# In Aristotelis Categorias Commentarium 10.1

Simplicius, In Aristotelis Categorias Commentarium, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simplicius/in-aristotelis-categorias-commentarium/10.1

Συμπληρωθέντος δὲ τοῦ περὶ τῶν δέκα κατηγορτῶν λόγου ὁ Ἀρχότας προστίθησιν ὅτι ἡ τῶν ἄλλων κατηγοριῶν ὑπόστασις πλὴν τῆς οὐσιας περὶ τὸ ἄτομον θεωρεῖται καὶ αἰσθητὸν καὶ οὐ περὶ τὸ καθόλου καὶ νοητόν· γράφει δὲ οὑτως· ἐπεὶ δὲ τέλος ἔχοντι τὰ σημαίνοντα καὶ τὰ σημαινόμενα, οἷς ποτε χρεόμενος ἄνθρωπος ἐκπληροῖ τὸ τέλεον τῶν λόγων σόσταμα, ποτιδιωρίσθω ποτί γε τοῖς εἰρημένοις, ὅτι τὰν ἐφαρμογὰν τούτων πάντων οὐκ αὐτὸς ὁ ἄνθρωπος ἀλλὰ ὁ ἄνθρωπος ἐπιδέχεται. καὶ γὰρ ποιὸν ἀνάγκα καὶ πάλιν ποσὸν καὶ ποτί τί πως ἔχεν τὸν τινὰ ἄνθρωπον, ἔτι δὲ ποιὲν καὶ πάσχεν καὶ κεῖσθαι καὶ ἔχεν καὶ ἐν τόπῳ ἦμεν καὶ ποκά. αὐτὸς δὲ ό ἄνθρωπος. ὅς τὰν πράταν ἐπιδέχεται σημασίαν, λέγω δὲ τὸ τί ἐστιν κατὰ τὰν ἰδέαν, οὔτε ποιός τίς ἐστιν οὔτε παλίκος οὔτε ποτὲ γεροντικῶς ἔχων, οὐδὲ μὰν ποιέων τι ἢ πάσχων τι οὐδὲ κείμενος οὐδὲ ἔχων τι οὐδὲ ἐν τόπῳ καὶ ποκὰ ὑπάρχων· πάωτα γὰρ ταῦτα φυσικᾶς οὐσίας καὶ σωματικᾶς συμβάματά ἐντι, ἀλλ' οὐ νοατᾶς καὶ ἀκινήτω καὶ καὶ προσέτι ἀμερέος". εἶτα ὀλέγα περὶ συνθέσεως εἰπὼν τῶν άπλῶv φωνῶν, ἅπερ ό Ἀριστοτέλης ἐν Περὶ ἑρμηνείας βιβλίῳ κατέταξεν, ἐπὶ τέλει δὲ τὴν εἰς δέκα διαίρεσιν τῶν γενῶν ὡς οἰκείαν ταῖς ἀρχαῖς καὶ καὶ τῇ ὡρισμέναις οὐσίαις καὶ διὰ τοῦτο ἐν ἀριθμῷ καὶ τῷ παντὶ ἀριθμῷ 95v ἀποδείκνυσιν. Ὁ μέντοι Ἀριστοτέλης μετὰ τὰς κατηγορίας ἐξετάζει τὰ οἰκείως ἔχοντα πρὸς αὐτάς, ὡς αὐτίκα μάλα εἰσόμεθα· ἔστιν δὲ ταῦτα περὶ ἀντικειμένων εἰπεῖν καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ περὶ τοῦ ἅμα καὶ περὶ τῶν εἰκῶν τῆς κινήσεως καὶ περὶ τῆς τοῦ ὔχειν ὁμωνυμίας. ἀλλὰ κοινῶς πρῶτον περὶ αυτῶν ζητητέον, τί δήποτε ἐπὶ τῷ τέλει τῶν Κατηγοριῶν ταῦτα πρόσκειται καὶ τίνα χρείαν παρεχόμενα. τινὲς μὲν γάρ, ὧν καὶ Ἀνδρόνικός ἐστιν, παρὰ τὴν πρόθεσιν τοῦ βιβλίου προσκεῖσθαί φασιν ὑπό τινος ταῦτα τοῦ τὸ τῶν Κατηγοριῶν βιβλίον Πρὸ τῶν τόπων ἐπιγράψαντος, οὐκ ἐννοοῦντες οὗτοι, πόσην χρείαν οὐ τῇ τοπικῇ πραγματείᾳ μόνον ἀλλὰ καὶ τῷ περὶ τῶν κατηγοριῶν λόγῳ εἰσάγει τὰ εἰρημένα. ἄλλοις δὲ καὶ Πορφυρίῳ ἀρέσκει πρὸς σαφήνειαν συντελεῖν τὰ θεωρήματα ταῦτα, διότι τῶν ἐν ταὶς κατηγορίαις μνήμης τυχόντων ὀνομάτων, ὅσα μὲν οὐκ ἧν κατὰ τὰς κοινὰς ἐννοίας προειλημένα, ταῦτα ἐν ἀρχῇ προὔλαβεν ὁ Ἀριστοτέλης στοτέλης καὶ διήρθρωσεν, ὥσπερ τὸν περὶ τῶν ὁμωνύμων καὶ συνωνύμων λόγον, ὅσα δὲ ἦν μὲν ἐν ταῖς κοιναῖς ἐννοίαις προειλημμένα, διαρθρώσεως δὲ πλείονος δδεῖτο, τούτων τὸ συγκεχυμένον τῆς προλήψεως μετὰ τὴv συμπλήρωσιν διήρθρωσεν πρὸς πρὸς τὸ μὴ διακόπτειν τὸ τοῦ λόγου συνεχὲς μεταξὺ τὴν τούτων διάρθρωσιν παρεμβάλλοβτα. οἱ δὲ ταῦτα λέγοντες λέγουσιν μέν τι, οὐ μέν|τοι γε τῆς ὅλης αἰτίας περικρατοῦσιν. πολὺ γὰρ τούτων, πρὸ τούτων, 96r ὥς φησιν Ἱάμβλιχος, τὴν ἐπίκρισιν περιέχει ταῦτα πάντων πάντων οἷς οἰς ἐχρήσατο, τουτέστιν τῶν ἀντικειμένων καὶ τῶν λοιπῶν. ἐπεὶ γὰρ χρήσιμα ταῦτα ἦν εἰς τὴν τῶν κατηγοριῶν εὕρεσίν τε καὶ βεβαίωσιν, ταῦτα δὲ οὐκ ἦν ὀρθῶς ἐπικρίνειν μὴ τοὺς μὴ τοὺς ἀκριβεῖς περὶ αὐτῶν λόγους ἐπὶ τέλει καὶ τούτους. καὶ οὐκ ἀδιατάκτως ἀλλὰ διατεταγμένως αὐτοῦς ἐξέθετο. ἐπεὶ γὰρ καὶ ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις ἐζήτησεν, εἰ ἐπιδέχονται τὸ ἐναντίον, ἐν δὲ τοῖς περὶ τοῦ πρός τι. εἰ τὸ μέγα τῷ μικρῷ ἐναντίον ἤ ἀντίκειται μᾶλλον, μνημονεύσας δὲ τούτων τίνι διαφέρει τὰ ἐναωτία τὰ ἐναντία τῶν ἀντικειμένων ἀκολούθως μετὰ μετὰ τὴν συμπλήρωσιν τῶν κατηγοριῶν τὸν περὶ ἀντικειμένων λόγον ποιεῖται ἕνεκα τῆς ἐπικρίσεως τοῦ κοινῶς συνυπάρχοντος χοντος ἢ μὴ ὑπάρχοντος πάσαις ταῖς κατηγορίαις. πάλιν δὲ μετὰ τὴν αὐσίαν καὶ τὸ ποσὸν τὴν τοῦ πρός τι φόσιv ὑποδεικνὺς ἀπέδειξεν ὅτι τὰ μέν ἐστιν αὐτῶν ἅμα τῇ φύσει, τὰ δὲ πρότερα, ὡς πρὸς ἄλλα ὕστερα ὄντα, ὥσπερ τὸ ἐπιστητὸv καὶ αἰσθητὸν ἐπιστήμης πρότερα καὶ αἰσθήσεως· ἀναγκαῖον οὖν μετὰ τὰ ἀντικείμενα τὴν τοῦ ἅμα καὶ τὴν τοῦ προτέρου καὶ ὑστέρου φύσιν ὑποδεῖξαι. ἐπειδὴ δὲ ἐφεξῆς περὶ τοῦ τοῦ ποιεῖν καὶ πάσχειν ἀνεδίδαξεν, περιέχουσι δὲ αἱ κατηγορίαι αὗται κινήσεις, ἀναγκαίως εἰς ἐπίκρισιν τούτων τὰ εἴδη τῆς κινήσεως παραδέδωκεν καὶ τὴν τάξιν τρίτην ἀπέδωκεν αὐτοῖς, ὥσπερ εἶχον καὶ αἱ κατηγορίαι τὴν τάξιν. τελευταῖον δὲ περὶ τῆς τοῦ ἔχειν ὁμωνυμίας διεστείλατο, ὅτι καὶ τῆς τοῦ ἕχειν κατηγορίας τελευταίας ἐμνημόνευσεν· ἀναγκαῖον οὖν εἰς. τὴν ἐπίκρισιν τὸ πλῆθος τῶν πολλαχῶς λεγομένων χωρὶς ἀφορίσαι, ἵνα μηδὲν ὑπ' αὐτῶν ἐπιταραττώμεθα. ὥστε ἐναγκαία γέγονεν αὐτῷ ἡ τούτων τῶν θεωρημάτων παράληψις, καὶ ἡ τάξις αὐτῶν ἑπομένως διετάχθη τῇ τάξει τῶν ἔστιν δὲ καὶ πᾶσαν τὴν διαλεκτικὴν χρήσιμα ταῦτα, καὶ ἄξιον τοῦτο τῆς τῶν ἀρχαίων δυνάμεως, τὸ τοῖς αὐτοῖς ὠφελίμως ἐπὶ πολλὰ χρῆσθαι. ἀλλὰ ταῦτα μὲν κοινῶς εἰρήσθω. Περὶ τῶν ἀντικειμένων. Περὶ δὲ τῶν ἀντικειμένων ἀρξάμενος ζητεῖ ὁ Ἰάμβλιχος, πόθεν πρώτως ἐνοήσαμεν. ἆρα τὰ ἀναιρετικὰ ἀλλήλων κατανοήσαντες ζῷα καὶ φυτὰ οὕτως τὴν ἀντίθεσιν αὐτῶν διεστησάμεθα ἢ τὰ μὴ συνυπάρχοντα πράγματα, καθ᾿ ὅσον οὐ συνυπάρχει, μαχόμενα ὑπελάβομεν; ἀλλ᾿ οὔτε ἀναίρεσις οὔτε ἀνυπαρξία τινῶν εἰσάγει τὴν ἀντίθεσιν· καὶ γὰρ καὶ συνυπάρχουσιν ἔν τισιν, ὥσπερ ἐν τοῖς πρός τι θεωρεῖται τὰ ἀντικείμενα. οὐ μέντοι οὐδὲ γένος τι κοινόν ἐστι τὸ τῶν ἀντικειμένων, ὡς δοκεῖ τισιν τῶν Περιπατητικῶν, ἀλλὰ φωνὴν μίαν κοινὴν τὴν τῶν ἀντικειμένων λαβὼν ὁ Ἀριστοτέλης οὐ κατὰ μαχομένων καὶ ἀσυντροχάστων μόνον τὴν ὁμωνυμίαν ἔταξεν, ἀλλὰ καὶ κατά τινων συνυπαρχόντων μὲν ἀντιθέτως δὲ ἀλλήλοις συνυπαρχόντων, ὥσπερ τὰ πρός τι. ὅταν γὰρ ἥμισυ πρὸς διπλάσιον λέγωμεν, μαχητικὴ μὲν σχέσις οὐδεμία ἐστίν, ὑποτρέχει δέ τις κἔν μὴ ἐναντίωσις ἀλλ᾿ ἀντιθέσεως πάντως διαφορὰ κατά τινα ἰδιότροπον ἀντίθεσιν. διὸ ὑφ᾿ ἓν γένος ὑπάγεται πρὸς τὰ ἄλλα τὰ τριχῶς ἀντικείμενα. ἀλλ᾿ τὰ μὲν πρός τι ὁμώνυμα, τὰ δὲ ἄλλα τὰ τρία ὑφ᾿ ἓν γένος τὸ καὶ μάχης τάττεται· οὐδὲν γὰρ ἔχει κοινὸν γένος πρὸς ἀλληλα, ἀλλ᾿ ὁμωνύμως ἀντίκειται τὰ κοινῶς ἀντικεῖσθαι λεγόμενα. διὸ καὶ τέλης περὶ δὲ τῶν ἀντικειμένων, φησί, ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι· τὸ γὰρ ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι τοῦ ὁμωνύμου. τινὲς δὲ τῶν Περιπατητικῶν γένος ἔφασκον εἶναι τὸ ἀντικείμενον, “διότι κοινὸς ὅρος ἀποδὶ δοται τῶν ἀντικειμένων | τοιοῦτος· ‘ἀντικείμενα λέγεται ὅσα περὶ τὸ αὐτὸ ἅμα καὶ κοινῶς σημαινόμενον τοῦ αὐτοῦ πράγματος καὶ πρὸς τὸ αὐτὸ ἔξωθεν ἐξεταόμενα συνυπάρξαι οὐ δύναται. τοῦτο δὲ τοῖς τέτρασιν εἴδεσι τῆς ἀντιθέσεως ὑπάρχει· ἐπί τε γὰρ τῶν ἐναντίων ἀδύνατον τὰ αὐτὰ ἅμα καὶ κατὰ τὸ αὐτὸ καὶ ᾗ αὐτὸ λευκὸν εἶναι καὶ μέλαν, καὶ κατὰ τὰ πρός τι δὲ ἀνύπαρκτά ἐστιν ἀντικείμενα πρὸς τὸ αὐτὸ ἐξεταζόμενα· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ πρὸς τὸ αὐτὸ μεῖζον ἅμα εἶναι καὶ ἔλαττον οὐδὲ τὸν αὐτὸν τοῦ αὐτοῦ ἅμα δεσπότην εἶναι καὶ δοῦλον· ἀλλ᾿ οὐδὲ τὰ κατὰ ἕξιν καὶ στέρησιν περὶ τὸ αὐτὸ ἅμα συνυπάρχει οὐ γὰρ οἷόν τε κατὰ τὸν αὐτὸν ὀφθαλμὸν ὄψιν ἔχειν τυφλότητα· ἀλλὰ καὶ ἡ κατάφασις τῇ ἀποφάσει ἀσυνύπαρκτος· εἰ γὰρ τὸ ‘ἡμέρα ἐστίν’, ψεῦδος τὸ ‘ἡμέρα οὐκ ἔστιν’. εἰ οὖν πᾶσιν τοῖς ἐφαρμόζει ὁ τῶν ἀντικειμένων λόγος, οὐ φωνῆς εἰς συημαινόμενα ἀλλὰ γένους εἰς εἴδη ἐστὶν ἐστὶν διαίρεσις, εἴπερ οὐχ ὑμωνύμως ἀλλὰ συνωνύμως κατηγορεῖται τὸ ἀντικείμενον”. πρὸς δὴ ταῦτα ὁ Ἰάμβλιχός φησιν ὡς “εἰ μὴ ὁμώνυμος ἦν ὁ ὅρος, ἦν ἂν τῷ ὄντι κοινὸς λόγος καὶ κοινὸν γένος πάντων τῶν ἀντικειμέων· ἐπεὶ δὲ τὸ μή δύνασθαι περὶ τὸ αὐτὸ συνυπάρχειν καὶ πρὸς τὸ αὐτὸ ἄλλως μέν, φησὶν ὁ Ἰάμβλιχος, θεωρεῖται ἐν τοῖς πρὸς τι, ἄλλως δὲ ἐν καταφάσει καὶ ἀποφάσει καὶ ἄλως ἐν τοῖς λοιποῖς τῶν ἀντικείμενων, ἀληθεύει ὁ ἐξ ἀρχῆς λόγος, τὸ ὁμώνυμα ὁμώνυμα εἶναι ἀντικείμενα. διό, φησίν, καὶ ἥμαρτεν Νικόστρατος ὡς πρὸς ἓν γένος ἀυτῶν τὴν ἀντιλογίαν ποιούμενος“. ὁ μέντοι Πορφύριος γένος μᾶλλον καὶ αὐτὸς τίθεται, καὶ ἐγὼ ταύτῃ μᾶλλον ῥέπω οὐδὲ λόγου ἀκούσας πιθανοῦ τινος τὴν ὁμωνυμίαν κυροῦντος οὔτε αὐτὸς ἐννοῶν, πλὴν τοῦ Ἀριστοτέλη εἰεῖν· περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι. καίτοι τὸ ποσαχῶς καὶ εἰ γένος ἦν, δυνατὸν εἰπεῖν· εἴτε γὰρ τρία εἴτε τέτταρα εἶχεν εἴδη, τριχῶς ἢ τετραχῶς ἀληθὲς ἦν εἰπεῖς ἀντικεῖσθαι, ὅπερ ἐστὶν ποσαχῶς· οὐ γὰρ τὸ πολλαχῶς εὐθὺς τὴv ὁμώνυμον δηλοῖ φωνήν, ἀλλὰ τὸ πολλαχῶς μόνον λέγεσθαι, μὴ μέντοι εἶναι. ἀλλὰ ταῦτα μὲν κοινῶς περὶ τῶν ἀντικειμένων εἰρήσθω, λοιπὸν δὲ τὴν λέξιν τοῦ Ἀριστοτέλους προληπτέον καὶ ποιητέον αὐτῆς τὴν ἐξήγησιν. p. 11b16 Περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι 97r ἕως τοῦ ὥστε διαφέρουσιν αὗται αἱ ἀντιθέσεις ἀλλήλων. Ὥσπερ ἐπὶ τῶν ἄλλων τὴν διαίρεσιν πρώτην διὰ παραδειγμάτων παραδοὺς τότε τὸν ἑκάστου λόγον ἀποδέδωκεν, οὕτως καὶ ἐνταῦθα τὴν διαίρεσιν τῶν ἀντικειμένγων τετραχῇ γενομένην παραδοὺς καὶ διὰ τῶν παραδειγμάτων τὰς διαφορὰς αὐτῶν ὑποδείξας γνωρίμως τοῖς ἀκούουσιν, οὕτως ἑκάστου τὸν λόγον ἔπιφέρει καὶ ὁρισμοῖς αὐτὰ περιλαμβάνει. φαίνεται δὲ καὶ περὶ ἀντικειμέων Ἀριστοτέλης ἐκ τοῦ Ἀρχυτείου βιβλίου μεταλβὼν τοῦ Περὶ ἀντικειμένων ἐπιγεγραμμένου, ὅπερ ἐκεῖνος οὐ συνέταξεν τῷ περὶ γενῶν