ᾿ ἐρεῖ τις οἶμαι, ὅτι κατ’ ἄλλο μὲν ἐν αὐτοῖς τὸ πρός τι θεωρεῖται, κατ᾿ ἄλλο δὲ τὸ ἔν τινι εἶναι· καὶ γὰρ καὶ τὸ ἐν τόπῳ, καθ᾿ ὅσον αὐτὸ μὲν χωρεῖται, ὁ δὲ τόπος χωρεῖ, τῶν πρός τι ἆν εἴη. πῶς δὲ καὶ τὸ ὡς ἐν ὕλῃ καὶ τὸ ὡς ἐν ἀγγείῳ ταὐτὸν ἂν εἴη τῷ μήποτε οὖν ῥητέον ὅτι οὐ πᾶν τὸ ἔν τινι κατηγορίας ἦν εἰδικῆς ἄξιον, ἀλλ᾿ ἐκεῖνα μόνα, ἐν οἷς τὸ μὲν περιέχει, τὸ δὲ περιέχεται, ἑκατέρου τὴν ἑαυτοῦ φύσιν διασῴζοντος καὶ μηδετέρου μέρους τοῦ ἑτέρου γινομένου μηδὲ συμπληροῦντος τὸ ἕτερον· ἐν γὰρ τούτοις μόνοις αὐτὸ τὸ ἔν τινι φύσις τις ἀφωρισμένη γίνεται κατὰ τὴν σχέσιν αὐτὴν ὑφεστῶσα, ὅταν καὶ τὸ καθόλου πάντως ὑπάρχειν δεῖ, οἷον τὸ ἐν τόπῳ εἶναι καὶ ἐν χρόνῳ τὸ σῶμα· ἀλλὰ τοῦ γε μερικοῦ χρόνου καὶ τόπου χωριζόμενα τὰ ἐν αὐτοῖς ὑφέστηκεν ἔτι. τὰ μέντοι ἄλλα σημαινόμενα τοῦ ἔν τινι τὰ μὲν συμπληρωτικά ἐστιν, ὡς τὰ μέρη καὶ τὸ ὅλον καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ τὸ ἄρχον καὶ τὰ ἀρχόμενα, τὰ δὲ οὐ δυνάμενα χωρὶς ὑποστῆναι, ὡς τὸ ἐν ὕλῃ εἶδος καὶ τὸ ἐν ὑποκειμένῳ συμβεβηκός, ὅπερ καὶ μορφὴ τοῦ ὑποκειμένου γίνεται, διὸ καὶ καλεῖται κατ’ ἐκεῖνο τὸ ὑποκείμενον, οἷον λευκὸν καὶ ηὐξημένον, καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ὁμοίως τῶν τῇ οὐσίᾳ ὑπαρχουσῶν. πῶς οὖν ἂν εἴη τὸ ἕτερον ἐν ἑτέρῳ κυρίως, ὅτε μηδή ἐστιν ἁπλῶς ἕτερα ἀλλήλων κεχωρισμένα καθ᾿ ὑπόστασιν, ἀλλὰ κατ᾿ ἐπίνοιαν μόνην, καθ᾿ ἣν τὰ γένη χωρίζομεν; τὰ μέντοι ἐν χρόνῳ καὶ ἐν τόπῳ ἕτερά ἐστι τοῦ τόπου καὶ τοῦ χρόνου· τοιγαροῦν καὶ ἄλλοτε ἐν ἄλλῳ γίνεται τὰ αὐτὰ ἀριθμῷ, ἐν ὑποκειμένῳ δὲ ἄλλοτε ἄλλῳ τὸ αὐτὸ κατ᾿ ἀριθμὸν γενέσθαι καὶ τὸ ἐν ἀγγείῳ δὲ ἐν τόπῳ ἐστίν· τόπος γὰρ περιφορητός ἐστι τὸ ἀγγεῖον. διὰ τοῦτο δὲ οἱ ὀνοματοθέται ἐπὶ τοῦ ποτὲ ὀνόματα διάφορα τεθείκασι, χθὲς καὶ αὔριον καὶ πέρυσιν καὶ τῆτες καὶ εἰς νέωτα, καὶ ἐπὶ τοῦ ποῦ, ἐν Λυκείῳ, ἐν ἀγορᾷ, ἐπὶ μέντοι τῶν ἄλλων ἔν τινι οὐ ῾τὸ λευκὸν ἐν τῷ σώματι᾿ λέγειν ἔθος, ἀλλὰ ‘τὸ σῶμα λευκόν᾿ καὶ ῾ἡ κεφαλὴ ζῴοὐ᾿ καὶ ῾ὁ ἄνθρωπος ζῷον᾿ καὶ ῾ἐξ ὕλης καὶ εἴδους τὸ σύνθετον᾿. ἀλλὰ τοῦτο μὲν οὕτω τέως ἐμοὶ δοκεῖ διαλύειν, εἰ δὲ καὶ ἄλλως δυνατόν, εὖ ἄν ἔχοι. Τὴν δὲ τοῦ χρόνου, φύσιν θεωρητικώτερον παραδιδοὺς ὁ Ἰάμβλιχος τὸν Ἀρχύταν πάλιν ἡγεμόνα προΐσταται, ὅς φησιν ὅτι “ἐστὶν ὁ χρόνος κινάσιός τινος ἀριθμὸς ἢ καὶ καθόλω διάστημα τᾶς τοῦ παντὸς φύσιος”, οὐ τὴν Ἀριστοτέλους καὶ τῶν Στωικῶν δόξαν εἰς ταὐτὸ συλλαμβάνων, ὥς τινες οἴονται, διότι ὁ μὲν Ἀριστοτέλης ἀριθμὸν κινήσεως εἶναί φησι χρόνον, τῶν δὲ Στωικῶν Ζήνων μὲν πάσης ἁπλῶς κινήσεως διάστημα τὸν χρόνον εἶπεν, Χρύσιππος δὲ διάστημα τῆς τοῦ κόσμου κινήσεως. οὐ γὰρ δύο ὅρους εἰς ταὐτὸν συνάπτει, ἀλλ᾿ ἕνα ὁρισμὸν ποιεῖται καὶ ἰδιάζοντα τοῦτον παρὰ τὰς τῶν ἄλλων ἀποφάσεις· οὐ γὰρ εἶπεν κινήσεως ἀριθμὸν τῆς πάσης, ὥσπερ Ἀριστοτέλης ἀφωρίσατο, ἀλλὰ κινήσεως τινός, οὐ τῶν ἐν μέρει, οἷον τῆς τοῦ οὐρανοῦ ἢ τῆς τοῦ ἡλίου ἢ ἄλλης τινὸς ἐν τοῖς καθ᾿ ἕκαστα διωρισμένης, ἐπεὶ οὕτως οὔτε ἀρχοειδὴς ἔσται ὁ χρόνος οὔτε κοινὸς ἐπὶ πάντα διατείνων οὔτε ἐν τοῖς πρώτοις γένεσιν ἀφορίζεσθαι ἄξιος, ἀλλ᾿ ἐμφαίνει πάντως διὰ τοῦτο κίνησιν ἀρχοειδῆς καὶ ταῖς ἄλλαις κινήσεσι τοῦ εἶναι αἰτίαν. καὶ γὰρ εἰώθασι πανταχοῦ προτάττειν τὰ καθ’ ἓν εἶδος προϋπάρχοντα καὶ ὁμωνύμως τῶν μεθ᾿ ἑαυτὰ κατηγορούμενα, οἷον | τὸν λόγον αὐτὸν τοῦ ἀνθρώπου τῶν πολλῶν ἀνθρώπων· οὕτως οὖν καὶ μίαν κίνησιν προτάττει τῶν πολλῶν κινήσεων αἰτίαν, ἣν αὐτοκίνητον κατὰ Πλάτωνα ἢ ἀκίνητον κατὰ Ἀριστοτέλη πάντως εἶναι, ἀρχὴν οὖσαν κινήσεων, ὥστε ἔοικεν διὰ τούτων τὴν οὐσιώδη τῆς ψυχῆς κίνησιν ἐμφαίνειν καὶ τὴν τῶν κατ’ οὐσίαν ὑπαρχόντων αὐτῇ λόγων προβολὴν καὶ μετάβασιν ἀπ᾿ ἄλλων εἰς ἄλλους· ταύτην γὰρ μίαν καὶ τινὰ κίνησιν τῷ χρόνῳ φησὶ προσήκειν. ἀριθμὸν δὲ αὐτῆς λέγει τὸν ἤδη γενεσιουργὸν καὶ προϊόντα εἰς ποίησιν τῶν ἐν τῷ κόσμῳ, ὅστις διεξόδους ἢ μεταβάσεις ποιεῖται ἀεὶ κατὰ τὰς προβολὰς τῶν φυομένων ἐξ αὐτοῦ, ὃς καὶ ἐναργής ἐστιν χρόνος. οὗτος δὴ οὐ πολὺ διέστηκεν τοῦ παρὰ Ἀριστοτέλει λεγομένου ἀριθμοῦ· ἐκεῖνος μὲν γὰρ μέτρον αὐτὸν τοῦ συνεχοῦς ἔξωθεν ἐπιγινόμενον θεωρεῖ, οὗτος δὲ μέτρον αὐτῆς ποιεῖται τῆς κινήσεως αὐτοφυὲς καὶ οὐκ ἔξωθεν ὥσπερ ἐκεῖνος. “καὶ ἔοικεν, φησὶν Ἰάμβλιχος, ἀπὸ τῆς Ποθαγορικῆς παραδόσεως ἡ Περιπατητικὴ δόξα παρατετράφθαι· τὸ δὲ αἴτιον, ὅτι περὶ τοῦ ἀριθμοῦ καὶ τῆς κινήσεως οὐ τὴν αὐτὴν ἔσχον οἱ νεώτεροι πρὸς τοὺς παλαιοὺς γνώμην, ἀλλ᾿ οἱ μὲν συμβεβηκότα αὐτὰ νομίζουσιν καὶ ἔξωθεν ἐπείσακτα θεωροῦσιν, οἱ ὡς οὐσιωδη νοοῦσιν”. ἐκεῖνο μέντοι θαυμάζω τῆς Ἀριστοτέλους ἀγχινοίας, πῶς καὶ αὐτὸς αἰτίαν τοῦ χρόνου προσεχῆ τὴν ψυχὴν ἔθετο· ζητήσας γὰρ τί τὸ ἀριθμοῦν τὴν ψυχὴν εἶπεν· εἰ γὰρ πάσης κινήσεως ἀρχὴ καὶ αἰτία ἡ ψυχή, εἴτε ὡς αὐτοκίνητος κατὰ Πλάτωνα εἴτε ὡς ἀκίνητος κατὰ Ἀριστοτέλη, εἴη ἂν εἰκότως καὶ τῆς χρονικῆς κινήσεως αἰτία. ἀλλ᾿ εἰ τὸν ἀριθμὸν Ἀρχύτας τὸν γενεσιουργὸν χρόνον εἶναί φησιν τὸν προϊόντα ἀπὸ τῆς ψυχικῆς κινήσεως ὡς μονάδος, δῆλον ὅτι καὶ κίνησιν ἐκείνην ὡς χρόνου μονάδα ἐθεάσατο, καὶ ἔοικεν τὴν πρώτην τήν τε ἐν τῇ ψυχῇ καὶ τὴν ἀπ' αὐτῆς προϊοῦσαν τὸν χρόνον θέσθαι, περὶ ἣν ἡ ἄλλη πᾶσα κίνησις συνέχεται καὶ τέτακται καὶ μεμέτρηται· τὸ γὰρ μέτρον καὶ συνδιεστάναι δεῖ τῷ μετρουμένῳ καὶ ἀρχοειδέστερον αὐτοῦ εἶναι. καὶ οἱ Στωικοὶ δὲ παραλαβόντες τὸν ὁρισμὸν λέγοντα “τὸ καθόλου διάστημα τῆς τοῦ παντὸς φύσεως” παρέτρεψαν τὸν λόγον ἐπὶ τὸ διάστημα τῆς κινήσεως, καὶ πλημμελοῦσιν οὗτοι, διότι τῶν Πυθαγορείων τὸ διάστημα φυσικὸν καὶ ἐν φυσικοῖς λόγοις καὶ εἰ οὕτω τις βούλοιτο καλεῖν ἐν τοῖς σπερματικοῖς, ὥς ποτε καὶ κορνοῦτος ὀψὲ τοῦτο ὑπώπτευσεν, ἢ ὡς ἀκριβέστερον ἄν τις εἴποι κατὰ προτέρους λόγους καὶ τῶν σπερματικῶν λόγων τοὺς τῆς ὅλη κοσμικῆς φύσεως, ἐν ᾗ καὶ ἡ ψυχὴ περιλαμβάνεται, τὸ διάστημα ἀφοριζομένων, οὗτοι σαφῶς μὲν οὐκ ἔχουσι διελέσθαι, ὁποῖον λέγουσι διάστημα, ἐοίκασι μέντοι μᾶλλον τὸ τῶν σωματοειδῶν κινήσεων σωματοειδὲς διάστημα ὑπολαμβάνειν ἢ ὥσπερ γραμμοειδές τι τοῦτο ἀποφαίνεσθαι, ὃ πολλῆς ἀτοπίας μεστὸν ἰδίᾳ δείκνυται ἐν τοῖς περὶ χρόνου λόγοις. οὐ μέντοι παρὰ τοῖς ἀρχαίοις οὕτως εἴρηται· τὸ γὰρ “τῆς τοῦ παντὸς φύσεως” συμπλεκόμενον τῷ διαστήματι δηλοῖ, ὁποῖον ἀποφαίνονται εἶναι τὸ διάστημα· τοῖς γὰρ τῆς φύσεως λόγοις προσήκει τὸ τοιοῦτο. συμφωνεῖ δὲ πρὸς τὸ αὐτὸ καὶ ἡ τῶν ἔτι παλαιοτέρων δόξα. οἱ μὲν γάρ, ὥσπερ καὶ τοὔνομα δηλοῖ, χορείᾳ τινὶ τῆς ψυχῆς περὶ τὸν νοῦν, οἱ δὲ ταῖς τῆς ψυχῆς καὶ τοῦ νοῦ αὐτῆς περιόδοις, οἱ δὲ τῇ φυσικῇ περὶ τὸν νοῦν χορείᾳ, οἱ δὲ ταῖς ἐγκυκλίοις περιφοραῖς τὸν χρόνον ἀφωρίζοντο, ἅπερ πάντα περιείληφεν ἡ Πυθαγόρειος αἵρεσις· τὸ γὰρ καθόλου διάστημα τῆς τοῦ παντὸς φύσεως πάσας τὰς φύσεις τοῦ παντὸς καθόλου περιείληφεν καὶ δι᾿ ὅλων αὐτῶν διήκει παντελῶς, τόν τε χρόνον ἄνωθεν ἀρχόμενον ἀπὸ τῶν πρώτων λόγων μέχρι τινὸς διήκοντα ἀφωρίσατο, ὡς κατὰ τὴν μετάβασιν καὶ κίνησιν τῶν ὅλων λόγων καθόλου τὸ διάστημα ἀφορίζοντα. ὡς γὰρ ἐπὶ τῶν ἐν γενέσει τουτὶ τὸ νῦν παρὰ τὸ πρόσθαν νῦν καὶ αὕτη ἡ κίνησις παρὰ τὴν πρώτην κίνησιν μεταβολὴν ἐπιδείκνυσιν, οὕτως πολὺ πρότερον καὶ ἀρχηγικώτερον ἐπὶ τῆς οὐσίας τῶν ὅλων φυσικῶν λόγων προϋπάρχον θεωρεῖται καὶ κυρίως συμπληροῖ τὸ διάστημα τοῦ πρεσβυτάτου πάντων χρόνου. ἀλλὰ νῦν μὲν ὡς δύο ὁρισμοὺς τοῦ χρόνου τούτους ὁ λόγος ἐξηγήσατο, δεῖ δὲ εἰς ἓν συναγαγεῖν ἀμφοτέρους· οὕτως γὰρ ἡ ὅλη φύσις τοῦ χρόνου θεωρηθήσεται. τῆς γὰρ αὐτοκινήτου κινήσεως ὡς μονάδος χρονικῆς ἀριθμὸς ὢς ὁ γενεσιουργὸς χρόνος διάστημά ἐστι τῶν φυσικῶν λόγων, οὐ τὸ κατὰ τὸν ὄγκον οὔτε τὸ κατὰ τὴν κίνησιν ἁπλῶς τὴν ἐκτός, ἀλλὰ τὸ τὸ κατὰ τὴν προϋπάρχουσαν τῆς κινήσεως τάξιν, ἐν ᾗ τὸ πρότερον καὶ ὕσερον προδιατεταγμένα καὶ ταῖς πράξεσι καὶ ταῖς κινήσεσι τὴν τάξιν παρέχεται. οὐδὲ γὰρ οἷόν τε τὸ πρότερον καὶ δεύτερον τῶν πραγμάτων συλλογίζεσθαι μὴ προϋφεστῶτος τοῦ χρόνου καθ᾿ ἑαυτόν, εἰς ὃν καὶ ἡ τῶν πράξεων τάξις ἀναφέρεται. ἀλλὰ περὶ μὲν τῆς οὐσίας τοῦ χρόνου τοσαυτα. Τὸ δὲ ἴδιον αὐτοῦ διὰ πλειόνων Ἀρχύτας παραδέδωκεν, καὶ οὐδὲν ἄτοπον καὶ διὰ τὴν τῶν Πυθαγορικῶν συγγραμμάτων σπάνιν ὅλην αὐτοῦ τὴν περὶ τούτου παραθέσθαι λέξιν· “τὸ δὲ ποκὰ καὶ ὁ χρόνος καθόλου μὲν ἴδιον ἔχει τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον. τὸ γὰρ νῦν ἀμερὲς † λεγόμενον ἅμα νοούμενον καὶ λεγόμενον παρελήλυθεν καὶ οὐκ ἔστιν παραμένον. γινόμενον γὰρ συνεχῶς τὸ αὐτὸ μὲν οὐδέποκα σῴζεται κατ᾿ ἀριθμόν, κατὰ μέντοι γε τὸ εἶδος. ὁ γὰρ ἐνεστὼς νῦν χρόνος καὶ ὁ μέλλων οὐκ ἔστιν ὁ αὐτὸς τῷ προγεγονόει· ὁ μὲν γὰρ ἀπογέγονεν καὶ οὐκέτι ἔστιν, ὁ δὲ ἅμα νοούμενος καὶ ἐνεστακὼς παρῴχηκεν. καὶ οὕτως ἀεὶ συνάπτει τὸ νῦν συνεχῶς ἄλλο καὶ ἄλλο γινόμενόν τε καὶ φθειρόμενον, κατὰ μέντοι γε τὸ | εἶδος τὸ αὐτό. πᾶν γὰρ τὸ νῦν ἀμερὲς καὶ ἀδιαίρετον καὶ πέρας μέν ἐστι τῶ προγεγονότος, ἀρχά δὲ τῶ μέλλοντος, ὥσπερ καὶ γραμμᾶς εὐθείας κλασθείσας τὸ σαμεῖον περὶ ὃ ἡ κλάσις ἀρχὰ μὲν γίνεται τᾶς ἑτέρας γραμμᾶς, πέρας δὲ τᾶς ἑτέρας. συνεχὴς δὲ ὁ χρόνος καὶ οὐ διωρισμένος ὥσπερ ἀριθμὸς καὶ λόγος καὶ ἁρμονία. τῶ μὲν γὰρ λόγω ταὶ συλλαβαὶ τὰ μόρια, ταῦτα δὲ διωρισμένα, καὶ τᾶς ῥμονίας τοὶ φθόγγοι καὶ τῶ ἀριθμῶ ταὶ μονάδες· γραμμὰ δὲ καὶ χωρίον καὶ τόπος συνεχές· τὰ γάρ κοινὰ τμάματα ποιέει διαιρεύμενα· τέμνεται γὰρ γραμμὰ μὲν κατὰ στιγμάν, ἐπίπεδον δὲ κατὰ γραμμάν, στερεὸν δὲ κατὰ ἐπίπεδον. ἔστιν ὦν καὶ καὶ χρόνος συνεχής· οὐ γὰρ ἦν ποκα φύσις, ὁπόκα χρόνος, οὐδὲ κίνασις, ὁπόκα τὸ νῦν οὐ παρῆς· ἀλλ᾿ ἀεὶ ἦν καὶ ἔσται καὶ οὐδέποκα ἐπιλείψει τὸ νῦν ἄλλο καὶ ἄλλο γινόμενον καὶ ἀριθμῷ μὲν ἅτερον, εἴδει δὲ τωὐτόν. διαφέρει γε μὰν τῶν ἄλλων συνεχέων, ὅτι τᾶς μὲν γραμμᾶς καὶ τῶ χωρίω καὶ τόπω τὰ μέρεα ὑφέστηκεν, τῶ δὲ χρόνω τὰ μὲν γενόμενα ἔφθαρται, τὰ δὲ γενησόμενα φθαρήσεται. διόπερ ὁ χρόνος ἤτοι τὸ παράπαν οὐκ ἔστιν ἢ ἀμυδρὸς καὶ μόλις ἔστιν· οὗ γὰρ τὸ μὲν παρεληλυθὸς οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὐδέπω ἔστιν, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον, πῶς ἂν ὑπάρχοι τοῦτο κατ᾿ ἀλήθειαν;” ἐν δὴ τούτοις οἱ μὲν ἄλλοι τὸ μὲν ἀμερὲς κατὰ τὸ νῦν τοῦ χρόνου θεωροῦσιν, ὅπερ καὶ πέρας ἐστὶν καὶ ἀρχὴ χρόνου, τὸ δὲ ἀνυπόστατον, καθ᾿ ὅσον τὸ μὲν παρεληλυθὸς ἔφθαρται, τὸ δὲ νῦν ἅμα νοούμενον καὶ λεγόμενον μενον παρελήλυθεν· ὁ μέντοι Ἰάμβλιχος ζητῶν, πῶς τὸ ἀμερὲς καὶ ἀνυπόστατον ὑπάρχειν τῷ χρόνῳ φησὶν ἀσύνακτα ὄντα, οὐκ ἐπὶ τοῦ αὐτοῦ τιθέναι φησὶν ἀμφότερα, ἀλλὰ κατὰ μὲν τὰ εἴδη τῶν λόγων τὰ ἑστῶτα ἐν ἑαυτοῖς τὸ ἀμερὲς ἀφοριζόμενος, κατὰ δὲ τὰς προϊούσας ἀπ’ κινήσεις, ἐπειδὴ αὗται οὐ διασῴζουσιν τὴν ἀμέριστον καὶ ἀκίνητον οὐσίαν, τὸ ἀνυπόστατον τιθέμενος, καὶ κατὰ μὲν τὴν μένουσαν ἐν τῇ οὐσίᾳ ἐνέργειαν καὶ τελειότητα τὸ ἀμέριστον ἀφοριζόμενος, κατὰ δὲ τὴν ἐξιοῦσαν εἰς σαμεῖον, α ex η corr. J1 ἡ] ἁ v, Simpl. Phys. τᾶς, supra η J1L1 τὴν γένεσιν ἀπὸ τοῦ ὄντος ῥοπὴν τὸ ἀνυπόστατον τῷ λόγῳ διαιρῶν. οὔτε οὖν τὸ ἀμερές, ὥς φησιν Ἰάμβλιχος, τὸ ἴδιον τοῦ χρόνονυ, ἄνυπόστατον ἔσται οὔτε τὸ ὑπόστατον ἄνυπόστατον μάχεται (μάχεται γὰρ τοῦτό γε ἀλλὰ διώρισται τὸ ἄμερὲς καὶ τὸ ἀνυπόστατον ἐπ' ἄλλων καὶ ἄλλων φύσεων, τῶν μὲν τιμωτέρων, τῶν δὲ ἀπολειπομένων τῆς πρεσβυτέρας φύσεως καὶ διὰ τοῦτο λεγομένων ἀνυποστάτων, οὐχ ὅτι μηδὲ ὄλως εἰσίν, ἀλλ' ὄτι τὸ τῆς πρώτης οὐσίας καθαρὸν καὶ ἄχραντον οὑ διασᾠξουσιν. τοιαῦτα γάρ ἐστι πάντα τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, οὔτε εἶναι κυρίως λεγόμενα οὔτε μὴ εἶναι. ἔπειδὴ οὖν τὸ μὲν παρεληλυθὸς τοῦ χρόνου οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὔπω ἔστιν, μόνον δὲ τὸ ἐνεστηκὸς εἶναι δοκεῖ ἀμερὲς ὄν, εἴπερ κατὰ τὸ νῦν λαμβάνοιτο, καὶ ἅμα τῷ εἶναι εἰς τὸ μὴ εἶναι χωροῦν, διὰ τοῦτο οὖν ἴδιον αὐτοῦ τὸ ἀμερὲς ἄμα καὶ ἄνυπόστατον εἶναί φησιν. ὁ μέντοι Ἰάμβλιχος οὐκ ἀποδέχεται τοὺς τὸ ἀμερὲς τοῦ ῥέοντος τούτου καὶ γενητοῦ χρόνου θεωροῦντας καὶ ἀνυπόστατον αὐτὸ λέγοντας διὰ τὸ μηδέποτε μὲν εἶναι, ἀεὶ δὲ γίνεσθαι. “πᾶν γὰρ τὸ γινόμενον, φησίν, ἢ τὸ ὁπωσοῦν κινούμενον οὑ δύναται εἶναι ἀμερές. διαιρετὴ γὰρ πᾶσα κίνησίς ἐστιν ἀεὶ διὰ τὴν συνέχειαν. ἀλλὰ μὴν καὶ τὸ ἀμέριστον εὐθὺς ἵσταται κατ' αὐτὸ τὸ εἶναι, καὶ εἰ μὲν γίνοιτο ἀεί, οὐκέτι σῷξει τὸ εἶδος. εἰ δὲ σῷξειν τὸ εἶδος διαρρήδην λέγοιτο, οὐκ ἂν ἀεὶ γίνοιτο. κἂν λέγοι οὖν, φησίν, ὅτι τὸ νῦν ἃμα νοούμενον καὶ λεγόμενον παρελήλυθεν, ἐν τοῖς μετέχουσι τοῦ χρόνου δεῖ τὴν τοιαύτην ἔκστασιν ὑποτίθεσθαι. τὰ γὰρ γινόμενα οὐ δύνατοι τὴν ἀμέριστον οὑσίαν ἀκινήτως δέξασθαι, ἄλλοτε δὲ ἄλλοις μέρεσι τοῖς ἑαυτῶν ἐκείνης ἐφαπτόμενα τὸ αὑτῶν πάθημα ἐκείνης καταψεύδεται. διόπερ καὶ ἡ μὲν κατ’ ἀριθμὸν ἑτερότης ἀεὶ ἀλλοιουμένη τῆς· τῶν μετεχόντων εστὶν διαφορότητος δεῖγμα, τὸ δὲ δὲ εἶδος ταὐτὸ μένον τὴν τοῦ ἀμεροῦς νῦν ἐνδείκνυται ταὐτοτητα. καὶ λέγεταί γε ταῦτα καλῶς, εἱ τὸ ἐστὼς ἐν τῇ ῥοῆς τῆς γεμἐσεως δυνηθείημεν τῷ λογισμῷ συλλαβεῖν. ὅταν δὲ λέγῃ, φησίν, ὁ Ἀρχύτας, ώς ὁ ἐν τῷ νῦν χρόνος καὶ ὁ μέλλων οὑκ ἔστιν ὁ αὐτὸς τῷ προγεγονότι (ὁ μὲν γὰρ ἀπογέγονεν καὶ οὐκέτι ἔστιν, ἔστιν, ὁ δὲ ἄμα νοούμενος καὶ ἐνεστηκὼς παρᾠχηκεν), δεῖται διορισμοῦ, φησίν, τὰ τοιαῦτα πρὸς τὴν τελείαν σαφήνειαν, καὶ ῥητέον <τὸν> αὐτόν τε τὸν ἅπαντα χρόνον καὶ οὐ τὸν αὐτόν, ὥσπερ καὶ τὸ νῦν. κατὰ μὲν γὰρ τὴν οὐσίαν καὶ τὸ εἶδος ἕν καὶ ταὐτόν, καθὸ δὲ διαιρεῖ τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, πολλὰ καὶ ἕτερα, ὥσπερ καὶ αἱ στιγμαὶ σχεδόν τι πᾶσαι μία, τῇ θέσει δὲ καὶ τῇ διαιρέσει πλείους καὶ οὑχ αἱ αὐταί. ᾖ γὰρ διαροῦσαν ἐννοοῦμεν τὴν στιγμήν, δύο γίνονται ἡ μία, ἡ μὲν ὡς ἔσχατον, ἡ δὲ ὡς πρῶτον, καὶ οὕτως ἀεὶ συνάπτει καὶ συνέχει τὸν ὅλον χρόνον ἐν ἑαυτῷ τὸ νῦν ἕτερον καὶ ἕτερον τῇ διαιρέσει γινόμενον, τῷ δὲ εἴδει τὸ αὐτὸ μένον. κἂν γίνεσθαι οὖν καὶ φθείρεσθαι λέγῃ τὸ νῦν, οὐκ αὐτοῦ νῦν τὴν γἐνεσιν καὶ φθορὰν ἀκουστέον, ἀλλὰ τῶν μετεχόνετων αὐτοῦ ἢ οὐ μετεχόντων. τὸ μὲν γὰρ συνέχειν καὶ συνάπτειν οὑκ ἄλλου τινός ἐστιν ἢ τοῦ ἀμεροῦς, τὸ δὲ ἄλλο καὶ ἄλλο γίνεσθαι καὶ φθείρεσθαι καὶ τὸ ἀεὶ ῥεῖν τῆς ἐν τῇ γενέσει μετουσίας τοῦ νῦν ἐστιν οἰκειότατον. πῶς οὖν τὸ αὐτὸ καὶ ἄλλο καὶ ἄλλο γίνεται καὶ μένει τὸ αὐτὸ κατ’ εἶδος, καὶ διαιρεῖται καὶ ἔστιν ἀδιαίρετον, καὶ ἀλλοιοῦται καὶ ἐν ἐνὶ τὸ πέρας καὶ τὴν ἀρχὴν συνείληφεν; ἢ ὅτι ἄλλο μὲν ἦν τὸ ἐν τῇ φύσει μετεχόμενον νῦν καὶ ἀχώριστον ὂν τῶν γινομενων, ἄλλο δὲ τὸ χωριστὸν καὶ καθ' καὶ τὸ μὲν ἐν εἴδει τῷ αὐτῷ ἔστηκεν ὤσαύτως, τὸ τὸ δὲ ἐν φορᾷ συνεχεῖ θεωρεῖται. ἐπεὶ δὲ τὰ δύο ταῦτα ὁμοῦ συνείληπται ἐν τοῦ τοῦ νῦν ἀρχῇ τῇ συνεχούσῃ τὸν χρόνον, πάνυ σαφῶς διὰ τοῦτο γραμμῆς εὐθείας κλασθείσης εἰς γωνίαν σημείῳ περὶ ὃ ἡ κλάσις ἀπείκασεν τοῦ χρόνου τὸ νῦν. ὥσπερ γὰρ τὸ σημεῖον ἦς μὲν ἀρχὴ γίνεται γραμμῆς, ἦς δὲ πέρας, οὕτω καὶ τὸ νῦν τὴν ἀρχὴν καὶ τὸ τέλος τοῦ χρόνου παντὸς ἐν ἑαυτῷ συνείληφεν, οὑχ ὡς συμβεβηκός τι, ἀλλ' ὡς συνέχον αὐτὸν καὶ τὴν * αὐτοῦ ἐν ἐαυτῷ περιέχον καὶ παρεχόμενον ἐξ ἑαυτοῦ. οὑ τοίνυν ὡς μὴ ὄντος τοῦ νῦν ἐξηγεῖσθαι χρή. τὸ γὰρ κατ' δἶδος ἓν αὐτοῦ μένει τὸ αὐτό, ὅπερ κυριώτερόν ἐστι τῆς κατ' ἀριθμὸν ἑτερότητος. ἄλλὰ συνάπτειν φασὶ τὰ πέρατα τῶν μὴ ὄντων. ἀλλὰ οὐκ ἐν τοῖς μὴ οὖσιν, φαμέν, διαπεφόρηται, ἐν ἑαυτῷ δὲ καὶ τὰ μὴ μὴ ὄντα σθμέχει, καὶ καθ' ἑαυτό ἐστιν ἔχον τινὰ ἱδίαν οὐσίαν. συνεχὴς δέ ἐστιν ὁ χρόνος, οὐ μέντοι διὰ πέρατος ἀεὶ γινομένου καὶ ἀπολλυμένου συνέχεται. ἕστηκεν γὰρ τοῦτο ἐν τῷ οἰκείῳ εἴδει, ἵνα καὶ ὄντως ᾖ συνεχὴς καὶ ἀεὶ συνέχηται. περὶ ἄλλο δὲ νῦν θεωρεῖται τὸ κατ’ ἀριθμὸν ἄλλο καὶ γινόμενον, ὅπερ ἤδη θέσιν θεσιν προσείληφεν καὶ σύνταξιν ἔχει πρὸς τὰ γινόμενα. ὅθεν δή, εἰ μὲν τὸ νῦν λαμβάνοι τις ὡς μέρος χρόνου, λήψεται αὐτὸ ὡς συμφυὲς ὂν πρὸς τὴν κίνησιν. εἱ μέντοι μέρος χρόνον αὐτὸ εἶναι ἄποφαίνοιντο, ὥσπερ ἤδη τινὲς περὶ αὐτοῦ διέγνωσαν, ἀρχὴ ἔσται τοῦ χρόνου χρόνου χωριστὴ καὶ τῷ εἴδει ἡ αὐτὴ διαμένει. καὶ ὅταν οὖ λέγηται τὸ μὲν παρεληλυθὸς τοῦ χρόνου οὐκέτι εἶναι, τὸ δὲ μέλλον οὔπω εἶναι, ἰστέον ὡς ταῦτα κατὰ τὰ νῦν λέγεται τὰ προϊόντα ἔξω καὶ συμφερόμενα τῇ κινήσει καὶ μετὰ τῆς φορᾶς συναλλοιούμενα, τὰ δὲ ἐν τῷ νῦν περιεχόμενα καὶ ἀφωρισμένα ἐν αὐτῷ καὶ μηδέποτε ἐξιστάμενα τῆς οἰκείας ἀρχῆς, ταῦτα ἐν τῷ νῦν ἀεὶ διαμένει. ὅθεν δὴ καὶ εἰκότως αἰῶνος εἰκὼν κινητὴ ὁ χρόνος ἀφώρισται, ὡς τῆς ψυχῆς πρὸς τον νοῦν ἀπεικασθείσης καὶ τῶν λόγων αὐτῆς πρὸς τὰς νοήσεις καὶ τοῦ νῦν πρὸς τὸ ἐν ἑνὶ μένον. ἀπεικάσθη δὲ καὶ τὸ περιεκτικὸν τοῦ χρόνου <πρὸς τὸ ἐκείνου> ἅμα καὶ ἁεὶ ἐν ἐαυτῷ περιέχον καὶ τὸ τούτου κινούμενον πρὸς τὸ ἐκείνου ἑστηκὸς καὶ τὸ κατ' ἁριθμὸν τῆς γενέσεως μέτρον πρὸς τὸ καθ’ ἓν τῶν οὐσιῶν”. Ἐπιστῆσαι δὲ ἄξιον, ὃτι καὶ ὁ Πλάτων κινουμένην κατ’ ἀριδμὸν εἰκόνα τοῦ αἰῶνος εἶπεν τὸν χρόνον, ὡς μονάδος τοῦ αἰῶνος ἀριθμὸν τὸν χρόνον θεασάμενος. καὶ μήποτε καὶ τὸ Ἀρχύτειον αὐτοφυέστερον οὕτως ἀκούειν, ὅτι ἐστὶν κινήσεώς τινος ἀριθμὸς οὐχ ὡς ἄλλον μὲν χρόνον τῆς κινήσεως δηλούσης, ἄλλον δὲ τοῦ ἀριθμοῦ, ἀλλ' ὡς ἐπὶ τοῦ αὐτοῦ πάντων ῥηθέντων. ὠς γὰρ ὁ αἰὼν μονίμως τὸ ἓν εἶχεν καὶ οὐκ ἀλλος μὲν αἰὼν ἦν ὁ κατὰ τὸ ἑστώς, ἄλλος δὲ ὁ κατὰ τὸ ἕν, οὕτως καὶ ὁ χρόνος, καὶ ὁ ἐν τῇ ψυχῇ πρώτως ὑποστὰς καὶ ὁ ἐκείνου προελθὼν εἰς τὴν γένεσιν, ἀριθμὸς ἦν ἐν κινήσει, ὁ δὲ αὐτὸς καὶ διάστημα τῆς τοῦ παντὸς φύσεως ἦν. ὡς γὰρ ὁ αἰὼν τῷ ὄντι συνυπῆρχεν κατὰ τὴν ἀμέριστον αὐτοῦ καὶ ἀκίνητον ὁμοῦ ὅλην οὐσίαν θεωρούμενος, οὕτως ὁ χρόνος τῷ γενητῷ παντὶ συνυπέστη κατὰ τὴν κινουμένην καὶ ἀεὶ ἄλλοτε ἄλλην διάστασιν τῆς γενέσεως θεωρούμενος. καὶ ἐκεῖνο δὲ ἄξιον ἐπιστῆσαι, εἰ ἐν ψυχῇ πρώτως ὁ χρόνος ὑπέστη ἢ ἀπὸ ψυχὴς. εἰ γὰρ μέση τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας ἐστὶν ἡ ψυχή, καὶ μέτρον ἂν ἔχοι συμφυὲς τὸ μέσον αἰῶνός τε καὶ χρόνου κατ' οὐσίαν ταύτῃ συνυφεστηκός, καὶ ἀπ' ἐκείνου προσεχῶς ὁ χρόνος ὁ κυρίως ἐν τοῖς δυρίως γενητοῖς ὑφίσταται. ἀλλὰ τοῦτο μὲν καὶ αὖθις ξητείσθω. Τὴν δὲ χρείαν, ἥν ὁ χρόνος τῷ παντὶ παρέχεται, δικαιον ἂν εἴη προσθεῖναι. ὡς γὰρ τὸ ὂν διὰ τὸν αἰῶνα ἅμα ὅλον ἐστὶν ἐν ἑνὶ συνῃρημένον, οὕτως ἡ γένεσις διὰ τὸν χρόνον ἐν τάξει διακέκριται, καὶ εἴπερ μὴ ἦν χρόνος, σύγχυσις ἄν ἦν καὶ τῶν γενέσεων καὶ τῶν πράξεων, ὡς συγκεχύσθαι τοῖς ἐπὶ τῶν Τρωικῶν τὰ νῦν. ἀλλὰ πῶς τοσαύτην ἔχοντος δύναμιν τοῦ χρόνου ὁ Ἀρχύτας ἤτοι τὸ παράπαν οὐκ εἶναί φησιν αὐτὸν ἢ ἀμυδρὸν καὶ μόλις εἶναι; ἢ ὅτι ὡς πρὸς τὰ κυρίως καὶ ἀληθῶς ὄντα παραβάλλων αὐτὸν ταύτην αὐτοῦ τὴν μοῖραν κατεψηφίστο, διότι ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει καὶ τὸ μὲν παρεληλυθὸς οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὐδέπω, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον. πῶς οὖν ἄν, φησίν, ὑπάρχοι τοῦτο, οὑχ ἁπλῶς, ἀλλὰ κατ' ἀλήθειαν; οὐ γὰρ προσήκει τὸ ὄντως εἶναι τῷ χρόνῳ, ὥσπερ οὐδὲ τῇ γενέσει. δοκεῖ δὲ καὶ τῶν ἄλλων συνεχῶν ἀμενηνοτέραν αὐτῷ διδόναι τὴν ὑπόστασιν ὁ Ἀρχύτας, διότι γραμμῆς μὲν καὶ ἐπιφανείας καὶ τόπου τὰ μέρη ὑφέστηκεν ὁμοῦ, τοῦ δὲ χρόνου τὸ μὲν ἔφθαρται, τὸ δὲ οὔπω μήποτε δὲ καὶ τὰ ὑφεστάναι δοκοῦντα, εἴπερ γενητά ἐστιν καὶ ἀεὶ ῥέοντα, τῷ εἴδει τὰ αὐτὰ ὑφέστηκεν, ἀλλ' οὑ τῷ ἀριθμῷ, ὥσπερ καὶ τὸ νῦν τοῦ χρόνου. καὶ περὶ μὲν τοῦ ποτὲ τοσαῦτα, μεταβαίνειν δὲ λοιπὸν ἐπὶ τὰ ἐξῆς καιρός. | Περὶ τῆς ποῦ κατηγορὶας. Δοκεῖ δὲ μετὰ τὸ ποτὲ τὸ ποῦ τάττεσθαι διὰ τὴν πρὸς ἄλληλα τούτων συγγένειαν. ὡς γὰρ ὁ τόπος καὶ ὁ χρόνος συγγενεῖς εἰσιν μέτρα ὄντες ἄμφω συνεκτικὰ τῆς γενέσεως, ὁ μὲν κατὰ τὸν ὄγκον, ὁ δὲ κατὰ τὴν τοῦ εἶναι διάστασιν, καὶ τοῦ αἰῶνος ἄμφω τὴν τε ἅμα καὶ ὁμοῦ συνῃρημένην ἀμέρειαν ἔνεικονίσαντο, οὕτω καὶ τὸ ποτὲ καὶ τὸ ποῦ συγγενῶς ἔχει πρὸς ἄλληλα. ἐν ὑστέρῳ δὲ τἐτακται τὸ ποῦ, διότι καὶ ὁ τόπος πέρας τῶν γινομένων ἐστὶν καὶ ὡς περιέχων τὸ ἄλλα, οὕτως θεωρεῖται, καὶ διότι προηγεῖται μὲν τὸ ποιεῖν τῶν κινουμένων, τοῖς δὲ κινουμένοις ὁ χρόνος ὡς μέτρον αὐτῶν συνέξευκται, ἀποτελευτᾷ δὲ τὰ κινούμενα εἰς τὴν ἐν τόπῳ θέσιν, “ἐπεὶ ἕως Τε, φησὶν Ἰάμβλιχος, κινεῖται, οὑδέπω ἔστιν ἐν τόπῳ, ἀλλὰ κινεῖται μὲν κατὰ τόπον, οὐδέπω δὲ ἤδη ἔστιν ἐν τόπῳ”. ὅλως δὲ τόπου μὲν δεῖται τὸ γεγονὸς ἤδη καὶ περιεχόμενον, ὁ δὲ χρόνος αὐτὴν μετρεῖ τὴν εὶς τὸ εἶναι φέρουσαν ὁδόν. καἂν γὰρ ἐν τόπῳ γίνοιτο τὸ γινόμενον, ἀλλὰ τὸ ἀεὶ γεγονός ἐστιν τὸ ἐν τόπῳ. ὁ μέντοι Ἀρχύτας τῆς κινήσεως προϋπάρχειν τὸν τόπον φησὶν καὶ δηλονότι καὶ τὸν χρόνον, ἐν οἶς φησιν. “ἐπειδὴ πᾶν τὸ κινούμενον ἐν τόπῳ τινὶ κινεῖται, τὸ δὲ γε ποιεῖν καὶ πάσχειν κινήσιές τινες, φανερὸν ὅτι τόπον ὑπέμεν δεῖ πρᾶτον, ἐν ῷπέρ ἔστι τὸ ποιέον ἢ τὸ πάσχον”. ὥστε ὁ λέγων τὰ κινούμενα μὴ εἶναι ἐν τόπῳ οὐ δόξει τῷ Ἀρχύτᾳ συμφωνεῖν, εἰ μὴ ἄρα κινεῖται μὲν ἐν τόπῳ, οὐκ ἔστιν δὲ ἐν τόπῳ. εἰ μὴ καθ’ ὅσον κείνηται ἕκαστον. εἴρηται δὲ ἤδη, ὅτι Ἀρχύτας μὲν καὶ Ἀνδρόνικος συνέταξαν τῷ μὲν χρόνῳ τὸ ποτέ, τῷ δὲ τὸ ποῦ, καὶ οὕτως ἔθεντο τὰς δύο κατηγορίας, Ἀριστοτέλης δὲ τὸν μὲν χρόνον καὶ τὸν τόπον τοῦ ποσοῦ τέθεικεν διὰ τὰς εἰρημένας ἔμπροσθεν αἰτίας, τοῦ δὲ ποτὲ καὶ τοῦ ποῦ ἄλλας ὑπεστήσατο κατηγορίας. ὡς τὰ πρός τι προϋποκειμένοις ἄλλοις γένεσιν παρεφύετο οἶον τῇ οὐσίᾳ καὶ τῷ ποσῷ κατὰ τὴν αντιστρέφουσαν καὶ ἐξισάξουσαν σχέσιν θεωρούμενον, οὕτως καὶ τὸ ποτὲ καὶ τὸ ποῦ κἂν ἄλλοις ἐπισυνίσταται γένεσιν, οὐδὲν ἄτοπον ιδίας αὐτῶν κατηγορίας ὑποτίθεσθαι, εἰ μόνον ἴδιά τινα τὰ σημαινόμενα ἔχουσιν. ὥσπερ γὰρ ὁ χρόνος οὑκ ἦν τὸ ποτέ, οὐδὲ τόπος ἐστὶν τὸ ποῦ, ἀλλ' ὥσπερ ἐπὶ τοῦ χρόνου ἄλλο μὲν ἦν ὁ χρόνος, ἄλλο δὲ τὸ κατὰ χρόνον ἢ χρόνου τι, οὕτως ἄλλο μὲν ὀ τόπος, ἄλλο δὲ τὸ κατὰ τόπον ἢ τόπου τι. καὶ γὰρ ἄλλο τί ἐστι ποσὸν καὶ ἄλλο τὸ Ζ ποσοῦ τι εἶναι. ὥσπερ οὖν ἄτοπον τὸ λέγειν ποσὸν εἶναι τὸ διπλάσιον καὶ τὸ ἴσον, διότι ποσοῦ τί ἐστιν, οὕτω καὶ ὁ τὸ κατὰ τόπον ἢ τόπου τι τόπον λέγων ἄτοπος ἂν εἴη. Πλωτῖνος μέντοι τελείως ἀνεῖλεν τὴν τὴν τοῦ κατηγορίαν, ἀποδοὺς μὲν καὶ αὐτὸς τὸ ποῦ τᾷ τόπῳ, ὥσπερ καὶ Ἀρχύτας καὶ Ἀνδρόνικος, τὸν δὲ τόπον ὥσπερ καὶ τὸν χρόηνον ἢ τῷ ποσῷ ἀπονείμας ἢ τᾷ πρός Τι. Δύο δὲ σημαίνει τὸ ποῦ, τόν τε τόπον καὶ τὸ ἐν τόπῳ, ὥσπερ καὶ τὸ ποτὲ ἔλέγετο δύο σημαινειν, τόν τε παρεληλυθότα χρόνον καὶ τὸ ἐν χρόνῳ. ἡ δὲ τοῦ ποῦ κατηγορία κατὰ τὸ δεύτερον σημαινόμενον ἀφώρισται. τὸ μὲν γὰρ ὡς τόπος λεγόμενον ποσὸν ἄν εἴη κατὰ Ἀριστοτέλη, τὸ δὲ ἐν τόπῳ τῆς τοῦ ποῦ κατηγορίας. κἂν σύνθετος δέ τις ᾖ ἡ ἐν τόπῳ καὶ ἐν φωνή, ἁπλοῦν τι δεῖ ἐκδέχεσθαι ἀπὸ τῆς συνθέτου λέξεως, ὡς ἀπὸ τοῦ Ἀγαθὸς δαίμων καὶ Ἰερὰ πόλις ἕν τι ἁπλοῦν ὑπολαμβάνομεν. διήκει δὲ ἡ διττὴ σημασία αὕτη καὶ ἐπὶ πάσας πάσας τὰς τοῦ τόπου διαφοράς. καὶ γὰρ τὸ ἄνω καὶ κάτω καὶ πρόσω καὶ ὀπίσω καὶ δεξιὰ καὶ ἀριστερὰ διττάἐστιν, τὰ μὲν ὡς τόποι, τὰ δὲ ὡς ἐν τόπῳ ὄντα, καὶ δῆλον ὅτι τὰ μὲν τόπον δηλοῦντα ποσά ἐστιν, τὰ δὲ τὰ δὲ ἐν τόπῳ τῇ τοῦ κατηγορίᾳ ὑποταχθήσεται. διατείνει δὲ ἡ τοῦ ποῦ σημασία καὶ εἰς τὸ πόθεν, ὡς τὸ Ἀθήνηθεν, καὶ εἰς τὸ ποῖ, ὡς τὸ Ἀθήναξε. Ι καὶ ταῦτα δὲ ἄμφω δηλοῖ, αὶ τόπον καὶ τὴν ἐν τόπῳ σχέσιν. καὶ μετὰ συνδέσμων λεγόμενα τὰ αὐτὰ σημαίνει, οἶον ἐκ Δυκείου καὶ εἰς Δύκειον καὶ ἐν Δυκείῳ. ἰσοδυναμεῖ γὰρ τῷ Ἀθήνηθεν καὶ Ἀθήναξε καὶ Ἀθήνησι. καὶ τὰ δεικτικὰ δὲ συντακτέον τούτοις, οἶον ἐκεῖ ἐνθάδε, πάρρω ἐγγὺς καὶ τὰ τοιαῦτα. τὸ δὲ Ἀθηναῖος καὶ τὸ Ῥόδιος οὑ τὸν τόπον ἀλλὰ τὸ ὅθεν παρίστησιν, καὶ σχλεσις πρὸς τὸς τόπον σημαίνεται, οὑ τόπος. Ἐπιδέχεται δὲ καὶ ἐναντίωσιν τὸ ποῦ κατὰ τὰς τοῦ τόπου διαφοράς, οἶον ἄνω κάτω, πρόσω ὁπίσω, εἰς δεξιὰ εἰς ἀριστερά. ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ ἦττον. ἕτερον γὰρ ἑτέρου μᾶλλόν ἔστιν ἄνω καὶ μᾶλλον κάτω καὶ μᾶλλον πρόσω καὶ ἦττον, ὅσα μὴ ἀποκλίνει πρὸς τὸ πλάγιον, καὶ εἰς δεξιὰ καὶ ἀριστερὰ ὁμοίως. ἔτι δὲ τὰ μὲν ἀορίστως λέγεται, τὰ δὲ ὡρισμένως. ἢ γὰρ ἄπλῶς ἐν τόπῳ ἢ ἐν τινὶ τόπῳ. καὶ τὰ μὲν ἐν πλάτει, οἶον ἐν Ἀθήναις, τὰ δὲ κατὰ περιγραφὴν ἀφώρισται, οἶον ἑν Δυκείῳ ἢ τῷδε τοῦ δυκείου τῷ τόπῳ. ἀλλὰ ταῦτα μὲν οὕτως. Κορνοῦτος δὲ ἄπορεῖ, εἰ τὸ ποῦ τοῦ τόπου καὶ τὸ ποτὲ τοῦ χρόνου κατὰ τὸν χαρακτηρισμὸν τῶν λέξεων διενηνοχότα εἱς ἰδίας κατατέτακται κατηγορίας διὰ τὸ τὴν πρόθεσιν περὶ χαρακτήρων εἶναι λεκτικῶν, τί δήποτε οὐχὶ καὶ ταῦτα τῇ κατηγορίᾳ ταύτῃ προσέθηκεν, οἶον τὸ διωνόθεν καὶ εἰς Δίωνα καὶ τὰ τοιαῦτα πολλὰ ὅντα. ὅμοια γὰρ ἐστιν τῷ Ἀθήνηθεν καὶ εἰς Ἀθήνας. πρὸς δὲ ταῦτα ἐξαρκεῖ λέγειν ὅτι οὑ περὶ χαρακτὴρος λέξεώς ἐστιν ἡ τῶν κατηγοριῶν διαίρεσις. καθόλου γὰρ τὰς μὲν [δια]λεκτικὰς διαφορὰς εἰς ὄνομα ἀνῆγον ἢ ῥῆμα ἤ τι τοιοῦτον, οὑ μέντοι εἰς κατηγορίαν τινά, επὶ δὲ τούτων ἔχεσθαι μὲν δεῖ τῶν φωνῶν, οὐ μέντοι κατὰ τὸ πτωτικὸν σχῆμα τῆς λέξεως, ἄλλὰ διαρούμενον τὰς σημασίας κατὰ τὰς τῶν ὅντων διαφοράς, ὅθεν οὔτε ὁ τόπος, ἔπειδὴ τὸν αὐτὸν χαρακτῆρα ἔχει τῷ ἵπος, οὔτε ὁ χρόνος, ἐπειδὴ τὸ αὐτὸ σχῆμα τῆς λέξεως ἔχει τῷ λύκος, τῆς αὐτῆς εἰσι κατηγορίας, ἀλλὰ τὰ μὲν τοῦ ποσοῦ ἐστιν, τὰ δὲ τῆς οὑσίας. Πάλιν δὲ ὁ αὐτὸς ἀνὴρ τὸ πόρρω καὶ ἐγγὺς εἰς τὸ πρός τι ανάρειν ἀξιοῖ τοπικὸν ἔχοντα τὸ ὑποκείμενον, Ἀνδρόνικος δὲ εἰς τὸ ποῦ τίθησιν αὐτὰ ἀόριστα κατὰ τόπον ὄντα. καὶ εἴπερ ἡ τοῦ τόπου διαφορὰ ἐπικρατοῦσα φαίνεται ἐν αὐτοῖς, εἰς τὸ ποῦ μᾶλλον ἀνενεκτέα, ἀλλ' οὐκ εἰς ἔτερον γένος. οὐ γὰρ τὴν ἀντίστροφον σχέσιν ἔχει πρόχειρον, ὡς τὸ πορρώτερον καὶ ἐγγέτερον, ἀλλὰ τὴν τοῦ τόπου διάστασιν. ἐφιστάνει 61 καὶ περὶ τοῦ ἁμα καὶ χωρὶς καὶ συνεγγίξον καὶ διεστηκὸς καὶ παρακείμενον καὶ > εἰ δεῖ ταῦτα τῆς τοῦ ποῦ κατηγορίας τίθεσθαι ἢ τοῦ κεῖσθαι ἢ μᾶλλον τοῦ πρός τι· ὑπὸ γὰρ τούτου κρατεῖσθαι, καθάπερ τὸ διπλάσιον καίτοι ποσὸν ἐμφαῖνον. μήποτε δὲ οὑ πάντα ταῦτα ἕνα ἔχει λόγον, ἀλλὰ τὰ μὲν ἅμα καὶ τὰ συνεγγίξοντα τὸ πρός τι μᾶλλον ἐμφαίνει. κοινὴν γὰρ σχέσιν καὶ ταῦτα καὶ ἀντιστρέφουσαν συμπαρίστησιν. τὰ δὲ χωρὶς καὶ διεστηκότα τὴν τοῦ ποῦ. πλεονάξει γὰρ ἐν αὐτοῖς ἡ πρὸς τὸν τόπον σχέσις τῶν χωρὶς ὄντων καὶ τῶν διεστηκότων. τὰ μέντοι παρακείμενα καὶ ὑποκείμενα τῆς τοῦ κεῖσθαί ἐστιν κατηγορίας. προηγεῖται γὰρ ἐν αὐτοῖς ἡ δέσις καὶ ἔξωθεν ἡ σχέσις ἐπισυμβαίνει. καὶ τὰ ἄλλα δὲ οὕτως χρὴ διακρίνειν τῷ πλεονάξοντι καὶ ἐπικρατοῦντι καὶ τὴν ἔννοιαν προβάλλοντι πρόχειρον, τούῳ τὸ βραβεῖον τοῦ γένους ἀπονέμοντας. Ὁ δὲ Πλωτῖνος προβαλλόμενος