# In Aristotelis Categorias Commentarium 11.1

Simplicius, In Aristotelis Categorias Commentarium, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simplicius/in-aristotelis-categorias-commentarium/11.1

p.13b36 Ἐναντίον δέ ἐστιν ἀγαθῷ μὲν ἐξ ἀνάγκης κακὸν ἕως τοῦ ἐπὶ δὲ τῶν πλείστων ἀεὶ τῷ κακῷ ἀγαθὸν ἐναντίον ἐστίν. Ταῦτα τοῖς περὶ τῶν ἐναντίων εἰρημένοις προστίθησιν χρήσιμα ὄντα πρός τε τὴν ὅλην τῶν ἐναντίων θεωρίαν καὶ πρὸς τὴν τῶν τόπων εὕρεσιν· ἔστιν δὲ ταῦτα, ὅτι τῷ μὲν ἀγαθῷ κακὸν πάντως ἐναντίον, τῷ δὲ κακῷ ποτὲ μὲν ἀγαθόν, ποτὲ δὲ κακόν· δεύτερον ὅτι οὐκ ἀνάγκη τοῦ ἑτέρου τῶν ἐναντίων ὄντος καὶ τὸ ἕτερον πάντως εἶναι, ἐπὶ μέντοι τῶν ἀντόμων πάντως οὐκ ἔστιν· τρίτον ὅτι περὶ ὑποκείμενον τὸ αὐτὸ ἢ τῷ γένει ἢ τῷ εἴδει ἐστὶν τὰ ἐναντία, καὶ τέταρτον ὅτι τὰ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει ἐστὶν ἢ ἐν ἐναντίοις γένεσιν, ἢ αὐτὰ γένη ἐστίν. τούτων δὲ τοῦ μὲν πρώτου τοῦ ὅτι ἀγαθῷ κακὸν ἐξ ἀνάγκης ἐναντίον ἐστὶν δι᾿ ἐπαγωγῆς τὴν πίστιν ἐποιήσατο· διὰ γὰρ ὑγείας καὶ νόσου καὶ δικαιοσύνης καὶ ἀδικίας τὸ καθόλου κατεσκεύασεν. τὸ δὲ ὅτι τῷ κακῷ ποτὲ μὲν ἀγαθὸν ἐναντίον, ποτὲ δὲ κακὸν ἀπὸ τῶν κατ᾿ ἔνδειαν καὶ ὑπερβολὴν καὶ μεσότητα συνελογίσατο· τῇ γὰρ ἐνδείᾳ ἣ τε μεσότης ἐναντιοῦται καὶ ἡ ὑπερβολή, ὡς τῇ δειλίᾳ καὶ ἡ ἀνδρεία καὶ ἡ θρασύτης, καὶ τῇ ψυχροτέρᾳ τοῦ σώματος ἀσυμμετρίᾳ ἥ τε σύμμετρος κρᾶσις καὶ ἡ θερμοτέρα. ἐν δὲ τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ προσέθηκεν τοῖς τρόποις τούτοις τῶν ἐναντιώσεων καὶ τὸν τῶν μήτε ἀγαθῶν μήτε κακῶν πρὸς τὰ μήτε ἀγαθὰ μήτε κακά, οὕτως λέγων τὸ λευκὸν τῷ μέλανι καὶ τὸ τὸ γλυκὺ τῷ πικρῷ καὶ τὸ ὀξὺ τῷ βαρεῖ καὶ τῇ κινήσει τὴν στάσιν ἐναντιοῦσθαι. Ἀλλὰ πῶς ἓν ἑνὶ δοκεῖ ἐναντίον εἶναι, νῶν δὲ τῷ κακῷ δύο φησὶν ἐναντία εἶναι, τὸ τε ἀγαθὸν καὶ τὸ ἀντικείμενον κακόν, ὡς τῇ θρασύτητι ἥ τε ἀνδρεία καὶ ἡ δειλία, καὶ τῷ ἀγαθῷ δύο κακὰ φαίνεται ἐνατία, ὡς τῇ ἀνδρείᾳ ἡ θρασύτης καὶ ἡ δειλία καὶ τῇ μεσότητι ἣ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις; ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, ὡς εἰ μὲν κατὰ τὸ αὐτ[ο τῇ θρασύτητι ἑκατερον ἀντέκειτο, ἄτοπος ἂν ἦν ὁ λόγος· εἰ δὲ ὡς μὲν κακῷ τὸ ἀγαθὸν ἀντίκειται καὶ ὡς ἀσυμμέτρῳ τὸ σύμμετρον, ἓν ἑνί, ὡς δὲ ὑπερβολῇ τῇ θρασύτητι ἀντίκειται ἡ ἔλλειψις ἡ ἰατὰ τὴν δεικίαν, οὐδὲν ἄτοπον. τρὸς δὲ τὸ δεύτερον, ὅτι καὶ ὡς ἀγαθῷ ἓν ἐστιν ἀντικείμενον τὸ κακὸν καὶ ὡς συμμέτρῳ ἓν τὸ ἀσύμμετρον, ὅπερ κοινῶς καὶ ἐν ὑπερβολῇ θεωρεῖται καὶ ἐν ἐλλείψει. οὐ | γὰρ ὡς ὑπερβολὴ καὶ ἔλλειψις πρὸς τὸ σύμμετρον ἀντίκειται, ἀλλ᾿ ὠς ἀσυμμετρία· ἡ δὲ ἔλλειψις πρὸς τὴν ὑπερβολὴν κατὸ τὸ ποσὸν ἀντίκειται καὶ γὰρ καὶ τὰ πάθη, καθ᾿ ὅσον ἐστὶ διαιρετά, πεσόν εστι. καὶ Ἀριστοτέλης δὲ ἐνδείκνυται