# In Aristotelis Categorias Commentarium 7.1

Simplicius, In Aristotelis Categorias Commentarium, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simplicius/in-aristotelis-categorias-commentarium/7.1

Περὶ τῶν πρός τι. p. 6a36 Πρός τι δὲ τὰ τοιαῦτα λέγεται ἕως τοῦ παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων θέσεων δέγονται. Τινὲς μὲν φεύγοντες τὰς ἐπαγομένας ἀπορίας τῇ ἀποδοθείσῃ τῶν κατηγοριῶν τάξει ἄτακτόν φασιν αὐτῶν τὴν διδασκαλίαν καὶ κατὰ τὸ ἐπι- τυχὸν τῆς διαπιθμήσεως τυγχάνειν, οὐκ εἰδότεσ ὡς εἰς χείρονας ἀπορίας ταῦτα λέγοντες ἐμπίπτουσιν· οἱ γὰρ οὕτω λέγοντες καὶ τὴν τῶν ὄντων σύνταξιν πρὸς ἄλληλα ἀναιροῦσιν καὶ τὴν τοῦ λόγου πρὸς ἑαυτὸν ὁμολογίαν. δεῖ τοίνυν ἐν τάξει πάντως αὐτῶν τὴν διδασκαλίαν γενομένην ὑπολαμβάνειν. διττῆς δὲ οὔσης τῆς τάξεως, τῆς μὲv ἰατὰ φύσιν καὶ τὴν ἑκάστης τῶν κατηγοιῶν οὐσίαν, τῆς δὲ πρὸς διδασκαλίαν καὶ τὴν ἡμετέραν εὐμάθειαν, ἕνα ὅρον ἔδει ποιεῖσθαι τῆς παραδόσεως καὶ μὴ νῦν μὲν τῇ κατὰ φύσιν τάξει προσχρῆσθαι, αὖθις δὲ τῇ πρὸς διδασκαλίαν. κυριωτέρου δὲ ὄντος τοῦ κατὰ φύσιν εἰκότως τὴν οὐσίαν προτάττομεν, ἐπειδὴ πρώτη πάντων τῶν γενῶν ἐστιν κατ’ αὐτὸ τὸ εἶναι θεωρουμένη καὶ τοῖς ἄλλοις τοῦ εἶναι αἰτία γινομένη. καὶ τῶν ἄλλων οὖν κατηγοριῶν τὴν τάξιν κατὰ τε τὴν τοῦ εἶναι φύσιν ἀποδοτέον καὶ κατὰ τὴν πρὸς τὴν οὐσίαν οἰκειότητα, ὥστε τὰ μὲν συγγενέστερα πρὸς τὴν οὐσίαν προτάττεσθαι, τὰ δὲ ἀλλοτριώτερα ὕστερα ἀπαριθμεῖσθαι. εἰ τοίνυν προτέτακται τὰ καθ’ αὑτὰ τῶν πρός τι καὶ τὰ ὡς ἐν ὑποκειμένων τάξει προϋπάρχοντα τῶν ὡς συμβεβηκότων ἐπιγινομένων, δῆλον ὅτι προηγεῖται τὸ ποιὸν τῶν πρός τι. καἰ τῇ οὐσίᾳ δὲ οἰκειότερον, ὡς καὶ οἱ περὶ τὸν Λούκιον ἐγκαλούσιν· οἰκειότερον γὰρ τὸν Σωκράτη δηλῶσαι ἀπὸ τοῦ σιμοῦ καὶ τοῦ ἐξοφθάλμου καὶ προγάστορος, ἅπερ ἐστὶν ποιά, ἢ ἀπὸ τοῦ δεξιοῦ καὶ φίλου καὶ τῶν ἄλλων τῶν πρός E τι. ἄλλως τέ, φασίν, εἰς δύο διαιρουμένων τῶν λεγομένων, εἴς τε τὸ καθ’ αὑτὸ καὶ εἰς τὸ πρὸς ἕτερον, ἀρξάμενον περὶ τῶν καθ’ αὑτὸ λέγειν, ἐν οἷς ἡ οὐσία καὶ τὸ ποσόν, ἔδει καὶ τὸ ποιὸν προσθέντα οὕτως ἐπὶ τὰ πρός τι μεταβῆναι. εἰ δὲ καὶ κατ’ αὐτὸν τὸν Ἀριστοτέλη παραφυάδι ἔοικεν τὰ πρός τι καὶ τοῖς καθ’ αὑτὰ νοουμένοις ὡς ὕστερα ἐπιγίνεται, πῶς οὐκ ἂv εἴη μετὰ τὸ ποιόν; καὶ Ἀρχύτας δὲ “πρώταν μέν τὰν οὐσίαν, φησίν, δεῖν εἶναι καὶ καὶ συνυπάρχοντα αὐτᾷ, καὶ οὕτων ποτ’ ἄλλο τί πως ἔχεν αὐτάν, μετὰ δὲ ταύταν τὰν τῶν ἐπικτάτων σχέσιν”, οὐσίαν μὲν πρώτην τιθέμενος, ἐν ᾗ πάντα, καὶ ἧς χωρὶς οὐδὲν εἶναι δυνατόν, μετὰ δὲ ταῦτα τὰ συνυπάρχοντα αὐτῇ, ποιόν τε καὶ ποσόν· γενομένων δὲ πλειόνων ἀνάγκη προσεισελθεῖν σχέσιν, δι’ ἣν οἰκείως ἢ ἀλλοτρίως ἔχει τὰ πλείονα, καὶ οὕτως ἡ τῶν πρός τι σχέσις συναπετελέσθη. μετὰ δὲ ταύτην αἱ ἄλλαι πᾶσαί εἰσιν κατηγορίαι, οὐ κατὰ τὴν σύμφυτον σχέσιν, ἀλλὰ κατὰ τῆν ἐπίκτητον καὶ ποικίλως συνισταμένην θεωρούμεναι. μαρτυρεῖ δὲ τῇ τάξει καὶ αὐτὸς Ἀριστοτέλης· ὄτε γὰρ ἐν ἀρχῇ διηριθμεῖτο τᾶς κατηγορίας, προέταξεν τοῦ πρός τι τὸ ποιόν. εἰ δέ τις αἰτίαν τῆς τοιαύτης τάξεως ἀποδιδοίη τὸ μὴ μεεταξὺ παρεμπῖπτον τὸ πρός τι διακόπτειν. τὴν ποιότητα ἀπὸ τοῦ ποιεῖν καὶ πάσχειν, συμφυῦ ὄντα αἀυταὐτῇ (καὶ γὰρ τῇ ποιότητι καῖ τὸ ποιοῦν ποιεῖ καὶ τὸ πάσχον πάσχει), μαθέτω καὶ οὖτος, ὡς οὔτε δύναμις οὕτε ἐνέργεια οὔτε ποίησις οὔτε κίνησις ποιήσειεν ἄν τι εἰς ἔτερον οὔτε πάθοι τι ὑφ’ ἑτέρου, εἰ μὴ προκατάρχοι ἡ τοῦ πρός τί πως ἔχοντος σκέσις συνάπτουσα δι’οἰ κειάτητο τὸ ποιοῦν τῷ πάσχοντι, ὤστε τὸ μὲν δύνασθαι ποιεῖν, τὸ δὲ δύνασθαι πάσχειν. ἔδει οὖν καῖ ἄλλως προτετάχθαι τῆν τοῦ πρός τι σχέσιν ὡς καινὴν καὶ συμφυῆ καὶ μετὰ τοῦ εἶναι θεωρουμένην· τὸ γὰρ εἶναι ἔχει ἐν τῷ πρός τί πως ἔχειν κα][ι διὰ τοῦτο προτέρα τῶν ἐπικτήτων σχέσεών ἐστιν. καὶ παρὰ τὰ δοκοῦντα δὲ τῷ Ἀριστοτέλει ὁ τοιοῦτός ἐστιν ἀπολογισμός· οὐ γᾶρ ἐννοεῖ τῆν ἐν τῷ κινεῖν καῖ κινεῖσθαι τῆς ἐνεργείας σχέσιν πρὸς τὴν δύναμιν, καθ’ ἥν ἐξ ἀνάγκης προτέτακται προσεχῶς τῶν ποιούντων καὶ πασχόντων τὰ πρός τι, ὤστε οὐκ ἔδει διὰ τοῦτο μετατιξέναι ὑστέραν τὴν τῆς ποιότητος κατηγορίαν. ἀλλ’ οὐδὲ Ἀνδρόνικον ἀποδεκτέον τὰ πρός τι μετὰ πάσας θέντα τᾶς κατηγορίας, διότι σχέσις ἐσις ἐστὶν καὶ παραφυάδι φυάδι ἔεοικεν· προηγεῖται γὰρ ἠ συμφυῆς τῶν πρός τι σχέσις τῶν ἐπικτήτων σχέσεων, ὠς καὶ τῷ Ἀρχότᾳ δοκεῖ. ταῦτα μὲν οὖν ἱστορήσθω περὶ τῶν κατὰ τῆν τάξιν ιαφόρων δογμάτων. Ζητεῖν δὲ πάλιν ἄξιον, πῶν τοῦ Ἀρχύτου τὴν ποιότητα καὶ τῆς ποσότητος προτάξαντος ὁ Ἀριστοτέλης οὐ μόνον τὴν ποσότητα, ἀλλὰ καὶ τὰ πρός τι προέταξεν τῆς ποιότητος. ἢ ὁ μὲν Ἀρχύτας, ὡς εἴρηται πρότερον, ὡς τοῖς νοητοῖς εἴδεεσι φἴδεσι φίλος μετὰ τὴν οὐσίαν εὐθὼς τὴν ποιότητα ἔταζεν, καθ’ ἤν ἡ τῶν εἰδῶν ἰδιότης ἀφορίζεται, καὶ τὸ ποσὸν εὐθὲς ἐπήγαγεν ὡς συγγενὲς καὶ κὺτὸ τῇ οὐσίαν καὶ τῶν καθ’ αὑτὸ μετὰ τὸ ποσὸν ἔταξεν τὰ πρός τι, τὴν κοινὴν καὶ συμφυῆ σχέσιν τῶν ἰδίων καὶ ἐπικτήτων προτάξας. ὁ δὲ Ἀριστοτέλης τὴν γενητὴν καὶ σωματικὴν οὐσίαν ἐν τῷ παρούσῃ διδασκαλίᾳ προτιμῶν τῆν ποσότητα ὡς σωματοειδεστέραν προέτα|ξεν τῆς τάξεως μετὰ τὴν ποσότητα ἐπήγαγεν τὸ πρός τι. καθ’ ἔενα μὲν λόγον τὸν τῆς φύσεως, ἐπεὶ τοῦ ποσοῦ τὸ μὲν καθ' αὑτό ἐστιν, τὸ δὲ πρός τι· συνεχὴς δὲ τῷ ποσῷ γέγονεν ὁ περὶ τοῦ πρός τι λόγος καὶ ἐπειδὴ τῷ ποσῷ συνυφίσταται ὑπερεχόμενον, ἐν οἷς ἅπασιν λόγοι θεωροπυνται τοῦ ὑπερέχοντος πρὸς τὸ ὑπερεχόμενον, ἐν οἷς ἅπασιν αἱ πρός τι σχέσεις ὑφεστήκασιν· καὶ ἐπειδὴ προϋφεστῶτος μεγέθους καὶ πλήθους ἐπιγίνεται τὸ μεῖζον καὶβραχύτερον καὶ πλεῖον καὶ ἔλαττον, εἰκότως μετὰ τὸ ποσὸν τάττεται τὰ πρός τι, καὶ ἐπειδὴ κατὰ τὸ ποσὸν πλήθους τῇ οὐσίᾳ συνεισελθόντος εὐθὺς καὶ σχέσις συναναφαίνεται, καθ' ἥν ἡ πρὸς ἄλληλα αὐτῶν κοινωνία καὶ διαφορὰ θεωρεῖται. οὕτως μὲν οὖν κατὰ φύσιν ἕπεται τῷ ποσῷ τὸ πρός τι. καὶ πρὸς διδασκαλίαν δὲ οἰκείως ἔχει ἡ τοιαύτη τάξις· διότι γὰρ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ποσὰ δοκοῦντα ἐδείκνυτο τῶν πρός τι μᾶλλον ὑπάρχοντα, ἔδει καὶ τίνα ἐστὶν τὰ πρός τι ταχέως ἐπαγαγεῖν. διὸ καὶ αὐτὰ παρατέθεικεν παραδείγματα τοῦ πρός τι τὰ πρότερον ἀμφισβητούμενα, ἐκεῖνά τε πιστούμενος διὰ τούτων καὶ ταῦτα ἐκείνοις συνεχῆ δεικνύς. τὸ γὰρ μεῖζον, φησίν, αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γὰρ μεῖζον λέγεται, καὶ τὸ ὄρος μέγα φησὶν λέγεσθαι πρὸς ἕτερον ὄρος. ὥστε εἰ τὰ προσεχῶς ἀμφισβητούμενα ταῦτα διὰ τῆς ὑπογραφῆς τῶν πρός τι ἀποδέδεικται ἐν τοῖς πρός τι ὄντα, ἐξεπίτηδες ἄν δόξειεν ταύτην ἐπιθεῖναι τὴν τάξιν, ἵνα ἔχῃ προσεχῆ τὴν ἐξ ἀλλήλων πίστωσιν. δεῖ δηλονότι καὶ τῆς εὐμαθείας στοχάζεσθαι καὶ μάλιστα ὅταν τῇ κατὰ φύσιν ταξει συντρέχῃ. καὶ τοῦτο δὲ ἄν τις εἰκότως λέγοι, ὅτι εἰ καὶ τῇ φύσει τὰ πρός τι δεύτερά ἐστιν, ἀλλ' ὁ πρεὶ αὐτῶν λόγος προηγουμένης δεῖται διδασκαλίας, ἵνα τὰς σχέσεις εὐθὺς ἀπὸ τῶν ὑποκειμένων διακρίωειν δυνώμεθα καὶ μὴ καὶ αὐτάς ὑπὸ τὴν αὐτὴν κατηγορίαν τοῖς ὑποκειμένοις ἀνάγωμεν, ὥσπερ ἐπὶ τοῦ μεγάλου καὶ μικροῦ· τῶν πρός τι γὰρ ὄντα ταῦτα ποσὰ ἐδόκει διὰ τὸ τὰ ἐν οἷς ἡ σχέσις ποσὰ εἶναι. ὁ δὲ Πορφύριος παραστῆναι τῇ κατὰ τὸν Ἀριστοτέλη τάξει βουλόμενος ἐκ συνόδου φησὶν τοῦ ποσοῦ καὶ τοῦ προς τι τὴν γένεσιν ἔχειν τὸ ποιόν, ὥσπερ ἄλλοις τισὶν καὶ Ἐμπεδοκλεῖ δοκεῖ ἀπὸ τῆς ἐναρμονίου τῶν στοιγείων κράσεως τὰς ποιότητας ἀναφαίνοντι· καὶ Πλάτων δὲ διὰ τῶν ἡμιολίων καὶ διπλασίων καὶ ἐπιτρίτων καὶ ἐπογδόων καὶ τῶν τοιούτων ἐπὶ τοῦ ποσοῦ κατὰ τὸ πρός τι θεωρουμένων λόγων τοῦθ τε σώματος τὸ τοιόνδε εἶδος καὶ τῆς ψυχῆς συνέστησεν τὸ κατὰ τοιάνδε ποιότητα ἀφωρισμένον. εἶδος καὶ τῆς ψυχῆς συνέστησεν τὸ κατὰ τοιάνδε ποιότητα ἀφωρισμένον. καὶ τὸ μὲν εὔπορον τοῦ λόγου καὶ εὐμήχανον ἄξιον ἐπαίνου, ῥητέον δὲ ὅτι ἐν μὲν τοῖς ἀποτελέσμασιν καὶ τοῖς συνθέτοις οὐδὲν ἀπεικὸς καὶ οὕτως ταῦτα ἀπογεννᾶσθαι, ἐν μέντοι τοῖς αἰτίοις αὐτῶν λόγοις καθ' ἕνωσιν καὶ κατὰ μίαν ἀρχὴν ταῦτα πάντα περιέχεσθαι ἐν τῇ προσηκούσῃ τάξει· οὐ γὰρ δεῖ προτάττειν ἐν αἰτίας λόγῳ τὸ πλῆθος τοῦ ἑνὸς καὶ τὴν σχέσιν τοῦ ἀσχέτου καὶ τὴν ἐν συνθέσει συμμετρίαν τοῦ μονοειδοῦς καὶ ἀσυνθέτου, ἀλλ' οὐδὲ τὰ μυθικῶς καὶ κατ' ἔνδεριξιν εἰρημένα οὕτως ἐπὶ τὰ πράγματα μεταφέρειν ὡς λέγεται. καὶ περὶ μὲν τῆς τοῦ πρός τι τάξεως τοιαῦτα εἰρήσθω. Ἐπὶ δὲ τὴν λέξιν ἰόντες λέγομεν ὅτι ὅρον μὲν ἀποδιδόναι τῶν πρός τι ἀδύνατον ἦν· τῶν γὰρ πρώτων γενῶν ὅρους ἀποδιδόναι ἀμήχανον ἦν διὰ τὰς εἰρημένας πρότερον αἰτίας· δι' ὑπογραφῆς δέ τινος τὴν ἡμετέραν ἔννοιαν ἀνακινεῖν τὴν συναρμόζουσαν τοῖς πρὸς τι δυνατὸν ἦν. καὶ τοῦτο ποιεῖ τῷ Πλάτωνι κατὰ τὴν ξἀπόδοσιν τὴν πρώτην ἀκολουθῶν, ὥς φησιν Βόηθος· λέγεται γὰρ καὶ ὁ Πλάτων οὕτως ὑπ' αὐτοῦ ἀποδοῦναι περὶ τῶν πρός τι· “ὅσα αὐτὸ ἅπερ ἐστὶν ἑτέρων λέγεται”. καὶ ὡς ἔοικεν ἐπιλέλησται τῶν ὑπὸ τοῦ Πλάτωνος εἰρημένων ὁ Βόηθος (οὐ γὰρ δὴ εἴποιμι ἄν ὅτι ἠγνόει ἐλλόγιμος ἀνὴρ γεγονώς)· ὅτι γὰρ οὐ τῷ λέγεσθαι πρὸς ἄλληλα, ἀλλὰ τῷ εἶναι τὰ πρός τι χαρακτηρίζει, ὡς καὶ τῷ Ἀριστοτέλει δοκεῖ, δηλοῖ μὲν καὶ ἐν Πολιτείᾳ τι χαρακτηρίζει, ὡς καὶ τῷ Ἀριστοτέλει δοκεῖ, δηλοῖ μὲν καὶ ἐν Πολιτείᾳ λέγων “ἀλλὰ μέντοι, ἦν δὲ ἐγώ, ὅσα γέ ἐστιν τοιαῦτα οἷα † αὐτὰ μὲν ποιὰ ἄττα ποιοῦ τινος”, καὶ ἐν Σοφιστῇ δὲ βουληθεὶς το ἕτερον τῶν πρός τι ὄν ἐπιδεῖξαι οὕτως φησίν· “ὅτιπερ ἄν Γ ἕτερον ᾖ, συμβέβηκεν ἐξ ἀνάγκης ἑτερου τοῦτο αὐτὸ ὅπερ ἐστὶν εἶναι”. Πληθυντικῶς δὲ εἰπόντος τοῦ Ἀριστοτέλους πρός τι δὲ τὰ τοιαῦτα λέγεται, οἱ περὶ τὸν Ἀχαϊκὸν καὶ Σωτίωνα ᾠήθησαν μὴ ὥσπερ οὐσίαν καὶ οὐσίας καὶ ποσὸν καὶ ποσὰ καὶ ἑωικῶς καὶ πληθυντικῶς λέγομεν, οὕτως καὶ ἐπὶ τῶν πρός τι τὸ πρός τι καὶ τὰ πρός τι λέγεσθαι, ἀλλὰ μόνον πληθυντικῶς. οὐδὲ γὰρ ὡς μία οὐσία τὸ ζῷόν ἐστιν, οὕτως καὶ τὰ πρός τι ἐν ἑνί ἐστιν, ἀλλ' ἐν πλείοσιν, οἷον πατὴρ υἱὸς, ἥμισυ διπλάσιον· τὰ γὰρ πρὸς ἄλληλα οὐκ ἔστιν ἕν οὐδ' ἄν τις εἴποι τὸ πρὸς ἄλληλα, ἀλλὰ μόνως τὰ πρὸς ἄλληλα· οὕτως οὖν οὐδὲ τὸ πρός τι, ἀλλὰ μόνως τὰ πρός τι. ταῦτα δὲ ἐπιστήσαντες οὗτοι τοὺς παλαιοὺς τῶν κατηγοριῶν ἐξηγητὰς αἰτιῶνται, Βόηθον καὶ Ἀρίστωνα καὶ Ἀνδρόνικον καὶ Εὔδωρον καὶ Ἀθηνόδωρον, μήτε ἐπιστήσαντας μήτε ἐπισημναμένους, ἀλλὰ καὶ τοῖς ὀνόμασι συγκεχυμένως χρησαμένους καὶ ἑνικῶς ἐκφέροντας ἐνίτε τὸ πρός τι, τοῦ Ἀριστοτέλους πληθυντικῶς ἀεὶ προφερομένου· ἔστιν δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι καὶ πάλιν ἡ διάθεσις τῶν πρός τι καὶ πάλιν “ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι” καὶ “ἐναντίον ἑκάτερον τῶν πρός τι” καὶ ἑξῆς “οὐ πᾶσι δὲ τοῖς πρός τι ὑπάρχει ἐναντίον”, καὶ ἐφεξῆς καθ' ὅλον τὸν λόγον πληθυντικῶς αὐτῶν μέμνηται καὶ οὐδαμοῦ ἑνικῶς. κἄν γὰρ λέγῃ “οὐ μὴν τοῦτό γέ ἐστιν αὐτοῖς τὸ πρός τι εἶναι”, οὐχ ἑνικῶς λέγει τὸ πρός τι, ἀλλὰ τὸ | εἶνάι, ὡς εἰ ἔλεγερν ‘οὐ μὴν τοῦτό γέ ἐστιν τὸ εἶναι τοῖς πρός τι'. τούτους δὲ τοὺς λόγους ὁ μὲν Πορφύριος ὡς ἀρεσκόμενος ἀναγράφει, ὁ δὲ Ἰάμβλιχος “μάχεται, φησίν, τὸ τοιοῦτον καὶ πρὸς τὸν ὀρθὸν λόγον καὶ τὴν τῶν παλαιῶν συνήθειαν· καὶ γὰρ πληθυντικῶς καὶ ἑνικῶς αὐτῇ χρῆται, ὡς δῆλον ἀπὸ τῶν Ἀρχυτείων τε καὶ Ἀριστοτελικῶν λέξεων καὶ ὧν Βόηθος καὶ οἱ ἄλλοι μιμούμενοι τοὺς παλαιοὺς προφέρονται ἐπίσης ἀμφοτέροις χρώμενοι τοῖς ὀνόμασιν· καὶ ὁ λόγος δὲ ἀξιοῖ πᾶσαν κατηγορίαν καὶ ἕν εἶναι καὶ πολλά, καὶ ἕν μέν, καθ' ὅσον ἐστὶ γένος, πολλὰ δὲ κατὰ τὸ πλῆθος τῶν περιεχομένων ἐν αὐτῷ. καὶ τὰ πρός τι οὖν κατὰ μὲν τὸ πλῆθος τῶν ἐχόντων τὴν σχέσιν καὶ πρὸς ἄλληλα λεγομένων πολλὰ ἔσται, κατὰ δὲ τὴν μίαν σχέσιν τὴν ἐν τοῖς πλείοσιν ὡσαύτως ἐνυπάρχουσαν καθ' ὅτι πᾶσα σχέσις ἐν πλείοσιν θεωρουμένη ἐν μιᾷ ἰδιότητι τῇ σχετικῇ ἀφορίζεται. εἰ δὲ ὥσπερ οὐ δυνατὸν ἑνικῶς λέγειν τὸ πρὸς ἄλληλα, οὕτως οὐδὲ τὸ πρός τι, οὐδὲν θαυμαστόν· τὰ γὰρ μετέχοντα τῆς σχέσεως λαμβάνομεν καὶ οὐκ αὐτὴν τὴν σχέσιν. δεῖ δὲ μήτε τῇ τῆς συνηθείας ἀνωμαλίᾳ προσέχειν τὸν νοῦν τὸν βουλόμενον κατὰ τὴν φύσιν τῶν ὄντων διαιρεῖσθαι τὰς κατηγορίας· καὶ γὰρ πολλὰ μὲν ἑνικὰ ὄντα τῇ φύσει πληθουντικῶς λέγεται, ὡς Ἀθῆναι καὶ Θῆβαι, πολλὰ δὲ πληθυντικὰ ὄντα τῇ φύσει ἑνικῶς λέγεται, ὡς στρατὸς καὶ φυλή. καὶ αὐτὸς δὲ Ἀριστοτέλης ἐν ἀρχῇ μέν, ὅτε τὰς κατηγορίας ἀπηριθμεῖτο, ἑνικῶς μᾶλλον δοκεῖ λέγειν, ὥσπερ καὶ τὰ πρὸ αὐτοῦ· “ἤτοι οὐσίαν σημαίνει ἤ ποσὸν ἤ ποιὸν ἤ πρός τι” καὶ πάλιν “πρός τι δὲ οἷον διπλάσιον, ἥμισυ”· ἐνταῦθα δὲ πληθυντικῶς τὰ πρός τι λέγει, ὅτι σαφέστερον τοῦτό ἐστιν πρὸς τὴν μάθησιν· διὰ γὰρ τῶν ἐχόντων τὴν σχέσιν καὶ αὐτὴ ἡ σχέσις εὐκολώτερον διαφαίνεται”. ταῦτα μὲν οὖν καὶ τὰ τοῦ Ἰαμβλίχου. μήποτε δὲ κἄν τὴν ἰδιότητα τῶν πρός τι δυνατὸν ἑνικῶς θεωρεῖν, ἀλλ' οὕτως ὡς καὶ τὴν τῶν τριῶν καὶ ἑκάστου τῶν ἀριθμῶν ἐν πλήθει ὑφεστώτων μίαν ἰδιότητα, καὶ κἂν δυνατὸν καὶ ἐπὶ ἐπὶ ταύτης τῆς κατηγορίας, ὥσπερ ἐπὶ τῶν ἄλλων, καὶ ἐνικῶς προφέρεσθαι καὶ πληθυντικῶς,ἀλλ'οὐχ ὁμοίως. ἐκεῖ μὲν γὰρ τὸ μὲν ἓν ἦν αὐτὸ τὸ γένος, τὰ δὲ πολλὰ τὰ ἐν τῷ γένει περιεχόμενα εἴδη, ἐνταῦθα δὲ πολλὰ οὐχὶ τὰ εἴδη τῶν πρός τι λεγομένων, ἀλλὰ τὰ συνιστῶντα τὴν σχέσιν καὶ ἐν οἶς ἡ σχέσις θεωρεῖται. ἔδιον γὰρ τῆς σχέσεως μόνης τὸν ἐν πολλοῖς ὑφεστάναι μόνως, ὅπερ ουδεμιᾷ πρόσεστι τῶν ἄλλων κατηγοριῶν. τοσοῦτον οὖν ἐκ τῶν εἰρημένων εἰ δοκεῖ συνακτέον, ὅτι ἔχει τινὰ πρὸς τὰς ἄλλας κατηγορίας διαφορὰν κατὰ τὸ μὴ ὁμοίως ἐκείναις ἐνικῶς καὶ πληθυντικῶς λέγεσθαι, ἐν πλήθει πάντως τὴν ἑαυτῆς ὑπόστασιν ἔχουσα. Τὴν δὲ διαίρεσιν τῶν πρός τι οἰκείως τῇ ἀλλαχοῦ παρ'αὐτοῦ γενομένῃ καὶ νῦν πεποίηται εἴς τε τὸ μεῖξον καὶ βραχύτερον καὶ πλέον καὶ ἔλαττον καὶ διπλάσιον καὶ ἥμισυ καὶ ὅσα ἄλλα τοιαῦτα. ταῦτα γὰρ πάντα τῶν διπλάσιον. καὶ ἕξις δέ, φησίν, καὶ διάθεσις * * * . πάντα γὰρ τὰ εἰρημένα τοῦτο ὅπερ ἐστὶν ἑτέρωνλέγεται. ὁ δὲ θεῖος Ἰάμβλιχος “ἡ διαίρεσις, φησίν, τοῦ πρός τι εἴς τε τὰ καθ'ὑπεροχὴν καὶ ἔλλειψιν τέμνεται, ὥν ἐστι τὸ διπλάσιον, τὸ πολυπλάσιον, ὅλως τὸ πολύ. καὶ εἰς τὰ κατ'ἰσότητα, ὥν ἐστιν τὸ ἴσον, τὸ ὅμοιον, τὸ ταὐτόν. καὶ εἰς τὰ ἐν τῷ ποιεῖν καὶ πάσχειν, ὡς τὸ θερμαντικὸν καὶ τὸ θερμαινόμενον, τὸ μὲν κατὰ δύναμιν, τὸ δὲ κατ'ἐνέργειαν. καὶ εἰς τὰ κατὰ στέρησιν δυνάμεως, ὡς τὸ ἀδύνατον ὁραθῆναι πρὸς τὸ ἀδύνατον ἰδεῖν. τὸ δὲ κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον, ὡς μέτρον, αἴσθησις, ἐπιστήμη. πάντα γὰρ ταῦτα ὡς κρίνοντά ἐστιν πρὸς κρινόμενα. τὸ δὲ κατὰ τὴν ὡς ἐπὶ τὸ γένος ἀναφοράν, ὡς ἡ γραμματικὴ πρός τί ἐστιν κατὰ τὴν ἀναφορὰν τὴν ἐπὶ τὸ γένος, τουτέστιν τὴν ἐπιστήμν, καὶ ἡ ἀρετὴ καὶ κακία κατὰ τὴν ἐπὶ τὴν ἕξιν ἀναφορὰν πρός τι οὖσαν. ὑπὸ δὲ ταύτην, φησίν, τὴν διαίρεσιν ὑποπίπτει τὰ νῦν εἰρημένα. καὶ τὰ μὲν ἄλλα πρόδηλα, τὴν δὲ θέσιν καὶ τὴν διάδεσιν ἔνεστιν ὑπάγειν ὑπὸ τὸ πάσχειν, τὴν δὲ ἕξιν κατὰ τὸ κρίνειν”. ταῦτα δὲ τοῦ Ἰαμβλίχου λέγοντος ἄξιον ζητεῖν, κἂν ἀνάγωνται πάντα ὑπὸ τὰ εἰρημένα, τίς ἀνάγκη ἢ τῆς ὑπ' αὐτοῦ ἢ τῆς ὑπ' Ἀριστοτέλους παραδοθείσης διαιρέσεως. ἀπαρίθημσις γάρ τις ἔοικεν εἶναι αὕτη, ἀλλ'οὐχὶ διαίρεσις. μήποτε οὖν κατὰ τὰς κατηγορίας ἐποιήσατο τὴν διαίρεσιν ὁ Ἀριστοτέλης, πρπωτον μὲν κατὰ τὸ ποσὸν καὶ τούτου πρῶτον κατὰ τὸ ἀόριστον. τοιοῦτον γὰρ τὸ μεῖζον. εἶτα κατὰ τὸ ὡρισμένον, οἶόν ἐστιν τὸ διπλάσιον. ἐφεξῆς δὲ κατὰ τὸ ποιόν. τοῦ γὰρ ποιοῦ καὶ ἡ ἔξις καὶ ἡ διάθεσις. εἴη δὲ ἂν kαὶ τοῦ ἔχειν ἡ ἔξις, ὥσπερ ἡ διάθεσις τοῦ πάσχειν. ἠ δὲ αἴσθησις καὶ ἡ ἐπιστήμη κατ' ἐνέργειαν θεωρούμεναι τοῦ ποιεῖν, ἡ δὲ θέσις τοῦ κεῖσθαι. τὰ δὲ κατὰ στέρησιν καθ'ἑκάστην ἂν εἴη κατηγορίαν. ἀλλὰ καὶ οὔτως παραλέλειπται τά τε ἐν τῇ οὐσίᾳ θεωρούμενα, ὡς πατὴρ καὶ υἱός, καὶ τὰ ἐν τῷ ποῦν, ὡς τὸ ἄνω καὶ κάτω εἴρηλαι ὅτι τῶν πρός τί ἐστιν. τὸ δὲ ποτέ, εἴτε τὸ ἀόριστόν ἐστιν ὡς τὸ πάλαι εἴτε τὸ ὡρισμένον ὡς τὸ χθές, καθ'αὐτὰ λέγεται καὶ οὐ πρός τι. μήποτε οὖν οὐδὲ ἡ οὐσία κατὰ τὸν ἑαυτῆς λόγον ἐπιδέχεται τὸ πρός τι, ἐν τῷ καθ'αὐτὴν ὑφεστάναι θεωρουμένη, ἀλλὰ τὸ μὲν μέγα ὄρος κατὰ τὸ ποσόν, ὁ πατὴρ κατὰ τὸ γεννῆσαι ἤτοι ποιῆσαι, ὥσπερ ὁ υἱὸς κατὰ τὸ γεγεννῆσθαι, ὅ ἐστιν ὑπὸ τὸ πάσχειν. ἀλλὰ ταῦτα μὲν καὶ ἐπὶ πλέον ζητητέον. Νῦν δὲ τὴν ὑπογραφὴν σαφηνιστέον. τὸ μὲν γὰρ ὅσα αὐτὰ ἄπερ ἐστὶν ἐτέρων εἶναι λέγεται δηλοῖ τὸ κατὰ τὴν αὑτῶν φύσιν τὰ πρός τι πρὸς ἕτερον ἄναφέρεσθαι, οἶον ὁ Σωκράτης, ᾖ ἄνθρωπος ἢ φιλόσοφος ἢ σιμὸς ἢ τι τοιοῦτον, | καθ'αὑτὸν λέγεται καὶ οὐηκ ἀναφέρεται πρὸς ἕτερον, ἐὰν δὲ αὐτὸν πατέρα ἢ υἱὸν ἢ διδάσκαλον εἴπῃς, ταῦτα πρὸς ἕτερον ἀναφέρεται. ὁ γὰρ πατὴρ υἱοῦ παρὴρ καὶ ὁ υἱὸς πατρὸς υἱὸς καὶ ὁ διδάσκαλος μαθητοῦ διδάσκαλος. ὅσα οὖν κατὰ τὴν ἐαυτῶν φύσιν ἑτέρων εἶναι λέγεται, ταῦτα τῶν πρός τί ἐστιν. ἐπειδὴ δὲ οὐ πάντα ὅσα πρὸς ἕτερον λέγεται, οὕτως λέγεται ὡς ἑτέρῳ ἢ ἑτέρου, ἀλλὰ τὰ μὲν ἑτέρου κατὰ γενικὴν πτῶσιν, ὡς τὸ μεῖζον ἐλάττονος μεῖζον καὶ τὸ ἔλαττον μείζονος ἔλαττον, τὰ δὲλ πρὸς δοτικήν, ὡς τὸ ἴσον ἴσῳ ἴσον καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, τὰ δὲ καὶ πρὸς γενικὴν καὶ δοτικήν, ὡς τὸ μεῖζον καὶ ὑπερέχον καὶ ἑτέρου τοῦ ὑπερεχομένου ὑπερέχει καὶ ἑτέρῳ τῇ ὑπεροχῇ ὑπερέχει τοῦ ὑπερεχομένου, οἶον ὁ δέκα τοῦ ἑπτὰ ὑπερέχει τῷ τρία. ἄλλα δὲ οὕτε κατὰ γενικὴν οὕτε κατὰ δοτικήν, ἀλλὰ μετὰ τῆς πρός προθέσεως, ὡς τὸ μέγα οὔτε μικροῦ μέγα οὔτε μικρῷ μέγα, ἀλλὰ πρὸς μικρὸν λέγεται μέγα καὶ τὸ μικρὸν πρὸς μέγα μικρὸν καὶ ἡ μικρὰ κέγχρος πρὸς μεγάλην κέγχρον, τὸ μέντοι τεμνόμενον κατ'ἄλλον τρόπον ὑπὸ τοῦ τέρνοντος λέγεται τέμνεσθαι καὶ τὸ κινούμενον ὑπὸ τοῦ κινοῦντος, τινὰ δὲ καὶ παρά τινος λέγεται, ὡς τὸ δῶρον παρὰ τοῦ δωρουμένου — ἐπειδὴ οὖν πολυειδής ἐστιν ἡ τῶν πρός τι εἰς ἕτερον ἀναφορά, διὰ τοῦτο οὐκ ἤρκεσεν εἰπεῖν ὄσα αὐτὰ ἅπερ ἐστὶν ἐτέρων εἶναι λέγεται, ἀλλὰ καὶ ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἔχει, τουτέστιν εἴτε κατὰ γενικὴν πτῶσιν ἡ ἀναφορὰ εἴτε κατὰ δοτικὴν ἢ οὐδόλως κατὰ πτῶσιν, ἀλλὰ ἄλλον τινὰ τρόπον ὡς ἴρηται. εἴτε οὖν Πλάτωνος εἴτε ἄλλου τινὸς ὁ ὅρος, οὐ κατὰ διόρθωσιν ἔχει τὴν προσθήκην τὴν τοῦ καὶ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον, ἀλλὰ μέρος ἐστὶν τοῦ ὅρου. σαφηνίζει δὲ αὐτὸ ὁ Ἀριστοτέλης διὰ τῶν παραδειγμάτων τῶν ἐπαγομένων, οἶον ὅρος μέγα λέγεται πρὸς ἕτερον εἰπὼν ἀντὶ τοῦ μὴ κατὰ πτῶσιν ἀποδίδοσθαι, ἀλλὰ κατ'ἄλλον τρόπον. καὶ τὸ ὅμοιον δὲ τινὶ ὅμοιον λέγεται, ὅτι καὶ κατὰ δοτικὴν πτῶσιν ἀποδίδοταί τινα. ὁ μέντοι Βόηθος ὅλον βιβλίον γράψας περὶ τοῦ πρός τι καὶ πρός τί πως ἔχεοντος οἴεται τὸν ὅρον ὑπὸ τοῦ Πλάτωνος ἀποδεδόσθαι μέχρι τοῦ ἄπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, τὸ δὲ ἐξῆς ὑπὸ Ἀριστοτέλους προσκεῖσθαι διορθώσεως ἕνεκεν. ἔοικεν δὲ ὅλος μὲν ἀποδεδόσθαι ὁ ὅρος ὑπὸ τοῦ ἀποδεδωκότος, δσγηνιδθῆνσι φ]ρ φιὰ τῶν παραδειγμάτων πρότερον μὲν οἰκειως ἀποδοθέντων τῷ ἐτέρων εἶναι λέγεται. τὸ γὰρ μεῖζον, φησί, τινὸς μεῖζον λέγεται καὶ τὸ διπλάσιον ἐτέρου λέγεται. εἶτα καὶ τῷ ὁπωσοῦν ἄλλως πρὸς αὐτά τοῦ οἶον ὅρος μέγα λέγεται πρὸς ἕτερον. καὶ τὸ ὅμοιον δὲ τινὶ ὅμοιον λέγεται. Ἀλλὰ καὶ τὸν πλήρη ὄρον ὁ Βόηθος αἰτιᾶται λέγων. “ἔοικεν δὲ ἡμαρτῆσθαι καὶ ὁ οὕτως ἔχεν λόγος. οὐ γὰρ ἐχρῆν τὸ πρός τί πως ἔχον ὁριζόμενον ἐμπεριλαμβάνειν τὸ πῶς ἔχον πρὸς ἄλλο. τοῦτο γὰρ ἦν ὃ καὶ προέκειτο ὁρίσασθαι. οὐκ ἐχρῆν δὲ οὐδὲ τὸ ἕτερον ἢ τὸ ἄλλο περιλαμβάνειν τῷ ὅρῳ τὸ πρός τι ὁριζόμενον. καὶ γὰρ ταῦτα τῶν πρός τι”. ἀγνοεῖν δὲ δοκεῖ, ὅτι μοχθηρὸς ὁ ὅρος οὐχ ὅταν διὰ τῶν ὁμογενῶν γράφηται τῶν 30 εἰς τὸν λόγον παραλαμβανομένων (καὶ γὰρ τοῦ ἀνθρώπου οὐσίας ὅντος ὁ ἀποδοθεὶς ὅρος 'ζῷον λογικὸν θνητόν'διὰ οὐσιωδῶν ἀποδέδοται), ἀλλ' ὅταν ὅνομα ἀντ'ὀνόματος ἀποδοθῇ, οἶον εἴ τις ὁριζόμενος τὸν ἄνθρωπον μέροπα ἀποδιδοίη. ὥστε εἰ μὲν τὰ πρός τι πρὸς ἄλλο εἶναι εἶπεν, ἦν ἂν ὅνομα ἀντὶ ὁνόματος. εἰ δὲ αὐτὰ ἅπερ ἐστὶν ἐτέρων λέγεσθαι ἁφωρίσατο αὐτά, ὑπογραφὴ τοῦτό ἐστιν καὶ οὐχὶ ὀνόματος μετάληψις. οὐδὲν οὖν ἄτοπον ἐκ τῶν τοῦ πρός τι μορίων τὴν ὑπογραφὴν συμπεπληρῶσθαι. καὶ αὐτὸς δὲ προελθὼν ἀπολογεῖται ὅτι τῶν πρώτων γενῶν ἀνάγκη διὰ τῶν ὑστέρων καὶ δἰ αὐτῶν τὰς ὑπογραφὰς ἀποδιδόναι. Ἐπειδὴ δὲ καὶ τὴν ἔξιν καὶ τὴν διάθεσιν τῶν πρός τί φησιν εἶναι, ζητεῖν ἄξιον, πότερον πρὸς τὸ ἐκτὸν καὶ ἐχόμενον λέγεται ἡ ἔξις, ἡ δὲ διάθεσις πρὸς τὸ διαθετόν, ὥσπερ ἡ αἴσθησις πρὸς τὸ αἰσθητὸν καὶ ἡ διάθεσις πρὸς τὸ διαθετόν, ὥσπερ ἡ αἴσθησις πρὸς τὸ αἰσθητὸν καὶ ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητόν, ἢ ἡ μὲν ἔξις πρὸς τὸν ἔχοντα (τοῦ γὰρ ἔχοντός ἐστιν ἕξις), ἡ δὲ διάθεσις πρὸς τὸ διακείμενον, ὥσπερ καὶ ἡ θέσις τοῦ κειμένου. καὶ ἔοικεν οἥτως μᾶλλον ὅ τε Ἀριστοτέλης νῦν ἀποδέχεσθαι καὶ οἱ τούτου ἐξηγηταί· εἰ γὰρ ἐν τῷ ἔχεσθαι ἡ ἕξις, πρὸς τὸν ἔχοντα ἂν ῥγθείη † ἢ τὸ ἐχόμενον ὑπ' αὐτῆς. ὁ δὲ φιλόσοφος Συριανὸς ζητήσας, διὰ τί ἡ μὲν αἴσθησις πρὸς τὸ αἰσθητὸν λέγεται καὶ ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστη- τόν, ἡ δὲ ἕξις οὐ πρὸς τὸ ἑκτόν, ἀλλὰ πρὸς τὸν ἔχοντα, "ἴσως, φησίν, ἐπειδὴ ἡ αἴσθησις ἐπείγεται πρὸς τὸ αἰσθητὸν ὡς πρὸς ἐφετὸν καὶ ἔτι μᾶλλον ἐπιστήμη πρὸς τὸ ἐπιστητόν, ἡ δὲ ἕξις καὶ ἡ διάθεσις οὐ τέταται πρός τι, ὡς οὐδὲ ἡ τοῦ σώματος, ἀλλ' αὐτὴ καθ' αὑτήν ἐστιν. καὶ ὅτι ἐστὶν ὡρισμένα τὰ ἐφετά, διὰ τοῦτο πρὸς ταῦτα λέγεται· τὸ δὲ ἑκτὸν καὶ διαθετὸν ἀόριστά ἐστιν, καὶ διὰ τοῦτο οὐ πρὸς ταῦτα, ἀλλὰ πρὸς τὸ ἔχον μᾶλλον ὡς ὡρισμένον ἡ ἕξις καὶ ἡ διάθεσις λέγεται". καὶ αὕτη μὲν ἡ διάταξις τοῖς λεγομένοις ἐν τοῖς Τόποις κατακολουθεῖ· ἐν δὲ τῷ τετάρτῳ τῆς Μετὰ τὰ φυσικὰ καὶ αὐτ[ος ὁ Ἀριστοτέλης οὐδὲ ταῦτα πρὸς τὸν ἔχοντα λέγεσθαί φησιν, ἀλλὰ πρὸς ἅ ἡ ἐνέργεια, τουτέστιν ἡ ἕξις πρὸς τὸ ἑκτὸν καὶ ἡ διάθεσις πρὸς τὸ διαθετόν. καὶ γὰρ ὅταν μὲν ἡ ἕξις καὶ ἡ διάθεσις ὡς τῆς ψυχῆς λέηγται, κατὰ μετοχήν ἐστι τὸ τοιοῦτον, ὡς ἐχούσης τῆς ψυχῆς τὴν ἕξιν καὶ τὴν διάθεσιν, ὥσπερ τὸ σῶμα τὸ ἱμάτιον, καὶ οὐκ ἔστι τῶν πρός τι, ἀλλ' ὡς εἰώθασι λέγειν, τῶν κατ' ἔλλειψιν, ὅτι μετέχεται. ὅταν δὲ ἡ ἕξις ὡς μεταξὺ τοῦ ἔχοντος καὶ ἐχομένου λαμβάνη|ται, οὐκέτι ὡς ἐχομένη θεωρεῖται· οὐ γὰρ ἔχεται ἡ ἕξις, ἵνα μὴ ἦ ἐπ' ἄπειρον, ἀλλ' ἔστιν σχέσις καὶ πρός τι τὸ τοιοῦτον. καὶ ἡ διάθεσις δὲ ὡσαύτως καὶ ἡ θέσις. ἄλλο γάρ ἐστιν τὸ κατ' ἔλλειψιν λεγόμενον πρὸς ἀναπλήρωσίν τινος, ἄλλο τὸ ἐν τῇ πρὸς ἕτερον καὶ ἐν ἑτέρῳ καὶ ἑτέρου πρὸς αὐτὸ σχέσει θεωρούμενον. κἄν τὸ αὐτὸ τοίνυν καὶ ποιότης καὶ πρός τι ᾖ ὥσπερ ἡ ἕξις, διακριτέον αὐτά, τῇ μὲν κατ' ἔλλειψιν σημασίᾳ ὡς ποιότητα ἀφορίζοντα, τῇ δὲ πρὸς ἕτερον καὶ ἐν ἑτέρῳ καὶ ἑτέρου πρὸς αὐτὸ σχέσει ὡς πρός τι. Ἑτέρων δὲ λέγεσθαι εἰπὼν προσέθηκεν καὶ οὐκ ἄλλο τι διὰ τὰ ἐναντία. ἐκεῖνα γάρ ἐστιν μὲν καὶ αὐτὰ ἑτέρων, τῶν ἐναντίων· τὸ γὰρ ἐναντίον ἐναντίου ἐστὶν ἐναντίον, καὶ κατὰ τοῦτο καὶ πρός τί ἐστιν, ἀλλὰ καὶ ἄλλο τί ἐστιν· λευκὸν γάρ ἐστιν ἢ θερμόν, τὸ μέντοι πρός τι ὡς πρός τι οὐδὲν ἄλλο ἐστὶν ἢ τοῦτο ὅ λέγεται· δεξιὸν γὰρ ἢ πατὴρ ἢ μεῖζον, καθὸ πρός τι, καὶ οὐδὲν ἄλλο, ὥσπερ ἐκεῖ λευκὸν ἢ θερμόν. καὶ τὴν ἀνάκλισιν δὲ καὶ τὴν στάσιν καὶ τὴν καθέδραν τῶν πρός τι λέγει, διότι θέσεις τινές εἰσιν· ἕκαστον γὰρ αὐτῶν ποιὰν θέσιν δηλοῖ, ἡ δὲ θέσις τῶν πρός τι· ἡ γὰρ θέσις θετοῦ θέσις καὶ τὸ θετὸν θέσει θετόν. ἡ ἀνάκισις ἀνακειμένου καὶ ὁ ἀνακείμενος ἀνακλίσει ἀνακείμενος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἀλλ' ἐπιστῆσαι ἄξιον, διὰ τί οὐκ αὐτὰ καθ' αὑτὰ εἶπεν τῶν πρός τι, ἀλλὰ διὰ τὴν ἐπὶ τὴν θέσιν ἀναφοράν· ὅ καὶ αἴτιον ἐγένετο τῷ Ἰαμβλίχῳ εἶδος ἕν τι τῶν πρός τι εἰπεῖν κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφοράν. ἢ ὅτι ἐκεῖνα καθ'ἅ λέγεται, οἶον τὸ ἀνακεῖσθαι καὶ καθῆσθαι ἢ ἑστάναι, οὐκ ἔστι τῶν πρός τι, ἀλλ' ὑπὸ τὸ κεῖσθαι ἀνάγεται. εἰ γὰρ ἀπὸ τῆς στάσεως τὸ ἑστάναι καὶ ἀπὸ τῆς καθέδρας τὸ καθῆσθαι, οὐδὲν δὲ παρώνυμον τῆς αὐτῆς κατηγορίας ἐστὶν ἐκείνῳ ἀφ' οὖ παρωνόμασται, ὥσπερ ὁ γραμματικὸς οὐκ ἔστιν ἐν τῇ αὐτῇ κατηγορίᾳ ἐν ᾖ καὶ ἡ γραμματική, εἴπερ αὕτη μὲν ὑπὸ τὴν ποιότητα, ἐκεῖνος δὲ ὑπὸ τὴν οὐσίαν, οὕτως δὲ καὶ ἡ μὲν στάσις ὑπὸ τὸ πρός τι, τὸ δὲ ἑστάναι ὑπὸ τὸ κεῖσθαι. διὰ οὖν τὸ ἑστάναι καὶ τὰ τοιαῦτα παρακείμενα τᾖ στάσει Ε καὶ τοῖς ὁμοίοις οὐ δι' αὑτῶν ταῦτα, ἀλλὰ διὰ τὴν θέσιν ὡς ἐναργεστέραν ὑπὸ τὸ πρός τι ἀνήγαγεν. τὸ γὰρ ἀνακεῖσθαι καὶ ἑστάναι οὔκ εἰσιν θέσεις, διὸ οὐδὲ πρός τι, ἀλλὰ κατὰ τὸ πρός τι γίνονται. τὸ γὰρ κείμενον οὐ θέσει κεῖται, ἀλλ'ἐν θέσει· διὸ οὐδὲ ἡ στάσις οὔτε ἡ ἀνάκλισις οὔτε ἡ καθέδρα κεῖσθαι λέγονται. ἆρα οὖν αἴτιόν ἐστιν τὸ παρωνύμως λέγεσθαι; ἢ οὐ πάντως τοῦτο· καὶ γὰρ τὸ πτερὸν καὶ τὸ πτερωτὸν παρωνύμως τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου λέγεται καὶ ὅμως ἄμφω ἐν τῇ αὐτῇ ἐστιν κατηγορίᾳ· ἀλλ' ἐπειδὴ ἄλλης κατηγορίας γίνεται τὸ παρονομαζόμενον, οἶον ἀπὸ τῆς ἀνα- κλίσεως τὸ ἀνακείμενον. ἀκριβέστερον οὖν διαιρούμενοι τὰ παρώνυμα οὐκ ἐροῦ- μεν εἶναι ὑπ' ἄλλην κατηγορίαν, εἰ μὴ ὅταν ἐξίσταται εἰς ἄλλο γένος. διὰ τί δὲ εἶπεν· ἔστιν δὲ καὶ τὰ τοιάδε τὼν πρός τι; ἢ ἐπειδὴ τῶν κατγριθμη- μένων τὰ μὲν καὶ ἐν τῇ ποιότητι ἦν, ὡς ἕξις καὶ διάθεσις καὶ αἴσθησις καὶ ἐπιστήμη καθ' ὅσον ποιά, ἡ δὲ θέσις πρὸς τὸ κεῖσθαι συγγενῶς ἔχει, μνημονεύει δὲ αὐτῶν ὡς καὶ ἐν τοῖς πρός τι ὄντων, διὰ τοῦτο καὶ τῶν πρός τι εἶπεν τὰ τοιάδε. ταῦτα μὲν τὰ περὶ τὴν λέξιν. Οἱ δὲ Στωικοὶ ἀνθ' ἑνὸς γένους δύο κατὰ τὸν τόπον τοὐτον ἀριθμοῦνται, τὰ μὲν ἐν τοῖς πρός τι τιθέντες, τὰ δὲ ἐν τοῖς πρός τί πως ἔχουσιν. καὶ τὰ μὲν πρός τι ἀντιδιαιροῦσιν τοῖς καθ' αὑτά, τὰ δὲ πρός τί πως ἔχοντα 35 τοῖς κατὰ κεαφοράν, πρός τι μὲν λέγοντες τὸ γλυκὺ καὶ πικρὸν καὶ τὰ τοιαῦτα, ὅσα τοιῶσδε διατίθησιν, πρός τι δέ πως ἔχοντα οἶον δεξιόν, 35 πατέρα καὶ τὰ τοιαῦτα· κατὰ διαφορὰν δέ φασιν τὰ κατά τι εἶδος χορα- κτηριζόμενα. ὥσπερ οὖν ἄλλη τῶν καθ' αὑτὰ ἔννοια καὶ ἄλλη τῶν κατὰ διαφοράν, οὕτως ἄλλα μὲν τὰ πρός τί ἐστιν, ἄλλα δὲ τὰ πρός τί πως ἔχοντα. ἀντεστραμμένη δέ ἐστιν τῶν συζυγιῶν ἡ ἀκολουθία. τοῖς μὲν γὰρ καθ' αὑτὰ συνυπάρχει τὰ κατὰ διαφοράν· καὶ γὰρ τὰ καθ' αὑτὰ ὄντα διαφορὰς ἔχει τινάς, ὥσπερ τὸ λευκὸν καὶ μέλαν· οὺ μέντοι τοῖς κατὰ διαφορὰν τὰ καθ' αὑτὰ συνυπάρχει· τὸ γὰρ γλυκὺ καὶ πικρὸν διαφορὰς μὲν ἔχει, καθ'ἅς χαρακτηρίζεται, οὐ μέντοι καθ' αὑτά ἐστιν τοιαῦτα, ἀλλὰ πρός τι. τὰ δὲ πρός τί πως ἔχοντα, ἅπερ ἀντέκειται τοῖς κατὰ δια- Ζ φοράν, πάντως καὶ πρός τί ἐστιν· ὁ γὰρ δεξιὸς καὶ πατὴρ μετὰ τοῦ πῶς ἔχειν καὶ πρός τί εἐσιν. τὸ δὲ γλυκὺ καὶ πικρὸν πρός τι ὄντα κατὰ δια- φοράν ἐστιν, τὰ δὲ πρός τί πως ἔχοντα ἐναντία τοῖς κατὰ διαφορὰν ὐπάρχει. καὶ γὰρ τὰ μὲν πρός τί πως ἔχοντα ἀδύνατον καθ'αὑτὰ εἶναι ἢ κατὰ διαφοράν· ἐκ γὰρ τῆς πρὸς ἕτερον σχέσεως ἤρτηται μόνης· τὰ μέντοι πρός τι καθ' αὐτὰ μὲν οὐκ ἔστιν, οὐ γάρ ἐστιν ἀπόλυτα, κατὰ διαφορὰν δὲ πάντως ἔσται· μετὰ γάρ τινος χαρακτῆρος θεωρεῖται. εἰ δὲ δεῖ σαφέστερον μεταλαβεῖν τὰ λεγόμενα, πρός τι μὲν λέγουσιν, ὅσα κατ' οἰκεῖον χαρακτῆρα διακείμενά πως ἀπονεύει πρὸς ἕτερον, πρός τι δέ πως ἔχοντα, ὅσα πέφυκεν συμβαίνειν τινὶ καὶ μὴ συμβαίνειν ἄνευ τῆς περὶ αὐτὰ μεταβολῆς καὶ ἀλλοιώσεως μετὰ τοῦ πρὸς τὸ ἐκτὸς ἀποβλέπειν, ὥστε ὅταν μὲν κατὰ δια- φοράν τι διαδείμενον πρὸς ἕτερον νεύσῃ, πρός τι μόνον ἔσται τοῦτο, ὡς ἡ ἕξις καὶ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις· ὅταν δὲ μὴ κατὰ τὴν ἐνοῦσαν διαφοράν, κατὰ ψιλὴν δὲ τὴν πρὸς ἕτερον σχέσιν θεωρῆται, πρός τί πως ἔχον ἔσται. ὁ γὰρ υἱὸς καὶ ὁ δεξιὸς ἐξωθέν τινων προσθέονται πρὸς τὴν ὑπόστασιν· διὸ καὶ μηδεμιᾶς γενομένης περὶ αὐτὰ μεταβολῆς γένοιτο ἂν οὐκέτι πατὴρ τοῦ υἱοῦ ἀποθανόντος οὐδὲ δεξιὸς τοῦ παρακειμένου μετα- στάντος· τὸ δὲ γλυκὺ καὶ πικρὸν οὐκ ἂν ἀλλοῖα γένοιτο, | εἰ μὴ συμμετα- βάλλοι καὶ ἡ περὶ αὐτὰ δύναμις. εἰ τοίνυν καὶ μηδὲν αὐτὰ παθόντα μετα- βάλλει κατὰ τὴν ἄλλου πρὸς αὐτὰ σχέσιν, δῆλον ὅτι ἐν τῇ σχέσει μόνῃ τὸ εἶναι ἔχει καὶ οὐ κατά τινα διαφορὰν τὰ πρός τί πως ἔχοντα. Πρὸς δὲ τὴν τοιαύτην ἀκριβολογίαν τῆς τοῦ ἑνὸς γένους διαιρέσεως ῥητέον ὅτι οὐ κατὰ τὰ πράγματά ἐστιν ἡ διαφορὰ τοῦ πρός τι καὶ τοῦ πρός τί τως ἔχοντος, ἀλλὰ κατὰ τὴν λέξιν μόνην· ἐπ' ἴσης γὰρ ἄμφω κατά τε διαφοράν τινα ὑποῦσαν καὶ κατὰ τὴν πρὸς ἄλλο σχέσιν ὑφίστανται· τὸ δὲ ὅπου μὲν τὴν διαφορὰν μᾶλλον προσπίπτειν, ὅπου δὲ τὴν σχέσιν μᾶλλον μὴ ποιεῖν γενικὴν διαφοράν. καὶ ὄτι μὲν τοῖς πρός τι μετὰ τοῦ οἰκείου χαρακτῆρος καὶ ἡ σχέσις συνυφίσταται, παρὰ πάντων ὁμολογεῖται· ὄτι δὲ καὶ τοῖς πρός τί πως ἔχουσιν ἀνάγκη ψαρακτῆτα ἐνυπάρχειν τοῖς ὑποκειμένοις, ἱκανῶς ὁ Βὀηθος ἀπέδειξεν. καὶ αὐτόθεν δὲ τοῦτο πρόδηλον· οὐ γὰρ ἔχει φύσιν αὐτὴ καθ’ αὑτὴν ἡ πρὸς ἔτερον σχέσις ὑφίσασθαι, ἀλλ’ ἀνάγκη αὐτὴν ἐν τῷ κατὰ διαφορὰν χαρακτῆρι ἐνυπάρχειν· ὁ δὲ χαρακτὴρ οὖτος ὄπου μὲν ποιότης ἐστίν, ὡς τὸ λευκότερον σὺν τῇ χρόᾳ τοιοῦτον, ὄπου δὲ ποσότης ὡς ἐν τῷ πλεῖον καὶ μακρότερον, ὄπου δὲ κίνησις ὡς ἐν τῷ ὠκύτερον, ὄπου δὲ χρόνος ὡς ἐν τῷ πρεσβύτερον, ὄπου δὲ τόπος ὡς ἐν τῷ ἀνώτερον. ὁ δὲ ἀριστερὸς καὶ δεξιὸς σὺν πλείοσι διαφοραῖς ὑφίσταται· καὶ γὰρ τοιαῦτα τὸ δεξιὸν καὶ ἀριστερὸν λέγεται, ἐπεὶ ὄ γε λίθος πρὸς τὸν λίθον οὐκ ἔσται δεξιός, εἰ μή τις καὶ τοῦτον πρὸς τὰ ἡμέτερα δεξιὰ καὶ ἀριστερὰ παραβάλλοι. ἐπὶ δὲ τοῦ ταὐτοῦ καὶ παραδόξως τὸ πρός τι ὑπάρχει· οὐ γὰρ πρὸς ἔτερον, ἀλλὰ πρὸς ἑαυτὸ λέγεται· τὸ γοῦν καθάπαξ ὄν, ἀλλὰ μὴ κατά τις μηδέπως, τοῦτο ταὐτόν ἐστιν. οὔτως ἀεὶ ἡ σχέσις τοῖς χαρακτῆρσι τῆς διαφορᾶς συνυφίσταται, καὶ οὐ δύο ταῦτά ἐστιν, ὡς ὑπονοοῦσιν ἐκεῖνοι, ἀλλ’ ἔν τὸ συναμφότερον. ἔπεται δὲ αύτοῖς κἀκεῖνο ἄτοπον τὸ σύνθετα ποιεὶν τὰ γένη ἐκ προτέρων τινῶν καὶ δευτέρων. ὡς τὸ πρός τι ἐκ ποιοῦ καὶ πρόςτι. ἀλλὰ καὶ τπερὶ τῆς άκολουθίας οὔτε, ὡς οἱ Στωικοὶ λέγουσιν, τῷ μέν πρός τί πως ἔχοντι τὸ πρός τι ἔπεται, τῷ δὲ πρός τι οὐκέτι τὸ πρός τί πως ἔχον, οὔφ’ ὡς ὁ Βόηθος ἀμυνόμενος αὐτοὺς “τῷ μὲν πρός τι, φησίν, τά πρός τί πως ἔχοντα συνακολουθεῖ· μετὰ γὰρ τοῦ πρὸς ἔτερόν πως ἔχειν ταῦτα προσείληφεν καὶ τὴν οἰκείαν διαφοράν· τῷ δὲ πρός τί πως ἔχοντι οὐκέτι τᾶ πρός τι συνέπεται· οὐ γὰρ πᾶσιν ὐπάρχει τοῖς πρός τι πρὸς ἔτερόν τε λέγεσθαι τῇ σχέσει καὶ τὴν διαφορὰν τὴν οἰκείαν ἔχειν”. ἀλλ’ ἄμεινον ἀντακολουθεῖν ἀλλήλοις ταῦτα λέγειν, ὥστε εἴ τι πρός τί ἐστιν, καὶ τὴν έπινεύουσαν δύναμιν κατὰ διαφορὰν θεωρουμένην καὶ τὴν ἐπίνευσιν αὐτὴν καὶ σχέσιν· ὁπότερον γὰρ ἄν ἐπιλείπῃ τούτων, οὐ σῴζεται ἡ τοιαύτη κατηγορία· οὔτε γὰρ ἡ σχέσις ψιλὴ καθ’ ἑαυτήν ἐστιν οὔτε ἡ διαφορὰ χωρὶς τῆς σχέσεως ταύτην ποιεῖ τὴν κατηγορίαν. ἀλλ’ οὐδὲ χωρίζειν δεῖ τήν τε διαφορὰν ἀπ’ ἀλλήλων καὶ τὴν κατηγορίαν. ἀλλ’ κατὰ μίαν κοινὴν ἰδιότητα συνισταμένην θεωρεπῖν τοῦ τε ἔχοντος τὴς σχέσιν καὶ πρὸς ὄ πως ἔχει. ταῦτα μὲν οὖν ὡς πρὸς Στωικὰς ὑποθέσεις ἱκανῶς ἀντείρηται. Αὐτὸ δὲ καθ’ αὑτὸ τὸ πρόλβλημα ζητεῖ ὁ Ἰάμβλιχος, πότερον πιεῖ τὴν διαφορὰν ἐν τοῖς πρός τι, καθ’ ὄσον τὰ μὲν μᾶλλον τὸν χαρακτῆρα ἐνδείκνυται, ὡς τὸ γλυκὺ ἡδύ, τὰ δὲ τὴν σχέσιν μᾶλλον, ὡς ὁ πατὴρ καὶ υἱός, τὰ δὲ ἐξ ἴσου ἐπαμφοτερίζει τῇ τε ἐν αὐτοῖς ποιότητι καὶ τῇ πρὸς ἔτερον σχέσει, ὡς τὸ λευκότερον, καὶ εἰ ἔσιν διαφορά, πότερον κατὰ γένος ἐστὶν αὔτη ἤ κατά τι ἄλλο ὑποπῖπτιον, ἤ ὄλως οὔτε κατὰ γένος διενήνοχεν οὔτε κατ’ ἄλλην οὐδεμίαν διαφοράν. καὶ ζητήσας μίαν πάντων λύσιν εἶναίκ φησιν τὸ γνὼναι τὴν τῶν πρός τι φύσιν, ὄτι οὐ κατὰ τὰ συνιόντα ἡ τῶν πρός τι σχέσις συμπεπλήρωται ἤ τοὺς τούτων πλεονασμοὺς ἤ τὰς παρισώσεις ἤ τὰς ἐλλείψεις, ἀλλὰ κατ’ αὐτὸν λόγον τῆς σχέσεως ἡδύ ἰδιότης τῶν πρός τι θεωρεῖται, τὰ ὁπωσοῦν διαφέροντα εἰς κοινωνίαν συνάγουσα καὶ κατὰ ταύτην τὴν κοινωνίαν ἀφοριζομένη· κατὰ μέντοι τὰ μετέχοντα καὶ ἐν τῇ σχέσει θεωρούμενα αἱ τοιαῦται θεωροῦνται παραλλαφαί, Γ πλεοναζόντων καὶ ἐλλειπόντων καὶ ἐξισαζόντων καὶ ἐχόντων κατὰ τὰ πράγματα πολλὰς διαφοράς, αἴτινες οὐδὲν διαφέρουσι κατ’ ἐκεῖνο τὸ ἔν τῆς σχέσεως γένος, ὄ πάντῃ κεχώρισται τῶν ἐν τοῖς συνθέτοις παραλλάξεων. Πλειόνων δὲ τῶν πρός τι λεγομένων ὑπὸ τοῦη Ἀριστοτέλους καὶ ἐνταῦθα ὡς τὸ μεῖζον καὶ διπλάσιον καὶ ἔξις καὶ ἀνάκλισις καὶ τὰ λοιπά, καὶ ἄλλων δὲ ὑπ’ αὐτοῦ πραδοθέντων, ὦν πρότερον ἐμνημονεύσαμεν, τῶν τε καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν καὶ τῶν κατὰ δύναμιν καὶ ἀδυναμίαν καὶ τῶν ἄλλων τῶν τοιοόυτων,ἀπορεῖ ὁ Πλωτῖνος, τίς ἡ ἐν πᾶσι τούτιος κοινότης, ἆρα γενική τις ἢ κατ' ἄλλον τρόπον, κατὰ τὴν εἰς ἔν ἀναφοράν, ὡς τοὺς Ἡρακλείδας εἰς ἔνα ὑποκειμένων καὶ ἐχόντων τὴν σχέσιν, ὦν τὰ μέν ἐστιν ἐν οὐσίᾳ, τὰ δὲ ἐν ποσῷ, τὰ δὲ ἐν τοῖς ἄλλοις, συναλλοιωθήσεται τοῖς ἄλλοις τὰ πρός τι· εἰ δὲ μηδεμίαν ἔχει κοινωνίαν πρὸς τὰ ἔχοντα τὴν σχέσιν, ἀλλὰ ἄσχετός ἐστιν ἡ τῶν πρός τι κατηγορία, οὐχ ἔξει σχέσιν ἐκεῖνα οὐδὲ ἔσται πρός τι, οὐδὲ τούτων κοινότης ἐκείνη. μήποτε οὖν ούδὲ συναλλοιοῦσθαι δεῖ τοῖς πράγμασιν οὔτε παντάπασιν αὐτῶν ἀπεσχίσθαι, ἀλλ' ἄμα ἐξῃρη|μένον τῶν διαφερόντων τὴν πρὸς ἄλληλα κοινωνίαν συνἐχει κατ' αὐτὴν τῆς σχέσως ἰδιότητα· καὶ γὰρ εἰ τοῖς διαφέρουσι καὶ ἀντιδιαιρουμένοις ἔν ὄν τὸ αὐτὸ πανταχοῦ παρεστιν, χωριστὸν ἔσται καὶ κρεῖττον τῶν ἐναντίων, ὤστε οὐκ ἄν ὑφ' ἑνὸς αὐτῶν κατέχοιτο οὐδὲ ἐμποδίζοιτο καὶ τῷ ἑτέρῳ παρεῖναι. εἰ δὲ ταῦτα ἀληθῆ λέγομεν, ὄσαι ἄν ὦσιν καὶ ὁποῖαι διαφοραὶ τῶν πρός τι, πᾶσαι ὑπὸ μίαν τὴν χωριστὴν ὑποταχθήσονται κατηγορίαν, μηδαμῶς ἐκείνης ὑπὸ τῆς διαφορᾶς τῶν μετεχόντων αὐτῆς ἐξισταμένης ἀφ’ ἑαυτῆς. Ἕτερον δὲ ἀποροῦσι, πότερον ὑπόστασίς ἐστιν ἡ σχέσις αὔτη ἥ ὄνομα μόνον συνεχφερόμενον. ἀνάγκη τοίνυν ἤ μηδεμίαν σχέσιν τῶν ὄντων εἶναι ἤ τινὰς μὲν ὑφεστάναι, τινὰς δὲ ἀνυποστάτους ὑπάρχειν. ἀλλ’ ὄτι μὲν οὐ πᾶσαν σχέσιν ἀναιρετέον, δῆλον ἐκ τοῦ δεῖν ὡς τὴν οὐσίαν καὶ ποσότητα καὶ ποιότητα καὶ τῶν ἄλλων γενῶν ἔκαστον, οὔτως καὶ τὴν σχέσιν ἐν τοῖς οὖσι τίθεσθαι, πολλὴν χρείαν καὶ αὐτὴν παρεχομένην. οὔτε γὰρ τὰ γένη οὔτε τὰ ὑπ’ αὐτὰ ὄντα κοινωνίαν ἔξει τινὰ πρὸς ἄλληλα, εἰ μή τις σχέσεως ᾖ λόγος ἐν τοῖς οὖσιν. ἄτοπον δὲ τὴν κοινωνίαν ἀναιρεῖν τῶν διαφερόντων πρὸς ἄλληλα, ἄτοπον δὲ καὶ ἁρμονίαν ἀναιρεῖν· οὐ τὴν ἐν τοῖς φθόγγοις μόνην οὐδὲ τὴν ἐν τοῖς ἀριθμοῖς, ἀλλὰ καὶ τὴν ἐν ταῖς οὐσίαις καὶ δυνάμεσι πάσαις καὶ ἐνεργείαις, ἤτις ἐγγενομένη τοῖς οὖσιν συνήγαγεν εἰς ταὐτὸ καὶ σχέσιν ἔχειν πρὸς ἄλληλα ἀπειργάσατο. ἀναιρεθήσεται δὲ καὶ τὸ σύμμετρον καὶ ἴσον καὶ ἐπιστηστὸν καὶ ἐπιστήμη· εἰ δὲ καὶ γεωμετρία καὶ μουσικὴ περὶ σχέσεις ἔχουσιν, ἀνυπόστατοι δὲ αὖται, καταγέλαστοι ἄν εἶεν ἐκεῖναι περὶ τὰ ἀνυπόστατα κατατριβόμεναι. πῶς δὲ καὶ ἐφετὸν πᾶσιν ὁ θεὸς λέγεται, εἰ μηδεμία σχέσις ἐστὶν πρὸς τὸ ἐφετὸν τῷ ἐφιεμέῳ; ἔτι δὲ τῶν μὲν ὄντων προτέρων ἐν τοῖς οὖσιν, τῶν δὲ δευτέρων, εἰ μηδεμία σχέσις ἔστιν, ἀναιρεθήσεται καὶ ἡ τῶν πρώτων πρός τὰ δεύτερα σχέσις καὶ ἡ τῶν δευτέρων πρὸς τὰ πρῶτα, ταύτης δὲ ἀνῃρημένης οὐδεμία αὐτοῖς ἔτι κοινωνία περιλείπεται· οὔτε γὰρ ἔνωσιν αὐτοῖς πρὸς ἄλληλα δυνατὸν ὑπάρχειν (οὐ γάρ ἐστιν ὁμοούσια ἀλλήλοις σῶμα καὶ ψυχὴ καὶ νοῦς καὶ θεός) οὔτε σύμφυσιν (οὐ γάρ ἐστιν ὁμοφυῆ), ἀλλὰ κατὰ σχέσιν μόνην ἀνάγκη τὴν τῶν οὔτως διαφερόντων κοινωνίαν ὑφίστασθαι. εἰ οὖν ταὺτα ἄτοπα, πολύ τί ἐστιν τὸ τῆς σχέσεως γένος οὐκ ἐν τοῖς αἰσθητοῖς μόνοις, ἀλλὰ καὶ ἐν τοῖς νοητοῖς καὶ ἐν τοῖς μετὰ τὰ νοητὰ ἀσωμάτοις· τοιγαροῦν καὶ χρῶνται πάντες αὐτῷ καὶ ἀδύνατον ὁτιοῦν χωρὶς σχέσεως διαλεχθῆναι. ἀναιροιῦσι δὲ οὐκ οἶδα ὄπως αὐτὸ καὶ δυσχεραίνουσιν αὐτοῦ τὴν ὐπόστασιν, οὐκ ἐννοοῦντες ὄτι τὸ ταὐτὸν καὶ ἔτερον, ὦν οὐδὲν χωρὶς φθέγγεσθαι δυνάμεθα, τῆς τοῦ πρός τι σχέσεώς ἐστιν ἴδια καὶ ὄτι ἡ τῶν συνθέτων σύστασις κατὰ σύνοδον τῶν διαφερόντων γινομένη κατὰ σχέσιν ὑφέστηκεν. Ἀλλ’ ἔσται, φασίν, περὶ τὸ αὐτὸ τἀναντία, ἐὰν ἐν ὑποστάσει τὰ πρός τι λέγωμεν· ὄταν γὰρ τὸ αὐτὸ πρὸς ἄλλο καὶ ἄλλο μεῖζον ᾖ καὶ ἔλαττον, ἔσιαι τὸ αὐτὸ μεῖζον καὶ ἔλαττον. τοῦτο δὲ οὐδὲν ἄτοπον, εἰ πρὸς ἄλλο καὶ ἄλλο· ἐναντία γὰρ † πρὸς τὸ αὐτὸ ἄν εἴη, εἰ τοῦ αὐτοῦ τὸ αὐτὸ καὶ ἴσον καὶ ἄνισον εἴη. ἀλλὰ δυνατόν, φαῖεν ἄν, γίνεσθαι τοῦ αὐτοῦ μεῖζον καὶ ἔλαττον προσθήκῃ καὶ ἀφαιρέσει. ἢ οὐδὲ τοῦτο ἄτοπον· οὐ γὰρ μένοντος τοῦ μείζονος ἐπιγίνεται τὸ ἔλαττον, ὥστε οὐχ ἅμα τὰ ἐναντία. καὶ ὅτι μὲν οὐ πᾶσαν σχέσιν ἀναιρετέον, δῆλον· εἰ δὲ ἀπολείπομεν τὴν ὁποιανοῦν σχέσιν, καὶ τὴν τοῦ πρός τι κατηγορίαν παραδεξόμεθα ὡς ἐν ὑποστάσει οὖσαν, ὑφ' ἣν π[οσα σχέσις ὑπάγεται. Ἀλλὰ διὰ τί, φασίν, Ἀριστοτέλης ἔν τε τοῖς Εὐδημίοις ἠθικοῖς καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ τὰς κατηγορίας ἐκτιθέμενος οὐ μνημονεύςι τῶν πρός τι, εἴπερ καὶ τοῦτο τὸ γένος ὁμοίως ὑφεστάναι τοῖς ἄλλοις ἐνόμιζεν; ἢ ὅτι ὅπου μὴ προηγουμένως περὶ τῶν γενῶν πάντων ἦν ὁ λόγος, οὐκ ἀκριβολογεῖται περὶ πάντα, ἀλλ' ἐκείνοις χρῆται μάλιστα, ὧν δεῖται πρὸς τὸ προκείμενον· ἴσως δὲ καὶ ὅτι τὰ πρός τι ἐν τοῖς ἄλλοις γένεσιν ὑφέστηκεν, διὰ τοῦτο σὺν αὐτοῖς θεωρεῖται, κἂν μὴ προηγουμένης ἔτυχεν μνήμης. Ἔτι δὲ καὶ οὕτως περὶ τῆς κοινῆς κατὰ τὴν σχέσιν ὑποστάσεως ἀποροῦσιν· ‘οὐκ εἰ ἐπεννοεῖται, φασίν, τὰ κατὰ σχέσιν, ἤδη καὶ ἔστιν, οὐδὲ εἰ τῶν ἀνυποστάτων κοινὴ σημασία γίνεται, ἤδη καὶ ὑφέστηκεν ταῦτα. δῆλον δὲ τοῦτο καὶ ἐφ' ὧν ἀναφορά τις μόνη διαμένει ἐπὶ τὸ ποτὲ γεγονὸς καὶ οὕτως ἐπινοεῖται ἡ σχέσις ὡς τεθνηκότος, καίτοι μὴ ὄντος τοῦ παιδός· ἀπὸ γὰρ τῆς μνήμης τῶν ἰδόντων τὸν τεθνηκότα ἢ ἀκουσάντων περὶ αὐτοῦ οὕτως λέγεται. εἰ τοίνυν ὄντος πρὸς μὴ ὂν οὐ δύναται εἶναι ὑπόστασις σχέσεως, κἂν δοκῇ, οὐδὲ ἐπὶ τῶν ὄντων ἀρκεῖ πρὸς ὑπόστασιν ἡ ἡμετέρα δόκησις. τινῶν δὲ ἄχρι μέν τινος διαμένει ἡ σχέσις, εἶτα παύεται, ὡς ἐπὶ τοῦ ὀρφανοῦ ἄχρι ὀκτωκαίδεκα ἐτῶν· ἀφ' οὗ γὰρ ἂν ἄρξηται τίκτειν, οὐκέτι καλεῖται ὀρφανός. εἰ οὖν ἄνευ τῆς περὶ ἑαυτὴν διαφορᾶς μεταβάλλουσαν εἶχεν σχέσιν πρότερον ἐκ μόνης τῆς τοῦ χρόνου παραλλαγῆς, πῶς ἂν ἔχοι τὴν κατὰ τὸ εἶναι σχέσιν; καὶ ὁ πρότερον δεξιὸς ὢν αὐτὸς μηδὲν μεταβάλλων ἄλλου μεθισταμένου ἀριστερὸς γίνεται καὶ μεταβάλλει τὴν σχέσιν. δύσκολον οὖν παραδέξασθαι τὴν τῆς σχέσεως ὑπόστασιν, δύσκολον δὲ καὶ ὑποδεῖξαι, τί τὸ κοινὸν ὃ παρ' ἀλλήλων ἔχουσιν αἱ σχέσεις. οὔτε γὰρ σῶμα οὔτε ἀσώματον εἶναι τοῦτο δυνατόν. εἰ μὲν γὰρ σῶμα ἦν, οὐκ ἂν ἐπὶ τοῖς διαφέρουσιν σώμασιν ἐθεωρεῖτο· εἰ δὲ ἀσώματον, ἤτοι ἐν αὐτοῖς τοῖς ἔχουσιν ἢ ἔξωθεν. καὶ εἰ μὲν ἄλλη καὶ ἄλλη ἐφ' ἑκάστου τῶν μετεχόντων ἡ σχέσις, ὁμώνυμος ἂν εἴη, καὶ οὐκέτι γένος ἓν τὸ πρός τι· εἰ δὲ ἡ αὐτὴ πανταχοῦ, συνώνυμος μὲν καὶ γένος ἓν εἶναι δύναται διαφοραῖς χωρι|ζόμενον, ἀλλὰ πῶς διαιρήσομεν αὐτὸ χαλεπὸν διαγνῶναι. πῶς γὰρ τὰ μὲν τῶν πρός τι οὐδὲν πλέον ἐνδείκνυται τῶν ὑποκειμένων αὐτοῖς, ὡς τὰ ὅμοια καὶ ἴσα, τὰ δὲ ἐνεργητικὰ μέν, διαφόρως δὲ ταῖς ἐνεργείαις ὑφιστάμενα; τὸ μὲν γὰρ γλυκὺ τῷ οὕτως ἐνεργεῖν εἰς αἴσθησιν, τὸ δὲ τμητικὸν τῷ εἰς σῶμα, πατὴρ δὲ καὶ υἱὸς εἰς ἀλλήλους τῷ τὸν μὲν τὴν ἀρχὴν ἐνδοῦναι, τὸν δὲ ἀποτέλεσμα εἶναι τοῦ ἑτέρου, ὥστε τὸ ὑποστὰν τοὔνομα μόνον τῷ πατρὶ παρασχεῖν, τὸ δὲ τὴν ὑπόστασιν. πῶς δὲ ἂν εἴη ταῦτα τοῦ αὐτοῦ γένους προσεχῆ εἴδη ὑπάλληλα ὄντα; ἔτι δὲ πότερον τὸ διπλάσιον ἑαυτῷ συνήγαγεν τὸ ἥμισυ ἢ τὸ ἥμισυ τὸ διπλάσιον ἢ ἅμα συνυπάρχουσιν; ἢ αἱ μὲν οὕτως, αἱ δὲ οὕτως ἀπογεννῶνται; καὶ πότερον ἐπιγίνονται αἱ σχέσεις ἢ οὐκ ἐπιγίνονται;' Τούτων οὖν ἀπορουμένων περὶ μὲν τῆς ὑποστάσεως ῥητέον ὅτι ὥσπερ αἱ ποιότητες κατὰ τὴν αὑτῶν φύσιν χωρὶς τῶν σωμάτων νοούμεναι ἀσώματοί εἰσιν, οὕτως καὶ αἱ σχέσεις κατὰ τὴν αὑτῶν φύσιν χωρὶς τῶν συνθέτων νοούμεναι ἀσώματοί εἰσιν· λόγος γάρ ἐστιν καθ' ἑαυτὴν ἡ σχέσις, ἰδιότητα δὲ ὁ λόγος οὗτος ἔχει τὴν οὐσιώδη τῆς οἰκείας διαφορᾶς πρὸς ἕτερον ἀπόνευσιν. τὴν δὲ διαφορὰν ληπτέον οὐ καθ' ὅσον τὸ πρός τι τῶν ποιῶν καὶ τῶν οὐσιῶν διενήνοχεν μόνον, ἀλλὰ καθ' ὅσον πάντων τῶν ὁπωσοῦν ὄντων· κατὰ γὰρ τὸν τῆς διαφορᾶς σχετικὸν λόγον τὸ εἶδος ἀφορίζεται τῶν πρός τι. ᾗ μὲν οὖν καὶ αὐτὰ ἔχει οἰκείαν διαφοράν, προσέοικεν τοῖς ἄλλοις γένεσιν, ᾗ δὲ πρὸς ἕτερα ἀπονεύει καὶ οὐκ ἐν αύτοῖς ἵσταται, τῇ ἰδιότητι ταύτῃ διενήνοχε τῶν ἄλλων. δεῖ δὲ οὐ τὸ ἀπονεῦον, ἀλλ' αὐτὴν τὴν πρὸς ἕτερον ἀπόνευσιν τὴν σχέσιν λαβεῖν ἢ ἐν ἑτέροις οὖσαν καὶ πρὸς ἔτερον ἢ ἐν ἑαυτοῖς ὡς πρὸς ἕτερον. περὶ μὲν οὖν τῆς ὑποστάσεως αὐτῶν ταῦτα ῥητέον. Ἐπειδὴ δὲ ἐν ἑτέροις ἐστὶν καὶ πρὸς ἕτερα ἡ σχέσις, διὰ τοῦτο καὶ ἡ γένεσις τῶν πρός τι καὶ ἡ φθορὰ ἐκείνων ἔχεται πρὸς ἅ πως ἔχει, καὶ κἂν μηδὲν αὐτὰ καθ' ἑαυτὰ πάσχῃ, ἐκείνων μεταβαλλόντων συμμεταβάλλει. οὕτως οὖν μεταβάλλει τὰ πρός τι ὡς πέφυκεν. τοῦ οὖν ἐκ δεξιᾶς καὶ τοῦ πατρὸς καὶ υἱοῦ ληψόμεθα τὴν μεταβολὴν καθ'ὅσον εἰσὶν τοτοῦτοι· τοῦ μὲν γὰρ πατρός ἐστιν ἡ μεταβολὴ ἡ τοῦ υἱοῦ ἀλλοίωσις, καὶ τοῦ ἐκ δεξιᾶς ὡσαύτως. καὶ ἐπὶ πάντων δὲ τῶν πρός τι ὁ αὐτὸς ἐξαρκεῖ λόγος· εἴπερ γὰρ ἡ φύσις αὐτῶν ἐν ἑτέρῳ τέ ἐστιν καὶ πρὸς ἕτερον, ἐκείνου τοῦ ἑτέρου μεταβαλλομένου καὶ αὐτὰ συμμεταβάλλει. ταράττει δὲ τοὺς πολλοὺς τὸ μὴ περὶ αὐτὰ τὴν μεταβολὴν ὁρᾶν. τοῦτο δὲ οὐκ ἄξιον ἀπαιτεῖν· οὐ γὰρ ᾗ καθ' ἑαυτά ἐστιν, ἀλλ' ᾗ πρός τι, δεῖ θεωρεῖν περὶ αὐτὰ τὴν μεταβολήν. εἰ γὰρ τῶν ὄντων ἐστὶν διὰ τὸ πρὸς ἕτερον εἶναι, τί θαυμαστὸν εἰ ἡ ἐκείνου τοῦ ἑτέρου μεταβολὴ καὶ ἀλλοίωσις αὐτοῦ γίνεται μεταβολὴ τοῦ πρός τί πως ἔχοντος; οὐ γὰρ ᾗ ποιὸς οὐδὲ ᾗ ποσός, ἀλλ' ᾗ πρός τι θεωρητέον αὐτοῦ τὴν μεταβολήν, ὥστε καὶ γίνεται καὶ φθείρεται μετὰ ἀλλοιώσεως καὶ μεταβολῆς, ἀλλὰ τῆς αὐτῷ προσηκούσης. καὶ οὐ καλῶς οἱ Στωικοὶ νομίζουσιν πάσης τῆς κατὰ διαφορὰν ἰδιότητος ἀπηλλάχθαι τὰ πρός τί πως ἔχοντα, διότι πέφυκεν συμβαίνειν καὶ ἀποσυμβαίνειν μηδεμιᾶς μεταβολῆς περὶ αὐτὰ γενομένης· ψεῦδος γὰρ τοῦτο λέγεται, ἐπεὶ καὶ τῶν πρός τι γίνεται μεταβολὴ ὡς πέφυκε ταῦτα μεταβάλλειν. εἴτε δὲ ἐν τοῖς ποιοῖς ἢ τοῖς ἄλλοις γένεσιν ὑφέστηκεν καὶ ἰδίαν ἔχει ὑπόστασιν ἐν ἐκείνοις, εἴτε καὶ χωριζόμενον ὡς λόγος [ἐστὶν] ἔτι μᾶλλον ὑφέστηκεν, κατ' ἀμφότερα οὖν ἔχει τὴν ὑπόστασιν τὰ πρός τι τοιαύτην, ὁποίαν εἰρήκαμεν ἐκ διαφορᾶς τε ὁμοῦ καὶ σχέσεως συνισταμένην. ὅτι μὲν οὖν ὑφέστηκεν τὰ πρός τι καὶ ἥντινα ἔχει φύσιν, διὰ τούτων εἰρήσθω. Περὶ δὲ τοῦ τί τὸ κοινὸν ἐπὶ πάντων τῶν πρός τι τοσαύτην ἐχόντων διαφοράν, τινὲς λύουσιν λέγοντες ὅτι εἰς μίαν ὁμοιότητα λέξεως ἀνάγεται καὶ σημασίας ἰδιότητα, καὶ διὰ τοῦτο τὸ κοινὸν ἐπ' αὐτοῖς λέγεται κατὰ τὰς ὁπωσοῦν ἐνθεωρουμένας κοινότητας τῶν σημασιῶν, ὡς τὸ ἑτέρου λέγεσθαι σθαι ἢ ὁπωσοῦν πρὸς ἕτερον λέγεσθαι, εἴτε τῷ ἑτέρου εἶναι ἢ ἄλλο πρὸς αὐτό πως ἔχειν· καὶ γὰρ τὰ καθ' ὁμοιότητα σημασίας ὑπὸ τὴν αὐτὴν ἀνάγεται κοινότητα, κἂν μὴ τὴν αὐτὴν ἔχῃ φύσιν, καὶ διὰ τοῦτο καὶ τὰς ἀποφάσεις καὶ τὰ παρονομαζόμενα ἔστιν ὅτε ἐν τῷ αὐτῷ γένει τιθέμεθα, ἐπειδὴ περὶ τὸ αὐτό εἰσιν ταῖς καταφάσεσιν, καὶ ὃ σημαίνει ἡ κατάμασις ἐν τῷ εἶναι, τοῦτο ἡ ἀπόφασις ἐν τῷ μὴ εἶναι· τοῦτο δὲ ὑποστάσει μὲν οὐδαμῶς, ὁμοιότητι δὲ σημασίας εἰς τὴν αὐτὴν κατηγορίαν ἀνάγεται. τὴν δὲ τοιαύτην λύσιν ἀποδοκιμάζουσιν ὡς ἐνδιδοῦσαν τῇ ἀπορίᾳ κατὰ λέξεως ὁμοιότητα καὶ αὐτῇ λεγούσῃ ὑφ' ἕν τι κοινὸν ἀνάγεσθαι· δεῖ δὲ καὶ γένος τι εἶναι τῶν πρός τι, ἀφ'οὗ αἱ τῶν κατ' εἴδη θεωρούμεναι πρός τί πως ἐχόντων ἀπομερίζονται παραλλαί· οὐ γὰρ ἀφ' ἑνὸς καὶ πρὸς ἕν, ἀλλ' ᾗ ὁ λόγος τῆς σχέσεως ὁ αὐτὸς ἐν πᾶσιν νοεῖται, καθ' ὃν τὸ κοινὸν γένος ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ἀφορίζεται. δεῖ δὲ διαιρεῖσθαι τό τε καθ' αὑτὸ πρός τι καὶ τὸ κατὰ συμβεβηκός, ἵνα μὴ πλανώμεθα πολλάκις εἰς ἄλλο γένος ἀπ' ἄλλου παραγόμενοι. διότι γὰρ τὸ κατὰ συμβεβηκὸς ἀεὶ περί τι προηγούμενον παρακολουθεῖ, διὰ τοῦτο ἐκεῖνο ἕξει τὸ κῦρος, ὅπερ προηγεῖται· τὸ δὲ συμβεβηκὸς ἄλλως ἐπακολουθήσει καὶ οὐκέτι ἂν εἴη τοιοῦτον, ὁποῖον εἶναι καταφαίνεται. καθ' αὑτὰ μὲν οὖν λεγέσθω πρός τι, οἷον τὸ ἴσον καὶ ὅμοιον· προηγουμένην γὰρ ἔχει ταῦτα τὴν σχέσιν καὶ κατὰ ταύτην ὑφέστηκεν, ἀλλ' οὐ δι' ἄλλο τι ἐν σχέσει θεωρεῖται· κατὰ συμβεβηκὸς δὲ πρός τι |λέγοιτο ἂν ἄνθρωπος, διότι συμβέβηκεν αὐτῷ διπλασίῳ εἶναι. Μεδὲ τὰς χοινὰς ἀπορίας τε καὶ λύσεις μηδὲ τὰς κατὰ μέρος ἐπαχθείσας παραλείπωμεν. ‘τὸ γὰρ ὅμοιον, φασίν, οὐδέν ἐστιν παρὰ τὸ ἐν ἑκατέρῳ ποιόν, ἅπερ προὔπάρχει τῆς σχέσεως· ἡ δὲ σχέσις οὐδὲν ἂν εἴη ἢ ἡμετέρα τις κρίσις παραβαλλόντων τὰ ἀφ' ἑαυτῶν ὄντα καὶ λεγόντων ‘τοῦτο καὶ τοῦτο τὸ αὐτὸ μέγεθος ἔχει καὶ τὴν αὐτὴν ποιότητα’·καὶ ἡ κάθισις δέ, φασί, καὶ ἡ στάσις τί ἂν εἴη παρὰ τὸ καθήμενον καὶ ἑστώς;’ πρὸς δὲ τὰ τοιαῦτα πάντα κοινῶς ὑπαντᾶν χρἡ, ὡς εἰ μὲν ψεύδεται ἡ κρίσις καὶ διάκενός ἐστιν ἡ τούτων ἔννοια, οὐδὲν ἂν εἴη ἡ σχέσις· εἰ δὲ ἀληθεύει καί τι τὸ ὅμοιον καὶ τὸ ἴσον ἐννοοῦμεν καὶ τὴν θέσιν, πιστεύειν δεῖ καὶ ταῖς νοήσεσιν ἡμῶν ὡς τὰ ὄντα ἀπαγγελούσαις καὶ τίθεσθαι τῶν ὄντων τὴν σχέσιν καὶ τὸ πρός τι ἐν ἰδίᾳ ὑποστάσει. τὸ γὰρ ποιὸν καὶ ποσὸν καθ' αὑτὰ μέν ἐστιν τοιαῦτα, ὅμοια δὲ καὶ ἴσα οὐ λέγεται πρὸ τοῦ τῶν κατ' αὐτὰ σχέσεων μετασχεῖν. ἄλλο γὰρ τὸ ἴσον παρὰ τὸ ποσὸν καὶ ἄλλο τὸ ὅμοιον παρὰ τὸ ποιόν, τὸ αὐτὸ ἐπὶ διαφερόντων ἴσως ἢ ὁμοίως λεγόμενον, ἔχον καὶ αὐτὸ ὑπόστασιν οὐκ ἐπιγεννηματικήν, ἀλλὰ προηγουμένην μετὰ τῶν προηγουμένων γενῶν, κατὰ ταύτην καὶ τούτων εἰδοποιουμένων, κατὰ μὲν τὸ ἴσον τῶν ποσῶν εἰς συμμετρίαν ἀναγομένων, κατὰ δὲ τὸ ὅμοιον συμπεραινομένων τῶν ποιῶν, περὶ δὲ τὸ ταὐτὸν τῶν ὄντων ἀφοριζομένων, οὐ κατὰ τὰς ἐπισυνισταμένας σχέσεις, ἀλλὰ κατὰ τὰς προηγουμένας τῶν ὄντων ἢ συνυφισταμένας μετ' αὐτῶν. ἐφ' ὦν δὲ λέγομεν ὅτι οὖτος πεποίηκεν τοῦτον καὶ οὖτος κρατεῖ τούτου, οὐ ψιλὰ τὰ πράγματα παραλαμβάνομεν, ἀλλὰ καὶ ἔργον τι ἐν μένσῳ θεωροῦμεν, ὃ συνάπτει τὸ ποιοῦν πρὸς τὸ ποιούμενον καὶ τὸ κρατοῦν πρὸς τὸ κρατούμενον· ἔδει γὰρε εἶναι τῶν ποιητικῶν πρὸς τὰ ἀποτελέσματα κοινὴν ἐπιπλοκήν. ὁ δὲ τὴν στάσιν καὶ τὴν κάθισιν μὴ προσποιούμενος ἔοικεν Στωικῇ τινι συνηθείᾳ συνέπεσθαι, οὐδὲ ἓν ἄλλο ἢ τὸ ὑποκείμενον εἶναι νομίζων, τὰς δὲ περὶ αὐτὸ διαφορὰς ἀνυποστάτους ἡγούμενος καὶ πῶς ἔχοντα αὐτὰ ἀποκαλῶν, ὡς ἐν τοῖς ὑποκειμένοις ἔχοντα αὐτὸ τοῦτο τὸ πῶς ἔχειν. εἰ γάρ ἐστιν στάσις ἓν γένος τῶν ὄντων, ἔστιν δὲ ἡ ἑτέρου ἐν ἑτέρῳ ἵδρυσις † ἔχοντα ἰδίας ὑποστάσεις, ἔσται καὶ ἡ στάσις ἑτέρα τοῦ ἑστηκότος καὶ ἡ κάθισις ἑτέρα τοῦ καθημένου καὶ πρότερα τὰ μετεχόμενα τῶν μετεχόντων καὶ τὰ καθ' ἑαυτὰ τῶν ἐν ἄλλοις. ‘’Αλλ' ἡ ἕξις, φασίν, ἡ μὲν κατὰ τὸ ἐχόμενον λεγομένη, ὡς ἡ ὁπλιτῶν ἕξις, φησὶ Πλάτων, ποιὸν ἂν εἴη, Ἡ δὲ κατὰ τὸ ἔχειν ἔχειν ἂν μᾶλλον σημαίνοι'. ἀλλ' οὐ δεῖ οὕτως ἀποδιαλαμβάνοντας τὸ ἐχόμενον καὶ ἔχον ἐπινοεῖν τὰ πρός τι, ἀλλὰ τὸ μέσον τοῦ τε ἔχοντος καὶ ἐχομένου, τὸ κατὰ τὴν συναφὴν τὴν πρὸς ἄλληλα θεωρούμνενον. καὶ ἐπὶ τῆς διαθέσεως δὲ τὸ κοινὸν τοῦ τε διακειμένου καὶ ᾦπερ διάκειται θεωρεῖν χρὴ κατὰ τὴν πρὸς ἄλληλα αὐτὸ σχέσιν ὑφεστώς. ‘ἀλλ' ὁ δεξιός, φησίν, πρὸς ἀριστερὸν καὶ ὁ ἔμπροσθεν καὶ ὄπισθεν ἐν τῷ κεῖσθαι μᾶλλον ἂν λλέγοιντο, ἐπεὶ ὁ μὲν ὡδί, ὁ δὲ ὡδί, ἡμεῖς δὲ τὸ δεξιὸν καὶ ἀριστερὸν ἐνοήσαμεν, καὶ τὸ πρότερον δὲ καὶ ὕστερον ἡμεῖς δὲ τὸ δεξιὸν καὶ ἀριστερὸν ἐνοήσαμεν, καὶ τὸ πρότερον δὲ καὶ ὕστερον ἡμεῖς ὡσαύτως προστεθείκαμεν’. πάλιν δὲ ἐκεῖνο ῥητέον, ὡς εἰ μὲν ἀληθεύομεν κατά τινος ταῦτα λέγοντες καὶ ἐννοοῦντες, ἔστιν τι Ἡ σχέσις, εἰ δὲ μή, οὐδέν· εἰ δὲ καὶ μηδὲ λεγ΄΄οντων ἡμῶν μηδὲ νοούντων ἔχει ταῦτά τινα φύσιν ἀφωρισμένην, ἐναργῶς ἄτοπον τὸ τῇ ἡμετέρᾳ θέσει παραμετρεῖν αὐτά. ταῦτα μὲν οὖν καὶ πρὸς τὰς κατὰ μέρος ἀπορίας εἰρήσθω. Αἰτιᾶται δὲ ὁ Εὔδωρος, διὰ τί ἀντιδιῃρημένου τοῦ καθ' αὑτὸ τῷ πρός τι περὶ μὲν τοῦ πρός τι διείλεκται ὁ Ἀριστοτέλης, περὶ δὲ τοῦ καθ' αὑτὸ οὐκέτι. καὶ ῥητέον ὅτι ἐν τῷ καθ' αὑτὸ αἱ ἐννέα κατηγορίαι θεωροῦνται· τὸ οὖν καθ' αὑτὸ λαβὼν κατὰ τὰς ἐννέα κατηγορίας τὴν τοῦ πρός τι προστίθησιν ὡς παραφυομένην ταῖς ἐννέα. καὶ γὰρ ἐν ταῖς ἐννέα θεωρεῖται, ἐπὶ μὲν τῆς οὐσίας ἀμφιβόλως ὡς ἐρεῖ, ἐπὶ δὲ τῶν ἄλλων ἐναργῶς, ὡς ἐπὶ μὲν τοῦ ποιοῦ ἡ ἕξις, ἐπὶ δὲ τοῦ ποσοῦ διπλάσιον, ἐπὶ δὲ τοῦ ποῦ ἐπέκεινα, ἐπὶ τάδε, ἐπὶ δὲ τοῦ ποτὲ πρεσβύτερον, νώτερον, ἐπὶ δὲ τοῦ Ζ ποιεῖν καὶ πάσχειν καῦσις, τμπησις, ἐφ' ὦν καὶ ἡ ἐνέργεια καὶ ἡ πεῖσις ὁμώνυμοι, ἐπὶ δὲ τοῦ κεῖσθαι ἐπίκειται, ὑπόκειται, ἐπὶ δὲ τοῦ ἔχειν, ἀφ' ὦν τὸ ἔχειν παρωνύμως λέγεται, ὡς ὑπόδεσις· καὶ ἐπὶ τῆς οὐσίας δὲ πατήρ, υἱός. διὰ ταῦτα δὲ ὡς παραφυομένην ταῖς ἄλλαις κατηγορίαις τὴν τοῦ πρός τι ἐπεισοδιώδη νομίζουσιν καίτοι προηγουμένην οὖσαν καὶ κατὰ διαφορὰν οἰκείαν θεωρουμένην· αὕτη γὰρ κοινότης ἐστὶν διὰ πάντων διήκουσα τῶν ὑπ' αὐτὰ τεταγμένων, ἥτις εἰ μὴ παρῆν, διεσπάσθη ἂν πάντα ἀπὸ πάντων. καὶ Ἡ μέν τίς ἐστιν σχέσις ἐν εἴδει καὶ λόγῳ ὑφεστῶσα, ἡ δὲ μετάσχεσις αὐτῆς ἐν τοῖς μετειληφόσιν, οὐκ ἀπὸ γενέσεως ἢ κινήσεως ἢ ἄλλον τρόπον ἐπεισοδίώδη τὴν εἰς τὸ εἶναι πάροδον ἔχουσα· οὔτε γὰρ ἀπόστασις οὔτε παράθεσις οὔτε ἢ συναγωγὴ ἢ διάσχισις ἢ προσθήκη ἢ ἀφαίρεσις ἢ θέσις μορίων ἢ ὅλως τι τῶν τοιούτων τὴν σχέσιν ὑφίστησιν, ἐπεὶ καὶ τὰ αὐτὰ τῶν ἐναντίων ἐστὶ σχέσεων οἰστικὰ καὶ τὰ ἐναντία τῶν αὐτῶν. μόνως ἄρα κυρίως αἴτιόν ἐστιν τῆς σχέσεως τὸ μετασχεῖν τοῦ τῆς σχέσεως εἴδους, καὶ τὸ πρός τι κατὰ τὴν σχέσιν μόνην ἀνιχνευέσθω, μὴ συλλαμβανόντων ἡμῶν τὰ πρά|γματα ὦν ἐστιν ἡ σχέσις. τῶν δὲ σχέσεων αἱ μὲν συνυπάρχουσι τοῖς τοῦ ζᾠου μέρεσιν· αἱ δὲ μενόντων τῶν ὑποδείως ἔχοι πρὸς τὴν τῆς σχέσεως μετουσίαν, καί εἰσιν αὖται συμβεβηκυῖαι μᾶλλον· αἱ δὲ καὶ φθειρομένων διαμένουσιν, ὡς ἡ τῶν προτέρων ὑφεστηκότων καὶ τοῦ ὑστέρου κατὰ χρόνον πρὸς τὸ πρότερον, διότι καθ' ἑαυτὰς ἔχουσιν ἀσωμάτους λόγους αἱ σχέσεις. ἀλλὰ τούτων μὲν ἅλις, ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον καὶ τὰ ἴδια τῶν πρός τι πῶς ἀποδέδωκεν ὁ Ἀριστοτέλης ἐπισκεπτέον. p. 6b15 ‘Υπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι ἕως τοῦ οὐδὲ τῶν τοιούτων οὐδεν<ί>. Μετὰ τὸν ὁρισμὸν ἤτοι τὴν ὑπογραφὴν τῶν πρός τι ἐπὶ τὰ παρακολουθοῦντα κὰνταῦθα μεταβαίνειν καιρὸς ἦν. τούτων δὲ τὰ μὲν ἦν κοινὰ καὶ πρὸς ἄλλας κατηγορίας, τὰ δὲ ἴδια, καὶ πρῶτον τὰ κοινὰ παραδίδωσιν, εἶθ' οὕτως τὰ ἴδια, διότι ἕκαστον τῶν ὄντων τοῖς τε κοινοῖς καὶ τοῖς ἰδίοις λόγοις κατ' οὐσίαν περιλαμβάνεται. πρῶτον δὲ τὸ ἐναντίον ὑπάρχειν τοῖς πρός τί φησιν, ὅπερ ἐν μὲν τῇ οὐσίᾳ καὶ ἐν τῷ ποσῷ ἐλέγετο μὴ ὑπάρχειν, ἐν δὲ τῷ ποιῷ καὶ ἄλλαις κατηγορίαις πλείστην ἔχον ἐπικράτειαν δειχθήσεται. λέγει δὲ ὑπάρχειν ἐναντιότητα ἐν τοῖς πρός τι οὐχ ὅτι τὸ πρός τι ἐναντίον ἐστὶν ἐκείνῳ πρὸς ὃ λέγεται (ἄλλη γὰρ ἀντίθεσις ἡ τῶν πρός τι καὶ ἄλλη ἡ τῶν ἐναντίων, ὡς ἐν τῷ περὶ τῆς ἀντιθέσεως λόγῳ μαθησόμεθα), ἀλλ' ὅτι τινὰ πρός τι ὄντα καὶ ἐναντία ἐστὶν ἀλλήλοις, οὐ κατὰ τὸν πρός τι λόγον, ἀλλ' ὅτι πρός τι οὖσιν αὐτοῖς ὑπάρχει τὸ καὶ ἐναντίοις εἶναι· ἐναντία δέ φησιν τῶν πρός τι ὄντα ἀρετὴν καὶ κακίαν καὶ ἐπιστήμην καὶ ἄγνοιαν, οὐχ ὅτι ἡ ἀρετὴ καὶ Ἡ κακία πρὸς ἄλλο τὸ εἶναι ἔχουσιν οὔτε ἡ ἐπιστήμη καὶ ἄγνοια, ἀλλ' ὅτι κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφοράν, τουτέστι τὴν ἕξιν, καὶ αὐτὰ τῶν πρός τι ἂν εἴη· ἡ γὰρ ἕξις τῶν πρός τι. πῶς οὖν προελθών, φαίη τις ἄν, τὴν ἐπιστήμην καὶ τὴν ἀρετὴν καὶ τὰ τούτοις ἀντικείμενα ποιότητας τίθεται; ἢ ὅτι τὸ αὐτὸ καθ' ἕτερον καὶ ἕτερον ὑπ' ἄλλην καὶ ἄλλην γίνεται κατηγορίαν· καὶ ταῦτα οὖν ὡς μὲν ποιοὺς παρεχόμενα ποιότητες ἔσονται, καθὸ δὲ πρὸς ἕτερον σχέσιν ἐμφαίνουσ, τῶν πρός τι. οὐ πᾶσιν δέ, φησί, τοῖς πρός τι ὑπάρχει τὰ ἐναντία· οὐ γὰρ δὴ τῷ διπλασίῳ οὔτε τῷ τριπλασίῳ οὔτε τῶν πολλαπλασίων ούδενί, ἅπερ πάντα τῶν πρός τί ἐστιν. διὰ τίοῡν ἄρα καὶ ὑπάρχει καὶ οὐχ ὑπάρχει τοῖς πρός τι ἡ ἐναντιότης; ἢ ὅτι ἄνευ μὲν ἄλλης κατηγορίας καθ’ αὑτὰ ὐδὲ ἐπινοηθῆναι δύναται τὰ πρός τι, συνυφίσταται δὲ ἀεὶ ταῖς ἄλλαις· διὰ τοῦτο οῡν, ὅταν μὲν ἐπὶ κατηγορίας ληφθείη ἐχούσης ἐναντίωσιν, ἕξει καῖ αυτὰ τὴν ἐναντίωσιν· ἐὰν δὲ ἐν τοῖς μὴ ἔχουσιν ἐναντίωσιν θεμρῆται, οὐδὲ αὐτὰ ἕξει τὴν ἐναντίωσιν. ὅσα γὰρ ἂν ὑπάρχῃ τῷ ὑποκειμένῳ γένει τοῖς πρός τι, ταῦτα καὶ αὐτοῖς τοῖς πρός τι συμβέβηκεν ὡς ἐπὶ τὸ πλεῖστον, ὥστε ὅταν μὲνἐν ἕξει ἢ ὅλως ποιότητι συνθεωπῆται, ἐπιδέχεται ἐναντίωσιν, διότι καὶ ἡ ποιότης· ὅταν δὲ διπλασίῳ ἢ τριπλασίῳ ἢ ὅλως ποσότητι, οὐκέτι, διότι οὐδὲ ἡ ποσότης ἐναντίωσιν ἐνπεδέχετο· ὀμοίως δὲ καὶ ὅταν οὐσίᾳ συνέπηται, ὡς ἐπὶ πατρὸς καὶ υἱου· οὐδὲ γὰρ ἡ οὐσία ἐπεδέχετο. καὶ δῆλον ὅτι καθ’ ὅσον μὲν ἐπιδέχεται ἐναντίωσιν, τοῖς ἐπιδεχομένοις γένεσιν κονωνεῖ, καθ’ ὅσον δὲ μὴ ἐπιδέχεται, τοῖς μὴ ἐπιδεχομένοις, κατ’ ἄμφω δὲ πᾶσι νὁμοῦ τοῖς γένεσιν, ὥστε οὐδὲ ἴδιόν ἐστι τῶν πρός τι τὸ ἐπιδέχεσθαι τὰἐν ἐναντία· οὔτε γὰρ παντὶ οὔτε μόνῳ ὑπάρχει ἐναντιότης. Δοκεῖ δέ, φησίν, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεσθαι τὰ πρός τι, τὸ μὲν δοκεῖ προσθεὶς οὐχ ὡς μὴ ἐπιδεχομένου μέν, δοκοῦντος δὲ ἐπιδέχεσθαι, ἀλλ’ ὡς ἀπχαίαν δόξαν ἐξηγούμενος· τὸ δὲ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται κατὰ τὸ ὅμοιον· μᾶλλον γὰρ ὅμοιον τὸ μᾶλλον τοῦ αὐτοῦ εἴδους μετέχον καὶ ἧττον τὸ ἧττον· τὸ δὲ ὅμοιον τῶν Γ πρός τι. ἀλλὰ τοῦτο μὲν σαφές. πῶς δὲ ἀντὶ τοῦ εἰπεῖν ‘καὶ ἄνισον μᾶλλον καὶ ἧττον’ ἀνισαίτερον μᾶλλον καὶ ἧττον εἶπεν; εἰ γὰρ ἀνισαίτερόν ἐστιν ἄνισον ἤδη προσειληφὸς τὸ μᾶλλον, πῶς ἀνισαίτερον μᾶλον καὶ ἧττον εἶπεν; ἢ διὰ τὸ ἀσυνηθέστερον τῆς λέξεως αὐτὸ τὸ μετὰ τοῦ μᾶλλον ἄνισον παρήγαγεν. πῶς οὖν καὶ τὸ ἧττον ἐπήγαγεν; ἢ ὅτι καὶ τ[ο μᾶλλον ἄνισον ἐνπ΄΄ιτασιν ἔχει καὶ ἄνεσιν, ὥστε μᾶλλον ἀνισαίτερον καὶ 30 ἧττον εἶναι· καὶ γὰρ μᾶλλον ὁμοιότερον καὶ ἧττον λέγομεν, ὅτανλ ὁμοιότερον ὄν τι ἄλλου τινὸς τοῦτο τὸ ὁμοιότερον ἐπιτείνηται καὶ ἀνιῆται. καὶ ἄλλως δὲ ὁ Ἰάμβλιχος ἐξηγεῖται, ὅτι τὴν ἐπ’ ἄπειρον τοῦ ἀνίσου πρόοδον ἐνδεικνύμενος ποτέ γίνεται, ἀλλ’ ἀεὶ μεῖζον, οὔτε μικρόν, ἀλλ’ ἀεὶ ἧττον κατὰ τὴ ἐπ’ ἄπειρον προσθήκην τε καὶ ἀφαίρεσιν. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι οὐκ εἶπεν ἰσαίτερον, ἀλλὰ ἀνισαίτερον, διότι οὐχ ὁμοίως ἐν τῷ ἴσῳ θεωρεῖται τὸ μᾶλλον καὶ ἧττον ὡς ἐν τῷ ἀνίσῳ. καὶ εἰη ἂν ζητήσεως ἄξιον, διὰ τὶ ἐν μὲν τῷ ὁμοίῳ καὶ ἀνομοίῳ ὁμοίως τὸ μᾶλλον καὶ ἧττον θεωρεῖται, ἐν δὲ τῷ ἴσῳ καὶ ἀνίσῳ οὐχ ὁμοίως. ἀλλὰ πῶς ἴδιον ὂν τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον τοῦ ποσοῦ μὴ ἐπιδεχομένους; ἢ ὅτι τὸ μὲν ποσὸν ᾗ | ποσὸν οὐκ ἐπιδέχεται, τὰ δὲ συμβεβηκότα τῷ ποσῷ οὐ καθὸ ποσά, ἀλλὰ καθὸ ποιὰ μᾶλλον, κατὰ τοῦτο ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ὁμοιότης γὰρ ἦν ποσοῦ τὸ ἴσον· ἡ δὲ ὁμοιότης ποιόν· τὸ δὲ ποιὸν ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον καὶ ἧττον· τὰ γὰρ δὲ οὐκέτι πάντα τὰ πρός τι ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον· τὰ γὰρ ἐν ὑποκειμένοις συνιστάμενα μὴ ἔχουσιν οὐδὲ αὐτὰ ἔχει. τὸ δὲ διπλάσιον καὶ τριπλάσιον ἐπιδέχεται τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀοριστίαν. Ἀλλ᾿ ἐπὶ τὰς ἀντιλήψεις πάλιν τὰς πρὸς τὰ παρακολουθοῦντα ῥηθείσας καὶ τὰς τῶν ἀντιλήψεων διαλύσεις τρεπτέον. ἀπορήσειε γὰρ ἄν τις, πῶς ἡ ἀρετὴ καὶ ἡ κακία τῶν πρός τι· τὸ γὰρ τινὸς εἶναι οἷον τοῦ σπουδαίου καὶ τοῦ φαύλου μεθέξεως ἦν, ἀλλ᾿ οὐ σχέσεως δηλωτικόν. καὶ δυνατὸν μὲν λέγειν ὅπερ καὶ πρότερον εἴρηται, ὅτι κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφορὰν ἔχει τὸ πρός τι ταῦτα· ἡ γὰρ ἕξις οὐχ ὡς μετεχομένη μόνον θεωρεῖται, ἀλλὰ καὶ καθ᾿ ὅσον ἔχει πως πρὸς τὸ ἐχόμενον καὶ τὸ ἔχον, καθ᾿ ὃ καὶ πρός τί ἐστιν. ἔστιν δὲ καὶ ἄλλως τὴν ἀρετὴν καὶ τὴν κακίαν τῶν πρός τι λέγειν, καθότι ποιότητες οὖσαι καὶ μεσότητές εἰσίν τινες, ἡ μὲν ὡς συμμετρία, ἡ δὲ ὡς ἀσυμμετρία· ἔχει γὰρ σχέσιν πρὸς τὰ ἄκρα τὸ μέσον, καὶ ἥ τε συμμετρία πρὸς τὰ σύμμετρα καὶ ἡ ἀσυμμετρία πρὸς τὰ ἀσύμμετρα· ὥστε καθ᾿ ὅσον μὲν ποιότητες, ἐναντίαι εἰσίαν, καθ᾿ ὅσον δὲ μεσότητες, ππρός τι. ὥστε οὐδὲ τοῦτο ἀπορεῖν χρή, πῶς ἄλλης οὔσης ἀντιθέσεως τῶν πρός τι καὶ ἄλλης τῶν ἐναντίων οὐ συγχυθήσονται αἱ ἀντιθέσεις, εἴπερ ἔσται καὶ ἐν τοῖς πρός τι ἐναντία· οὐ γὰρ καθὸ πρός τί ἐστιν ἐναντία, ἀλλ᾿ ὡς αὐτός φησιν ἐν τοῖς πρός τί ἐστιν ἐναντιότης· ἔχει γὰρ ἔνια τῶν ὑποκειμένων αὐτοῖς ἐναντιότητα καθὸ ποιά, ἀλλ᾿ οὐ καθὸ πρός τι· οὔτε γὰρ τὰ ἐναντία καθὸ ἐναντία πρός τί ἐστιν οὔτε τὰ πρός τι <καθὸ πρός τι> ἐναντία. καὶ ὅλως πρός τι μὲν εἰσιν καθὸ ἑξεις, ἕξις δὲ ἕξει οὐκ ἔστιν ἐναντία, ἀλλὰ τὸ ἐναντίον ἔχουσιν καθὸ τοιαίδε ἕξεις, ταὐτὸν δὲ εἰπεῖν καθὸ ποιό- τητες. ἐπισημαίνονται δὲ ὅτι ἡ ἐπιστήμῃ καὶ εἴδησις καὶ γνῶσις ἤτοι τῇ φωνῇ μόνῃ διαφέρουσιν ἢ εἴπερ εἴδησιν μὲν τὴν τῶν εἰδῶν θεωρητικὴν λέγομεν, γνῶσιν δὲ τὴν τῶν γενῶν, ἐπιστήμην δὲ τὴν ἐπαναβεβηκυῖαν ταύτας, ἔσται οὐ κατὰ φωνὴν μόνον, ἀλλὰ καὶ πραγματική τις τούτων διαφορά. Μ’ οὐδεμία σχέσις, φαῖεν ἄν, ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεται· τὸ γὰρ πρὸς ἕτερον ὁμοίως ἔχουσιν. ἢ οὐ καθὸ σχέσεις ἢ πρός τι, ἀλλὰ καθò τοιάδε καὶ ποιά, τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται. ἀλλ’ οὐκ ἐν τοῖς ποιοῖς μóvοις αὐτοῖς, φασίν, θεωρεῖται τὸ μᾶλλόν τε καὶ ἧττον, ἀλλὰ καὶ ἐν τοῖς ποσοῖς, ὥσπερ ἐν τῷ ἴσῳ τε καὶ ἀνίσῳ καὶ μείζονι καὶ μικροτέρῳ. ἢ καὶ αὗται ποσώδεις εἰσὶν ποιότητες καὶ κατὰ τὴν πιότητα γίωεται ἐπίτασίς τε καὶ ἄνεσις. εἰ δέ τις τὸ διπλάσιον ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεσθαι νομίζει τῇ αὐξήσει καὶ μειώσει τῶν ἐν τῷ αὐτῷ λόγῳ ἀριθμῶν, ὥστε τὸ ἐν τοῖς διακοσίοις καὶ ἑκατὸν μᾶλλον διπλάσιον νομίζειν τοῦ ἐν τοῖς τέτρασιν καὶ δύο, ἀγνοεῖ οὗτος, ὅτι καὶ ἐν πλείοσιν καὶ ἐν ἐλάττοσι ἀριθμοῖς ὁ αὐτὸς θεωρεῖται. λὀγος οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἐπιδεχόμενος. Ἰστέον δὲ ὅτι ὁ Ἀρχύτας τούτων τῶν παρακολουθημάτων τὸ μὲν τὰ ἐναντία ἐπιδέχεσθαι παρῆκεν, καίτοι καὶ ἐπὶ τῆς οὐσίας καὶ ἐπὶ τῆς ποιότητος μνημονεύσας αὐτοῦ “ καὶ γὰρ τᾷ ποιοτητι, φησίν, κοινά τινα συνρατητέον, τὸ τε ἐναντιότατά τινα ἐπιδέχεσθαι καὶ στέργσιν”), τὸ δὲ μᾶλλον καὶ ἧττον προσήκατο λέγων· “καὶ τὸ ποτ’ ἄλλο δὲ πως ἔχον ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον· μᾶλλον μὲν γὰρ ἔστιν ἦμεν μεῖζόν τινος καὶ μεῖον πάλιν τῶ αὐτῶ τούτω, πλάν οὐκ ἐπὶ πάντων τῶν <ποτ’> ἄλλο πως οὐ γὰρ ἔστιν μᾶλλον πατέρα ἦμεν οὐδὲ ἧσσον, οὐδὲ μὰν ἀδελφὸν ἢ υἱόν. λέγω δὲ ταῦτα ἐπιλογιζόμενος οὐκ ἐπὶ τὰς διαθέσιας ἀμφοτέρων τῶν ἠθέων, πῶς ἔχοντι εὐνοίας ποτ’ ἀλλήλως τοὶ συγγενέες καὶ τοὶ ὁμάδελφοι, ἀλλ’ ἐπ’ αὐτὰν τὰν τᾶς φύσιος ἔννοιαν”. διὰ τί οὖν παρῆκεν τὰ ἐναντία ; ἢ ὄτι οὐ καθ’ αὐτὸ ὑπῆρχεν τοῖς πρός τι, ἀλλὰ κατὰ συμβεβηκός, διότι ἐν τοῖς ὑποκειμένοις· ηὐλαβήθη οὖν, ἴνα μὴ τις εἰς ταὐτὸ συγχέῃ τὰς μεσότητας καὶ τὰ ὑποκείμενα αὐταῖς καὶ ἤτοι ἀναιρῇ τὰς μεσότητας μηδὲν ἄλλο παρὰ τὰ ὑποκείμενα απολιπὼν ἢ τὴν ἐκείνωνω σὐνοδον ἀποφαίνηται αὑτὰς ὑπάρχειν, καίτοι τὸ μέσον ἕν τι γένος ἐστὶ κοινὸν καὶ συνδετικὸν τῶν ἄκρων, ἕτερον ἐκείνων ὑπάρχον, ἐν οἷς ἡ ἐναντίωσις θεωρεῖται, κατὰ τὸ ποιῶδες, ἀλλ’ ού κατὰ τὴν σχέσιν αὐτῶν θεωρουμένη. τὰ μὲν οὖν ἐναντία διὰ τοῦτο παρῆκεν, τὸ δὲ μᾶλλον καὶ ἧττον προσήκατο ὡς οἰκεῖόν τισι τῶν πρός τι. ἐπεὶ γὰρ ἐστίν τινα καὶ ἐν τῇ τοιαύῃ κατηγορίᾳ ἐν τῷ γένει τοῦ ἀπείρου ὑφεστηκότα, ἐν ᾧ τὸ μᾶλλον καὶ ἧττον καὶ σφόδρα καὶ ἠρέμα καὶ τὰ τοιαῦτα πρόεισιν ἀορίστως ἐπιτεινόμενα καὶ ἀνιέμενα, εἰκότως ὡς ὡς αὐτῷ τῷ προς τι συμφυὲς τὸ μᾶλλον καὶ ἧττον ὑποτίθεται· αὐτίκα τὸ μεῖζον καὶ ἧσσον, ἐφ‘ ὧν αὐτὸς τὰ τοῦ μᾶλλον καὶ ἧττον παραδείγματα προεβάλετο, [ἃ] τῆς τοῦ ἀπείρου φύσεώς ἐστιν. ἐπειδὴ δὲ ἄλλα εἴδη τοῦ πρός τι τῷ πέρατί ἐστιν συγγενῆ, ὡρισμένην ἕξει τὴν κατηγορίαν ἐκεῖνα καὶ οὔτε ἄνεσιν οὔτε ἐπίτασιν ἐπιδέξεται· τοιαῦτα δέ ἐστιν, ὅσα πρὸς οὐσίαν ἔχει συγγενῶς, οἷον παρήρ, ἀδελφός, διότι καὶ ἡ οὐσία ὥρισται καὶ οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, οὕτως δὲ οὑδὲ τὸ ἵσον οὐδὲ τὸιπλάσι0v. ἐπειδὴ δέ τινες ἀποφέρονται πολλάκις ἐπὶ τὰς κατὰ συμβεβηκὸς φαινομένας κοινότητας, τούτου ἕνεκα προσέθηκεν ὅτι οὐ χρὴ τὰς διαθέσεις αὐτῶν | ἐπισκοπεῖν, πῶς ἔχουσιν πρὸς ἀλλήλους εὐνοίας· αὗται γὰρ μᾶλλον κατὰ τὴν ποιότητα θεωροῦνται, δεῖ δὲ οὐχ ὡς ποιὰ θεωρεῖν τὰ πρός τι, ἀλλ’ ὡς αὐτὸς φησιν “εἰς αὐτὰν τὰν τᾶς φύσιος ἔννοιαν ἀποβλέπειν καὶ αὐτὴν τὴν σχέσιν καθ’ ὅσον ἐστὶ σχέςις κυρίως ἐξετάζειν. ἀξιοῖ δὲ ὁ διορισμὸς οὗτος καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν, ὅταν τὰ κοινὰ ἢ ἴδια αὐτῶν θεωρῶμεν, καθαρὰ τὰ γένη κατανοεῖν καὶ μὴ συμμεμιγμένα πρὸς τἄλλα. p. 6b27 Πάντα δὲ πρὸς ἀντιστρέφοντα λέγεται ἕως τοῦ καὶ τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν. Μετὰ τὰ κοινὰ πρὸς ἄλλα γένη παρακολουθήματα τῶν πρός τι τὸ ἴδιον αὐτῶν νῦν ἀποδοῦναι προτίθεται. τοῦτο δέ έστιν τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι, ὅταν τὸ πρὸς ὅ λέγεται καὶ αὐτὸ πρὸς αὐτὸ τὸ πρὸς αὐτὸ λεγόμενον λέγηται ἀντικατηγορούμενον αὐτοῦ, ὡς ἐπὶ̓τΛ̀ τῶν παρατεθέντων παραδειγμάτων. ὡς γὰρ ὁ δοῦλος δεσπότου δοῦλος λέγεται, οὕτως καὶ ὁ δεσπότης δούλου δεσπότης λέγεται, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ἐξισάζει ἀφ᾿ ἑκατέρου πρὸς τὸ ἕτερον ἡ κατηγορία· διὸ καὶ ἀντιστροφὴ λέγεται, ὅταν ὡς τοῦτο πρὸς ἐκεῖνο, οὕτως κἀκεῖνο πρὸς τοῦτο ἀντικατηγορῆται. εἰπὼν δὲ ὅτι ὡσαύτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων, ἐπειδὴ τὰ ἐκτεθέντα παραδείγματα πρὸς γενικὴν ἐποιεῖτο τὴν ἀντιστροφὴν ὁμοίως τῇ ἐξ ἀρχῆς κατηγορίᾳ, οὐ πάντα δὲ οὕτως, ἀλλὰ καὶ πρὸς δοτικήν τινα ἀντιστρέφει, ὡς ὅταν λέγωμεν ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστητόν, εἰκότως προσέθηκεν θηκεν πλὴν τῇ πτώσει ἐνίοτε διοίσει κατὰ τὴν λέξιν, διότι κατὰ μὲν τὰ πράγματα οὐδεμία γίνεται τῆς σχέσεως παραλλαγή (μένει γὰρ τὰ αὐτά, καθ᾿ ὅσον ἔχει πως), κατὰ δὲ τὴν λέξιν μόνην ἡ ἐναλλαγὴ γίνεται, ἐνίοτε μὲν ὡσαύτως ποιουμένων ἡμῶν τὴν ἀντιστροφήν, ὡς ἐπὶ δούλου καὶ δεσπότου καὶ πατρὸς καὶ οἱοῦ, ἐνίοτε δὲ πρὸς ἄλλην πτῶσιν, ὡς ἐπὶ ἐπιστήμης εἴρηται καὶ ἐπιστητοῦ, ἐνίοτε δὲ οὔτε ἐκφορὰν ἐπιδέχεται πρὸς ὃ λέγεται, ἀλλὰ δεῖται καὶ τῆς πρός προθέσεως· μέγα γὰρ πρὸς μικρόν, ἀλλ᾿ οὐ μικροῦ λέγεται μέγα. Πολλαχῶς δὲ γινομένης τῆς ἀντιστροφῆς δεῖ τὴν ἰδιάζουσαν τοῦ προκειμένου κειμένου λαβεῖν. ἔστιν γὰρ καὶ συλλογισμοῦ ἀντιστροφή, ὅταν τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τῆς ἑτέρας προτάσεως τῆς αὐτῆς μενούσης ἡ ἑτέρα ἀντιστρέφηται, πάντως. ἐὰν γάρ, ὡς ὁ Ἀριστοτέλης φησὶν ἐν τῷ δευτέτῳ τῶν πρώτων Ἀναλυτικῶν, δεδειγμένον ᾖ τὸ ᾱ κατὰ τοῦ γݲ διὰ μέσου τοῦ βݲ, τὸ δὲ ᾱ ληφθῇ μηδενὶ τῶν γݲ ἢ μὴ παντὶ ὑπάρχον δι᾿ ἀντιστροφῆς στροφῆς ἢ τῆς εἰς τὸ ἐναντίον ἢ δύο προτάσεων τῆς ἑτέρας ὁποισσοῦν, ὡς μία πρότασις μενούσης τῶν δύο προτάσεως τῆς ἑτέρας ὁποιασοῦν, ἡ λοιπὴ τὴν αὐτὴν ἀντιστροφὴν ἀντιστρέφεται συμπέρασμα γινομένη. ἐὰν γὰρ ληφθῇ τὸ ᾱ κατὰ παντὸς τοῦ βݲ καὶ τὸ βݲ κατὰ παντὸς τοῦ γݲ, συνάγεται συμπέρασμα τὸ ᾱ κατὰ παντὸς τοῦ γݲ· ἐὰν δὲ τοῦτο ἀντιστραφῇ καὶ γένηται πρότασις λέγουσα τὸ ᾱ κατ᾿ οὐδενὸς * * * τοῦ γݲ καὶ προσληφθῇ τῶν ἐξ ἀρχῆς ἡ μείζων πρότασις ἡ γέγουσα τὸ ᾱ κατὰ παντὸς τοῦ βݲ τὸ βݲ κατ᾿ οὐδενὸς ἢ οὐ κατὰ παντὸς τοῦ γݲ ἐν τρίτῳ σχήματι μερικὸν πάντως, τὸ ᾱ οὐ κατὰ παντὸς τοῦ βݲ. ἔστιν δὲ καὶ προτάσεως ἀντιστροφὴ κατὰ ἐνάλλαξιν τῶν ὅρων γινομένη μετὰ τοῦ συναληθεύειν καὶ συμψεύδεσθαι· ῾οὐδεὶς ἄνθρωπος λίθος, οὐδεὶς λίθος ἄνθρωπος· πᾶς ἄνθρωπος ζῷον, τὶ ζῷον ἄνθρωπος᾿. ἔστιν δὲ καὶ κατὰ τὰ πράγματα ἀντακολουθία κατὰ τὸ συνυπάρχειν τὰ διαφέροντα, ὡς τῷ σπουδαίῳ τὸ θεοσεβές καὶ ἀνάπαλιν. ἔστιν δὲ ἄλλη παρὰ ταύτας, ἡ κατὰ τὰ πρός τι, ἥτις οὐκ ἀντακολούθησιν μόνον ἔχει, ἀλλὰ μετὰ τῆς σχέσεως τῆς πρὸς ἄλληλα τῶν ἀντικατηγορουμένων. οὐ γὰρ ταὐτόν ἐστιν τὸ τόδε τοῦδε καὶ τόδε τοῦδε καὶ τὸ μετὰ σχέσεως ἔχειν τοῦτο· ἄλλο γὰρ τὸι εἰπεῖν ‘ ὁ σπουδαῖος θεοσεβὴς καὶ ὁ θεοσεβὴς σπουδαῖος’ καὶ ἄλλο ‘ <ὁ> δοῦλος δεσπλοτου δοῦλος καὶ ὁ δεσπότης δούλου δεσπότης’· τοῦτο μὲν γὰρ κατὰ σχέσιν, ἐκεῖνο δὲ κατὰ μέθεξιν. τῶν δὲ τῇ αἰτῇ πτώσει ἀντιστρεφόντων τὰ μὲν τῷ αὐτῷ πράγματι χρῆται ἐφ’ ἑκατέρου, ὡς ἴσον καὶ ὅμοιον· τὸ γὰρ ἴσον ἴσῳ ἴσον καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, τοῦ αὐτοῦ ὄντος τοῦ τε ἔχοντος τὴν σχέσιν καὶ τοῦ πρὸς ὃ ἔχει· τὰ δὲ καθ’ ἑτερότητα παραλλάττει, ὡς δεσπότης καὶ δοῦλος καὶ διπλάσιον καὶ ἥμισυ, ὡς καὶ Ἀρχύτᾳ δοκεῖ· “ἐπιδέχεται γάρ, φησίν, τὰν ἀντιστροφὰν ὁμοίαν μὲν ὡς τὸ ἴσον καὶ ἀδελφόν, ἀνομοίαν δὲ ὡς τὸ μεῖζον καὶ μεῖον”. ἀπὸ δὲ τῶν ἁπλῶν γένοιτο ἄν καὶ σύμμικτά τινα τῶν πρός τι κατὰ τὴν τῶν ἄλλων κατηγοριῶν μέθεξιν, ὡς οἱ ὁμήλικες ἀπὸ τῆς τοῦ ποτὲ μεθέξεως καὶ οἱ ἰσόμαχοι ἀπὸ τῆς τοῦ πάσχειν καὶ ὁμοταχεῖς ἀπὸ τοῦ ποιεῖν, ὅταν κατὰ τὴν φορὰν τῶν σωμάτων θεωρῆται τὸ τάχος, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Ἀπορήσειε δ’ ἄν τις, μήποτε οὐκ ἴδιον τῶν πρός τι τὸ τῆς ἀντιστροφῆς· οὐ γὰρ μόνῳ αὐτῷ ὑπάρχει, ἀλλὰ καὶ ἄλλοις πολλοῖς· καὶ γὰρ εἴ τι καλόν ἐστιν, καὶ ἀγαθὸν ὑπάρχει, καὶ εἴ τι ἀγαθόν, καὶ καλόν. ταύτης δὲ τῆς ἀκρίας ἀκούοντες οἱ μὲν πρὸς τὸ παράδειγμα ἐνίστανται ὡς Στωικοῖς μᾶλλον, ἀλλ’ οὐχὶ Περιπατητικοῖς ἀρέσκον, οἳ τὸ μὲν καλὸν τὸ δι’ αὑτὸ αἱρετὸν λέγουσιν, τὸ δὲ ἀγαθόν τὸ Ι κατὰ φύσιν, καὶ διὰ τοῦτο εἴ τι μὲν ν Δ καλόν, καὶ ἀγαθὸ εὐθὺς εἶναι τίθενται, οὐκ ἀνάπαλιν δέ· τὴν γοῦν ὑγίειαν ἀγαθὸν μέν φασιν ὡς κατὰ φύσιν καὶ ὠφέλιμον, καλὸν δὲ οὐκέτι, ὡς οὐ δι’ αὑτὸ αἱρετὸν ὀργάνου πλεονέκτημα ὄν. τινὲς δὲ ταύτην μὲν ἀποδοκιμάζουσιν τὴν ἔνστασιν ὡς οὐ πρὸς τὴν ἀπορίαν, ἀλλὰ πρὸς τὸ παράδειγμα γενομένην· κἂν γὰρ ἐπὶ τούτου τοῦ παραδείγματος συγχωρήσῃ τις μὴ ὑγιῶς ἔχειν τὴν ἀντακολουθίαν ἀλλ’ ἔΜ αλλα πολλά συνυπάρχοντα, τὰ μὲν ὡς οὐσίαι, ὡς τὸ κέτρον τῆς σφαίρας καὶ ἡ περιφέρεια, τὰ δὲ ὡς δεύτερα καὶ πρῶτα, ὡς τῷ ἡλίῳ συνυπάρχει τὸ φῶς, τὰ δὲ ἀχώριστα συμβεβηκότα, ὡς τῷ πυρὶ ἡ θερμότης, καὶ οἱ ὅροι δὲ τῷ κεφαλαιώδει συνυφεστήκασιν καὶ ἀντακολουθοῦσιν. οἱ δὲ ταῦτα αἰτιώμενοι οὐδὲ οὐτοὶ λύουσιν τὴν ἀπορίαν, ἀλλ’ ἐνδεδώκασιν αὐτῇ λέγοντες μὴ κυρίως ἴδιον εἶναι τῶν πρός τι τὸ ἀντιστρέφειν φειν καὶ πᾶσιν καὶ μόνοις ὑπάρχον, ἀλλὰ πᾶσιν μέν, οὐκέτι δὲ καὶ μόνοις εἶναι γὰρ καὶ ἄλλα τὰ ἀντιστρέφοντα ὡς ἀντακολουθοῦντα ἀλλήλοις καὶ συνυπάρχοντα), λέγεσθαι δέ, εἴπερ ἄρα, ἴδιον κατὰ συνήθεινα τὴν τὰ πᾶσιν ὑπάρχοντα, κἄν μὴ μόνοις, ἴδια λέγειν ἀξιοῦσαν. μήποτε οὖν ἀκριβέστερον ἀκούειν δεῖ τοῦ εἰρημένου· οὐ γὰρ εἶπεν ὅτι τὰ πρός τι συμνπάρχουσιν άρχουσιν ἀλλήλοις, ὡς τὸ φῶς καὶ ὁ ἥλιος καὶ ἡ θερμέτης καὶ τὸ πῦρούδὲ ὅτι τὸ ἕτερόν ἐστιν ὅπερ τὸ ἕτερον, ὡς τὸ καλὸν καὶ τὸ ἀγαθόν, ἀλλ’ ὅτι πρός τινα λέγεται τὰ καὶ αὐτὰ πρὸς αὐτὰ λεγόμενα. τὸ μὲν γὰρ πρὸς ἕτερον ἀπονεύειν καὶ πρὸς ἕτερον λέγεσθαι τὸ εἶδός ἐστιν αὐτὸ τοῦρός τι· τὸ δὲ καὶ ἐκεῖνο πρὸς ὃ λέγεται ὁμοίως λέγεσθαι πρὸς τὸ πρὸς αὐτὸ λεγόμενον, τοῦτο ἴδιον τῶν πρός τι παρακολούθημα. ὅιλως γὰρ τὰ ἄλλα τὰ συνυπάρχοντα οὐδὲ λέγεται πρὸς ἄλληλα. τὸ γὰρ φῶς καὶ εἰ τοῦ ἡλίου ἐστὶν οὐ λέγεται πρὸς τὸν ἕλιον. ἄλλο γὰρ τινὸς εἶναι ἢ γέννημα ἢ ἐνέργειαν ἢ πάθος ἢ κτῆμα, καὶ ἄλλο τὸ πρός τι εἶναι καὶ λέγεσθαι. ἐκεῖνα μὲν γὰρ, κἂν ἄλλου ᾖ, ἀλλ’ ἔχει φύσιν ἰσίαν· τὸ δὲ πρός τι ἐν τῇ πρὸς ἕ3τερον ἀπονεύσει οὐσίωται, καὶ ἐξ ἀλλήλων ἄρτηται ταῦτα ὁμοίως καὶ οὐ τὸ ἕτερον ἐκ τοῦ ἑτέρου, ὡςξΛ̔͂ τῶν πρώτων καὶ δευτέρων. διὰ τοῦτο γὰρ καὶ πρὸς ἀντιστρέφοντα λέγεται, ὅτι] διὰ τὸ ἐξ ἀλλήλων τε καὶ ἐν ἀλλήλοις ὑφεστηκέναι· ὡς γὰρ ἔστιν, οὕτως καὶ λέγεται. δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὡς οὐκ ἐν τῷ λέγεσθαι μόνως συμβαίνει ἡ ἀντιστροφὴ τῶν πρός τι· τοῦτο μὲν γὰρ λέξεών τινακοινότητα καὶ συνήθειαν ἰδίαν παρίστησιν, τὸ μέντοι † ἀπὸ τοῦ κοινὴν ὑπάρχειν τὴν σχέσιν, τοῦτο εἰσάγει τὴν κατὰ τὸ πρός τι κατηγορίαν. Καὶ Ἀρχύτας δὲ τὴν ἀντιστροφὴν ἀποδίδωσιν τῶν πρός τι λέγων· “ἐπιδέχεται τὰν ἀντιστροφὰν ὁμοίαν μὲν οἷον ὡς τὸ ἴσον καὶ ἀδελφόν, ἀνομοίαν δὲ ὡς τὸ μεῖζον καὶ μεῖον.” ἀποδίδωσιν δὲ αὐτοῖς καὶ τὸ ἀντίστροφον οὕτω λέγων περὶ τῶν εἰδῶν τοῦ πρός τι· “τὸ μὲν γὰρ τι αὐτῶν * * * οὐκ ἔστιν ἀντίστροφον, οἷον ἐπιστάμα καὶ αἴσθασις· ἐπιστάμα μὲν γὰρ λέγεται τῶ ἐπιστατῶ καὶ αἴσθασις τῶ αἰσθατῶ, τὸ δὲ ἐπιστατὸν οὐκέτι λέγεται τᾶς ἐπιστήμας οὐδὲ τὸ αἲσθατὸν τᾶς αἰσθήσιος. τὸ δὲ αἴτιον, οτι τὸ μὲν ἐπιστατὸν καὶ αἰσθατὸν καὶ ἄνευ τᾶς αἰσθήσιος καὶ ἐπιστάμας δύναται ἦμεν, ἁ δὲ ἐπιστάμα καὶ αἴσθασις οὐ δύναται ἦμεν ἄνευ τῶ ἐπιστατῶ καὶ ἄνευ τῶ αἰσθατῶ.” 6 δὲ αὐτὸς κατὰ τὸ εἶναι μᾶλλον πρὸς ἄλληλα καὶ μετ’ ἀλλήλων χαρακτηρίζει τὰ πρὸς τι λέγων· “τοῦ δὲ ποτ’ ἕτερόν πως ἔχοντος ἴδιον τὸ τε συνυπάρχειν ἄμα ἀλλἠλοις καὶ ἀλλάλων δὲ ἁ. Μ’ ἧμεν”· διὰ γὰρ τὴν κατ’ αἰτίαν καὶ τὴν κατ’ οὐσίαν συνύπαρξιν συνέπεται καὶ ἡ τοῦ λέγεσθαι· ὡς γὰρ ἔστιν, οὕτως καὶ λέγεται, καὶ διότι ἔστιν, λέγεται, ἀλλ’ οὐχ ὅτι λέγεται, ἔστιν, καὶ καθ’ ὅσον μὲν ἔστιν τοιοῦτον, τὸ ἴδιον τοῦ γένους εἰσάγει, καθ’ ὅσον δὲ λέγεται μόνον, οὐχ ἕξει παραδεῖξαί τις τὴν κατὰ τὸ γένος αὐτοῦ διάκρισιν, ὤστε καὶ ἡ κατὰ τὸ λέγεσθαι ἀντιστροφὴ τῆς κατὰ τὸ εἶναι συνυπάρξεως ἤρτηται. πῶς δὲ συινυπάρχεο ἀλλήλοις καὶ ἅμα τῇ φύσει ἐστίν, καίτοι δοκούντων τινῶν κατ’ αἰτίαν προηγεῖσθαι, ὡς ἡ ἐνέργεια προηγεῖται τοῦ πάθους καὶ ὁ πατὴρ τοῦ υἰέος, τότε μαθησόμεθα, ὅταν τῷ Ἀριστοτέλει συνακολουθῶμεν τὰ πρός τι ἅμα τῇ φύσει εἶναι λέγοντι. p. 6b36 Οὐ μὴν ἀλλ’ ένίοτε οὐ δόξει ἀντιστρέφειν ἴως τοῦ φανερὸν ὅτι πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα ῥηθήσεται. Εἰπὼν πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεσθαι, ἐπειδή τινα δοκεῖ μὴ ἀντιστρέφειν, ὡς τὸ πτερὸν ὄρνιθος λεγόμενον οὐκ ἀντισρέφει πρὸς τὸ, ὄρνιν οὐ γὰρ λέγομεν ‘ὁ ὄρνις πτεροῦ ὄρνις’ ἢ ‘πτερῷ ὄρνις ἐστίν’ ἔστιν γὰρ καὶ ἄλλα πτερωτά, ἅ οὔκ είσιν ὄρνιθες· τῶν γὰρ πτερωτῶν τὰ μέν ἐστιν σαρκόπτερα, τὰ δὲ κολεόπτερα, τὰ δὲ σχιζόπτερα, ὧν τὰ σχιζόπτερα μόνα ὄρνιθές εἰσιν), βούλεται ἐν τούτοις ἅμα μὲν τὴν αἰτίαν εἰπεῖν τοῦ τινα δοκεῖν μὴ ἀντιστρέφειν καίτοι πάντων ἀντιστρερφόντων, ἅμα δὲ τοὺς τρόπους παραδοῦναι τῆς ἀποδόσεως, ὧν οἱ μὲν ὀρθῶς γινόμενοι σᾠζουσιν τὴν ἀντιστροφήν, οἱ δὲ μὴ ὀρθῶς οὐκέτι. καὶ τὸ μὲν αἴτιον τοῦ ποτὲ δοκεῖν μὴ ἀντιστρέφειν τὸ μὴ οἰκείως πρὸς ὅ λέγεται ἀποδίδοσθαι· τρόποι δὲ τῆς μὲν ὀρθὴς ἀποδόσεως τὸ πρὸς 8 λέγεται κατὰ φύσιν, πρὸς τοῦτο ποιεῖσθαι τὴν ἀπόδοσιν καὶ τὸ ἐξισάζειν · τὰ γὰρ τοιαῦτα ἀκολουθεῖ τε ἀλλήλοις καὶ ἀντιστρέφει· τῆς δὲ οὐκ ὀρθῆς ἀποδόσεως τρόποι, ἐὰν μὴ πρὸς 8 λέγεται κατὰ φύσιν, πρὸς τοῦτο ποιῆται τὴν ἀπόδοσιν, καὶ ὅταν ὑπερβάλλῃ ἢ ἐλλείπῃ, Ι ἀλλὰ μὴ ἐξισάζῃ τὰ ἀποδιδόμενα. παράδειγμα δὲ ἦν τοῦ μὲν ὁρθοῦ τρόπου τῆς ἀποδόσεως δοῦλος πρὸς δεσπότην· καὶ γὰρ ἐξισάζει ταῦτα καὶ καθ’ αὑτὰ ἀποδίδοται· ᾖ γὰρ δοῦλος, δεσπότου ἐστὶν καὶ ᾗ δεσπότης, δούλου, καὶ διὰ τοῦτο καὶ ἀντικατηγορεῖται ὡσαύτως. τῆς δὲ μὴ ὀρθῆς ἀποδόσεως παράδειγμα τὸ πτερόν φησι, ἐὰν ἀποδοθῇ ὄρνιθος· οὔτε γὰρ ἡ ὄρνις πτερωτὴ μόνη ἐστὶν οὔτε ἐξισάζει· πολλὰ γὰρ καὶ ἄλλα, ὡς εἴρηται, πτερωτά έστιν, καὶ διὰ τοῦτο οὐκ ἀντιστρέφει· οὐ γὰρ λέγομεν ’ 6 ὄρνις πτεροῦ ὄρνις’ ἢ ’πτερῷ ὄρνς’ διὰ τὸ ἔ‘ ἀρχὴς μὴ ὀρθῶς ἀποδεδόσθαι τὸ πτερὸν ὄρνιθος. ἐπὶ πλέον γὰρ λέγεται τὸ πτερὸν τοῦ ὄρνιθος, διότι πτερωτὰ μὲν καὶ ἄλλα ἐστίν, μόνα δὲ τὰ σχιζόπτερα ὄρνιθες· ὑπερβάλλον οὖν τὸ πτερὸν εἰκότως οὐκ αντιστρέφει· αἴτιον δὲ τὸ τὴν ἀρχὴν μὴ οἰκείως ἀποδοθῆναι τὸ πτερὸν ὄρνιθος. διὰ τοῦτό φησιν ἐνίοτε οὐ δόξει ἀντιστρέρφειν, καλῶς τὸ οὐ δόξει εἰπών, εἴπερ διὰ τὴν ἡμαρτημένην τῶν ὀνομάτων ἀπόδοσιν συμβαίνει τὸ μὴ δοκεῖν ἀντιστρέφειν. πῶς οὖν ἐχρῆν τὴν ἀπόδοσιν γενέσθαι βουλόμενος εἰπεῖν, ἐπεὶ μὴ εὐρίσκει τῷ πτερῷ ἐξισάζον ὄνομα κείμενον, ὀνοματοποιεῖν ἀναγκάζεται τὸ πτερὸν πτερωτοῦ λέγων δεῖν ἀποδιδόναι· ἐξισζόντων γὰρ τούτων ἀκόκουθος ἡ ἀντιστροφὴ γἰνεται, τὸ πτερωτὸν πτερῷ πτερωτὸν λεγόντων ἡμῶν. ἐν ᾧ καὶ μεθοδον παρδέδωκεν, πῶς δεῖ λαμβάνειν τὰ ἐξισάζοντα καὶ ἀντακολουθοῦντα, ὅτι ἀπὸ τῶν πρώτων καὶ τῇ συνηθείᾳ ἐγνωσμένων δεῖ καὶ τοῖς πρὸς αὐτὰ λεγομένοις τίθεσθαι τὰ ὀνόματα, ὡς ἀπὸ τοῦ πτεροῦ τὸ πτερωτὸν καὶ τοῦ πηδαλίου τὸ πηδαλιωτόν· οὕτως γὰρ οὔτε ὑπερβάλλον οὔτε ἐλλεῖπον, ἀλλὰ συναπαρτίζον τεθήσεται τὸ τιθέμενον. ἐπιστῆσαι δὲ χρὴ τῷ οὐ γὰρ ᾗ ὄρνις, ταὐτῃ τὸ πτερὸν αὐτῆς λέγεται· ὡς γὰρ ὀφείλοντος τοῦ ἧ οὐ μόνον ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαι, ἀλλὰ καὶ ἐξισάζειν οὕτως εἶπεν. εἰ δὲ τοῦτο οὔτως ἔχει, οὐκέτι τὰ γένη τῶν εἰδῶν ᾗ αὐτὰ κατηγορεῖται οὐ γὰρ ἐπίσης κατ’ αὐτῶν λέγεται), ἀλλ’ οὐδὲ ἴσον ἔσται τῷ καθ’ αὑτὸ τὸ ᾗ αὐτό· τὸ μὲν γὰρ καθ’ αὑτὸ ἐπὶ τῶν κατ’ οὐσίαν λἐγεται, τὸ δὲ ᾗ αὐτὸ ἐπὶ τῶν ἐφισαζόντων. ἀλλ’ εἰ μὴ ἔστιν ὄρνις χωρὶς πτεροῦ, διὰ τί μὴ ῥηθήσεται ᾗ ὄρνις πτερῷ ὄρνις; ἐπὶ μὲν γὰρ τοῦ πλοίου ὀρθῶς εἴρηται τὸ οὐ γὰρ ᾗ πλοῖον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται, διότι ἔστιν τινὰ πλοῖα οὐκ ἔχοντα πηδάλιον, ὡς τὰ μικρὰ τὰ κώπαις ἅμα καὶ ἐρεττόμενα καὶ ἰθυνόμενα καὶ τινα τῶν ἐν τοῖς ποταμοῖς πορθμείων, ὧν τὰ μὲν κοντοῖς ὠθεῖται, τὰ δὲ σχοίνοις δείλκεται· ὀρθῶς οὖν οὐχ ᾗ πλοῖον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται, ἐπὶ δὲ τοῦ ὄρνιθος οὐκέτι· γὰρ ὄρνις ἔχει πτερά. ὥστε ὥστε οὐ ταύτῃ λέγεται τὸ ούχ ᾗ ὄρνις, ἀλλ’ ὅτι μὴ ἐξισάζει, διὰ τοῦτο ἀλληθὲς εἰπεῖν τὸ οὐχ ᾗ ὄρνις· ἔχει γὰρ καὶ ἄλλα πτερά. πρὸς δὲ τὸ πτερωτὸν ἐξισάζει τὸ πτερόν, καὶ διὰ τοῦτο οὕτως εχρην αποοιοοναι. Ἐνίοτε δέ, φησίν, καὶ ὀνοματοποιεῖν ἴσως ἀναγκαῖον, οὐχ ὅτι καινοτομεῖν δεῖ τῶν κειμένων ὁνομάτων τὴν συνήθειαν δηλοῖ δὲ τὴν ἐυλάβειαν αὐτοῦ τὸ ἐνίοτε καὶ τὸ ἵσως καὶ τὸ ἀναγκαῖον), ἀλλ’ ὅτι, ἡνίκα μὴ ᾗ κείμενον ὄνομα τῷ ἀντιστρέφοντι, τότε δεῖ θεῖναι όνομα, πρὸς οἰκείως ἂν ἀποδοθείη ἡ ἀντιστροφή, οὐκ εἰς χρῆσιν ἁπλῶς τὸ ὄνομα τιθέντας, ἀλλ’ εἰς ἔνδειξιν τοῦ κατὰ τὰ πράγματα ἀντιστρέφοντος. μεταβαίνει δὲ ἐξῆς ἐπὶ τὸ τοῦ πλοίου καὶ πηδαλίου παράδειγμα,. ἐφ’ οὗ ἀνάπαλιν ούκέτι τὸ ἐχόμενον πλεονάζει, ὡς τὸ πτερὸν τοῦ ὄρνιθος ἐπλεόαζεν, ἐπλεόναζεν, ἀλλὰ τὸ εἴχου· ἐπὶ πλέον γὰρ τὸ πλοῖόν ἐστι τοῦ πηδαλίου, ὥσπερ ἐκεῖ ἐπὶ πλέον τὸ πτερὸν τοῦ ὄρνιθος. ὀρθῶς οὖν εἶπεν ὅτι οὐχ ᾗ πλοπιον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται, καὶ καθ’ ὅσον οὐκ οὐσιωσῶς ὑπάρχει καὶ καθ’ ὄσον οὐκ ἐξισάζει. τὸ μέντοι ‘οὐδὲ ᾗ πηδάλιον πλοίου’ ψεδδος· ἀδύνατον γὰρ εἶναι πηδάλιον ὃ μὴ πλοίου ἐστίν. εἰ οὖν ἐπὶ πλέον τὸ πλοῖον τοῦ πηδαλίου, εἰκότως εἴρηται μὴ ἀντιστρέφειν· εἰ δὲ τὸ πηδαλιωτὸν ληφθῇ, οἰκαία τε γέγονεν ἡ λῆψις ᾗ γὰρ πηδάλιον, πηδαλιωτοῦ, καὶ ᾗ πηδαλιωτὸν, πηδαλίῳ τοιοῦτον) καὶ ἐξισάζει πρὸς ἄλληλα, καὶ διὰ τοῦ τοῦτο εἰπότως ἀντιστρέφει. τρίτον δὲ παράδειγμα τίθησιν ζῷον καὶ κεφαλήν. καὶ ἐπὶ τούτου δὲ ὁμοίως ὡς ἐπὶ τοῦ πλοίου καὶ τοῦ πηδαλίου περιττεύει τὸ ζῷον τῆς κεφαλῆς πολλὰ γὰρ ζῷα κεφαλὴν οὐκ ἔχει, ὡς τῶν ἐν θαλάττῃ πνεύμονες ἰαὶ λοπάδες καὶ ὄστρεα πάντα, καὶ καρκινοι δέ. πάλιν οὖν τὸ οὐχ ᾗ ζῷον, κεφαλὴν ἔχει κατὰ τὸν αὐτὸν τρόπον ὅν ἑπὶ τοῦ πλοίου καὶ τοῦ πηδαλίου ἀκουσόμεθα, ὅτι οὔτε οὐσιωδῶς οὔτε ἐξισαζόντως· τὸ γὰρ ‘ οὐχ ᾗ ὄρνις πτερὸν ἔχει ’ οὐκ ὅτι οὐκ ούσιωδῶς, ἀλλ’ ὅτι μόνον οὐκ ἐξισάζει· κατ’ οὐσίαν γὰρ τῷ ὄρνιθι τὸ πτερὸν ὑπάρχει. δῆλον οὖν ἀπὸ τούτων, ὅτι οἰκείως γινομένης τῆς ἀποδόσεως πρὸς ἀντιστροφὴν τοῦτο λέγεται· εἰ δὲ μὴ οἰκείως ἀποδοθῇ, οὐκ ἀντιστρέψει οὐδὲ ἐπὶ τῶν ὁμολογουμένως πρὸς ἀντιστρέφοντα λεγομένων καὶ ὀνόματα ἐχόντων κείμενα. ὅταν γὰρ μὴ αὐτὸ ληφθῇ πρὸς ὃ λέγεται οἰκείως, ἀλλά τι τῶν συμβεβηκότων ἐκείνῳ, οἷον ἐὰν μὴ ὁ δεσπότης ληφθῇ, ἀλλ’ ἄνθρωπος ἢ δίπουν, κἂν ἀληθὲς εἰπεῖν ’ὁ δοῦλος ἀνθρώπου δοῦλος’ , ἀλλ’ οὐκ ἀντιστρέφει οὐ γὰρ ὁ ἄνθρωπος δούλου ἄνθρωπος ἢ τὸ δίπουν, διότι οὐκ οἰκείως, ἀλλὰ κατὰ συμβεβηκὸς εγένετο ἐξ ἀρχῆς ὁ τῆς κατηγορίας τρόπος. καὶ κανόνα δέ τινα κριτικόν παραδίδωσιν τοῦ οἰκείου τρόπου τῆς ἀποδόσεως· ἄν γὰρ οἰκείως ἀποδεδομένον ᾖ πρὸς ὅ λέγεται, πάντων περιαιρουμένων τῶν ἄλλων ὅσα συμβεβηκότα ἐστίν, μένοντος δὲ ἐκείνου μόνου, πρòς ὃ οίκείως ἀπεδόθη, ἀεὶ πρὸς αὐτὸ Ι ῥηθήσεται, ὡς ἐπὶ τοῦ δεσπότου καὶ δούλου· ἀφαιρουμένων γὰρ ἀπὸ τοῦ δεσπότου τῶν ἄλλων πάντων ὁ δοῦλος πρὸς τὸν δεσπότην ῥηθήσεται, ὅτι οἰκείως ἀπεδέδοτο. ἐὰν δὲ μὴ οἰκείως ἀποδοθῇ, ἀλλ’ ὁ δοῦλος ἀνθρώπου λέγοιτο, περιαιρουμένων τῶν ἄλλων τοῦ άνθρώπου καὶ ὁ δεσπότης περιαιρεθήσεται, καὶ ὁ δοῦλος οὐκέτι οὐδε πρὸς ἄνθρωπον ῥηθήσεται οὐδὲ ἔσται ὅλως πρός τι· μὴ μὴ γὰρ ὄντος δεσπότου οὐδὲ δοῦλος ἔσται, ἢ κἂν εἴη, οὐ πρός τι ἔσται. ὁμοίως δὲ καὶ τὸ πτερὸν ἐὰν πρὸς ὄρνιν ἀποδοθῇ, περιαιρουμένων καὶ τῶν ἄλλων τοῦ ὄρνιθος καὶ τοῦ πτερωτοῦ οὐκέτι ἔσται τὸ πτερὸν πρός τι· μὴ γὰρ ὄντος πτερωτοῦ οὐδὲ πττερὸν ἔστιν, ἢ κἂν εἴη, οὐ πρός τι ἔσται. ὄρνιθος δὲ ἀναιρεθέντος, πτεροῦ δὲ ὄντος πρὸς τὸ πτερωτὸν ἀποδοθήσεται, ὡς ἐπὶ σφηκῶν· ἔστιν γὰρ ἐπὶ σφηκῶν καὶ ἄλλων. ὄρα οὖν ὅτι δύο παραδείγματα ἀνέλαβεν τῆς ἀνοικείως γινομένης ἀποιδόσεως, κοινόν μὲν ἔχοντα τὸ κατ’ ἄλλο τι λαμβάνεσθαι, ἴδιον δὲ, ὅτι τὸ μὲν κατὰ τὸν δοῦλον καὶ δεσπότην παράδειγμα τὴν πρὸς τὰ κατὰ συμβεβηκὸς ἀνοικείως γινομένην ἀπόδοσιν ἀποδείκνυσιν, τὸ δὲ κατὰ τὸν ὄρνιν καὶ τὸ πτερὸν ἐν μὲν τοῖς κατ’ οὐσίαν ἐστίν, τὸ δὲ ἀνοίκειον ἔχει κατά τὴν ὑπερβολὴν καὶ ἔλλειψιν. ταῦτα μὲν οὖν εἰς τὴν τῆς λέξεως σαφήνειαν εἰρήσθω. Τῶν δὲ ἀντιλεγόντων τινές εὐθὺς διασύρουσιν τὰ ὀνόματα, τὸ κεφαλωτὸν καὶ πηδαλιωτὸν καὶ πτερωτόν. καὶ ἐκείνων μὲν ἔδει καταφρονεῖν, ἀλλ’ ἐπειδὴ συνέβη τῶν ἐξηγητῶν τοὺς φιλοσοφωτέρους ἀντιλέγοντας αὐτοῖς πολλῶν καὶ καλῶν λόγων ἐσμὸν ἀνακινῆσαι, διὰ τοῦτο καὶ ἐγὼ τῶν ἀντιρρήσεων συντόμως μνημονεύσω. καὶ πρῶτον μὲν ἀγνοουσιν ὡς οὐκ ἐμήσατο τούτοις τοῖς ὀνόμασιν, ἄχρι δὲ παραδείγματος ὑπέδειξεν οἷα ἂν ἦν, εἰ ἔκειτο τοῖς θεαθεῖσιν ὑπ’ αὐτοῦ πράγμασιν ὀνόματα. ἔπειτα τὸ τῷ εὑρεθέντι πράγματι τὸ οἰκεῖον ὄνομα ἀποδοῦναι, ὅπερ ἂν καὶ αὐτὸς ὁ ὀνοματοθέτης ἔθετο, εἰ τοῦ πράγματος ἔννοιαν ἔλαβεν, σπουσῆς ἄξιον. ἀλλ’ οὐ γέλωτος ἂν εἴη. πρὸς δὲ τούτοις καὶ αυτὴν τὴν ὀνοματοποιίαν οὐκ ἐπὶ ξενασσ ὀνόματα παρήγαγεν, ἀλλ’ ἀπὸ τῶν κειμένων ἐν τῇ συνηθείᾳ μικρὸν παρακλίνας τοῖς στήθεσι μέν, οὑ συνήθως δὲ ἐχρήσατο, οἷον τῷ πηδαλιωτῷ ἀπὸ τοῦ πηδαλίου· οὕτως ἔσπευδεν πανταχοῦ τὴν συνήθειαν φυλάττειν. καὶ γὰρ ἀσφαλέστατος τρόπος ὁνοματοποιίας ὁ ἀπὸ τῶν ἤδη κειμένων καὶ τῆς κρατούσης συνηθείας· και γὰρ οἱ πρῶτοι ὁνοματοθέται φαίνονται ἀπὸ τῶν συνήθων καὶ ἁπλουστέρων τὰ ἄλλα συντιθέντες, ὡς αἱ ἐτυμολογίαι δηλοῦσι, καὶ μέντοι ὁ οὕτως ποιῶν περὶ τὴν λέξιν ὀλίγον καινίζει, τὴν συνήθη περὶ τῶν πραγμάτων ἔννοιαν φυλάττων. ἔτι δὲ πάσης τέχνης οἰκεῖον τὸ ὀνοματοποιεῖν· καὶ γὰρ ὁ γεωμέτρης καὶ ὁ μουσικὸς περι πράγματα τοῖς πολλοῖς ἄγωντα διατρίβοντες ἴδια τιθέναι τοῖς πράγμασιν ἐκείνοις ὀνόματα καὶ ἀσυνήθη τοῖς πολλοῖς ἀναγκάζονται. διχῶς δὲ τοῦτο ποιοῦσιν, ἢ τοῖς κειμένοις ἤδη αὐτοὶ χρώμενοι ἐπ’ ἄλλοις, ὡς τῷ χρώματι καὶ τῇ διέσει ὁ μουσικὸς καἰ τῷ κέντρῳ ὁ γεωμέτρης, ἢ τὰ μηδὲ ὅκως κείμενα ἐξευρίσκοντες. καὶ εἰ μὲν θέσει τὰ ὀνόματα, στοχαστέον τοῦ σκοποῦ τῆς θέσεως· εἰ δὲ φύσει, προσύχειν τῇ φύσει τοῖς οἰκείοις πράγμασιν τοὺς οἰκείους φθόγγους συντάτοντας. Εὔδωρος 61 ὁ Ἀκαδημαϊκὸς έγκαλεῖ ὠς οὐ συντάττεται τὸ πτερὸν τῷ πτερωτῷ· τὸ μὲν γὰρ πτερὸν ἐνεργείᾳ λέγεται, τὸ δὲ πτερωτὸν δυνάμει, ὡς δυνάμενον πτερωθῆναι· εἰ δὲ ἐνεργέᾳ γένοιτο, οὐ πτερωτόν, ἀλλ’ ἐπτερωμένον λέγεται. ομοίως δὲ καὶ ἐπὶ τοῦ πηδαλίου διορίζεται, ὅτι οὐ πρὸς πηδαλιωτόν, ἀλλὰ παὸς πεπηδαλιωμένον ἂν λέγοιτο, καὶ ἡ κεφαλὴ πρὸς κεκεφαλωμένον. ὁ ταῦτα ἀπορῶν ἀγνοεῖ ὅτι διχῶς τούτων ἕκαστον λέγεται, καὶ ὡς δυνάμει καὶ ὡς ἐνεργείᾳ, ὥσπερ καὶ τὸ ὑφαντὸν καὶ τὸ ἐνδυτὸν καὶ ἐπὶ τοῦ ἤδη ὄντος ἱματίου λέγεται καὶ ἐπὶ τοῦ δυναμένου γενέσθαι· ἐπὶ δὲ τῶν μὴ ὄντων έν χρήσει ἔτι μᾶλλον ὡς ἂν βούληται ὁ τιθεὶς χρὴσαιτο ἂν προσεκτέον δέ, φασὶv οἱ ἐξηγηταί, μήποτε καὶ τὴν ἀρχὴν ἡμᾶς ἡ ἀπορία