τὸ ἐν Ἀκαδημίᾳ ἐν Δυκείῳ, ἄνω κάτω, ξητεῖ, πότερον τόπους διαφέροντας ταῦτα δηλοῖ ἢ ἄλλα ἐν ἄλλῳ. ‘εἰ’ μὲν γὰρ τόπους, τί δεῖ παρὰ τὸv τόπον ἄλλο ξητεῖν τὸ ποῦ; εἰ δὲ ἄλλο ἐν ἄλλῳ, οὑχ ἓν οὐδὲ ἁπλοῦν τὸ τοιοῦτον’. πρὸς καὶ νῦν ῥητέον ὅτι οὕτε τόπος ἀπλῶς σημαίνεται ὑπὸ τούτων οὔτε σύνθετόν τι· οὐ γὰρ τὰ πράγματα ἐν τόπῳ καὶ αὐτὸς ὁ τόπος συμπλέκεται, αὐτὴ δὲ μόνη ἡ σχέσις μοειδῶς συνεμφαίνεται. ἀλλ' οὐδὲ τὸ ἐν μόριον σύνθεσιν ἐμποιεῖ ἐν τῷ φάναι ‘ἐν Δυκείῳ’ ἀλλὰ τὴν σχέσιν μόνην παρίστησι τὴν πρὸς τὸν τόπον. ‘ἀλλ' εἰ τοῦτο, φησί, λέγομεν, σχέσιν τινὰ γεννῶμεν τοῦδε ἐν τῷδε, τοῦ δεξαμένου πρὸς ὃ ἐδέξατο. διὰ τί οὖν οὐ πρός τί ἐστιν ταῦτα, ἐκ τῆς ἐκατέρου πρὸς ἑκάτερον σχέσεως ἔχοντα τὸ εἶναι;’ πρὸ ὃ ῥητέον ὅτι ἄλλη μέv ἐστιν σχέσις ἐξισάξουσα καὶ ἀντιστρέφουσα καὶ τῶν αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λεγομένων ἢ ὁπωσοῦν ἄλλως πρὸς ἔτερα, ἤτις ἐπὶ τῶν πρός Γ τι ἱδίως θεωρεῖται, ἄλλη δέ ἐστιν ἡ μὴ ἀντιστρέφουσα ἀλλ' ἐπὶ τὰ ἔτερα μόνα ἀποαλίνουσα καὶ ἱδίως πρὸς χρόνον ἢ τόπον ποιουμένη τὴν σχέσιν, ἥτις οὑκ ἦν τῶν ἰδίως λεγομένων πρός τι, διόπερ οὐδὲ ἀντέστρεφεν τὰ πρός τι. ἐν γὰρ τῷ ποῦ καὶ ποτὲ οὐχ ἡ τοῦ τόπου καὶ τοῦ χρόνου σχέσις πρὸς τὸ ἐν τόπῳ καὶ ἐν χρόνῳ λαμβάνεται, ἀλλὰ τοῦ ἐν τόπῳ πρὸς τὸν τόπον. δὐδὲν δὲ θαυμαστόν, εἰ προσλαμβάνει ποτὲ αὔτη καὶ τὴv τοῦ πρός τι σχέσιν, ὡς ἐπὶ τοῦ ἐπὶ τάδε καὶ ἐπέκεινα καὶ τοῦ καὶ ὑποκάτω. οὕτως δὲ καὶ ἐπὶ τῶν κατὰ χρόνον ὁ μὲν πρέσβυς καὶ ὁ νέος καὶ ὁ πρόσφατος καὶ ὁ παλιὸς εκτός ἐστιν τῆς τῶν πρός τι κατηγορίας καίτοι σχέσιν ἔχοντα πρὸς χρόνον ἢ τῶν περὶ χρόνον ἱδίως ὄντα, ὁ δὲ πρεσβύτερος καὶ νεώτερος καὶ ὁ προσφατώτερος καὶ παλαιότερος καὶ τὰ τοιαῦτα τὴν τῶν πρός τι σχέσιν ἰδίως ἐμφαίνουσιν. καὶ αἱ τῶν συνδέσμων δὲ προσθῆκαι οὑ ποιοῦσι σύνθεσιν ἐν ταῖς κατηγορίαις, ὅτι μηδὲ ἀνάγονται καὶ καθ' ἐαυτοὺς εἰς κατηγορίαν ᾖ σύνδεσμοι μηδὲ σημαίνουσίν τι καθ ἑαυτούς, ἀλλ' εἴπερ ἄρα αυσσημαίνουσιν. καὶ τὰ δεικτικὰ δέ, τὸ ὦδε καὶ ἐκεῖ καὶ τὰ τοιαῦτα, κατὰ μὲν τὴν πρὸς τόπον δεῖξιν χαρακτηριξόμενα τόπον ἂν δείκνυσιν, κατὰ δὲ τὴν ἐν τόπῳ τῆν τοῦ ποῦ ἂν εἴη σχέσεως δεκτικά. οὐδὲ δεῖ ταῖς ἐξηγήσεσι τῶν λέξεων I ἐμπλέκεσθαι, ἐπεὶ οὕτως πολλὰ τῶν ἀπλουστάτων οὐησόμεθα σύνθετα. τινὰ γὰρ καὶ συνεμφαίνει τι ἑαυτοῖς, οὑ μέντοι εἰς ἱδίαν κατηγορίαν ἀναφερόμενον, ὥσπερ τὸ οὖτος καὶ αὓτη. σημαίνει γὰρ ὅδε ἄρρην, ἣδε θήλεια, οὑ μέντοι σύνθεσιν ἔχει γενῶν. οὑ γὰρ εἰς ἄλλο μὲν γένος τὸ ὅδε <ἢ εἰς ἄλλο δὲ τὸ ἄρρεν ἢ τὸ θῆλυ. οὕτως δὲ ἐν τῷ περιπατεῖ καὶ ὁ χρόνος ὁ νῦν περιείληπται καὶ τὸ τοῦ ἐνεργοῦντος πρόσωπον, καὶ ὅμως εἱς τὴν τοῦ ποιεῖν μόνην ἀνάγεται κατηγορίαν. ὤστε οὖν καὶ τὸ Ἀθήνησιν κἂν δηλοῖ τὸ ‘ἐν Ἀθήναις ἐστίν᾿, οὑ πρὸς τῷ τόπῳ τὸ ἐστίν προσκατηγορεῖται ὡς σύνθεσιν ποιοῦν, ἀλλ' ὡς βεβαιούμενον τὴν ἐν τόπῳ ὕπαρξιν πρόσκειται καὶ ὡς ἀπαρτίξον τὸ ἐν Ἀθήναις. καὶ γὰρ ὅταν λέγωμεν ‘Σωκράτης καλῶς διαλέγεται’, οὔκ εἰσιν τρεῖς κατηγορίαι ὡς τρεῖς αἰ λέξεις. ἀλλὰ τὸ καλῶς τοῦ τρόπου τῆς διαλέξεως ἐφπτόμενον ἐκείνης ἐστὶ χαρακτηριστικόν, ἀλλ' οὑ σύνθετόν τι μετ' ἐκείνης ποιεῖ. Τούτοις δὲ πᾶσι νοερὰν θεωρίαν προστιθεὶς ὁ Ἰάμβλιχος ξητεῖ πρῶτον, πότερον αὐτὰ τὰ πράγματα ἐν τόπῳ ὅντα ἀφορίξει τὸν τόπον περὶ ἐαυτὰ σὺν αὑτοῖς, ἢ ὁ ἀφορίξει τὰ πράγματα ὡς ἂν αὐτὸς αὐτὰ συμπερίνων. καὶ φησιν ὅτι, εἰ μὲν ὡς οἱ Στωικοὶ λέγουσιν, παρυφίσταται τοῖς σώμασιν ὁ τόπος, καὶ τὸν ὅρον ἀπ’ αὐτῶν προσλαμβάνει τὸν μέχρι τοσοῦδε, καθ᾿ ὅσον συμπληροῦται ὑπὸ τῶν σωμάτων· εἰ μέντοι οὐσίαν ἔχει καθ᾿ αὑτὸν ὁ τόπος καὶ οὐδὲ ὅλως εἶναί τι τῶν σωμάτων δύναται, ἐὰν μὴ ᾖ ἐν τόπῳ, ὥσπερ ἔοικεν Ἀρχύτας βούλεσθαι σημαίνειν, αὐτὸς ὁ τόπος ἀφορίζει τὰ σώματα καὶ ἐν ἑαυτῷ συμπεραίνει. εἰ μὲν γὰρ ἦν ἀδρανὴς ὁ τόπος ἐν ἀπείρῳ κενῷ καὶ διαστήματι ἄνευ τινὸς ὑποστάσεως ἔχων τὸ εἶναι, καὶ τὸν ὅρον ἂν ἔξωθεν παρεδέχετο· εἰ δὲ καὶ δραστήριον ἔχει δύναμιν καὶ οὐσίαν ἀσώματον ὡρισμένην καὶ τὴ τῶν σωμάτων διάστασιν οὐκ ἐᾷ μᾶλλον καὶ ἧττον εἰς ἄπειρον προχωρεῖν, ἀλλ᾿ ἑαυτῷ ὁρίζει, εἰκότως ἂν καὶ τὸ πέρας ἀφ᾿ ἑαυτοῦ τοῖς σώμασιν ἐπάγοι. ταῦτα δὲ καὶ Ἀρχύτας ἐδήλωσεν εἰπών· “ἐπεὶ γὰρ πᾶν τὸ κινεόμενον ἐν τόπῳ τινὶ κινεῖται, φανερὸν ὅτι τόπον ὑπῆμεν δεῖ πρότερον, ἐν ᾡπερ ἐσσεῖται τὸ κινέον ἢ τὸ πάσχον. ἴσως δὲ τᾷ καὶ πρᾶτον τοῦτο ἁπάντων, ἐπειδήπερ τὰ ὄντα πάντα ἤτοι ἐν τόπῳ ἐντὶ ἢ οὐκ ἄνευ τόπω”. σαφῶς δὲ πρεσβύτερον ὑποτίθεται τὸν τόπον τῶν ποιούντων καὶ πασχόντων, ἐπειδὴ > συνυφέστηκεν ἀεὶ τῷ τόπῳ τὰ ἐν τόπῳ, διὰ τοῦτο εἶπεν “ἴσως δὲ πρᾶτον”. εἰ δὲ τὰ ὄντα ἢ ἐν τόπῳ ἐστὶν ἢ οὐκ ἄνευ τόπου, δῆλον ὅτι οὐ παρυφίσταται ὁ τόπος τοῖς οὖσι. καὶ εἰ μὲν τὸν οὐσιώδη τις ἢ τὸν τῆς ζωῆς ἢ τὸν εἰδητικὸν ἢ τὸν κατὰ δύναμιν συνεκτικὸν τόπον λαμβάνοι, ἐν τῷ τοιούτῳ τόπῳ τὰ ὄντα πάντα ἔχει τὸ εἶναι· εἰ δὲ τὸ πέρας τοῦ περιέχοντος ψιλὸν καὶ τὴν ἀφώματον ἐπιφάνειαν νοεῖ τις τὸν τόπον, οὐκ ἄνευ τόπου ἐστι τὰ ὄντα ὅτι συμβέβηκεν ἄλλως αὐτοῖς τὸ πέρας οὐδ᾿ ὅτι ὕστερόν ἐστι τοῦ τριχῇ διαστατοῦ τὰ ἐφ᾿ ἓν ἢ ἐπὶ δύο διαστατά, ἀλλ᾿ ὅτι ἡ περιέ- χουσα αὐτὰ ἐπιφάνεια ἀρχηγός ἐστι τῶν σωμάτων καὶ ἀφ᾿ ἑαυτῆς ὑποστήσασα αὐτὰ ἐν ἑαυτῇ περιέχει αὐτὰ καὶ ἀφορίζει, ὅθεν δὴ καὶ ἐν τόπῳ ἔχει τὸ εἶναι τὰ σώματα ὡς περιεχόμενα ὑπ᾿ αὐτοῦ καὶ ἐν τῇ ἀδιασστάτῳ φύσει τὴν διάστασιν ἑαυτῶν συνέχοντα. πανταχοῦ γὰρ ἡ ἀσώματος οὐσία τῆς σωματοειδοῦς προτέτακται· καὶ ὁ τόπος οὖν ἀσώματος ὢν τῶν ἐν αὐτῷ ὄντων προέχει· καὶ ὡς αὐταρκέστερος τῶν ἐνδεῶν καὶ δεομένων ἐν τόπῳ εἶναι προέχει. οὐδὲ γὰρ ὡς δοκεῖ τισιν σωμάτων ἐστὶ μόνον τελευτὴ ὁ τόπος, ἀλλὰ καὶ τῆς περὶ αὐτὰ μορφῆς καὶ τῆς ἐν αὐτοῖς ζωῆς σχημάτων τε τῶν περὶ αὐτὰ καὶ εἴ τις ἔνεστιν ἐν αὐτοῖς δύναμις καὶ οὐσία, πάντων τούτων κοινόν ἐστι πέρας ὁ τόπος, ὥστε χρἢ ψιλὸν πέρας ἐπινοεῖν τὸν τόπον ὡς ἐπινοοῦμεν τὰς μαθηματικὰς ἐπιφανείας τῶν μαθηματικῶν σωμάτων πέρατα, ἀλλ' ὡς φυσικῶν σωμάτων φυσικοὺς ὅρους καὶ ὡς ἐμψύχων ζῴων ζωτικοὺς ὅρους καὶ ὡς νεορῶν ὄντων νοερὰ πέρατα καὶ ὡς ἐν δυνάμει ὄντων δυνατώτατα καὶ ὡς εἰδητικῶν εἰδητικά, καὶ τὰ ἄλλα ῳσαύτως οἰκείως εφ᾿ ἕκαστον ἀφοροιστέον ἵνα ὄντως ᾖ συγγενῆ τὰ πέρατα ἐκείνοις, ὅσα ἐν ἑαυτοῖς συμπεραίνει. μετὰ δὲ ταῦτα κατὰ τὸ περιέχειν καὶ κατὰ τὸ ὅλον γένος τῆς περιοχῆς τὸν τόπον θεωρητέον, κατὰ δὲ τὸ περιέχεσθαι τὰ ἐν τόπῳ ἀφοριστέον. μὴ τοίνυν διάστημά τις τὴν περιοχὴν ψιλῶς οὕτως νοείτω· οὐδὲ γάρ ἐστιν τὸ τοῦ παντὸς διάστημα ἀργόν, ἀλλὰ πεπλήρωται, μὲν τὰ εἴδη τῶν ὅλων εἰδῶν, κατὰ δὲ τὰς τὰς ζωὰς τῶν ὅλων ζωῶν, κατὰ δὲ τὰς δυνάμεις τῶν ὅλων δυνάμεων, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. δεῖ δὲ οὐ μόνον ὡς περιέχοντα τὸν τόπον καὶ ὡς ἐνιδρύντα ἐν ἑαυτῷ τὰ ἐν τόπῳ ὄντα ἀλλὰ καὶ ὡς ἀνέχοντα αὐτὰ κατὰ δύναμιν μίαν, οὕτως νοεῖν· οὕτως γὰρ οὐκ ἔξωθεν μόνον περιέξει τὰ σώματα ὁ τόπος, ἀλλὰ καὶ ὅλα δι᾿ ὅλων αὐτῶν πληρώσει τῆς ἀνεγειρούσης αὐτὰ δνάμεως. τὰ δὲ ὑπ᾿ αὐτῆς ἀνεχόμενα σώματα πίπτοντα μὲν κατὰ τὴν οἰκείαν φύσιν, ἀνεγειρόμενα δὲ κατὰ τὴν ἐπικράτειαν τοῦ τόπου, οὕτως ἐν αὐτῷ ἐνέσται. διὸ ἡ μὲν τῶν πολλῶν δόξα ἡ τὸ πέρας τοῦ περιέχοντος ἀφοριζομένη τόπον, καθ᾿ ὅσον ἐστὶ διαστατόν, τὸ περιεχόμενον ἔσχατον τοῦ τόπου λέγει καὶ τὸ κατ’ ἐπακολούθησιν ἐπισυμβαῖνον τῷ τέλει· ἡ δὲ τὸ πέρας κατὰ ταύτην τὴν αἰτίαν καὶ τὴν ἀρχὴν περιλαμβάνουσα τῷ λογισμῷ δόξα οὐ τῶν συμβεβηκότων τι περὶ τὸν τόπον λέγει οὐδὲ τῶν ἐπὶ τέλει περὶ αὐτὸν ὑπαρχόντων, ἀλλὰ τὴν οὐσίαν ὅλην αὐτοῦ καὶ τὴν πρεσβυτάτην αἰτίαν παραδίδωσιν. ἀπὸ δὲ τούτων | ῥᾴδιον μαθεῖν, πῶς ἡ νοητὴ ψυχὴ τόπος τῶν ἐν ἑαυτῇ λόγων 92rA λέγεται· δῆλον γὰρ ὡς εἰς ἕνα λόγον καὶ ἓν κεφάλαιον τοὺς πολλοὺς ἐν ἑαυτῇ συνειληφυῖα, οὐχ ὡς ἑτέρους ἐν ἑτέρῳ, ἀλλ᾿ ὡς τοὺς αὐτοὺς ἐν τῷ αὐτῷ· ἔνθα δὲ καὶ ὁ τόπος ζωτικός ἐστι καὶ λογικός. ὡσαύτως δὲ καὶ ὁ τῶν εἰδῶν τόπος ἓν εἶδός ἐστι πάντων εἰδῶν περιληπτικόν. καὶ ἐπὶ τῆς ζωῆς δὲ καὶ δυνάμεως ὁ αὐτὸς λόγος ἔστω, ὅσπερ ἐπὶ τοῦ νοῦ καὶ τῆς νοήσεως. καὶ γὰρ καὶ ἐπὶ τούτων ἡ φαινομένη σχέσις τῶν περιεχομένων πρὸς τὰ περιέχοντα ὡς τῶν ἐν τόπῳ πρὸς τὸν τόπον ἐστίν· εἰ γὰρ καὶ ὅτι μάλιστα συμπέφυκεν ἐπὶ τῶν ἀσωμάτων τὰ περιεχόμενα τοῖς περιέχουσιν, ἀλλ᾿ ὅμως τὴν τάξιν οὐ συγχεῖ τὴν ὡς ἑτέρων ἐν ἑτέροις. “δεῖ οὖν, φησὶν ὁ Ἰάμβλιχος, ἐπιδιατεῖναι ἐφ᾿ ὅλα τὰ ὁπωσοῦν ὄντα ὡς ἕτερα ἐν ἑτέροις τὴν ὅλην τοῦ τόπου φύσιν, οὐχ ὁμωνύμως ἀλλὰ κατ᾿ αὐτὸν τὸν τοῦ γένους λόγον. μία γάρ ἐστιν ἡ τῶν περιεχομένων πρὸς τὰ περιέχοντα σχέσις, ἡ αὐτὴ μὲν πανταχοῦ, κατὰ δὲ τὰς διαφόρους ὑποστάσεις τῶν μετεχόντων ἐξαλλαττομένη· ἄλλη μὲν γάρ ἐστιν ἐν τοῖς σώμασιν, ἄλλη δὲ ἐπὶ τῶν ἀσωμάτων”. καὶ δὴ καὶ τοῦτο φανερόν, ὅτι ὥσπερ ἐπὶ τῶν ὁρωμένων ἕτερα ἐν ἑτέροις περιέχεται, οἷον τὰ μὲν στερεὰ σώματα ὑτὸ τῶν λεπτοτέρων στοιχείων, οἷον γῆ καὶ ὕδωρ ὑπὸ ἀέρος καὶ πυρός, ταῦτα δὲ ὑπὸ τοῦ οὐρανοῦ, οὕτως ἐν ταῖς ἄλλαις οὐσίαις αἱ δεύτεραι ὑπὸ τῶν προτέρων περιέχονται καὶ ἐν αὐταῖς κεῖνται, ὁ μὲν κόσμος ἐν τῇ ψυχῇ, ἡ δὲ ψυχὴ ἐν τῷ νῷ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· ἀεὶ γὰρ τὰ ἀρχηγικώτατα τὴν τοῦ πρεσβυτάτου τόπου τάξιν περιείληφεν. ταύτην δὲ τὴν ἰδιότητα καὶ Ἀρχύτας ἀποδίδωσιν τῷ τόπῳ λέγων. “τῶ δὲ τόπω ἴδιόν ἐστιν τὸ τὰ μὲν ἄλλα ἐν αὐτῷ ἦμεν, αὐτὸν δὲ ἐν μηδενί. εἰ γὰρ ἔν τινι τόπῳ, ἔσται καὶ ὁ τόπος πάλιν αὐτὸς ἐν ἑτέρῳ, καὶ τοῦτο μέχρι ἀπείρω συμβασεῖται. ἀνάγκα τοιγαροῦν τὰ μὲν ἄλλα ἐν τόπῳ ἦμεν, τὸν δὲ τόπον ἐν μηδενί, ἀλλ᾿ οὕτως πὸτ τὰ ἄντα ὥσπερ καὶ τὰ πέρατα πρὸς τὰ περατούμενα· ὁ γὰρ τῶ παντὸς κόσμω τόπος πέρας ἁπάντων τῶν ὄντων ἐστίν”. “σαφῶς δέ, φησὶν Ἰάμβλιχος, ἐνταῦθα πέρας τῶν ὁπωσοῦν περατουμένων τὴν ἰδιότητα τοῦ τόπου λέγει, εἰ μὴ ἄρα ὄντα τὰ σώματα λέγει, περὶ ὧν αἱ κατηγορίαι”. ἀλλ᾿ ὁ Ἰάμβλιχος ταῦτά φησιν, μὴ, ὥσπερ ἐμφαίνει ὁ λόγος, ἐπὶ τοῦ κόσμου μόνου ταῦτα στήσωμεν, ἀλλὰ κοινῶς τὸ πέρας ἀεὶ τὴν πρεσβυτέραν αἰτίαν ἐπαναγάγωμεν· οὕτω γὰρ ἡμῖν ἔσται τοῦ μὲν ὅλου κόσμου πέρας ἡ ψυχὴ ἢ ὁ νοῦς καὶ τούτου ἡ μία καὶ ἡνωμένη ἐνέργεια, ἀνωτέρω δὲ ἔτι καὶ τούτου τὴν ὡς θεοῦ οὐσίαν τοῦ τόπου κατψόμεθα, ἑνοειδῆ τινα οὖσαν καὶ πάντα συνέχουσαν ἐν ἑαυτῇ καὶ καθ᾿ ἓν μέτρον τὰ ὅλα συμπεραίνουσαν. τὸ αὐτὸ δὲ καὶ ἀπὸ τῆς περιοχῆς ἔστι συλλογίσασθαι· τὸ γὰρ μέχρι τῶν ἀνωτάτω ἀνῆκον αἴτιον τῆς περιοχῆς προάγει ἡμᾶς ἐπ᾿ ἐκεῖνον τὸν θεῖον τόπον, ὅστις αὐτός τε ἑαυτοῦ ἐστιν αἴτιος καῖ αὐτὸς ἑαυτοῦ περιληπτικὸς ἐν ἑαυτῷ τε ὑφέστηκεν καὶ οὐκ ἔτι αχὠριστον, χωριστην δὲ των οντων εχει την υποστασιν. αλλα ταῦτα μὲν ἔστω τῆς Ἰαμβλίχου νοερᾶς θεωμίας περὶ τοῦ τόπου δόγματα. Ἡμεῖς δὲ συμμετρότερον τήν τε χρείαν καὶ τὴν φύσιν τοῦ τόπου ζητοῦντες τοῦ κυρίως καὶ οὐχὶ κατὰ μεταφορὰν λεγομένου φαμὲν ὅτι τὰ μὲν ἀγένητα καὶ ἀμέριστα πάντα τήν τε οὐσίαν καὶ τὴν τοῦ εἶναι παράτασιν ἡνωμένην ἔχοντα ὅλα ἄμα ἐν ἑαυτοῖς ἐστιν καὶ διὰ τοῦτο οὐδὲ τόπου ἐδεήθη οὔτε χρόνου, ἀρκεῖ δὲ ὁ αἰὼν ἐκεῖ ἐν ἑνὶ μένειν πάντα ποιῶν· τὰ δὲ γενητὰ καὶ μεριστὴν ἔχοντα τήν τε οὐσίαν αὐτὴν καὶ τὴν τοῦ εἶναι παράτασιν, ταῦτα τοῦ μὲν χρόνου ἐδεήθη μὴ συγχωροῦντος μήτε σκεδάννυσθαι μήτε συγχεῖσθαι τὴν τοῦ εἶναι παράτασιν, ἀλλ᾿ ὡς δυνατὸν ἐν τάξει κατὰ τὸ πρότερον καὶ ὕστερον συνάγοντος αὐτὴν καὶ συνεχίζοντος. διὸ οὐδὲ συμπέφυρται εἰς ταὐτὸν ὁ τῶν Τρωικῶν καὶ τῶν νῦν χρόνος, οὔτε μέντοι ἀπέσπασται πάντῃ ἀλλήλων τὰ μέρη, ἀλλ᾿ ἐν τάξει διασῴζει τὴν πρὸς ἄλληλα συνέχειαν. οὕτως δὲ καὶ ὁ τόπος τὰ μὴ ἐν ἀμερεῖ μείναντα τῶν σωμάτων μέρη ἀλλ᾿ εἰς ὄγκον διαστάντα καὶ πεσόντα ἐκ τῆς ἑαυτῶν ἀμερείας ἅμα μὲν ὑποδέχεται, ἅμα δὲ εὐθετίζει καὶ τάττει καῖ ὁρίζει, ὡς μήτε συμφύρεσθαι τὰς χεῖρας τοῖς ποσὶν μήτε διασπάσθαι πάντῃ ἀπ᾿ Γ ἀλλήλων, διότι τὸν οἰκεῖον ἕκαστα κατέχει τόπον. διττὸς δὲ ὁ χρόνος καὶ διττὸς ὁ τόπος ἐστίν· ὁ μὲν συμφυὴς καὶ ἴδιος ἑκάστου, ὁ τήνδε μὲν τὴν χεῖρα καὶ τόδε τὸ σπλάγχνον ἐν τοῖς δεξιοῖς συνέχων, τήνδε δὲ καὶ τόδε ἐν τοῖς ἀριστεροῖς, καὶ τὴν μὲν κεφαλὴν ὑπὲρ τὸν τράχηλον ἄνω, τοὺς δὲ πόδας μετὰ τὴν ἥβην κάτω, ὁ δὲ κοινός, καὶ ἄλλος ἄλλου κοινότερος· καὶ γὰρ τῶν χερσαίων πάντων τόπος ἡ γῆ καὶ ὁ ἀὴρ καὶ τόδε τὸ μέρος τῆς καὶ τοῦ ἀέρος, καὶ ἔτι μᾶλλον ὁ προσεχῶς περιέχων , ὃν καὶ Ἀριστοτέλης ἀποδέδωκεν καὶ Ἀρχύτας· τὸν μέντοι ἴδιον ἑκάστου καὶ συμφυᾶ οὐκ ἔστιν εὑρεῖν σαφῶς παραδεδομένον. καίτοι χρόνον ἀνάγκη ὥσπερ κοινόν, οὕτως καὶ ἴδιον ἀποδιδόναι, εἴπερ καὶ κίνησιν. καὶ ὁ κοινότερος δὲ τόος ὁ κατὰ τὸ πέρας τοῦ περιέχοντος οὐχ ὡς πέρας ἁπλῶς ἔχει τὸ τόπος εἶναι, ἀλλὰ κατὰ τὸ δραστικὸν καὶ ὑποδεκτικὸν καὶ ὁριστικόν, ὡς καὶ Ἰάμβλιχος εἶπεν· τὰ γὰρ περιέχοντα ἀεὶ δραστικὴν ἔχει καὶ περιεκτικὴν κὴν καὶ ὁριστικὴν τῶν ἐν αὐτοῖς δύναμιν. ἀλλὰ ταῦτα μὲν ἀρκείτω πρὸς τὸ παρόν. | Περὶ τῆς ιݲ τοῦ ἔχειν κατηγορίας. Επὶ δὲ τὴν λοιπὴν κατηγορίαν τὴν τοῦ ἔχειν ἰόντες πρῶτον πάλιν περὶ τῆς τάξεως ζητῶμεν. καὶ γὰρ Ἀρχύτας μὲν μετὰ τὴν οὐσίαν καὶ τὰ συνυπάρχοντα τῇ οὐσίᾳ, τήν τε ποιότητα καὶ ποσότητα, καὶ μετὰ τὰ πρός τι ἐφεξῆς τὴν τοῦ ἔχειν κατηγορίαν τίθησι λέγων· “μετὰ δὲ ταῦτα ἡ τῶν ἐπικτάτων σχέσις· φανερὸν δὲ ὅτι καὶ ἁ κράτησις ὁποίων ἂν ᾖ τινων ἐπικτάτων ἀπὸ ταὐτομάτου ὑπὸ ταύταν ἐντί”· μετὰ γὰρ τὴν πρὸς ἄλληλα ἐξισάζουσαν σχέσιν οἰκείως ἐνόμισεν εὐδὺς τὴν τῶν ἐπικτήτων σχέσιν διηριθμῆσθαι, οὕτως ἔχουσαν συγγενῶς πρὸς ἐκείνην. ὁ δέ γε Ἀριστοτέλης τὸ ἐξ ἑαυτοῦ πᾶν ἀρχηγικώτερον οἰόμενος εἶναι τοῦ ἔξωθεν προσγινομένου καὶ ἐπικτήτου, ἐπειδὴ τὰ μὲν ἄλλα πάντα γένη ἢ ἐν οὐσίᾳ ἢ ἐν σχέσεσίν τισιν ὄντα ἀφ᾿ ἑαυτῶν τινα μοῖραν εἰς τὸ εἶναι συμβάλλεται, τὸ δὲ ἔχειν ἔξωθεν ὅλον καὶ ἐπίκτητον περὶ ἡμᾶς γίνεται, διὰ τοῦτο τελευταῖον αὐτὸ τίθησιν. καὶ τὸ πολλαχῶς δὲ λέγεσθαι τὸν ἔχειν ἐναργέστερον τοῦ ποῦ καὶ ποτέ (καὶ γὰρ ἐκεῖνα πολλαχῶς ἐλέγετο ἐπί τε τοῦ τόπου καὶ τοῦ ἐν καὶ τοῦ χρόνου καὶ τοῦ ἐν χρόνῳ), καὶ τοῦτο οὖν ἀφορμὴν παρέχει τῆς ἐπὶ τῷ τέλει θέσεως αὐτῆς. δῆλον δὲ ὅτι κἂν πολλαχῶς λέγηται τὸ ἔχειν, οὐ τὸ ὁμώνυμόν ἐστιν τὸ γένος, ἀλλὰ τὸ ἐκ τῆς ὁμωνυμίας διακρινόμενον. ἐν μέντοι ταῖς τῶν ἰδίων ἀποδόσεσιν καὶ ὁ Ἀρχύτας οὐ μετὰ τὰ πρός τι ἀλλὰ μετὰ τὸ ποιεῖν καὶ πάσχειν ἔταξεν τὸ ἔχειν ἑβδόμην αὐτῷ τάξιν ἀποδούς. καὶ | ἴσως ἐνδείκνυται διὰ τούτου, ὅτι κἂν ἔχῃ τινὰ τάξιν τὰ γένη, ἣν ἐν τῷ περὶ τῆς τάξεως λόγῳ παραδέδωκεν, ἀλλὰ τὰ γε ἔσχατα καὶ ἀδιαφορεῖ πως κατὰ τὴν τάξιν διὰ τὴν ἀρχηγὸν καὶ γενικὴν ἁπάντων ὕπαρξιν. ἀλλὰ περὶ τῆς τάξεως ἀρκεῖ τοσαῦτα. Τὴν δὲ φύσιν αὐτοῦ καλῶς ὁ Ἀρχύτας παρέστησεν εἰπών· “τῶ δὲ ἔχεν ἴδιόν ἐστιν τὸ ἐπίκτατον καὶ τὸ κεχωρισμένον τᾶς οὐσίας σωματῶδες ὑπάρχον. τό τε λώπιον καὶ τὰ ὑποδήματα ἕτερα τῶ ἔχοντός ἐστιν οὔτε συμπεφύκαντι αὐτῷ οὔτε μὰν συμβεβήκαντι ὥσπερ χαρωπότας καὶ μανότας (γούτων γὰρ ἀσώματον), ἀλλ᾿ ὥσπερ τὸ σῶμα καὶ τὸ ἐπίκτατον”. ἐπικτήτου οὖν τινος μετουσία καὶ τοῦ κεχωρισμένου τῆς οὐσίας καὶ μὴ διατιθέντος αὐτὴν καθ᾿ αὑτὸ μηδὲ ὀνομάζεσθαι ἀφ᾿ ἑαυτοῦ ποιοῦντος καὶ περικειμένου τὸ ἴδιόν ἐστιν τοῦ ἔχειν. καὶ σωματικὸν οὖν εὐθὺς τοῦτο, ἀλλ᾿ οὐχὶ συμβεβηκός, διὸ οὔτε συμφυές ἐστιν οὔτε ἀλλοιωτικὸν τοῦ ἔχοντος, ὥστε οὔτε ποιότητα οὔτε ποσότητα οὔτε σχέσιν ἢ ἐνέργειαν ἢ πάθος ἔχον τι κατὰ τὸ γένος τοῦτο λέγεται ἔχειν, ἀλλ᾿ οὐδὲ ἔστιν ὡς μέρος ἔχειν (συμφυῆ γὰρ ταῦτά ἐστιν καὶ ἐκεῖνο), ἀλλ᾿ εἴ τι σῶμα ἐπίκτητον ὡς ἕτερον ἑτέρῳ περίκειται, τοῦτο ἐν τῇ τοῦ ἔχειν περιείληπται κατηγορίᾳ. διὸ οὐδὲ τὰ κτήματα ἢ ἀνδράποδα ἢ φίλους ἢ πατέρας ἢ υἱεῖς κατὰ τοῦτο τὸ γένος ἔχειν λεγόμεθα, διότι οὐκ ἐν περιθέσει ταῦτά ἐστιν καίτοι κτήματα ὄντα. τοιγαροῦν καὶ ὁ Πλάτων ἐν Θεαιτήτῳ τὸ ἔχειν ἀπὸ τοῦ κεκτῆσθαι σαφῶς διέκρινεν εἰπών· “οὐ ταὐτόν μοι φαίνεται τὸ κεκτῆσθαι τῷ ἔχειν· οἷον ἱμάτιον πριάμενός τις καὶ ἐγκρατὴς ὢρ μὴ φοροῖ· ἔχειν μὲν οὐκ αὐτόν, κεκτῆσθαί γε μήν φαμεν. ὅρα δὴ καὶ ἐπιστήμην εἰ δυνατὸν οὕτως κεκτημένον μὴ ἔχειν ἄν, ὥσπερ εἴ τις ὄρνιθας ἀγρίας, περιστερὰς ἢ ἄλλο τι, θηρεύσας οἴκοι κατασκευασάμενος περιστερῶνα τρέφοι, τρόπον μὲν ἄν πού τινα φαῖμεν αὐτὸν ἀεὶ αὐτὰς ἔχειν, ὅτι δὴ κέκτηται, τρόπον δὲ ἄλλον οὐδεμίαν ἔχειν, ἀλλὰ δύναμιν μὲν αὐτῷ περὶ αὐτὰς παραγεγονέναι, ἐπειδὴ ἐν ἰδίῳ περιβόλῳ ὑποχειρίους ἐποιήσατο λαβεῖν καὶ ἔχειν, ἐπειδὰν βούληται”. ὥστε καὶ κατὰ Πλάτωνα τότε γίνεται τὸ ἔχειν, ὅταν ἐγκρατὴς ᾖ ὁ ἔχων τοῦ ἐχομένου, ὡς ὅταν κρατῇ τὴν περιστεράν, ὥσπερ ὅταν περίκειται τὸν δακτύλιον, τότε λέγεται ἔχειν αὐτόν, καὶ οὐκ ἔστιν ἀπόλυτος ἐνέργεια οὔτε ἄλλου πρὸς ἄλλο ἁπλῶς ἀλλὰ πρὸς ἄλλο εἰς ἑαυτὸ κράτησις, πολλῷ ἐκβεβηκυῖα πασῶν τῶν ἄλλων κατηγοριῶν. φαίνεται δὲ λοιπὸν καὶ πῶς τῶν ὁμωνύμως λεγομένων ἔχειν διέστηκεν τὸ ὅντως γένος τοῦ ἔχειν. οὔτε γὰρ τὸ ἕξιν ἔχειν ἢ ποιότητα ἢ ποσότητα περιέχεται ἐν αὐτῷ. ἀσώματα γὰρ ταῦτα. οὔτε τὸ ὡς ἀγρὸν ἔχειν ἢ υἱὸν ἔχειν ἢ κεκτῆσθαι. κτήματα μὲν γὰρ καὶ ταῦτα σωματικά, ἀλλ' οὑ περιεχόμενα ἔξωθεν ἢ περιέχοντα. καὶ ἔοικεν μέσον πως εἶναι τὸ ἔχειν τοῦ κεκτῆσθαι καὶ τοῦ καθ' ἕξιν διακεῖασθι. ᾖ μὲν γὰρ ἔχεται ὡς ἡ λευκότης, χωρίξεται ἀπὸ τῶν ἔξωθεν τημάτων, ἅ οὐ περικείμεθα. ᾖ δὲ σωματικόν ἐστιν καὶ ἔξωθεν, χωρίξεται τῶν ἕξεων, αἵ συμβεήκεσιν ἡμῖν συμφθεῖς οὖσαι καὶ οὐκ ἐπίκτητοι. τοιαύτη μὲν οὖν ἡ τοῦ ἐχειν ἱδιότης ἔστὶν καὶ οὕτως ἀπὸ τῶν ὁμωνύμως λεγομένων κεχωρισται. Επεὶ δὲ δεῖ καὶ τούτου τοῦ γένους παραδοῦναι τὰς κατ’ εἴδη διαφοράς, ὡς καὶ ἐπὶ τῶν ἄλλων γενῶν αὑτός τε ὁ Ἀριστοτέλης ἐποίει καὶ ἡμεῖς κατακολουθεῖν ἐπειρώμεθα, λέγεται δὲ πολλαχῶς τοῦτο, φυλακτέον μὴ λάθωμεν εἱς ἄλλο τι σημαινόμενον μεταχωρήσαντες. καὶ γὰρ καὶ αὐτὸς ὁ Ἀρχύτας ἀντὶ τῶν κατ’ εἴδη διαφορῶν τὰς πολλὰς σημασίας ἀπαριθμεῖται λέγων. “τὸ δὲ ἔχειν διαφορὰς μὲν οὑκ ἐπιδέχεται πλέονας εἰδέων, λέγεται δὲ πολλαχῶς. καὶ γἀρ οἱ ἐπιστάμονες ἔχεν λέγονται τὰν ἐπιστάμαν καὶ τοὶ νοέοντες τὰν νόασιν καὶ τοὶ κεκτημένοι τὰν κτᾶσιν”. καὶ Ἀριστοτέλης δὲ ἑπὶ τέλει τοῦ συγγράμματος τὸ ἔχειν εἰπὼν κατὰ πλείους τρόπους λέγεσθαι οὑ τὰς κατ' εἴδη διαφορὰς ἀλλὰ τὰς πολλὰς αὐτοῦ σημασίας παραδίδωσιν. ὁ μέντοι Ἰάμβλιχος πειρᾶται καὶ τοῦτο κατ’ εἴδη διακρίνειν, κατ’ αὐτὸ τοῦτο μόνον τὸ τοῦ ἔχειν γένος ἀποδιδοὺς τὰς διαφοράς. “ἔστιν δέ, φησίν, τοῦ ἔχειν τά τε περικείμενα περὶ τοῖς σώμασιν μεριστῶς, ὥσπερ δακτύλιος περὶ δάκτυλον, καὶ τὰ περὶ ὅλον τὸ σῶμα, ὥσπερ ἱμάτια. τὸ δὲ ἀμυντήριά ἔστιν ὄργανα, ὥσπερ ὅπλα. τὰ δὲ προβέβληται τοῦ σώματος, ἢ ὡς κόσμον τινὰ παρεχόμενα αὐτῷ ἢ ἄλλης ἕνεκεν χρείας. ἔνεστιν δέ, φησίν, καὶ κατὰ τὰς σχέσεις τὰς περὶ τὸν βίον διαιρεῖσθαι τὰς τοῦ ἔχειν διαφοράς, οἶον εἰ τὰ μὲν εἰς εἰρήνην, τὰ δὲ εἰς πόλεμόν ἐστι χρήσιμα, ὡς κόσμια καὶ ὄπλα, καὶ τὰ μὲν κατὰ προαίρεσιν ἡμῖν περίκειται, ὡς ἱμάτια καὶ ὅπλα, τὰ 61 ἄνευ προαιρέσεως, ὡς δεσμοί. καὶ τὰ μὲν κρατοῦμεν, ὡς δόρυ καὶ βακτηρίαν, ὑπὸ δὲ τινῶν κρατούμεθα, ὡς ὑπὸ τῶν ὑποδημάτων. καὶ ἤτοι διὰ σπουδῆς παραγίνεται ἡμῖν τὸ ἔχειν ἢ ἄνευ τινὸς πραγματείας”. ταύτας μὲν οὖν ὡς εἰδητικὰς διαφορὰς τοῦ ἔχειν ὁ Ἰάμβλιχος ἁπηριθμήσατο. ἐπιστῆσαι δὲ ἄξιον, μήποτε τὰ πλεῖσα τούτων οὑ τῆς τοῦ ἔχειν διαφορᾶς δηλωτικά, ἀλλὰ τοῦ τοῦ ἔχοντος καὶ τοῦ ἐχομένου καὶ τοῦ τρόπου. εἱ γὰρ ὅλον ἢ μέρος τὸ ἔχον καὶ εἱ ἐκουσίως ἢ ἀκουσίως καὶ εἰ ἄνευ σπουδῆς ἢ μετὰ σπουδῆς καὶ αὖ πάλιν εἰ κόσμια ἢ ἀμυντήρια καὶ τὸ ἐν εἰρήνῃ δὲ ἢ ἐν πολέμῳ οὑ τοῦ ἔχειν ἀλλὰ τοῦ καιροῦ καὶ τῆς περιστάσεως, ἐν ᾖ ἔχει τὸ ἔχον, τούτων λέγει τὴν διαφοράν. τὸ μέντοι κρατεῖν ἢ κρατεῖσθαι δοκεῖ μοι τοῦ ἔχειν αὐτοῦ διαφορὰν σηλοῦν. ἐφιστάνει δὲ Ἰάμβλιχος ἐκ τῶν εἰρημένων τῇ αἰτίᾳ, δι' ἥν ἐπ' ὁλίγα διατείνει τὸ γένος Ι τοῦτο. τὰ γὰρ ἐπίκτητα σώματα καὶ σωμάτων περιβλήματα βλήματα ὁλίγα ἐστίν. ἔτι δὲ καὶ ὅτι ἐπὶ μόνων ἐμφύχων θεωρεῖται, ὡς δειχθήσεται. Ἀπορίαι δὲ πολλῶν καὶ πρὸς τοῦτο γεγόνασι τὸ γένος. καὶ γὰρ Πλωτῖνος ἀπορεῖ λέγων. “περὶ δὲ τοῦ ἔχειν, εἰ τὸ ἔχειν πολλαχῶς, διὰ τί οὑ πάντες οἱ τρόποι εἰς ταύτην τὴν κατηρογίαν ἀναχθήσονται; ὥστε καὶ τὸ ποσόν, ὄτι ἔχει μέγεθος, καὶ τὸ ποιόν, ὅτι ἔχει χρῶμα, καὶ ὁ πατήρ, ὅτι ἔχει υἰόν, καὶ ὁ υἱός, ὅτι ἔχει πατέρα, καὶ ὅτι κτήματα”. πρὸς ὅ ῥητέον ὅτι οὑχ οἶόν τε τῶν ὁμωνύμων καὶ κατὰ γένος ἐξηλλαγμένων μίαν εἶναι κατηγορίαν καὶ ἓν γένος. οὑ μέντοι οὔτε τὸ ποσὸν ἐν τῷ ἔχειν τούτῷ ἐστίν, διότι ἔχει μέγεθος, οὔτε τὸ ποιόν, ὅτι ἔχει χρῶμα. ἀσώματα γὰρ τὸ ποιὸν καὶ τὸ ποσόν, ἡ δὲ κατηγορία αὕτη τῶν περὶ ἡμᾶς ἐπικτήτων σωμάτων ἦν. ὁ δὲ πατήρ, εἰ μὲν καθὸ σῶμα, ἀλλ' οὐ περίθετος ἦν. εἰ δὲ καθὸ σχέσιν ἔχει πρὸς υἱόν, ἀλλ' ἀσώματος ἡ σχέσις. Ὁ δὲ Νικόστρατος ἐγκαλεῖ. “διὰ τι, φησίν, οὐκ ἔθηκας τὰ ὁκτὼ σημαινομένα τοῦ ἔχειν, ἅπερ ἐν τέλει τοῦ βιβλίου διηριθμήσω, καὶ διὰ τί οὐκ ἀπέκρινας τὰ ἀλλότρια τῆς προκειμένης κατηγορίας, ὅπερ ποιοῦσιν οἱ πολύσημον φωνὴν διαιρούμενοι; οὐ γὰρ ἴσμεν νῦν, τί ποτέ ἐστιν τῶν κατηριθμένων τὸ δέκατον τοῦτο γένος. ἐὰν γὰρ ἀκριβολογῆταί τις, οὐδὲν τῶν ἐκκειμένων τὸ ἔχειν τὸ ὡς γένος σημαίνει. προκείσθω δὲ αὐτὴ ἡ ἐπὶ τέλει τοῦ Ἀριστοτέλους ῥῆσις οὕτως ἔχουσα. “τὸ ἔχειν κατὰ πλείους τρόπους λέγεται. ἢ γὰρ ὡς ἕξιν ἰαὶ διάθεσιν ἢ ἄλλην τινὰ ποιότητα. λεγόμεθα γὰρ ἐπιστήμην ἔχειν καὶ ἀρετήν. ἢ ὡς ποσόν, οἶον ὅ τυγχάνει τις ἔχων μέγεθος. λέγεται γὰρ τρίπηχυς. ἢ ὡς τὰ περὶ τῷ σώματι, οἶον ἱμάτιον ἢ χιτῶνα. ἢ ὡς ἐν μορίῳ, οἶον ἐν χειρὶ δικτύλιον. ἢ ὠς μέρος, οἶον πόδα ἢ χεῖρα. ὠς ἐν ἀρρείῳ, οἶον ὁ μέδιμνος πυροῦ. ἢ ὡς κτῆμα. ἔχειν γὰρ οἰκίαν καὶ ἀγρὸν λεγόμεθα. λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν καὶ η γυνὴ ἄνδρα. ἔοικεν δὲ ἀλλοτριώτατος ὁ νῦν ῥηθεὶς τρόπος τοῦ ἔχειν εἶναι. οὐθὲν γὰρ ἄλλο τῷ ἔχειν γυναῖκα σημαίνομεν ἢ ὅτι συνοικεῖ” ἐν δὴ τούτοις τὸ μὲν ὄγδοον τὸ ἔχειν γυναῖκα ἢ ἄνδρα καὶ αὐτὸς παρῃτήσατο ὠς μήτε τοῦ ὑμωνύμως λεγομένου ἔχειν ἀπτόμενον, ἀλλὰ μᾶλλον τὸ συνεῖναι δηλοῦν. τὸ δὲ πρῶτον σαφῶς ἐστιν τοῦ ποιοῦ. τὸ γὰρ ἓξιν ἔχειν καὶ διάθεσιν οὐδὲν ἄλλο, φησὶν ὁ Νικόστρατος, σημαίνει, ἐὰν μεταλάβωμεν εἰς τὸ τί έστιν, ἢ τὸ ἐπιστήμονα εἶναι καὶ ἑκτικὸν εἶναι, ἅπερ ἐστὶν τοῦ ποιοῦ. ἀλλὰ καὶ τὸ μέγεθος ἔχειν καὶ τρίπηχυν εἶναι τοῦ ποσοῦ, καὶ το τρίτον δὲ καὶ τἐταρτον καὶ τὸ ἕβδομον τοῦ ἔχειν σημαινόμενον σαφῶς ἔκστόν ἐστιν ἐν τῇ τοῦ πρός τι κατηγορίᾳ. καὶ γὰρ τὸ ἱμάτιον, φησίν, ἔχειν καὶ δακτύλιον ἔχειν ἴσον ἐστὶν τῷ οἰκίαν ἔχειν καὶ κεκτῆσθαι, καὶ ἔστιν τῶν πρός τι. τὸ γὰρ κτῆμα τοῦ κτήτορος καὶ ὁ κτήτωρ τοῦ κτήματος. καὶ τὸ πέμπτον δέ, τουτέστιν τὸ μόριον ἔχειν οὐκ ἄδηλον ὅτι καὶ τῶν πρός τί ἐστιν, εἴπερ μέρος πρὸς ὅλον, καὶ ἄλλως τῆς κατὰ τὴν οὑσίαν ἐστὶ κατηγορίας. ἐὰν γὰρ μεταλαβὼν εἴπῃς, τί ἐστιν τὸ ἔχειν πόδας καὶ χεῖρας, ἐρεὶς κατὰ τὸν ἀκριβῆ λόγον, κἂν ἀσύνηθες ᾖ, τὸ πεποδῶσθαι καὶ κεχεριδῶσθαι καὶ κοινῶς τὸ οὐσιῶσθαι, ἄηθες ὂν καὶ τοῦτο. διαλεκτικῷ δὲ οὐχ οὕτως συνηθείας ὡς ἀκριβείας μέλει. ἥμαρτεν οὖν, φησίν, μὴ ἀποκρίνας τὰ ἄλλα σημαινόμενα, ὡς εἰδείημεν, τίς ποτέ ἐστιν ἡ τοῦ ἔχειν κατηγορία”. πρὸς δὴ τοῦτό φησιν Ἰαμβλιχος, ὅτι “διὰ τοῦτο ἐν τῷ τέλει διέκρινεν τὰ τοῦ ἔχειν σημαινόμενα, ἵνα αὐτὰ χωρίσῃ τῆς τοῦ ἔχειν κατηγορίας. ἐν μὲν ἀρχῇ καὶ ἐν μέσῳ, ὅτε περὶ τῶν ἕξ ἅμα γενῶν ἐλεγεν, διὰ τῶν παραδειγμάτων ἐδήλωσεν. καὶ γὰρ σύνηθες τοῖς διαλεκτικοῖς τὸ ἀφορίσαι τι παράδειγμα, ὡς τὰ τούτῳ μὴ ὄντα παραπλήσια ἀποκρίνεσθαι. οἱ γοῦν ἐκ τῆς Ἀκαδημίας ὁρισάμενοι τὸ ἑκτὸν τὸ οἶόν τε ἔχεσθαι, πρὸς τοὺς ξητοῦντας, κατὰ τί τοῦ ἔχειν σημαινόμενον λέγουσιν, ἐπειδὴ πολλαχῶς τὸ ἔχειν, ὡς καὶ Ἀριστοτέλης διώρισεν — πρὸς τούτους οὖν παράδειγμα ἐπῆγον, ἑκτὸν λέγοντες εἶναι ὅ οἶόν τε ἔχεσθαι οὕτως ὡς ἡ φρόνησις ἔχεται ὑπὸ τοῦ φρονίμου, διὰ τοῦ παραδείγματος τὴν ὑπογραφὴν ποιούμενοι xai ἅμα τὰ ἀλλότρια σημαινόμενα τοῦ ἔχειν ἀποκρίνοντες. καὶ ὁ Ἀριστοτέλης οὖν ὅταν τοῦ ἔχειν πολλαχῶς λεγομένου τοιοῦτον τὸ κατὰ γένος ἔχειν ὑπολαμβάνῃ οἶον τὸ ὑποδεδέσθαι καὶ ὡπλίσθαι, διὰ τοῦ παραδείγματος πᾶν τὸ ἄλλο πλῆθος τῶν ὁμωνύμως λεγομένων ἀπεσκευάσατο. καὶ γὰρ χωρίξεται ἀπὸ κτημάτων. οὑ γὰρ περικείμεθα ἐκεῖνα. καὶ ἀπὸ τῶν ἕξεων καὶ τῆς ποσότητος. συμβεβήκασι γὰρ αὖται καὶ ἅμα εἰσὶν ἀσώματοι. χωρίξεται δὲ καὶ τῶν ὡς μορίων ἐχομένων, ὅτι ἐκεῖνα μὲν συμφυῆ, ταῦτα δὲ ἐπίκτητα, καὶ ἔτι τῶν ὡς κτημάτων, ὅτι πάντῃ ἔξωθεν ταῦτα καὶ οὑ περικείμενα. χωρίξεται δὲ καὶ τῶν ἐν ἀγγείῳ, ὅτι ἐκεῖνα ἁπλῶς κεῖται ὡς ἐν τόπῳ. μόνα δέ ἐστιν ἐν τοῖς ἀπηριθμημένοις τῆς τοῦ ἔχειν κατηγορίας τό τε τρίτον καὶ τὸ τέταρτον, τὸ μὲν ἱμάτιον ἔχειν κατὰ τὸ ἐν ὅλῳ τῷ σύματι, τὸ δὲ δακτύλιον κατὰ τὸ ἐν μέρει. καὶ δῆλον ὄτι εὐσύνοπτα ταῦτα ἦν διὰ τὴν πρὸς τὸ ὡπίσθαι καὶ ὑποδεδέσθαι ὁμοιότητα, ἅπερ τῆς τοῦ ἔχειν κατηγορίας ὁ Ἀριστοτέλης παραδείγματα προεβάλλετο. μάτην οὖν ὁ Νικόστρατος ἔγκαλεῖ ώς ἐν τοῖς τοῦ ἔχειν σημαινομένοις μὴ ἀποκρίνοντι τὸ κατὰ τὸ γένος ἔχειν, εἰ μὴ ἄρα ὅτι μὴ προσέθηκεν ὁ Ἀριστοτέλης τῷ τρίτῳ καὶ τετάρτῳ ὅτι ταῦτά ἔστιν κατὰ τὸ γένος, τὰ δὲ ἄλλα ἔκτὸς ἀποβλτέον. ἀλλ' οὕκ εἰσιν αἰ τοιαῦται προσθῆκαι συνήθεις τῇ Ἀριστοτελικῇ συντομίᾳ. τὸ δὲ καὶ ἐν μέσῳ θεῖναι τὰ Ι τῆς κατηγορίας σημαινόμενα γυμνάξοντος ἦν, ὡς οἶμαι, τοὺς ἐντευξομένους πρὸς ἀγχίνοιαν. ὁ μέντοι Νικόστρατος ὁπὸ τὰ πρός τι καὶ τὸ τρίτον καὶ τὸ τέταρτον ἀνάγων συγκρύπτει τὴν ἄλήθειαν. κἂν γὰρ κτήματά ἐστιν τὰ ἱμάτια καὶ ὁ δακτύλιος, ἀλλὰ κατά γε τὴν περίσθειν καὶ τὸ ἔχεσθαι προχείρως διαφέροντα τῶν ἄλλων κτημάτων, ὡς καὶ τῷ Πλάτωνι δοκεῖ τῆς τοῦ ἔχειν γίνεσθαι κατηγορίας”. Ἅλλ' εἰ τὸ τὰ σωματικά, φησὶν ὁ Πλωτῖνος, ἔχειν περὶ τὸ σῶμα καὶ μὴ ἀσώματα ἄλλην ποιεῖ κατηγορίαν, διὰ τί καὶ ἐπὶ τοῦ ποιεῖν πολλῆς οὕσης διαφορᾶς οὑκ ἄλλη μὲν κατηγορία γίνεται κατὰ τὸ τέμνειν, ἄλλη δὲ κατὰ τὸ κάειν ἢ κατορύττειν ἢ ἀποβάλλειν;’ ἢ ἡ μὲν τοῦ ποιεῖν ἐνέργεια μία ἔστὶν καὶ ἕνα ἔχουσα λόγον καὶ οὐδὲν δεομένη τῆς διαφόρου ὑποδοχῆς τῶν τὸ ποιεῖν ὑποδεχομένων. καὶ ὁ τέμνων γὰρ καὶ ὁ κάων καὶ οἱ ἄλλοι οὑδὲν κατὰ τὸ ποιεῖν διαφέρουσιν. ἡ μέντοι τοῦ ἔχειν κατηγορία ἐν τούτῳ τὴv ὅλην ἔχει ἱδιότητα ἐν τῷ μὴ ἀσώματον, σῶμα δὲ εἶναι τὸ περικείμενον, ἥ ἀπὸ τῆς τυούσης σχέσεως χαρακτηρίξεται, ἀλλ' ἐκ τῆς πρὸς ἄλλο εἰς ἑαυτὸ κυρίως θεωρεῖται. ‘ἀλλ' εἰ τὸ περικείμενον, φησίν, ἱμάτιον ἄλλην κατηγορίαν ποιεῖ, διὰ τί μὴ καὶ τὸ κείμενον ἐπὶ κλίνης ἄλλην ποιήσει;’ ἢ τὸ μὲν κεῖσθαι