τὴν κατ᾿ κατ᾿ καὶ ἄλλο ἀντίθεσιν εἰπών· κακῷ δὲ ὁτὲ μὲν ἀγαθ[ον ἐστιν ἐναντίον, ὁτὲ δὲ κακόν· οὐ γὰρ ταὐτὸν τοῦτο τῷ ‘καὶ ἀγαθὸν καὶ κακόν’, ἀλλά μᾶλλον τῷ ‘κατὰ μὲν τό, ἀγαθόν, κατὰ δὲ τὸ, κακόν’. ὥστε τοῖς μὲν ἄκροις δύτο τὰ ἐναντία, τὸ μὲν ἕτερον ἄκρον κατὰ τὸ ποσόν, τὸ δὲ μέσον κατὰ τὸ ποιόν, ὡς σύμμετρον ἀσυμμέτρῳ τὸ γὰρ μέσον ποσὸν οὐκ ἔστιν τῷ ἄκρῳ ἐναντίον ὡς ποσόν· οὐ γὰρ πλεῖστον διεστήκατον κατὰ ποσόν), τῷ δὲ μέσῳ ὡς ἓν ἄμφω τὰ ἄκρα ἐναντία· ὡς γὰρ ἀσύμμετρον πρὸς σύμμετρον καὶ ὡς κακία πρὸς ἀρετὴν. Νικόστρατος δὲ αἰτιᾶται ἓν μὲν ὅτι ἀτελῶς ἔχει ἡ τῶν ἐναντίων διαίρεσις· οὐ γὰρ προσέθηκεν ὅτι ἀδιάφορον ἀδιαφόρῳ ἀντίκειται. ὅπερ ἐν μὲν τῷκ Περὶ τῶν ἀντικειμένων βιβλίῳ προσέθηκεν εἰπὼν εἶναί τινα τρόπον ἀντιθέσεως τῶν μήτε ἀγαθῶν μήτε κακῶν πρὸς τὰ μήτε ἀγαθὰ μήτε κακά, ὡς εἴρηται πρότερον· ἀδιαφορα δὲ αὐτὰ οὐκ ἐκάλεσεν, ὡς οἶμαι, διότι νεύτερον ἦν τὸ τοῦ ἀδιαφόρου ἄνομα παρὰ τῶν Στωικῶν τεθέν. ἐνταῦθα δὲ αὐτῶν οὐκ ἐμνήσθη, διότι ἀμφισβητήσιμον ἦν, μμήποτε οὐ μόνον ἀδιάφορον φορον ἀδιαφόρῳ, ἀλλὰ καὶ ἀδιάφορον κακῷ ἀντίκειται, ὡς δοκεῖ τὸ τεχνικὸν μέσον ὂν τῷ ἀτέχνῳ κακῷ ὄντι ἐναντιοῦσθαι καὶ τὸ τὸ νήφειν μεθύειν, καὶ αὖ πάλιν ἀγαθῷ ἐναντίον, μέσον ὡς τὸ οἰνῶσθαι τῷ νήφειν. ἀκατ- ἀλληλος δὲ ἡ λῆψις· καὶ γὰρ τὸ ἄτεχνον μέσον, εἴπερ καὶ ἐπὶ παίδων λέγεται, καὶ τὸ νήφειν διττόν, τὸ μὲν ἀγαθόν, το δὲ μέσον, ὅταν τὸ μὴ οἰνῶσθαι δηλοῖ καὶ τὸ μεθύειν τὸ μὲν κακόν, τὸ δὲ μέσον, ὅταν τὸ οἰνῶσθαι δηλοῖ, καὶ οὕτως μέσα μὲν μέσοις, ἀγαθὰ δὲ κακοῖς ἀντιτιθέναι προσήκει. ἅπερ ἢ ἀνεξέταστα καταλιμπάωνω ἄτοπον ἐποίει μνημονεύσας ὅλως ἢ ἐξετἀζων μῆκος ἐπεισῆγεν ἀσύμμετρον τῇ εἰσαγωηῆ. ἕτερον δὲ αἰτιᾶται ὁ αὐτὸς ἀνὴρ πειρώμενος καὶ ἀγαθὸν ἀγαθῷ δεικνύναι ἐναντίον· τὴν γὰρ φρονίμην περιπάτησιν τῇ φρονίμῃ στάσει ἐναντίαν φησὶν καὶ τὴν φρονίμην ἡδονὴν τῇ φρονίμῃ λύπῃ, τἆλλα καὶ τὰ τοιαῦτα, ἅπερ καὶ ἐναντίως λέγεσθαι δοκεῖ. ἀλλ᾿ οὐκ ἔστιν ἐναντία συμφωνοῦντα πρὸς τὸν ἕνα σκοπὸν καὶ τὸ ἓν τέλος τοῦ ἄμφω ποιοῦντος ἐμφρόνως. εἰ δὲ καὶ ἔστιν ὅλως ἐν τούτοις ἐναντίωσις, οὐχ ὡς ἀγαθοῦ πρὸς ἀγαθός ἐστιν, ἀλλ᾿ ὡς μέσου πρὸς μέσον· ὡς γὰρ περιπάτησις πρὸς στάσιν καὶ ὡς ἡδονὴ πρὸς λύπην ἀντίκειται. Ζητήσοι δὲ ἄν τις, διὰ τί κακῷ μὲν κακὸν ἀντίκειται καὶ μέσῳ μέσον, ἀγαθῷ δὲ ἀγαθὸν οὐκ ἐναντιοῦται. καὶ ῥητέον ὅτι τὸ μὲν ἀγαθὸν ἕν ἐστι καὶ ἁπλοῦν, τὸ κακὸν ποικίλον. ὥσπερ οὖν πανταχοῦ τὸ μὲν τυχεῖν καθ᾿ ἓν γίνεται, κατὰ τὴν εἰς τὸν σκοπὸν βολήν, τὸ δὲ ἀποτυχεῖν κατὰ πολλά, κατὰ γὰρ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας, οὕτως τὸ μὲν ἀγαθὸν ἓν ὂν οὐκ ἐναντιοῦται πρὸς ἑαυτό, τὸ δέ κακὸν ποικίλον ἂν ἐναντιοῦται. τὸ δὲ μέσον οὐδὲ αὐτὸ ὡς μέσον ἐνατιοῦται, ἀλλὰ καθ᾿ ἣν ἔχον φύσιν μέσον ἐστίν· ὡς γὰρ λευκὸν μέλανι καὶ γλυκύ πικρῷ τὸ μέντοι κακὸν οὐ κατ ἄλλο, ἀλλὰ κατὰ τὴν ὑπερβολὴν πᾶς ἔλλειψιν, καθ᾿ ἣν καὶ ἀσύμμετρα καὶ κακά ἐστιν. ὡςσπερ δὲ δὲ δύο ἀληθῆ οὐκ ἀντίκειται, ψευδῆ δὲ δύο ἀντίκειται. ὡς ἐπὶ τῆς ἐνδεχομένης ὕλης τὸ πᾶς καὶ οὐδείς, οὕτως ἀγαθῷ μὲν ἀγαθὸνκ οὐ μάχεται, κακῷ δὲ κακὸν μάχεται. διόπερ οἰκονομία μὲν καὶ ἐλευθερία οὐ μάχοναι, καίτοι ἡ μὲν σῴζειν βούλεται τὰ χρήματα, ἡ δὲ προΐεσθαι, ἀλλ᾿ ἄμφω τοῦ καιροῦ στοχαζόμεναι συνάπτονται κατὰ τὸ ἀγαθόν· θρασύτης δὲ καὶ δειλία μάχονται. Καὶ ταύτην δὲ τῶν ἐναντίων τὴν διαφορὰν ὁ Ἀριστοτέλης τῷ Ἀρχύτᾳ κατακολουθῶν προτέθεικεν. γράφει γὰρ οὕτως ἐκεῖνος ἐν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ [τάδε]· “ἔτι τῶν ἐναντίων διαφοραί τρεῖς· τὰ γὰρ ὡς ἀγαθὸν κακῷ ἀνντίκειται, οἷον ὑγίεια νόσῳ, τὰ δὲ ὡς κακὸν κακῷ, οἰον ἀνελευθερία ἀσωτίᾳ, τὰ δὲ ὡς οὐδέτερον οὐδετέρῳ, οἷον λευκὸν μέλανι, βαρὺ κούφῳ”, τὸ παρὰ τοῖς νεωτέροις ἀδιάφορον οὐδέτερον καλέσας αὐτός, ὡς Ἀριστοτέλης τῇ τῶν ἄκρων ἀποφάσει οὔτε ἀγαθὸν οὔτε κακὸν αὐτὰ Γ καλεῖ. ἐπ’ ὀλίγων δὲ, φησί, τὴν τοῦ κακοῦ πρὸς τὸ κακὸν ἐαντίωσιν ἔστιν ὁρᾶν· ἐπ᾿ ἐκείνων γὰρ μόνων, ἐφ᾿ ὧν τὸ μὲν ἀγαθὸν ἐν μεσότητι θεωρεῖται, τὸ δὲ κακὸν ἐν ὑπερβολῇ καὶ ἐλλείψει, καὶ ἐπὶ τούτων δὲ αὐτῶν ἄμφω ὡς ἓν κακὸν πρὸς τὸ ἀγαθὸν ἀντίκειται. ζητεῖν κὲ ἄξιον οἶμαι, εἰ μὴ πᾶν ἀγαθὸν ἔχον ἀντικείμενον κακὸν ἐν συμμετρίᾳ θεωρεῖται καὶ πᾶν κακὸν ἐν ἀσυμμετρίᾳ (εἰ γὰρ τοῦτο, οὐκ ἐπ᾿ ὀλίγων ἐστὶν καὶ ἡ κακοῦ πρὸς κακὸν ἀντίθεσις· ἡ γὰρ ἀσυμμετρία κατὰ ὑπερβολὴν γίνεται ἰαὶ ἔλλειψιν, απερ ἀντίκειται ἀλλήλοις ὡς κακά) ἢ πολλὰ καὶ τὰ μὴ οὕτως. p. 14a7 Ἔτι δὲ τῶν ἐναντί|ων οὐκ ἀναγκαῖον, ἂνκ θάτερον ᾖ, καὶ τὸ λοιπὸν εἶναι ἕως τοῦ οὐκ ἂν εἴη τὸ νοσεῖν Σωκράτη. Δεύτερον θεώρημα περὶ τῶν ἐναντίων παραδίδωσιν, ᾧ πρότερον ἐχρησάμεθα τὴν διαφορὰν τῶν ἐναντίων πρὸς τὰ πρὸς τι δηλοῦντες, διότι ἐπὶ μὲν τῶν ἄνευ συμπλοκῆς ἐναντίων οὐκ ἀναγκαῖον, ἂν θάτερον ᾖ, καὶ τὸ λοιπὸν εἶναι (οὐ γὰρ εἰ ὐγεία ἔστιν, ἀνάγκη καὶ νόσον εἶναι), δὲ πρός τι ἅμα συνυπάρχει. ἐπὶ δὲ τῶν συνειλημμένων ἐναντίων ταῦτα δέ ἐστιν τὰ ἄτομα, ὡς ὅταν λέγω | Σωκράτη ὑγιαίνειν, Σωκράτη νοσεῖν), ἐπὶ τούτων οὐκ ἐνδεχομένως ἀλλὰ ἀναγκαίως θάτερον μόνον ὑπάρχει. τοῦτων δὲ τὸ πρῶτον Ἀριστοτέλης μὲν καθ᾿ ὑπόθεσιν ἔλαβεν τὸ πάντας ὑγιαίνειν καὶ πάντας λευκοὺς γενέσθαι, τὸ μὴ ἐξ ἀλλήλων ἡρτῆσθαι τἀναντία ὥσπερ τὰ πρός τι δηλῶν. οὐ συχωρήσουσι δὲ ὅσοι τἀναντία ἀρχὰς ἔθεντο, οἵ τε ἄλλοι καὶ οἱ Ἡρακλείτειοι· εἰ γὰρ τὸ ετερον τῶν ἐναντίων ἐπιλείψει, οἴχοιτο ἂν πάντα ἀφανισθέντα. διὸ καὶ μέμφεται τῷ Ὁμήρῳ Ἡράκλειτος εἰπόντι· ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ᾿ ἀνθρώπων ἀπόλοιτο· οἰχήσεσθαι γάρ φησιν πάντα. ἐν μέντοι τῷ ἑξῆς οὐ τοῦτο δείκνυται, τὸ μὴ ἅμα ὑιπάρχειν τἀναντία ἐν τῷ κόσμῳ, ἀλλ᾿ ὅτι οὐχ ἅμα οἷόν τε τὸν Σωκράτη νοσεῖν καὶ ὑγιαίνειν, οὐδὲν δὲ κωλύει ἄλλου ωοσοῦντος ἄλλον ὑγιαίνειν. εἰ δὲ συμφωνεῖν τις τῷ προτέρῳ καὶ τοῦτον βούλοιτο τὸν λογον, οὕτως ἂν ἐκδέξαιτο· ὡς γὰρ μὴ ἐνδέχεται ἅμα ὑγιαίνειν τὸν Σωκράτη καὶ νοσεῖν, οὐδὲ ἄΜ οὐδένα εἰ ὐγιαίνοι ἐγχωρεῖ νοσεῖν. εἰ πάντες οὖν ὑγιαίνοιεν καθ᾿ ὐπόθεσιν, οὐκ ἂν εἴη νόσος οὐδαμοῦ. Εἰπόντος δὲ αὐτοῦ περὶ τὸ αὐτὸ τῷ ἀριθμῷ μὴ ἂν τάναντία γενέσθαι, ἀντιτίθενταί τινες τὸ ἡδονὴν καὶ λύπην ἅμα γίνσθαι ἐπὶ τοῦ θερμὸν γλυκὺκ πίνοντος. ἢ πρῶτον μὲν οὐ κατὰ τὸ αὐτὸ συμβαίνει, ἀλλ᾿ ἡ μὲν ἁφὴ ἀνιᾶται, ἡ δὲ γεῦσις ἥδεται. ἔπειτα δὲ ἐκ τοῦ συνυπάρχειν ἀλλήλοις ἡδονὴν καὶ λύπην ἐν τῷ διψῶντι καὶ πίνοντι δείκνυσιν ὁ Πλάτων, εἴ τι μέμνηαι, ὅτι οὐκ ἔστιν ταῦτα ἀγαθὸν καὶ κακόν· οὐδὲ γὰρ ἐναντία. ὁ δὲ Ἰάμβλιχος ἐπὶ πὰντων τῶν ἐναντίων ἐκτείνων τὸν λόγον τὰ μὲν μίγνυσθαί φησιν τῶν ἐναντίων, ὡς λευκὸν καὶ μέλαν ἐν τῷ φαιῷ καὶ γλυκὺ καὶ πιδρὸν ἐν τῷ ἀψινθάτῳ, τὰ δὲ ἄματα εἶναι, ὡς ὑγείαν καὶ νόσον, τῶν ἰατρῶν καὶ ταύ΄τας ἐν τῇ οὐδετέρᾳ λεγομένῃ καταστάσει μιγνύντων. “ἔτι δέ, φησί, τῶν ἐναντίων ὅσα γεννᾷ τι ἕν, τοῦτο τὸ γεννηθὲν ὅπου μὲν τοῦ μὲν μᾶλλόν ἐστι τῶν γεννησάντων, τοῦ δὲ ἧττον, ὡς τὸ φαιόν, ὅπου δὲ ἀμφοῖν μεῖζον, ὡς τὸ ἐκ μείζονος καὶ ἐλάττονος συντιθέμενον, ὅπου δὲ ἀμφοῖν ἔλαττον, ὡς τὸ ἐξ εὐθέος καὶ καμπύλου· καὶ γὰρ τοῦ εὐθέος ἧττόν ἐστιν εὐθὺ καὶ τοῦ κσμπύλου ἧττον καμπύλον”. p. 14a15 Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτὸν ἢ εἴδει ἢ γένει πέφυκεν γίνεσθαι τἀναντία ἕως τοῦ δικαιοσύνη δὲ καὶ ἀδικία ἐν ψυχῇ. Ἐπειδὴ περὶ τῶν ἐμμέσων καὶ ἀμέσων ἐναντίων λέγων ἐχχρήσατο τῷ “ἐν πέφυκεν γίνεσθαι ἢ ὧν κατηγορεισθαι”, διδάσκει, τίνα ἐστὶν τὰ ἐν οἷς πέφυκεν γίνεσθαι τὰ ἐναντία· τριχῶς δὲ τοῦ ταὐτοῦ λεγομένου, ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ, ἐν τοῦς αὐτοῖς τῷ γένει καὶ ἐν τοῖς αὐτοῖς τῷ εἴδει λέγει γίνεσθαι. ὅταν μὲν γὰρ τὸ σῶμα ἁπλῶς λάβωμεν περὶ ὃ τἀναντία λευκότης καὶ μελανία, γένος τὸ αὐτὸ ἐλάβομεν· ἐὰν δὲε ζῴου σῶμα ἐν ᾧ νόσος καὶ ὐγεία, εἶδος ἐλάβομεν ὐπὸ τὸ γένος. κἂν μὲν πάσας ψυχὰς ὡς τῷ γένει τὰς αὐτάς, ἔσται περὶ αὐτὰς ἐνατία τὸ λογικὸν καὶ τὸ ἄλογον· ἂν δὲ τὰς ἀνθρωπίνας ψυχὰς ὡς εἶδος, ἔσται περὶ αὐτὰς ἀρετὴ καὶ κακία. περὶ μέντοι τὸ αὐτὸ τῷ ἀριθμῷ γίνεσθαι τάναντία οὐ προσέθηκεν· τινὲς μὲν γὰρ ὠρισμένως τὴνδε τὴν φρόνησιν, οἷον τὴν Σόλωνος, τῇ αὐτοῦ ἀφροσύνῃ εἴπερ γένοιτο ἐναντίαν εἶναί ψσαιν καὶ τὴν τοῦδε ὑγείαν τῇ αὐτοῦ ἐκείνου νόσῳ ἀλλ᾿ οὐ τὴν τυχοῦσαν τῇ τυχούσῃ, οὐ μέντοι ὁ Αριστοτέλης οὕτως ἔοικεν τίθεσθαι· διὸ ἐν γένει μόνῳ καὶ ἐν εἴδει τῷ αὐτῳ εἶπεν γίνεσθαι τὰ ἐναντία. καὶ Ἰάμβλιχος δδέ ἀκολουθῶν φησιν μὴ λέγεσθαι ἰατὰ δεῖξιν τήνδε τὴν φρόνησιν τῇδε τῇ ἀφροσύνῃ ἐναντίαν, ἀμέσως