Ancient Greek
Chapter 12
Simplicius, In Aristotelis Categorias Commentarium 12.1
Not analysed yet
Περὲ προτέρουκαὶ ὑστέρου. p. 14a26 Πρότερον ἕτερον ἑτέρου λέγεται τετραχῶς ἔως τοῦ ὥστε κατὰ πέντε τρόπους πρότερον ἔτερον ἐτέρου λέγεται. Ἑχρήσατο καὶ τῷ προτέρῳ ἔν τε τῷ περὶ τῆς οὐσέας λόγῳ καὶ ἐν τοῖς πρός τι εἰπών· τὸ γὰρ ἐπιστητὸν τῆς ἐπιστήμεης πρότερον ἄν δόξειεν εἶναι". διὰ τοῦτο οὖν καὶ τοῦ προτέρου πρλλαχῶς λεγομένου τὴν διαίρεσιν ποιεῖται, οὐ πάντας τοὺς πρόπους παραδιδούς (καὶ ἄλλους γοῦν οὑκ προστίθησιν καὶ αὐτὸς ἐν ἄλλοις καὶ ὁ Στράτων ἐν τῷ Περὶ τοῦ προτέρου καὶ ὑστέρου μονοβιβλίῳ), ἀρκοῦντας δὲ πρὸς εἰσαγωγὴν καὶ τοὺς ἐκτεθέωτας οιομενος. Πρῶτον μὲν γὰρ τρόπον τοῦ προτέρου καὶ κυριώτατον τὸν κατὰ τὸν χρόνον εἶναί φησιν, καθὸ τὸ πρῶτον τῷ χρόνῳ πρεσβύτερον καὶ παλαιότερον λέγομεν, τίμια τιθέντες ταῦτα τὰ ἀνόματα. λέγεται δὲ κυρίως τὸ μὲν πρεσβύτερον ἐπὶ τῶν ἐμψύχων καὶ μάλιστα ἀνθρώπων, καθὰ Πυθαγόραν Σωκράτους πρεσβύτερον λέγομεν, τὸ δὲ παλαιότερον ἐπὶ τῶν ἀψύχων καὶ τῶν πραγμάτων, ὡς τὰ Τρωικὰ τῶν Περσικῶν παλαιότερά φαμεν καὶ ταύτῃ πρότερα. δῆλον δὲ ὅτι πρὸς ἕτερον δεῖ παραβάλλοντα ἡγεῖσθαι τὴν σύγκρισιν· εἰ γὰρ μὴ τοῦτο, εὐρεθήσεταί τις αὐτὸς ἁαυτοῦ πρεσβύτερος κατὰ τὴν νέαν ἡλικίαν, ἅτι τῷ χρόνῳ προτέρα ἦν ἐκείνη. ἐν δὴ τούτοις ζητητέον πρῶτον μέν, εἰ ὁμώνυμον τὸ πρότεροη πῶς ἔστιν τι ἐν αὐτῷ κυριώτατον· ἐν τὰρ τοῖς πολλαχῶς λεγομένοις καὶ ὁμωνύμοις τὸ μὲν κύριον εἶναι, τὸ δὲ κατὰ μεταφορὰν οὐκ ἐνδέχεται, ὡς εἴρηται ἐν τῷ περὶ ὁμωνύμων λόγῳ. >ἡ μὲν ἄτομος οὐσία κυριώτατα καὶ πρώτως καὶ μάλιστα εἴρηται, διότι συνωνύμως κατ' αὐτῆς αἱ δεύτεραι λέγονται αὐσίαι· ῥητέον οὖν ὅτι καὶ ἐπὶ ὁμωνύμων ἔστιν φάναι τὸ κυριώτατα, ὅταν τὸ μὲν πρῶτον τεθῇ, τὸ δὲ ἀπ' ἐκείνου, ὡς ζῷον τό τε