παραλογίζεται· εἰ γὰρ ἠ πρώτη θέσις τοῦ πτερωτοῦ πρὸς τὸ πτερὸν συντάττερται καὶ τοῦ πηδλιωτοῦ πρὸς τὸ πηδάλιον, καὶ ἀπ’ ἐκείνων παρωνόμασται, πῶς οὐχ ὁμοίως συνέζευκται πρὸς ἄλληλα, εἴπερ ἡ πρώτη σύστασις αὐτῶν εἶχεν τὸ κοινὸν καὶ συνηρμοσμένον; Ἄλλοι δὲ λέγουσιν ἄτοπον εῑναι τὸν διορισμὸν τῆς τοιαύτης ἀποξξδόσεως· τὸ γὰρ πτεὸν καὶ τὸ πηδάλιον καὶ τὴν κεφαλήν, ὅπως ἂν ἀποδοθῇ, μὴ δεόντως ἀποδίδοσθαι· μηδὲ γὰρ εἶναι ὅλως τῶν πρός τι, διλοτι ἕκαστον αὐτῶν μέρος ἐστὶν οὐσίας καὶ οὐσία, οὐδεμία δὲ οὐσία τῶν πρός τι, ὡς καὶ αὐτῷ δοκεῖ τῷ Ἀριστοτέλει. εἴτε οὖν ὡς Ἀθηνόδωρος οἴεται πρός τι εἶναι κατὰ Ἀριστοτέλη, έφ’ οὗ ἡ προσηγορία ἐπιζητεῖ τὸ πρὸς λέγεται ὁ γὰρ δοῦλον ἀκούσας ἐπιζητεῖ τὸν οὗ ἐστι δοῦλος), εἴτε ὡς Κορνοῦτος πρός τι εἶναὶ φησιν οἷς συμπροσπίπτει πρὸς ἕτερον ἡ σχέσις, οὐ μέντοι ἡ συντακτική, ὡς ἐπὶ τῶν ἐχόντων καὶ ἐχομένων, ἀλλ’ ἡ πρὸς ὑπόστασιν, ὅταν αὐτῷ τῷ ᾧ εἶναι τὴν πρὸς ἕτερον ἀπόνευσιν ἔχἡ, κατ’ οὐδένα τρόπον τὸ πηδάκιον ἢ τὸ πτερὸν πρός τί ἐστιν. οὔτε γὰρ ἐπιζητεῖ τι πρὸς 6 λέγεται οὔτε κατὰ τὴν πρὸς ἕτερον ὑποστατικὴν σχέσιν λέγεται· οὐσάι γὰρ τὸ κηδάλιον καὶ ἡ κεφαλὴ καὶ τὸ πτερόν. δεῖ δὲ μὴ τὴν μὲ ν συνσυνήθη τακτικὴν μόνην καὶ τὴν κατ᾿ ἔλλειψιν ἐπίνοιαν λαμβάνειν, ἀλλὰ καὶ τὴν κατὰ σύστασιν· οὕτως γὰρ καὶ τὸ μέρος σχέσιν ἔχει πρὸς τὸ ὅλον οὗ μέρος ἐστίν, κατ᾿ αὐτὸ τοῦτο καθὸ μέρος ἐστίν. καὶ ὀρθῶς ὁ Βόηθος τὴν χεῖρα καὶ τὴν κεφαλὴν καθ᾿ ὅσον μέρη συνεχώρει τῶν πρός τι εἶναι, οὐ | μὴν καθό ἐστιν χεὶρ ὅ ἐστιν χεὶρ οὐδὲ ὅ ἐστιν κεφαλὴ, ἀλλὰ κατὰ τοῦτο οὐσίας εἶναι. νῦν οὖν τὸ πρός τι αὐτῶν θεωρείσθω ὡς μερῶν πρὸς ὅλα, καὶ οὐδὲν ἀδύνατον συμβαίνει. τινὲς δὲ πρὸς τὴν εἰρημένην ἀπορίαν ἀπολογούμενοι λέγουσιν ὡς τὸ πηδάλιον καὶ τὸ πτερὸν οὐ πάντως Ἀριστοτέλης πρός τι λέγει ἕνεκά γε τῶν ἐν ταῖς κατηγορίαις διαταττομένων, ἀλλὰ παραδείγματα αὐτὰ ποιεῖται τῆς διδασκαλίας τῶν πλεοναζόντων καὶ ἐλλειπόντων, ὡς εἰ καὶ τὸ ζῷον παρέλαβεν δεικνὺς ὅπως χρὴ τὰ ἐξισάζοντα παραλαμβάνειν εἰς τὴν ἀντιστροφήν. οἱ δὲ ταῦτα λέγοντες ἐπιλελὴσθαι δοκοῦσιν, ὅτι ὡς εἰς ἄτοπον ἀγαγὼν τὸν λόγον ὀ Ἀριστοτέλης ἐπήγαγεν οὐκ ἄρα ἔσται τὸ πτερὸν τῶν πρός τι. καίτοι εἰ μὴ πρός τι αὐτὸ ἐβούλετο εἶναι, πῶς ὡς ἄτοπον ἐτίθει τὸ ἀντικείμενον; Ἀπολλώνιος δὲ ὁ Ἀλεξεανδρεὺς ἀκαταλλήλως φησὶν εἰρῆσθαι τῶν δύο παραδειγμάτων τὴν ἀπόδοσιν, διότι ὅπου μὲν εἴρηκεν ῾οὐχ ᾗ ὄρνις ἐστίν, πτερὰ ἔχει· πολλῶν γάρ ἐστιν πτερὰ οὐκ ὀρνίθων᾿, ὅπου δὲ οὐχ ᾗ ζῷον, κεφαλὴν ἔχει· πολλὰ τῶν ζῷων κεφαλὴν οὐκ ἔχει, δέον εἰπεῖν ῾πολλαὶ γὰρ κεφαλαί εἰσιν οὐ ζῷων᾿, ὡς ἐκεῖ ῾πολλὰ γὰρ πτερὰ οὐκ ὀρνίθων᾿. εὔκολον δὲ εἰπεῖν ὅτι ἄμφω μὲν παραδείματα παρέθετο τοῦ πλεονάζειν καὶ ἐλλέπειν καὶ διὰ τοῦτο μὴ ἀντιστρέφειν, καὶ ὅπου μὲν τὸ πτερὸν πλεονάζει τοῦ ὄρνιθος, τουτέστιν τὸ ἐχόμενον τοῦ ἔχοντος, ὅπου δὲ ἀνάπαλιν τὸ ἔχον τοῦ ἐχομένου, ὡς τὸ ζῷον τῆς κεφαλῆς. τὸ γὰρ λέγειν ὅτι ὥσπερ τὸ πτερὸν ἐπὶ πλέον τοῦ ὄρωιθος, οὕτως καὶ ἡ κεφαλὴ τοῦ ζῲου, διότι καὶ σκορόδων εἰσὶν κεφαλαὶ καὶ φοινίκων, πολλῇ τῇ ὁμωνυμίᾳ καὶ τῇ μεταφορᾷ χρωμένων ἐστίν. δεῖ δὲ τὰ πρός τι κυρίως ἀντιστρέφοντα λαμβάνειν, ἀλλ᾿ οὐχ ὁμωνύμως ἢ κατὰ μεταφοράν. οὕτως δὲ λαμβανομένων τὸ ζῷον ἔσται ἐπὶ πλέον τῆς κεφαλῆς, ἀφ᾿ οὗ τὸ μὴ ἀντιστρέφειν διελέγχεται, ὥσπερ ἐπὶ τῆς ἄλλης συζυγίας ἀπὸ τοῦ πτεροῦ. Ὁ δὲ Ἀρίστων τοιαύτην ἀπορίαν τοῖς εἰρημένοις ἐπάγει· “εἰ πᾶν πρός τι ὡς πρὸς ἕτερόν τι ἀπολελυμένον ἑαυτοῦ πρός τι λέγεται, οἷον ὁ πατὴρ πρὸς υἱόν, ὁ δὲ κόσμος οὐδὲν ἀπολελυμένον ἑαυτοῦ ἔχει (οὐ γὰρ ἔστιν τι τοῦ κόσμου ἐκτός), οὑκ ἔσται πρός τι ὀ κόσμος. καιτοι τῶν πρός τί ἐστιν· ὡς γὰρ τὸ πτερὸν πτερωτοῦ πτερόν, οὕτως καὶ τὸ ἐν κόσμῳ κοσμωτοῦ καὶ τὸ ἐν γῇ γεωτοῦ καὶ τὸ ἐν ἀέρι ἀερωτοῦ”. πρὸς δὴ τοῦτο ῥητέον ὅτι κακῶς εἴηπται ἐν ἀρχῇ τὸ πᾶν πρός τι ἀπολελυμένον πρὸς ἕτερον λέγεσθαι· τὸ γὰρ ὅλον καὶ τὸ μέρος τῶν πτός τι ὄντα οὐ λέγεται πρὸς ἀπολελυμενα. καὶ ὁ κόσμος οὖν ὡς μὲν οὐσία καὶ ὅ ἐστιν οὐκ ἔστιν πρός τι, ὡς δὲ ὅλον καὶ κόσμημα τῶν ἑαυτοῦ μερῶν πρὸς τὰ μέρη λέγεται καὶ τὰ μέρη πρὸς τὸ ὅλον. εἰ δὲ καὶ κόσμος λέγεται ὡς ἀποτέλεσμα τοῦ κοσμήσαντος, ἔσται καὶ ὑποστάσει κεχωρισμένος· εἰ δὲ μὴ ὑποστάσει, ἀλλ᾿ ἐπινοίᾳ κεχώρισται. μήποτε δὲ οὐδὲ καλῶς εἴληπται τὸ κοσμωτόν. εἰ μὲν γὰρ τὸ ὅλον ἐστὶν τὸ κοσμωτόν, ὁ κόσμος οὐκέτι τὸ ὅλον, ἀλλὰ τὸ ἐν τῷ ὅλῳ ἐστίν, ὥσπερ τὸ πτερὸν ἐν τῷ πτερωτῷ· καίτοι ἀπορῶν τὸ ἐν κόσμῳ κοσμωτοῦ ἔλεγεν, ὡς τοῦ κόσμου ὄντος τοῦ κοσμωτοῦ ὡς τοῦ ὄρνιθος τοῦ πτερωτοῦ. εἰ δὲ τὸ μέρος ἐστὶν τὸ ἐν τῷ κόσμῳ τὸ κοσμωτόν, ἔστιν τὸ ὅλον ἐν τῷ ἐν ἑαυτῷ μέρει, ὡς τὸ πτερὸν ἐν τῷ πτερωτῷ. ἔτι δὲ μᾶλλον ἄτοπον ἐπὶ τῆς γῆς καὶ τοῦ γεωτοῦ· εἰ γὰρ ἡ γῆ τὸ ὅλον καὶ ἔστιν ἐν τῷ γεωτῷ, ἔσται τὸ ὅλον ἐν τῷ μέρει, ὡς τὸ πτερὸν ἐν τῷ πτερωτῷ· Ἀλλὰ διὰ τί Ἀρχύτας καίτοι μηδὲν ἔλαττον τοῦ Ἀριστοτέλους ἀκριβολογούμενος παρῆκεν τοῦτο τὸ ἴδιον τῶν πρός τι, τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι; ἢ ὅτι συνυπάρχειν αὐτὰ θέμενος καὶ αἴτια εἶναι ἀλλήλων, τὴν κατὰ τὸ εἶναι ἀντιστροφὴν αὐτῶν παρεδέξατο τῆς κατὰ τὴν λέγιν καὶ τὸ λέγεσθαι καταφρονήσας, ἢ καὶ ὡς συνυπαγομένην αὐτὴν ἐκείνῃ παραλιπών. p. 7b15 Δοκεῖ δὲ τὰ πρός τι ἅμα τῇ φύσει ἕως τοῦ ὥστε πρότερον ἂν τῆς αἰσθήσεως τὸ αἰσθητὸν εἶναι δόξειεν. Τὸ μάλιστα ἴδιον τῶν πρός τι νῦν ἀποδίδωσιν τὸ ἅμα εἶναι τῇ φύσει. οἰκειότερον γὰρ ἐστιν πρὸς ἐπιστήμην τὸ διὰ τῶν κατ᾿ ἰδίαν ὑπαρχόντων τὴν θήραν τοῦ γωνστοῦ ποιεῖσθαι, ἐπὶ δὲ τῶν πρώτων γενῶν καὶ ἀναγκαῖόν ἐστιν τοῦτο· οὕτως γὰρ μόνως ἕκαστον αὐτῶν αὐτὸ καθ᾿ ἑαυτὸ θεωρεῖν δυνατόν. οὕτω δὲ καὶ ὁ Ἀρχύτας ὡς ἴδιον ἀποδίδωσιν τῶν πρός τι “τό τε συνυπάρχειν ἅμα ἀλλήλοις καὶ ἀλλάλων δὲ αἴτια ἦμεν· ἐὰν γὰρ διπλάσιον ᾖ, ἀνάγκα καὶ ἥμισυ ἦμεν, εἰ δὲ καὶ ἡμίσεον, ἀνάγκα καὶ διπλάσιον, καὶ ἔστιν καὶ τὸ διπλάσιον αἴτιον τῶ ἠμισέω ἦμεν καὶ τὸ ἡμίσεον τῶ διπλασίω ἦμεν”. δοκεῖν δέ <φησιν> κἀριστοτέλης τὰ πρός τι ἅμα τῇ φύσει εἶναι, ἢ διὰ τὴν ἀμφιβολίαν τῆς περὶ τοῦτο δόξης τὸ δοκεῖ προσθεὶς ἢ διὰ τὸ καὶ πάλαι τοῖς φιλοσόφοις τοῦτο δεδόχθαι· καὶ γὰρ Ἀρχύτας, ὡς εἴρηται, τοῦτο ἴδιον ἔθετο τῶν πρός τι, καὶ Πλάτων ἀρεσκόμενος αὐτῷ φαίνεται· ἢ ὅτι ἔχει τινὰ διορισμόν, πότε καὶ πῶς ἀληθὲς εἶναι δύναται τὸ 2. 3 κοσμήματος Α 3 κεχωρισμένως Α 4 τὸ bis A κοσμητόν v 5 οὐκέτι] οὐκ ἔστι Α τὸ post οὐκέτι supra Ja 6 πτερὸν bis A 8 ἐν κόσμω L 9 ἐν τῶ ἑαυτοῦ μέρει L, sed ῶ et οῦ in ras. L4 ἑαυτῷ] αὐτῶ Α ἔτι] ἔστι Kv 10 γαιωτοῦ L: γετῶ Κ 11 γαιωτῶ L 21 θήραν, θήκη in lit. L 23 ὁ supra Ja: om. A Ἀρχύτας] fr. 39 H., cf. p. 183,3 25 ἀνάγκη altero loco K 26 καὶ ἔστιν καὶ τὸ διπλάσιον om. v τῶι ἡμισέωι Jb, sed cf. ἀλλάλων τὸ] τῶ L et ante corr. A ἡμίσεον, σεον in ras. L 26.27 τῶι διπλασίωι J: τῷ διπλασίω b 27 δοκεῖν JA: δοκεῖ LKv, e corr. L φησιν hic asterisco posito in marg. b: post ἅμα in fine lineae L3: om. JL1KAv καὶ ἀριστοτέλης Kv: κἀριστοτέλει J: ||ἀριστοτέλης L, ης in ras.: ἀριστοτλ Α 28 τούτου Α 29 δεδέχθαι Α 30 Πλάτων] Rep. IV p. 438 B λεγόμενον. τὸ δὲ ἅμα τῷ τῆ φύσει προσέθηκεν, ἐπειδὴ πολλαχῶς τοῦ ἅμα λεγομένου, ὡς αὐτὸς προϊὼν ἐπιδείξει, ἕν τι τῶν σημαινομένων ἐστὶν τὸ τῇ φύσει ἅμα· δηλοῖ δὲ τὸ συμπεφυκέναι ἀλλήλοις καὶ αἴτια εἶναι ἀλλήλων καὶ ἀπ᾿ ἀλλήλων ἠρτῆσθαι καὶ συνεισάγειν τε ἄλληλα καὶ συνανιρεῖν· πατρὸς γὰρ ὄντος υἱὸς ἔστιν καὶ ἀνάπαλιν, καὶ μὴ ὄντος οὐκ ἔστιν. εἰπὼν δὲ τοῦτο δι᾿ ἐπαγωγῆς αὐτοῦ ποιεῖ|ται τὴν πίστιν ἐφ᾿ ἕκαστον ἐπιὼν τῶν πρός τι τῶν ἀναμφιβόλως συνυφεστηκότων. τριχῶς δὲ ποιεῖται τὴν ἐπιχείρησιν ἔκ τε τοῦ συνυπάρχειν, ὃ δηλοῖδιὰ τοῦ ἅμα γὰρ διπλάσιον καὶ ἥμισύ ἐστιν, καὶ ἐν τοῦ συνεισάγειν καὶ συνεισάγεσθαι, ὃ δηλοῖ διὰ τοῦ καὶ ἡμίσεος ὄντος διπλάσιον ἔστιν, καὶ ἔτι ἐκ τοῦ συναναιρεῖν καὶ συναναιρεῖσθαι· μὴ γὰρ ὄντος διπλασίου, φησίν, οὐκ ἔστιν ἥμισυ καὶ ἀνάπαλιν. διττοῦ δὲ ὄντος τοῦ συνυπάρχειν ἄλλο μὲν τὸ καθ᾿ ὑπόστασιν συνυπάρχειν, ὡς τὸ φῶς τῷ ἡλίῳ συνυφέστηκεν, ἄλλο δὲ τὸ κατὰ σχέσιν, ὅπερ οὐ πάντως καὶ τὴν οὐσιώδη ὑπόστασιν ἔχει ἐπίσης. ὁ γὰρ πατὴρ ἀποθανόντος αὐτῷ τοῦ υἱοῦ τὴν μὲν κατὰ σχέσιν συνύπαρξιν ἀπόλλυσιν· οὔτε γὰρ ὁ υἱὸς ἔστιν οὔτε ὁ πατὴρ υἱοῦ μὴ ὄντος· κἂν γὰρ ἀποθανόντος τοῦ υἱοῦ λέγηται πατήρ, κατὰ ἀναφορὰν λέγεται τὴν ὅτε ἔζη· τὴν μέντοι κατ᾿ οὐσίαν ἑαυτοῦ ὑπόστασιν οὐκ ἀπόλλυσιν. ὥστε τὸ συνυπάρχειν καὶ τὸ συναναιρεῖν ἐπὶ τῶν πρός τι τὸ κατὰ σχέσιν, ἀλλ᾿ οὐ τὸ κατ᾿ οὐσίαν ληπτέον· ἐν ᾧ γὰρ ἐστιν τοῖς πρός τι τὸ ὑπάρχειν, ἐν τούτῳ καὶ τὸ συνυπάρχειν ἐστίν· ἔστιν δὲ ἐν σχέσει. καὶ εἰ οὕτω λαμβάνοιτο ἡ συνύπαρξις, ἀναμφίλεκτος ἂν εἴη. οὐ γὰρ ἐστιν ἐν ἑνὶ σχέσις, ἀλλ᾿ ἑτέρου πάντως πρὸς ἕτερον· δεῖ οὖν ἄμφω συνυπάρχειν τὴν τοιαύτην συνύπαρξιν, εἰ μέλλοι καὶ ἡ σχέσις ἐν αὐτοῖς διασῴζεσθαι· τοῦ γὰρ ἑτέρου μόνου ὑπομένοντος οὐκ ἔσται ἡ σχέσις. καλῶς δὲ διὰ τῆς ἐπαγωγῆς ἐποιήσατο τὴν πίστιν Ἀριστοτέλης· τὰ γὰρ ἀνωτάτω γένη διὰ τῶν ὑφ᾿ ἑαυτὰ καὶ τῶν μερικωτέρων ἑαυτῶν ἐπιδείκνυται· οὐ γὰρ ἔστιν καθολικώτερόν τι αὐτῶν λαμβάνοντα ποιήσασθαι διὰ συλλογισμοῦ τὴν ἀπόδειξιν, ἀπὸ μέντοι τῶν ὑστέρων καὶ μερικωτέρων ὡς ἐξ ἐναργῶν καὶ αὐτοπίστων ποιούμεθα τὴν ἐπιβολήν. Ἀλλ᾿ ἐπειδὴ χρὴ καὶ τοὺς ἐναντίους λόγους ἐπισκοπεῖν, κἂν μὴ ἀληθεῖς ὦσιν, ὅπως ὑπὸ τῶν ἐπιστημόνων διελεγχόμενοι μὴ ἀπατῶσι τοὺς ἐπιπολαιοτέρους, ἀνασκευὴν τοῦ εἰρημένου λόγου ἔνδοξον προτείνει. οὐ γὰρ ἐπὶ πάντων, φησίν, ἀληθὲς δοκεῖ τὸ ἅμα τῇ φύσει εἶναι τὰ πρός τι· γὰρ αἰσθητὸν καὶ ἐπιστητὸν πρότερα δοκεῖ, τὸ μὲν τῆς αἰσθή- σεως, τὸ δὲ τῆς ἐπιστήμης. τοῦτο δὲ δείκνυσιν πρῶτον μὲν ἐκ τῆς γείας· ὡς γὰρ ἐπὶ τὸ πολύ, φησίν, προϋπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν· οὖσιν γὰρ αὐτοῖς πελάζομεν, καὶ ὅτε ἦμεν κομιδῇ βρέφη, τὰ μὲν ἐπιστητὰ ὕστερον ἡμῖν γενόμενα καὶ τότε ἦν, ἐπιστήμη δὲ αὐτῶν οὐπω ἦν, καὶ ἡ μὲν τῆς ἐκλείψεως ἐπιστήμη διὰ Θαλοῦ ὕστερον ἦλθεν εἰς τοὺς Ἕλληνας, ἡ δὲ εκλεειψις αὐτὴ καὶ τὸ ἐπιστητὸν προϋπῆρχεν. ἀλλὰ τοῦτο με) ἐναργέστερον. τίνα δὲ τὰ ὀλίγα ἐστίν, ἐφ’ ὧν ὅμα τῷ ἐπιστητῷ ἐστιν ἡ ἐπιστήμη; τὰ ἄνευ ὕλης τὰ νοητὰ ἅμα τῇ κατ’ ἐνέργειαν ἀεὶ ἑστώσῃ ἐπιστήμῃ ἐστίν, εἴτε καὶ ἐν ἡμῖν ἐστίν τις τοιαύτη ἀεὶ ἄνω μένουσα, ὡς Πλωτίνῳ καὶ Ἰαμβλίχῳ δοκεῖ, εἴτε καὶ ἐν τῷ κατ’ ἐνέργειαν ὤ, εἴ τις καὶ τὴν νόησιν ἐκείνην ἐπιστήμην ἔλοιτο καλεῖν. δύναται δὲ καὶ διὰ τὴν τῶν κοινῶν ὑπόστασιν ἐρῆσθαι τὴν ἐξ ἀφαιρέσεως· ἅμα γὰρ τῇ ὑποστάσει τούτων καὶ ἡ ἐπιστήμη ἐστίν· ἀληθὲς δὲ καὶ ἐπὶ τῶν ἀκεσμάτων τῶν τε ἐν τῇ φαντασίᾳ καὶ τῶν τεχνητῶν· ἅμα γὰρ Χίμαιρα καὶ ἐπιστήμη τῆς χιμαίρας. διὰ τί οὖν προσέθηκεν τὸ ἢ ἐπ’ οὐδενός; ἢ ὅτι τινὲς ἀν΅ηρουν καὶ τὰ καθόλου καὶ τὰ νοητὰ καὶ τὰ ὁπωστιοῦν ἐπινοούμενα ἢ ὅτι κἂν ἦν ταῦτα ἐν τῇ φύσει, τὰς ἐπινοίας αὐτῶν ὕστερον ἐλάβομεν, καὶ διὰ τοῦτο συμβαίνει καὶ ἐπὶ τούτων προϋπάρχειν τῆς ἐπιστήμας τὸ ἐπιστητόν. οὕτως μὲν οὖν κατὰ τὸ πρότερον ἐπιχείρημα δοκεῖ δεῖξαι ὅτι πρότερον τῆς ἐπιστήμης τὸ ἐπιστητὸν καὶ οὐχ ἅμα τῇ φύσει. Κατὰ δευτέραν δὲ ἐπιβολὴν πολλαχῶς τοῦ προτέρου λεγομένου, ὡς καὶ αὐτὸς ὕστερον διδάξει, καθ’ ἕνα τρόπον νῦν αὐτῷ χρῆται, καθ’ ὅσον τὸ μὲν φύσει πρότερον συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ· μονάδος γὰρ μὴ οὔσης δυὰς οὐκ ἔστιν καὶ ζῳου μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔστιν, οὐ μὴν ἐὰν ἀναιρεθῇ δυάς, ἤδη καὶ μονάς ἀναιρεῖται· οὐ γὰρ ἐν τῇ δυάδι ἔχει τὸ εἶναι ἡ μονὰς καθ’ ἑαυτὴν ὑφεστῶσα· τὰ δὲ τῇ φύσει δεύτερα οὐ κατὰ τὴν ἀναίρεσιν, ἀλλὰ κατὰ τὸ εἶναι τὴν ἀκολουθίαν ἔχει· τὸ γὰρ δεύτερον συνεπιφέρει μὲν ἑαθυτῷ τὸ πρῶτον, οὐ συνεπιφέρεται δὲ ὑπ’ αὐτοῦ· δυάδος γὰρ οὔσης ἀνάγκη καὶ μονάδα εἶναι καὶ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι, Ζ οὐ μὴν μονάδος οὔσης ἀνάκη δυάδα εἶναι οὐδὲ ζᾠου ὄντος ἀνάγκη εἶναι ἄνθρωπον. οὕτως δὲ συμβεβηκότος μὲν ὄντος ἀνάγκη οὐσίαν εἶναι, οὐσίας δὲ οὔσης ούκ ἀνάγκη εἶναι συμβεβηκός, διότι πρότερον καὶ ἁπλούστερον ἡ οὐσία τοῦ συμβεβηκότος. τοῦτον τοίνυν τὸν κανόνα τῷ ἐπιστητῷ καὶ τῇ ἐπιστήμῃ προσαγαγὼν τὸ μὲν ἐπιστητόν, φησίν, ἀναιρεθὲν συναναιρεῖ τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμη τὸ ἐπιστητὸν οὐ συναναιρεῖ, ὥστε oὐχ ἅμα τῇ φύσει ἐπιστήμη καὶ ἐπιστητόν,εἴπερ τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ πρότερόν ἐστιν τῇ φύσει. τὸ δὲ αὐτὸ καὶ ἐπὶ αἰσθήσεως καὶ αἰσθητοῦ συλλογίζεται. εἰ οὖν ταῦτα τῶν πρός τι, οὐ πάντα τῶν πρὸς τι ἅμα τῇ φύσει ἐστίν,ὅπερ ἔδει δεῖξαι, φαίη ἂν ἀνὴρ γεωμετρικός. ὅτι δὲ τὸ ἐπιστητὸν συναναιρεῖ τὴν ἐπιστημην, ἡ δὲ ἐπιστήμη τὸ ἐπιστητὸν οὐ συναναιρεῖ, πρόδηλον δοκεῖ· ἀναιρεθέντων γὰρ τῶν ἐπιστητῶν ἐπιστήμη οὐδενὸς ἔσται, ὥστε οὐδὲ ἔσται ὅλως, ἀναιρεθείσης δὲ τῆς ἐπιστήμης μένει τὸ ἐπιστητόν· κἂν γὰρ διὰ ῥᾳθυμίαν ἀποβάλωμέν ποτε τὴν τῶν ὄντων γνῶσιν, οὐδὲν ἧττον μένει τὰ ὄντα,ὄπερ ἐστὶν τὰ ἐπιστητά· καὶ γὰρ καὶ ἐν μουσκῇ πρότερον μὲν κατηκούομεν διέσεως, νῦν δὲ ἀνεπαίσθητοι τούτου τοῦ διαστήματὸς ἐσμεν. αὐτὸς δὲ ἐπὶ τοῦ τετραγωνισμοῦ τοῦ κύκλου δείκνυσιν αὐτό· μήπω γὰρ τότε εὑρεθεντος αὐτοῦ ἀμφιβόλως λέγων εἰ ἔστιν, <φησίν>, ἐπιστητόν, | ἐπιστήμη μὲν αὐτοῦ οὔπω ἔστιν, τὸ δὲ ἐπιστητὸν ἔστιν. ἔστιν δὲ τετραγωνισμὸς κύκλου, ὅταν τῷ δοθέντι κύκλῳ ἴσον τετράγωνον συστησώμεθα. τοῦτο δὲ Ἀριστοτέλης μέν, ὡς ἔικεν, οὔπω ἐγνώκει, παρὰ δὲ τοῖς Πυθαγορείοις ηϋρῆσθαί φησιν Ἰάμβλιχος, “ὡς δῆλόν ἐστιν ἀπὸ τῶν Σέξτου τοῦ Πυθαγορείου ἀποδείξεων, ὃς ἄνωθεν κατὰ διαδοχὴν παρέλαβεν τὴν μέθοδον τῆς ἀποδείξεως. καὶ ὕστερον δέ, φησίν, Ἀρχιμ΄δης διὰ τῆς † Λυκομήδους γραμμῆς καὶ Νικομήδης διὰ τῆς ἰδίως τετραγωνιζούσης καλουμένης καὶ Ἀπολλώνιος διά τινος γραμμῆς, ἣς αὐτὸς μὲν κοχλιοειδοῦς ἀδελφὴν προσαγορεύει, ἡ αὐτὴ δὲ ἐστιν τῇ Νικομήδους, καὶ Κάρπος δὲ διά τινος γραμμῆς, ἣς ἁπλῶς ἐκ διπλῆς κινήσεως καλεῖ, ἄλλοι τε πολλοὶ ποικίλως τὸ πρόβλημα κατεσκεύσαν”, ὡς Ἰάμβλιχος ἱστορεῖ. καὶ θαυμαστὸν ὅτι τοῦτο τὸν πολυμαθέστατον ἔλαθεν Πορφύριον, ὃς “φαίνεται μέν, φησίν, ὅτι ἔστιν τις ἀπόδειξις, καθὸ ἔστιν σχῆμα τετράγωνον κύκλῳ παραβαλεῖν ὥσπερ καὶ ἄλλα σχήματα, κατείληπται δὲ οὐδέπω οὐδὲ ηὕρηται· λέγουσιν δέ, φησί, τινὲς τῶν μετὰ Ἀριστοτέλης εὑρεῖν”. μήποτε οὖν όργανική τις εὕρεσις ἐγένετο τοῦ θεωρήματος, ἀλλ᾿ οὐκ ἀποδεικτική. ἔτι δὲ καὶ δι᾿ ἄλλου παραδείγματος δείκνυσιν ὅτι οὐ συναναιρεῖ ἡ ἐπιστήμη ἀναιρεθεῖσα τὸ ἐπιστητόν· ζῴου μὲν γὰρ φησιν ἀναιρεθέντος ἢ κατὰ ὑπόθεσιν ἢ κατὰ τὴν Στωικὴν ἐκπύρωσιν ἡ μὲν ἐπιστήμη ἀναιρεῖται (εἴπερ ἡ μὲν ἐπιστήμη ἐν ψυχῇ, ἡ δὲ ψυχὴ ἐν ζῴῳ), τῶν δὲ ἄλλων ἐπιστητῶν ἐνδέχεται πολλὰ εἶναι, ὥσπερ τὰ ἁπλᾶ στοιχεῖα καὶ εἴ τινα ἔστιν ἄλλα [ἁπλᾶ] ἕτερα τῶν ζῴων. Κατὰ δὲ τὴν αὐτὴν ἔφοδον δείκνυσιν ὅτι πρῶτόν ἐστιν τὸ αἰσθητὸν τῆς αἰσθήσεως, διότι συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ. εἰ γὰρ τὸ σῶμα τῶν αἰσθητῶν τί ἐστιν, τοῦ αἰσθητοῦ ἀναιρεθέντος ἀνῄρηται τὸ σῶμα, σώματος δὲ ἀναιρεθέντος ἀνῄρηται ἡαἴσθησις· αἱ γὰρ αἰσθήσεις περὶ σῶμα καὶ ἐν σώματι, ὥς φησιν· σωματικὰι γάρ εἰσιν γνώσεις αἱ αἱσθήσεις. ἡ δὲ αἴσθησις ἀναιρεθεῖσα τὸ αἰσθητὸνοὐσυναναιρεῖ· ἀναιρεθέντος γὰρ πάλιν καθ᾿ ὑπλοθεσιν τοῦ ζῴου ἀναιρεῖται καὶ ἡ αἴσθησις (ζῴου γὰρ ἴδιον καὶ ἐν ζῴω ἡ αἴσθησις), αἰσθητὰ δὲ εἶναι οὐ κωλύεται τὰ ἁπλᾶ σώματα, ἐξ ὧν τὸ ζῴον. εἶτα ὥσπερ ἐπὶ τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ αὐτόθεν ἐδείκνυτο πρότερον εἶναι τὸ ἐπιστητὸν καὶ οὐ μόνον ἐπιστητοῦ αὐτόθεν ἐδείκνυτο πρότερον εἶναι τὸ ἐπιστητὸν καὶ οὐ μόνον ἀπὸ τοῦ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δέ, οὕτως καὶ ἐπὶ τοῦ αἰσθητοῦ καὶ τῆς αἰσθήσως· καὶ γὰρ ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ ἐστιν, τουτέστιν τῷ ζῴω, τὸ δὲ αἰσθητὸν προϋπάρχει, ὥσπερ τὰ ἁπλῆ σώματα, ἀφ᾿ ὧν τὸ ζῷον, προϋπάρχει τῇ φύσει πρὸ τοῦ γενέσθαι τὸ αἰσθητικόν. Ἐπειδὴ δὲ ἐπὶ μὲν τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ πρῶτον μὲν ἔσειξεν ὅτι μὴ συνυπάρχει, εἶτα ὅτι μὴ συναναιρεῖ ἄλληλα, ἐπὶ δὲ τῆς αἰσθήσεως ἀνάπαλιν πρῶτον μέν, ὅτι μὴ συναναιρεῖ, δεύτερον δέ, ὅτι μὴ συναπάρχει, οὐδὲ ταύτην τὴν διαφορὰν ἀνεξετάστως ἤκουσαν οἱ ἐξηγηταί, ἀλλ᾿ αἴτιόν φασιν εἶναι τοῦ μεταθεῖναι τὴν τάξιν τὸ βούλεσθαι ἀπὸ τῶν γνωριμωτέρων καὶ ἐναργεστέρων ποιεῖσθαι τὰς ἀρχὰς τῶν ἐπιχειρήσεων. ἦν δὲ κατὰ μὲν τὴν ἀντίθεσιν τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ τὸ προϋπάρχειν γνωριμέτερον, διότι ἀγαπητὸν ὅτῳ κἂν εἰς γῆρας ἐπιστήμη παραγένηται, κατὰ δὲ τὴν ἑτέραν τὸ συνανιρεῖν καὶ μὴ συναναιρεῖσθαι προχειρότερον· τὴν μὲν γὰρ αἴσθησιν εὐθὺς γενόμενοι ἔχομεν καὶ ταύτῃ οὐκ ἐναργὲς τὸ προϋπάρχειν τὸ αἰσθητὸν ὥσπερ τὸ ἐπιστητόν, τὸ μέντοι τῷ μὲν αἰσθητῷ, ἐν ᾧ καὶ τὸ σῶμα, τὴν αἴσθησιν συναναιρεῖσθαι σωματικὴν οὖσαν γνῶσιν πρόχειρον ἦν καὶ τὸ τῇ αἰσθήσει ζῴου οὔσῃ γνώσει συνθέτου πράγματος τὸ αἰσθητὸν μὴ συναναιρεῖσθαι, καὶ ἐν ἁπλουστέροις θεωρούμενον, ἐξ ὧν τὸ ζῴον. ταῦτα μὲν οὖν εἴρηται δηλοῦν δοκοῦντα, ὅτι οὐκ ἐπὶ πάντων ἀληθὲς τῶν πρός τι τὸ ἅμα τῇ φύσει εἶναι. Χρὴ μέντοι γνώσκειν ὅτι οὐκ ἀρέσκεται τούτοις τοῖς ἐπιχειρήμασιν, διὰ καὶ συνεχῶς τὸ δοκεῖν προσέθηκεν. πρόχειρον δὲ λέγειν πρὸς τὴν ἔνστασιν κοινῶς μέν,μμ ὅτι μὴ οὔσης ἐπιστήμης μηδὲ αἰσθήσεως τὰ μὲν ὑποκείμενα εἰς γνῶσιν τοῖς ἐπιστήμοσιν καὶ αἰσθητικοῖς εἶναι οὐ κωλύεται, ἐπιστητὰ δὲ οὐκ ἔστιν οὐδὲ αἰσθητὰ οὐδὲ γνωστὰ ὅλως. βέλτιον δὲ αὐτὸς καὶ πραγματειωδέστερον ἐν τοῖς Μετὰ τὰ φυσικὰ περὶ τούτων διατάττεται, ὲν οἷς φησι τὰ ἐνεργείᾳ αἰσθητὰ ταῖς ἐνεργείᾳ αἰσθήσεσιν, τὰ δὲ δυναμει ταῖς δυνάμει· τελειοτέρας δὲ οὔσης τῆς κατὰ ταῦτα τῶν ἀπορηθέντων λύσως καὶ δεομένης τῆς περὶ τῶν δυνατῶν διακρίσεως ἀνεβέλετο νῦν αὐτὴν ὡς εἰσαγωγικὴν ποιούμενος διδασκαλίαν. τὰς δὲ ἀπορίας τίθησιν ἅμα μὲν ὅτι ζητητικος ὢρ οὐδὲν ἀφίησιν ἀδιερεύνητον, ἅμα δὲ καὶ ὠφέλιμον νομίζων προαισθέσθαι ἤδη τὴν διάνοιαν τῶν ἀκροατῶν καὶ προπαρεσκευάσθαι. ἰστέον μέντοι ὄλως μὴ εἶναί ποτε θάτγερον τῶν πρός τι μὴ οὐχὶ καὶ τοῦ ἑτέρου ὄντος. ἡ γὰρ τῆς σελήνης ἔκλειψις ἦν μὲν καὶ πρὸ θαλοῦ, ἐπιστητὸν δὲ οὐκ ἦν τοῖς Ἕλλησιν πρὸ Θαλοῦ· εἰ δὲ βαρβάροις τισὶν ἦν ἐπιστητόν, ἦν αὐτοῦ καὶ ἐπιστήμη παρ’ ἐκείνοις, ὥστε ἢ ἄμφω δεῖ εἶναι ἢ μηδέτερον. ἔοικεν δὲ πρὸς διαβολὴν τοῦ ὅρου τῶν πρός τι ταῦτά τε καὶ τὰ ἑπόμενα τούτοις λέγειν διορθώσασθαι αὐτὸν ἐφιέμενος, ἐνδεικνύμενος ὅτι ἑὰν μὴ φῇ τις τὰ πρός τι εἶναι τοιαῦτα, οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν, οὐδεμίαν ἔχει ἀνάγκην οὔτε ἡ συνύπαρξις αὐτῶν οὔτε τὸ μίαν εἶναι φύσιν τῶν πρός τι. δυνατὸν δὲ καὶ πρὸς τὰς ἀπορητικὰς ταύτας ἀποδείξεις ἐνίστασθαι. οὐδὲ γὰρ τὴν ἀρχὴν ζῲου ἀναιρουμένου ἐπι|στήμη ἀναιρεῖται οὐδὲ αἴσθησις· κἂν γὰρ ἐν ἀνθρώποις μὴ 49v ᾖ ἐπιστήμη τινός, ἀλλ’ ἐν τῷ ἀκινήτῳ αἰτίῳ ἐστίν, κἂν ἐν μερικῷ ζᾠῳ μὴ ᾖ αἴσθησις, ἀλλ’ αἰσθητοῦ ὅλως ὄντος ἔστιν καὶ αἴσθησις καθόλου ἐν τῇ τοῦ παντὸς ζωῇ. ἀλλ’ οὐδὲ ἐκεῖνο ἀληθές, ὅτι μὴ οὔσης αἰσθήσεως ἔστιν τὸ αἰσθητόν· οὐ γὰρ ἔστιν. μἐλι γὰρ ἔστω καὶ ζιών· ἀλλ’ οὐδὲ τὸ μέλι γευστὸν οὐδὲ ἡ χιὼν ὁρατή, ὥστε οὐδὲ ἄλλο τι καθὸ αἰσθητὸν ἔσται χωρὶς αἰσθήσεως. ‘Αλλ’ ὁ μὲν Ἀριστοτέλης πρὸς τὸ μὴ εἶναι ἴδιον τῶν πρός τι τὸ ἅμα ὑπάρχειν τὸ μὴ πᾶσιν προσεῖναι τοῦτο τοῖς πρός τι παρήγαγεν, ἄλλοι δὲ τὸ μὲν πᾶσιν ὑπάρχειν συγχωροῦσιν, ὅτι δὲ οὑ μόνοις ὑπάρχει τοῖς πρός τι δεικνύουσιν ἐκ τούτου τὸ μὴ μὴ ἴδιον εἶναι κατασκευάζουσιν “πᾶσιν γάρ, τοῖς ἀντικειμένοις τὸ ἅμα εἶναι συνθεωρεῖται. καὶ γὰρ τοῖς ἐναντίοις συμβέβηκεν τὸ συνυπάρχειν · εἰ γὰρ τὸ λευκὸν ἐναντίον ἐστὶν τῷ μέλανι, μὴ ὄντος τοῦ μέλανος οὐδὲ τὸ ἐναντίον ἔστιν αὐτῷ τὸ λευκόν, διότι πᾶσα ἐναντίωσις ὄντος ἀεὶ πρὸς ὂν γίνεται, ὤστε εἰ θάτερον τῶν ἐναντίων ἔστιν, καὶ τὸ ἕτερον ἀνάγκη εἶναι. καὶ ἡ ἕξις δὲ καὶ στέρησις τρόπον τινὰ συνυπάρχουσιν· ἡ γὰρ ἕξις παροῦσα μὲν τὴν ἕξιν ποιεῖ, ἀποῦσα δὲ τὴν στέρησιν, καὶ συνεμφαίνεται ἐν ἀμφοτέραις ὁ τοῦ εἴδους λόγος, ὅπου μὲν εν τῷ μετέχεσθαι,. ὅπου δὲ ἐν τῷ μὴ μετέχεσθαι· καὶ ἡ στέρησις δὲ ὡσαύτως συνεμφαίνει καὶ τὴν τῆς ἕξεως ἀναίρεσιν, μεθ’ ἧς ἔχει τὸ εἶναι· τῆς γὰρ ἕξεώς ἐστιν στέρησις. καὶ ὄτι μὲν οὐχ οὕτως συνυπάρχει ταῦτα ὡς τὰ ἐναντία, δῆλον, εἴπερ ἀνάγκη μὴ εἶναι τὸ ἕτερον τοῦ ἑτέρου ὅντος, συνεμφαίνει δὲ πως ἄλλαλα, καὶ ταύτην συνύπαρξιν ἐκάλεσεν ὁ λόγος. ἀλλὰ δὲ καὶ ἡ κατάφασις, φασίν, καὶ ἡ ἀπόφασις σνυνπάρχουσιν· ὅπερ γὰρ ἔ ἂν τις καταφήσῃ, καὶ ἀποφῆσαι δυνατὸν εἴτε ἀληθῶς εἴτε ψευδῶς· οὐδὲν γὰρ τοῦτο διαφέρει κατὰ τὸν λόγον. πάσαις ἄρα ταῖς ἀντιθέσεσιν ὑπάρχει τὸ ἅμα εῑναι καὶ οὐ μόνοις τοῖς πρὀς τι, Με οὐκ ἔστιν ἴδιον τῶν πρός τι, εἴπερ ἴδιον ἦν τὸ παντὶ καὶ μόνῳ ὑπάρχον”. πρὸς δὲ τοῦτο ῥητέον οἶμαι, ὅτι οὔτε ἡ στέρησις καὶ ἡ ἔξις οὔτε ἡ κατάφασις καὶ ἀποφασις E κατὰ τὸ ἀληθὲς συνυπάρχουσιν, ἀλλὰ καὶ κατὰ τοῦτο μάλιστα οὐσίωνται, κατὰ τὸ μὴ συνυπάρχειν, εἴπερ ἡ μὲν ἕξις παρουσίας τοῦ εἴδους ἐστίν, ἡ δὲ στέρησις ἀπουσία, τὴν δὲ παρουσίαν τῇ ἀπουσίᾳ συνυπάρχειν ἀδύνατον· καὶ τὴν κατάφασιν δὲ καὶ ἀπόφασιν ἀδύντον συνυπάρχειν, εἵπερ ἐπὶ παντὸς ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀναγκαῖον εἶναι ταύτῃ τὸ ἀληθὲς καὶ τὸ φεῦδος διαιαροῦσαν. εἰ δὲ διὰ τὸ συνεμφαινεσθαι ἀλλήλοις ὁπωσοῦν ταὐτῃ δοκεῖ συνυπάρχειν, καὶ τὰ μὴ συνυπάρχοντα αὐτὸ τοῦτο τὸ μὴ συνυπάρχειν ἔχει τινὰ συνέμφασιν, τὰ μεντοι ἐναντία εἴδη ὄντα ἄμφω καὶ ἰσοσθενῆ, πλὴν ὅτι καὶ τούτοις ἡ συνύπαρξις κατὰ τὴν σχέσιν ἐστὶν καὶ τὸ πρός τι· πρὸς ἄλληλα γὰρ ἀπονεύουσιν μετέχοντα τοῦ πρός τι. καὶ τὴν ἔξιν δὲ καὶ στερησιν καὶ τὴν κατάφασιν καὶ απόφασιν εἴ τις βιάξοιτο συνυπάρχειν τῷ συνεμφαίνεται ἀλλήλας καὶ ἐκείνας, ἀλύκη κατὰ τὴν ὁποιανοῦν τοῦ πρὸς τι μέθεξιν ταύτην ἔχειν τὴν συνέμφασιν. Ἀποροῦσι δὲ καὶ ἄλλας ἀπορίας οἰκείας τῷ περὶ δυνατῶν λεγομένῳ σκάμματι καὶ ἐξ ἐκείνου δυναμένας διακρίνεσθαι. “πῶς γὰρ δή, φασίν, τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν κρινοῦμεν; πότερον τῇ ἐπιτηδειότητι μόνῃ, ὥσπερ Φίλων ἔλεγεν, κἂν μήτε ᾖ μήτε μέλλῃ γίνεσθαι αὐτοῦ ἐπιστήμη, ὥσπερ τὸ ἐν τῷ Ἀτλαντικῷ πελάγει ξύλον καυστόν ἐστιν ὅσον ἐφ’ ἑαυτῷ ἑαυτῷ κατα την εαυτου φυσιν; η αρα τῃ ακωλυτῳ επιτηοειοτητι κριτεον τὰ τοιαῦτα, καθ’ ὅσον πέφυκεν ὑποπίπτειν ἐπιστήμῃ καὶ αἰσθήσει καθ’ ἑαυτὰ μηδενὸς φανεροῦ κωλύματος ἐνιστμένου; ἢ τούτων μὲν οὐδέτερον, τὸ δὲ έπιστητὸν λέγεται, ὅταν ἐπιστήμη αὐτοῦ ᾖ ἢ μέλλῃ ἔσεσθαι καὶ μέλλῃ τῇ ἐκβάσει κρίνεσθαι τὸ δυνατόν;”. ἀλλὰ τὴν μὲν ἐπίκρισιν τούτων ὡς τῆς περί δυνατῶν χαζλεπωτάτης θεωρίας ἐχομένην παραιτοῦται νῦν οἱ ἐξηγηταί, τοσοῦτον δὲ μόνον τὰ νῦν λεγόμενα διακρίνουσιν, ποίᾳ αἱρέσει συνᾲδει τῶν εἰρημένων καὶ πρὸς ποίαν ἀναρμοστεῖ. καὶ γὰρ ὅταν μὲν ὁ Ἀριστοτέλης διορίζηται ὡς ἐπιστήμης μὴ οὔσης τὸ ἐπιστητὸν ἔστιν καὶ παντὸς ζῲου ἀναιρεθέντος οὐ συναναιρεῖται τὸ αύσθητόν, ἐπὶ τὰς ψιλὰς ἐπιτηδειότητας ἡ τοῦ δυνατοῦ κρίσις ἀποφέρεται· ὅταν δὲ μηδὲ ὅλως εἶναι ἐπιστητὸν λέγηται ὑπό τινων, ἐὰν μὴ ᾖ ἐπιστήμη αὐτοῦ, τότε τῇ ἐκβάσει κρίνεται τὸ δυνατὸν κατὰ τούητους. καὶ ὅτι μὴ ὄντος ἐπιστητοῦ οὐκ ἔστιν ἐπιστήμη, συγχωρεῖται· ἀπὸ γὰρ τοῦ ἐπιστητοῦ γίνεται καὶ ἡ περὶ αὐτοῦ ἐνέργεια· ὅτι δὲ μὴ οὔσης ἐπιστήμης δυνατὸν εἶναι τὸ ἐπιστητόν, οἱ μὲν κατὰ τὴν ἐπιτηδειότητα μόνην κρίνοντες τὸ δυνατὸν συγχωροῦσιν ἔχει γὰρ τὴν οἰκείαν φύσιν πρὸς τὸ γινώσκεσθαι), οἱ δὲ τῇ ἐκβἀσει δοκιμάζοντες οὐ συγκωροῦσιν, ἐὰν μὴ πάντως μελλῃ εἰς ἔργον ἐναργὲς προχωρήσειν. ὅρα οὖν ὅπως ἄτοπον πάσχουσιν οἱ κρίνοντες μὲν τὸ δυνατὸν κατὰ τὸν αὐτὸν τοῖς ἀρχαίοις τρόπον, κατὰ τὴν ὁποιανοῦν ἐπιτηδειότητα, ὥσπερ ὁ Φίλων, ἀποροῦντες δὲ πρὸς αὐτὸν νῦν κατὰ τὴν Διοδώρου ἔννοιαν † ταύτῃ τῇ ἐκβάσει τὸ δυνατὸν κρίνοντος καὶ ὡς ἔνστασιν πρὸς ταὐτην κομίζοντες τὸ τὸ ἐπιστητὸν ὡς ἐπιστητὸν εἶναι μὴ οὔσης ὲπιστήμης. εἰ γὰρ κατὰ τοὺς παλαιοὺς τὸ ἔχον ἀφορμὴν ὥστε δύνασθαι γενέσθαι, τοῦτό ἐστι δυνατόν, ἀστιβὲς μὲν ἂν εἴη τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθέν, ὅτι μὴ οὔσης τῆς Ι ἐπιστήμης κατ’ ἐνέργειαν ἔστιν τὸ ἐπιστητὸν δυνάμει, ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν τῶν πρός τι συνύπαρξιν· ἔδει γὰρ τὸ μὲν δυνάμει πρὸς τὸ δυνάμει παραβάλλειν, τὸ δὲ ἐνεργείᾳ πρὸς τὸ ἐνεργείᾳ, καὶ οὕτως ἅμα λέγειν τὰ πρός τι. ὑπάρχει δὲ αὒτοῖς τοῦτο, διότι δὺν ἀλλήλοις καὶ ἐξ ἀλλήλων ἐστίν. καὶ συνυπάρχει οὖν καὶ συναναιρεὶται εἰκότως, καὶ οὐκ ἔστιν θάτερον χωρὶς τοῦ ἐτέρου καὶ κατὰ Ἀρχύταν καὶ κατὰ Πλήτωνα καὶ κατὰ τὴν αὐτοῦ τοῦ Ἂριστοτέλους ἐν τοῖς ἀκριβεστέροις διάταξιν. p. S a 13 Ἔχει δὲ ἀπορίαν, πότερον οὐδεμία οὐσία τῶν πρός τι λέγεται ἕως τοῦ τὸ μέντοι διηπορηκέναι ἕκαστον αὐτῶν οὐκ ἄχρηστόν ἐστιν. Ἐπειδὴ ἡ μὲν οὐσία ὡς καθ’ αὑτὸ οὖσα ἀναδέδοται, τὰ δὲ πρός τι κατὰ τὴν πρὸς ἕτερον ἀπόνευσιν τὸ εἶναι ἔχει, ἀντίκειται δὲ τὸ καθ’ αὑτὸ καὶ τὸ πρὸς ἕτερον, δὴλον ὅτι οὐδεμία ἂν οὐσία τῶν πρός τι εἶη· καὶ γὰρ τὰ μὲν πρὸς τι συμβεβηκότα, ἡ δὲ οὑσία οὐ συμβεβηκός. ἀπορίαν οὖν ἔχειν εἰκότως φησίν, πῶς τινες οὐσίαι δοκοῦσιν τῶν πρός τι· ἡ γὰρ χεὶρ οὐσία οὖσα τινὸς λέγεται χεὶρ καὶ 6 ποὺς τινὸς λέγεται πούς, τὰ δὲ τινός λέγόμενα τῶν πρός τι ἐδόκει. ἀνάγκη οὖν ἢ τὰ μέρη τῶν οὐσιῶν μὴ λέγειν οὐσίας, ὅπερ ἄτοπον, τὸ ἐκ μὴ οὐσίας εἶναι τὴν οὐσιαν, καὶ μέντοι καὶ τοῖς προειρημενοις ἐστὶν ὑπεναντίον αὐτὸς γὰρ εἶπεν ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι), ἢ τὸν ἀποδιδόμενον τῶν πρός τι λόγον ἐπανορθπῶσαι τὸν ἄσα ἑτέρων εἶναι λέγεαι, ταῦτα εἰπόντα πρὸς τι· τι· καὶ ἡ χεὶρ τοῦ χειρωτοῦ λέγεται καὶ ἡ κεφαλὴ τοῦ κεφαλωτοῦ. αὐτὸς δὲ καθολικώτερον ποιῶν τὸν λόγον περὶ πάσης οὐσίας ζητεῖ, ἐι ἔστι τῶν πρός τι, τῆς τε πρώτης καὶ τῆς δευτέρας καὶ τῶν ἐν ταύταις μερῶν καὶ τὴν μὲν πρώτην καὶ ἄτομον οὐσίαν ἰαὶ τὰ ταύτης μέρη ἐναργῶς φησιν μὴ λέγεσθαι τῶς πρός τι κατὰ τὸν ὁρισμόν. ὁ γὰρ ἄτομος ἄνθρωπος οὐ λέγεται τινός τις ἄνθρωπος· εἰ δὲ ἦν πρός τι, οὕτως ἂν ἐλέγετο, ὥσπερ τὸ δεξιὸν ἀριστεροῦ δεξιόν· εἰ οὖν τὸ ἐτέρου λέγεσθαι αὐτὸ τοῦτο ὅπερ ἐστίν, τοῦτό ἐστιν τὸ πρός τι, ἰαὶ ὁ τὶς ἄνθρωπος τινός τις ἄνθρωπος ἂν λέγοιτο· εἰ δὲ μὴ λέγεται οὕτως, οὐκ ἔστιν τῶν πρὸς τι. ὁμοίως 81 δὲ τὸ ἄτομον μέρος· οὐδὲ γὰρ ἡ χεὶρ τινός τις τις χεὶρ λέγεται, ἔδει δὲ εἴπερ ἦν πρός τι, διότι τὰ ὄτομα ταύτῃ διαφέρει τῶν κοινῶν ἐν τῇ κατηγορίᾳ, καθ’ ὄσον προστίθεται αὐτοῖς τὸ τὶ ἔν ἀριθμῷ· ὅταν οὖν περὶ τῆς ἀτόμου οὐσίας κατηγορῶμεν, ‘τὶς ἄνθρωπος’ λέγομεν, καὶ ἡ κατηγορία γίνεται ‘τινός τις ἄνθρμπος’. ἐπὶ 60 τῶν δευτέρων οὐσιῶν ἐπὶ μὲν τῶν ὅλων πάλιν διαφαίνεται τὸ μὴ εἶναι πρὸς τι· ὁ γὰρ ἄνθρωπος οὐ λέγεται τινὸς ἄνθρωπος οὐδὲ ὁ βοῦς τινὸς βοῦς οὐδὲ τὸ ξύλον τινὸς Μου οὐσίαν γὰρ ἔχουσιν καθ’ αὐτά. εἰ μέντοι τὸν ἄνθρωπον ἢ τὸν βοῦν τινὸς λέγοιμεν ὡς κτῆμα ὥσπερ τὸν ἀργόν, οὑ καθὸ εἰσὶν ἀποδίδομεν, ἀλλὰ καθὸ συμβέβηκεν αὐτοῖς κτήμασιν εἶναι. αλλ’ ἐπιστάσεως ἄξιον, διὰ τί τοῦτο οὐκ εἶπεν καὶ ἐπὶ τῆς ἀτόμου οὐσίας τῆς ὅλης· καὶ γὰρ ἐπὶ ταὐτης δυνατὸν ἦν εἰπεῖν ὅτι ὁ τὶς ἄνθρωπος ἢ ἢ οἷον ὁ Δάος τινὸς ἦν ὡς κτῆμα τοῦ οἰκείου δεσπότου. ἀλλ’ ἴσως ἶδιον εὑρὼς ὡς ἄτομον τὸ τινός τις μὴ ἔχον ἀκόλουθον τὴν κατηγορίαν, τούτῳ προσεχρήσατο. δείξας οὖν ὄτι οὔτε αἱ πρῶται οὐσίαι αἱ ὅλαι οὔτε τὰ μέρη ἀκτῶν πρός τι λέγεται, ἀλλ’ οὔτε αἱ δεύτεραι οὐσίαι αἱ ὅλαι, ἐπ’ ἐνίων, φησί, τῶν δευτέρων οὐσιῶν, τουτέστιν επὶ τῶν μερῶν ἔχει ἀμφισβήτησιν ὡς γὰρ τοῦ τινὸς ἀνθρώπου ἐστὶν μέρος ἡ τὶς κεφαλή, οὕτως καὶ τοῦ ἀνθρώπου τοῦ ἁπλῶς ἡ ἁπλῶς κεφαλή. ἀλλὰ τὰ μὲν ἄτομα μέρη ἀπέδειξεν μὴ μὴ πρό‘ τι διὰ τὸ μὴ λέγεσθαι τινός τις κεφαλή, ἐπὶ δὲ τῶν κοινῶν ἐνδέδωκεν ὅτι ταῦτα διὰ τὸ ἔκαστον αὐτῶν ὅπερ ἐστὶν ἑτέρου λέγεσθαι μέρη γὰρ ὅντα τῶν ὅλων ἐστίν) δοκεῖ πρός τι εἶναι· οὐ γὰρ ἦν ἐπὶ τούτων εἰπεῖν, ὅπερ ἐπὶ τῶν ἀτόμων οὐσιῶν ἐκώλυεν εἶναι πρός τι ἐκείνας. Ταῦτα οὖν εἰπὼν συνορᾷ ὅτι διορθώσεως δεῖταί τινος ὁ ἀποδοθεὶς τῶν πρός τι ὁρισμὸς πρὸς τὸ λυθῆναι τὸ ἄπορον· εἰ γὰρ ἱκανῶς, φησίν, ἀποδέδοται, ἢ τῶν χαλεπῶν ἢ τῶν ἀδυνάτων ἐστὶν τὸ δεῖξαι ὡς οὐδεμία οὐσία τῶν πρός τί ἐστιν· τὰ γὰρ μέρη τῶν δευτέρων οὐσιῶν τινὸς λέγονται τοῦ ὅλου, καὶ διὰ τοῦτο τῷ ἀποδοθέντι ὁρισμῷ τῶν πρός τι ὑποπίπτουσιν. διὰ τοῦτο οὖν, ἵνα μὴ εὑρεθῇ τις οὐσία τῶν πρός τι οὖσα, ἕτερον ὁρισμὸν αὐτῶν ἀποδίδωσιν τὸν λέγοντα ὅτι ἔστιν τὰ πρός τι οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν, οὐκέτι τὸ λέγεσθαι πρὸς ἕτερον, ἀλλὰ τὸ εἶναι τοῖς πρός τι ἀποδούς. καὶ γὰρ τὸ μὲν λέγεσθαι τὴν οὐσίαν αὐτῶν οὐ δηλοῖ, τὸ δὲ εἶναι πρὸς ἕτερον αὐτὴν τὴν οὐσίαν παρίστησιν καὶ τὸ μὲν λέγεσθαι καὶ ἄλλοις συμβέβηκεν ὥσπερ τοῖς μερεσιν, τὸ δὲ εἶναι τοῖς πρός τι μένοις, διὸ ἡ κεφαλὴ λέγεται μὲν τινός, ἐπειδὴ δὲ οὐκ ἕστιν τὸ εἶναι αὐτῆς ἐν τῇ σχέσει τοῦ πρὸς 8 λέγεται ἔστιν γὰρ κεφαλὴ ὡς ὑποκείμενόν τι πρᾶγμα καὶ ἔστιν λόγον αὐτῆς ἀποδοῦναι καθ’ ἑαθυτήν, οὐδὲν δὲ πρὸς τι καθὸ πρός τι ὑπόκειται καθ’ ἑαυτό), οὐκ ἂν εἴη τῶν πρός τι ἡ κεφαλή· οὖσα γὰρ καθ’ ἑαυτὴν οὕτως καὶ ἄλλων λέγεται, ὧν ἔστι μέρος· τὰ δὲ πρός τι οὐκ ὄντα τι ἄλλο καθ’ αὑτὰ ἔπειτα πρὸς τι λέγεται, ἀλλ’ αὐτὸ τὸ εἶναι ἐν τοὐτῳ ἔχει ἐν τῷ πρὸς ἕτερόν πως ἔΜ. οὐ γὰρ εἴ τι μετ’ ἄλλου ὑφέστηκεν, ἤδη καὶ πρός τί εστιν ὡς πρὸς ἐκεῖνο· καὶ γὰρ ἡ γραμμὴ μετὰ τοῦ ἐπιπέδου ὑφέστηεκν καὶ οὐκ ἔστιν πρός τι ὡς γραμμὴ πρὸς ἐπίπεδον· Ι καθὸ δὲ πέρας, πρός τί ἐστιν πρὸς τὸ πεπρατωμένον, καὶ καθὸ δὲ μέρος τι, πρὸς ὄλον. οὕτως δὲ καὶ ἡ κεφαλὴ ὡς μὲν οὐσία καθ’ αὑτὴν οὐκ ἔστιν τῶν πρός τι, ὡς δὲ μέρος πρὸς ὅλον ἔχει τὸ εἶναι· ὅλου γὰρ μέρος καὶ τὸ ὅλον μερῶν ὅλον. εἰ μέντοι κατὰ τὸ λέγεσθαι χαρακτηρίζοιτο τὰ πρὸς τι, καὶ ἡ κεφαλὴ τοῦ κεφαλωτοῦ λέγεται καὶ ἡ χεὶρ τοῦ χειρωτοῦ καὶ τὸ πηδάλιον τοῦ πηδαλιωτοῦ. ἀλλὰ προσεκτέον ὅτι καθὸ μὲν κεφαλὴ καὶ ὅπερ κεφαλή, οὐχ ἑτέρου, ᾗ δὲ μέρος, ἑτέρου· κατὰ συμβεβηκὸς οὖν πρός τι, ὥσπερ καὶ οἰκία, καθὸ μὲν οἰκία, καθ’ αὑτήν, καθὸ δὲ τινος κτῆμα, πρός τι. ἵνα οὖν μὴ ἐνοχλῇ τὰ κατὰ συμβεβηκὸς πρός τι, ἀποδίδωσιν ἄλλον ὄρον τῶν πρός τι παραιτησάμενος τὸν πρότερον, πρός τι λέγων εἶναι οἷς τὸ; εἶναι ταὐτόν ἐστιν τῷ πρός τἰ πως ἔχειν τὸ γοῦν διπλάσιον ὄ ἐστιν, ταύτόν έστιν τῇ σχέσει ἥν ἔχει τὸ ὑποκείμενον, καὶ τὸ ἥμισυ ἀνάπαλιν ταὐτόν ἐστιν τῇ σχέσει τῇ πρὸς τὸ διπλάσιον καὶ οὐδέν ἕτερον. ὁ δὲ πρότερος ὀρισμὸς ὁ κατὰ τὸ λέγεσθαι παρηκολούθει μὲν ἅπασιν τοῖς πρός τι ὡς κοινόν τι συμβεβηκὸς καὶ πλεονάζον, οὐ μὴν κατὰ τοῦτο ἦν τὰ πρός τι, ἀλλὰ καθὸ τὰ ὑποκείμενα πλεονάζει τῇ σχέσει. διὸ ὁ μὲν πρῶτος ὅρος τὸ τί ἐστιν οὐκ ἀποδέδωκεν τῶν πρός τι, ὁ δὲ δεύτερος καὶ τὴν οὐσίαν ἀφωρίσατο, καὶ ἐκεῖνος μὲν οὐκ ἀντιστρέφει πρὸς τὸ ὀριστόν οὐ γὰρ εἴ τι πρὸς ἕτερον λέγεται, τοῦτο πρός τί ἐστιν), οὗτος δὲ ἀντιστρέφει. ταῦτα μὲν οὖν τοῖς ἄλλοις ἐξηγηταῖς τοῦ Ἀριστοτέλους δοκεῖ. Ὁ δὲ κριτικώτατος Συριανὸς “ὅτι μέν, φησίν , οὔτε τὴν πρώτην οὐσίαν οὔτε τὴν δευτέραν πρός τι εἶναι ἀνέχεται, πάνυ κατορθοῖ· πᾶσα μὲν γὰρ οὐσία καθ’ αὑτήν ἐστιν καὶ ἑαυτῆς, ὡς καὶ Ἀρχύτᾳ δοκεῖ, τὰ δὲ πρός τι τᾖ πρὸς ἄλληλα σχέσει δέδεται καὶ ἀλλήλων ἐστίν. ὅτι δὲ παρέπεστθαί φησι τῷ ἀποδοθέντι λόγῳ τῶν πρός τι τὸ τινὰς τῶν δευτέρων οὐσιῶν εἶναι πρός τι, τοῦτο οὐκέτι ὀρῶ πῶς γίνεται. εἰ μὲν γὰρ ἁπλῶς εἴρητο πρός τι τὰ τινὸς λεγόμενα, ἴσως ἂν ἦν εἰπεῖν ὄτι ἡ χεὶρ τινὸς λεγομένη πρός τί ἐστιν· ἐπειδὴ δὲ σαφῶς εἴρηται ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἐξετάζειν ἔδει, εἰ ἡ χεὶρ ὡς χεὶρ καὶ καθὸ χεὶρ ἑτέρου λέγεται ἢ ὡς μέρος καὶ οὐχ ᾗ αὐτὸ ὅπερ ἐστίν. ὥσπερ οὖν ὅταν 6 βοῦς ἢ τὸ ξύλον τινὸς εἶναι λέγεται, οὐχ ᾗ ἐστιν ἅ ἐστιν, ἀλλ’ ᾗ κτήματά ἐστίν τινος, οὕτως οὐδ’ ἂv ἡ κεφαλὴ τινὸς λέγηται, ᾗ τοιόνδε εἶδος ἔχει, τινὸς λέγεται εἶναι, ἀλλ’ ᾗ μέρος ἐστὶν ζῲου καὶ συμβέβηκεν αὐτῷ ὥσπερ ἄλλα τινὰ οὕτως καὶ ἡ σχέσις τῶν πρός τι, καὶ οὐκ α'ναγκάζεται