δὲ φρόνησιν ἀφροσύνῃ. κἂν ἐπὶ τινος δὲ τῶν ἀτόμων ὠρισμένως τὰ ἐναντίά λέγηται, ἀλλὰ καὶ ἀναφορὰν τὴν ἐπὶ τὰ ἄμεσα· τί γὰρ μᾶλλον τῇ ἐν τούτῳ ἢ τῇ ἐν τούτῳ φρονήσει ἠ ἀφροσύ΄νη ἐναντίον ἐστίν; μήποτε δὲ ἔστιν τις καὶ ἐν τούτοις ἀντίθεσις, εἴπερ καὶ αἱ ἀρεταὶ καὶ αἱ κακίαι πρὸς τὰς ἐχούσας ψυχὰς ἰδιοτροποῦνται, καὶ ὑγεῖαι καὶ νόσοι πρὸς τὰ ἔχοντα σώματα. πῶς δὲ ἂν οὐκ εἴποι ὁ Ἀριστοτέλης καὶ περὶ ταὐτὸν τῷ ἀριθμῷ γίνεσθαι τὰ ἐναντία, εἴπερ τῆς οὐσίας τὸ ἴδιον τοῦτο ἀφωρίσατο καὶ αὐτὸς, τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ μένουσαν τῶν ἐναντίων εἶναι δεκτικήν; ἢ οὐχὶ τὸ ὑποκείμενον τοῖς ἐναντίοις βούλεται ὁ Ἀριστοτέλης μὴ εἶναι ἓν ἀριθμῷ, ἀλλ᾿ ἴσως ὡς ἐν τοῖς περὶ τῆς οὐσίας λόγοις εἰρημένον σαφῶς νῦν παραλέλειπται, ἀλλ᾿ εἴπερ ἄρα τὸ] τὰ ἐναντία κἂν ἐν τοῖς ἀτόμοις γένηται, μὴ κατὰ τὸ ἄτομον αὐτὰ τὴν ἐναντίωσιν ἔχειν· μὴ γὰρ ὅτι ἥδε ἡ φρόνησις καὶ ἥδε ἡ ἀφροσύνη, ἀλλ᾿ ὅτι φρόνησις, ἀφροσύνη. οὕτως δὲ καὶ τὸ παρὰ Ἰαμβλίχου λεγόμενον εὐθετιστέον. δῆλον δὲ ὅτι περὶ μὲν τὸ ταὐτὸν τῶ γένει καὶ περὶ τὸ ταὐτὸν τῷ εἴδει οὐ μόνον ἅμα γίνεται τὰ ἐναντία, ἀλλὰ καὶ ἔστιν ἅμα, διότι δυνατὸν ἐν ἄλλῳ καὶ ἄλλῳ συνεστάναι· περὶ δὲ τὸ αὐτὸ τῷ ἀριθμῷ ἀδύνατον εἶναι ἅμα, ἀλλ᾿ ἀνὰ μέρος. p. 14a19 Ἀναγκαῖον δὲ πάντα τὰ ἐναντία ἕως τοῦ ἀλλ᾿ αὐτὰ τυγχάνει γένη ὅντα. Τέταρτον θεώρημα παραδίδωσιν ὅτι πάντα τὰ ἐναντία ἢ ὑπὸ τὸ αὐτὸ γένος ἐστίν, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὸ χρῶμα, ἢ ὐπὸ ἐναντία γένη, ὡσπερ δικαιοσύνη καὶ ἀδικία, εἴπερ τῆς μὲν ἀρετή, τῆς δὲ κακιία τὸ γένος, ἢ αὐτὰ γένη ἐΜ, ὥσπερ τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἃ οὐκ ἔστιν ἐν γένει ἄλλῳ, ἀλλ᾿ αὐτὰ τυγχάνειγέηνένη ὄντα. ταύτης ταύτης δὲ τῆς διαιρέσεως ὁ Νικόστρατος λαμβάνεται, | ἀνύπαρκτον λέγων τὸ τρίτον ἐν αὐτῇ τμῆμα· μὴ γὰρ εἶναί τινα ἐναντία, ἅπερ ἐστὶν μόνον γένη, οὐχί δὲ καὶ εἴδη τινὸς ἢ τινῶν. “αὐτίκα γοῦν τὸ ἀγαθ[ον καὶ τὸ κακὸν ὑπὸ τὴν ποιότητα τάττεται, καὶ ἤτοι τὴν διαθεσιν ἢ τὴν ἕξιν. ἄλλως δὲ πῶν ἐναντίον ἤτοι ὑπό τι τῶν δέκα γενῶν ταχθήσεται καὶ ἔσται πάντως ὐπὸ γένος καὶ μάτην εἴρηται τὸ αὐτὰ γὲνη εἶναι, ἢ ἔξω τῶν δέκα κατηγοριῶν ἐστιν καὶ ἀτελὴς ἔσται ἡ εἰς δέκα διαίρεσις”. ταύτην δὲ τὴν ἀπορίαν καλῶς ὁρμηθεῖσαν οἱ περὶ τὸν Πορφύριον λόυσι λέγοντες τῶν ἐναντίων τὰ μὲν ὁμωνυμα εἶναι, τὰ δὲ οὐχ ὁμώνυμα, καὶ ὅτι “τὰ μὲν μὴ ὁμώνυμα διεῖλεν εἴς τε τὰ ὑφ᾿ ἓν γένος τεταγμένα καὶ εἰς τὰ ὐπ᾿ ἐναντία γάνῃ, τὰ δὲ γε ὁμωνύμως μὴ ὑφ᾿ ἓν γένος ὄντα, κατὰ πολλῶν δὲ λεγόμενα, διότι ἔοικεν τὰ γένη τοῖς ἀφ᾿ ἑνὸς ὁμωνύμοις, αὐτὰ γένη φησὶν εἶναι. τοιοῦτον δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν· ὁμώνυμον γὰρ τὸ ἀγαθόν· καὶ γὰρ ἐν οὐσίᾳ, ὡς θεός, καί ἐν ποιότητι, ὡς ἀρετή, καὶ ὡς ποσὸν δὲ, ὡς