# In Aristotelis Categorias Commentarium 8.1

Simplicius, In Aristotelis Categorias Commentarium, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simplicius/in-aristotelis-categorias-commentarium/8.1

Περὶ ποιότητος. p. 8b25 Ποιότητα δὲ λέγω, καθ’ ἣν ποιοί τινες λέγονται. Περὶ ποιότητος εὐτθὺς μετὰ τὸ πρός τι μέλλοντας διαλαμβάνειν ἢ ὡς ἐπιγέγραπται περὶ ποιοῦ καὶ ποιότητος δεῖ πρῶτον περὶ τῆς τάξεως 255 εἰπεῖν, εἰ καὶ προείρηται περὶ αὐτῆς οὐκ ὀλιγα, εἶθ’ οὕτως περὶ τῆς ἐπιγραφῆς ἐχούσης τι καὶ αὐτῆς ξενίζον, εἴπερ περὶ ποιοῦ καὶ ποιότητοςἐπι γέγραπται, καὶ τότε τ«λέξει τοῦ Ἀριστοτέλους συνακολουθῆσαι. Ὁ μὲν οὖν Ἀρχύτας, ὡς καὶ πρότερον εἴρηται, μετὰ τὴν οὐσίαν εὐθὺς τάττει τὴν ποιότητα λέγων· “δευτέρα δὲ ἁ ποιότας· ἄνευ γὰρ τῶ τί ἐστιν ἦ μεν ἀδύνατον ποιόν τι ἦμνε. τρίτα δέ, φησίν,, ἁ ποσότας”. καὶ Εὔδωρος δὲ τῷ περὶ τῆς οὐσίας λόγῳ τὸν περὶ τῆς γὰρ ούσίαν ἅμα τῷ ποιῷ καὶ ποσῷ συνυφίστασθαι, μετὰ δὲ ταῦτα τὴν χρονικήν τε καὶ τοπικὴν κατηγορίαν παραλαμβάνεσθαι· πᾶσαν γὰρ οὐσίαν ποῦ τε εἶναι καὶ ποτέ, δηλονότι τὴν αἰσθητήν. λεγέσθω δὲ καὶ ὅτι εἰ πρῶτον γένος ἐστὶν ἡ οὐσία καὶἀπ’ ἀπ’αὐτῆς αἱ ἄλλαι κατηγορίαι τὸ εἶναι καὶ τὴν τάξιν παραδέχονται, τῆς δὲ ούσίας κυριωτάτη ἐστὶν ἡ κατὰ τὸ εἶδος, εἶδος δέ τι καὶ μόρφωμα ἡ ποιότης ἐστὶν ἐπ’ αὐτῆς, ὡς μέτρῳ λοιπὸν ὁριζομένων τῶν κατὰ τὰ εἴδη διακριθέντων, † πῶς ὁ Ἀρχύτας * * * φησίν, ἐπειδῆ ἡ φυσικὴ οὐσία οὐκ ἄνευ σώματος, τὸ δὲ σῶμα οὐκ ἄνευ μεγέθους, τοῦτο δὲ συνεχὲς ποσόν, ὑστέρα δὲ ἐν τῇ φυσικῇ οὐσίᾳ προηγεῖσθαι τῆς ἐπινοίας τῆς ποιότητος τὸ ποσὸν λέγουσιν· οὐ γὰρ ὡς ἄποιός ἐστιν ἡ ὕλη, καθο ὕλη ἐστίν, οὕτως ποτὲ καὶ ἄποσος ὑπάρχει. πρὸς οὕς ῥητέον ὅτι καθ’ ἣν αἰτίαν ἄποιος ἡ ἣλη δείκνυται, κατὰ τὴν αὐτὴν καὶ ἄποσος ἀναφαίνεται, ἵνα πᾶν μέγεθος ἑτοίμως ὑποδέχηται· εἰ γὰρ εἶδος ὅλως ἐστὶν τὸ ποσόν, καὶ τούτου δεκτικὴν τὴν ὕλην ῥητέον. τούτοις γὰρ ἐλέγχονται τοῖς λόγοις καὶ οἱ σῶμα τὴν πρώτην ὕλην ὑπολαμβάνοντες. ἀλλὰ τὸ σῶμα, φησίν, μέγεθος, τὸ δὲ μέγεθος ποσὸς καὶ πεπερσμένον πρός τι, ὥστε κατὰ λόγον ἡκολούθησε τῷ ποσῷ ποσὸν καὶ πεπερασμένον πρός τι, ὡ τὰ πρὸς τι, μεθ’ ἃ τὰ λοιπὰ γένη, ὡς καὶ Ἀριστοτέλης συνέταξεν. ῥητέον τὴν τῶν ἁπλῶν τάξιν λαμβάνεσθαι, ἀλλὰ τοὐνατίον ἀπὸ τῶν ἁπλῶν τὴν τῶν συνθέτων. ἔτερον δέ, ὅτι τὸ σῶμα καθὸ σῶμα ποιὸν ούδὲν ἔλαττον ὐπάρχει ἢ ποσόν· ἣ τε γὰρ σωματότης ποιότης ἐστίν, καὶ τὸ πεπερασμένον σχήματι πάντως πεπέρασται καὶ ἡ διαφορὰ τῶν συνιόντων εἰς τὴν σύνθεσιν ποιότης ἐστὶ τῆς συνθέσεως. ὅλως δὲ τὸ πεπεράνθαι τοῖς σώωμασιν κατὰ τὴν ποιότητα ὑπάρχει, ἐπιγίνεται δὲ ούτῳ σχέσις τοῦ περαίνοντος πρὸς τὸ περαινόμενον· ὕστερα ἄρα τὰ πρός τι μετὰ τὴν ποιότητα ἀκολούθως λέγεται προδήλως. τῶς δὲ καὶ 6 Ἀριστοτέλης δόξει μὴ πάντῃ ἀπιθάνως μετὰ τὰ πρός τι τάξαι τὸ ποιόν; ἢ προέταξεν μὲν τὴν ούσίαν τοῦ ποσοῦ, διότι τὴν ὕπαρξιν αὐτῷ παρέχει· τὸ δὲ ποσὸν τῷ πρός τι ποσῷ τὴν αἰτίαν ἐνδίδωσιν τοῦ εἶναι, ἀφ’ οὗ οἱ λόγοι παράγονται· ἐκ δὲ τούτων αἱ ποιότητες τὴν ὑπόστασιν λαμβάνουσιν, καὶ οὕτως ἡ τάξις έπιπέπλεκται τῶν κατηγοριῶν. οὐκ ἀπόβλητος δέ ἐστιν καὶ ἡ πρὸς τὴν ἡμετέραν διδασκαλίαν τείνουσα αἰτία τῆς τάξεως. ἐν γὰρ τῷ περὶ τῆς οὐσίας λόγῳ μνημονεύσας τοῦ ποσοῦ ἐν τῷ τὰ κοινὰ | οὐσίας καὶ ποσοῦ παραδιδόναι, ἀκολούθως τῇ οὐσίᾳ τὸ ποσὸν ἐπήγαγεν· πάλιν δὲ ἐν τούτῳ τὸ μέγα καὶ μικρòv τῶν πρός τι κατασκευάσας μετὰ τὸ ποσὸν τοῦ πρός τι ἐπεμνήσθη· ἐν δὲ τούτῳ τὰς ἕξεις καὶ τὰς διαθέσεις εἰπὼν τῶν πρός τι εἶναι, ἐπειδὴ ποιότητες αὗται καθ’ αὑτάς, εἰκότως τὸν περὶ τῆς ποιότητος ὑπέταξεν λόγον. καὶ οὕτως δέ τινες τὴν τάξιν ἀπολογίζονται· τοῖς φυσικοῖς πράγμασιν