λόγῳ, αλλ᾿ ἰδίας πραγματείας ἠξίωσεν. καὶ γὰρ τὴν διαίρεσιν Ἀρχύτας οὑτωσὶ παραδίδωσιν· “καὶ κατὰ νόμον καὶ κατὰ φύσιν ἀντικεῖσθαι ἀλλήλοις λέγεται τὰ μὲν <ὡς> ἐναντία, οἷον ἀγαθὸν κακῷ καὶ ὑγιὲς κάμνοντι καὶ ἀληθὲς ψευδεῖ· τὰ δὲ ὡς ἕξις στερήσει, οἷον ζωὴ θανάτῳ καὶ ὅρασις τυφλότατι καὶ ἐπιστάμα λάθᾳ· τὰ δὲ ὡς πρός τί πως ἔχοντα, οἷον διπλάσιον ἡμίσει, ἄρχον ἀρχομένῳ καὶ δεσπόζον δεσποζομένῳ· τὰ δὲ ὡς κατάφασις ἀποφάσει, οἷον τὸ ἄνθρωπον ἦμεν τῷ μὴ ἦμεν καὶ τὸ σπουδαῖον ἦμεν τῷ μὴ ¿hmen”. Πρώτην δἐ Ἀριστοτέλης ὠρίσατο τῶν ἄλλων τὴν κατὰ τὸ πρὸς τι ἀντίθεσιν, διότι οἶμαι ἴδιον ἔχει τι αὕτη παρὰ τὰς ἄλλας, τὸ συνυπαρχειν ἀλλήλοις τὰ ἀντικείμενα. Ἀρχύτας δὲ τρίτα τέθεικεν τὰ πρὸς τι Γ ὡς κατὰ σχέσιν ὑφεστῶτα, καὶ περὶ τῆς κατὰ τὸ πρὸς τι ἀντιθέσεως τάδε γέγραφεν· “τὰ δὲ πρὸς τι ὅμα ἀνάγκα γίνεσθαι καὶ φθείρεσθαι. ἀδύνατον γὰρ διπλάσιον μὲν ἦμεν, ἡμίσεον δὲ μὴ ἢ ἡμίσεον μὲν ἦμεν, διπλάσιον δὲ μὴ. καὶ αἴκα τι γίνεται σιπλάσιον, ἅμα καὶ ἡμίσεον γίνεται., καὶ αἴκα τι φθείρεται θιπλάσιον, ἅμα καὶ ἡμίσεον φθείρεται”. ὁρίζεται δὲ αὐτὴν Ἀριστοτέλης τῷ κοινοτέρῳ τῶν πρὸς τι ὁρισμῷ τῷ λέγοντι “ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων, τῶν ἀντικειμένων, εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον”· δεῖ γὰρ καὶ ταύτης τῆς προσθήκης διὰ τὰς διαφόρους τῶν πρὸς τι ἀποδόσεις, ὡς ἐν ἐκείνοις εἴρηται. καὶ μάλα εἰκότως· πρὸς γὰρ τὴν ἀντίθεσιν ἐξαρκεῖ καὶ οὗτος ὁ ὁρισμός· συνεισάγει γὰρ καὶ ποιεῖ ἀντικατηγορεῖσθαι ἀλλήλων σαφῶς, καὶ οὐδεμιᾶς ἄλλης ἀκριβείας πρὸς τοῦτο δεῖται. ἅμα δὲ καὶ ὅτι τὰ πρὸς τι οὐκ ἀντίκειται ὁμοίως τοῖς ἄλλοις ἀντικειμένοις, τούτῳ χρώμενος τῷ λόγῳ δείξει· πᾶσιν γὰρ τοῖς πρός τι τὸ πρὸς ἄλληλα λέγεσθαι ὑπάρχει. ἀλλὰ πῶς ἀντικείμενα τὰ πρὸς τι, εἰ ἅμα ἐστὶν καὶ συνυπάρχει ἀλλήλοις καὶ ἀντιστρέφει πρὸς ἄλληλα; ἀναιρετικὰ γὰρ ἀλλήλων εἶναι δοκεῖ τὰ ἀντικείμενα. ἢ οὐ τὸ ἀναιρετικὸν ἴδιὸν ἐστι τῶν ἀντικειμένων, ἀλλὰ τὸ μὴ εἶναι περὶ τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτό, ὃ καὶ ἐπὶ τῶν πρός τι ὑπάρχει· οὐδὲ γὰρ ταῦτα περὶ τὸ αὐτὸ συνυφέστηκεν. Τὸ δὲ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων τῶν ἀντικειμένων λέγεσθαι ἢ ὁπωσοῦν ἄλλως πρὸς αὐτὰ δύναται | μὴ διὰ τὰς πτώσεις μόνον εἰρῆσθαι, πρὸς ἃς ἀποδίδοται ἕκαστον τῶν πρὸς τι, ἀλλὰ καὶ πρὸς αὐτὰ τὰ λαμβανόμενα, ὧν ἡ ἀπόδοσις γίνεται. οὐ γὰρ πὰντα οὕτως λέγεται ὡς τοῦτο ὅ ἐστιν πρὸς ἄλλο γέγεσθαι, ὥσπερ τὸ διπλάσιον καὶ τὸ ἥμισυ καὶ ἡ ἑπιστήμη· ἕκαστον γὰρ τούτων τοῦτο ὅ ἐστιν πρὸς ἄλλο λέγεται, καθ᾿ ἣν ἂν πτῶσιν ἡ ἀπόδοσις ἐκείνου γένοιτο, κἂν μὴ κατὰ πτῶσιν δὲ ἡ ἀπόδοσις, ὥσπερ τὸ μέγα καὶ μικρὸν ἀντικείμενα κατὰ τὸ πρὸς τι ἀλλήλοις οὐ κατὰ πτῶσιν ἀποδίδοται οὐδὲ ἐστιν τοῦ ἑτέρου τὸ ἕτερον, ἀλλὰ μόνον πρὸς τὸ ἕτερον λέγεται, οὐδὲ τὸ ἐπιστητὸν καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητὸν ὁμοίως οὐδὲ ἄλλο τι τῶν τοιούτων ἔκείνων ἐστίν τῶν πρὸς ἃ λέγεται· τὸ γὰρ ἐπιστητὸν οὐκ αὐτὸ ἄλλου ἐστίν, ἀλλ᾿ αὐτοῦ ἄλλο· πρὸς γὰρ τὴν ἐπιστήμην λέγεται οὐχ ὅτι ἐστὶν τῆς ἐπιστήμης, ἀλλ᾿ ὅτι αὐτοῦ ἐστιν ἡ ἐπιστήμη. τὴν δὲ αἰτίαν τούτου γέγραφεν Ἀρχύτας ἐν οἷς τὰς διαφορὰς τῶν κατὰ τὰ πρός τι ἀντικειμένων παραδίδωσιν, καὶ κάλλιον ὅλην ἐκείνην παραγράψαι τὴν λέξιν· “τῶν δὲ πρὸς τι τὰ μὲν ἀντιστρέφει ἀλλάλοις ὡς τὸ μέζον καὶ τὸ μεῖον καὶ τὸ ἀδελφὸν καὶ τὸ ὅμοιον· τὰ δὲ ἔχει μὲν ἀντιστροφάν, οὐ μὰν ἐξ ἀμφοτέρων γε τῶν μερῶν· ἁ μὲν γὰρ ἐπιστάμα λέγεται τῶ ἐπιστατῶ καὶ ἁ αἴσθασις τῶ αἰσθατῶ, οὐ μὰν ἀνάπαλιν τὸ ἐπιστατὸν τᾶς ἐπιστάμας καὶ τὸ αἰσθατὸν τᾶς αἰσθάσιος. τὸ δὲ αἴτιον, ὅτι τὸ μὲν κρινόμενον ἄνευκ τοῦ κρίνοντος δυνατὸν ἦμεν, οἷον τὸ αἰσθατὸν ἄνευ αἰσθάσιος καὶ τὸ ἐπιστατὸν ἄνευ ἐπιστάμας, τὸ δὲ κρῖνον ἄνευ τῶν χρινομένων ἀδύνατον ἦμεν, οἷον τὰν αἴσθαιν ἄνευ τῶ καὶ τὰν ἐπιστάμαν ἄνευ τῶ ἐπιστατῶ. τῶν δὲ ἐξ ἀμφοτέρων ἑχόντων τῶν μεφῶν τὰν ἀντιστροφὰν τὰ μὲν ἀδιαφόρως ἀντιστρέφει ἀλλάλοις, ὡς τὸ ὅμοιν καὶ τὸ ἴσοv καὶ τὸ ἀδελφόν· τοῦτo γὰρ τούτῳ ὅμοιον καὶ τοῦτο τούτῳ πάλιν, καὶ τοῦτο τούτῳ πάλιν· ἃ δὲ τούτῳ πάλιν, καὶ τοῦτο τούτῳ ἀδελφὸν καὶ τοῦτο τούτῳ πάλιν· ἃ δὲ ἀντιστρέφει μὲν ἀλλάλοις ἐξ ἀμφοτέρων τῶν μερῶν, οὐ μὰν ἀδιαφόρως· τοῦτο μὲν τούτω μέζον, τοῦτο δὲ τούτω μεῖον, καὶ οὗτος μὲν τούτω πατήρ, οὗτος δὲ τούτω υίός”, Ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης μεσότητα τῶν πρός τι οὐ παραδέδωκεν, ὁ δὲ Ἀρχύτας περὶ Ἀρχύτας; περὶ αὐτῶν τάδε γέγραφεν· "τὰ δὲ πρός τι ἐπιδέχεται μεσότατας· μεταξὺ γὰρ τοῦ δεσπόζοντος καὶ δούλω τὸ ἐλεύθεπον, καὶ μεταξὺ τοῦ μείζονος καὶ μείονος τὸ ἴσον, καὶ μεταξὺ τοῦ πλατέος καὶ στενοῦ τὸ ἐφαρμόζον”. εἰ δὲ καὶ Ἀριστοτέλης μὴ συνεχώρει ταύτῃ τῇ μεσότητι, διαφέρειν ἄν εἶπεν τὴν κατὰ τὸ πρός τι ἀντίθεσιν τῆς κατὰ τὸ ἐναντίον καὶ τῷ μὴ ἐπιδέχεσθαι μεσόητα. Διαφέρει δὲ τῶρ ἐναντίων τὰ πρός τι τῷ τρόπῳ τῆς κατηγορίας. τὰ μὲν γὰρ πρός τι αὐτὰ ἅπερ ἐστὶ πρὸς ἄλληλα λέγεται· τὸ δὲ ἐναντία ἀντίκειται μέν, οὐ μέντοι ἀντισρέφει πρὸς ἄλληλα· τὸ γὰρ ἀγαθὸν οὐ λέγεται τοῦ κακοῦ οὐδὲ τὸ κακὸν ἀγαθοῦ κακόν, ἀλλ'ἐναντία μόνον ἀλλήλοις. φυλάττεσθαι δὲ δεῖ, μήποτε ἀπὸ τῶν πρός τι μεταπέσωμεν εἰς τὴν τῶν ἐναντίων ἤ εἰς ἄλλην ἀντίθεσιν. τὰ μὲν γάρ πρός τι οὐκ ἦν μαχητικὰ οὐδὲ ἀναιρετικὰ ἀλλήλων, ἀλλὰ μᾶλλον καὶ θετικά, τῆς ἐτερότητος μόνης εἰσαγούσης συνυπάρχουσαν ἀντίθεσιν. ἡ γοῦν ἐπιστήμη πρὸς μὲν τὸ ἐπιστητὸν ἀντίθσιν ἔχει συνυπαρκτικὴν τὴν κατὰ τὸ πρός τι,πρὸς δὲ τὴν ἄγνοιαν ἀντίθεσιν μεχητικὴν καὶ ἀσύνακτον· οὐ γὰρ λέγεται ἐπισήμη ἀγνοίας, ἀλλ᾿ ἐπιστητοῦ μὲν ἐπιστήν καὶ ἀσύνακτον· οὐ γὰρ λέγεται ἐπιστήμη τῶν πρός τι ἀντίθεσιν συναγωγὸν τῶν ὑποκειμένων νοεῖν μετά τιvος ἀντιθέσεως ἐξ ἀλλήλων καὶ μὴ ἐξ ἑαυτῶν τὴν διαφορὰν λαμβανούσης· διὰ τοῦτο γὰρ τὰ μὲν ἐναντία ἐξωθεῖ ἄλληλα, τὰ δὲ πρός τι ἐκ τῆν πρὸς ἄλληλα οἰκειότητος τὴν ἑτερότητα συναγει. διὸ καὶ τὰ μὲν μᾶλλον ἐμφαίνει τὴν ἑτερότα, ὡς τὸ διπλάσιον πρὸς τὸ ἥμισυ, τὰ δὲ ἧττον, ὡς ἐπιστήμη πρὸς ἐπιστητόν, τὰ δὲ οὐδὲ ὅλως σχεδόν, ὡς οἱ ἔσοι πρὸς ἀλλήλους. ὅσα οὖν ἀντιθεσιν ἔχοντα τοῦ ἀντικειμένου λέγεται αὐτὸ ὅπερ ἐστίν, ταῦτα τῶν πρός τί ἐστιν, ἕσπερ τὸ μεῖζον τὸ μεῖζον, αὐτὸ τοῦτο ὃ λέγεται τοῦ ἀντικειμένου λέγεται, καὶ τὸ αὐτὸ πρὸς μὲν τὸ μεῖζον, πρὸς δὲ ἕτερον ἔλαττον· διὰ οὐδὲ μυχητικὴ ἡ τοιαύτη ἀντίθεσις. καὶ τὸ ὀρθὸν δὲ τὸ τύπτειν πρὸς τὸ ὕπτιον τὸ τύπτεσθαι ὡς πρός τι ἀντίκειται· διὰ καὶ Ἀριστοτέλης τὸ ποιεῖν καὶτὸ πάσχειν ἐπιδέχεσθαι τὰ ἐναντία εἰπὼ αὐτὰ μὲν οὐκ ἔφη ἐναντία εἶναι ἀλλήλοις, ἐν ἑκατέρῳ δὲ αὐτῶν ἐπέδειξεν ἐναντίωσιν, ὡς ἐν τῷ λευκαίενιν μελαίνειν καὶ λευκαίνεσθαι καὶ μελαίνεσθαι· Ἀνδρόνικος δὲ οὐκ ἀντίθετα ἀλλὰ καὶ ἐναντία τὸ ποιεῖν καὶ τὸ πάσχειν ἀπεφήνατο. καὶ τοῦτο δὲ ἐπιστῆσαι ἄξιον, ὅτι τὰ μὲν πρός τι πρὸς ἄλληλα λέγεται, τὰ δὲ ἐναντία αὐτὰ μὲν ἅπερ ἐστὶν ἐναντία, τουτέστιν τὰ τῇ ἐναντιώσει περιεόμενα, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν, πρὸς ἄλληλα οὐ λέγεται, τὸ δὲ ἐναντίον αὐτὸ καὶ οὐχὶ τὰ περιεχόμενα ὑπ᾿ αὐτοῦ κατὰ τὰ πρὸς τι λέγεται καὶ οὐχὶ κατὰ τὸ ἐναντίον· ἀντεισάγει γὰρ ἄλληλα καὶ συνυφέστηκεν. καὶ ἴσως τούτου αἴτιον ἡ κοινὴ τῆς ἐναντιότητος ἐν τοῖς ἐναντίοις συνύπαρξις. Νικόστρατος δὲ δεικνύναι νομίζει, ὅτι τὰ ἐναντία πρὸς ἄλληλα λέγεται, οὐκ ἀπὸ τῶν τὸ ἐναντίον ἀλλ᾿ ἀπ’ αὐτοῦ τοῦ ἐναντίου ποιούμενος τὴν ἐπιχείρησιν. ἐπὶ πὰντων δὲ ἴσμεν ὅτι ἄλλο μέν ἐστιν αὐτὸ ἕκαστον, ἄλλο δὲ τὸ ὑπ᾿ τεταγμένον καὶ μετέχον αὐτοῦ, ὥσπερ τὸ ἴσον αὐτὸ μέν ἐστι τῶν πρός τι, τὰ δὲ ὑπ᾿ αὐτὸ ποσά ἐστιν ἐστιν οἷς τὸ ἴσον· οὕτως οὖν καὶ τὰ μὲν ἐναντία αὐτὰ ὡς συνυπάρχοντα πρός τί ἐστιν, τὰ δὲ ὑπὸ τὰ ἐναντία ὡς μετέχοντα τῶν ἐναντίων ἐναντία ἐστίν. καὶ ἔστιν μὲν θαυμαστόν, πῶς τὰ ἐναντία καθὸ ἐναντία οὐκ ἔστιν ἐναντία | ἀλλὰ πρός τι. εἰ μὲν γὰρ πρὸς τῷ ἐναντία εἶναι ὑπῆρχεν αὐτοῖς καὶ τὸ πρός τι εἶναι, οὐδὲν θαυμαστόν· εἰ ἐναντία οὐδὲ ὅλως ἐστὶν ἐναντία, καθὸ ἐναντία ἐστί, θαύματι ἔοικεν. ἢ οὐδὲν θαυμαστόν, εἰ κατὰ μὲν τὴν κοινὴν καὶ μίαν ἰδιότητα ἱστάμενα συνυπάρχει ἀλλήλοις τὰ ἐναντία, κατὰ δὲ τὴν χωριστικὴν καὶ μαχητικὴν μάχεσθαι ποιεῖ τὰ μετέχοντα· καὶ γὰρ καὶ ἡ διάκρισις αὐτὴ καὶ ἡ μάχη μία οὖσα ἥνωται πρὸς ἑαυτὴν, τὰ δὲ μετέχοντα μάχης καὶ διακρίσεως κεχώρισται απ᾿ ἀλλήλων. ἀλλὰ ταῦτα μὲν περὶ τούτων. τῆς δὲ καταφάσεως καὶ ἀποφάσεως παραδείγματα παρατιθεὶς οὐχ ὅλας τὰς προτάσεις ἀλλὰ τοὺς κατηγορουμένους ὅρους τέθεικεν, διότι κατ᾿ αὐτοὺς αἱ προτάσεις χαρακτηρίζονται τοῦ ἀρνητικοῦ μορίου τῷ κατηγορουμένῳ προστιθεμένου. ἀλλ᾿ ἐπὶ τὰ ἑξῆς ἰτέον. p. 11b33 Τὰ δὲ ὡς τὰ ἀναντία αὐτὰ μὲν ἅπερ ἐστὶν οὐδαμῶς πρὸς ἄλληλα λέγεται ἕως τοῦ οἶον τὸ οὔτε ἀγθὸν οὔτε κακόν, οὔτε δίκαιον οὔτε ἄδικον. Μετὰ τὰ πρός τι περὶ τῶν ἐναντίων εἰπεῖν προτίθεται, διότι ἀντικειμένων τὰ ἐναντία εἴδη ἐστὶν ἑκάτερα, ἐπὶ δὲ τῆς ἕξεως καὶ στερήσεως τὸ ἕτερον, ἐπὶ δὲ τῆς καταφάσεως καὶ ἀποφάσεως ἐν λόγῳ τὸ ὅλον καὶ συνθέσει· εἰκότως οὖν τῶν ἄλλων τὰ ἐναντία προτετέμηται. δὲ τοῦ περὶ τῶν ἐναωτίων λόγου τὴν διαφοράν αὐτῶν εὐθάως τὴν προς τὰ προς τι παραδεδωκεν· ου γὰρ αὐτα ἄρεπ ἐστίν ἐτέρων τῶν ἐναντίων λέγεται· τὸ γὰρ λευκὸν οὐ λέγεται * * * τῷ μέλανι. τῶν δὲ λοιπῶν ἀντικειμένων, ὡς εἴρηται, διαφέρει τῷ εἴδη εἶναι