τὸ σύμμετρον, καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις”. ἀλλ᾿ οἱ οὕτως λέγοντες πρῶτον μὲν τὸ γένος ακύρως εἰρῆσθαι ἐπὶ ὁμωνύμου φωνῆς λέγουσιν, ἔπειτα οὐ προσποιοῦνται τὸ ποιότητας εἶναι τὸ ἀγαθὸν καὶ τὸ κακόν. ἄλλοι δὲ ἰδιοτρόπως τὴν λέξιν ἐξηγοῦνται λέγοντες μηδὲν ἄλλο δηλοῦσθαι ἐν τῷ ἀγαθὸν δὲ καὶ κακὸν οὐκ ἔστιν ἐν γένει, ἀλλ᾿ αὐτὰ τυγχάνει γένη τινῶν ὄντα ἢ ὅτι τὸ ἀγαθὸν καὶ τὸ κακὸν οὐκ ἔστιν ὑπ᾿ ἐναντία γένη, ἀλλ᾿ αὐτὰ γένη ἐστὶν ἐναντία· κἂν γὰρ ὑπὸ τὸ ποιόν ἐστιν, τὸ ποιὸν οὐκ ἔστιν ἐναντίον ἄλλῳ γένει. βεβίασται δὲ καὶ αὕτη ἡ λύσις· οὐδὲν γὰρ διοίσει ἡ τρίτη διαφορὰ τῆς πρώτης, εἴπερ ἐναντία ὄντα τὸ ἀγαθὸν καὶ τὸ κακὸν ὑφ᾿ ἕν ἐστι γένος. Θεόφραστος δὲ ἐν τοῖς ἑαυτοῦ Τοπικοῖς τάδε γέγραφεν ἀπορώτερον ἔτι ποιοῦντα τὸν λόγον· “ἐπεὶ δὲ ἐναντίαι τῶν ἐναντίων αἱ ἀρχαί, δῆλον ὅτι οὐδὲ ἐν ἑνὶ γένει ταῦτα, καθάπερ οὐδὲ τὸ ἀγαθὸν καὶ τὸ κακὸν καὶ κίνησις καὶ στάσις. εἴη δ᾿ ἂν καὶ ὑπεροχὴ καὶ ἔλλειψις ἐναντία γε καὶ ἀρχαί, καὶ εἶδος καὶ στέρησις”. πρὸς δὴ ταῦτὰ φησιν Ἰάμβλιχος, ὡς “εἰ τῶν ὄντων δέκα γένη καὶ πάντα τἀναντία ὑπὸ ἤτοι πάντα ὐφ᾿ ἓν γένος ταχθήσεται ἢ ἄλλο ὑπ᾿ ἄλλο, ἣ πολλαχῶς ἔσται ἐναντία, ἑκάστου ὑπὸ πλείονα γένη ταττομένου”. ἢ οὐχ ἁπλῶς φησιν οὐδὲ ἐν ἑνὶ γένει εἶναι τὰ ἐναντία ὡς γένη τὰς κατηγορίας λέγων, ἀλλ᾿ ὅτι οὐκ ἔστιν γὲνη αὐτῶν ἄλλα ὡς εναντία· ἀρχαὶ γὰρ τῶν ἐναντίων αὗται καὶ ὑπὸ ταῦτα τὰ αλλα τέτακται, ἐπεὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειφιν εἶδεν καὶ αὐτὸς ὑφ᾿ ἓν γένος τὸ ποσὸν τεταγμένα ὡς ὑπὸ μίαν κατηγορίαν, ὡς δὲ ἐναντία καὶ ἐναντίων ἀρχὰς οὐ βούλεται ὑπὸ ἄλλα ἐναντία τετάχθαι. ἢ καὶ τὰ πρῶτα ἐναντία οὐ χυρίως γένη, καὶ τοῦτό ἐστιν τὸ ‘οὐδὲ ἑνὶ γένει ταῦτα’· καὶ γὰρ τὰ παραδείγματα οἷς ἐπ᾿ αὐτῶν χρῶνται τοιαῦτα ὡς ἔχειν ἐν αὑτοῖς τὸ πρότερον καὶ ὕστερον. “μήποτε οὖν φησὶν Ἰάμβλιχος, τῇ Πυθαγορικῇ διατάξει περὶ τῆς τοῦ ἀγαθοῦ καὶ κακοῦ συστοιχίας ἀκολουθεῖ νῦν Ἀριστοτέλης, τὰς ἐναντίας παρ᾿ ἐκείνοις ἀρχὰς γένη καλέσας, ὥστε τὴν τρίτην ταύτην τῶν ἐναντίων διαφορὰν προκεῖσθαι κατὰ δόξαν μᾶλλον”. ἀλλ᾿ ἐπιστήσοι ἄν τὶς ποτε, πῶς ἔτι ἀληθὴς ἐκεῖνος τῶν ἐναντίων ὁ λόγος ὀ λέγων ἐναντία εἶναι τὰ πλεῖστον ἀλλήλων ὑπὸ τὸ αὐτὸ γένος διεστηκότα, εἴπερ μὴ μόνον ὑπὸ τὸ αὐτὸ ἀλλὰ καὶ ὑπὸ ἐναντία γένη ἐστίν, ἵνα τὸ τρίτον ὡς κατὰ δόξαν προστεθὲν παραλίπω. ἢ ὁ μὲν λόγος τὴν εἰς ἕν ὁπωσοῦν ἀναφορὰν περιεῖχεν, ἡ δὲ ἐνταῦθα διαφορὰ κατὰ τὸ προσεχὲς εἴληπται, διότι τὰ μὲν προσεχῶς ὑφ᾿ ἓν γένος τέτακται, ὡς λευκὸν καὶ μέλαν ὑπὸ τὸ χρπωμα, τὰ δὲ προσεχῶς ὑπὸ ἐναντία, ὡς δικαιοσύνη καὶ ἀδικία ὑπὸ ἀρετὴν καὶ κακίαν, διὰ τούτων δὲ ὑπὸ τὸ ἢ τὴν ἕξιν ἢ τὴν διάθεσινκ ἢ αὐτὴν τὴν ποιότητα. Ὁ μέντοι Ἀρχύτας μηδὲ ταύτην παραλιπὼν τῶν ἐναντίων τὴν διαφορὰν ἀσφαλέστερον