ἔμψυκον καὶ τὸ γεγραμμίνον, ἀλλὰ τὸ μὲν κυριώτατα ζῷον, τὸ δὲ καθ' ὁμοιότητα ἐκείνου δευτέρως, ὁμώνυμα δὲ ἄμφω. δεύτερον δὲ ζητητέον, διὰ τί τὸ κατὰ χρόνον κυριώτατόν ἐστιν τοῦ προτέρου σημαινόμενον. ἤ ὅτι ἀπὸ τῶν κατὰ χρόνον προτέρων καὶ τὰ ἅλλα τὰ πρότερα εἰρῆσθαι δοκεῖ. καὶ τῇ συνηθείᾳ δὲ τοῦτο τὸ σημαινόμενόν ἐστι γνωριμώτερον· ἐπεὶ πρότερος γενόμην", φησὶν Ομηρος. Δεύτερον δὲ τρόπον τοῦ προτέρου φησὶν τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὅταν ἄλλῳ μὲν τεθέντι αὐτὸ ἕπηται, αὐτῷ δὲ τεθέντι τὸ ἄλλο μὴ ἕπηται, ὡς δυεῖν μὲν ὄντων ἕν πάντως ἔστιν, ἑνὸς δὲ ὅντος οὐκ ἀνάγκη δύο εἶναι. ἀφ' οὖ οὖν οὐχ ἕπεται ἡ ἀκολούθησις, πρότερον ἐκεῖνο, καὶ ᾡ τεθέντι ἕπεται τὸ ἕτερον, ὕστερον ἐκεῖνο. καλεῖν δὲ εἰώθασιν οἱ ωεώτεροι τὸ τοιοῦτον πρότερον συνεπιφερόμενον μὲν μὴ συνεπιφέρον δὲ καὶ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ', ἅπερ Ἀριστοτέλης συνέλαβεν ἐν τῷ μὴ ἀντιστρέφειν κακὰ τὴν τοῦ εἶναι ἀκολούφησιν. οὐκ ἀντιστρέφειν δὲ εἶπεν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, διότι οὐχ ὥσπερ ὄντων τῶν δύο ἔστι τὸ ἔv, οὕτως ὅντος τοῦ ἑνὸς ἕστιν τὸ δύο· οὐκ ἐξισάζει οὖν τὸ ἕν πρὸς τὰ δύο κατὰ τὸ ἀκολουθεῖν τῷ εἶναι τοῦ ἑνὸς τὸ εἶναι τῶν δύο, ὥσπερ ἠκολούθει τῷ εἶναι τῶν δύο τὸ εἶναι τοῦ ἑνός. πρότερον οὖν τὸ μὴ ἀντιστρέφον κακὰ τὴν τοῦ εἶναι ἀκολούθησιν. οὕτως δὲ καὶ τὸ γένος πρότερον δείκνυται τῇ φύσει τοῦ εἴδους, ὡς συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ καὶ συνεπιφερόμενον μὲν μὴ συνεπιφέρον δέ· ζῴου μὲν γὰρ ἀναιρεθέντος συναναιρεῖται ἄνθρωπος, ἀνθρώπου δὲ ἀναιρεθέντος οὐ συναναιρεῖται ζῷον, καὶ κατὰ τὴν τοῦ εἶναι δὲ ἀκολουθίαν οὔτε συνυπάρχει οὔτε συνεπιφέρεται τῷ ζῴῳ ὁ ἄνθρωπος ὥσπερ τῷ ἀνθρώπῳ τὸ ζῷον. ἀλλὰ διὰ τί μὴ εἶπεν πρότερον εἶναι τὸ γένος