ἄμφω τὰ ἐναντία. δὲ τὴν διαφορὰν αὐτῶν τῶν ἐναντίων παραδιδοὺδ τῶν ἐναντίων ἄμεσά φησιν εἶναι, ὧν ἀξ ἀνάγκης ἕτερον ὑπάρχει τῷ δεκτικῷ οἷον ὑγεία καὶ νόσος καὶ περιττὸν καὶ ἄρτιον· καὶ γὰρ τὸ ἀρτιοπέριττον καὶ τὸ περισσάρτιον, κἂν μεταξύ πως ἀμφοῖν δοκῇ, τοῦ τε περιττοῦ καὶ ἀρτίου, καὶ αὐτὰ ἄρτιά ἐστιν τῷ εἴδει. ὑγείας δὲ καὶ νόσου ὁ μὲν Ἀριστοτέλης οὐδὲν εἶναι μέσον φησὶν καίτοι ἀρεῆς καὶ κακίας ὁρῶν μεσότητα ώς φιλόσοφος, οἱ δὲ ἰατροὶ περὶ τὰ σώματα ἐσπουδακότες καὶ πολλὰς ἔθεντο μεσότητας ὑγείας καὶ νόσου ἐν τῷ πλάτει στρεφομένας τῆς οὐδετέρας παρ᾿ αὐτοῖς λεγμένης καταστάσεως. τινὰ δὲ τῶν ἐναντίων ἔμμεσα, ὧν οὐκ ἐξ ἀνάγκης θάτερον περὶ τὸ δεκτικόν ἐστιν, οἶον τὸ λευκὸν καὶ μέλαν· οὐ γὰρ ἀνάγκη πάντως ἢ λευκὸν ἢ μέλαν εἶναι, ἐπειδὴ ἔστιν καὶ φαιὰ καὶ καὶ ἄλλα ἔχοντα χρώματα τὰ ἀνὰ μέσον. τῶν δὲ ἐμμέσων ἤτοι μεσωτῶν λέγεται γὰρ καὶ οὕτως) τὰ μὲν πλείω ἔχει τὰ μέσα, τὰ τὰ πλέον ἴσως ἀλλήλων διεστηκότα τῇ φύσει, ὡς ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος εἴρηται· πολλὰ γὰρ ἐστιν τὰ ἐν μέσῳ τούτων χρώματα· τὰ δὲ ἕν μόνον διὰ τὴν ἐγγύτητα τὴν πρὸς ἄλληλα, οἷον τοῦ θερμοῦ καὶ ψυχροῦ τὸ χλιαρὸν μόνον μέσον. τῶν δὲ ἐμμέσων τὰ μὲν ὠνομασμένα ἔχει τὰ μέσα ὡς ἐπὶ τῶν εἰρημένων, τὰ δὲ ἀκατονόμαστα, τῇ δὲ ἀποφάσει τῶν ἄκρων δηλύμενα· τὸ τὸ γὰρ τοῦ ἀγαθοῦ καὶ κακοῦ οὐκ ὠνόμασται, λέγεται δὲ οὕτε ἀγαθὸν οὔτε κακόν τὸ γὰρ τοῦ ἀδιαφόρου ὄνομα ὑπὸ τῶν νεωτέρων ἐτέθη), καὶ τοῦ δικαίου δὲ καὶ ἀδίκου τὸ μέσον ἀνώνυμόν ἐστιν, τῇ δὲ ἀποφάσει τῶν ἄκρων ἀνομαζεται. καὶ δῆλον ὅτι τὰ μὲν τῇ συνηθείᾳ γενόμενα γνώριμα, ταῦτα καὶ ὀνόματος ἔτυχεν συνήθους, τὰ δὲ ἄγνωστα τῇ συνηθείᾳ ἔμεινεν ἀκατονόμαστα. ἐπεὶ δὲ τῶν ἐναντίων τὰ μὲν ἐν ὑποκειμένῳ ἀστίν, ὡς τὸ λευκὸν καὶ μέλαν ἐν σώματι γὰρ ὑπάρχει παθητικῶς αὐτὰ δεχομένῳ), τὰ δὲ καθ᾿ ὑποκειμένου λέγεται, ὡς τὸ ἄρτιον καὶ περιττόν κατὰ γὰρ ἀριθμοῦ καθ᾿ ὑποκειμένου λέγεται ταῦτα, διότι διαφοραί εἰσιν, αἱ δὲ ὡς αὐτὸς ἐν τῷ περὶ τῆς τῆς οὐσίας ἔδειξεν λόγῳ, καθ' ὑποκειμένων λέγονται τῶν εἰδῶν), διὰ τοῦτο τὰ μὲν ἐν ὑποκειμένῳ ἐδήλωσεν διὰ τοῦ ἐν οἷς πέφυκεν γίνεσθαι, τὰ δὲ καθ' ὑποκειμένου διὰ τοῦ ἢ ὧν κἂν γὰρ ἐν ὑποκειμένῳ πάντως ᾖ ὁ ἀριθμός, ἀλλ᾿ ὅταν μὴ παραλαμβάνηται, τότε τὸ ἄρτιον καὶ τὸ περιττὸν ὡς καθ᾿ τοῦ ἀριθμοῦ λέγεται. ὅτι γὰρ οὐχ ὁμοίως ὑγεία καὶ νόσος ὑπάρχει σώματι καὶ περιττὸν καὶ ἄρτιον ἀριθμῷ, δῆλον ἐκ τοῦ τὴν μὲν ὑγείαν καὶ τὴν νόσον τῷ αὐτῷ σώματι παρὰ μέρος ὑπάρχειν, τὸ δὲ ἄρτιον καὶ περιττὸν τῷ αὐτῷ ἀριθμῷ μηδαμῶς ὑπάρχειν. ἐπιστησαι ἐπιστῆσαι δὲ ἄξιον, εἰ τὸ ἔρτιον καὶ περιττὸν διαφοραί εἰσιν ἀριθμοῦ ἤ εἴδη ἀριθμοῦ· εἰ γὰρ ὁριζόμενοι τὸ ἄρτιον λέγομεν ’ἀριθμὸς δίχα διαιρούμενος᾿, τὸ δὲ ἐκ γένους τοῦ καὶ διαφορᾶς τινος εἶδος ἂν εἴη ἀριθμοῦ, πῶς καθ᾿ τοῦ ἀριθμοῦ; τὺ γὰρ εἶδος οὐκ ἂν καθ᾿ ὑποκειμένου λέγοιτο τοῦ γένους, εἴπερ τὸ καθ᾿ ὑποκειμένου λεγόμενον καθολικώτερόν ἐστι τοῦ καθ᾿ λέγεται. ἢ οὐχὶ τοῦ ὡς γένους ἀριθμοῦ κατηγορεῖται τὰ ὡς εἴδη, ἀλλὰ τοῦ ἀρτίου ἀριθμοῦ τοῦ ὡς εἴδους κατηγορεῖται ἡ τοῦ δίχα διαιρεῖσθαι διαφορά, ἣν ἴσως ἄρτιον ἐκάλεσεν ὡς τοῦ ἀρτίου Ἀλλ᾿ ἐπειδὴ σαφηνείας ἔτυχεν ἡ τοῦ Ἀριστοτέλους λέξις, ἴδωμεν ὅσα τῷ τόπῳ προσεξεργάζονται οἱ κλεινότεροι τῶν ἐξηγητῶν. τῶν Στωικῶν μέγα φρονούντων ἐπὶ τῇ τῶν λογικῶν ἐξεργασάᾳ, ἔν τε τοῖς καὶ ἐπὶ τῶν ἐναντίων σπουδάζουσιν δεικνύναι ὅτι πάντων τὰς Ἀριστοτέλης παρέσχεν ἐν ἑνὶ βιβλίῳ, ὃ Περὶ ἀντικειμένων ἐπέγραψεν, ᾧ καὶ ἀποριῶν ἐστι πλῆθος ἀμήχανον, ὧν ἀλίγην ἐκεῖνοι μοῖραν παρέθεντο. καὶ τὰ μὲν ἄλλα ἐν εἰσαγωγῇ παρεμβαλεῖν οὐκ εὔλογον, ὅσα δὲ συμφώνως οἱ Στωικοὶ τῷ Ἀριστοτέλει διεταξαντο, ταῦτα ῥητέον. ὅρου τοίνυν παλαιοῦ περὶ τῶν ἐναντίων καταβεβλημένου, οὗ καὶ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅτι ἐστὶν ὅσα ἐν τῷ αὐτῷ γένει | πλεῖστον ἀλλήλων διαφέρει, ηὔθυνεν τοῦτον τὸν ὅρον Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν ἀντικειμένων, πολυειδῶς αὐτόν· καὶ γὰρ εἰ τὰ διαφέροντα ἐναντία ἐστὶν ἐπέστησεν καὶ εἰ ἡ διαφορὰ ἐναωιότης εἶναι δύναται καὶ εἰ ἡ πᾶσα διάστασίς ἐστιν ἡ τὸ πλεῖστον καὶ εἰ ταὐτὸν τὰ πλεῖστον ἀπέχοντα τῷ τὰ πλεῖστον διαφέροντα καὶ τίς ἡ ἀπόστασις καὶ πῶς τοῦ πλεῖστον ἀπέχειν ἀκουστέον, ὧν ἀτόπων φανέντων προσληπτέον τι τῷ γένει, ἵνα ᾖ ὅρος τὰ πλεῖστον ἀπέχοντα ἐν τῷ αὐτῷ γένει, καὶ τίνα τούτῳ ἄτοπα ἕπεται καὶ εἰ ἑτερότητός ἐστιν ἡ ἐναωτιότης καὶ εἰ τὰ μάλιστα ἕτερα ἐναωτία, ἄλλους τε ἔθηκεν ἐλέγχους πλειονας. χρησαμενου δὲ ὅμως τῷ ὅρῳ τούτῳ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ μετὰ τοῦ ἐπισημήνασθαι ὅτι παλαιὸς ό ὅρος, οἱ ἀπὸ τῆς Στοᾶς παραλαβόντες αὐτὸν ἐχρήσαντο, τὸ μὲv σαθρὸν αὐτοῦ παραδεικνύοντες, πειρώμενοι δὲ ὅμως λύειν τὰ δοκοῦντα ἄτοπα. ὁ μέντοι Νικόστρατος αἰτιᾶται, ὅτι μόνον ἐν τῷ αὐτῷ γένει * * * τῷ χρώματι τὸ λευκὸν καὶ μέλαν, καὶ γλυκὺ καὶ πικρὸν ἐν τῷ χυμῷ, δικαιοσύνη δὲ καὶ ἀδικία ἐξ ἐναντίων γενῶν· τῆς μὲν γὰρ ἀρετή, τῆς δὲ κακία τὸ γένος· αὐτὴ δὲ ἡ ἀρετὴ ἡ κακία τρόπον μέν τινα ἔκ τοῦ αὐτοῦ γένους ἕξις γὰρ ἀμφοῖν τὸ γένος καὶ ποιότης), τρόπον δὲ ἄλλον ἐξ ἐναντίων γενῶν τῆς μὲν γὰρ ἀρετῆς γένος τὸ ἀγαθόν, τῆς δὲ μοχθηρίας τὸ κακόν, τὸ δὲ ἀγαθὸν καὶ κακὸν αὐτὰ γένη δοκεῖ, εἰ μὴ ἄρα ἐν ποιóτητι καὶ ταῦτα ὡς γένει· ὁ Ἀριστοτέλης πολλαχοῦ φαίνεται τὸ ἀγαθὸν καὶ τὸ κακὸν μὴ ὡς γένη ἀλλ᾿ ὡς ὁμωνύμους φωνὰς τιθείς). τοῦτο δὲ πολλοστὸν μέν ἐστι μέρος ὧν ὁ Ἀριστοτέλης ἐν τῷ λόγῳ τῷ περὶ τῶν ἐναντιοτήτων ἠπόρησεν. ἄξιον δὲ ἐπὶ πάντων τῶν τοιούτων ζητημάτων δικαιολογεῖσθαι ώς εἰώθασιν οἱ ἀρχαῖοι, κἂν ὑπαίτιος ᾖ τις ὑπογραφή, χρῆσθαι αὐτῇ, ὅταν μηδὲν καταβλάπτῃ ἃ χρῶνται· διὸ ἐν μὲν τοῖς περὶ τοῦ ποσοῦ βουληθεὶς τὸ κάτω τῷ ἐναντίον δεῖξαι ἐχρήσατο τῷ ὅρῳ ώς ἂv ἀπὸ τῆς κατὰ τόπον ἐναντιώσεως ἀποδόντων αὐτὸν τῶν πρεσβυτέρων, ἐνταῦθα μέvτοι ἐν τῇ περὶ τῶν ἐναντίων διδασκαλίᾳ οὐ κέχρηται αὐτῷ ὡς ἄνω μὲν προρρηθέντι, μὴ ὄντι δὲ ἀνυπαιτίῳ. τούτοις οὖν οἱ ἀπὸ τῆς Στοᾶς ἐχρησαντο πᾶσι καὶ τοῖς ἄλλοις διορισμοῖς τοῖς περὶ τῶν ἐναντίων Ἀριστοτέλους κατὰ πόδας ἐκείνου τὰς ἀφορμὰς αὐτοῖς δεδωκοτος ἐν τῷ Περὶ τῶν ἀντικειμένων συγμράμματι, ἃς ἐξειργάσαντο ἐν τοῖς αὐτῶν βιβλίοις. καὶ γὰρ καὶ τὰς ἐναντίας ὑπέλαβον ὠς ἐκεῖνος, οἶον φρόνησιν ἀφροσύνην, καὶ τὰ κατηγορήματα, ὥσπερ τὸ φρονεῖν καὶ ἀφραίνειν, καὶ τὰς μεσότητας, οἶον τὸ φρονίμως ἢ ἀφρόνως. τοὺς μέντοι ποιοὺς καὶ πῶς ἔχοντας οὐκέτι ἐναντίους ἀλλ᾿ ἐναντίως ἔχειν καὶ τοῦτον τούτῳ, ἀλλ᾿ ἀμέσως τὸν φρόνιμον λέουσιν. ἐὰν δέ ποτε καὶ λέγωμεν τοῦτον τούτῳ ἐναντίον εἶναι, ἐπὶ τὰ ἄμεσα * ποιούμεθα τὴν σημασίαν, ὥς φασιν. κυριώτατα μὲv οὖν ἐπὶ ἔΜ καὶ τῶν σχέσεων καὶ τῶν ἐνεργειῶν καὶ τῶν τούτοις παραπλησίων ἡ ἐναντίωσις θεωρεῖται, δεύτερον δὲ ὡς ἐνατία λέγεται τὰ κατηγορήματα καὶ τὰ παρακείμενά πως ἐκείνοις· προσάγει δὲ ἁμωσγέπως πρὸς τἀναντία καὶ τὸ φρονίμως καὶ ἀφρόνως. ὅλως δὲ ἐν τοῖς πράγμασιν τἀναντά θεωρεῖται, καὶ ἡ φρόνησις τῇ ἀφροσύνῃ ἀμέσως αὕτως ἐναντία λέγεται, οὐχ ἥδε τῇδε. τοιαύτης δὲ οὔσης τῆς Στωικῆς διδασκαλίας ἴδωμεν, πῶς αὐτὴν ἀπὸ τῆς Ἀριστοτέλους παραδόσεως παρεσπάσαντο. οὖτος γὰρ ἐν τῷ Περὶ ἀντικειμένων τὴν δικαιοσύνην πρὸς τὴν ἀδικίαν ἐναντίαν λέγει, οὐ δὲ τὸν δίκαιον τῷ ἀδίκῳ ἐναντίον φησίν, ἀλλ᾿ ἐναντίως διακεῖσθαι. “εἰ δὲ καὶ ταῦτα ἐναντία, φησίν, διττῶς ῥηθήσεται τὸ ἐναντίον· ἢ γὰρ καθ᾿ αὑτὰ ἐναντία ῥηθήσεται, οἶον ἀρετὴ καὶ κακία, κίνησις στάσις, ἢ τῷ ἐναντίων, οἶον τὸ κινούμενον τῷ ἑστηκότι καὶ τὸ ἀγαθὸν τῷ κακῷ”. ἐν οἷς ἐδίδαξεν, διὰ τί τοὺς ποιοὺς οὐκ εἶπεν ἐναντίους. ἐπεὶ γὰρ μετοχὴν οἱ ποιοί εἰσιν διάφοροι, οὐκ ἄν τὸ μετέχον ὁμοίως οὖ μετέχει λέγοιτο, ἀλλὰ μᾶλλον ἐκείνου μετέχειν, καὶ παρώνυμα, εἴπερ ἄρα, ἀπ᾿ εἶναι, ὡς ἀπὸ τῆς λευκότητος τὸ λευκόν. ἐπεὶ οὖν ἡ φρόνησις τῇ ἀφροσύνῃ Ι5 ἐναντίον, οὐκ ἂν καὶ οἱ μετέχοντες ῥηθεῖεν ἐναντίοι, αλλὰ ἐναντίων· εἰ δὲ καὶ ταῦτά τις καλοῖ ἐναντία, διελέσθαι, φησίν, ὀφείλει, Ζ καὶ τὰ μὲv λέγειν ἁπλῶς ἐναντία, τὰ δὲ τῷ μετέχειν ἐναωτίων κεκλῆσθαι ἐναντία. ὄντος δὲ δυνατοῦ τὸ αὐτὸ καὶ κατὰ ἀσύνθετον φωνὴν εἱπεῖν, οἶον φρόνησιν ἀφροσύνην, καὶ δι᾿ ὅρου, οἷον ἐπιστήμην ἀγαθῶν καὶ οὐδετέρων καὶ τὴν ἀφροσύνην ἄγνοιαν τῶν αὐτῶν, ζητοῦσιν, <ἐναντία> ἐστὶν τὰ κατὰ τὰ ἁπλὰ μόνον ἢ <καὶ τὰ> κατὰ τοὺς ὅρους. καὶ γε Χρύσιππος ἐφίστησιν, μήποτε τὰ προσηγορικὰ καὶ ἁπλᾶ μόνον ἐστὶν ἐναντία, οἱ δὲ οὔκ εἰσιν· πολλὰ γὰρ ἐν τούτοις συμπαραλαμβάνομεν καὶ μετὰ ἄρθρων καὶ μετὰ συνδέσμων καὶ ἄλλων δὲ μορίων ἐξηγητικῶν, ὧν εἰς τὸv τῶν ἐναντίων λόγον ἀλλοτρίως ἂν παραλαμβάνοιτο· διὸ τὴν φρόνησιν τῇ ἀφροσύνῃ φησὶν εἶναι ἐναντίον, τὸν δὲ ὅρον τῷ ὅρῳ οὐκέτι ὁμοειδῶς ἐναντίον εἶναί φασιν, ἐπ᾿ ἐκεῖνα δὲ ποιούμενοι τὴν ἀναφορὰν καὶ τοὺς κατὰ συζυγίαν ἀντιτιθέασιν. ταῦτα δὲ παρὰ τῷ Ἀριστοτέλει πρώτῳ διώρισται, ἀσύνθετον μὲν μὴ ἀξιοῦντι ἐναντίον εἶναι τῷ τοῦ ἐναντίου ὅρῳ, οἷον φρόνησιν μὴ εἶναι ἐναντίον τῇ ἀγνοίᾳ τῶν ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, ἀλλ᾿ εἰ ἄρα, κατὰ συζυγίαν ὅρον ὅρῳ ἀντιτιθέναι καὶ τούτοςυ τῷ ἐναντίων εἶναι πραγμάτων. φιλοτεχνεῖ δὲ περὶ τούτων ἐπὶ πλέον, ὡς λόγος ὁριστικὸς | λόγῳ ἐναντίος ἐστίν, ἐὰν τῷ γένει τι ᾖ 99r ἐναντίον ἢ ταῖς διαφοραῖς ἢ ἀμφοτέροις. οἷόν ἐστιν εἰ οὕτω τύχοι, συμμετρία μερῶν πρὸς ἄλληλα, τούτῳ ἐναντίον ἀσυμμετρία μερῶν πρὸς ἄλληλα, καὶ ἔστιν τῷ γένει ἡ ἐναντίωσις. ἀλλαχοῦ δὲ ταῖς διαφοραῖς, οἷον λευκὸν χρῶμα διακριτικὸν ὄψεως, μέλαν δὲ χρῶμα συγκριτικόν· ἐν γὰρ τούτοις τὸ μὲν γένος τὸ αὐτό, κατὰ κατὰ τἀς διαφορὰς ἐναντίωσις. εἴρηται οὖν πῶς λόγος λόγῳ ἐναντίος ἐστίν· κἂν οἱ τῆς οὐσίας δὲ δηλωτικοὶ λόγοι ἐναωτία ἔσται. ἀλλὰ ταῦτα μὲν ἀρκούντως μέχρι τοῦδε προήχθω. Διελόντος δὲ τοῦ Ἀριστοτέλους τὰ ἐναντία εἴς τε τὰ ἄμεσα καὶ τἀ ἔμμεσα καὶ ἄμεσα μὲν λέγοντος ἐκεῖνα ὧν ἐξ ἀνάγκης θάτερον τῷ δεκτικῷ καὶ ἀνὰ μέρος πάρεστιν τῷ ὑποκειμένῳ, εἰ μὴ τῶν συμφυῶν εἴη ὡς ἡ θερμότης τῷ πυρί, ἀλλὰ τῶν συμβεβηκότων, γίνεται λόγος ἀμέσων τοιοῦτος, ὅτι ἐστὶν ἄμεσα ἐναντία ἐν οἷς τὸ ἕτερον ἐξ ὑπάρχει περὶ τὸ δεκτικόν, ἔμμεσα δὲ ὧν οὐκ ἐξ ἀνάγκης εἰπόντος δὲ Ἀριστοτέλους τῇ τῶν ἄκρων ἀφποφάσει τὰ μέσα χαρακτηρίζεσθαι, ἀνιτιλέγει Νικόστρατος, ὡς “εἰ ἡ ἀπόφασις τὸ μέσον δηλοῖ, καὶ τὸ ἄνθρωπος καὶ οὐχ ἵππος μεσότητα δηλώσει· δεῖ οὖν, φησίν, ῾ἐν τῷ αὐτῷ γένει λαμβανομένου τοῦ μέσου, ἐν ᾧπέρ ἐστιν αὐτοῦ τὰ ἄκρα᾿”. ἀλλ᾿ οὐ προστποιεῖται ὁ ταῦτα λέγων, ὅτι οὔτε ἄκρα ἐστὶν ἵππος καὶ ἄνθρωπος οὔτε ἐναντία, περὶ δὲ ἄκρων καὶ ἐναντίων ἦν ὁ λόγος. αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ ἐζήτησεν, εἰ θάτερον ἀποβαλών τις μὴ ἐξ ἀνάγκης θάτερον λαμβάνῃ, ἆρά ἐστίν τι τούτων ἀνὰ μέσον ἢ οὐ πάντως· ὁ γὰρ καὶ ἀληθῆ δόξαν ἀποβαλὼν οὐκ ἐξ ἀνάγκης ψευδῆ δόξαν λαμβάνει οὐδὲ ὁ ψευδῆ ἀληθῆ, ἀλλ᾿ ἐνίοτε ἐκ τῆς δόξης ταύτης ἢ εἰς τὸ μηδὲν ὅλως ὑπολαμβάνειν ἢ εἰς ἐπιστήμην μεταβάλλει, δόξης δὲ ἀληθοῦς καὶ ψευδοῦς οὐδέν ἐστιν ἀνὰ μέσον, εἰ οὐκ ἄγνοια οὐδὲ ἐπιστήμη. εἰσὶν δὲ καὶ ἄλλαι διαφοραὶ τῶν ἐναντίων, ὧν καὶ αὐτὸς προϊὼν ἐφάψεται· τοὺτων δὲ μάλιστα ἐμνήσθη, τῆς τε ἀμέσου καὶ καὶ ἐμμέσου, ὅτι ἔκ τούτων τὸ πρὸς τὰ ἄλλα ἀντικείμενα διάφορον τῶν ἐναντίων παρίστησιν· καὶ γὰρ πρόκειται μὴ πᾶσι τοῖς προσοῦσι καθ᾿ ἕκαστον τῶν ἀντικειμένων ἐπεξελθεῖν, τοῖς δὲ κυριωτάτοις αὐτῶν μόνοις, ἕνεκα τοῦ τὰς πρὸς ἄλληλα διαφορὰς αὐτῶν παραδεῖξαι. δείξει δὲ ὅτι τὰ τέσσαρα γένη τῶν ἀντικειμένων ἀλλήλων διενήνοχε, καὶ ὅπως μὲν τὰ ὡς πρός τι τῶν ἐναντίων διαφέρει, δεδήλωκεν, ὅπως δὲ ἄμφω ταῦτα τῶν ὡς στέρησις καὶ ἕξις, δηλώσει τὰ ἴδια ἑκάστων προσθείς, καὶ τότε πάντων τὴν διαφορὰν τὴν πρὸς τὴν ὡς καὶ ἀπόφασιν ἀποδείξει. Καλὸν δὲ ἂν εἴη λοιπὸν καὶ τὰ Ἀρχύτου παραθέσθαι περὶ τῆς τῶν ἐναντίων διαφορᾶς ἔχοντα οὕτως· “διαιρεῖται δὲ καὶ τὰ τῶν ἀντιθέσεων τούτων εἰς τὸ ποτεχέα εἴδεα ἀλλάλοις. τῶν γὰρ ἐναντίων ἃ μὲν ἄμεσά ἐντι, ἃ δὲ ἔχει μέσον· μεταξὺ γὰρ ὑγείας καὶ νόσω οὐδὲν ἐντι μέσον οὐδὲ ἀρεμίας καὶ κινάσιος οὐδὲ ἐγραγορότος καὶ ὑπνόωντος οὐδὲ εὐθέος καὶ καμπύλω οὐδὲ τᾶν ἀλλᾶν εναντιοτάτων, πολλῶ δὲ καὶ ὀλίγω μεταξὺ μέτριον, καὶ ὀξέος δὲ καὶ βαρέος τὸ ὁμόφωνον καὶ ταχέος καὶ βραδέος τὸ ἱσοταχὲς καὶ μέζονος καὶ μείονος τὸ ἴσον. τὸ καθόλω † μὲν ἀναγκαιότατον ἀναγκαῖον μίαν ἦμεν περὶ τὸ ἐπιδεκτικὸν αὐτᾶν, αὗται δὲ οὐκ ἐπιδέχονται μέσον· μεταξὺ γὰρ ὑγιείας καὶ νόσω οὐδἐν ἐντι μέσον, καὶ ἀναγκαῖον πᾶν ζῷον ἢ νοσὲν ἢ ὑγιαίνεν, οὐδὲ ἐγραγόρσιος καὶ ὕπων, καὶ ἀναγκαῖον πᾶν ζῷον ἢ ἐγρηγορὲν ἢ εὕδεν, οὐδὲ ἠρεμίας καὶ κινάσιος, καὶ ἀναγκαῖον πᾶν ζῷον ἢ ἠρεμὲν ἢ κινέεσθαι. ὧν δὲ ἐναντιοτάτων οὐκ ἀναγκαῖον οὔτε ἀμφοτέραν οὔτε τὰν ἑτέραν αὐτῶν ἦμεν περὶ τὸ ὑποδεκτικὸν αὐτᾶν, αὗται ἐπιδέχονται μεσότητα· μεταξὺ γὰρ λευκῶ καὶ μέλανος τὸ φαιόν, καὶ οὐκ ἀναγκαῖον τᾶν ζῷον ἢ λευκὸν ἢ μέλαν ἦμεν, καὶ μεγάλω καὶ μικρῶ τὸ ἴσον, καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον ἢ μέγα ἢ μικρὸν ἦμεν, καὶ σκληρῶ καὶ μαλακῶ τὸ εὐαφές, καὶ οὐκ ἀναγκαῖον τῶν ζῷον ἢ σκλαρὸν ἢ μαλακὸν ἦμεν. ἔτι τῶν ἐναντίων διαφοραὶ τρεῖς· τὸ μὲν ὡς ἀγαθὸν κακῷ ἀντίκειται, οἷον ὑγεία ννόσῳ, τὸ δὲ ὡς κακὸν κακῷ, οἷον ἀνελευθερία ἀσωτίᾳ, τὸ δὲ Γ ὡς οὐδέτερον ἐτέρῳ, οἷον λευκὸν μέλανι, βαρὺ κούφῳ. ἔτι τῶν ἐναντίων ἃ μὲν ἐν γένεσι γενῶν ἐγγίνεται· ἀγαθὸν γὰρ κακῷ ἀναντίον, καὶ γένος μὲν ἀγαθὸν τῶν ἀρετῶν, τὸ δὲ κακὸν τῶν κακιῶν· ἃ δὲ ἐν γένεσιν εἰδῶν· ἀρετὰ γὰρ κακίᾳ ἐναντίον, καὶ γένος ἁ μὲν ἀρετὰ φρονάσιος καὶ σωφροσύνης, ἁ δὲ κακία τᾶς ἀφροσύνας καὶ ἀκολασίας· ἃ δὲ ἐν εἴδεσιν· ἐναντία γὰρ ἀνδρεία δειλίᾳ καὶ δικαιοσύνα ἀδικίᾳ, <καὶ> ἔντι εἴδεα δικαιοσύνα μὲν ἀνδρεία τᾶς ἀρετᾶς, ἀδικία δὲ καὶ ἀκολασία τᾶς κακίας. τὰ μὲν οὖν πρᾶτα γένη, ἃ καὶ γένη γενῶν ὀνυμάζομεν, ἐπιδέχεται † μὲν τομάν, τὰ δ᾿ ἔσχατα εἴδεα καὶ ποτὶ τὰν αἴσθασιν * * * οὐκ ἂν γένη γε μόνον ἐντί, ἀλλὰ καὶ εἴδεα· τὸ γὰρ τρίγωνον τοῦ μὲν ὀρθογωνίω καὶ ἰσοπλεύρω καὶ σκαληνέος γένος, * * * τῶ δὲ ἀγαθῶ εἶδος”. ἐν δὲ τούτοις τὰ μὲν ἄλλα σύμφωνα πρὸς τὴν Ἀριστοτέλους παράδοσιν, ἡ δὲ τελευταία διαφορά, καθ᾿ ἣν τὰ μὲν ἐν γένεσι γενῶν ἐστιν ἐναντία, τὰ δὲ ἐνκ γένεσιν εἰδῶν, τὰ δὲ ἐν δἴδεσιν, ὑπὸ τοῦ Ἀριστοτέλους ἴσως ἐν τούτοις ὠς οὐ πάντῃ πραγματειώδης παραλέλειπται. αλλ᾿ ἐπὶ τὴν τρίτην ἀντίθεσιν τῶν καθ᾿ ἕξιν καὶ σςτέρησιν τρεπτέον. | p. 12a26 Στέρησις δὲ καὶ ἕξις λέγεται μέν περὶ ταὐτό τι ἕως 99v Δ τοῦ οὕτω καὶ τὸ τυφλὸν εἶναι τῷ ὄψιν ἔχειν ἀντίκειται. Τρίτον εἶδος τῶν ἀντικειμένων τὸ κατὰ ἕξιν καὶ στέρησιν παρατίθεται, προηγούμενον τῇ φύσει τοῦ κατὰ κατάφασιν καὶ ἀπόφασιν, διότι ἐκεῖνο μὲν ἐν λόγοις ἔχει τὴν ὑπόστασιν, τοῦτο δὲ ἐν πράγμασιν. καὶ λέγηετα μὲν ἡ στέρησις πλεοναχῶς, ἧς δὲ νῦν ἐμνημόνευσεν, ἀπουσία τίς ἐστι παντελὴς ἀπὸ τοῦ πεφυκότος ἔχειν καὶ ἐν ᾧ πέφυκεν καὶ ὅτε πέφυκεν καὶ ὅπου. τοῦ μὲν πεφυκότος, ἐπειδὴ τὸν τοῖχον οὐκ ἄν τις εἴποι τυφλόν, ἐπεὶ μηδὲ ὅλως πέφυκεν ὁρᾶν· ὅτε δὲ πέφυκεν, διότι τὰ σκυλάκια τὰ ἄρτι τεχθέντα οὐκ ἄν τις εἴποι τυφλά, ὅτι μήπω πέφυκεν ὁρᾶν, οὐδὲ παιδία ἄν τις εἴποι τὰ ἀρτιγενῆ, ὅτι μήπω ὀδόντας ἔχει· τὸ δὲ ἐν ᾧ πρόσκειται, ἵνα τὸ οἰκεῖον μόριον λαμβάνωμεν, ἐν ᾧ ἐγγίνεται ἡ ἕξις· οὐ γὰρ εἴ τις μὴ ἐν τοῖς ποσὶν ποσὶν ἀφθαλμοὺς ἔχῃ, ἐστέρηται ὀφθαλμῶν, ἀλλ᾿ εἴ τις ἐν τῷ οἰκείῳ τόπῳ μὴ μετειληφεν ὀμμάτων. αὐτὸς δὲ διὰ βραχέων συνέλαβεν πάντα, τὸ μὲν πεφυκὸς καὶ τὸ μόριον ἐν ᾧ ἐγγίνεται ἡ ἕξις ὁμοῦ δηλώσας διὰ τοῦ ἐν ᾧ πέφυκεν, τὸν δὲ χρόνον καὶ τὸν τρόπον τὸν ἐπιβάλλοντα καὶ τὰ ἀλλα τὰ συνεμφαινόμενα ἐν τῷ ὅτε πέφυκεν ὑπάρχειν συνέλαβεν· τὸ γὰρ καθῆκον ἔχειν καὶ ὡς προσῆκόν ἐστιν ἔχειν ὅταν μηδαμῶς ὑπάρχῃ, τότε ἐν στερήσει λέγεται εἶναι. διό τινες τῷ εἰργμένῳ τῆς στερήσεως λόγῳ προστιθέασιν τὸ ῾καὶ ὡς πέφυκεν᾿· καὶ γὰρ ἀτραχήλους βραχυτραχήλους, ἐπεὶ μὴ κατὰ φύσιν ἔχουσι τοὺς τραχήλους, καὶ ἀπύρηνον τὴν ῥοιὰν ὡς ἐλάττονας τοῦ κατὰ φύσιν τοὺς πυρῆνας ἔχουσαν, τὴν τοῦ κατὰ φύσιν ἐλάττωσιν ὡς τοῦ παντὸς στέρησιν ὄνομάζοντες. οὐχ ἁπλῶς δὲ εἶπεν ὅτι περὶ ταὐτὸν ἡ ἕξις καὶ ἡ στέρησις λέγεται, ἀλλὰ περὶ ταὐτόν τι, διὰ τῆς τοῦ τὶ προσθήκης ἐνδειξάμενος, πῶς περὶ ταὐτὸν λέγει. καὶ γὰρ τὰναντία περὶ ταῦτόν, εἴγε ταὐτόν ἐστι τῶν ἐναντίων δεκτικόν, ἀλλ᾿ ἐπὶ μὲν τῶν ἐναντίων οὐ πάντως περὶ ταὐτὸν κατ᾿ ἀριθμὸν ὐποκείμενον τἀναντία ἐστίν ἄλλου γὰρ ὄντος μορίου λευκοῦ, οἷον τῶν ὀδόντων, κεκώλυται ἄλλο εἶναι μέλαν, ὡς τὸ περὶ τὴν κόρη), ἐπὶ δὲ τῆς στερήσεως οὐχ οἱόν τε τοῦτο, ἀλλ᾿ ἐν ᾧ μορίῳ ἡ ἕξις, ἐν τούτῳ καὶ ἡ καὶ τοῦτο εἰκότως· ἀπουσία γὰρ μόνον ἐστὶν ἡ στέρησις, καὶ ἀνάγκη ἐκεὶ εἶναι τὴν ἀπουσίαν, ὅπου καὶ ἡ παρουσία ἐστίν, τὰ δὲ ἐναντία εἴδη ὄντα οὐδὲν κωλύεταί ποτε καὶ ἐν διαφόροις τῷ ἀριθμῷ ὑποκειμένοις ὄντα τὸν λόγον σῴζειν τῆς ἐναντιώσεως. φανερὸν δὴ οὖν ἐκ τούτων, ὅτι τὰ οὕτως ἀντικείμενα καὶ ὁμοιότητά τινα ἔχει πρὸς τὰ ἐναντία καὶ ἀνομοιότητα. τά τε ἐναντία ἐναντία περὶ τὸ αὐτὸ ὑποκείμενον γίνεσθαι πέφυκεν, οἷον περὶ ὃ ἡ ὑγεία, περὶ τοῦτο καὶ ἡ νόσος· οὐ γὰρ περὶ τὰ ἄψυχα, ἀλλὰ περὶ τὰ ζῷα· ὡσαύτως δὲ καὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα· ὄψις γὰρ περὶ ζῷον, περὶ δὲ ἄψυχον οὐκέτι· οὐκοῦν καὶ ἡ τυφλότης περὶ ζῷον· οὐδεὶς γὰρ ἂν τὸν κίονα τυφλὸν εἴποι. τοῦτο μὲν οὖν τοῖς ἐναντίοις ὅμοιον ἔχει τὰ κατὰ στέρησιν ἀντικείμενα. διαφέρει δὲ αὐτῶν, ὡς εἴρηται, τὰ μὲν ἐναντία, κἂν ἐν τῷ αὐτῷ εἴδει ἐστίν, ἀλλὰ μὴ καὶ ἐν τῷ αὐτῷ πάντως τοῦ εἴδους μορίῳ, τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν καὶ ἐν μορίῳ τῷ αὐτῷ βούλεσθαι εἶναι. δείκνυσιν δὲ ἐφεξῆς ὁ Ἀριστοτέλης, ὅτι τὸ ἐστερῆσθαι ἢ τὸ στέρησιν ἔχειν οὐκ ἔστιν ταὐτὸν τῇ στερήσει, ἀλλ᾿ οὐδὲ τὸ ἕξιν ἔχειν ταὐτὸν τῇ ἕξει. δείκνυσιν δὲ αὐτὸ ἐκ τοῦ τὴν ὄψιν ἕξιν εἶναι, τὸ δὲ ἔχειν τὴν ὄψιν μὴ εἶναι τὴν ὄψιν, ὥστε καὶ τὸ ἔχειν ἕξιν οὐκ ἕξις. ὁμοίως δὲ τὸ τυφλὸν εἶναι οὐκ ἔστιν τυφλότης· δείκνυσιν δὲ αὐτὸ καὶ ἐκ τοῦ, εἰ ταὐτὸν ἧν καθ᾿ οὗ τὸ ἕτερον κατηγορεῖτο, κατὰ τοῦ αὐτοῦ καὶ τὸ ἕτερον· νῦν δὲ οὐχ οὕτως· τυφλὸς μὲν γὰρ ὁ ὄψις δὲ οὐ λέ|γεται. δοκοῦσι δὲ διαφέρειν ἀλλήλων αἱ ἐπιχειρήσεις τῷ τὴν μὲν πρώτην ἀπὸ τοῦ εἶναι, τὴν δὲ δευτέραν ἀπὸ τοῦ κατηγορεῖσθαι δεικνύναι τὸ προκείμενον. δείξας δὲ τὴν στέρησιν καὶ τὸ στέρησιν εἰκότως προσέθηκεν ὅτι, κἂν ἕτερα ᾖ, ἀλλ᾿ ὥσπερ ἡ ἕξις ἀντίκειται τῇ στερήσει, οὕτως καὶ τὸ ἔχειν ἕξιν καὶ τὸ ἐστερῆσθαι, καὶ ἔστιν ὁ αὐτὸς τρόπος τῆς ἀντιθέσεως, διότι καὶ ταῦτα ἀντίκειται κατὰ τὴν ἐπ᾿ ἐκεῖνα ἀνφορὰν καὶ ὁ τρόπος τῆς ἀντιθέσεως ὁ αὐτός ἐστιν ἐπὶ τῶν κατηγορημάτων, ὅσπερ καὶ ἐπὶ τῆς ἕξεως καὶ στερήσεως· ὡς γὰρ ἡ τυφλότης τῇ ὄφει ἀντίκειται, οὕτως καὶ τὸ τυφλὸν εἶναι τῷ ὄψιν ἔχειν ἀντίκειται. ἀλλὰ πρὸς μὲν τὴν τῆς λέξεως σαφήνειαν ἀρκεῖ τοσαῦτα. Τά δὲ πραγματικώτερα περὶ τούτων ὧδέ πως ὁ Ἰάμβλιχος παραδίδωσιν. ἓν δόγμα κοινὸν τῶν τε ἀρχαίων ἐστὶ καὶ τῶν νεωτέρων τὸ μὴ εἶναι ἐναντία τὰ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα, οὐ μὴν ἔτι εἰς ἴδιον γένος ἀντιθέσεως τὸ κατὰ στέρησιν καὶ ἕξιν οἱ παλαιοῖ κατέταξαν, ὥσπερ Ἀριστοτέλης. ὅτι δέ ἐστιν ἄλλη, δῆλον γίνεται διελομένοις, ποσαχῶς στέρησις λέγεται καὶ κατὰ ποῖα μάλιστα σημανινόμενα ἡ τῶν καθ᾿ ἕξιν καὶ στέρησιν ἀντίθεσις γίνεται. λέγουσιν οὖν ὡς καθ᾿ ἕνα μὲν τρόπον ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἔχοντος καὶ ἐχομένου· ἕξις γὰρ ἱματίου λέγεται, ὅταν ὁ μὲν ἔχῃ, τὸ δὲ ἔχηται ὑπὸ τοῦ ἔχοντος, καὶ ἕξιν ὅπλων εἶπέν που Πλάτων ἐπὶ τοῦ ἔχοντος τὰ ὅπλα. καθ’ ἕτερον δὲ τρόπον ἕξεις λέγομεν τὰς ἐπικτήτους ποιότητας ἐμμόνους γεγονυίας, τὰς τε φυσικὰς καὶ τὰς κατὰ τὰς τέχνας κακὶ κὰς ἐπιστήμας, καθ᾿ ἃς καὶ ἑκτικοὶ οἱ ἐν αὐταῖς λέγονται· καὶ ἕξεις λέγονται κατὰ τοῦτο καὶ αἱ τέλειαι ἀρεταί· καὶ γὰρ λόγου ἀνάληψις ἐπ᾿ αὐτῶν θεωρεῖται. ἔτι δὲ ἕξις λέγεται ἡ φυσικὴ κατασκευή, ὅταν ἔμμονος ᾑ ὥσπερ σωματικὰς ἕξεις καὶ ψυχικὰς καὶ ἀρετὰς ἐκ φύσεως ἢ κακίας ἐπὶ πινων νοοῦμεν· καὶ τὴν φυσικὴν δὲ δύναμιν αὐτὴν ἕξιν λέγεσθαί φασιν καὶ ταύτῃ τὴν στέγησιν ἀντικεῖσθαι πήρωσιν οὖσαν αὐτῆς. ἔνιοι δὲ οὐ τὴνκ φυσικὴν δύναμιν λαμβάνεσθαι ἐν τῇ ἕξεως καὶ στερήσεως ἀντιθέσει φασίν, ἀλλὰ μᾶλλον τὴν κατὰ τὸ πρῶτον σημαινόμενον ῥηθεῖσαν, ἥτις παρὰ τὸ ἔχειν ἕξις ὡνόμασται· καὶ γὰρ καὶ Αριστοτέλει ἑπόμενον στερητικὰ λέγειν ταῦτα, ὅσα ἀναιρεῖ παρεμφαίνοντα τὴν τοῦ ἔχειν φύσιν, οὐχ ἀπλῶς, ἀλλ᾿ ὅταν ἐμφαίνῃ τὸ πεφυκὸς καὶ ὅτε πέφυκεν, ὡς εἴρηται πρότερον. καὶ ἀντίκειται τῇ ἀπὸ τοῦ ἔχειν λεγομένῃ ἕξει ἡ στέρησις, καὶ οὐ μόνον ποιοτήτων αἱ στερήσεις, ἀλλὰ καὶ ἐνεργειῶν, ὡς ἡ τυφλότης τῆς τοῦ ὁρᾶν ἐνεργείας καὶ ἡ χωλότης τῆς τοῦ βαδίζειν. ἄλλως δὲ λέγεται στέρησις ἡ ἀπουσία τούτου οὗ δύναται ἔχειν ἐν δυνάμει θεωρουμένη, ἧς ἐν Φυσικοῖς μνημονεύει· τὸ γὰρ ὃ δύναται ἔχειν καὶ ὃ δυνάμει ἐστὶν μήπω ἔχον ἐνεργείᾳ ἐν στερήσει αὐτοῦ εἶναι λέγεται. μήποτε δέ, φησὶν Ἰἀμβλιχος, οὐ καθ᾿ ἕν τι σημαινόμενον τῆς ἕξεως τὴν ἀντίθεσιν δεῖ λαμβάνειν τῆς στερήσεως, ἀλλὰ κατὰ πάντα· οὕτω γὰρ ἔσται τελέα πρὸς ἁκάσας τὰς ἕξεις πασῶν τῶν στερήσεων ἀντίθεσις, κοινῶς τε οὑτωσὶ καὶ ἑκάστης πρὸς ἑχάστην ἀντιτιθεμένη, οἷον τῆσδε τῆς στεπήσεως πρὸς τήνδε τῆν ἕξιν κατὰ τὸν οἰκεῖον αὐτῶν τρόπον. ὅλως γὰρ τὴν ἀέχειαν τοῦ πεφυκότος ἔχειν καὶ ὅτε πέφυκεν στέρησι εἶναι ῥητέον, πολλαχῶς δὲ τοῦ ἔχειν λεγομένου πολλαχῶς καὶ ἡ ἀέχεια καὶ ἡ στέρησις ἔσται. ἔστιν δέ τις στέρησις καὶ ἄλλη παρὰ τὴν ἀέχεια καὶ ἡ στέρησις ἔσται. ἔστιν πεφυκότων ἐλέγομεν καὶ ὅτε ἐπεφύκεσαν, ἥν Χρύσιππος ἐθικὴν καλεῖ· ἀχίτων γὰρ καὶ ἀνυπόδετος καὶ ἀνάριστος σημαίνει μὲν καὶ ψιλὴν ἀναίρεσιν, σημαίνει δὲ βοῦν ἐροῦμεν οὔτε ἡμᾶς ὅταν λουώμεθα ἀνυποδέτους, καὶ ἀναρίστους τὸν τοὺς ὄρνιθας οὔτε ἡμᾶς ὅταν λουώμεθα ἀνυποδέτους, καὶ ἀναρίστους οὔτε τοὺς ὄρνιθας οὔτε ἡμᾶς ἅμα τῷ ἡμέραν γενέσθαι, ἀλλὰ δεῖ συνεμφαίνεσθαι τοῦ εἰθισμένου καὶ ὅτε εἴθισται τὴν στέρησιν. ὄντος γὰρ ἔθους ἀριστᾶν κατὰ τινα ὥραν τεταγμένην ὁ ὑπὸ τὸ ἔθος ὤν, ὅντος γὰρ ἔθους χρόνῳ τῷ τεταγμένῳ ἀριστήσῃ, οὐ φύσεως ἔμφασιν ἀλλ' ἔθους κατὰ τὴν στέρησιν ἀναιρεῖ. εἰσὶν οὖν ἀέχειαι αἱ μὲν τῶν φύσει, αἱ δὲ τῶν κατὰ ἔθος, καὶ ἀναρέσεις ἐν οἶς ἕκαστα καὶ πέφυκεν καὶ εἴθισται. πολλάκις δὲ οὐκ ἔθους ἀλλὰ καθήκοντος ἀπόπτωσιν ἐμφυκεν καὶ εἴθισται. πολλάκις δὲ ἄκλητον δειπνεῖν, ὅταν παρεμφαίνωμεν ὅτι οὐ καθηκόντως ἀπήντησεν οὔτε κατὰ τὸ ἐπιβάλλον τοῖς ἔθεσιν. ἔστιν δὲ καὶ ἄλλως ἡ στέρησις τῶν ὁμωνύμως μως λεγομένων· καὶ γὰρ ὅταν τι γένος ὅλον μὴ ᾖ πεφυκός τι ἔχειν, ἐστερῆ σθαι λέγομεν ἐκείνου ὃ μὴ πέφυκεν ἔχειν· οὕτως. τὰ φυτὰ ἐστερῆσθαι λέγομεν αἰσθήσεως τῷ μὴ πεφυκέναι ἔχειν αἴσθησιν. καὶ ὅταν δὲ τὰ ἐν τῷ γένει τὰ μὲν ᾖ πεφυκότα ἔχειν, τὰ δὲ μὴ πεφυκότα, ἐστερῆσθαι λεγεται τὰ μὴ πεφυκότα, ὥσπερ ἐν τῷ γένει τῶν ζῴων ὁ ἀσπάλαξ ὄψεως, καὶ μᾶλλόν γε τοῦτο λέγομεν ἢ ἐπὶ τοῦ πρὸς βίαν ἀφῃρῆσθαι. ὄψεως, δὲ στέρησις λέγεται ἐπὶ τῶν πεφυκότων μὲν ἔχειν, μὴ ἐχόντων δὲ τότε ὅτε πεφύκασιν καὶ ὅτε εἰώθασιν καὶ ἐνεστήσαντο ἔχειν, ὃ δὴ καὶ ἀντίθετον τῇ ἕξει θεωρεῖται· καὶ ἡ ἐν τούτοις ἀντέθεσις κέκληται ἡ κατὰ ἕξιν καὶ στέρησιν". Ὁ μέντοι Ἀρχύτας τριχῶς τὴν στέρησιν διαιρεῖ λέγων· “ἁ δὲ στέρησις καὶ τὸ ἐστερῆσθαι λέγεται τριχῶς· ἤ γὰρ τῷ μὴ ἔχειν παντάπασιν, οἰον τὸ τυφλὸν ὅρασιν καὶ τὸ νωδὸν φωνὰν καὶ τὸ ἀμαθὲς ἀπιστάμαν· ἢ ἐν τῷ μῇον ἔχεν, οἶον τὸ δύσκωφον ἀκοὰν καὶ τὸ πτιλῶσσον ὅρασιον· ἢ ἐν τῷ μὴ |οἰον δεῖ ἔχεν, οἶον τὸ σκαμβόπουν πόδας καὶ τὸ κακόφωνον φωνάν”. Καὶ τοῦτο δὲ ἰστέον, ὅτι ἐνίοτε μὲν οὐ στερητικὰ ὀνόματα στέρησιν δηλοῖ, ὡς ἡ πενία τὴν στέρησιν τῶν χρημάτων καὶ ὁ τυφλὸς στέρησιν ἄψεως, ἐνίοτε δὲ στερητικὰ ἀνόματα οὐ στέρησιν δηλοῖ· τὸ γὰρ ἀθάνατον στερητικὸν ἔχον τὸ σχῆμα τῆς λέξεως οὐ σημαίνει στέρησιν· οὐ γὰρ ἐπὶ πεφυκότος ἀποθνῄσκειν, εἶτα μὴ ἀποθνῄσκοντος χρώμεθα τῷ ὀνόματι. πολλὴ δὲ ταραχὴ κατὰ τὰς φωνάς ἐστιν τὰς στερητικάς. διὰ γὰρ τοῦ ᾱ καὶ αݲνݲ προαγομένων αὐτῶν ὥσπερ ἄοικος καὶ ἀνέστιος, συμβαίνει ποτὲ μὲν ταῖς ἀποφάσεσιν, ποτὲ δὲ τοῖς ἐναντίοις συμφύρεσθαι αὐτὰς. καὶ γὰρ ὥσπερ ταῖς ἀνδρείᾳ ἡ δειλία ἐναντίον ἐστίν, οὕτω καὶ τῇ δικαιοσύνῃ ἡ ἀδικία, ἐναντία μεν τραγῳδὸν τὸν κακόφωνον· καὶ ἀποφάσεις δὲ δηλοῦνται διὰ ἄφωνον λέγομεν τραγῳδὸν τὸν κακόφωνον· καὶ ἀποφάσεις δὲ δηλοῦνται διὰ στερητικῶν φωνῶν, ὥσπερ τὸ διάφορα ἀδιάφορα, λυσιτελῆ ἀλοσιτελῆ. πολλάκις δὲ καὶ πλείω σημαίνουσιν, ὡς καὶ ἀπόφασιν καὶ στέρησιν καὶ ἐναντίωσιν δηλοῦσθαι ὑπ' αὐτῶν, ὡς τὸ ἄφωνος· αἰ δὲ καὶ διάφορα ἐναντία σημαίνουσιν, ὡς ἡ ἀκιρία καὶ τὸ ἐναντίον τῷ καιρῷ δηλοῖ, στερητικὸν δὲ οὐδὲν ὅλως ἐμφαίνει, ἐπεὶ καὶ χρηστότητι μὲν ἐναντἰα ἡ πονηρὶα, ἡ ἀπονηρία δὲ στέρησις τῆ πονηρίας, ἔστιν δὲ ὅτε καὶ τὴν χρηστότητα ἐμφαίνει. πολλῆς δὲ οὔσης τῆς ἀνωμαλίας Χρύσιππος μὲν ἐν τοῖς Περὶ τῶν στερητικῶν λεγομένοις ἐπεξῆλθεν αὐτῇ, Ἀριστοτέλει δὲ οὐ τοῦτο προὔκειτο, ἀλλὰ μόνον διελθεῖν περὶ τῶν κατὰ τὴν ἕξιν καὶ στέρησιν. κἂν λέγηται οὖν στερητικῶς πολλὰ καὶ τῶν ἐναντίων καὶ τῶν ἀποφατικῶν, ἀλλὰ δεῖ τὰς στερητικὰς τῶν ἕξεων ἀντιθέσεις κατὰ τὸν οἰκεῖον τρόπον λαμβάνειν· ἔστιν δὲ οὖτος ὁ τῆς ἐπιβαλλούσης ἕξεως τὴν οἰκείαν στέρησιν ἐν τῇ ἀντιθέσει λαμβάνων. γίνεται δὲ πεὶ τὸ αὐτὸ ὑποκείμενον ἥ τε τοιαύτη ἕξις καὶ ἡ ἀντίθετος αὐτῇ στέρησις, οὐχ ἅμα δέ, οἶον περὶ ὀφθαλμύτη τυφλότης, περὶ ὃ καὶ ἡ ὄψις. p. 12b6 Οὐκ ἔστιν δὲ οὐδὲ τὸ ὑπὸ τὴν κατάφασιν καὶ ἀπόφασιν κατάφασις καὶ ἀπόφασις ἕως τοῦ οὕτως καὶ τ]ξο ὑφ' ἑκάτερα πρᾶγμα ἀντίκειται, τὸ καθῆσθαι τῷ μὴ καθῆσθαι. Δείξας ὅτι ὅλλο ἐστὶν ἕξις καὶ ἄλλο τὸ ἕξιν ἔχειν, καὶ ἄλλο ὑπὸ τὴν τὸ στέρησιν ἔχειν, καὶ ὅμως καὶ τὸ ἕξιν ἔχον καὶ στέρησιν ἔχον ὑτὸ τὴν αὐτὴν ἀντίθεσίν ἐστιν τὴν τῆς ἕξεως καὶ τῆς στερήσεως, * * * πιστοῦται τοῦτο διὰ παραδείγματος. καὶ γὰρ τὸ πρᾶγμα τὸ ὑπὸ τῆς καταφάσεως δηλούμενον οὐκ ἔστιν κατάφασις καὶ τὸ ὑπὸ τῆς ἀποφάσεως οὐκ ἔστιν ἀπόφασις, εἴπερ λόγοι μὲν ἡ κατάφασις καὶ ἀπόφασις, οὐ λόγοι δὲ τὰ ὑπ᾿ αὐτῶν σημαινόμενα· κἂν μὴ τὰ αὐτὰ δέ ἐστιν, καὶ ταῦτα ὑπὸ τὴν αὐτῆν ὅμως ἐστὶν ἀντίθεσιν τὴν τῆς καταφάσεως καὶ ἀποφάσεως, ὡσαύτως τὰ ἔχοντα ἕξιν καὶ τὰ ἔχοντα στέρησιν ὑπὸ τὴν τῆς ἕξεως καὶ τῆς στερήσεως. ὅταν γὰρ Σωκράτη καθήμενον διανοηθῶ, ζῷον λογικὸν οὕτως ἐνεργοῦν κατ᾿ αὐτὸ τὸ πρᾶγμα ὑπολαμβάνω· ὁ δὲ λόγος ὁ λέγων ὅτι Σωκράτης κάθηται, ἐξ ὀνόματος <καὶ ῥήματος> συγκείμενος, ἕτερός ἐστιν αὐτοῦ τοῦ πράγματος. εἴτε οὖν ἐν φωναῖς εἴτε ἐν τοῖς διανοήμασιν εἴτε ἐν τοῖς παρυφισταμένοις. ἀσωμάτοις λεκτοῖς αἱ προτάσεις ὑφεστήκασιν, διεστήκασιν αὖται τῶν ποιῶν σωμάτων· καὶ τὰ μὲν ὡς προτάσεις λέγεται ἀντικεῖσθαι, ὡς ἀπόφασις καὶ κατάφασις, τὰ δὲ ὑπὸ τὰς προτάσεις καὶ αὐτὰ ἀντίκειται κατὰ τὸν αὐτὸν τρόπον. ἀλλ᾿ οὐδεῖς ἄν εἴποι, φασί, τὸν Σωκράτη αὐτὸν ἑαυτῷ ἀντικεῖσθαι. ἢ οὐ κατὰ τοῦ ἑτέρου φαμὲν γίνεσθαι τὴν ἀντίθεσιν, ἀλλὰ κατὰ τὴν ἐνέργειαν τὴν τοῦ καθῆσθαι καὶ μὴ καθῆσθαι· καὶ τούτοις δὲ ἡ ἀντίθεσις κατὰ τὴν τῆς ἀντιφάσεως γίνεται ἀντίθεσιν, τῷ ταῦτα τὰ σημαινόμενα ἀναιρετικὰ ἀλλήλων εἶναι, τούτῳ καὶ ἡ ἀντίφασις ἀντίκειται. καὶ ἀνάπολιν τῷ τοὺς λόγους εἶναι τοιούτους καὶ τὰ πράγματα ἀλλήλων ἐστὶν ἀναιρετικά, καὶ γίνεται ἡ ἀναλογία κατὰ τὸν αὐτὸν τρόπον, ὡς τὸ δηλούμενον πρᾶγμα πρὸς τὸ δηλούμενον, οὕτως ὁ δηλωτικὸς λόγος πρὸς τὸν δηλωτικόν, καὶ ἀνάπαλιν κἂν τὰ σημαινόμενα δὲ ὑπὸ τῶν φωνῶν ἀντικείμενα λαμβάνομεν, ταῦτα δέ εἰσιν αἰ λογικαὶ διανοήσεις αἱ περὶ Σωκράτους καθημένου ἢ μή, ὁμοίως καὶ ταῦτα τῇ καταφάσει καὶ ἀποφάσει ἀντικεῖσθαι λέγεται· καὶ ταῦτα γὰρ ὑπὸ τὴν ἀπόφασίν ἐστιν καὶ τὴν κατάφασιν. δείξας δὲ μέχρι τούτων, τίνα ἐστὶν τὰ ὡς ἕξις καὶ στέρησις ἀντικείμενα, ἀκολούθως ἐπάγει, τί διενήνοχε τῆς τῶν πρός τι καὶ τῆς τῶν ἐναντίων ἀντιθέσεως, καὶ πρῶτόν γε τί τῶν ὠς πρός τι ἀντικειμένων δηλῶν ἐπάγει· p. 12b 16 Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις οὐκ ἀντίκειται ὡς τὰ πρός τι, φανερόν ἕως τοῦ οὐ γὰρ λέγεται ἡ ὅψις τυφλότητος ὄψις. Τεσσάρων οὐδῶν τῶν ἀντιθέσων καὶ διαφερουσῶν ἀλλήλων ἕξ αί πᾶσαι γίνονται