οἰκείως μετὰ τὴν οὐσίαν τὸ μέγεθός ἐστιν· σὺν ποσῷ γὰρ πᾶσα φυσικὴ οὐσία· μετὰ δὲ τὸ μέγεθος τὸ μεῖζον θεωρεῖται σχέσει πλεονάζον ἦς ὑπερβολῆς πρὸς τὴν ἔλλειψιν, ὅ ἔστι τῶν πρός τι· μετὰ δὲ τὸ μεῖζον ἐμφύεται τὰ πάθη, ἀλλοιότητές τινες θεωρούμεναι περὶ τὰ τοῦ ὄγκου μείζονα καὶ ἐλάττονα μεγέθη, οἷον θερμόν, ψυχρόν, ζηρόν, ὑγρόν, ἅπερ ἐστὶν ποιά. οὕτω μὲν οὖν ἂν τις καὶ τῆ τοιαύτῃ τάξει καταλλήλου τῆς ἐννοίας γινομένης συνηγορήσειεν. Περὶ δὲ τῆς ἐπιγραφῆς ζητοῦσιν, διὰ τί περὶ ποιοῦ καὶ ποιότητος ἐπέγραψεν; ἆρα ταὐτὸν ἐξ ἀμφοῖν δηλοῦται; ἢ ἡ μὲν ποιότης τὸ ἐχόμενον καὶ αὐτὴν τὴν ἰδιότητα δηλοῖ, τὸ δὲ ποιὸν τὸ μετέχον, ὥσπερ ἡ μὲν λευκότης αὐτὸ τὸ χρῶμα, τὸ δὲ λευκὸν τὸ κατ’ αὐτὸ κεχρωσμένον. εἰ δὲ τοῦτο, τί ἂν εἴη τούτων ἡ κατηγορία; ἆρα τὸ ἁπλοῦν καὶ ἀσύνθετον ἢ τὸ σύνθετον ἐξ ὑποκειμένου καὶ εἶδους, εἶπερ ταῦτα διαφέρουσιν ἀλλήλων; εἰ δὲ ἄμφω δύο κατηγορίαι, καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τοῦ πρός τι ὁ αὐτὸς λόγος ἔσται, καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα ἔσται, καὶ οὕτως οὐκέτι δέκα, ἀλλ’ εἴκοσι τοὐλάχιστον αἱ κατηγορίαι γενήσονται. μήποτε δέ, ἐπειδὴ καὶ αὐτὴ ἡ ποιλότης ποιὸν λέγεται καὶ οὑ μόνον τὸ μετέχον καὶ καὶ γὰρ λευκότητα λευκὸν οἱ ἀρχαῖοι λέγουσιν), διὰ τοῦτο οὕτως ἐπιγέγραπται περί ποιότητος καὶ ποιοῦ· ἡ μὲν γὰρ λευκότης καὶ λευκὸν λέγεται, τὸ δὲ λευκὸν τὸ μετέχον οὐ λέγεται λευκότης. οὐ δοκεἶ δὲ τοῦ Ἀριστοτέλους ἡ ἐπιγραφὴ εἶναι, οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ἐποίησεν τοῦτο, ἀλλὰ γραφέως ἁμάρτημα ὑπολαμβάνουσιν οἱ περὶ τὸν Ἀχαϊκὸν καὶ τὸν Ἀλέξανδρον· ὑπμνηματισμένον γὰρ αὐτὸ εὑρὀντα τινὰ ὡς μέρος κατατάξαι. εἰ δἐ τις καὶ ὡς καλῶς ἐπιγεγραμμένῳ συνηγορεῖν βούλοιτο, ἢ ταὐτὸν ἐρεῖ σημαίνειν τὴν ποιότητα καὶ τὸ ποιὸν ἀπ’ αὐτοῦ τοῦ Ἀριστοτέλους πιστούμενος τὸν λέγον, ὅς ἐν τοῖς θεολογικοῖς οὐ κατὰ τὴν ποιότητα μόνον τὸ ἁπλοῦν τάττει, ἀλλὰ καὶ τὸ ποιόν, κατὰ τὸ πάθος αὐτὸ τῆς οὐσίας τιθέμενος· πάθος δὲ τὸ μὲν ἐν τῷ πάσχειν ἐστίν, τὸ δὲ ἐν τῷ πεπονθέναι, καὶ τὸ μὲν ἐν τῷ πάσχειν τῆς τοῦ πάσχειν ἐστὶ κατηγορίας, τὸ δὲ ἐν τῷ πεπονθέναι ἡ ποιότης ἐστίν. εἰ δέ τις διαφέρειν λέγοι τὴν ποιότητα καὶ τὸ ποιόν, καθ’ ὅσον ἡ μὲν ἐπὶ τοῦ ἁπλοῦ εἴδους, τὸ δὲ μετὰ τοῦ ὑποκειμένου θεωρεῖται, καὶ οὕτως οὐδὲν ἧττον μία ἔσται κατηγορία ἡ τοῦ ποιοῦ καὶ τῆς ποιότητος· εἴρηται γὰρ πολλάκις, ὅτι εἰς μίαν κατηγορίαν τάττεται πάντα τὰ τοιαῦτα μετὰ τῶν στερήσεων καὶ τῶν μεσοτήτων καὶ τῶν δυνάμεων καὶ τῶν ἀποφάσων, οἷον δικαιοσύνη, δίκαιος, δικαίως, ἄδικος, οὐ δίκαιος· πάντα γὰρ τὰ τιαῦτα ἐν τῇ τῆς ποιότητος ἔσται κατηγορίᾳ. ταῦτα μὲν οὖν περὶ τῆς ἐπιγραφῆς εἰρήσθω. Τὰ δὲ ἀπὸ τῆς ἱστορίας χρήσιμα πρὸς τὸν παρόντα λόγον προσθέντες ἐπὶ τὴν τοῦ Ἀριστοτέλους λέξιν μεταβησόμεθα. τὸ μὲν οὖν ὄνομα τῆς ποιότητος δοκεῖ πρῶτος ὁ Πλάτων πεποιηκέναι, ὡς αὐτὸς ἐν Θεαιτήτῳ ἐπισημαίνεται καὶ παράγει τὸ ονομα πεποιηκέναι· λέγει δὲ οὕτως· “τὸ μὲν πάσχον αἰσθητὸν ἀλλ’ ούκ αἴσθησιν γίνεσθαι, τὸν δὲ ποιοῦν ποιόν τι, ἀλλ’ οὐ ποιότητα. ἴσως οὖν ἡ ποιότης ἀλλόκοτόν τι φαίνεται ὄνομα καὶ οὐ μανθάνεις ἀθρόον λεγόμενον”. τῶν δὲ παλαιῶν οἱ μὲν ἀνῂρουν τὰς ποιότητας τελέως, τὸ ποιὸν συγχωροῦντες εἶναι. ὤσπερ Ἀντισθένης, ὅς ποτε Πλάτωνι διαμφισβητῶν “ὦ Πλάτων, ἔφη, ἵππον μὲν ὁρῶ, ἱππότητα δὲ οὐκ ὁρῶ· καὶ ὄς εἶπεν· “ὅτι ἔχεις μὲν ᾧ ἴππος ὁρᾶται τέδε τὸ ὄμμα, ᾧ δὲ ἱππότης θεωρεῖται, οὐδέπω κέκτησαι.” καὶ ἄλλοι δὲ ἦσάν τινες ταύτης τῆς δόξης. οἱ δὲ τινὰς μὲν ἀνῂρουν ποιότητας, τινὰς δὲ κατελίμ- πανον. τῶν δὲ ὑπόστασιν αὐταῖς διδόντων οἱ μὲν πάσαις ἡγοῦντο ἀσωμάτους, μάτους, οἱ ἁρχαῖοι, οἱ δὲ τῶν μὲν ἀσωμάτων