τοῦ εἴδους καὶ τὸ εἶδος τοῦ ἀτόμου καὶ τὸ αἴτιον τοῦ αἰτιατοῦ; ἢ κοινοτέραν ἐποιήσατο ἀπόδοσιν καὶ τῷ γένει καὶ τῷ εἴδει προσήκουσαν καὶ ἔτι τισὶν αἰτίοις τοῖς φύσει προηγουμένοις τῶν αἰτιατῶν, ὡς καὶ τὸ ἓν αἴτιον τῶν δύο. Τρίτον δὲ τρόπον τοῦ προτέρου τὸν κατὰ τὴν τάξιν ἀπαριθμεῖται, καὶ πιστοῦται τοῦτον ἔκ τε τῶν ἀποδεικτικῶν ἐπιστημῶν, οἷον ἐπὶ γεωμετρίας· πρότεροι γὰρ ἐν αὐτῇ τῶν διαγραμμάτων οἱ ὅροι καὶ τὰ ἀξιώματα καὶ τὰ αἰτήατα καὶ αἱ ὑποθέσεις ὡς τῇ τάξει πρωτεύοντα, καὶ ἐπὶ τῆς γραμματικῆς πρότερά ἐστι τὰ στοιχεῖα τῶν συλλαβῶν ὁμοίως τῇ τάξει· καὶ ἐπὶ τοῦ λόγου δὲ τοῦ δικανικοῦ καὶ δημηγορικοῦ τὸ αὐτὸ δείκνυται· τὰ γὰρ προοίμια τῶν διηγήσεων πρότερα καὶ αἱ διηγήσεις τῶν πίστεων. καὶ μήποτε τοῦτο κυρίως τὸ παράδειγμα |κατὰ μόνην τὴν τάξιν πρότερον ἐνδείκνυται· ἐπὶ μὲν γὰρ τῶν ἄλλων καὶ ὡς αἴτια πρότερα ἦν, ἐνταῦθα δὲ τὸ προοίμιον οὐκ ἔστιν αἴτιον τῆς διηγήσεως, ἀλλὰ τῇ τάξει μόνῃ προϋπάρχει. Tέταρτον τίθησι τοῦ προτέρου τρόπον, καθ᾿ ὃν τὸ βέλτιον καὶ τιμιώτερον πρότερον εἶναι καὶ δυνάμει καὶ ὑπεροχῇ λέγομεν, ὥσπερ τὰ θεῖα τῶν θνητῶν· οὕτως δὲ καὶ ἐν ταῖς πόλεσι καὶ ἐν τοῖς φίλοις οἱ τιμιώτεροι πρότεροι λέγονται. τοῦτον δὲ τὸν τρόπον ἀλλοτριώτατον εἶναί φησι τῆς κατὰ τὸ πρῶτον σημασίας, οὐχ ὅτι οὐκ ἔστι πρῶτα τῷ ὄντι τῇ φύσει τὰ βέλτιστα καὶ τιμιώτερα, ἀλλ᾿ ὅτι οὐ πάνυ συνείθισται τὸ πρότερον ἐπὶ τῶν τοιούτων· τοὺς γοῦν πατέρας καὶ διδασκάλους καίτοι τιμιωτέρους ὄντας οὐκ εἰώθαμεν κατὰ τοῦτο προτέρους λέγειν, οὐδὲ συμπέφυκε τὸ τοῦ προτέρου ὄνομα, ὡς ἐπὶ τῶν ἄλλων εἶχε τρόπων. μήποτε δὲ οὐ διὰ τὴν συνήθειαν ἀλλοτριώτατον εἶπεν εἶναι τοῦ προτέρου καὶ ὑστέρου τὸν τρόπον τοῦτον (ἔv γὰρ τῇ συνηθείᾳ πολλάκις πρῶτον τὸ τιμιώτερον λέγομεν), ἀλλ᾿ ὅτι τὸ πρότερον καὶ ὕστερον ἐν τοιαύτῃ φύσει