διαφοραί. καθόλου γάρ, ὅσα ποτὲ ἄν ᾖ τὰ διαφέροντα, δεῖ 6 τὸν ἀριθμὸν αὐτῶν ἐπὶ τὸν παρὰ μονάδα πολλαπλασιάζειν καὶ <τοῦ> γενο- μένου ἀριθμοῦ τὸ ἥμισυ λαβόντα τοσαύτας λέγειν εῑναι τὰς τῶν διαφερόντων διαφοράς. καὶ ἐνταῦθα οὖν ἡ τῶν πρός τι ἀντίθεσις διαφέρει τῆς τε τῶν ὡς εναντίων καὶ τῆς <τῶν> ὡς ἕξις καὶ στέρησις ἀντικειμένων καὶ τῆς κατάφασις καὶ ἀπόφασις· τρεῖς γὰρ ἀφ᾿ ἐκάστου | γίνονται σχέσεις, τριῶν ὄντων πρὸς ἃ ἡ σχέσις, διὸ καὶ ἐπὶ τὸν παρὰ μονάδα ἐπολλαπλασιάσαμεν τὸν ἐξ ἀρχῆς ἀριθμόν. πάλιν δὲ ἡ τῶν ἐναντίων ἀντίθεσις διαφέρει λοιπῶν δύο· ἡ γὰρ πρὸς τὰ πρὸς τι διαφορὰ ἤδη εἴληπται· γίνονται πέντε αἱ διαφοραί. καὶ λοιπὸν ἡ ὡς ἕξις καὶ στέγησις διαφέρει τῆς κατὰ ἀπόφασιν καὶ κατάφασιν· αἱ γὰρ πρὸς τὰ ἄλλα δύο ἤδη ἔλήφθησαν. ἵνα μὴ δὶς αἱ αὐταὶ διαφοραὶ λαμβάνωνται, πετὲ μὲν ἀπὸ τῶν πρώτων ἀρχομένων ἡμῶν, ποτὲ δὲ ἀπὸ τῶν υστέρων, διὰ τοῦτο τῶν] ἐν τῇ μεθόδῳ τὸ ἥμισυ τοῦ ἐκ τοῦ πολυπλασιασμοῦ γενομένου ἀριθμοῦ λαμβάνειν κελευόμεθα. οὕτως οὖν καὶ κατὰ τὴν τοιαύτην τάξιν ἓξ γινομένων τῶν διαφορῶν ὁ οὐχ οὕτως ἐπ᾿ αὐτὰς ἐπῆλθεν, ἀλλὰ πρῶτον μὲν ἔδειξεν ὅτι τὰ πρός τι διενήνοχε τῶν ἐναντίων, ὡς εἴρηται, νῦν δὲ δείξει, πῶς τὰ ὡς ἕξις καὶ στέρησις ἀντικείμενα διαφέρει τῶν ὠς τὰ πρὸς τι, καὶ ἐφεξπης, πῶς τὰ ὡς ἕξις καὶ στέρησις τῶν ὡς τἀναντία ἀντικειμένων, εἶτα μετὰ ταῦτα, πῶς τὰ ὡς κατάφασις καὶ ἀπόφασις ἀντικείμενα διαφέρει τῶν ὡς τἀναντία ἀντικειμένων καὶ τῶν ὡς τὰ πρὸς τι καὶ ἔτι τῶν ὡς στέρησις καὶ ἕξις. καὶ οὕτως τὰς ἓξ παραδέδωκεν διαφοράς ἀπὸ τῶν δευτέρων ἀρξάμενος τρόπων ἐν ταῖς πέντε διαφοραῖς καὶ οὐκ ἀπὸ τῶν πρώτων, ὡς ἡμεῖς ἐποιήσαμεν. δείκνυσιν οὖν ῦν, πῶς τὰ ὡς ἕξις καὶ στέρησις ἀντικείμενα διαφέρει τῶν ὡς τὰ πρός τι ἀντικειμένων, ἀπὸ τοῦ ὁρισμοῦ τῶν πρός τι τὴν ἀπόδειξιν ποιούμενος, ὥσπερ καὶ πρότερον, ὅτε τῶν ἐναντίων ἐχώριζεν τὰ πρός τι. λέγει οὖν τῖ τὰ πρός αὐτὰ τι ἅπερ ἐστὶ ἐστὶ τῶν ἀντικειμένων λέγεται, οὔτε δὲ ἡ ὄψις τυφλότητός ἐστιν ὄψις καὶ τοῦτο πρόδηλον), ἀλλ᾿ οὐδὲ ἡ τυφλότης ὄψεως τυφλότης· ὀφθαλμοῦ γὰρ ἑκάτερον, καὶ ἡ ἕξις καὶ ἡ στέρησις. ὅτι δὲ οὐ λέγεται ἡ τυφλότης ὄψεως τυφλότης κατὰ τὰ πρός τι, διὰ τοῦ δευτέρου μάλιστα ἐπιχειρήματος δείκνυται· εἰ γὰρ ὡς πρός τι λέγοιτο πρὸς τὴν ὄψιν ἡ τυφλότης, ἐπειδὴ τὰ πρός τι πρὸς ἀντιστρέφοντα B λέγεται. ἐλέγετο ἂν καὶ ἡ ὄψις τυφλότητος ὄψις· νῦν δὲ οὐ διαφέροι δὲ ἄν, ὡς ἔφαμεν, καὶ τῷ τὰ μὲν πρός τι ἅμα εἶναι τῇ τὴν δὲ ἕξιν καὶ στέρησιν πρὸς τῷ μὴ συνεισάγειν ἄλληλα καὶ ἀναιρετικὰ εἶναι ἀλλήλων. εἰπὼν δὲ ἡ γὰρ ὄψις οὐκ ἔστιν τυφλότητος ὄψις προσέθηκεν οὐδὲ ἄλλως οὐδαμῶς πρὸς αὐτὸ λέγεται, διότι τὰ ἐναντία αὐτὰ μὲν ἅπερ ἦν οὐκ ἐλέγετο τῶν ἀντικειμένων, ἄλλως δὲ τὸ ἕτερον πρὸς τὸ ἕτερον ἐλέγετο· ἐναντίον γὰρ αὐτῷ λέγεται. ἀλλὰ καἰ ἡ στέρησις, εἱ μὴ καὶ αὐτὸ ὅπερ ἐστὶν ἦς ἕξεως λέγεται, ἀλλὰ στέρησίς γε αὐτῆς λέγεται, ἡ μέντοι ἕξις κατ᾿ οὐδὲν πρὸς τὴν στέρησιν λέγεται. διὰ μὲν οὖν τούτων ἔδειξεν οὐκ ὀνόματι μόνον ἀλλὰ καὶ πράγματι διαφέρουσαν τὴν τῆς ἕξεως καὶ στερήσεως ἀντίθεσιν πρὸς τὴν τῶν ὡς πρὸς τι ἀντικειμένων, διὰ δὲ τῶν ἑξῆς τὴν α'τὴν πρὸς τὴν τῶν ἐναντίων παραβάλλει. p. 12b26 Ὅτι δὲ οὐδ᾿ ὡς τἀναντία ἀνντίκειται τὰ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα ἕως τοῦ οὔτε νωδὸς ὢν ὀδόντας ἔφυσεν. Δείκνυσιν ἐν τούτοις, ὅτι τὸ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα ἀντικεῖσθαι διαφέρει τῶν ὡς ἐναντίων ἀντικειμένων τῶν τε ἀμέσων καὶ τῶν ἐμμέσων, ὧν τὴν διαφορὰν ἀναγκαίως προέλαβεν, ἵνα κατ᾿ ἄμφω τὴν τῶν ἐναντίων πρὸς τὰς ἄλλας ἀντιθέσεις διαφορὰν ἐπιδείξῃ· καὶ πρὼτον μὲν τῶν ἀμέσων ἐναντίων χωρίζων τὰ κατὰ ἕξιν καὶ στέρησιν ἀμφοέρων τῶν τοῦ ἀμέσου τρόπων ἐμνημόνευσεν, τῶν τε ἐν ὑποκειμένῳ ὄντων καὶ τῶν καθ᾿ ὑποκειμένου λεγομένων, εἰπὼν ἐν οἷς πέφυκεν γίνεσθαι ἢ ὧν κατηγορεῖται. παραδείγματα δὲ τῶν μὲν ἐν ὑποκειμένῳ ὑγίειαν καὶ νόσον παρέθετο ἐν σώματι γινόμενα, τῶν δέ καθ᾿ ὑποκειμένου περιττὸν καὶ ἄρτιον κατὰ τοῦ ἀριθμοῦ λεγόμενα, ἢ ὡς εἶπον πρότερον, τὸ δίχα διαιρεὶσθαι κατὰ τοῦ ἀρτίου ἀριθμοῦ· τὸ γὰρ εἴδη οὐ λέγεται καθ᾿ ὑποκειμένων τῶν γενῶν, ἀλλ᾿ αἱ διαφοραὶ καθ᾿ ὑποκειμένων τῶν εἰδῶν. ἀμφοῖν δὲ | τούτοιν 101v Δ τῶν ἐναντίων χωρίζει τὰ κατὰ στέρησιν καὶ ἕξιν, ὅτι τούτων μὲν ἀεὶ θάτερον τῷ δεκτικῷ ὐπάρχειν τὸ γὰρ σῶμα ἢ ὑγιαίνει ἣ νοσεῖ, καὶ ὁ ἀριθμὸς ὁ ἐν τοῖς εἴδεσιν ἢ δίχα διαιρεῖται ἢ οὔ· τῆς δὲ στερήσεως καὶ ἕξεως οὐκ ἀνάγκη ἀεὶ θάτερον τῷ δεκτικῷ ὑπάρχειν· οὐ γὰρ ἁπλῶς ἀντέκειτο, ἀλλ᾿ ὅτε ἐπεφύκει· τὰ γοῦν κυνίδια, ὅταν μήπω πεφυκότα ᾖ ἔχειν ὄψιν, οὐδέτερον λέγεται, οὔτε ὄψιν ἔχειν οὔτε τυφλὰ εἶναι, καὶ τὰ παιδία τὰ μήπω πεφυκότα ὀδόντας ἔχειν οὔτε ὀδόντας ἔχειν ῥηθείη οὔτε νωδὰ εἶναι· αφ᾿ οὗ δ᾿ ἂν ἔχειν πεφυκότα ᾖ, ἀπ᾿ ἐκείνου τὰ μὲν ὁρᾶν λέγεται ἢ τυφλὰ εἶναι, τὰ δὲ ὀδόντας ἔχειν ἢ νωδὰ εἶναι. γέγονεν οὖν ἡ διαφορὰ παρὰ τὸ ἀεὶ ἢ ποτέ· τὰ μὲν γὰρ ἄμεσα ἐναντία εὐθὺς ἀπὸ πρὼτης γε ἔχει τὴν διάστασιν, ἡ δὲ στέρησις καὶ ἡ ἕξις οὐκ εὐιθὺς ἀπ’ ἀρχῆς ἀλλ᾿ ἀφ’ οὗ χρόνου ἔχειν πέφυκεν. εἰ δὲ τινα εὐθὺς ἀπ᾿ ἀρχῆς τὴν ἕξιν ἔχει ὥσπερ τὰ ζῷα πάντα τὴν ὡφὴν καὶ εἰ τύχοι ἀπ᾿ ἀρχῆς στερούμενα αὐτῆς, καὶ τὴν στέρησιν ἀπ᾿ ἀρχῆς ἔχει· ἀλλ᾿ οὐκ ἐπὶ πάντων ἀλληθὲς τοῦτο, ἀλλ᾿ εἴπερ ἄρα, ἐπὶ τῶν ἐξ ἀρχῆς πεφυκότων. τὰ δὲ ἄμεσα ἐναντία πάντα οὕτως ἐξ ἀρχῆς πέφυκεν, ὥστε αὕτη ἂν εἴη ἡ διαφορά, ὅτι τὰ μὲν ἄμεσα ἐναντία πάντα οὕτως, τῶν δὲ κατὰ στέρησιν καὶ ἕξιν τὰ μὲν οὕτως, τὰ δὲ οὐχ οὕτως. ἔπὶ δὲ τῶν ἐμμέσων ἐναντίων οὐχ ὁ αὐτὸς γίνεται τῆς ἀντιθέσεως τούτων τε καὶ τῶν κατὰ ἕξιν καὶ στέρησιν, διότι τῶν μὲν ἐμμέσων ἐναντίων οὐδέποτε ἀναγκαῖον θάτερον παντὶ ὑπάρχειν τῷ δεκτικῷ· οὔτε γὰρ λευκὸν ἢ μέλαν πὰν ἀναγκαῖον εἶναι τὸ δεκτικόν ἐγχωρεῖ γὰρ καὶ ξανθὸν εἶναι), οὔτε θερμὸν καὶ ψυχρόν ἐγχωρεῖ γὰρ καὶ εἶναι), ἐπὶ δὲ τῆς ἕξεως καὶ στερήσεώς ποτε ἀνάγκη θάτερον· ἀφ᾿ οὗ γὰρ ἦν πεφυκὸς ἔχειν, ἀπὸ τοῦδε ἐξ ἀνάγκης ἢ ἐστέρηται ἔχει τὴν ἕξιν. ἐπεὶ δέ τινα καὶ τῶν ἐμμέσων ἐναντίων ἔστιν ὧν φύσει τὸ ἕτερον ὡς τῷ πυρὶ ἡ θερμότης, καὶ τούτων διοίσει τὰ κατὰ ἕξιν καὶ στέησιν. ἐπὶ μὲν γὰρ τούτων ἀφωρισμένως τὸ ἕτερον οἷον τῇ χιόνι ἡ λευκότης καὶ E ἐξ ἀνάγκης ἀεὶ καὶ πρόδηλον πότερον, ἐπὶ δὲ τῶν κατὰ ἕξιν καὶ οὔτε ἀφωρισμένως οὔτε ἀεὶ θάτερον ὐπάρχει καὶ ἄδηλον πότερον· οὔτε γὰρ ἡ ὄψις οὔτε ἡ τυφλότης ὡρισμένως ἀεὶ παραγίνονται. ἡ διαφορὰ οὖν τῶν κατὰ ἕξιν καὶ στέρησιν πρὸς τὰ ἐναντία κατὰ τὸ ἀεὶ καὶ κατὰ τὸ ποτὲ γίνεται· καὶ γὰρ τῶν μὲν ἀμέσων ἐναντίων διαφέρει τῷ ἐκείνων μὲν ἀνάγκης ἀεὶ πάντως θάτερον ὑπάρχειν τῷ δεκτικῷ, οἷον ἢ ὑγιαίνει ἢ νοσεῖ, τούτων δὲ οὐκ ἐξ ἀνάγκης ἀεὶ πάντων, ἀλλὰ τινῶν ποτέ· τὸ γὰρ συκλάκιον οὐδέτερον ἔχει· τῶν δὲ ἐμμέσων, ὅτι ἐκείνων μὲν οὐδέποτε θάτερον ὑπάρχει τῷ δεκτικῷ, τούτων δὲ ποτὲ ἐξ ἀνάγκης θάτερον ὑπάρχει ἀφ᾿ οὗ πέφυκεν, τινῶν δὲ καὶ ἀπ᾿ ἀρχῆς. ἀλλὰ κἀκείνων οἷς φύσει τὸ ἓν ὑπάρχει διοίσει τῷ ποτὲ καὶ τῷ ἀφωρισμένως· ἐκείνων μὲν γὰρ ἀεὶ τὸ ἕτερον, τοὺτων δὲ τινῶν ποτέ, κἀκείνων μὲν ἀφωρισμένως θάτερον, ἐπὶ τούτων οὐκ ἀφωρισμένως ἀλλ᾿ ὁπότερα ἔτυχεν. εἰπόντος δὲ Ἀριστοτέλους, ὡς ἀναγκαῖον ἦν παντὶ θάτερον ὑπάρχειν, δοκεῖ τισιν ἐμποιεῖν τὸ παντὶ προσκείμενον. οὐ μὴν ἔχει γε οὕτως, ἀλλ᾿ διασαφεῖ πρὸς τὸ τισὶν ἀναγκαῖον, ὡς τοῖς σύμφυτον ἔχουσιν ἓν τῶν ἐναντίων, οὐ πᾶσιν δέ. Τί οὖν εἰ ἀπὸ γεννήσεως ἐγγίνοιτο ἡ ὅρασις ὡς ἐπ᾿ ἀνθρώπων οὐχὶ καὶ ἐπὶ τούτων ἔσται ἢ ἕφις ἢ στέρησις, καὶ οὐδὲν διοίσει τῶν ἀμέσων ἐναντίων; τί δὲ, εἴ τις λέγοι ὡς ἐπὶ μἐν τῶν μὴ πεφυκότων τὰ κατὰ ἕξιν καὶ στέρησιν οὕτως ἀντίκειται ὡς τὰ ἔμμεσα ἐναντία οὐδέτερον γὰρ ἐξ ἀνάγκης), ἐπὶ δὲ τῶν ἤδη πεφυκότων ὡς τὰ ἄμεσα θάτερον γὰρ ἐξ ἀνάγκης); λύει τοίνυν καὶ τὰς τοιαύτας πάσας ἀμφισβητήσεις ἑτέραν διαφορὰν αὐτῶν προστιθείς, ὅτι τὰ μὲν ἐναντία ἐπαμείβεται ἐν τοῖς δεκτικοῖς, ἕξεως δὲ καὶ στερήσεως οὐ δυνατὸν εἰς ἄλληλα μεταβολὴν γίνεσθαι· τυφλότης μὲν γὰρ ἐξ ὄψεως γίνεται, οὐκέτι μέντοι καὶ ἀνάπαλιν. ὅθεν καὶ ὁ χρύσιππος ἐζήτησεν, εἰ τυφλοὺς ῥητέον τοὺς ὑποχυθέντας, δυναμένους δὲ ἐκκ παρακεντήσεως ἀναβλέψαι, καὶ ἐφ᾿ τὰ βλέφαρα κἐκλεισται· τῆς γὰρ δυνάμεως οὔσης ἐοικέναι τῷ καταμεμυκότι τοὺς ὀφθαλμοὺς ἢ τῷ κωλυομένῳ ὁρᾶν διά τι παραπέτασμα, οὗ ἀφαιρεθέντος οὐδὲν κωλύεται ὁρᾶν· διὸ οὐδὲ ἀπὸ στερήσεως εἰς ἕξιν ἡ τοιαύτη γίνεται μεταβολή. λαμβάνει δὲ νῦν στέρησιν τὴν κατὰ πήρωσιν· ἐκ γὰρ τῆς τοιαύτης οὐκ ἔστιν ἐπάνοδος ἐπὶ τὴν ἕξιν. ἄλλη γὰρ στέρησις ἦν, ἧς ἐν Φυσικοῖς μνημονεύει, ἣν κατὰ συμβεβηκὸς αἴτιον τῶν γινομένων φησίν, τὴν ἐν τῇ πρώτῃ ὕλῃ ἀπουσίαν τῶν ἐν αὐτῇ πεφυκότων γίνεσθαι εἰδῶν θεωρῶν οὐδὲν ἔλαττον τῆς τοῦ εἴδους παρουσίας κατὰ φύσιν οὖσαν τῇ τῶν γενητῶν ὕλῃ· ἡ δὲ ἐνταῦθα στέρησις ἐν τοῖς συνθέτοις κατὰ τὴν παρὰ φύσιν αὐτῶν διάθεσιν εἴληπται. ἔτι δὲ στέρησιν ληπτέον τὴν κατὰ φύσιν· οὐ γὰρ δὴ τὴν κατὰ ἔθος· ἀπὸ γὰρ τῆς κατὰ ἔθος στερήσεως, οἷον τῆς γυμνότητος, ἐπάνοδος γίνεται ἐπὶ τὴν ἕξιν, οἷον τὴν ἀμφίεσιν. ἀλλ᾿ οὐ τούτων μνημονεύει νῦν Ἀριστοτέλης, ὅσαι ἔθους ἔχονται, ἀλλ᾿ ὅσαι φυσικαὶ τέ εἰσιν καὶ ἐν ταῖς πηρώσεσιν θεωροῦτνται. φησὶν δὲ εἰς ἄλληλα μεταβολὴν γίνεσθαι τῶν ἐναντίων, ὅταν ὑπάρχῃ δεκτικόν, ἐὰν μὴ τὸ ἓν φύσει τινὶ ὑπάρχῃ, οἷον τῷ πυρὶ τὸ θερμόν. δὲ τῶν τοιούτων λαμβάνει τὰ μὲν ὁμολογού|μενα, ὡς ὑγίειαν