ἀσωμάτους, τῶν δὲ σωμάτων σωματικάς, ὥσπερ οἱ Στωικοί. διαμφισβητεῖται δὲ καὶ τοῦτο παρὰ πᾶσιν, πότερον, ὥσπερ τοῖς ὑποκειμένοις τοῦ εἶναι αἴτιαί εἰσιν καὶ τοῦ ποιοῖς εἶναι, οὕτως δὲ καὶ ἑαυταῖς τοῦ εἶναι τοιαύταις τὴν αἰτίαν ἐπιφέρουσιν, αὐτοσύσττοι οὖσαι καὶ εἰς ἑαυτὰς ἐνεργοῦσαι, ἢ ἄλλων αἰτιῶν δέονται εἰς τὸ εἶναι κἀκεῖναι ἄλλων καὶ τοῦτο ἐπ’ ἄπειρον. πολλὴ δὲ ζήτησίς ἐστιν καὶ τίνας χρὴ ούσιώδεις ποιότητας τίθεσθαι καὶ τίνας οὐ τοιαύτας· διὰ τί γὰρ μία καὶ ἡ αὐτὴ οὖσα ἡ λευκοτης ἐπὶ ψιμυθίου καὶ γάλακτος οὐσιώσης γέγονεν, † ἐπεὶ δὲ * * *, οὐ ῥᾴδιόν ἐστι διακρῖναι. δὲ τὴν ποιότητα καὶ ἕξιν οἱ ἀπὸ τῆς Στοᾶς, οἰ δὲ ἀπὸ τῆς ἀπὸ τοῦ ἔχεσθαι τὰς ἔξειςσ ἑκτὰ ἐκάλουν, ὥσπερ τὰ ἐννοήματα μεθεκτὰ ἀπὸ τοῦ μετέκεσθαι καὶ τὰς πτώσεις τευκτὰς ἀπὸ τοῦ τυγχάνεσθαι καὶ κατηγορήματα καὶ συμβάματα ἀπὸ τοῦ συμβεβηκέναι, καὶ ἡ μὲν ἁρχὴ τοῦ ὀνόματος τοῦ ἑκτοῦ ἀπὸ ἕξεων παρήχθη, ὔστερον δὲ ἐπιδιέτεινεν τοὔνομα καὶ ἐπὶ τὰς σχέσεις, οἶον προβολήν, κάθισιν, ἐπί τε τὰς κινήσεις, οἵα ἐστὶν ἡ περιπάτησις, ἐπί τε τὰς συνθέτους ἐκ κινήσεων καὶ σχέσεων καταστάσεις, οἵα ἡ ὄρχησις εἴη. οἱ δὲ προσελάμβανον καὶ τὰς πρός τί πως έχούσας κινήσεις, οἵα ἡ ἔγχυσις καὶ ἡ ἔκχυσις, καὶ ἔτι τὰς πρός τί τως ἐχούσας σχέ|σεις, οἵα ἡ ἀπάτη, καὶ ἔτι τὰς ἐν γένει τῶν κινήσεων καὶ σχέσεων, ἅς οὔτε κινήσεις βούλονται εἶναί τινες οὔτε σχέσεις, οἵα ἡ αὐτὸ τοῦτο κατόρθωσις καὶ ἡ αὐτὸ τοῦτο ἁμαρτία θεωρεῖται. καὶ οἱ μὲν ἀπὸ τῶν ἕξεων; μέχρι τῶν ἐνεργειῶν ἀξιοῦσιν μόνον τὸ ἑκτὸν τετάχθαι. οἱ δὲ προσπαραλαμβάνουσι καὶ τὰς πείσεις, ὁ δὲ Ἀντίπατρος ἐπεκτείνει τοὔνομα τοῦ ἐκτοῦ μέχρι τοῦ κοινοῦ συμπτώματος σωμάτων καὶ ἀσωμάτων, οἷον τοῦ τί ἦν εἶναι. καὶ τὸ μὲν κατὰ παρασχηματισμὸν ἀπὸ τοῦ ἔχεσθαι ἑκτὸν ἐκλήθη, ὕστερον δὲ κύριον ἔδοξεν τὸ ὄνομα τοῦ ἑκτοῦ καὶ μὴ ἀνακεκλάσθαι ἀπὸ κατηγορήματος. καὶ εἴ τι μὲν ἕξις καὶ ποιότης, πάντως τοῦτο καὶ ἑκτόν, ἐπὶ πλέον δὲ τὸ ἑκτὸν τῆς ἕζεως, ὡς εἴρηται. ἡ δὲ Ἀριστοτέλους περὶ τούτων δόξα καὶ τῶν παλαιῶν ἐστι τοιαύτη· ἀσώματα τὸ ἐκατὰ πάντα οὗτοι ὑπολαμβάνουσιν· ἁπλούστατα γὰρ καὶ τῇ φύσει πρῶτα πάντα· καὶ ὡς οὐδὲ μέρη ἐκείνων ὧνπερ τὰ ἑκτά, αἴτια δὲ μόνον, καὶ ταῦτα οὐκ ἔχωθεν, ἀλλ᾿ ἐν τοῖς ἔχουσιν ἐμπεριέχονται πάντα, ἀρδμοὶ καὶ λόγοι τινὲς ἐν ὕλῃ ταῦτα ὄντες. ἀριθμοὺς μὲν οἰ Πυθαγόρειοι καὶ λόγους ἐν τῇ ὕλῃ ὠνόμαζον τὰ αἴτια ταῦτα τῶν ὄντων ᾗ ὄντα καὶ ὡς ἂν οἱ νῦν φαῖεν τὰ ἑκτὰ· οἱ δὲ καὶ λόγους ἀσωμάτους ὑποτίθενται ταῦτα, παρ’ οὕς ἑτέρους ἀεί, τοὺς δὲ ἑτέρους ὄντας καὶ ποικιλία τῶν ὄντων αἱ τε διαφοραὶ καὶ τῶν πρώτων στοιχείων καὶ τῶν ἐκ τούτων συγκριμάτων ὑφίστανται. ἀίδιοι δέ εἰσιν οἱ ἀριθμοὶ οὗτοι καὶ λόγοι, ὥσπερ καὶ ἡ ὔλη· αἱ μέντοι κινήσεις αὐτῶν καὶ ἐν ἀλλήλοις θέσεις καὶ τάξεις μετάπτωτοι καὶ οὐκ ἀίδιοι. ὥσπερ δὲ ἀφεστῶτες ἐνυπάρχουσιν οἱ λόγοι, ούηδέπω ῥυθμίζοντες τὸ ὑποκείμενον καὶ σχηματίζοντες, ἀλλ’ ὡς οἱ ἐν τῷ σπέρματι λόγοι κατὰ κατὰ συμβεβηκὸς οἱονεὶ ἐνυπάρχουσιν ἀκρτήτως ενόντες, καὶ ὥσπερ ἐν ψυχῇ καὶ τῇ τέχνῃ τὸ τοῦ ἀνδριάντος εἶδος καὶ ὡς τὰ χρώματα ἐν τῇ ὄψει, ὅταν ὀρᾷ τὸ κεχρωσμένον σῶμα, οὕτως οἱ λόγοι ὥσπερ ἀφεστῶτες ἐνυπάρχουσιν. ἀμέσως δὲ ἡ τοῦ εἴδους φύσις αἰτία ἐστὶν μηδενὸς μεταξὺ παρεμπίτοντος τοῦ τε μετεχομένου καὶ τοῦ μετέχοντος· παροῦσα γὰρ ἐν τῷ εἶναι εὐθὺς εἰδοποιεῖ τὸ μετέχον. ὑφίστησιν δὲ καὶ ἄλλο τελευτααῖον ἀπὸ τῆς παρουσίαςἐξ ἑαυτῆς, ὅπερ οἱ νῦν καλοῦσιν κατηγόρημα, ὡς ἀπὸ τῆς φρονήσεως τὸ φρονεῖν· μέσον δὲ ἀεὶ τὸ σῶμα τάττεται, οἷον ὁ φρόνιμος, τῆς τε πρώτης αἰτίας, οἷον τοῦ εἴδους τῆς φρονήσεως, καὶ τοῦ ἐσχάτου ἀπ’ αὐτῆς ἀποτελουμένου κατηγορήματος, οἶον τοῦ φρονεῖν. αἰτία γὰρ ἡ φρόνησις καὶ τοῦ φρονίφου καὶ τοῦ φρονεῖν καὶ ἡ ὑγίεια τοῦ τε ὑγιαίνοντος καὶ τοῦ ὑγιαίνειν, ὧν τὸ μὲν σῶμα, τὸ δὲ ἀσώματον. καὶ ἡ μὲν φρόνησις αὐτὴ καὶ ἡ ὐγίεια, εἴπερ ἐστὶν ἢ μὴ καθ’ ἑαυτά, ἁπλούστατα καὶ πρῶτα ἔσται > ἀσώματα, ὁμοίως δὲ καὶ τὸ φρονεῖν ἀσώματον, διότι αὐτὴ πῶς ἔχουσα ἡ φρόνησις τὸ φρονεῖν γίνεται. καὶ καθ’ ἐαυτὴν μὲν φρόνησις, μετεχομένη δὲ ἤδη φρονεῖν γίνεται, ὅπερ ὡς μὲν πρὸς τὸν φρόνιμον πρᾶγμά τί ἐστιν καὶ ποίημα, ὠς δὲ πρὸς ἡμᾶς καὶ τὴν λεκτικὴν ἡμῶν κατασκευὴν ταὐτὸ γὰρ τοῦτο) κατηγόρημα γίνεται φρονεῖν γὰρ ὁ φρόνιμος λέγεται), καὶ ὡς μὲν πρὸς τοὺς λέγοντας ἡμᾶς προσηγορία περί του, ὡς δὲ πρὸς ἐκεῖνον περὶ οὗ λέγεται ἕξις τινὸς καὶ εξις μετεχομένη. οὑ μόνον δὲ ὡς πρὸς τὸν μετέχοντα ἠ φροόνησις γίνεται φρονεῖν, ἀλλὰ καὶ ὡς πρὸς τὸν χρόνον, ἐν ᾧ δή τι ἓν καὶ ταύτὸν ἐπ’ ἀμφοτέρων ἐστίν, λέγω δὲ τοῦ τε ὑποκειμένου καὶ τοῦ χρόνου, ἅμα τε καὶ ἐν ἑνὶ καὶ ἐν ταὐτῷ χρόνῳ ἥ τε ἕξις καὶ ὁ ἄνθρωπός ἐστιν, ὁ μὲν ὁποκείμενος, ἡ δὲ ἐν ὑποκειμένῳ, καὶ ὁ μὲν μετέχων, ἠ δὲ μετεχομένη. εἰκότως δὲ τὸ φρονεῖν ἀσώματον ἔλεγον καὶ ἀκολούθως τῷ καὶ τὴν φρόνησιν ἀσώματον ὑπάρχειν· ἡ γὰρ σχέσις καὶ τὸ ἔχειν ἀσώματον, καὶ τὸ φρονεῖν δὲ διὰ τοῦτο ἔσται ἀσώματον. ἄμφω δὲ περὶ ἡμᾶς ἀπέλειπον καὶ τὴν φρόνησιν καὶ τὸ φρονεῖν. ἠκολούθει γὰρ καὶ τοῦτο τῷ ἠμετέραν εἶναι τὴν ἔξιν· εἰ γὰρ ἐκείνη περί ἡμᾶς, καὶ τὸ μετεχειν αὐτῆς οὐ καθ’ ἑαυτὸ οὐδὲ ἔζωπου περὶ ἡμᾶς ὑφίσταται. τοιαύτη μὲν οὖν καὶ ἡ Ἀριστοτέλους ἐστὶν δόξα περὶ τῶν πρώτων αἰτίων, ἅκαλουσίν τινες ἑκτἀ. Ἀλλ’ ἐπὶ τὴν λέξιν ἰτέον· ποιότητα δὲ λέγω καθ’ ἥν ποιοί τινες λέγονται· τῇ μεθέξει τῆς ποιότητος ποιὸν γίνεται τὸ μετέχον, ὥσπερ τῇ μεθέξει τῆς λευκότητος λευκόν. ‘άλλ’ ἄτοπον, φασίν, ἀπὸ τοῦ ὑστέρου τὸ πρότερον διδάσκειν καὶ ἀπὸ τοῦ ὁμοίως ἀγνοουμένου, καὶ τὸ αὐτὸ δι’ ἐαυτοῦ ἀποδιδόναι· εἰ γὰρ ποιότης μέν ἐστιν ἣν ἔχει ὁ ποιός, ποιός δὲ ὀ ἔχων τὴν ποιότητα, αὐτὴ δι’ αὑτῆς ἀπεδόθη’. πρὸς οὓς ῥητέον ὅτι οὐχ οἷόν τε τῶν πρωτίστων γενῶν ἐκ προτέρων ποιεῖσθαι τὴν διδασκαλίαν λίαν οὐδὲ δυνατὸν κατὰ τὴν ἐν τῇ φύσει τάξιν ἀπὸ τῶν πρεσβυτέρων αἰτιωτέρων ποιεῖσθαι τὴν περί αὐτῶν παράδοσιν οὐδὲν γὰρ ἐστιν αὐτῶν πρότερον), ἀλλ’ ἀπὸ τῶν ἡμῖν προσεχεστέρων καὶ γνωριμωτέρων ἀνάγκη ποιεπῖσθαι τὴν ὑπόμνησιν. γνωριμώτερον δὲ καὶ προσεχέτερον ἡμῖν τῆς ποιότητος τὸ ποιόν, εἴπερ τὴν μὲν πιότητα καὶ ἀναιρουσὶ τινες ὡς μηδὲ ὑφεστῶσαν ὅλως, τὸ δὲ ποιὸν οὐδεὶς ἀναιρεῖ, καὶ τὸν μὲν ἵππον ὁρᾶν ὁμολογεῖ ὁ Ἀντισθένης, τὴν δὲ ἰππότητα μὴ ὀρᾶν καὶ τὸ μὲν ἐν 69 ὀφθαλμοῖς ὁρᾶται, ἡ δὲ λογισμῷ καταλαμβάνεται, καὶ τὸ μὲν ἐν αἰτίου τάξει προηγεῖται, τὸ δὲ ὡς ἀποτέλεσμα ἕπεταί, καὶ τὸ μέν ἐστι σῶμα καὶ σύνθετον, τὸ δὲ ἁπλοῦν καὶ ἀσώμαον. μαρτυρεῖ δὲ καὶ Πλάτων τῇ ἀσαφείᾳ τοῦ τῆς ποιότητος ὀνόματος ἐν Θεαιτήτῳ λέγων· “ἴσως οὖν ἡ ποιότης ἅμα ἀλλόκοτόν τι φαίνεται ἄνομα καὶ οὐ μανθάνεις ἀθρόον λεγόμενον”. ἔτι δέ, εἴτε ἐνέργεια τῆς ποιότητός ἐστιν τὸ ποιόν εἴτε μετοχή, φανερώτερόν ἐστιν τὸ κατ’ ἐνέργειαν Ι ὑφιστάμενον τοῦ κατὰ τὴν ἀφανῆ προηγουμένου 55r καὶ τὸ μετέχον τοῦ μετεχομένου· διὸ τὸ λευκὸν τῆς λευκότητος καὶ ὁ γραμματικὸς τῆς γραμματικῆς ἐστι σαφέστερα· κἂν γὰρ κατὰ τὴν ποιότητα τὸ ποιὸν λέγηται, ἀλλ’ ἐν τῷ ποιῷ ἡ ποιότης ἐκφανεστέρα γίνεται. εἰ οὖν γνωριμώτερον τὸ ποιὸν τῆς ποιότητος, οὐ κακῶς διὰ τούτου ἀποδέδοται. οὐ γὰρ ὅτι ὅρος οὗτός ἐστιν τῆς ποιότητος ‘ἧς τῇ παρουσίᾳ ποιὸν λέγεται τὸ μετέχον, τοῦτο πιότης ἐστίν’· οὐδὲ γὰρ ἄλλο τι τῶν πρώτων γενῶν ὁριστὸν ἦν. οἰκεῖος δέ, φασίν, ὀ ἀπὸ τοῦ λέγεσθαι τῆς διδασκαλίας τρόπος τῇ τῶν Κατηγοριῶν ἐστιν προθέσει· ἀπὸ γὰρ τοῦ λέγεσθαι αὐτὰ τὴν ποιότητα τὸ ποιὸν ἐνδείκνυσθαι αὐτὴν