βούλεται εἶναι ὡς ἐν χρόνῳ καὶ ἐν ἀριθμῷ τὸ ἓν καὶ δύο καὶ ἐν λόγῳ τὸ προοίμιον καὶ ἡ διήγησις, καὶ τὸ ἐφεξῆς δὲ ἐπαχθησόμενον ἐπὶ τῶν ἐξισαζόντων τίθεται καὶ οὐχὶ βελτιόνων καὶ χειρόνων, καθὸ τοιαῦτα. καίτοι τὰ τῇ αἰτίᾳ πρότερα βελτίονα, ἀλλ᾿ οὐ κατὰ τὸ βέλτιον τὸ πρότερον ἔχει καὶ ὕστερον, ἀλλὰ καθὸ τῆς αὐτῆς πως ὄντα φύσεως προτερεύει καὶ ὑστερεῖ. Προστίθησι δὲ καὶ πέμπτον τοῖς εἰρημένοις τρόπον τοῦ προτέρου, καθ' δν καὶ ἐν τοῖς ἀντιστρέφουσι κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν καὶ ἅμα ὑπάρχειν δοκοῦσιν ὅμως πρότερον λέγεται τὸ τὴν αἰτίαν περιέχον, ὡς ἀφ' οὗ παρίθερο παραδειγματος· τὸ γὰρ πρᾶγμα αἴτιόν ἐστι τοῦ ἀληθοῦς λόγου, ἀλλ' οὐχὶ ὁ λόγος τοῦ πράγματος. γίωεται δὲ ἐπὶ τῶν ἀντακολουθούντων ποτὲ μὲν ὡς ποιητικόν, ὡς ἐπί τε τοῦ εἰρημένου παραδείγματος καὶ μέντοι πατρὸς ὄντος καὶ υἱὸς ἔστι καὶ ἀνάπαλιν, αἴτιον δὲ ποιητικὸν ὁ πατήρ· ποτὲ δὲ ὡς ὐλικόν, ὡς ὁ κέραμος· ἅμα γὰρ ὕδωρ καὶ γῆ, μικτὸν δέ, ώς ἐκ γῆς καὶ πηλοῦ, ἀλλὰ τὸ μὲν ὕδνρ καὶ ἡ γῆ ὑλικὸν αἴτιον, ἡ δὲ μίξις εἰδικὸν τουτου. Πέντε μὲν οὖν αὐτὸς ἐνταῦθα τοῦ προτέρου τοὺς τρόπους ἐξέθετο, τον κατα χρονον, τον κατα φυσιν, τον κατα ταξιν, τον κατα ουναμιν, τον κατὰ αἰτίαν. δῆλον δὲ ὅτι ὁσαχῶς τὸ πρῦτον, τοσαυταχῶς ἄν καὶ τὸ ὕστερον λέγοιτο. ό δὲ τῇ θέσει τὸ πρῶτον ἀφορίζων, οἷον πρῶτον τῶν κιόνων τὸν ἀνατολικὸν λέγοιμεν, εἰ μὲν κατ' ἐπίνοιαν ἔχει τὸ πρῶτον, οὐδεὶς λόγος τὸ γὰρ αὐτὸ πρῶτον ἔσται καὶ ὕστερον)· εἰ δέ τι καὶ φύσει ἔχει, ὑπὸ τὴν τάξιν ἀναχθήσεται. τὸ δὲ τῇ ε'πινοίᾳ πρῶτον ὥσπερ τὸ τέλος, διότι προεννοῦμεν τὸ τελος, ὥσπερ τὴν σκέπην πρὸ τῶν τοίχων καὶ τῶν θεμελίων καὶ τῆς ὁρύξεως —τοῦτο δ' οὖν ὑπὸ τὸ τῷ χρονῳ πρῶτον ἀναχθήσεται· χρόνῳ γὰρ ἡ τοῦ τέλους ἔννοια προτερεύει, ἡ δὲ ὕπαρξις αὐτοῦ χρόνῳ μὲν ὑστέρα, τῇ δὲ οὐσίᾳ πρώτη· πρῶτα γὰρ τῇ οὐσίᾳ τὰ τελειότερα. ὅπερ τοῦ πρώτου σημαινόμενον οὐ δοκεῖ μοι παραλελεῖφθαι ὡς ὁ Ἰάμβλιχός φησιν, ἀλλ' ἐν τῷ τετάρτῳ τρόπῳ περιέχεσθαι, ἐν ᾧ τὸ τιμιώτερον καὶ βέλτιστον πρῶτον ἐλέγετο. ἐν ἄλλοις δὲ πρότερον λέγει καὶ τὸ μέρος τὸ ἐν τῷ ὁρισμῷ τοῦ πράγματος, ὅπερ οἶμαι ὡς ὑλικὸν λαμβανόμενον αἴτιον ἐν τῷ πέμπτῳ τρόπῳ περισχεθήσεται, τῷ αὐτῷ μὲν τρότῳ ὡς ἡ ἥλη τῷ ὄλῳ ἑπόμενον, οὐ μέντοι ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν. λέγει δὲ καὶ τὸ τέλος πρότερόν τε εἶναι καὶ γνωριμώτερον αὐτοῖς, κἄν ὕστερον ᾖ τῇ φύσει. Ἐν δὲ τοῖς Μετὰ τὰ φυσικὰ οὕτως τὸ πρότερον καὶ ὕστερον διαιρεῖται· πρῶτον, φησίν, ἀστὶν τὸ ἐγγύτερον ἀρχῆς τινος ὡρισμένης, ἢ ἁπλῶς καὶ τῇ φύσει ἢ πρός τι ἢ ποῦ ἢ ὑπό τινων, οἶον τὸ μὲν κατὰ τόπον τῷ εἶναι ἐγγύτερον ἢ φύσει τινὸς τόπου ὡρισμένου, οἶον τοῦ μέσου ἢ τοῦ ἐσχάτου, ἢ πρὸς τὸ τυχόν, τὸ δὲ πορρώτερον ὕστερον. τὰ δὲ κατὰ χρόνον πρότερα, ἐπὶ μὲν τῶν γενομένων τὰ πορρώτερον ὄντα τοῦ νῦν, ἐπὶ δὲ τῶν ἐσομένων τὰ ἐγγύτερον· οὕτων γὰρ τὰ μὲν Τρωικὰ τῶν Μηδικῶν πρότερα γέγονε, τὰ δὲ Νέμεα τῶν Πυθίων πρῶτα γενήσεται, τῷ νῦν ὡς ἁρχῇ χρησαμένων ἡμῶν. τὰ δὲ κατὰ κίνησιν· τὸ γὰρ ἐγγύτερον τοῦ πρώτου κινήσαντος πρότερον, οἷον παῖς ἀνδρός· ἀρχὴ δὲ καὶ αὕτη τις ἁπλῶς. τὸ δὲ κατὰ δύναμιν· τὸ γὰρ ἄρχον τῇ δυνάμει καὶ τὸ δυνατῶτερον πρότερον, τοιοῦτον δέ ἐστιν οὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη θάτερον καὶ τὸ ὕστερον ἀκολουθεῖν, ὥστε κινοῦντος μὲν ἐκείνου κινεῖσθαι, μὴ κνοῦντος δὲ μὴ κινεῖσθαι· ἀρχὴ γὰρ καὶ προαίρεσις. τὰ δὲ κατὰ τάξιν· ταῦτα δέ ἐστιν ὅσα πρός τι ἕν ὡρισμένον διέστηκε κατὰ τὸν λόγον, οἷον παραστάτης τριτοστάτου πρότερος καὶ ἡ παρανήτη νήτης· καὶ γὰρ ὅπου μὲν ό δορυφαῖος, ἔνθα δὲ ἡ μέση ἀρχή. ταύτα μὲν οὖν