καὶ νόσον, τὰ δὲ ἀμφισβητούμενα, ὡς σπουδαῖον καὶ φαῦλον. ἀπὸ μὲν γὰρ φαύλου φησίν] τινὲς οἴονται σπουδαῖον γενέσθαι, ἀπὸ δὲ σπουδαίου φαῦλον ἀδύνατον. καὶ αὐτὸς μὲν τὸ ἕτερον τούτων διὰ πλειόνων κατεσκεύασεν λέγων ὅτι ὅτι ὁ φαῦλος εῖς βελτίους ἄγηται διατριβάς, ἀεί τι σμικρὸν ἐπιδώσει, ἀεὶ δὲ σμικρὰν ἐπίδοσιν λαμβάνων καὶ ἐπιτηδειότερος γινόμενος ἐπὶ τῷ τέλει τελέως ἂν μετααβάλοι καὶ εἰς τὴν ἐναντίαν ἕξιν ἀποκατασταίη, ἐάνπερ μὴ χρόνῳ ἐξείργηται, ἢ πληρῶν τὸν χρόνον καὶ ἀποθνῄσκων ἢ πάνυ γεγηρακώς· ὁ γὰρ τοιοῦτος οὐκ ἔχει ἐπίδοσιν τελέαν. τοῦτο μὲν γὰρ οὕτως αὐτὸς κατεσκεύασεν. τὸ δὲ ἀνάπαλιν οἱ Στωικοὶ οὐ διδόασιν· οὐκ εἶναι γὰρ ἀποβλητὴν φασι τὴν ἀρετήν. ἤτοι οὖν κοινότερον τὸν σπουδαῖον εἴληφεν, οὐ τὸν τελείας ἀρετὰς ἔχοντα, ἀλλὰ τὸν κατὰ εὐφυΐαν ἢ μελέτην καὶ προκοπὴν ἢ λόγον μμόνον σπουδαῖον, ἢ ἴσως οὕτως κινεῖσθαι λέγει τὴν ἀρετήν, ὥσπερ εἶπεν ἐν τοῖς ἔμπροσθεν, ὑπὸ μεγάλου πάθους ἢ νόσου σωματικῆς λήθης ἐγγινομένης, χαλεπῶς δὲ καὶ οὐ ῥᾳδίως ταῦτα συπίπτειν· καὶ γὰρ καὶ αὐτὸς ἐν τοῖς Ἠθικοῖς μονιμωτάτην ἀρετὴν εἶναι μαρτυρεῖ. τὸ μέντοι ἐκ πάντων συμβαῖνον ἀκεῖνό ἐστιν· εἰ γὰρ ἐπὶ μὲν τῶν ἐναντίων ὑπάρχοντος τοῦ δεκτικοῦ δυνατὸν εἰς ἄλληλα μεταβολὴν γίνεσθαι, εἰ μὴ τινι φύσει τὸ ἕν ὑπάρχει, δὲ γε τῆς ἕξεως καὶ τῆς στερήσεως ἀδύνατον εἰς ἄλληλα μεταβλοὴν γίνεσθαι, φανερὸν ὅτε ἄλλη μέν ἐστι τῶν ἐναντίων ἀντίθεσις, ἄλλη δὲ ἡ κατὰ ἕξιν καὶ στέρησιν. φαωερὸν δὲ καὶ ἐκεῖνο γέγονεν, ὡς οὔτε τοῖς ἀμέσοις ἐναντίοις οὔτε τοῖς ἀφωρισμένον τὸ ἕν ἔχουσιν κατὰ φύσιν τὰ αὐτά ἐστιν τὰ κατὰ ἕξιν καὶ στέρησιν ἀντικείμενα. Τούτων δὲ προειλημμένων ῥᾴδιον λοιπὸν καὶ τὰς διαλύενι, ὅς φησιν μὴ ἀκριβῶς ταύτην ἀποδεδόσθαι τὴν διαφοράν· μήτε γὰρ τὰ ἐναντία εἰς ἄλληλα πάντως μεταβαλλειν, διότι ἀπὸ σπουδαίου φαῦλος οὐ γίνεται, μήτε πᾶσαν στέρησιν ἀμεάβλητον εἶναι εἰς ἕξιν· “καὶ γὰρ ἐκ πεφωτισμένου καὶ ὡπλισμένου καὶ ἠμφιεσμένου γένοιτο ἂν καὶ ἄνοπλον καὶ γυμνόν, καὶ ἐκ τῶν στερήσεων αὖθις ἡ ἕξις· ἄτοπον B οὖν τὰ ἀμφοτέροις ὑπάρχοντα διακρίνειν καὶ τὰ μὲν προσνέμειν τῷ ἑτέρῳ, τὰ δὲ τῷ λοιπῷ". πρὸς δὴ ταῦτα ῥᾴδιον λέγειν ὡς προχείρως τὸ ἀναπόβλητον εἶναι τὴν ἀρετήν. καὶ γὰρ Θεόφραστος περὶ τῆς μεταβολῆς αὐτῆς ἱκανῶς ἀπέδειξεν καὶ Ἀριστοτέλει δοκεῖ οὐκ ἀνθρώπειον εἶναι τὰ ἀναπόβλητον· ἔτι δὲ καὶ οἱ Στωικοὶ ἐν κάροις καὶ μελαγχολίαις καὶ ληθάργοις καὶ φαρμάκων λήψεσι συγχωροῦσιν ἀπρβολὴν γίνεσθαι γίνεσθαι ὅλης τῆς λογικῆς ἕξεως καὶ αὐτῆς τῆς ἀρετῆς, κακίας μὲν οὐκ ἀντεισαγομένης, τῆς δὲ βεβαιότητος χαλωμένης καὶ εἰς ἣν λέουσιν ἔξιν ἕξιν μέσην παλαιοὶ μεταπιπτούσης. τοῦτο μὲv οὖν οὕτως· ἀτόπως δὲ ἐκ τῶν κατὰ ἔθος στερήσεων τὰς ἐπιχειρήσεις ποιούμενος καὶ στέρησιν εἰς ἕξιν μεταβάλλειν φησίν. ὁ γὰρ ἀνάριστος καὶ ἄοπλος κατὰ συνήθειαν ὄντες ἐν στερήσει ῥᾳδίως μεταβάλλουσιν εἰς τὰς ἕξεις, ὁ μὲν ἀριστήσας, ὁ δὲ ὁπλισάμενος· ὁ δὲ Ἀριστοτέλης οὐκ ἐπὶ τῶν ἐξ ἔθους ἀλλ ἀλλ᾿ ἐπὶ τῶν ἕξιν καὶ τὴν στέρησιν παρέλαβεν, ἐφ᾿ ὧν καὶ κυρίως ἡ κατὰ ἕξιν καὶ ἀντίθεσις λέγεται. χρησώμεθα οὖν αὐτοῖς Ἀριστοτέλους πρὸς τὸν Νικόστρατον. στρατον. ἐν γὰρ τῷ Περὶ τῶν ἀντικειμένων αὐτός φησιν ὡς αἱ μὲν στερήσεις τῶν κατὰ φύσιν λέγονται, αἱ δὲ τῶν ἐν ἔθει, αἱ δὲ τῶν κτημάτων. αἱ δὲ ἄλλων τινῶν· τυφλότης μὲν τῶν φύσει, γυμνότης δὲ <τῶν> ἐν ἔθει, δὲ στέρησις τῶν ἐν χρήσει παραγινομένων· εἰσὶv δὲ καὶ ἄλλαι στερήσεις πλείονες, καὶ ἐνίων μὲν στερήσεων οὐκ ἔστιν ἀπαλλάγλή, ἐνίων δὲ ἔστιν. πολλῶν δὲ ὄντων τῆς στερήσεως τρόπων καὶ ἑνὸς τῶν κατὰ φύσιν, ἐπὶ τῶν κατὰ φύσιν γεγονυίας τῆς πρὸς τἀναντία διαφορᾶς οὐκ ἐχρῆν ἐκ τῶν ἄλλων τρόπων παραφέροντα δοκεῖν ἐλέγχειν τὸν λόγον. Ἀλλὰ τὸν μὲν πλήρη περὶ τῶν στερήσεων λόγον ἔστιν ἔκ τε τοῦ Ἀριστοτελικοῦ καὶ τοῦ Χρθσιππείου βιβλίου λαμβάνενιν, τινὰ δὲ καὶ ὁ Ἰάμβλιχος παράγραψεν ἔχοντα οὕτως· “πολλαχῶς τοῦ ἔχειν λεγομένου, ὡς ἤδη παρεδείξαμεν, ἡ στέρησις διατείνει μὲν ἐπὶ πάντα τὰ σημαινόμενα τοῦ ἔχειν, οὐκέτι μέντοι καὶ ἐπὶ πάντα τἀναντία. ἀπωλείᾳ γὰρ ἴσον ἡ στέρησις, ὥστε οὐκ ἄν τοῦ κακοῦ λέγοιτο στέρησις, ὅτι μηδὲ ἀπώλεια κακοῦ γένοιτο ἄν ἢ βλαβεροῦ ἀλλ᾿ ἀγαθοῦ ἢ χρησίμου· οὐ γὰρ ὁ νόσου ἢ πενίας ἀπαλλαγεὶς ῥηθείη ἄν ἀπεστερῆσθαι νόσου ἢ πενίας, ἀλλὰ μᾶλλον [ὡς] ὁ ὑγείας ἤ πλούτου ἀφαιρεθείς. ἀγαθοῦ μὲν στέρησις ἡ τυφλότης· ἀγαθὸν γὰρ ἡ ὄψις· ἀδιαφόρου δὲ ἡ γυμνότης· ἀδιάφορον γὰρ τὸ ἱμάτιον καὶ οὔτε ἀγαθὸν οὔτε κακόν. διὸ στέρησις οὐδεμία ἀγαθόν, ἀλλ᾿ ἤτοι κακὸν ἢ ἀδιάφορον. καὶ ἀγαθῶν δὲ στέρησις γένοιτο ἂν ἤτοι τῶν πάντων ἢ τῶν πλείστων. ἥκιστα δέ φησιν Ἀριστοτέλης τῶν ἐν ψυχῇ ἀγαθῶν καὶ προαιρέσεως ἐχομένων μένων γενέσθαι στέρησιν· οὐδεὶς γὰρ λέγει δικαιοσύνης ἐστερῆσθαι, καὶ ὁ εἰπὼν ὅτι 'ἐπιστάμαν οὐδεῖς φέρει' ἀπὸ τῆς αὐτῆς ἐννοίας εἴρηκεν. μᾶλλον οὖν πλούτου δέξης τιμῆς τῶν τοιούτων καὶ μάλιστα τῶν περὶ τὰς κτήσεις καλουμένων ἀγαθῶν εἰσιν αἱ στερήσεις. διὸ καὶ ἔλεοι καὶ οἶκτοι ἐπακολουθοῦσιν ταῖς πλείσταις στερήσεσιν. ὁ μέντοι Ἀριστοτέλης τῶν φυσικῶν στερήσεων νῦν τὴν ἀντίθεσιν πρὸς τὴν τῶν ἐναντίων παραβέβληκεν”. ἀλλὰ ταῦτα μὲν ἀρκούντως. ἑξῆς δὲ μεταβαίνει ἐπὶ τὴν τῆς καταφάσεως ἀντίθεσιν, τὴν διαφορὰν αὐτῆς τὴν πρὸς τὰς ἄλλας ἀντιθέσεις παραδιδούς, λέγει δὲ οὕτως· | p. 13a37 Ὅσα δὲ ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται ἕως τοῦ ὥστε ἐπὶ μόνων τούτων ἴδιον ἄν εἴη τὸ ἀεὶ θάτερον αὐτῶν ἢ ἀληθὲς ἢ ψεῦδος εἶναι. Ὅτι μὲν καὶ ταῦτα τῶν ἀντικειμένων ἐστὶν καὶ ἃ μάλιστα ἀντικείμενα, πράδηλον· ἀναιρετικὰ γὰρ μάλιστα ἀλλήλων ἐστὶν καὶ ἀσυνύπαρκτα, ἡ μὲν καθόλου ἀποφατικὴ τῇ μερικῇ καταφατικῇ, ἡ δὲ καθόλου καταφατικὴ τῇ μερικῇ ἀποφατικῇ· οἱ γοῦν Στωικοὶ μόνα τὰ ἀποφατικὰ τοῖς καταφατικοῖς ἀντικεῖσθαι νομίζουσιν. τὴν δὲ διαφορὰν αὐτῶν τὴν πρὸς ἄuοος τρόπους τῶν ἀντιθέσεων σαφῶς παραδίδωσιν ἐκ τοῦ ἐπὶ μόνης ταύτης τῶν τῆς κατὰ ἀντίφασιν ἀντιθέσεως τὴν μὲν ἀληθῆ, τὴν δὲ ψευδῆ εἶναι τῶν προτάσεων·λαμβανέσθωσαν δὲ αί κυρίως ἀντικείμεναι προτάσεισ, ώς ἐν τῶν Περὶ ἑρμηνείας διορίζεται. ἐπὶ τῶν ἄλλων ἀντικεμένων οὐ διαιρεῖται ταῦτα· οὔτε γὰρ τῶν ἐναντίων τὸ μὲν ἀληθές ἐστιν, τὸ δὲ ψεῦδος, οὔτε τῶν πρὸς ἄλληλα λεγομένων οὔτε τῶν κατὰ ἓξιν καὶ στέρησιν ἀντικειμένων. τοῦτο δὲ πιστοῦται μὲν καὶ διὰ τῶν παραδειγμάτων, πιστοῦται δὲ καὶ ἀποδεικτικῶς οὓτως· τὰ κατὰ τοὺς τρες τρόπους ἀντικείμενα ἄνευ συμπλοκῆς λέγεται· τῶν δὲ ἄνευ σομπλοκῆς λεγομένων οὐδὲν οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνει. καὶ γὰρ τὸ ἀληθὲς καὶ τὸ ψεῦδις ἐν προτάσει πάντως ἐστίν, πᾶσα δὲ πρότασις λόγος, ὁ δὲ λόγος ἐν συμπλοκῇ τινων. τῶν δὲ ἄλλων οὐδὲν κατὰ συμπλοκὴν λέγεται, ἀλλά ἐστιν ἁπλᾶ, οἶον λευκὸν μέλαν, διπλάσιον ἥμισυ, ὄψις τυφλότης. εἰπὼν, δὲ ὄτι οὔτε ἐπὶ τῶν ἐναντίων ἀναγκαῖον ἀεὶ θάτερον ἀληθὲς, εἶναι, θάτερον δὲ ψεῦδος, μὲν oὐχ οὓτως εἶπεν ὃτι οὐκ ἀναγκαῖον, ὡς ποτὲ τῶν ἐναντίων διαρούντων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καθ'ἑαυτά, ἀλλ' ὃπερ ἐφεξῆς ἐπέστησεν, δόξείεν ἄν τὸ τοιῦτον συμβαίνειν, τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ τῶν κατὰ συμπλοκὴν λεγομένων ἐναντίων. τοιαῦτα δὲ ἐστιν ἐν οἶς τοῦ αὐτοῦ τἀναντία κατηγορεῖται, οἶον tὸ νοσεῖν Σωκράτη καὶ τὸ ὑγιαίνειν Σωκρτη· ἄμεσα γὰρ ἐναντία τὸ ὑγιαίνειν καὶ νοσεῖν· ταῦτα καθ' αὑτὰ μὲν πράγματα σημαίνει καὶ φάσεις εἰσὶ μόνον, εἰ δὲ συμπλακείη, λόγος γίνεταικ ὁ μὲν ἀλλθής, ὁ δὲ ψευδής δυνατὸν δὲ ταῦτα πρῶτον μὲν μηδὲ ἐναντία λέγειν, ἀλλὰ κατηγορεῖσθαι τοῦ αὐτοῦ τὰ ἐναντία. τὸ γάρ αὐτὸ τῶν ἐναντίων ἐστὶ δεκτικόν· εἰ οὖν τοῦ Σωκράτη νοσεῖν καὶ τοῦ Σωκράτη ὑγιαίνειν μηδέν ἐστι δεκτίκόν, οὐκ ἄν εἴη ταῦτα ἐναντία. κἄν συγχωρήσῃ δέ τις ἐναντία ταῦτα εἶναι, οὐδὲ οὓτως ἀναγκαῖόν ἐστιν τὸ μὲν αὐτῶν ἀληθὲσ εἶναι, τὸ δὲ ψεῦδος, ὄντος μὲν γὰρ τοῦ Σψκράτους ἔσται τὸ μὲν ἀληθές, τὸ δὲ ψεῦδος, μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ· ὁ γὰρ μὴ ὤν οὔτε νοσεῖν οὔτε ὑγιαίνειν ὀρθῶς ἄν λέγοιτο. ἡ μέντοι ἀντίφασις ἀεὶ μερίζει τὸ ἀλήθὲς καὶ τὸ ψεῦδος, καὶ ὄντος καὶ μὴ ὄντος τοῦ Σωκράτους. κατὰ τοῦ μὴ ὄντος ἡ ἀπόφασις ἀληθὴς ἡ 'Σωκράτης οὐχ ὑγιαίνει' καὶ ἡ 'Σωκράτης οὐ νοσεῖ'· οὐ γάρ ἐστιν ταὐτὸν τὸ μὴ νοσεῖν τῷ ὑγιαίνειν, ὣσπερ οὐδὲ τὸ μὴ ὁρᾶν τῷ τυφλὸν εἶναι· ἐπὶ γοῦν τοῦ τοίχου τὸ μὲν ὁύχ ὑγιαίνει οὐδὲ ὁρᾷ, ἀληθὲς εἰπεῖν, τὸ δὲ 'νοσεῖ καὶ τυφλός ἐστιν' ψεῦδος. ταῦτα δὲ ῥητέον καὶ ἐπὶ τῶν κατὰ συμπλοκὴν τὴν στέρησιν καὶ ἓξιν ἐχόντων· καὶ γὰρ καὶ ἐπὶ τούτων δοκεῖ μέν διαιρεῖσθαι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ μὴν ὄντως γε μερίζεται, ἀλλὰ μὴ ὄντος μὲν ψευδῆ ἄμφω, τὁ τε ὁρᾶν καὶ τὸ τυφλὸν εἶναι, ὄντος δὲ οὑκ ἀναγκαῖον θάτερον, ὅταν μὴ πεφυκὸς ᾖ ἐπιδέχεσθαι, ὡς ἐπὶ τοῦ ἢ μηδέπω πεφυκός, ὡς ἑπὶ τοῦ σκυλακίου. ἐπὶ μέντοι τῆς ἀντιφάσεως καὶ ὄντος καὶ μὴ ὄντος καὶ πεφυκότος καὶ μὴ ἀεὶ θάτερον ἢ ψεῦδός ἐστιν, ὡς εἴρηται πρότερον. ταῦτα μὲν οὖν ἀκριβῶς δέδεικται. Πῶς δὲ περὶ Σωκράτους λέγων ὅτε μήπω φησὶν πέφυκεν ἔχειν ὄψιν, ἀμφότερα ψευδῆ ἐστιν, καὶ τὸ ὁρᾶν καὶ τὸ τυφλὸν εἶναι; ἅμα τῷ γενέσθαι τὸν Σωκράτη πέφυκεν ὁρᾶν, καὶ εὐθὺς ἐπ' αὐτοῦ τὸ ἀληθές ἐστιν, τὸ δὲ ψεῦδος. λέγουσιν δὲ πρὸς τοῦτο, ὡς τοῦ Σωκράτους καὶ ἐπὶ τῶν ἐναντίων καὶ ἐπὶ τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν εἰς παράδιεγμα παραληφθέντος