αὐτὴν ἔοικεν ἐκθέσθαι λέγων οὕτως· “ἔτι τῶν ἐναντίων ἃ μὲν ἐν γένεσι γενῶν ἐγγίνεται· ἀγαθὸν γὰρ κακῷ ἐναντίον, καὶ γένος τὸ μὲν ἀγαθὸν τῶν ἀρετῶν, τὸ δὲ κακὸν τῶν κακιῶν· ἃ δὲ ἐν γε΄νεσιν εἰδῶν· ἀρετὰ γὰρ καὶ κακία ἐναντίον, καὶ γένος ἁ μὲν ἀρετὰ φρονάσιος καὶ σωφροσύνας, ἁ δὲ καὶ τᾶς ἀφροσύνας καὶ ἀκολασίας· ἃ δὲ ἐν εἴδεσιν· ἐναντία γὰρ ἀνδρεία δειλίᾳ καὶ δικαιοσύνα ἀδικίᾳ, καὶ ἔντι εἴδεα δικαιοσύνα μὲν καὶ ἀνδρεία τᾶς ἀρετὰς, ἀλδικία δὲ καὶ ἀκολασία τᾶς κακίας”. ἐν δὲ τούτοις Ἀρχύτας τῶν ἐναντίων τὰ μὲν γὰνη γενῶν εἶπεν οὐ χωλυόμενα οὐδὲ αὐτὰ ὑφ᾿ ἕν τι γένος ἀνάγεσθαι, ὡς τὸ ἀγαθὸν καὶ τὸ κακὸν ὐπὸ τὴν ποιότητα, τὰ δὲ γένη εἰδῶν, τὰ δὲ εἴδη, καὶ προστίθησιν αὐτός, ὅτι καὶ τὰ πρῶτα γένη πώτως καὶ εἴδη ἐστίν· “οὐ, γὰρ φησιν, γένη μόνον ἐντί, ἀλλὰ καὶ εἴδεα”. Ἀλλ᾿ ἐπεὶ τὸν περὶ τῶν ἐναντίων καὶ τῶν ἀντικειμένων ὅλων συνεπερανάμεθα λόγον, καλῶς ἂν ἔχοι το τηλικοῦτον ζήτημα μὴ παραλιπεῖν. ὁ γὰρ Ἀριστοτέλης πανταχοῦ ἐν τούτοις καὶ πρὸ τοῦ Ἀριστοτέλους Ἀρχύτας ἐναντίων παραδείγματα τὸ ἀγαθὸν καὶ κακὸν τίθησιν καὶ ὑγείαν καὶ νόσον καὶ ἀληθὲς καὶ ψεῦδος, καὶ διακαιοσύνην δὲ καὶ ἀδικίαν καὶ ἀρετὴν καὶ κακίαν ἤτοι σπουδαιότητα καὶ φαυλότητα, ἕξεως δὲ καὶ στερήσεως παραδείγματα ἄψιν καὶ πυφλότητα. ζητεῖν οὖν οἶμαι ἄξιον, εἰ τὸ ἀγαθὸν καὶ κακὸν καὶ δικαιοσύνην καὶ ἀδικίαν καὶ ὑγείαν καὶ νόσον ὡς ἐναντία δεὶ τίθεσθαι ἢ ὡς ἕξιν καὶ στέρησιν· εἰ γὰρ τὰ ἐναντία ἰσοσθενῆ βούλεται <εἶναι> καἲ ὁμοίως προηγούμενα κατὰ φύσιν ἄμφω, ταῦτα δέ, τὸ κακόν φημι ἰαὶ ἀδικία καὶ νόσος καὶ τὰ | τοιαῦτα, ἀποτυχίαι μᾶλλὸν εἰσιν καὶ παραλάξεις καὶ παρατροπαί ἀπὸ τοῦ κατὰ φύσιν καὶ παρυποστάσεις, πῶς ἂν εἴη προηγούμενα ἄμφω ἢ ἰσοσθενῆ ἢ κατὰ φύσιν ὁμοίως; εἰ γὰρ ἔστιν ὅλως τὸ παρὰ φύσιν, ἐν τούτοις ἐστὶν καὶ οὐκ ἄλλῳ, καὶ ὅτι ἀποτυχία, δηλοῖ τὸ πρῶτον μὲν μηδενὸς εἶναι τέλος αὐτά, ἔπειτα καὶ οἱ αἱρούμενοι ἀδικίαν τῇ παραχρώσει τοῦ ἐν αὐτῇ ἀγαθοῦ δελεάζονται καὶ κατὰ ἀποτυχίαν αὐτῇ περιπίπτουσιν, τὸ αὔταρκες καὶ τὸ ἱκανὸν καὶ τὸ πρντεῖον ζητοῦντες. τὶς δὲ ἐπὶ τῆς νόσου διαμφιβάλλει, ὅτι οὐ παρὰ φύσιν ἐστὶν διαθεσις; καὶ οὕτως αὐιτὴν μέχρι νῦν οἱ ἰατροὶ πάντες ὀριζόμενοι διατελοῦσιν. εἰ οὖν ὡς τὸ κατὰ φύσιν ταῦτα καὶ τὸ παρὰ ψύσιν ἀντίκεινται, οὐκ ἂν εἴη ὡς ἐναντίων ἀντίθεσις ἐκεῖνα γὰρ κατὰ φύσιν καὶ εἴδη ἄμφω, ὡς λευκὸν καὶ μέλαν καὶ θερμὸν καὶ ψυχρόν), ὡς εξεως μᾶλλον καὶ στερήσεως, τῆς μὲν ἐν τῷ στερὶσκεσθαι, τῆς δὲ ἐν τῷ ἐστερῆσθαι. καὶ γὰρ τὸ νοσεῖν στέρησις καὶ τὸ τεθνάναι καὶ τὸ ὀφθαλμιᾶν καὶ τὸ τετυφλῶσθαι, ἀλλὰ ἡ μὲν ἐν τῷ στερί΄σκεσθαι, ἡ δὲ ἐν τῷ ἐστερῆσθαι. διττῆς οὖν οὔσης οἱ ἄνδρες οὗτοι τὴν ἐν τῷ ἐστερῆσθαι μόνην στέρησιν καλοῦσιν διὰ τὸ παντελῶς ἀδύναμον, τὸ δὲ ἐν τῷ στερίσκεσθαι ὡς ἐναντία τίθενται διὰ τὸ ἐνεῖναί τινα