πειρᾶται. καὶ ἐξ αὐτῆς δὲ τῆς κατὰ τὴν ποιότητα φύσεως ὁ τρόπος εἴληπται τῆς διδασκαλίας· ἐν γὰρ τῷ μετέχεσθαι ἠ ποιότης καὶ ἐν τῷ ποιὸν ἀποτελεῖν· ἐν ᾧ οὖν ὑφέστηκεν, διὰ τούτου καὶ γνωρίζεται, καὶ οὐκ ἀπὸ τῶν ὑστέρων ἁπλῶς, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ συνυπάρχοντος αὐτῇ. ἀλλ οὔτε > αὐτὸ δι’ ἑαυτοῦ ἀποδίδωσιν ετερον γὰρ ἐστιν ἡ ποιότης καὶ ἕτερον τὸ μετέχεσθαι αὐτήν, εἰ καὶ ὅτι μάλιστα συνυπάρχει πρὸς αὐτὴν τὸ μετέχεσθαι. ὀμολογεῖ δὲ ἡ ἀπόδοσις αὕτη καὶ τῇ περὶ ποιότητος καὶ ἕξεως τοῦ Ἀριστοτέλους δόξῃ. εἰ γὰρ ημετερα ἐστιν ἡ εξις κατ αὐτον καὶ περὶ ἠμας ἡ ποιοτης υφεστηκεν καὶ ἡ μετεχομένη ποιότης ἡ αὐτὴ πρὸς τὴν ἁπλῶς λεγομένην ποιότητα ὑπάρχει, δῆλον ὅτι παρισοῦται πρὸς τὸ ποιὸν ἡ ποιότης. καὶ εἰ Ἀριστοτέλης μὲν καὶ τὰ ἐκτὰ καὶ τὰς ενεργείας περὶ ἡμᾶς ἀπολείπει, οἱ δὲ ἐξ Ἀκαδημίας ἀμφότερα εκτός, οἱ δὲ Στωικοὶ τὰ μὲν ἑκτὰ περὶ ἡμᾶς, τὰ δὲ ἐνεργήματα καὶ τὰ ποιήματα ἐκτός, συγχέαντες τὰς δύο δόξας, συμφώνως ἑαυτῷ Ἀριστοτέλης συνῆςψε τῇ ποιότητι τὸ ποιὸν ὡς ὄντα ἀμφότερα περὶ ἡμᾶς. Τῶν δὲ Στωικῶν τινες τριχῶς τὸ ποιὸν ἀφοριζόμενοι τὰ μὲν δύο σημαινόμενα ἐπὶ πλέον τῆς ποιότητος λέγουσιν, τὸ δὲ ἕν ἤτοι τοῦ ἑνὸς μέρος συναπαρτίζειν αὐτῇ φασιν. λέγουσιν γὰρ ποιὸν καθ’ ἓν μὲν σημαινόμενον πᾶν τὸ κατὰ διαφοράν, εἴτε κινούμενον εἴη εἴτε ἰσχόμενον καὶ εἴτε δυσαναλύτως εἴτε εὐαναλύτως ἔχει· κατὰ τοῦτο δὲ οὐ μόνον ὁ φρόνιμος ὁ πὺξ προείνων, ἀλλὰ καὶ ὁ τρέχων ποιοί. καθ’ ἕτερον δὲ καθ’ ὃ οὐκέτι τὰς κινήσεις περιελάμβανον, ἀλλὰ μόνον τὰς σχέσεις, ὃ δὴ καὶ ὡρίζοντο τὸ ἰσχόμενον κατὰ διαφοράν, οἷός ἐστιν ὁ φρόνιμος καὶ ὁ προβεβλημένος. τρίτον δὲ εἰσῆγον εἰδικώτατον ποιὸν καθ’ ὅτι οὐκέτι τοὺς μὴ ἐμμόνως ἰσχομένους περιελάμβανον οὐδὲ ἦσαν ποιοὶ κατ’ αὐτοὺς ὁ πὺξ προτείνων καὶ ὁ προβεβλημένος· καὶ τούτων δὲ τῶν ἐμμόνως ἰσχομένων κατὰ διαφορὰν οἱ μὲν ἀπηρτισμένως κατὰ τὴν ἐκφορὰν αὐτῶν καὶ τὴν ἐπίνοιάν εἰσι τοιοῦτοι, οἱ δὲ οὐκ ἀπηρτισμένως, καὶ τούτους μὲν παρ}ητοῦντο, τοὺς δὲ ἀπαρτίζοντας καὶ ἐμμόνους ὄντας κατὰ διαφορὰν ποιοὺς ἐτίθεντο. ἀπαρτίζειν δὲ κατὰ τὴν ἐκφορὰν ἔλεγον τοὺς τῇ ποιότητι συνεξισουμένους, ὡς τὸv γραμματικὸν καὶ τὸν φρόνιμον οὔτε γὰρ πλεονάζει οὔτε ἐλλείπει τούτων ἑκάτερος παρὰ τὴν ποιότητα· ὁμοίως δὲ καὶ ὁ φίλοψος καὶ ὀ φίλοινος. οἱ μέντοι μετὰ τῆς ἐνεργείας τοιοῦτοι, ὥσπερ ὁ ὀψοφάγος καὶ ὁ οἰνόφλυξ, ἔχοντες μέρη τοιαῦτα δι’ ὦν ἀπολαύουσιν οὕτως λέγονται. διὸ καὶ εἰ μέν τις ὀψοφάγος, καὶ φίλοψος πάντως· εἰ δὲ φίλοψος, οὐ πάντως ὀψοφάγος· ἐπιλειπόντων γὰρ τῶν μερῶν δι’ ὧν ὀψοφαγεῖ τῆς μὲν ὀψοφαγίας ἀπολέλυται, τὴν δὲ φίλοψον ἕξιν οὐκ ἀνῂρηκεν. τριχῶς οὖν τοῦ ποιοῦ λεγομένου ἡ ποιότης κατὰ τὸ τελευταῖον ποιὸν συναπαρτίζει πρὸς τὸ ποιόν. διὸ καὶ ὄταν ὁρίζωνται τὴν ποιότητα σχέσιν ποιοῦ, οὕτως ακουστέον τοῦ ὅρου ὡς τοῦ τρίτου ποιοῦ παρλαμβανομένου· μαναχῶς μὲν γὰρ ἡ ποιότης λέγεται κατ’ αὐτοὺς τοὺς Στωικούς, τριχῶς δὲ ὁ ποιός. ἀλλ’ εἰ ἐν τῷ μετέχεσθαι ἡ ποιότης συνυφίσταται καὶ ἐν τῷ μετέχειν τὸ ποιόν, ἑνὶ δὲ καὶ τῷ αὐτῷ ταῦτά ἐστιν ἀμφότερα ἐν ἡμῖν καὶ οὔτε τὰ δύο ἐκτὸς οὔτε τὸ μὲν ἐκτός, τὸ δὲ ἐν ἡμῖν, δῆλον ὡς συνεξισάζει κατ’ αὐτὴν τὴν οὐσίαν, καὶ οὐδὲν δεῖ μηχανῆς τινος σημαινομένω ἢ μορίων προσθήκης, ἴνα τὸ τρίτον σημαινόμενον τοῦ ποιοῦ συναπαρτίζηται πρὸς τὴν πιότητα. ἀλλὰ ταῦτα μὲν ἀρκείτω μέχρι τοῦδε. Ἐρωτᾷ δὲ ὁ Πλωτῖνος, τί ἄρα οὖσα ἡ ποιότης τοὺς λεγομένους ποιοὺς παρέχεται· ὅτι μὲν γὰρ κατὰ τὴν ποιότητα οἱ ποιοὶ λέγονται, εἵρηται, τίς δέ ἐστιν αὐτὴ ἡ ποιότης κατὰ τὸν οἰκεῖον λόγον, οὐ διώρισται. πρὸς ὅ φησιν ὁ πορφύριος, ὅτι “ὁ περὶ τῆς ποιότητος λόγος έννοηματικός εστιν ἀλλ’ οὐκ ούσιώδης. ἔστιν