μεταβὰς ἐπὶ τὴν στέρησιν καὶ ἕξιν τῷ αὐτῷ πάλιν ἀντὶ τοῦ κυνιδίου ἐχρήσατο, εἰς ἐκεῖνο ἀναφέρων τὴν ἐπὶ τῶν ἅμα τῇ γενέσει μηδετέραν ἐχόντων διάταξιν, ἅμα μὲν ἐπὶ τοῦ αὐτοῦ πάντα ἀποδεικνύναι βουλόμενος ὡς ἐπιστημονικωτέρου τούτου ὅταν ᾖ δυνατόν, δὲ ὥσπερ εἴωθεν καταφρονεῖ τῶν παραδειγμάτων, ὅταν τὸ πρᾶγμα ὑπάρχῃ. μήποτε δὲ, φασίν, οὐδὲ ὁ ἄνθρωπος ἐξ ἀρχῆς ἔχει τὴν ὄψιν ἔχει τὴv ἁφὴν οὐδὲ χρώμενος εὐθὺς αὐτῇ φαίνεται, ἕως διανοίξῃ τὰ βλέφαρα ἡ μαῖα καὶ ἀπομάῃ· κατὰ δὲ τὴν ἁφὴν εὐθὺς ἅμα τῷ πεσεῖν τοῦ ἔξω ἀέρος πληροῦντος αἰσθόμενον τὸ βρέφος κλαίει. εἰ δὲ τοῦτο, καὶ ἐπὶ τούτου ἁρμόσει λέγειν ὅτι ἅμα τῇ γίνεσθαι αὐτὸν ἀμφότερα ἐπ᾿ ψευδῆ ἐστιν. φανερὸν οὖν ὅτι μόνα τὸ ἀληθὲς ἢ ψεῦδος διαιρεὶ, ὅσα ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται· εἰ δὲ τοῦτο, διαφέροι ἂν τῶν τριῶν εἰδῶν τοῦ ἀντικειμένου. Καὶ οἱ ἀπὸ τῆς Στοᾶς δὲ διισχυρίζονται ὅτι οὐδὲν τῶν κατὰ ἀπόφασιν λεγομένων οὐδενί ἐστιν ἐναντίον· ἦν γὰρ ἄν τῇ ἀρετῇ ἐναντία ἡ οὐκ ἀρετὴ καὶ τῇ κακὶᾳ ἐναντήα ή οὐ κακία, ὑπὸ μὲv τὴν οὐκ ἀρετὴν καὶ τῆς κακίας πιπτούσης καὶ ἄλλων πολλῶν καὶ γὰρ ἵππου καὶ λίθου καὶ πάντων τῶν παρὰ τὴν ἀρετήν), ὑπὸ δὲ τὴv οὐ κακαίαν καὶ τῆς ἀρετῆς καὶ τῶν ἄλ|λων πάντων· ἔσται οὖν ἑνὶ πάντα ἐναντία, καὶ τὰ αὐτὰ τῇ 103r ἀρετῇ καὶ τῇ κακίᾳ ἐναντία. ἔτι δὲ εἰ μὴ ἡ ἀρετὴ τῇ κακίᾳ ἀλλ᾿ ἡ οὐ κακία, συμβήσεται καὶ σπουδαίοις μέσα ἐναντία εἶναι καὶ ἄτοπον δὲ τοῦτο, καὶ μάλιστα εἰ καὶ τὰ αὐτά. καὶ μὴν καὶ δυεῖν ἐναντίων ὑφ᾿ ὃ μὲν πάντα τὰ ὑποπίπτοντα ποιότητας εἶναι, τὴv ἀρετὴν καὶ τὴν κακίαν, ὑφ᾿ ὃ δὲ καὶ ποιότητας καὶ ποιά, ὡς ὑπὸ τὴν οὐκ ἀρετὴν καὶ τὴν οὐ κακίαν ὑπὸ ταύτας γὰρ καὶ ποιότητες καὶ ποιὰ καὶ ἐνέργειαι καὶ πᾶν ὁτιοῦν ἐστιν), καὶ τοῦτό ἐστιν ἀπεμφαῖνον. οὕτω μὲv οὖν καὶ παρὰ τοῖς Στωικοῖς διώρισται τά τε ἐναντία καὶ τὰ αντικειμενα. Ὁ δὲ Νικόστρατος αἰτιᾶται κἀνταῦθα λέγων μὴ ἴδιον εἶναι τῶν ἀντίφασιν ἀντικειμένων τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. “οὔτε μόνοις οὔτε πᾶσιν αὐτοῖς ὑπάρχει· οὐ μόνοις μέν, ὅτι καὶ τοῖς καὶ τοῖς ἀπομοτικοῖς λόγοις ὑπάρχει τὸ ἐξ ἀνάγκης θάτερον, οἷον ῾νὴ τὴν Ἀθηνᾶν ἔπραξα τάδε᾿· ῾οὐ μὰ τὴν Ἀθηνᾶν οὐκ ἔπραξα᾿. θαυμαστικοῖς, φησί, τὸ αὐτὸ ὑπάρχει· ‘ὡς καλός γε ό Πειραιεύς᾿, ψεκτικοῖς, οἷον ῾φαῦλός ἐστιν᾿, ῾οὐ φαῦλός ἐστιν᾿. οὐκ ἄρα τοῖς κατὰ ἀντίφασιν τοῦτο, ἀλλ᾿ οὐδὲ πᾶσιν, φησίν. αἱ γὰρ εἰς τὸν χρόνον ἐγκεκλιμέναι προτάσεις οὔτε ἀληθεῖς εἰσιν οὔτε ψευδεῖς διὰ τὴν ἐνδεχομένου φύσιν· οὔτε γὰρ τὸ ῾ἔσται ναυμαχία᾿ ἀληθὲς ἔσται᾿, ἀλλ᾿ ὁπότερον ἔτυχεν”. “πρὸς δὴ ταῦτα ἔνεστι μέν, φασί, ὅτι τεττάρων ὄντων ἀντικειμένων τοῦ ἑνὸς ἴδιον τοῦτο οὐ πρὸς πάντα ἀλλ᾿ ὡς πρὸς τὰ τρία ἀποδέδωκεν· ὁ γὰρ εἰπὼν ὅτι τῶν τεττάρων τὸ ἕν μερίζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ καθάπαξ τοῦτο ἀπεφηνατο, ἀλλ᾿ μόνων τῶν ἀντικειμένων τοῦτο ἀποίησεν. χωρὶς δὲ τούτων, φασίν, πάλαι λελυται ταῦτα ἐν ταῖς ἐξηγήσεσιν τοῦ ὅρου τοῦ ἀξιώματος τοῦ ἀφοριζομένου τὸ ἀξίωμα ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος. οὐδὲ γὰρ τὸ ὀμοτικὸν οἶόν τε ἀληθὲν εἶναι ἢ ψεῦδος, ἀλλ᾿ εὐορκεῖν μὲν ἢ ἐπιορκεῖν ἐν τοῖς ὅρκοις εἰκός, δὲ ἢ ψεύδεσθαι ἐν αὐτοῖς οὐχ οἷόν τε, κἂν περὶ ἀληθῶν ὀμόσῃ τις ψευδῶν. καὶ τὸ θαομαστικòv δὲ πλεονάζον τῷ θαύματι παρὰ τὸ ἀξίωμα καὶ τὸ ψεκτικὸν τῷ μώμῳ οὔτε ἀληθές ἐστιν ἢ ψευδές, ἀλλὰ ὅμοια ἀληθέσιν ἢ ψευδέσιν”. ἀλλ᾿ αὗται μὲν ἀπὸ τῆς Στωικῆς αἱ λύσεις. μήποτε δὲ ἁπλοϊκώτερον ἐπελθεῖν δεῖ τῷ λογῳ· τὸ γὰρ ὀμοτικὸν νὴ τὴν Ἀθηνᾶν᾿ οὔτε ἀληθὲς οὔτε ψεῦδος δηλοῖ, συμπλεκόμενον δὲ πάντως προτάσει ἢ ἀληθεῖ ἢ ψευδεῖ, εἰ μὲν ἀληθὴς ἡ πρότασις, ἀλλ᾿ οὐκ ἀληθεύειν ἡ γὰρ πρότασις εἶχεν τὸ ἀληθές,) ψευδεῖ ἐπιορκεῖν ἀναγκάζει, οὐ ψεύδεσθαι. καὶ τὸ θαυμαστικὸν δὲ τὸ ῾ὡς᾿ προτάσει συνάπτεται τῇ ῾καλὸς ὁ Πειραιεύς ὁμοίως, τῶν προτάσεων τὸ ἀληθὲς ἐχουσῶν ἢ τὸ ψεῦδος. περὶ δὲ τὸν μέλλοντα χρόνον ἀντιφάσεων οἱ μὲν Στωικοὶ τὰ αὐτὰ δοκιμάζουσιν, καὶ ἐπὶ τῶν ἄλλων. “ὡς γὰρ τὰ περὶ τὼν παρόντων καὶ ἀντικείμενα, οὕτως καὶ τὰ μέλλοντα οὐτά τε, φασίν, καὶ τὰ μόρια αὐτῶν· ἤ γὰρ τὸ ἔσται ἀληθές ἐστιν ἤ τὸ οὑκ ἔσται, εἰ δεῖ ἤτοι ψευδῆ ἢ ἀληθῆ εἶναι (ὥρισται γὰρ κατ' αὐτοὺς τὰ μέλλοντα). καὶ εἰ μὲν ἔσται ναυμαχία αὔριον, ἀληθὲς εἰπεῖν ὅτι ἔσται· εἰ δὲ μὴ ἔσται, ψεῦδος τὸ εἰπεῖν ὅτι ἔσται· ἤτοι δὲ ἔσται ἢ οὑκ ἔσται· ἤτοι ἄρα ἀληθὲς ἢ ψεῦδος θάτερο". οἱ μέντοι Περιπατητικοὶ τὴν μὲν ἀντίφασιν τὴν εἰς τὸ μέλλον ἀληθῆ ἢ ψευδῆ εἶναι λέγουσιν, πότερον δὲ ἔσται μόριον αὐτῶν ἀληθὲς καὶ πότερον ψεῦδος, ἄληπτον εἶναι τῇ φύσει καὶ ἄστατον. τὴν μὲν γὰρ ἀντίφασιν ἐφ' οὐτινοσοῦν χρόνου οὐ κωλύει λέγεσθαι, τὸ 'ἤ ἔσται ἤ οὐκ ἔσται', τῶν δὲ ἐμπεριεχομένων ἐν αὐτῇ μορίων ἑκάτερον οἶον τὸ 'ἔσται' ἤ 'οὐκ ἔσται' ἀφωρισμένως ἐπὶ μὲv τοῦ παρόντος καὶ παρεληλυθότος χρόνου ἤδη ἐστὶν ἤ ἀληθῆ ἤ ψευδῆ· ὅσα δὲ περὶ τοῦ μέλλοντος ἀποφαίνεται, ἥδη μὲν οὐκ ἕστιν ἤ ἀληθῆ ἤ ψευδῆ, ἔσται δὲ ἤ τοῖα ἢ τοῖα. ταῦτα μὲv οὖν ἀρκείτω πρὸς τὸν Νικόστρατον. Συρπληρωθέντος δὲ τοῦ παρὰ Ἀριστοτέλει περὶ τῆς τῶν ἀντικειμένων διαφορᾶς λόγου καλῶς ἄν ἔχοι καὶ τὰ Ἀρχύτου περὶ αὐτῶν ἐν τῷ Περὶ ἀντικειμένων βιβλίῳ ἀρχέτοπα τῶν εἰρημένων ὄντα παραγεγράφθαι, καὶ ψάλιστα, ὅτι οὐδὲ ό θεῖς Ἰάμβλιχος ἀπὸ τούτου τοῦ βιβλίου τι τοῖς ὑπομνήμασιν ἐνεταξεν, καὶ ἴσως οὐκ ἦλθεν εἰς αὐτόν· οὐ γὰρ ἄν αὐτὸ παρῆκεν ὁ τὸ τοῦ Ἀριστοτέλους Περὶ ἀντικειμένων βιβλίον ἐπισκεψάψενος. ἔχει δὲ οὕτως· "καὶ κατὰ νόμον καὶ κατὰ φύσιν ἀντικεῖσθαι ἀλλήλοις λέγεται τὰ μὲν ὡς ἐναωτία, οἶον ἀγαθὸν κακῷ καὶ ὑγιὲς κάμνοντι καὶ ἀληθὲς ψευδεῖ· τὰ δὲ ὡς ἕξις στερήσει, οἷον ζωὰ θανάτῳ καὶ ὅψις τυφλότητι καὶ ἐπιστάμα λάθᾳ· τὰ δὲ ὡς πρός τί πως ἔχοντα, οἷον διπλάσιον ἡμίσει, ἄρχον ἀρχομένῳ καὶ δεσπόζον δεσποζομένῳ· τὰ δὲ ὡς κατάφασις καὶ ἀπόφασις, οἶον τὸ ἄνθρωπον ἦμεν τῷ μὴ ἦμεν καὶ τὸ σπουδαῖον ἦμεν τῷ μὴ ἦμεν". ἐκθέμενος οὕτως τὰς τέσσαρας ἀνιθέσεις ἐπάγει ταῦτα περὶ τῆς διαξορᾶς αὐτῶν· διαφέροντι δὲ ταῦτα ἀλλάλων, ὅτι τὰ μὲν ἐναντία οὑκ ἀναγκαία ὅμα γίνεσθαι οὐδ' ἅμα φθείρεσθαι· ὑγίεια γὰρ νόσῳ ἐναντίον καὶ ἀρεμία κινήσει, ἀλλ' οὔτε ὑγεία νόσῳ συνυπάρχει οὔτε ἀρεμία κινήσει, οὐδὲ μὰν ἅμα γίνεται οὐδὲ μὰν ἅμα φθείρεται ἑκάτερον αὐτῶν· ἕξις δὲ [γενέσιος] καὶ στέρησις διαφέροντι τούτῳ, ὅτι τὰ μὲν ἐναντία μεταβάλλειν πέφυκεν εἰς ἄλλαλα, οἷον τὸ ὑγιὲς ἐς κάμνον καὶ τὸ κάμνον ἐς τὸ ὑγιὲς καὶ τὸ ὀξὺ ἐς τὸ βαρὺ καὶ τὸ | βαρὺ ἐς τὸ ὀξύ, ἕξις καὶ καὶ στέρησις οὐκέτι, ἀλλ᾿ ἕξις μὲν ἔρχεται εἰς τὰν στέρασιν, στέρησις δὲ οὐκ ἔρχεται εἰς τὴν ἕξιν· τὸ μὲν γὰρ ζῷον τὸ δέ γε θνᾷσκον οὐδέποκα ζήσει· ὅλως δὲ ἕξις μέν ἐντι συνοχὰ τῶ κατὰ φύσιν, στέρησις δὲ ἔκλειφις τῶ κατὰ φύσιν. τὰ δὲ πρός τι ἅμα καὶ γίνεσθαι καὶ φθείρεσθαι· ἀδύνατον γὰρ διπλάσιον μὲν ἦμεν, ἡμίσεον δὲ μὴ, ἢ ἡμίσεον μὲν ἦμεν, διπλάσιον δὲ μὴ, καὶ αἴκα τι γένηται διπλάσιον, ἅμα καὶ ἡμίσεον γίνεται, καὶ αἴκα τι φθείρεται διπλάσιον, ἅμα καὶ ἡμίσεον κατάφασις δὲ καὶ ἀπόφασις καὶ † λόγος εἴδεα καὶ μᾶλλόν ἐντι καὶ ἀλαθέος καὶ φευδέος μᾶλλόν ἐντι σημαντικά. τὸ γὰρ ἦμεν ἄνθρωπον ἀληθές ἐστιν, ὅκκα ὑπάρχῃ, ψευδὲς δὲ ὅκκα μὴ ὑπάρχῃ. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τᾶς ἀποφάσιος· καὶ γὰρ αὐτὰ ἀλαθὴς ἢ ψευδὴς παρὰ τὸ πρᾶγμα τὸ σημαινόμενον· ἀληθὴς μέν, ὅκκα ὑπάρχῃ, ψευδὴς δέ, ὅκκα μὴ ὑπάρχῃ ἔτι ἀγαθῶ μὲν καὶ κακῶ μέσον τι, τὸ μήτε ἀγαθὸν μήτε κακόν, καὶ πολλῶ καὶ ὀλίγω τὸ μέτριον, καὶ βραδέος καὶ ταχέος τὸ ἰσοταχές, ἕξιος δὲ καὶ στερήσιος οὐδὲν ἐντι μέσον· ζωᾶς τε γὰρ καὶ θανάτω μμεταξὺ οὐδὲν καὶ ὁράσιος καὶ τυφλότητος, εἰ μὴ τις λέγοι τὸ μήτω γενόμενον ζῷον ἀλλὰ γινόμενον μεταξὺ ἦμεν ζωῆς καὶ θανάτω καὶ τὸ μήπω βλέπον κυνίδιον μεταξὺ ἦμεν τῶ τετυφλῶσθαι καὶ ὁρῆν· οὕτω δὲ λέγων κατὰ συμβεβηκὸς ἀποδώσει τὰν μεσότατ, οὐ κατὰ τὸν οἰκεῖον ὅρον τῶν ἐναντιοτάτων. τὰ δὲ πρός τι ἐπιδέχεται μεσότατας· μεταξὺ γὰρ τῶ δεσπόζοντος καὶ δούλω τὸ ἐλευθέριον καὶ μεταξὺ τοῦ μείζονος καὶ μείονος τὸ ἴσον καὶ μεταξὺ τοῦ πλατέος καὶ στενῶ τὸ ἐφαρμόζον. καὶ τῶν ἄλλων ἐναντίων εὑρεθήσεταί τι μέσον, ἢ καὶ ὠνυμασμένον ἢ καὶ ἀνώνυμον. καταφάσιος δὲ <καὶ ἀποφάσιος> μεταξὺ οὐδέν ἐντι, οἷον τῶν τε ἦμεν ἄνθρωπον καὶ τῶ μὴ ἦμεν ἄνθρωπον καὶ τῶ ἦμεν μουσικὸν καὶ τῶ μὴ μουσικόν. καὶ ἄλλως δὲ ἀνάγκα καταφῆσαι ἢ ἀποφῆσαι λέγοντα περί τινος· καταφῆσαι μέν, ὅκκα τι εἶναι δηλοῖ, οἷον ἄνθρωπον, ἵππον, καὶ συνυπάρχον τι τούτῳ οἷον ἀνθρώπῳ μὲν τὸ μωσικῷ ἦμεν, ἵππῳ δὲ τὸ πολεμιστᾷ· ἀποφῆσαι δέ, ὅκκα μὴ ἦμέν τι δαλοῖτο, οἷον μὴ ἦμεν ἄνθρωπον ἢ μὴ ἦμεν ἵππον, ἢ μὴ συνυπάρχον τι τούτῳ, οἷον μὴ ἦμεν τὸν ἄνθρωπον μουσικὸν ἢ μὴ ἦμεν τὸν ἵππον πολεμιστάν. μεταξὺ δέ γε τᾶς καταφάσιο αὐτᾶς καὶ ἀποφάσιος οὐδέν”. ταῦτα μὲν οὖν καὶ Ἀρχύτας περὶ τῆς τῶν ἀντικειμένων πρὸς ἄλληλα διαφορᾶς ἀνέγραφεν, ἄμα καὶ τὴν φύσιν αὐτῶν παραδεικνὺς ἀκριβέστερον, καὶ τούτοις τὰ ὑπ᾿ Ἀριστοτέλους εἰρημένα ἀκόλουθά ἐστιν, ὡς ἐκ τῶν εἰρημένων δῆλον γέγονεν. ἑξῆς δὲ ὁ Ἀριστοτέλης διαίρεσίν τινα τῶν ἐναντίων προστίθησιν, ἥν καὶ Ἀρχύτας παραδέδωκεν, καὶ μετ᾿ αὐτὴν ἄλλα τινὰ περὶ τῶν ἀναντίων ἐπάγει. ἔχει δὲ οὕτως τὰ [ὑπὸ] τοῦ Ἀριστοτέλους·

---

Simplicius, In Aristotelis Categorias Commentarium, ed. Karl Kalblfleisch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4013.tlg003.local001/.