ἐκ τοῦ ἀποδοθέντος ὁρισμοῦ καὶ τὸ καθ’ ἑαυτὸ τοῖς πρός τι συντάττεσθαι. καὶ γὰρ ὅν αὐτὸς ἀποδίδωσιν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν, ἰσοδυναμεῖ καὶ κατὰ Πορφύριον τῷ προτέρῳ, ὅς κατά τὴν αὐτὴν ἔννοιαν ἀποδέδοται· οὐδὲ γὰρ τὰ αὐτὰ ἄπερ ἐστὶν ἑτέρων εἶναι λεγόμενα δι’ ἄλλο τι ἔχει τοῦτο ἢ διὰ τὸ εἶναι αὐτῶν ταὐτὸν τὸ εἶναι τῷ πρός τί πω; ἔχειν”. ἴσως δὲ ἡ διαφορὰ ἐν τούτῳ ἐστίν, καθ᾿ ὅσον ἐκεῖνος μὲν ἀπὸ τοῦ λέγεσθαι τὸ εἶναι ἐνεδείξατο, ὡς ἀπὸ ἐναργεστέρου, οὗτος δὲ ἀπὸ τοῦ εἶναι καὶ τὸ λέγεσθαι, ὡς ἀπὸ αἰτιωδεστέρου. Ἐπὶ δὲ τοῖς εἰρημένοις ὁ Ἀριστοτέλης ὥσπερ πόρισμά τι ἀναφαινόμενον παραδίδωσιν ὅτι ἄν τις εἰδῇ τι τῶν πρός τι ὡρισμένως, καὶ τὸ πρὸς ὃ λέγεται ὡρισμένως εἴσεται. τούτῳ δὲ ἑπόμενον δείκνυσιν τὸ τὴν κεφαλὴν καὶ τὴν χεῖρα μὴ εἶναι τῶν πρός τι· τοῦ γὰρ τὸ ἄλλο σῶμα ἐγκεκαλυμμένου γινώσκειν μὲν ἔστιν καὶ τὴν κεφαλὴν καὶ τὴν χεῖρα, ὅτου δέ έστιν, οὐκ ἔστιν εἰδέναι· καίτοι γε εἰ ἦν πρός τι, πάντως ἂν ἔγωνμεν, ὥσπερ ἐπὶ τοῦ διπλασίου ὅτι ἡμίσεος. καὶ ὅτι μὲν ὁ τὸ ἕτερον ὡρισμένως εἰδὼς καὶ τὸ ἕτερον ὡρισμένως οἶδεν, δείκνυσιν ἐκ τοῦ τὸ πρός τι κατὰ τὴν σχέσιν τὴν πρὸς ἕτερον θεωρεῖσθαι καὶ διὰ τοῦτο ἐνυπάρχειν τῇ σχέσει καὶ συμπληροῦν αὐτὴν καὶ τὸ ἕτερον, πρὸς ὃ ἡ σχέσις· ὁ οὖν εἰδὼς τὸ ἕτερον ὡρισμένως οἶδεν καὶ τὸ λοιπόν, πρὸς ὅ πως εἶχεν τὸ ἕτερον τῶν πρός τι. μετὰ δὲ τὴν ἀπὸ τῆς ἐννοίας ἔφοδον καὶ ἐκ τῆς ἐπαγωγῆς τὸ αὐτὸ παραδίδωσιν. ὁ γὰρ εἰδὼς ὅτι τὰ τέσσαρα διπλάσιά ἐστιν ὡρισμένως, οἶδεν καὶ τὰ δύο ὡρισμένως ὧν ἐστι διπλάσια τὸ τέσσαρα καὶ οὐχὶ μόνον τὸ κοινὸν ὃν οἶδεν τοῦ διπλασίου καὶ τοῦ ἡμίσεος λόγον. καὶ κάλλιόν ἐστι οἶδεν. εἰ δὲ νομίζοι τις τὸ μὲν κάλλιον ἀφωρισμένως εἰδέναι, τὸ δὲ χεῖρον οὗ ἐστιν κάλλιον οὐκ ἀφωρισμένως, οὐδὲν κωλύει τοῦτο ὃ κάλλιον ὑπολαμβάνει, πάντων εἶναι χεῖρον ὑπόληψις οὖν, φησίν, τοῦτό ἐστιν, οὐκ ἐπιστήμη, ἐπιστήμῃ χρησάμενος, ἥτις ἐπὶ τῶν καθόλου μόνων κυρίως λέγεται· καὶ αὐτὸς δὲ δῆλον ἐποίησεν ὅτι τὴν ἀκριβῆ καὶ ἐπὶ τῶν αἰσθητῶν γνῶσει ἐπιστήμην ἐκάλεσεν, εἰπὼν οὐ γὰρ ἔτι εἴσεται ἀκριβῶς. εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐδὲ ἡ χεὶρ οὐδὲ ἡ κεφαλὴ οὐδὲ ἄλλη τις οὐσία ἔσται τῶν πρός τι. εἰ γὰρ ἐγκεκαλυμμένος τις προτείνει χεῖρα ἢ ἄλλο μέρος, ὅτι μὲν χεὶρ ὡρισμένως εἰσόμεθα, τίνος δέ ἐστιν χεὶρ οὐκέτι ὡρισμένως ἴσμεν· τὸ δὲ αἴτιον, ὅτι ἕκαστον τούτων ἐστὶν ὅπερ ἐστὶν οὐκ ἐκ τοῦ πρὸς ἕτερόν τως ἔχειν, ἀλλ᾿ ἐκ τοῦ τοιάνδε ἔχειν οὐσίαν καὶ τοιάνδε ποιότητα. εἰ οὖν τὰ μὲν μέρη ὡρισμένως γινώσκομεν, πρὸς ἃ δὲ λέγεται οὐκέτι ὡρισμένως, οὐκ ἔστιν τὰ μέρη τῆς οὐσίας πρός τι. εἰ δὲ ταῦτα μὴ ἔστιν πρός τι, οὐδὲ ἄλλη οὐσία ἔσται τῶν πρός τι· αὕτη γὰρ μόνη δοκεῖ τῶν πρός τι εἶναι. χρὴ δὲ ἐφιστάνειν ὅτι διὰ τούτου τοῦ ἐπιχειρήματος τὰ ἄτομα μέρη δείκυνται μὴ ὄντα τῶν πρός τι καθὸ οὐσία· ταῦτα γὰρ ἐστιν τὰ ὡρισμένα· | πῶς οὖν καθόλου ἐπήνεγκεν ὡε εἰ μὴ ἔστιν αὕτη τῶν πρός τι, οὐδεμία οὐσία τῶν πρός τί ἐστιν; ἢ ὅτι ὡς ἂς ἔχῃ τὰ καθ’ ἕκαστα, οὕτως ἔχει καὶ τὰ κοινά· κυριώτερον δὲ ἀποδέδεικται ἐκ τοῦ τὸ εἶναι αὐτοἶς μὴ εἶναι ταὐτὸν τῷ πρός τί πως ἔχειν. προσέθηκεν δὲ ὄτι χαλεπὸν περὶ τῶν τοιούτων σφοδρῶς ἀποφαίνεσθαι μὴ πολλάκις ἐπεσκεμμένους· φιλόσοφον γὰρ τὸ μὴ διατείνεσθαι ἀνεξετάστως. τί οὖν, φαίη τις ἄν, ὄφελος ἦς ζητήσεως τῷ τὸ ἀληθὲς μὴ εὑρίσκοντι ; ὅτι καὶ αὐτὸ τὸ διηπορηκέναι περί τινων οὐκ ἄχρηστον καὶ ὄτι πρὸς τὴν εὕρεσιν ἑτοιμότεροι ἐσόμεθα προηπορηκότες καὶ ὅτι, ὅτι, μὴ γνωστὸν ᾖ, αἱ περὶ αὐτὸ ἀπορίαι γνωσταὶ οὖσαι διευρύνουσιν ἠμῶν τὴν γνῶσιν καὶ τὴν αἰτίαν τοῦ ἄγνωστον εἶναι παραδεικνύουσιν, ωφελιμώτατον δὲ καὶ τοῦτο. ἀλλὰ ταῦτα μὲν εἵρηται καλῶς· ἐπιστήσαι δὲ ἄξιον, ὠς οἶμαι, εἰ τούτων ἔδει τῶν λόγων πρὸς τὸ ἀποφήνασθαι ὅτι οὐδεμία οὑσία τῶν πρός τί ἐστιν, προδήλου ὄντος ὄτι ἡ οὐσία καθ’ αὑτὸ οὖσα ἀντίκειται τοῖς πρός τι. Μ’ ἴσως οὐ πρὸς τὸ προσεχὲς εἴρηται, ἀλλὰ πρὸς τὸ ἀνωτέρω· εἴποι γὰρ ἄν τις, ὄτι 6 τὴν χεῖρα τοῦ ἐγκεκαλυμμένου γινώσκων οὐχ ὡρισμένω αὐτὴν γινώσκει· οὐ γὰρ τὴν τινὰ χεῖρα γινώσκει, ἀλλ ἀορίστως χεῖρα, εἰ καὶ τὸ ἄτομον αὐτῆς εἶδος γινώσκων οὐ πάντως οἶδεν καὶ τίνος ἐστίν. Ἀλλὰ καιρὸς ἂν εἴη λοιπὸν μετὰ τὴν τῆς λέφεως διερμήνευσιν τὰς ἐπαχθείσας ἀπορίας ἰδεῖν καὶ τὰς λύσεις αὐτῶν ἐπισκέψασθαι. λέγουσιν δὲ τινες, ὅτι καὶ ἡ ἄτομος οὐσία τοῦτο ὄπερ ἑστὶν ἐτέρου καὶ λέγεται καὶ ἔστιν ὁ γὰρ Σωκράτης ὅπερ ἐστὶν τοῦ θεοῦ ἐστιν. ἀλλ’ ὡς κτῆμα δηλονότι καὶ ὡς πρός τι· κατὰ συμβεβηκὸς οὖν. ὥστε καὶ ἐπὶ πάντων τῶν κατὰ συμβεβηκὸς λέγομένων ἡ αὐτὴ λύσις ἁρμόσει· ἐάν τις ἀντὶ τοῦ καθ’ αὐτὸ προηγουμένως λεγομένου τὸ κατὰ συμβεβηκὸς μεταλάβῃ, καὶ τὸ μὴ λεγόμενον ἑτέρου λεχθήσεται. εἰ δὲ ἄνθρωπος ὅμοιος θεῷ λέγεται καὶ ὅκως εἰκὼν παραδείγματι, ἆρα καὶ τὰ τοιαῦτα πρός τί ἐστιν τῆς σχέσεως οὐκ ἀντιστρεφούσης; οὐ γὰρ δὴ καὶ ὁ θεὸς ὄμοιος ἀνθρώπῶ ἢ τὸ παράδειγμα τῇ εἰκόνι. ἢ τὸ μὲν παράδειγμα ἀντιστρέφει ὡς γὰρ εἰκὼν παραδείγματὸς ἐστιν, οὕτως καὶ παράδειγμα εἰκόνος), τὸ δἐ ὅμοιον οὐκέτι, ἀλλ’ ἡ μὲν εἰκὼν ὁμοία τῷ παραδείγματι, τὸ δὲ παράδειγμα όμοίας εἰκόνος παράδειγμα. εἰ δὲ δυσχεαίνει τις τὴν ὁποιανοῦν ἀπ’ ἐκείνων σχέσιν πρὸς τὰ τῇδε, ἐννοείτω τὴν ἄσχετον καλουμένην σχέσιν καὶ τὴν ἀνεπίκλιτον πρόνοιαν, καθ’ ἥν δεσπόζουσιν ἡμῶν οἱ θεοί, κτήματα δὲ ἡμεῖς αὐτῶν ἐσμεν, καὶ προνοοῦσιν μὲν ἐκεῖνοι, κατευθυνόμεθα δὲ ἡμεῖς. Τινὲς δὲ τὸν νῦν ὡς ἀκριβέστερον ἀποδοθέντα ὀρισμὸν τοῦτον ἐπιχειροῦσιν διασύρειν ὡς τὸ ὁριστὸν ἑν ἑαυτῷ περιλαβόντα· τὰ γὰρ πρός τι ὁριζόμενος οἶς τὸ εἶναι, φησίν, ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν. ἀλλὰ καὶ ἀσαφῆ τὴν ἀπόδοσιν ἐποιήσατο, ὡς καὶ Βοήθῳ καὶ Ἀρίστωνι δοκεῖ, ὄπερ καὶ αὐτὸ κατὰ ὁρισμοῦ ἐτιν, διόπερ ὀ Ἀρίστων ὡς ἐπὶ σαφέστερον μεταλαμβάνων “τὰ πρός τί πως ἔχοντα, φησίν, ταῦτά ἐστιν, οἶς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πῶς ἔχειν πρὸς ἔτερον”. καὶ] οὕτως δὲ καὶ Ἀνδρόνικος ἀποδίδωσιν. τὴν δὲ ἀπορίαν ὁ μὲν Ἀχαϊκὸς λύων φησίν οὐ τὸ ὁριστὸν ἐν τῷ ὄρῳ περιειλῆφθαι, ἀλλὰ καὶ τῷ δευτέρῳ πρός τι ὁμωνύμως αὐτὸν δεχρῆσθαί φησιν ἀντὶ τοῦ πρὸς ὁτιοῦν, ὡς εἰ ἔλεγεν “οἷς τὸ εἶναι ταὐτόν εστιν τῷ πρὸς οτιοῦν πως ἔχειν”. δύναται δέ τις κἀκεῖνο λέγειν, ὅπερ καὶ πρότερον, ὠς τὰ γενικώτατα καὶ ἀρχηγικώτατα γένη δι ἐαυτῶν ἀνάγκη σαφηνίζεσθαι, ἅτε μὴ ἔχοντά τι καθολικώτερον, δι’ οὗ κατὰ νόμον τις αὐτῶν ποιήσεται τὴν ἀπόδοσιν. λύουσιν καὶ οὕτως τὴν ἀπορίαν· ‘το λευκὸν ἔστι μὲν καὶ ἐπὶ τῆς λευκότητος εἶπεῖν, ἔστιν δὲ καὶ ἐπὶ τοῦ μετέχοντος σώματος τῆς λευκότητος. ἄν οὖν ὁ μέν τις τὸ λευκὸν εἴπῃ χρῶμα διακριτκὸν ὄψεως, ὁ δέ τις ἀκούσῃ ἐπὶ τοῦ μετέχοντος σώματος, δῆλον ὄτι ἄτοπος δόξει ὁ λόγος· οὐ γὰρ ἐνστιν το σῶμα χρῶμα διακριτικὸν ὄψεως. ἴστω οὖν διόρθωσις τοῦ τοιούτου παρακούσματος τὸ λέγειν ὄτι τὸ λευκὸν καθὸ λευκὸν καὶ ᾗ λευκὸν χρῶμά ἐστιν διακριτικὸν ἄψεως, καὶ οὐ δήπου τὸ ζητούμενον λαμβάνται ἐν τῇ τοιαύτῃ προσθήκῃ· τούναντίον γὰρ μὴ προστεθέντος ψευδὴς γίνεται ὀ ὅρος. καὶ ἐνταῦθα οὖν οὐχ ἁπλῶς εἴρηται τὰ πρός τι ὅτι ἐστὶν τὰ αὐτὰ τῷ πρός τί πως ἔχειν, ἀλλὰ πρόσκειται οἷς τὸ εἶναι ταὐτόν ἔστι τῷ πρός τί πως ἔχειν· τὸ γὰρ Γ εἶναι τῶν πρός τί ἐστιν τὸ σχέσιν εἶναι ἐτέρου πρὸς ἕτερον, οἷον τὰ τέσσαρα καὶ δύο οὐ καθὸ τέσσαρα καὶ δύο, ταύτῃ πρός τί ἐστιν, ἀλλὰ καθ’ ὅσον θεωρεῖταί τις ὑπεροχὴ τοῦ μείζονος πρὸς τὸ ἔλαττον αὐτῷ τῷ ελάττονι ὑπερέχουσα τὸ ἔλαττον’. μήποτε δὲ ούδὲ ἄλλως οἷόν τέ ἐστιν ἀποδοῦναι τὰ πρός τι. κατ’ αὐτὴν γὰρ μόνην τὴν σχέσιν ὑφέστηκεν, καὶ ὁ τῆς σχέσεως λόγος ἕτερος ὢς τῶν ὑποκειμένων, οὗτος εἰδοποιεἶ τὰ πρός τι· αὐτὰ μὲν γὰρ τὰ ὑποκείμενα οὐκ ἕστιν τὰ πρός τι,ή σχέσις αὐτῶν ἡ πρὸς ἄλληλα ἧς μετέχει τὰ ὑποκείμενα. ὁ οὖν τὰ μετέχοντα αὐτὰ ὁριζόμενος κατὰ τὴν μέθεξιν ἀναγκάζεται τὴν μέθεξιν ἐν τῷ ὁρισμῷ παραλαβεῖν. ὅτι γὰρ τὰ πρός τι, ὁρίζεται, τὰ μετέχοντά ἐστιν, δηλοῖ τὸ πληθυντικῶς εἰρῆσθαι, τῆς τοῦ γένους αὐτοῦ ἰδιότητος μιᾶς οὔσης· ὄλως γὰρ οὐδὲ δυνατὸν οἶμαι περὶ τῆς σχέσεως αὐτῆς εἰπεῖν ὅτι πρός τί πως <ἔχει, ἀλλὰ κατὰ τὸ πῶς> ἄλλο πρὸς ἄλλο, κατὰ τοῦτο θεωρεῖται, ὥσπερ ἡ τοῦ ἔχειν κατηγορία ἐν τῷ ἔχειν τι αὐτὴν λέγεται, ἀλλ’ ἐν τῷ ἄλλο τι ἔχειν. σαφέστερον δὲ ταύτην τὴν ἔννοιαν δηλοῦσιν ὅ τε τοῦ Ἀχαϊκοῦ ὁρισμὸς λέγων “οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρὸς ὁτιοῦν ἔχειν” καὶ ὁ Ἀρίστωνος καὶ Ἀνδρονίκου 6 λέγων “οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρὸς ἕτερόν πως ἔχειν”. ὡς γὰρ ἐπὶ τῶν μετεχόντων τῆς τοῦ πρός τι σχέσεως καὶ κατὰ Ι ταύτην ἀφοριζομένων εἴρηται τοῦτο, εἰ καὶ δύναταί πως καὶ ἐπ’ αὐτῆς ἀκούεσθαι τῆς σχέσεως· τὸ γὰρ εἶναι τῶν κατὰ > πρός τι σχέσεων ταὐτόν ἐστιν τῷ ἕτερον πρὸς ἕτερόν πως ἔχειν. καὶ ὁ φιλόσοφος δὲ Συριανὸς οὕτω λύει τὴν ἀπορίαν, ὡς τῆς ὁμωνυμίας πλανώσης τῶν μετεχόντων πρὸς τὸ μετεχόμενον· πολὺ γὰρ συνανακέκεραται τοῖς μετέχουσιν, διὸ μεταβαλλομένων ἐκείνων αὐτὰ καὶ γίνεται καὶ φθείρεται, ὡς ἐν ἐκείνοις οὐδὲν ἦττον ἢ ἐν ἑαυτοῖς τὸ κῦρος εχοντα. Πρὸς δὲ τοὺς ζητοῦτας, τίνα ἔσχεν χρείαν ἡ τοῦ δευτέρου ὁρισμοῦ προσθήκη, ὁ θεῖος Ἰάμβλιχος ὑπαντῶν “διότι, φησίν, ὁ πρῶτος περιελάμβανεν δικαιοσύνην, λευκότητα· τινῶν γὰρ λέγονται καὶ αὗται”. πρὸς ὃ ῥητέον οἶμαι τὰ αὐτοῦ, ὅτι ἄλλο ἐστὶν τὸ ἐν ἑτέροις εἶναι καὶ μετὰ ἑτέρων καὶ ἄλλο τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι· δικαιοσύνη γὰρ καὶ λευκότης, κἂν ἐν ἑτέροις ὦσιν ἀλλ’ ἔχουσιν οἰκείους λόγους καθ’ οὓς ἀφοριίζονται, εἰ μὴ ἄρα τις λαμβάνοι καθὸ ἕξις ἐστὶν ἡ δικαιοσύνη· κατὰ τοῦτο δὲ καὶ πρός τί ἐστιν. “ ἔτι, φησίν, ὁ λέγων πρός τι τὸ ἑτέρου λεγόμενον τὴν τοῦ ἑνὸς μόνην σχέσιν παρίστησιν, τὴν δὲ τῶν δύο πρὸς ἄλληλα οὐκέτι ἐπιδείκνυσιν, ἀλλ’ οἷον ἐφ’ ἡμισείας ἀποδίδωσιν τὸν ὅρον, διὸ καὶ ἄλλα περιλαμβάνει τῶν μὴ πρός τι· ὁ μέντοι δεύτερος τὰς τῶν δύο σχέσεις συλλαμβάνει πρὸς ἄλληλα”. καὶ ταῦτα δὲ ἐπιστάσεως ἄξια νομίζω· πῶς γὰρ τὴν τοῦ ἑνὸς μόνην παρίστησιν ὁ πληθυντικῶς εἰπών; εἰ γὰρ μὴ ἐπ’ ἀμφοῖν ἀκούειν τις βούλεται τοῦτο, οὐδὲ τὸ οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως εχειν ἐπ’ ἀμφοῖν ἀκούσει· οὐ γὰρ ἐἶπεν ‘πρὸς ἄλληλα’, ἀλλὰ πρός τι. “τρίτον δὲ ἐκεῖνος μὲν ὁ ὅρος λέγεσθαι ἑτέρου φησί τὰ πρός τι, οὗτος δὲ αὐτὸ τὸ εἶναι τῶν πρός τι καὶ τὴν οὐσίαν ἀφορίζει· καὶ κατ’ ἐκεῖνον ἡ χείρ, φησίν, πρός τί έστιν, ὅτι ἑτέρου λέγεται τοῦ ἔχοντος, κατὰ δὲ τοῦτον οὐ ταὐτόν ἐστιν τὸ εἶναι χεὶρ τῷ πρός τί Πως ἔχειν”. καὶ πρὸς ταῦτα δὲ οἶμαι ῥᾲδιον εἰπεῖν ὡς ὡς εἰ ἀληθῶς λέγοιοτ, πάντως καὶ ἔστιν ὅπερ λέγεται· τὸ μὲν γὰρ εἶναι τοῦ λέγεσθαι αἴτιον, τὸ δὲ λέγεσθαι τοῦ εἶναι τεκμήριον, ὥστε ἀπ’ αἰτίας μὲν οὗτος ὁ ὅρος, σαφέστερος δὲ ἐκεῖνος ἀπὸ γνωριμωτέρου γενόμενος, ἄμφω δὲ εἰς τὴν αὐτὴν τείνουσιν ἔννοιαν, ἐπεὶ καὶ εἴ τις ἀμφισβητεῖ πρὸς τὸ εἶναι ἀπὸ τοῦ λέγεσθαι ἂν αὐτὸ ῥᾳδίως πιστώσαιτο. καὶ ἡ χεὶρ δὲ οὐδὲ κατ’ ἐκεῖνον εἴη ἄν τῶν πρός τι· οὐ γὰρ καθὸ χεὶρ ἐν τούτῳ ἔχει τὸ εἶναι ἐν τῷ ἑτέρου λέγεσθαι, ἀλλ’ εἴπερ ἄρα καθὸ μέρος, ὥσπερ καὶ ἐπὶ τούτου τοῦ ὅρου ἁπελογιζόμεθα. διὸ ὡς μὲν μέρος ἰαὶ ὅλον ἄμφω ἔχει σχέσιν πρὸς ἄλληλα, ὡς δὲ χεὶρ οὔτε αὐτὴ πρὸς τὸ ὄλον οὔτε τὸ ὅλον πρὸς αὐτήν. “ ἔτι δέ, φησίν, παρίστησιν ὁ δεύτερος ὅρος, ὡς μέσον τι ἡ σχέσις ἐστὶν τῶν ὑποδειμένων καὶ ἐχόντων τὴν σχέσιν”. καὶ ὁ πρότερος δέ, εἰ ἐν τῇ πρὸς ἕτερον ἀπονεύσει τὰ πρός τι ἀφορίζεται, ὡς μέσον τι θεωρεῖ τὴν ἀπόνευσιν τοῦ τε ἀποτος καὶ του προς ο απονευει. ταῦτα μεν ουν περὶ τοῦτο. Προσκείσθω δὲ καὶ ἄλλη τις ἀπορία περὶ τῶν πρός τι ταῖς εἰρημέναις τοιάδε· τὰς δέκα κατηγορίας δέκα γένη λέγομεν καὶ ἑκάστην αὐτῶν εἰς οἰκεια ειδη διῃρησθαι γαμεν, ἐν δέ τῶν δεκα γενων εἰναι τὰ πρός τι τιθέμεθα· ἀλλὰ μὴν τὸ γένος εἰδῶν ἐστι γένος, καὶ τὸ εἶδος δὲ γένους ἐστίν, ὥστε τῶν πρός τι ἂν εἴη τὸ γἐνος καὶ εἶδος ἕν τῶν πρός τι. τούτων δὴ οὕτως εχόντων πολλὰ ἄτοπα δοκεῖ ἀναφαίνεσθαι. πρῶτον μὲν καὶ τὸ ἀνωτάτων γένος εἶδος ἔσται· ὅπερ γὰρ ἂν εἴπῃς ἀνωτάτω, ἕν εἶδος τοῦτο τῶν πρός τί ἐστιν. ἔπειτα τὸ πρός τι γένος λέγοντες εἶναι, ἓν δὲ εἶδος τοῦ πρός τι τὸ γένος, ἐπεὶ δὲ τὰ γένη φύσει προϋπάρχει τῶν εἰδῶν, αὐτὸ ἑαυτοῦ τὸ γένος πρότερον ἔσται καὶ πρὸ τοῦ εἶναι ὑφέστηκεν καὶ μήπω ἐκφανέν ἐστιν. τρίτον δὲ λεγέσθω ὅτι ἀναιρουμένου τοῦ πρός τι ἀνῂρηται καὶ τὰ τοῦ πρός τι εἴδη, ἓν δὲ τούτων ἐστὶ τὸ γενος, ἀναιρουμένου δὲ τοῦ γένους ἀνῂρηται τὰ δέκα γένη· τὸ ἄρα πρός τι σναναιρεῖ ἑαυτῷ καὶ τὴν ούσίαν καὶ τὰ ἄλλα γένη, ἄτοπον δὲ τὸ τῆς σχέσεως ἀναιρουμένης τὴν οὐσίαν ἀναιρεῖσθαι φύσει προτέραν οὖσαν. τέταρτον, εἰ τὸ γένος ἕν ἐστι τῶν τοῦ πρός τι εἰδῶν, καὶ πᾶν γένος ὑπὸ τὸ πρός τι ἔσται· μία ἄρα πάντων ἀρχὴ τὰ πρός τι, ἅπερ παραφυάδι ἐοικέναι φασὶν καὶ ἐπεισοδιώδη τὴν φύσιν ἔχειν καὶ μὴ δύνασθαι καθ’ αὑτὸ ὑποστῆναι, ἀλλ’ ἐν ἄλλῳ τὸ εἶναι ἔχειν. τούτων οὖν καὶ ἄλλων ποολῶν ἀπόρων ἀναφαινομένων Ζ ἐν τοῦ λόγου κάλλιον ἴσως ἰαὶ ἄλλου τὴν αὐτὴν ἀπορίαν ποθιησαμένους τὴν ἐπ’ ἐκείνης ἁρμόττουσαν λύσιν καὶ ταύτῃ προσαγαγεῖν. ἐζητεῖτο τοίνυν πρότερον περὶ τοῦ τὸ ἕν ἐν τίνι ταχθήσεται τῶν κατηγοριῶν, πότερον ὡς ἀσὠματον καὶ καθ’ ἑαυτὸ οὐσία ἂν εἴη ἢ ὡς μέτρον καὶ ἀρχὴ τῶν ἀριθμῶν τοῖς πρός τι συνταχθήσεται ἢ ὡς μέρος ὂν τοῦ ποσοῦ κατὰ τὸν Ἀλέξανδρον ἐν τῷ ποσῷ τακτέον. ὅπου δὲ ἂν κατατάττοιτο, δῆλον ὅτι εἶδος ἐκείνου τοῦ γένους ἔσται τὸ ἓν καὶ τῇ φύσει μετ’ αὐτὸ ὑφέστηκεν. ἆρα οὖν οὐκ ἔστιν ἕν τῶν δεκα ἐκεῖνο τὸ γένος καὶ τῶν ἄλλων ἕκαστον γενῶν; προϋφεστήξεται ἄρα ἑαυτοῦ τὸ ἕν, καὶ ἀναιρούμενον αὐτὸ καὶ ἡ κατ’ αὐτὸ κατηγορία συναναιρεῖ καὶ τὰς ἄλλας, εἴπερ μὴ ἑκάστη αὐτῶν ἕν ἐστιν, ἀλλ’ ἀπειράκις ἄπειρος. ἀναμνησθῶμεν τοίνυν τῶν ἐκεῖν ῥηθέντων, ὅτι τὸ ἔ ὁμωνύμως ἐδόκει ταῖς δέκα κατηγορίαις ὑπάρχειν, ὥσπερ καὶ τὸ ὂν διὰ τὴν τῶν κατηγοριῶν πρὸς ἀλλήλας τάξιν· τῶν δὲ ὁμωνύμων οὐκ ἂν εἴη ἡ διαίρεσις προηγουμένη εἰς τὰς κατηγορίας οὐδὲ θέσις αὐτῶν ἀφωρισμένη εἰς ἕν γένος. μήποτε οὖν καλῶς ἔχει τὰ αὐτὰ καὶ περὶ τοῦ γένους λέγειν, ὄτι κἂν κατὰ τὸ σχετικὸν τοῖς πρός τι συντέτακτα, ἀλλὰ καθ’ ὅσον πάσαις ταῖς κατηγορίαις ὁμωνύμως ὑπάρχει, κατὰ τοσοῦτον οὐκ ἂν ἐν μιᾷ τινι κατατάτοιτο ἀφωρισμένως, κοινότης γὰρ τίς ἐστιν τὸ γένος τῇ μὲν | οὐσίᾳ πρώτως ὑπάρχουσα, ὅτι καὶ πρώτως ὑφέστηκεν ἐκείνη καὶ δι’ ἐκείνην 52r Α τὰ ἄλλα, τοῖς δὲ λοιποῖς λένεσιν κατὰ τάξιν, ὥσπερ καὶ ἡ ἁρχή· καίτοι καὶ ἡ ἁρχὴ τῶν πρός τί ἐστιν· τὸ γὰρ ἄρχον πρὸς τὸ αρχόμενον λέγεται. κἂν συγγενὲς οὖν ἐστιν τοῖς πρός τι τὸ γένος, οὐδὲν θαυμαστόν· καὶ γὰρ καὶ τὸ ἓν σγγενὲς ἦν πρὸς τὸ ποσὸν ἢ πρὸς αὐτὸ τὸ πρός τι, καὶ ὅμως κοινὸν πασῶν ἦν τῶν κατηγοριῶν. ἀλλὰ τούτων μὲν καὶ ἄλλην τινὰ λύσιν ζητητέον πιθανωτέραν. Ἰστέον 85 ὅτι πολλὰ τῶν γενῶν ἐν τοῖς αἰσθητοῖς ἐστιν κυρίως, οὐκέτι δὲ ἐν τοῖς νοητοῖς, εἰ μὴ τις κατ’ ἄλλον τρόπον αὐτὰ ἐπ’ ἐκείνων βιάζοιτο, ὥσπερ τὸ κεῖσθαι λαὶ τὸ πάσχειν. ἓν δὴ τῶν τοιούτων ἔστω καὶ τὸ πρός τι. οὐδεμία γὰρ ἐκεῖ σχέσις οὐδὲ ἐπινοεῖται· ἐφ’ ὧρ γὰρ οὐκ ἔστιν ἕτερον ἐν ἑτέρῳ, ὡς ἡ σχέσις ἐν τῇ οὐσίᾳ, οὐδὲ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο, ὥστε πρὸς ἄλληλά πως ἔχειν, πῶς οἷόν τε ἐν τούτοις κυρίως τὰ πρός τι θεωρεῖν, εἰ μή τις κατὰ ἀναλογίαν, ὥσπερ καὶ αἴτια λέγομεν ἐκεῖ καὶ αἰτιατά; ἀλλ’ ἐπὶ μὲν τῶν ένύλων διὰ τὴν διάστασιν καὶ διὰ τὴν ὑλικὴν ἑτερότητα σχέσις συνυφίσταται, ἐπὶ δὲ τῶν ἀδιαστάτων καὶ ἀύλων καὶ ἀμερίστως συνηωνμένων πῶς ἂν εἴη σχέσις, εἰ μὴ ἄρα ὅπερ εἶπον ὥσπερ καὶ διάκρισις ἐκεῖ λέγεται καὶ ἑτερότης; ἔτι δὲ εἰ ἐπεισοδιώδη φύσιν ἔχειν καὶ ἐνταῦθα λέγεται τὰ πρός τι καὶ παραφυάδι ἐοικέναι καὶ τὴν οὐσίαν ἀπὸ τῆς τῶν ἔξω μεταβολῆς ἠρτημένην ἔχειν, πῶς ἐπ’ ἐκείνων ταῦτα θεωρεῖν δυνατόν;

---

Simplicius, In Aristotelis Categorias Commentarium, ed. Karl Kalblfleisch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4013.tlg003.local001/.