δύναμιν αὐτοῖς ἔτι ἀπὸ τοῦ παραμεμῖχθαί τι τῆς ἕξεως, καίτοι τοῦ Ἀρχύτου ταύτην εἰδότος τὴν διαφορὰν ἐν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ, καὶ οὐ μόνον ταύτην, ἀλλὰ καὶ τρίτην ἄλλην προστιθέντος· λέγει δὲ οὕτως· “ἁ δὲ στέρησις καὶ τὸ ἐστερῆσθαι λέγεται τριχῶς· ἢ γὰρ τῷ μὴ ἔχεν παντάπασιν, οἷον ὡς τὸ τυφλὸν ὅρασιν καὶ τὸ νωδὸν φωνὰν καὶ τὸ ἀμαθ[ες ἐπιστάμαν· ἢ ἐν τῷ μῇον ἔχεν, ὡς τὸ δύσκωφον ἀκοὰν καὶ τὸ πτιλῶσσον ὅρασιν· ἢ ἐν τῷ μὴ οἷον δεῖ ἔχεν, ὡς τὸ σκαμβόπουν πόδας καὶ τὸ κακόφωνον φωνάν”. εἰ μὴ ἄρα καὶ οὗτος οὐχ ὡς νόσον ἔλαβεν τὸ πτιλῶσσον, ἀλλ᾿ ὡς ἐν τῷ ἐστερῆσθαι καὶ τοῦτο· καὶ γὰρ ἡ ὅλη διαίρεσις τοῦ ἐστερῆσθαι ἦν. ἔτι δὲ τὰ ἐναντία προκόψαντα καὶ τέλος τῆς γενέσεως τῆς ἑαυτῶν ἀπολαβόντα εἰλικρινῶς ἐναντία γίνεται, ἡ δὲ ὀφθαλμία προκόφασα εἰς μέγεθος καί τέλος ἀπολαβοῦσα τυφλότης γίνεται καί ἡ νόσος θάνατος ὥστε οὐκ ἦν ἐναντία ὀφθαλμία καὶ νόσος. ὅλως δὲ τὰ ἐναντία ἄμφω φύσεως ἔργα, νόσος δὲ φύσεως ἀποτυχία καὶ στέρησις, οὐχ ὡς ἀπουσία μόνο τοῦ πεφυκότος ἀλλ᾿ ὡς ἀποτυχία. ἡ μὲν γὰρ ἐν Φυσικῇ ἀκροάσει στέρησις ἀπουσία μόνον ἦν τοῦ εἴδους οὐδαμοῦ τὸ παρὰ φύσιν ἐμφαίνουσα, ἀλλ᾿ ἑτερότητα μᾶλλον· ἡ γοῦν τοῦ βοὸς ὕλη ἐστέρηται τέως τοῦ τῶν μελισσῶν εἴδους καὶ ἡ τοῦ ἄρτου τοῦ τῆς σαρκός, οὐδαμοῦ τοῦ παρὰ φύσιν ἐνόντος ἐνταῦθα ὥσπερ ἐπὶ τῆς ἀντικεθμένης στρήσεως. ὥστε ὅπου τὸ παρὰ φύσιν, ἐκεῖ στέρησιν μᾶλλον ἀλλ' οὐκ ἐναντίον ῥητέον· οὕτως γὰρ ἠμῖν καὶ ὁ πὸς τοὺς ἀρχὴν τὸ κακὸν τιθέντας λόγος εὐοδωθήσεται. τί οὖν αἰτιον φαίη τις τῆς τῶν θείων τούτων ἀνδρῶν τοιαύτης διατάξεως καὶ τοῦ μηδὲ τὸv Ἱάμβλιχον ἐπιστῆσαι, τὸν πολλοὺς καὶ καλοὺς κατατείνατα λόγους πρὸς τὸ ἐν παρθποστάσει καὶ ἀποτυχίᾳ τὸ κακὸν οἴεσθαι δεῖν; ἤ ἄρα τῇ τῶν Πυθαγορείων παραδόσει κατηκολουθησαν τὰς δύο συστοιχίας, τήν τε χείρονα καὶ τὴν κρείττονα, ὡς ἀναντίας ἐκτιθεμενῃ, ἐν αἷς τὸ ἀγαθὸν τέτακται καὶ τὸ κακόν. ἀλλὰ τοῦτο μὲν καὶ ἐπὶ πλέον ζητητέον. εἰ δὲ ἀληθῶς εἴρηται τὰ εἰρημένα καὶ ζητοῖμεν τῶν ἀντιθέσεων διαφορὰς τῆς τε ὡς ἐναντίων καὶ τῆς ὡς ἕξεως καὶ στερήσεως, οὐκ ἐκείνην λοιπὸν ἐροῦμεν, ὅτι τὰ μὲν ἐναντία μεταβάλλει εἰς ἄλληλα, τὰ δὲ κατὰ ἕξιν καὶ στέρησιν οὐ μεταβάλλει, εἴπερ, ὡς εἴρηται, καὶ νόσος καὶ ὑγεία καὶ δικαιοσύνη καὶ ἀδικία καὶ τὸ ἀγαθὸν καὶ κακὸν μεταβάλλοντα εἰς ἄλληλα οὐκ ὡς ἐναντία ἀλλ' ὡς ἕξις καὶ στέρησις ἀντίκεινται· ἀλλ' ἀροῦμεν ἅπερ καὶ πρᾡην, ὅτι τὰ μὲν ἐναντία ἰσοσθενῆ καὶ προηγούμενα ἄμφω καὶ κατὰ φόσιv καὶ εἴδη, ἡ δὲ στέρησις ἀδυναμία καὶ παρυπόστασις καὶ παρὰ φύσιν καὶ ἀποτυχία τοῦ εἴδους. ἀλλ' ἐπὶ τὰ ἑξῆς τοῦ Ἀριστοτελους ἰτέον.

---

Simplicius, In Aristotelis Categorias Commentarium, ed. Karl Kalblfleisch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4013.tlg003.local001/.