δὲ ἐννοηματικὸς ὁ ἀπὸ τῶν γνωρίμων τοῖς πᾶσιν εἰλημμένος καὶ κοινῇ παρὰ πᾶσιν ὁμολογούμενος, οἷον ὅτι ‘ἀγθόν ἐστιν ἀφ’ οὗ στμβαίνει ὠφελεῖσθαι, ψυχή ἐστιν ἀφ’ ἧς ὑπάρχει τὸ ζῆν, φωνή ἐστιν τὸ ἴδιον αἰσθητὸν ἀκοῆς’. οὐσιώδεις δέ εἰσιν ὅροι οἱ καὶ τὴν οὐσίαν αὐτὴν τῶν ὀριζομένων διδάσκοντες, οἷον ‘ αγαθόν ἐστιν ἡ ἀρετὴ ἢ τὸ μετέχον ἀρετῆς, ψυχή ἐστιν οὐσία αὐτοκίνητος, φωνή ἐστιν ἀὴρ πεπληγμένος’. καὶ οἱ μὲν ἐννοηματικοὶ ὅροι ἅτε κοινῇ παρὰ πᾶσιν ὁμολογούμενοι οἱ αὐτοί εἰσιν, οἱ δὲ οὐσιώδεις κατὰ αἱρέσεις ἰδίας προαγόμενοι ἀντικέγονται ὑπὸ τῶν ἑτεροδόξων· τοῖς γοῦν λέγουσιν ἀέρα τὴν φωνὴν καὶ σῶμα οὐχ ὁμογνωμονοῦσιν οἱ ἀρχαῖοι κατ’ ἐνέργειαν αὐτὴν ἀσώματον ἀφοριζόμενοι καὶ πληγήν, καὶ τοῖς τὸ ἀγαθὸν ἐν ἀρετῇ καὶ μόνῳ τῷ καλῷ τιθεμένοις ἀμφισβητοῦσιν οἱ διὰ πάντων αὐτὸ διατείνοντες. δέδοκται οὖν ἐν ταῖς πρώταις εἰσαγωγαῖς τοῖς παρὰ πᾶσιν ὁμολογουμένοις ὅροις κεχρῆσθαι· αὐτοὶ γάρ εἰσιν γνωριμώτεροι καὶ πρὸς τὴν πρώτην ἀκρόασιν ἐπιτηδειότεροι, οἱ δὲ ἕτεροι τῆς πρώτης δέονται φιλοσοφίας, ἥτις τὰ ὄντα ᾗ ὄντα θεωρεῖ. διόπερ τὸν μὲν οὐσιώδη λόγον τῆς ποιότητος ἐν τοῖς Μετὰ τὰ φυσικὰ ὁ Ἀριστοτέλης ἀποδέδωκεν, τὸν δὲ ἐννοηματικὸν ἐνταῦθα”. Ι καὶ λέγεται μὲν καὶ ταῦτα ν Δ καλῶς, ἔτι δὲ καλλίων ἀπολογισμὸς ὁ λέγων ὡς εἰ μὲν καθ᾿ ἑαυτὴν ἦν ἡ ποιότης, ἔδει ζητεῖν, τίς οὖσα μετέχεται· εἰ δὲ ἐν ἡμῖν ἐστιν καὶ οὐκ ἐκτὸς τῶν ποιῶν ὑφέστηκεν, δῆλον ὡς οὐκ ἄλλο μὲν αὐτῇ τὸ εἶναι, ἄλλο δὲ τὸ μετέχεσθαι, οὐδὲ καθ᾿ ἕτερον μὲν τρόπον ἐστὶ καθ᾿ ἑαυτήν, κατ᾿ ἄλλον δὲ τῷ ποιῷ παρέχει τὸ εἶναί τε καὶ λέγεσθαι, ἀλλ᾿ ἐν τῷ αὐτῷ τό τε ἔχεσθαι καὶ τὸ εἶναι καὶ τὸ ποιὸν παρέχεσθαι ἐπὶ τῆς ποιότητος θεωρεῖται· εἶδος γὰρ ἐστιν ἡ ποιότης τοῦ ἔχοντος. ὁ τοίνυν διὰ τοῦ ποιοῦ τὴν ποιότητα ἀποδιδοὺς τὴν κυριωτάτην ἰδιότητα αὐτῆς χαρακτηρίζει καὶ ομου τις τε εστιν καὶ τινα παρεχεται την απεργασιαν εν τοις συσι παριστησιν. ῾Ἀλλ᾿ εἰ κατὰ τὴν ποιότητα, φασί, τὸ ποιόν ἐστιν, ὁ ἀγνοῶν τὴν ποιότητα καὶ τὸ ποιὸν ἀγνοήσειεν᾿. ἀλλὰ κἂν κατὰ τὴν ποιότητα τὸ ποιόν ἐστιν, προδηλότερόν ἔστι τὸ ποιὸν τῆς ποότητος καὶ μάλιστα κατὰ τὰς ὁλοσχερεστέρας καὶ ταῖς εἰσαγωγαῖς πρεπούσας ἐννοίας· καὶ γὰρ κατὰ τὴν ἀνθρωπότητα ὁ ἄνθρωπος καὶ ὅμως γνωριμώτερός ἐστι τῆς ἀνθρωπότητος ὁ ἄνθρωπος ὡς αἰσθητὸς νοητῆς. διὸ οὐδὲ ἀληθὲς τὸ ὁμοίως ἀγνοεῖσθαι· αἰσθητὸν γὰρ τὸ ποιὸν καὶ γνώριμον τοῖς ἔχουσιν αἴσθησιν, πάντες δὲ σχεδὸν ἔχομεν· νοητὸν δὲ ἡ ποιότης καὶ μόνοις τοῖς νοῦν ἔχουσι γνώριμος, νοῦ δὲ ὀλίγοις μέτεστιν ἀνθρώποις. ἀλλ᾿ ὅμως ἀγνοεῖσθαι δοκεῖ διὰ τὴν τῶν ὀνομάτων ὁμοιότητα, ἐπεὶ τίς ἀγνοεῖν δοκεῖ τὸ λευκὸν καὶ τὸ θερμὸν ἢ τὸ καλόν, ἅπερ πάντα ποιά ἐστιν; ὅταν δὲ ἀκριβῶς ἕκαστον τούτων θελήσωμεν γνῶναι, τότε καὶ τὴν ποιότητα καθ᾿ ἣν ταῦτά ἐστιν ἀναζητοῦμεν. Ἅλλὰ πῶς, φασίν, ὁ ὅρος ὑγιής, εἴπερ τινὲς ποιοὶ λέγονται τῆς ποιότητος μηδὲ ὠνομασμένης; οὐκέτι γὰρ ἀληθές, ὅτι κατὰ ποιότητά εἰσιν ἐκεῖνοι ποιοί. ὁ γὰρ πυκτικὸς καὶ ὁ δρομικὸς οὐκ ἀπὸ ὡνομασμένων ποιοτήτων λέγονται· οὐ γὰρ εἴρηται πυκτικότης ἢ δρομικότης᾿ . πρόχειρον δὲ εἰπεῖν ὅτι εἰ καὶ μὴ ὠνόμασται, οὐ διὰ τοῦτο ἡ τῶν πραγμάτων φύσις ἐπιλέλοιπεν, καίτοι καὶ ὀνομάσαι δυνατὸν ἦν ὁμωνύμως τὸ δυνάμει τῷ κατ’ ἐνέργειαν, πυκτικὴν καὶ πυκτικὸν ἄμφω λέγοντας, ἢ εἰ φυλαττοίμεθα τὴν ὁμωνυμίαν, ἄλλα ποήσωμεν ὀνόματα. οἱ δὲ περὶ τὸν Ἀνδρόνικον ἠξίουν οὐκ ἀφ᾿ ἧς ἔχουσιν δυνάμεως ὠνομάσθαι αὐτούς, ἀλλ᾿ ἀφ᾿ ἧς ἔξουσιν· τοὺς γὰρ εὖ πρὸς τὰς μελλούσας ἕξεις διακειμένους οὕτως καλεῖσθαι. καὶ οἱ Στωικοὶ δὲ κατὰ τὰς αὑτῶν ὑποθέσεις τὴν αὐτὴν ἂν ἀπορίαν προσαγάγοιεν τῷ λέγοντι λόγῳ κατὰ ποιότητα πάντα τὰ ποιὰ λέγεσθαι. τὰς γὰρ ποιότητας ἑκτὰ λέγοντες οὗτοι ἐπὶ τῶν ἡνωμένων μόνων τὰ ἑκτὰ ἀπολείπουσιν, ἐπὶ δὲ τῶν κατὰ συναφὴν οἷον νεὼς καὶ ἐπὶ τῶν κατὰ διάστασιν οἷον στρατοῦ μηδὲν εἶναι ἑκτὸν μηδὲ εὑρίσκεσθαι πνευματικόν τι ἓν ἐπ᾿ αὐτῶν μηδὲ ἕνα λόγον ἔχον, ὥστε ἐπί τινα ὑπόστασιν ἐλθεῖν μιᾶς ἔξεως. τὸ δὲ ποιὸν καὶ ἐν τοῖς ἐκ συναπτομένων θεωρεῖται καὶ ἐν τοῖς ἐκ διεστώτων· ὡς γὰρ εἷς γραμματικκὸς ἔκ ποιᾶς ἀναλήψεως καὶ συγγυμνασίας ἐμμόνως ἔχει κατὰ διαφοράν, οὕτως καὶ ὁ χορὸς ἐκ ποιᾶς μελέτης ἐμμόνως ἔχει κατὰ διαφοράν. διὸ ποιὰ μὲν ὑπάρχει διὰ τὴν κατάταξιν καὶ τὴν πρὸς ἓν ἔργον συνεργίαν, δίχα δὲ ποιότητός ἐτστιν ποιά· ἕξις γὰρ ἐν τούτοις οὐκ ἔστιν· οὐδὲ γὰρ ὅλως ἐν διεστώσαις οὐσίαις καὶ μηδεμίαν ἐχούσαις συμφυῦ πρὸς ἀλλήλας ἕνωσίν ἐστιν ποιότης ἢ ἔξις. εἰ δὲ ποιοῦ ὄντος οὐκ ἔστιν ποιότης, οὐ συναπαρτίζει ταῦτα ἀλλήλοις, φαῖεν ἄν οὐδὲ δυνατόν ἐστιν διὰ τοῦ ποιοῦ τὴν ποιότητα ἀποδίδοσθαι. πρὸς δὲ ταῦτα δυνατὸν μὲν λέγειν ὡς ἀσώματον ὂν τὸ εἶδος ἓν καὶ τὸ αὐτὸ διατείνει ἐπὶ πολλοῖς, πανταχοῦ τὸ αὐτὸ ὑπάρχον ὅλον· εἰ δὲ τοῦτο, ἔσται καὶ ποιότης μία διήκουσα διὰ τῶν συν]διεστηκότων καὶ συναπτομένων ποιῶν. εἰ μέντοι ταύτην τις τὴν ὑπόθεσιν ὡς ἀπεξενωμένην τῆς Στωικῆς αἸρέσεως μὴ προσδέχοιτο, ἔστιν ἰσχυρῶς ἀπομάχεσθαι, ὡς οὔτε κατάταξις οὔτε σχέσις οὔτε ἐπίκτητος σύνδεσις οὔτε ἄλλη τις τοιαύτη συμπλοκὴ παράγει τινὰ ποιοῦ ὑπόστασιν. ὅμοιον γάρ ἐστιν τούτῳ τὸ ἐκ τοῦ μὴ ὄντος τὰ ὄντα παράγεσθαι καὶ ἐκ τοῦ μὴ ζῶντος τὰ ζῶντα. ὅλως γὰρ πρωτουργόν τι χρῆμα ἐν ἑκάστῳ ἐστὶν ἡ οὐσία καὶ οὐχ ὕστερον ἐπιγινόμενον ἄλλοις· οὐδὲ τὸ ποιὸν οὖν οὕτως ὑπόστασιν ἕξει. εἰ γὰρ ἐστιν ἀμέριστον εἶδος καὶ ἡνωμένον, ἐν τοῖς διεστηκόσιν καὶ μὴ ἡνωμένοις οὐδέποτε ὑπάρχει ὁμοίως μὲν ἡ ποιότης, ὁμοίως δὲ τὸ ποιόν· καὶ γὰρ τοῦτο ἀμερίστως πάρεστιν ἐν τοῖς μετέχουσιν, οἷον τὸ λευκὸν ὅλον πανταχοῦ πάρεστιν ἐν τῷ μετέχοντι σώματι. μία οὖν οὖσα καὶ ἀμέριστος ἡ ποιότης τὰ μεριστὰ συνέχει, καὶ οὐδέποτε ἐν τοῖς διῳκισμένοις ἀπ᾿ ἀλλήλων καὶ ἐν τοῖς μὴ ἔχουσιν αὐτοφυῆ τὴν ἕνωσιν οὔτε ἡ ποιότης οὔτε τὸ ποιὸν πάρεστιν. Εἰ δὲ δεῖ μετὰ κλεινοὺς οὕτως ἄνδρας καὶ ἐμέ τι προσαπορῆσαι περὶ τῆς κατὰ τὴν ποιότητα ἀποδόσεως, εἴποιμι ἂν πάσαις ταῖς κατηγορίαις ἁρμόττειν τὸν τοιοῦτον τρόπον τῆς ἀποδόσεως· καὶ γὰρ ποσότητα εἶναι φήσαιμεν, καθ᾿ ἣν ποσοί τινες λέγονται, καὶ πρός τι, καθ᾿ ὃ πρός τι, καὶ οὐσίαν, καθ᾿ ὃ οὐσίαι. κἂν γὰρ ἐπὶ ποιότητος καὶ ποσότητος ἄλλως μὲν καλεῖται τὸ μετεχόμενον, ἄλλως δὲ τὸ μετέχον, οἷον ποιότης καὶ ποιόν, ἐπὶ δὲ τῆς οὐσίας καὶ τῶν ἄλλων ὁμοίως ἑκάτερον καλεῖται, οὐ δεῖ τῇ τῶν ὀνομάτων ἐπιλείψει συναπολλύναι τὸ πράγματα, ἀλλ᾿ ἐννοεῖν ὅτι πολλαχοῦ τὰ ὀνόματα ἐλλείπει τῶν πραγμάτων οὐδὲν ἧττον ὑφεστηκότων. διὰ τὶ οὖν ἐπὶ τῆς ποιότητος μόνης οὕτως αὐτῆς ἀποδέδωκε τὸν λόγον ; κἂν γὰρ γνωριμώτερόν ἐστι τὸ ποιὸν τῆς ποιόοτητος, ἀλλὰ καὶ τὸ ποσὸν τῆς ποσότητος καὶ τὰ ἄλλα ὁμοίως, κἂν συνυπάρχωσιν ἥ τε ποιό|της καὶ τὸ ποιὸν ἐν ταὐτῷ ὄντα κατὰ τοὺς Περιπατητικούς, ἀλλὰ καὶ ἡ ποσότης καὶ τὸ ποσὸν ὁμοίως ἔχουσιν καὶ τῶν ἄλλων κατηγοριῶν ἑκάστη πρὸς τὰ μετέχοντα. τί οὖν ἔσχεν ἡ ποιότης ἰδικώτερον, καθ᾿ ὃ μόνη τῶν ἄλλων κατηγοριῶν ἠξιώθη τῆς τοιαύτης ἀποδόσεως; μήποτε οὖν πᾶσα κατὰ μέθεξιν γινομένη διαφορὰ χαρακτῆρα ἴδιον ἐμποιεῖ καὶ εἶδος ἄλλο· εἰ οὖν πᾶς χαρακτὴρ καὶ πᾶν εἶδος κατὰ ποιότητα ἀφορίζεται, δῆλον ὅτι καὶ ἐπὶ τῶν ἄλλων αἱ μεθέξεις κατὰ τὴν ποιὰν μετάδοσίν τε καὶ μετάληψιν γίνονται. καὶ γὰρ τὸ ποσότητος μετασχὸν καὶ διὰ τοῦτο ποσὸν γενόμενον διαφορᾷ χαρακτῆρος ἐκρατήθη τινός, καθ᾿ ὃν χαρακτῆρα καὶ ἡ ποσότης αὐτὴ καὶ τὸ ποσὸν μετέχει ποιότητος. εἰ οὖν ταῦτα ἀληθῆ λέγω, εἰκότως ἦς ποιότητός