# In Aristotelis Categorias Commentarium 13.1

Simplicius, In Aristotelis Categorias Commentarium, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simplicius/in-aristotelis-categorias-commentarium/13.1

Περὶ τοῦ ἅμα. p. 14b24 Ἅμα δὲ λέγεται ἕως τοῦ ἁπλῶς δὲ ἅμα ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ ἔστί. Χρησάμενος καὶ τῷ ἅμα ἐν τῷ περὶ τῶν πρός τι λόγῳ εἰκότως καὶ περὶ αὐτοῦ προτίθεται διδάξαι. μετὰ τὸ πρότερον δὲ καὶ ὕστερον τάττει τὸ ἅμα, διότι ἀντίκειται πρὸς ἐκεῖνα, ὡς δηλοῖ τὸ τῇ ἀποφάσει αὐτῶν δηλοῦσθαι· διὸ καὶ τρόπους τοῦ ἅμα σχεδὸν τοὺς ἀντιθέτους τοῖς ἐκείνων τρόποις καὶ κατὰ τάξιν πως ἀπηριθμήσατο τὴν αὐτήν. Πρῶτον μὲν γὰρ τίθησι καθ’ ὃν ἁπλῶς καὶ κυριώτατα λέγεσθαί φησιν ἅμα, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ ἐστί· καὶ γὰρ ἐκεῖ τὸ κατὰ χρόνον πρότερον προέταξε, καθ᾿ ὃ πρεσβύτερον ἕτερον ἑτέρου καὶ παλαιότερον ἐλέγετο. ἁπλῶς δὲ καὶ κυρίως καὶ τὸ ἅμα τοῦτό φησι λέγεσθαι τὸ κατὰ χρόνον ὡς ἐν τῇ χρήσει κατημαξευμένον. Δεύτερον δὲ σημαινόμενον τοῦ ἅμα τίθησιν, ὅπερ τῷ δευτέρῳ καὶ τῷ πέμπτῳ τοῦ προτέρου καὶ ὑστέρου σημαινομένῳ ἀντέθηκεν εἰκότως τὸ μὲν γὰρ | ἦν μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, καὶ ταύτῃ τὸ πρότερον εἶχε· τὸ δὲ ἀντέστρεφε μέν, ἀλλ᾿ ὡς αἰτίου καὶ αἰτιατοῦ ἦν ἡ ἀντιστροφή, καὶ ταύτῃ πάλιν τὸ μὲν πρότερον ἦν, τὸ δὲ ὕστερον. ἐπὶ δὲ τοῦ ἅμα, καθ᾿ ὅσον μὲν ἀντιστρέφει, ἀντίκειται τῷ μὴ ἀντιστρέφοντι· καθ᾿ ὅσον δὲ ὡς ἐξισαζόντων, <τῷ> ὡς αἰτίῳ καὶ αἰτιατῷ, ὡς ἔχει τὸ καὶ ἥμισυ. κατὰ δὲ τοῦτο ἅμα τὸ σημαινόμενον τὰ πρός τι ἅμα ἐλέγετο· καὶ γὰρ συνεισάγει καὶ συναναιρεῖ ἀεὶ ἄλληλα τὸ διπλάσιον καὶ τὸ ἥμισυ, καὶ οὐδέτερον θατέρου αἴτιόν ἐστι. Τρίτον τοῦ ἅμα σημαινόμενον παραδίδωσιν ἅμα λέγων τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἀλλήλοις· ἀντιδιῃρῆσθαι δὲ λέγετα τὰ κατὰ μίαν καὶ τὴv αὐτὴν διαίρεσιν ἀναφερόμενα. ἑνὸς γὰρ ἔστιν ὅτε γένους πλείονες γίνονται διαιρέσεις· αἱ μὲν καὶ ἰσοστοίχως, ὡς ὅταν τῶν σωμάτων τὰ μὲν