ἱμάτιον ἐπὶ κλίνης τῆς τοῦ κεῖσθαί ἐστιν κατηγορίας ἢ τῆς ἐν τόπῳ. οὐδεμίαν γὰρ ἐνέργειαν παρέχεται ἡ κλίνη εἰς τὸ ἔχειν. ἔξιν γὰρ καὶ κράτησιν ἐμφαίνει τινὰ ἡ τοῦ ἔχειν κατηγορία, ἀλλὰ σωμάτων ἐπικτήτων. εἰ δὲ τοῦτο ἀληθές, ἐπὶ μόνων τῶν ἐμψύχων τὸ ἔχειν ἐπαληθεύεται, ὥστε κἂν ἀγάλματι κόσμος περίκειται, ὡς μὲν ἄψυχον οὐκ ἂν λέγοιτο ἔχειν τὸ ἄγαλμα, ἀλλὰ κεῖσθαι ἐν τῷ ἀγάλματι ὁ κόσμος. εἰ δὲ ὡς ἔμψυχόν τι θεωροῖτο, κατὰ τὴν πρὸς τὸ ἔμψυχον ἀναφορὰν ἔχειν ἂν λέγοιτο τὸν κόσμον. ‘ἀλλ' εἰ κατὰ τὴν κἀθεξιν τὸ ἔχειν χαρακτηρίξεται, εἰς ἔξιν ἀναχθήσεται, φησίν, ἡ δὲ ἕξις ἐν τῇ ποιότητἰ. ἢ ὁμώνυμος αὕτη ἡ ἔξις. ἡ μὲν γὰρ ἦν αἀωμάτων συνοχή, αὕτη δὲ ἐπικτήτων σωμάτων κράτησις, καὶ ἡ μὲν τοῦ ἔχειν δι' ἐνεργείας τῶν ἐχόντων παραγίνεται, ἡ δὲ ποιοτήτων οὑ δι' ἐνεργείας οὔτε τῶν μετεχομένων οὔτε τῶν μεταλαμβανόντων. διαφέρουσιν δὲ καὶ κατὰ τὰ ἐχόμενα, ὅτι ἐκεῖ μὲν ἀσώματά ἐστιν, ἐνταῦθα δὲ σώματα, καὶ καὶ κατὰ τὰ ἔχοντα, ὁτι ἐκεῖ μὲν ἐν τῇ οὐσίᾳ, ἐνταῦθα δὲ περὶ τὴν οὐσίαν ἔξωθεν. ‘ ἀλλ' εἰ ποιότητα, φησίν, οὑ δεῖ λέγειν ἔχειν, ὅτι ἤδη ποιότης εἴρηται, οὔτε ποσότητα ἔχειν ςἰρημένης ποσότητος οὑδὲ μέρη ἔχειν εἰρημένης οὐσίας, διὰ τί τὸ ὅπλα ἔχειν ἄλλης δεῖ λέγειν κατηγορίας καίτοι εἰρημένης οὐσίας, ἐν ᾖ τὰ ὅπλα;’ ἢ ὅτι οὐ τὰ ὅπλα ἢ τὰ ὑποδήματα καθ' αὑτὰ εἴρηται εἶναι τῆς τοῦ ἔχειν κατηγορίας οὐδὲ ἡ κτῆσις αὐτῶν, εἴ τις κεκτημένος αὐτὰ χρῆσιν αὐτῶν μὴ ποιήσαιτο, ἀλλ' ἡ κράτσις αὐτῶν καὶ ἡ ἐκ τοῦ ἔχειν αὐτὰ λεγομένη ἓξις, αὕτη ποιεῖ τὴν τοῦ ἔχειν κατηγορίαν. ἄλλο δὲ ἦν τὸ ποιότητα ἔχειν καὶ ποσότητα, ἄλλο τὸ ὅπλα ἔχειν καὶ ὑποδήματα. ἐκεῖ μὲν γὰρ ἀσωμάτων ἡ ἕξις, ἐνταῦθα δὲ σωματικῶν, καὶ ἐκεῖ μὲν ἀλλοιωτικά ἐστι τῶν μετεχόντων τὰ μετεχόμενα, ἐνταῦθα δὲ περίκειται μόνον. ‘ἀλλὰ τὸ ἐν ὁλίγοις, φησίν, πῶς γένος;’ ἢ ὅτι ἐν τοῖς ἐσχάτοις ἐστὶ τοῦτο τὸ γένος καὶ περὶ τὰ αώματα καὶ ἐν τοῖς σώμασιν ὑπάρχει, καὶ διὰ τοῦτο εἰς βραχύτατον συνέσταλται, καὶ οὑ διὰ τοῦτο οὑκ ἄν εἴη γένος. καὶ γὰρ ὁ φοίνιξ εἶς ὣν τὸ εἶδος ὅλον ἔχει ἐν ἑαυτῷ. Ἀλλὰ διὰ τί μὴ συνῆψεν τὸν περὶ τοῦ ἔχειν λόγον ταῖς ἄλλαις κατηγορίαις, ἀλλ' ὥσπερ ἐκ μετανοίας μετὰ τὸv περὶ τῶν ἀντικειμένων καὶ περὶ τῶν ἅμα καὶ περὶ κινήσεως λόγον περὶ τοῦ ἔχειν ἐμνημόνευσεν; ἢ συμπληρώσας τὸν περὶ τῶν κατηγοριῶν λόγον, ἐπειδή τινων κατὰ παραδρομὴν ἐν αὐτῷ ἐμνήσθη, ἐξεργάξεται καὶ ἐκεῖνα. τελευταίας δὲ οὕσης τῆς τοῦ ἔχειν κατηγορίας, φροντίξων τάξεως εἰκότως τελευταίας <τῆς> τοῦ ἔχειν ἑμνημόνεθεν, οὑ μόνον αὐταῖς ταῖς κατηγορίαις τὴν προσήκουσαν ἀποδιδοὺς τάξιν, ἀλλὰ καὶ τοῖς ἔξωθεν ἐπιλεγομένοις καὶ ἐξεργαξομένοις τὴν αὐτὴν ἀποδικούς. ‘ ἀλλ' ἄτοπος, φησίν, ἀποδοκιμάξων ἀποδοκιμάξων τὸ λέγειν ἔχεσθαι γυναῖκα σύνηθες ὅν'. ἀλλ' εἰ μὲν μὴ ἐμνήσθη, ἄτοπος ἦν παρεὶς τὸ ἐν τῷ ἔθει, ὁ δὲ μνησθεὶς καὶ ἐπικρίνας διαλεκτικοῦ ἔργον ἐποίησεν, ᾦ μάλιστα διαφέρει ἡ τῆς ἀληθείας κρίσις. ταῦτα μὲν οὖν καὶ πρὸς τὰς ἀπορίας εἰρήσθω. Ἀκριβέστερον δὲ ὁ Ἀριστοτέλης ἐν τῷ Δ τῶν Μετὰ τὰ φυσικὰ τοῖς τοῦ ἔχειν σημαινομένοις ἐπεξῆλθεν. ἔχειν, γὰρ φησιν, λέγεται πολλαχῶς. καὶ γὰρ > κατὰ τὴν ἐν αὐτῷ φύσιν καὶ ὁρμὴν καὶ ὅλως ἐν ᾢ ἡ ἀρχὴ τῆς τοῦ ἔχομένου κινήσεως, οἶον ὁ τύραννος ἔχει τὴν πόλιν καὶ ὁ πυρετὸς τόνδε τινὰ ἢ βήξ. καὶ ἐπὶ τῶν ἐναντίων. καὶ γὰρ ἡ πόλις ἔχειν τύραννον λέγεται καὶ ὅλως ἄρχοντα κάὶ ἡ ναῦς κυβερνήτην καὶ ὁ παῖς παιδαγωγόν. ταῦτα μὲν οὖν οὕτως ἔχειν λέγεται, ὅτι ἢ ἄγει κατὰ τὴν ἑαυτοῦ ἀρχὴν ἢ ἄγεται κατà τὴν ἐν ἐκείνῳ, καὶ ἔστιν κατηγορίας τῆς τοῦ ποιεῖν ἢ πάσχειν. ἑτέρως δὲ ἔχειν λέγεται ἡ ὕλη τὸ εἶδος, οἶον ὁ χαλκὸς ἢ ὁ κηρὸς τὸ σχῆμα καὶ τὸ σῶμα τὴν ὑγίειαν ἢ τὸ χρῶμα καὶ ὁ Σωκράτης δικατοσύνην ἢ σωφροσύνην. ὅλως γὰρ τὸ δεκτικὸν πολλαχῶς, καθ' ἕνα μὲν τρόπον, ὡς εἴρηται, ἡ ὕλη τοῦ εἴδους, κατ' ἄλλον δὲ τὸ ὡς ἐν ἀγγείῳ. οὕτως οἶνον λέγεται ἔχειν ὁ ἀμφορεὺς καὶ ἔλαιον ἡ λἠκυθος καὶ ὄχλον τὸ βαλανεῖον. καὶ ἔστιν τὰ μὲν τῆν τοῦ ποιοῦ κατηγορίας, τὸ δὲ τῆς τοῦ Ι ποῦ. ἀγρὸν δὲ ἔχειν καὶ νοῦν ἵππον καὶ νοῦν δοκεῖ μὲν διαφόρως λέγεσθαι, λέγεται δὲ κατὰ πρῶτον τοῦ ἔχειν τρόπον. ὅτι γὰρ κρατοῦμεν καὶ κύριοί ἐσμεν χρῆσθαι αὐτοῖς κατὰ τὴν ἑαυτῶν προαίρεσιν, ἔχειν αὐτὰ λεγόμεθα. ἄλλως δὲ καὶ τὰ μέρη λεγόμεθα ἔχειν, χεῖρα καὶ κεφαλήν, καὶ τὰ δένδρα τὰς ῥίξας. λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν καὶ πατέρα καὶ συγγενεῖς καὶ ἀδελφούς, εἰ καὶ τούτων ἔνια ὑπὸ τὸν πρῶτον τρόπον πεσεῖται· γυναῖκα μὲν γὰρ ἔχει ὁ ἄνήρ, ὅτι ἄγει κατὰ τὴν ἕαυτοῦ ἄρχήν, γυνὴ δὲ ἄνδρα, ὅτι ἄγεται κατὰ τὴν ἐν ἐτέρῳ. τούτων δὲ τὰ μὲν εἰς τὴν οὑσίαν, τὰ δὲ εἰς τὸ ποιεῖν καὶ πάσχειν ἀναχθήσεται. πράγματα δὲ ἔχειν τις λέγεται, ὅτι πράττει καὶ πρὸς αὐτοῖς ἐστιν, λόγον δὲ ἔχειν, ὅτι φροντίξει καὶ οὐκ ὁλιγωρεῖ αὐτοῦ, ἅ δὴ πάντα τοῦ ποιεῖν. ὑποδήματα δὲ καὶ ἐσθῆτα καὶ ὡς κτήματα λεγόμεθα ἔχειν καὶ τῷ ἡμφιάσθαι καὶ ὑποδεδέσθαι, καὶ ἔστιν ταῦτα ὑπὸ τὴν τοῦ ἔχειν κατηγορίαν ἀπὸ τῆς ἕξεως. καὶ ἡ ἔξις δὲ πολλαχῶς. μία μὲv ἡ τῷ ἔχειν συξυγοῦσα, ὡς τῷ λαμβάνειν ἡ λῆψις. ὥσπερ οὖν τὴν λῆψιν οὐ λαμβάνομεν, οὕτως οὐδὲ τὴν ἔξιν ἔχομεν, εἰ δὲ μή, εἰς ἄπειρον πρόεισιν ἑτέρα δέ ἐστιν διάθεσις ἔμμονος, ὥς φαμεν τὴν ἀρετὴν ἔξιν καὶ τοὺς τεχνίτας ἑκτικοὺς εἶναι. διαφέρουσιν δὲ αὖται τῷ τὴν μὲν ἔχειν ἡμᾶς, τὴν 03 μή, ἔπειτα τῷ τὴν μὲν ἐπίτασιν ἐπιδέχεσθαι (δυνατὸν γὰρ καὶ ἑκτικὸν ἐν τῇ μελέτῃ ὄντα ἑκτικώτερον γενέσθαι), τὴν δὲ μὴ ἐπιδέχεσθαι (οἱ γὰρ ἔχοντές τι οὑ μᾶλον καὶ ἦττον ἔχουσιν). ἔτι δὲ τῇ μὲν ἔξις ἀντιτίθεται, ὡς τῇ ἀρετῇ ἡ κακία, τῇ δὲ οὑχ ἕξις ἀλλὰ στέρησις. Δόξειε δ' ἂν ἐναντίον εἶναι τῷ ἔχειν τὸ ἔχεσθαι καὶ ἑτέρα κατηγορία, ὡς τὸ ποιεῖν καὶ πάσχειν ἔτεραι, δεῖ δὲ εἰδέναι ὅτι κοινῶς τοῦ ἔχειν λεγομένου, τούτου τὸ μέν ἐστιν ἔχειν εἰδικόν, τὸ δὲ ἔχεαθαι, τὸ δὲ κοινόν ἐστιν ἡ κατηγορία, ὑφ' ἥν καὶ τὰ εἰδικῶς ἔχειν λεγόμενα, ὡς τὸ ὐποδέσεται, καὶ τὸ ἔχεσθαι, ὁμωνύμως καὶ τοῦτο. ὑποδέδεται γὰρ καἰ ὁ ἄυθρωπος καὶ τὸ ὑπόδημα. ἔτι δὲ καὶ τοῦτο ῥητέον, ὅτι ἔχειν ἐπί τινων ὁμωνύμως λέγεται τῷ ἐνηργηκέναι. τὸ γὰρ ὑποδεδέσθαι καὶ τὸ ἔχειν ὑποδήματα δηλοῖ καὶ τὸ ἀνειληφέναι, ὅπερ ἐστὶ τὸ συντελικὸν τῷ ὑποδέδεται. ἀντίκειται δὲ τῷ ἔχειν στέρησις, οἷον γυμνός, ἀνυπόδητος, ἄνοπλος· τὸ γὰρ ἐστερῆσθαί ἐστιν τὸ μὴ ἔγειν τότε, ὅτε πέφυκεν ἔχειν. καὶ ὁ Ἀρχύτας δὲ τὸ μέν τι ἔχειν ὡς ἁπλῶς λαβῶν πειρᾶται αὐτὸ διελεῖν, τὸ τὸ δὲ ὑπὸ τὸ ἁπλῶς ἔχειν εἰς τὴν ἔχειν εἰς τοῦ ἔχειν κατηγορίαν τάξας ὑπουγάφει, ὡς φθάσαντες δεδηλώκαμεν. Τῶν δὲ ἀπὸ τῆς Στοᾶς ἀξιούντων εἰς τὸ πῶς ἔχειν ἀναφέρειν τὸ τὸ ὁ Βόηθος ἐνατιοῦται, οὔτε εἰς τὸ πῶς ἔχον ἡγούμενος δεῖν οὔτε εἰς τὸ πρός τι τι ἀνάγειν αὐτό, ἰδίαν δὲ εἶναι κατηγορίαν· εἶναι μὲν γὰρ αὐτήν, τριχῶς δὲ μάλιστα καὶ ὁμωνύμως τὴν σχέσιν λέγεσθαι· τὴν μὲν γὰρ εἶναι ἐν ἑαυτῷ καὶ καθ' ἑαυτό, τὴν δὲ πρὸς πρὸς ἕτερον, τὴν δὲ ἑτέρου πρὸς ἑαυτό. ἡ μὲν οὖν ἐν ἑαυτῷ θεωρεῖται κατὰ τὸν πῶς ἔχοντα, οἶος ὁ προβεβλημένος· σχέσις γάρ ἐστιν αὐτοῦ πρὸς ἑαυτόν. ἡ δὲ πρὸς ἔτερον ἡ τῶν λεγομένων πρὸς τι· ό γὰρ πατὴρ καὶ ό δεξιὸς κατὰ σχέσιν λέγται οὐ τὴν αὐτοῦ τινος πρὸς ἑαυτόν, ἀλλὰ τὴν πρὸς ἑτερον. ἡ δὲ ἀφ' ἑτέρου πρὸς ἑαυτό. οἵα ἡ τοῦ ὡπλισμένου καὶ ὑποδεδεμένου· ἔστιν γὰρ ἄλλου σχέσις πρὸς αὐτός, τῶν μὲν ὅπλων πρὸς πρὸς τὸν ὡπλισμένον, τῶν δὲ πρὸς τὸv ὑποδεδεμένον. μηποτε δέ, φησὶν ὁ Βόηθος, τοῦ ἔχειν ἐστὶ σημαινόμενα τὸ μὲv ὅ ἐσοδυναμεῖ τῷ ἔχειν ὁτιοῦν ὁτιοῦν εἴτε εἴτε ὅ δὴ καὶ τάχα ὁπὸ τῆς λέξεως καθ' σὐτὴν προταθείσης σημαίνεται, τὸ δὲ πλείω ἐκεῖνα καὶ ἕτερα ἐν τῇ συντάξει· ό γὰρ ἀγρὸς προταθεὶς ἤ ό πατὴρ ἢ τὸ μέρος τὴv διαφορὰν ποιεῖ" ὑπὸ δὲ ταύτην ἄλλην εἶναι τοῦ ἔχειν σημασίαν τῆν ἰδὶως ἐπὶ τοῦ κρατεῖν τεταγμένην. ἐὰν μὲν οὖν τὴν κατηγρίαν κατὰ τὸ πρῶτον σημαινόμενον τιθῇ τις, καὶ τὸ φρονεῖν καὶ τὸ σωφρονεῖν καὶ τὸ ὑγιαίνειν εἰς ταύτην τὴν κατηγορίαν ἀναχθήσεται φρόνησιν γὰρ ἔχειν τὸ φρονεῖν ἐστιν), ὑπεξαιρεθήσεται δὲ ἀπὸ ταύτης ἡ κατὰ τὸ ποιεῖν καὶ καὶ πάσχειν κατηγορία· διακριθήσεται δὲ καὶ τοῦ πρός τι· ὁ μὲν γὰρ κεκτημένος τοῦ πρός τι ἔσται, τὸ τὸ δὲ κεκτῆσθαι τοῦ ἔχειν, καὶ ὁ πατὴρ τοῦ πρός τι, τι, τὸ δὲ πατέρα εἶναι ἐν τῷ υἱὸν ἔχειν. ἐὰν δὲ κατὰ δεύτερον, τὰ μὲv ἄλλα τοῦ ἔχειν σημαινόμενα εἰς τὰς ἄλλας κατηγορίας ἀναχθήσεται, ὅσα δὲ κατὰ κράτησιν ἐπικτήτου τινός, εἰς ταύτην μόνα" τοιαῦτα μὲv οὖν καὶ τὸ τοῦ γενναίου Βοήθου προσιστορήσθω. Εἰ δὲ καὶ διαίρεσίν τις ἐθέλοι τοῦ οὕτως ἀφωρισμένου γένους ποιεῖσθαι, λεγέτω ὅτι τὰ οὕτως ἐχόμενα ἤ ἢ κατὰ πόλεμον ἐχεται ἢ ἐν εἰρήνῃ, τῶν κατὰ πόλεμον τὸ τὰ μὲν περικείμενά εστιν, τὰ δὲ κρατούμενα, καὶ ἑκατέρων τὸ μὲv φυλάγματά ἐστιν, ὡς θώραξ περικείμενος καὶ ἀσπὶς κρατουμένη, τὰ δὲ ἀμυντήρια, ὡς ξίφος περικείμενον καὶ δόρυ κρατούμενον· τῶν δὲ ἐν εἰρήνῃ τὰ μὲν κόσμου ἕνεκα κατὰ διάφορα μέρη τοῦ σώματος, ὡς διάδημα καὶ περιδέραιον καὶ δατύλιος, τὰ δὲ σκέπης, καὶ τούτων τὰ μὲν περὶ ὅλον τὸ σῶμα, ὡς ϊμάτιον, τὰ δὲ περὶ μέρος, ὡς ὑπόδημα. τινὰ καὶ ὡς ὄργανα ἔχεται, ὡς τὸ σκέπαρνον καὶ τὸ τὸ πηδάλιον καὶ ἡ τινὰ δὲ καὶ ὡσαύτως κτήματα ὡς ἀργάριον ἤ τι ἄλλο ὅ διὰ τὸ ἔχειν κρατοῦμεν. δεῖ δὲ οἶμαι πᾶν τὸ ἔχον κατὰ προαίρεσιν ἔχειν· διὸ οὐδὲ λέγεται τὰ ἄψυχα Ι ἔχειν κατὰ τὸ τοῦ γένους σημαινόμενον. Μετὰ δὲ τὴν τοῦ ἔχειν τεχνολογίαν τῆς νοερᾶς περὶ αὐτοῦ θεωρίας ἀντιλαβόμενος ὁ Ἰάμβλεχος αὐτὸ τοῦτο ζητεῖ πρῶτον, πόθεν ὑφίσταται καὶ τίνα ἔχει χρείαν ἐν τῷ παντί, καί φησιν ὅτι πολλὰ τῶν ἐν τῷ παντί ἐστιν μὴ συνυπάρχοντα ἀλλὴλοις μηδὲ συμπεφυκότα, δυνάμενα δέ τινα ὠφέλειαν ἀπ' ἀλλήλων παραδέχεσθαι. τῆς οὖν τοῦ παντὸς φύσεως μηχανησαμένης ἐπίκτητα καὶ τούτων τὰ ἑτερα τοῖς ἑτέροις ἐγένετο, ὥστε ἐπιπλοκὴν εἶναι καὶ τοῖς πόρρωθεν ἀλλήλων διῳκσμένοις καὶ δύναμιν τῆς κτήσεως τῶν μήπω παρόντων, ὠφελίμων δὲ ὄντων. οὐ γὰρ ἔδει τὴν ἐν γενίσει φερομένην <οὐσίαν> πολλῶν οὖσαν καθ' αὑτὴν ἐπιδεῆ διὰ τὸν ἔσχατον μερισμὸν ἄμοιρον αὐτῶν τελέως τῆς μετουσίας ἀτολείπεσθαι. πόρον οὖν τινα ἐκτήσατο καὶ ἰσχὺν εἰς τὴν ράτησιν τῶν ὠφελίμων ἐγειρόμενα, καὶ τῶν ἐχομένων διδόντων ἑαυτὰ ἑτοίμως εἰς τὰ ἀντιλαμβανόμενα ἑαυτῶν. πολὺ δὲ πρὸ τῆς φύσεως ἡ τοῦ παντὸς πρώτη αἰτία τὰ τὰ γινόμενα κατευθύνει, συναρμόζουσα οἰκείως τὰ οἰκεῖα κτήματα εἰς τῆν προσήκουσαν χρῆσιν τοῖς ἔχουσιν καὶ τοὺς ἔχοντας ἐπ' αὐτὴν ἀνεγείρουσα. χρείαν μὲν οὖν τῷ παντὶ τοιαύτην τοῦτο τὸ γένος παρέχεται, πρὸς αὐτάρκειαν τῶν ἐνδεῶν καὶ ἕνωσιν τὴν δυνατὴν καὶ τῶν πάντῃ διεστηκότων εἰς τὰ ὄντα προελθόν. τὴν δὲ ὅλην αὐτοῦ φύσιν, φησὶν Ἰάμβλιχος, οὐκ ἐφ' ἡμῶν καὶ τοῦ ἡμετέρου σώματος ἱστάνειν χρή· εἰς στενὸν γὰρ αὐτῷ κατακλεισθήσεται· ἀνωτέρω δὲ ἔτι, περὶ τὴν ψυχὴν τὴν ἡμετέραν καὶ τὴν φύσιν, κατὰ τὰς ἐπικτήτους καὶ μὴ συμφυεῖς περικρατήσεις τὸ ἔχειν θεωρητέον. οὐ γὰρ δὴ τῷ μὲν σώματι περίκειται ὁμοφυῆ πρὸς αὐτὸ σώματα, τῇ δὲ ψυχῇ πολοειδεῖς ἐχούσῃ δυνάμεις οὐκ ἔσονται ἐπίκτητοί τινες ζωαί, αἱ μὲν ὁμοφυεῖς, αἱ δὲ ὑποδεέστεραι τῶν οἰκείων ἐν αὐτῇ μέτρων. ἴδοι δὲ ἄν τις ὅ λέγω, ξησίν, καὶ ἀπὸ τῶν ἐνοργῶς φαινομένων· εἰ γὰρ εἰς τὸ σῶμα κατιοῦσα προβάλλει τινὰς ζωὰς περὶ ἑαυτὴν ὤσπερ ἐπικτήτους, ἄλλας δὲ ἀπὸ τοῦ σώματος παραδέχεται, ἕσαι ἐν τροπῇ καὶ ἐκστάσει θεωροῦνται, πῶς οὐκ ἄν λέγοιτο ταύτας ἔχειν; ἀλλὰ καὶ εἰς ἕκαστα μέρη τοῦ κόσμου παπαγινομένη ζωάς τινας ἰαὶ δυνάμεις παραδέχεται, τὰς μὲν αὐτὴ προβάλλουσα, τὰς δὲ λαμβάνουσα ἀπὸ τοῦ δόσμου, σώματά τε οἰκεῖα ἐν ἑκάστῳ μέρει τοῦ παντὸς τὰ μὲν ἀπὸ τοῦ κόσμου λαμβάνει, τὸ δὲ αὐ ποιεῖ κατὰ τοὺς οἰκείους λόγους, καὶ ταύτας τὰς υνάμεις καὶ τὰς ζωὰς καὶ τὰ σώματα ἀποτίθεται, ὅταν τύχῃ εἰς ἄλλην λῆξιν μεθισταμένη. φανερὸν δὴ ἐκ τούτων γέγονεν, ὅτι ἐπίκτητα αὐτῇ πάντα ταῦτα ἦν καὶ εἶχεν αὐτὰ ὡς ἕτερα οὐσίας ἑτέρας ὅντα· οὔτε γὰρ συνεφύετο αὐτοῖς ὥσπερ τὰ συγκρινόμενα σώματα, ἀλλ' ἀμιγὴς οὖσα καθ' αὑτὴν εἶχεν αὐτὰ περικείμενα. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς φύσεως, φησίν, τοῦ παντός, ὅταν κατὰ τοὺς λόγους αὐτῆς περιέχῃ γινόμενα πολλὰ ὑπ' αὐτῆς καὶ τούτων τινὰ ἀπογίνοιντο ὥσπερ τινὰ ἐπίκτητα ἄντα, αὐτὴ δὲ μένῃ ή αὐτὴ οὖσα καὶ περιδρασσομένη τὰ τὸ ἐν αὐτῇ καὶ ἀφιεῖσα μηδὲν παύηται σώματά σώματά ζῷα καὶ φυτά, τότε καὶ περὶ τὴν φύσιν τοῦ παντὸς τὸ ἔχειν θεωρηθήσεται, τὰ ἐπίκητα ἐπίκτητα πάντα, ὅσα μὴ συμβεβηκότα ἐστὶν μηδὲ συμφυῆ, ἐν ἑαυτῇ † περιεχούσῃ. τούτων δὲ ἔτι μᾶλλον ἐν ὅλῳ τῷ κόσμῳ τῷ κατὰ τὰς ζωὰς αὐτοῦ πάσας ωοουμένῳ καὶ τὰς ψυχὰς τὰς ἐν αὐτῷ στοιχεῖά στοιχεῖά τε καὶ καὶ τὰ κοινῶς ὑπ' αὐτῶν συνιστάμενα θεωρεῖται ἡ νυνὶ λεγομένη ἕξις. αὐτοτελὴς γὰρ ὤν ὁ ὅλος κόσμος ἐκ μερῶν τελείων συμπεπληρωμένος ἔχει πάντα τὰ ἐν ἑαυτῷ πλήρη καὶ οὐδενὸς ἀμοιροῦντα τῶν ἐπιβαλλόντων ἑαυτοῖς. εἴτε οὖν σύμφυτα ταῦτα εἴη, μετέχει τούτων, εἴτε ἐπίκτητα, περικρατεῖ καὶ ταῦτα, εἴτε καὶ τὸ συναμφότερον, καὶ ταῦτα περιέχει, οἵα ἡ γῆ ἔχει τὰ ἐν ἑαυτῇ ζῷα, ποτὲ μὲv γινόμενα, ποτὲ δὲ ἀπογινόμενα· εἴποις ἄν οὖν ἀπίκτητα αὐτὰ εἶτὰ εἶναι γῆς καὶ μετουσίαν τινὰ αὐτῇ παρέχοντα καὶ αὖθις ἀφιστάμενα ἀπ' αὀτῆς, καὶ ἡ γῆ περικρατεῖ αὐτά, ὡς ἰδεῖν φαίνεται, καὶ θάλασσα δὲ ὁμοίως τὰ ἐν ἑαυτῇ θαλάττια ζῷα περιείληφεν. εἰ δὲ ἐφ' ἡμῶν μὲν ἔξωθεν περίκειται τὰ ἐχόμενα, ἐπὶ δὲ τοῦ παντὸς εἰς τὸ ἐντὸς μᾶλλον περιειργόμενα οὕτως ἴχεται, καὶ τοῦτο οὐκ ἀποδεῖ τῆς μεριστῆς καὶ τῆς ὅλης φύσεως· τὰ μὲν τὰ μὲν γὰρ ἡμέτερα σώματα ἔξωθεν ἔχει τὰ ἐχόμενα σώματα, τὸ δὲ πᾶν τέλεον ὄν καὶ οὐδὲν ἔξωθεν ἑαυτοῦ ἀπολεῖπον ἐν ἑαυτῷ περιέχει τὰ ἐχόμενα καὶ εἴσω ἑαυτοῦ πανταχόθεν αὐτὰ περιείληφεν. καὶ ὁ οὐρανὸς δὲ <τὰ> τέτταρα στοιχεῖα ἑαυτῷ περιείληφεν· ἄλλον δὲ τρόπον καὶ τὸς ἐν ἑαυτῷ σφαίρας ἔχει καὶ ὅσα ἐστὶν ἄστρα, καὶ τὰ ἐν τοῖς τέτρασι δὲ στοιχείοις ζῷα ὅ τε σύμπας οὐρανὸς καὶ τὰ τέσσαρα στοιχεῖα ἔχει ἐν ἑαυτοὶς, καὶ ὅλως ἀεὶ τὸ περιέχοντα ἔχει τὸ περιεχόμενα. διακέχριται γὰρ καθ' ἕκαστα τεταγμένως τὰ ἐν τῷ κόσμφ, καὶ τὰ ἀνωτέρω καὶ πρεσβύτερα ἀεὶ περιείληφεν τὰ ὑποδεέστερα, καὶ οὕτως ἐξ ἀρχῆς τὸ τοῦ ἔχειν γένος παρήχθη. καὶ εἰ ό κόσμος δὲ ὅλος νῦν μὲv ταῦτα ἔχει τὰ πληροῦντα αὐτόν, αὖθις δὲ ἄλλα, ὅσα ἡ γένεσις εἰς αὐτὸν ἐνδίδωσιν, ἔσται ἡ ἕξις αὐτοῦ διάφορος καὶ ἄλλοτε ἄλλη διὰ τὴν τῶν παραγινομένων εἰς αὐτὸν μεταβολήν. καὶ εἴπερ αἱ δυνάμεις αἱ ἐν τῷ παντί, ἢ αἰ δαιμόνιαι ἢ αί θεῖαι, ἔχουσιν μέρη τοῦ κόσμου περικείμενα ἑαυταῖς καὶ τοῦτο ἀδιαλείπτως ἐν τῷ παντὶ γίνεται, ἢ δαιμονίων ἢ θείων λήξεων ἐχουσῶν τὰ διακληρωθέντα αὐτοῖς μόρια τοῦ κόσμου, καὶ οὕτως ἄν μεστὰ πάντα εἴη τοῦ ἔχειν. ἔτι δὲ εἰ αἱ τῆς ζωῆς τοῦ παντὸς μοῖραι ἔχουσιν μέρη τοῦ κόσμου περικείμενα καὶ τοῦτα οὐ συμφυῆ πρὸς αὐτάς ἐστιν ἀλλ' ὡς ἔξωθεν Ι αὐταῖς ἐπίκτητα, κἄν οὑτως εἰς τὸ ἔχειν τάττοιτο πάωτα ταῦτα. καὶ εἰ τὸ κοινὸν ζῷον ἔχει μικρότερα μέρη περὶ ἑαυτὸ καὶ μικρότερα ζῷα ἐν ἑαυτῷ περιειλημμένα, καὶ κατὰ τοῦτον ἄν τὸv τρόπον εἰς τὸ ἔχειν τάττοιτο πᾶσα ἡ τοιαύτη σύνταξις". ταῦτα μὲν οὖν ὁ Ἱάμβλιχος θεωρητικῶς ὄντως καὶ νοερῶς ἐπεσκέψατο. Τολμητέον δὲ ἐφιστάνειν τοῖς εἱρημένοις, ἐπειδὴ καὶ αὐτῷ φίλον μὴ ἀπερισκέπτως ἐκδέχεσθαι τὰ λεγόμενα. καὶ τὰ μὲν περὶ τῆς χρείας τοῦ ἔχειν εἱρημένα θαυμαστῶς ὅπως καὶ ἀξίως τῆς τοῦ ἀνδρὸς μεγαλονοίας εἰρῆσθαί μοι δοδεῖ, πῶς δὲ τὰς προβαλλομένας ὑπὸ τῆς ψυχῆς ζωὰς καὶ τὰς ἀπò τοῦ σώματος ἐνδιδομένας αὐτῇ δυνάμεις ἔχειν τὴν ψυχήν φησιν, εἴπερ καὶ αὐτὸς ὁμολογεῖ σώματα εἶναι τὰ ἐχόμενα καὶ περὶ σώματα τὰ ἔχοντα κατὰ τὴν τοῦ ἔχειν κατηγορίαν; πῶς δὲ τὰ γινόμενα ὑπὸ τῆς ὅλης φύσεως ἔχεσθαί φησιν ὑπ' αὐτῆς; οὐ γὰρ ταὐτὸν ἦν τὸ κατ’ αἰτίαν καὶ τὸ ἔχον κατὰ τὸ τοῦ ἔχειν γένος. ἔτι δὲ μᾶλλον ἀπορῶ, πῶς τὸv ὅλον κόσμον τὸν κατὰ τὸς ζωὰς πάσας νοούμενον καὶ τὰ στοιχεῖα καὶ τὰς φύσεις, εἴτε σύμφυτα εἴη ταῦτα, μετέχειν αὀτῶv φησιν, εἴτε ἐπίκτητα, περικρατεῖν ἀῦτῶν. καὶ γὰρ ταῦτα πρῶτον μὲν κατὰ τὰς ζωὰς οὐ δύναται ἔχειν, εἴπερ ἀσώματοι αἱ ζωαί, σώματα δὲ ἦν τὰ ἐχόμενα· ἔπειτα εἰ μὲν συμφυῆ ἤ μέρη ὁπωσοῦν τοῦ παντός, οὐκ ἄν εἴη ἐχόμενα, ὡς αὀτὸς διετάττετο, εἰ δὲ γεννήματα, ἄλλος ὁ τῆς συνοχῆς τρόπος. καὶ τὰ ἐν τῇ γῇ δὲ καὶ τὰ ἐν ἄλλοις στοιχείοις ζῷα, εἴτε ὡς μἐρη θεωροῖτο τῆς ὅλης γῆς εἴτε ὡς ὡς γεννήματα, οὐκ ἄν ἔχεσθαι λέγοιτο ὑπ' αὐτῆς. δὲ καὶ ὁ οὐρανὸς τὰς ἐν ἑαυτῷ σφαίρας ἔχει, ἔχει, εἰ μὴ ώς μέρη; γὰρ αὗται καὶ οὑκ ἐπίκτητοι. πῶς δὲ τὸ κοινὸν ζῷον μικρότερα τὰ] ζῷα ἐν ἑαυτῷ περιείληφεν, εἰ μὴ ὡς μέρη ἥ ὡς γεννήματα; ταῦτα μὲv οὖν ἄν τις ἐπιστήσοι καὶ ἄλλα τοιαῦτα προχείρως. δυνατὸν δὲ οἶμαι λέγειν ὅτι ἐπίκτητον μὲν εἶναι δεῖ καὶ κεχωρισμένον τῆς οὐσίας τὸ ἐχόμενον, οὐ πάωτως δὲ σῶμα, ἀλλὰ σωματοειδές· καὶ γὰρ καὶ Ἀρχύτας οὐ σῶμα εἶπεν, ἀλλὰ σωματῶδες, διότι τοῦτό ἐστιν τὸ ἐπίκτητον καὶ κεχωρισμένον· τὰ γὰρ ἀσώματα τελέως συμφύεται. καὶ ἡ ζωὴ οὖν ἡ σωματοειδὴς, κεχωαἱ E ρισμένη τῆς ψυχικῆς οὐσίας καὶ ἐπίκτητος αὐτῇ γενομένη οὕτως ὡς μὴ ἀλλοιοῦν αὐτὴν μηδὲ ἕν τι σὺν αὐτῇ ποιεῖν, ἔχεσθαι ἄν ὑπ' αὐτῆς λέγοιτο· εἰ μέντοι ἀλλοιωτικὴ τίς τίς ἐστιν ἡ ζωὴ καὶ ἡ ποιητικὴ τῆς ὅλης οὐσίας οὐκ ἄν ἔχεσθαι λέγοιτο. τὰ δὲ μέρη τῶν ὅλων καὶ τὰ γεννήματα οὐκ ἄν ἔχοιτο, ὡς δὲ ἐπίκτητα καὶ κεχωρισμένα καὶ προσητημένα τῷ ὅλῳ ἔχεσθαι ἄν λέγοιτο καὶ αὐτὰ δικαίως· οὔτε γὰρ τὰ μέρη ἐκείνων οὕτως ἀτόμως συμπέφυκεν ὡς ὡς ἐφ' ἡμῶν οὔτε τὰ γεννήματα ἀπέσπασται οὕτως τὰ ἡμέτερα. ἀλλὰ ταῦτα μὲv καὶ ἐπὶ πλέον ζητητέον.

---

Simplicius, In Aristotelis Categorias Commentarium, ed. Karl Kalblfleisch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4013.tlg003.local001/.