πρότερα τοῦτον λέγεται τὸν τρόπον. ἄλλον δὲ τρόπον τὸ τῇ γνώσει πρότερον, ὡς καὶ ἁπλῶς πρότερον. τούτων δὲ ἄλλως μὲν κατὰ τὸν λόγον, ἄλλως δὲ κατὰ τὴν αἴσθησιν· κατὰ μὲν γὰρ τὸν λόγον τὰ καθόλυ πρότερα, κατὰ δὲ τὴν αἴσθησιν τὰ καθ' ἕκαστα. ἔτι πρότερα λέγεται τὰ τῶν προτέρων πόθη, οἷον εὐθύτης λειότητος πρότερον, ἐπεικὴ τὸ μὲν γραμμῆς ἐστι πάθος, τὸ δὲ ἐπιφανείας. λέγεται δὲ πρότερα καὶ κατὰ φύσιν καὶ οὐσίαν, ὅσα αὐτὰ μὲν ἐνδέχεται ἄνευ ἄλλων εἶναι, ἐκεῖνα δὲ ἄνευ τούτων μὴ ἐνδέχεται, ᾧ τρόπῳ καὶ ό Πλάτων ἐχρήσατο' Ι καὶ αὐτὸς ἐνταθα. αὔτως μὶν οὖν ἐκεῖ τοὺς τοῦ προτέου καὶ ὑστέρου τρόπους ἀπηριθμήσατο, καὶ δῆλον ὅτι περιέχονται ἐν τούτοις οἱ ἐν ταῖς Κατηγορίαις εἰρημένοι, ὁ μὲν κατὰ χρόνον καὶ ὁ κατά τάξιν καὶ ό κατὰ δύωαμιν ἐν τῷ πρώτῳ, τὰ δὲ δατὰ φύσιν καὶ αἰτίαν ἐν τῷ ἐσχάτῳ. Οἱ μέντοι πέντε πρόποι οἱ ἐν ταῖς Κατηγορίαις ἀναχθήσονται εἰς τὰ ἀνωτάτω γένη οὕτως· ὁ μὲν κατὰ χρόνον εἰς τὴν ποτὲ κατηγορίαν, ό δὲ κατὰ φύσιν καὶ τὸ συναναιρεῖν μὲν μὴ συναναιρῖσθαι δὲ καὶ ὁ κατὰ δύναμιν καὶ ὁ κατὰ αἰτίαν ὑπὸ τὰ πρός τι, ὁ δὲ κατὰ τάξιν ὑπὸκεῖσθαι. κεῖσθαι. δῆλον δὲ ἅτι καὶ τὸ ὕστερον ἐν ταῖς αὐταῖς ἔσται κατηγορίαις, ἐν αἷς καὶ τὸ πρότερον. Καὶ Στράτων δὲ ὁ Λαμψακηνὸς ἐν τῷ Ηερὶ τοῦ προτέρου καὶ ὑστέρου μονοβιβλίῳ πολλοὺς ἀπηριθμήσατο τρόπους, οὓς νομίζω δυνατὸν εἶναι ὑπὸ τοὺς πέντε τοὺς ἐνταῦθα λεγομένους ἀναγαγεῖν οἷον μερισμὸν ἐκείνων ὄντας. ὑπὸ μὲν γὰρ τὸ τῷ χρόνῳ πρότερον ταχθήσεται τὸ ἀτελὲς τοῦ τελείου λεγόμενον, διότι ἔσχατον ἐν πᾶσι τὸ τέλος· τὸ δὲ αὐτὸ καὶ ὑπὸ τὴν τάξιν. ἔτι δὲ ὑπ᾿ ἄμφω ταῦτα καὶ ὑπὸ <τὸ> τῇ ἀξίᾳ καὶ δυνάμει καὶ τῇ πρότερόν ἐστιν, οὗ ἐπιστήμη πρότερον, οἷον μονάδος ἢ δυάδος καὶ πλήθους ἤ ἀρτίου καὶ περιττοῦ· ταῦτα γὰρ οὐδὲ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὥσπερ οὐδὲ ἡ ἐπιστήμη αὐτῶν. πρῶτον δὲ καὶ τῷ χρόνῳ καὶ τῇ ἀξίᾳ, ὧν τὸ ἔργον πρότερον, οἷον τὸ ἀγαθὸν τοῦ κακοῦ· τὸ μὲν γὰρ σωτηρίας, τὸ δὲ φθορᾶς αἴτιον, πρῶτον δὲ τὸ εἶναι τοῦ φθείρεσθαι καὶ χρόνῳ καὶ ἀξίᾳ. πρῶτον δὲ τῇ φύσει ὡς μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὅπερ δυνατὸν εἶναι θατέρου μὴ ὄντος, ὡς τόπος σώματος καὶ σῶμα χρώματος, ὁμοίως δὲ καὶ εἰ θάτερον ἐν θατέρῳ πέφυκε γίνεσθαι, οἷον ἡ οὐσία ποιοῦ καὶ ποσοῦ· οὕτως δὲ καὶ τὸ κατὰ φύσιν πρότερον τοῦ παρὰ φύσιν καὶ ὁ νόμος τῆς παρανομίας καὶ ἡ ἕξις τῆς στερήσεως. ὑπὸ δὲ τὸ τῇ ἀξίᾳ πρότερον καὶ τὸ δυνάμει τάττοιτο ἂν τὰ τῷ τιμιωτέρῳ συγγενέστερα, ὡς τὸ ποσὸν τοῦ ποιοῦ προτάττοιτο ἄη διότι τὸ μὲν ποσὸν μέρος τῆς οὐσίας, τὸ δὲ ποιὸν οὔ· καὶ εἰ τὸ μὲν μετέχει γενέσεως καὶ φθορᾶς, ὡς ὁ χρόνος, τὸ δὲ οὔ, ὡς ὁ τόπος, καὶ τὸ μὲν χωριστόν, τὸ δὲ οὔ· ἄνευ μὲν γὰρ αἰσθήσεως εἶναι τὴν ψυχὴν ἀδύνατον, ἄνευ δὲ ἐπιθυμίας εἶναι δυνατόν· καὶ τὸ ἀμερὲς τοῦ μεριστοῦ· ἀρχῇ γὰρ ὁμοιότερον, ὥστε καὶ κύκλου τὸ κέντρον· καὶ τὸ μᾶλλον τοῦ προτέρου μετέχον, ὡς τὸ ἀίδιον μὲν τοῦ ἀγαθοῦ, τὸ φθαρτὸν δὲ τοῦ κακοῦ καὶ τὸ ἄρτιον δυάδος, τὸ δὲ περιττὸν τριάδος· καὶ εἰ τὸ μὲv μένει χρόνον τινά τὸ δὲ οὐ μένει, οἷον σῶμα κινήσεως καὶ χρόνου. ὑπὸ δὲ τὸ τῇ τάξει πρότερον εἴη ἂν τὸ τοῦ μεταξὺ πρότερον, ὕστερον δὲ τὸ τοῦ μεταξὺ ὕστερον. ὑπὸ δὲ τὸ <τὸ ἐν> τοῖς ἀντιστρέφουσιν ὡς αἰτιῶδες πρότερον ἂν εἴη τὸ στοιχεῖον· καὶ γὰρ αὖ καὶ τὸ μέρος τοῦ ὅλου, ὡς τὸ πεπερασμένον τοῦ ἀπείρου, καὶ εἰ θάτερον ἐκ θατέρου, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος· ὑλικὸν γὰρ καὶ οὗτος αἴτιον. ὅτι δὲ καὶ <τὸ> αὐτὸ κατ᾿ ἄλλο καὶ ἄλλο καὶ πρότερον καὶ ὕστερον εἶναι καὶ αὐτὸς ὁ Στράτων ἐνεδείξατο, τὸν χρόνον καὶ τὸν τόπον πρότερα καὶ ὕστερα ἀλλήλων δεικνύς.