θερμά, τὰ δὲ ψυχρὰ λέγωμεν ἢ τὰ μὲv ἔμψυχα, τὰ δὲ ἄψυχα, καὶ καλοῦσι ταύτας ἐπιδιαιρέσεις, αἱ δε τὸ πρότερον ἔχουσαι καὶ ὕστερον, ὡς ὅταν τὸ ἔμψυχον, ταὐτὸν δὲ εἰπεῖν τὸ ζῷον διέλωμεν εἰς τὸ πτηνὸν καὶ τὸ χερσαῖον καὶ τὸ ἔνυδρον, καὶ καλοῦσι ταύτην τοῦ ζῴου ὑποδιαίρεσιν. ἀντιδιαίρεσις μέντοι ἐστὶν ἡ κατὰ τὴν αὐτὴν καὶ μίαν τομὴν γινομένη τῶν διαιρημάτων ἀντίθεσις, ὡστε τῷ μὲν ἐμψύχῳ τὸ ἄψυχον ἀντιδιῃρῆσθαι, ἐκ τῆς αὐτῆς γενόμενα τομῆς, τῷ δὲ πτηνῷ τὸ πεζὸν καὶ τὸ ἔνυδρον. καὶ ἕκαστον δὲ τούτων εἰς εἴδη πάλιν τέμνεται, καὶ ἔσται καὶ ἐκεῖνα τὰ εἴδη ἅμα τῇ φύσει ὡς ἀντιδιῃρημένα ἐκ τοῦ αὐτοῦ γένους. οὐδεμία γὰρ αὐτῶν πρότερον ἢ υστερον θεωρεῖται, ὥσπερ ἐπὶ τῶν ἄλλων διαιρέσεων τὰ κατὰ τὴν πρώτην διαίρεσιν πρότερα ἦν τῶν κατὰ τὴν ὑστέραν, ὡς ἂν συναναιροῦντα μὲν οὐ συναιρούμενα δὲ καὶ συνεπιφερόμενα μὲv μὴ συνεπιφέροντα δέ, ταὐτὸν δὲ εἰπεῖν μὴ ἀντιστρέφοντα κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν· καὶ γὰρ ζῴου ὄντος οὐ πάντως ἔνυδρον, ἐνύδρου δὲ ὄντος πάντως ζῷον, καὶ ζῴου μὲν ἀναιρεθέντος ἀναιρεῖται τὸ ἔνυδρον, ἐνύδρου δὲ ἀναιρουμένου οὐκ ἀναιρεῖται τὸ ζῷον. τούτῳ δὴ τῷ ἅμα δοκεῖ μηδὲν ἀντικείμενον πρότερον καὶ ὕστερον παραδεδόσθαι. λέγει δὲ ὁ Ἰάμβλιχος ἀντικεῖσθαι τούτῳ τὰ κατὰ προτέραν καὶ ὑστέραν γινόμενα διαίρεσιν, ὡς τὸ ἔμψυχον τὸ ἐκ τῆς προτέρας διαιρέσεως ληφθὲν πρότερόν ἐστι τοῦ πτηνοῦ τοῦ ἐκ τῆς ὑστέρας διαιρέσεως· οὐδὲ γὰρ ἀντιστρέφει ταῦτα κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὥστε καὶ τοῦτο τοῦ ἅμα τὸ σημαινόμενον τῷ δευτέρῳ ἀντίκειται τρόπῳ τοῦ προτέρου καὶ ὑστέρου, ἐν ᾦ τὰ γένη καὶ εἴδη τέτακται. ὁ μέντοι Ἰάμβλιχος τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον διελὼν καὶ τὸ ἄλογον εἰς πτηνὸν καὶ χερσαῖον καὶ ἔνυδρον, πρότερον τὸ λογικὸν τοῦ πτηνοῦ τίθησιν· “οὕτω δέ, φησί, καὶ ἐπὶ τῶν ἀξιωμάτων οἱ μὲν τὰ ἁπλᾶ καὶ οὐχ ἁπλᾶ διελόμενοι εἰς τὰ ἅμα τὴν διαίρεσιν ἐποιήσαντο, οἱ δὲ εἰς τὰ ἁπλᾶ καὶ τὰ συνημμένα καὶ διεζευγμένα οὐκ ὀρθῶς· τοῦ γὰρ οὐχ ἁπλοῦ τούτου καὶ ἁπλοῦ ἀντιδιῃρημένου εἴδη ἐστὶ τό τε συβγμμέονο καὶ τὸ διεζευγμένον”. “Δοκεῖ δέ. φησί, καὶ τῇ τάξει εἶναί τινα ἅμα τοῖς κατὰ τάξιν προτέροις καὶ ὑστέροις ἀντικείμενα, ὥσπερ τὰ ἰσότιμα καὶ ἰσάξια. ἢ δύναται τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα κοινότερον ἅμα καὶ τῇ φύσει καὶ τῇ τάξει εἰρηκέναι· μᾶλλον γὰρ τῇ τάξει ταῦτα ἅμα ἤπερ τῇ φύσει, εἴγε τῇ φύσει ἅμα τὰ συνυπάρχοντα ἀλλήλοις καὶ συναναιρούμενα, ὡς ἔχει ἐπὶ τῶν πρός τι· οὐχ οὕτως δὲ ἔχει πρὸς ἄλληλα τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα”. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ τὸ ἰσάξιον καὶ τὸ ἰσότιμον οὐκ ἂν κατὰ τάξιν ἔχοι τὸ ἅμα. οὐδὲ γὰρ τὸ κατὰ τάξιν πρότερον καὶ ὕστερον ἐν ἀξίας ἢ τιμῆς ὑπεροχῇ καὶ ἐνδείᾳ τὸ πρότερον καὶ ὕστερον ἐλέγετο ἔχειν, ἀλλὰ μᾶλλον ἐν τοῖς τῆς θέσεως πρωτείοις, ὡς τὸ προοίμιον πρότερον ἐλέγετο τῆς διηγήσεως κατὰ τάξιν· τὸ δὲ ἰσάξιον καὶ ἰσότιμον τῷ τετάρτῳ μᾶλλον τρόπῳ τοῦ προτέρου καὶ ὑστέρου ἀντίκειται τῷ κατὰ τὸ βέλτιον καὶ τιμιώτερον, ὅπερ ὡς σαφὲς εἰκὸς ὑπὸ τοῦ Ἀριστοτέλους παρεπισθαι. τὰ δὲ κατὰ τάξιν ἅμα εἴη ἂν τα τὴν αὐτὴν ἔχοντα θέσιν, ὡς τὰ πλείονα προοίμια ἅμα ἂν λέγοιτο προτετάχθαι τῆς διηγήσεως καὶ ἔστι τις καὶ ἐν αὐτοῖς τάξις. μήποτε δὲ τὰ ἀντιδιῃρημένα ταῦτα τῷ κατὰ τὴν τάξιν προτέρῳ καὶ ὑστέρῳ ἀντίκειται, ἅτε καὶ ἰσόστοιχα ὄντα καὶ τὴν αὐτὴν ἔχοντα τάξιν. ὁ μέντοι Ἰάμβλιχος λέγει· “μήποτε δὲ τὸ ἅμα κυρίως οὐδὲ ἀνέχεται τάηεως· ἡ γὰρ τάξις ἐν διακρίσει. σημειωτέον δέ, φησὶν Ἰάμβλιχος, ὅτι ἐν παντὶ γένει δεῖ τινα ἀντιδιῃρῆσθαι εἴδη καὶ ἅμα εἶναι τῇ φύσει, ὃ οὐκ ἔστιν ἐν οἷς τὸ μὲν πρότερόν ἔστι, τὸ δὲ ὕστερον, καὶ ὅτι τὸ πτηνὸν καὶ πεζὸν καὶ ἔνυδρον εἴδη τοῦ ζῴου ἐστίν”. Ἔστι δὲ ἅμα καὶ τὰ ἐν τῷ αὐτῷ τόπῳ ἐγγινόμενα ἀλλήλοις, ὥσπερ καὶ πρότερον καὶ ὕστερον ἐλέγετο κατὰ τόπον· τὰ γὰρ ἐν τῷ αὐτῷ τόπῳ καὶ ἐν τῷ αὐτῷ ἀγγείῳ ὄντα ἅμα λέγομεν καὶ ὁμοῦ· τὸ δὲ ἅμα τῷ ὁμοῦ ὡσαύτως λέγεται· εἰ δὴ ἅμα πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς, φησὶν Ὅμηρος. καὶ κεῖσθαι δὲ ἅμα φαμὲν τὰ ἐν τῷ αὐτῷ τόπῳ κείμενα καὶ οἰκεῖν ὁμοῦ τοὺς ἐν τῇ αὐτῇ οἰκίᾳ οἰκοῦντας. καταχρῶνται δὲ τῷ ἅμα καὶ ἐπὶ τῶν κοινῇ τι πραττόντων, ὡς ἐπὶ τοῦ ἅμα πολιτεύεσθαι. μήποτε δὲ οὐδὲν τούτων τῶν εἰρημένων ἅμα κυρίως δυνατὸν λέγειν, εἰ μὴ ἄρα πλατικῶς· οὔτε γὰρ ἐν τῷ αὐτῷ τόπῳ δύο σώματα εἶναι οὔτε κεῖσθαι δυνατόν, ἵνα καὶ ἅμα λέγηται κυρίως· διὸ καὶ παρῆκεν αὐτὰ Ἀριστοτέλης. “ἐπισημαντέον δὲ καὶ τοῦτο, φησὶν Ἰάμβλιχος, ὅτι τῷ μὲν κατὰ χρόνον ἅμα ἀντιτίθεμεν τὸ κατὰ χρόνον πρότερον καὶ ὕστερον, ἐπὶ δὲ τῶν κατὰ τόπον ἀντιτίθεται τὸ χωρίς· διττὸν δὲ τοῦτο, τὸ μὲν ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ, τὸ δὲ καθ᾿ ἕνα, ᾦ ἀντιτίθεται τὸ κοινῇ, οἷον ‘βαστάσωμεν τοῦτο κοινῇ᾿, οὔτε κατὰ τόπον οὔτε κατὰ χρόνον τὸ κοινῇ λέγοντες, | ἀλλὰ κατὰ τὴν ἐνέργειαν”. μήποτε δέ, εἰ ἐν τῇ Μετὰ τὰ φυσικὰ τὸ πρότερον καὶ ὕστερον καὶ κατὰ τόπον ἀφωρίζετο, πρότερον μὲν καὶ κατὰ τόπον λέγων τὸ τῇ ὡρισμένῃ ἀρχῇ κατὰ τόπον πλησιαίτερον, ὕστερον δὲ τὸ πορρώτερον, ἔστι τι καὶ ἅμα κατὰ τόπον τῷ προτέρῳ τούτῳ καὶ ὑστέρῳ ἀντικείμενον, ἔστι δὲ καὶ ἄλλο ἅμα κατὰ τόπον τῷ κατὰ τόπον χωρὶς ἀντικείμενον. εἰ δέ τις ἀπορεῖ, διὰ τί μὴ πᾶσι τούτοις ἐπεξῆλθεν ὁ Ἀριστοτέλης, ἀρκεῖ λέγειν ὅτι ὅσας πρὸς σαφήνειαν αὐτῷ τῶν φθασάντων ἥρμοττε, ταῦτα διήρθρωσε, τὰ περιττὰ παραλιμπάνων διὰ τὸ τῆς εἰσαγωγῆς σύμμετρον. αὐτίκα τὸ ἅμα εἶναι τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιαιρούμενα ἀλλήλοις εἰς ἐκεῖνα ἔχει τὴν ἀναφορὰν “τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων” καὶ ὅτι οὐδὲν μᾶλλον ἐν ταῖς οὐσίαις τὰ ἕτερα τῶν ἑτέρων οὐσίαι· καὶ τὸ ἀντιστρέφειν δὲ μὴ αἰτίου ὄντος θατέρου ἐπὶ τῶν πρός τι ἐλέγετο, ὅτε καὶ ἅμα αὐτὰ τῇ φύσει εἶναι ἔλεγε· διὸ καὶ νῦν τὸ ἅμα διὰ τοῦ ἅμα εἶναι τῇ φύσει ἐδίδαξεν ὡς οἰκείου τοῖς εἰρημένοις. ἀλλὰ ταῦτα μὲν περὶ τούτων.

---

Simplicius, In Aristotelis Categorias Commentarium, ed. Karl Kalblfleisch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4013.tlg003.local001/.