ἐστιν ἴδιον τὸ ποιὰ κατ’ αὐτὴν λέγεσθαι, εἴπερ καὶ τὰ ἄλλα κατὰ τὴν ποιότητα τοῖς μετέχουσιν ἐνδίδωσι τὴν παράχρωσιν. Ζητῶν δὲ τὰς νοερωτέρας περὶ τῆς ποιότητος αἰτίας ὁ Ἰάμβλιχος πρῶτον μὲν ἀποσκευάζεται τὰς μὴ καλῶς εἰρημένας, εἶθ᾿ οὕτως τῷ Ἀριστοτέλει συμφιλοσοφῶν τὰς καθαρωτέρας ἐννοίας ἐκφαίνει περὶ αὐτάς. καὶ πρῶτον οὐκ ἀποδέχεται τοὺς κατὰ τὴν κοινότητα τὴν ἐκ πολλῶν καὶ κεχωρισμένων παρ᾿ ἡμῶν ἐννοουμένην ὑφιστάνοντας τὴν ποιότητα. κινδυνεύει γὰρ οὕτως ἀνυπόστατος εἶναι καὶ ἡ ποιότης καὶ τὰ ἑκτά· οὐδεμία γὰρ κατὰ τὰς τοιαύτας ἐπινοίας ὑπόστασις εἰσάγεται. διὸ καὶ οἱ ἀπὸ τῆς Ἐρετρίας ἀνῄρουν τὰς ποιότητας ὡς οὐδαμῶς ἐχούσας τι κοινὸν οὐσιῶδες, ἐν δὲ τοῖς καθ᾿ ἕκαστα καὶ συνθέτοις ὑπαρχούσας· καὶ Δικαίαρχος δὲ ἀπὸ τῆς αὐτῆς αἰτίας τὸ μὲν ζῷον συνεχώρει εἶναι, τὴν δὲ αἰτίαν αὐτοῦ ψυχὴν ἀνῄρει· καὶ Θεόπομπος δὲ τὸ μὲν γλυκὺ σῶμα διὰ ταῦτα ἀπεφήνατο συνεστηκέναι, τὴν δὲ γλυκύτητα οὐκέτι. οὔτε γὰρ σώματα οὔτε ἀσώματα ἐτίθεντο εἶναι τὰς ποιότητας, ψιλὰς δὲ μόνας ἐννοίας αὐτὰς ὑπελάμβανον διακένως λεγομένας κατ᾿ οὐδεμιᾶς ὑποστάσεως, οἷον ἀνθρωπότητα ἢ ἱππότητα. οὐ μὴν οὐδὲ εἴ τινες ἀπὸ τῶν εἰωθότων λέγεσθαι κατηγορημάτων † ὁμοίως μὲν ἐπὶ τῶν ὑπαρ- χόντων κατά τε τὰ κοινὰ συμπτώματα σωμάτων καὶ ἀσωμάτων παράγουσι τὰς ποιότητας, οἷον ἀπὸ τοῦ δεδοκῶσθαι δόκωσιν καὶ ἀπὸ τοῦ ἰσῶσθαι ἰδότητα καὶ ἀπὸ τοῦ σῶμα ὑπάρχειν σωματότητα, οὐδὲ οὗτοι ὀρθῶς ἀποφαίνονται. οὐ γὰρ ἀπὸ τῆς συμβάσεως τῶν κατηγορημάτων αἱ ἕξεις ὑπάρχουσιν, οἷον οὐκ ἐπειδὴ τὸ διεστάναι τοῖς κίοσι συμβέβηκεν, διὰ τοῦτο καὶ ἡ διάστασις περὶ αὐτοὺς βλέπεται· τὸ μὲν γὰρ πατηγόρημα ἄχρι τοῦ λέγεσθαι μόνως θεωρούμενον δύναται καὶ ἐπὶ τῶν μὴ ὑφφεστώτων θεωρεῖσθαι, αἱ μέντοι ποιότητες κατ᾿ αἰτίαν τινὰ πρωτουργὸν προϋπάρχουσαι τοσοῦτον ἀπέχουσι τοῦ συνακολουθεῖν τοῖς κατηγορήμασιν, ὥστε αὐταὶ τὰ ὑπάρχοντα κατηγορήματα ἐπιφέρουσιν, οἷον ἡ φρόνησις τὸ φρονεῖν, ἤτοι κατ᾿ ἐνέργειαν ἢ ἐν τῷ μετέχεσθαι. καὶ πρὸς Δημόκριτον δὲ καὶ Ἐπίκουρον δικαιολογεῖται, τί δήποτε τινὰς μὲν διαφορὰς περὶ τὰς ἀτόμους ἀπολεί\πουσιν, οἷον σχημάτων ράρους, ναστότητος, σωματότητος, περάτων, μεγέθους, κινήσεως, οὔτε δὲ χρόαν οὔτε γλυκύτητα οὔτε ζωὴν ἔχειν > τῶν ἄλλων τῶν τοιούτων λόγους προϋφεστηκέναι ἀποφαίνονται· κοινοῦ γὰρ ὄντος τοῦ περὶ τῶν ασ ἐκτῶν λόγου ἄτοπον μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διατάττεσθαι, καὶ ἔτι ἀτοπώτερον τὰς ἀρχηγικωτάτας δυνάμεις ὑστερογενεῖς ποιεῖν, ὥσπερ ξωὴν καὶ νοῦν καὶ φύσιν καὶ λόγον καὶ τὰ τοιαῦτα. παραπλησίως δὲ ἀδύνατον καὶ ἀπὸ τῆς συνόδου ταῦτα ἀποτελεῖσθαι. νόμῳ γὰρ ἔστι χροιὴ κατὰ τὸν Δημόκριτον καὶ τὰ ἄλλα ὁμοίως, τῇ ἀληθείᾳ ἔστι] δὲ ἄτομα καὶ κενόν. ὁ δὲ ἄπαξ τὰ ὄντα ἀνελὼν οὐδὲν ἔξει τίθεσθαι καὶ ὁ παραθεξάμενος τὸ ἀναίτιον οὐδαμοῦ στήσεται. τί γὰρ μᾶλλον ταῦτα ἢ τὰ ἐναντία προτιμήσει ἀπ' οὐδεμιᾶς ὡρισμένης αἰτάς ὁρμώμενος; βέλτιον οὖν εἰς ἐκείνην ἐλθεῖν τὴν ὑπόθεσιν, ἥτις ἀπὸ τοῦ ἔχεσθαι παράγει τὰ ἑκτά, ὥσπερ οἱ Ἀκαδημαϊκοὶ ὡρίσαντο ἑκτὸν τὸ οἶόν τε ἔχεσθαι αὐτὸ ἀποδόντες, οὐκ ἀπὸ τῆς ἐτυμολογίας αὐτοῦ παραλαβόντες τὸν λόγον. λογικῶς γὰρ τὸ τοιοῦτον εἴρηται, ἀλλ' οὐχὶ πραγματικῶς. μᾶλλον οὖν τὸ ἔχεσθαι τὰ εἴδη σημαίνει ὑπὸ τῶν οἵων τε αὐτὰ ἔχειν. πολλαχῶς δὲ τοῦ ἔχειν λεγομένου καὶ καὶ γὰρ τὰ μέρη ἔχομεν τοῦ σώματος καὶ τὰ ἐκτὸς οἶον ἀγρὸν καὶ οἰκίαν) διαστέλλοντες ἀπὸ τούτων προσετίθεσαν, ἐκτὸν εἶναι φάσκοντες τὸ οἶόν τε ἔχεσθαι ὡς ἡ φρόνησις ἔχεται ὑπὸ τοῦ φρονίμου καὶ ἡ περιπάτησις ὑπὸ τοῦ περιπατοῦντος καὶ ὴ κάθισις ὑπὸ τοῦ καθημένου. ἐπειδὴ δὲ οἱ μὲν καθ' ἕξεις, οἱ δὲ κατ' εὐαναλύτους σχέσεις, οἱ δὲ κατὰ πρός τί πως ἐχούσας κινήσεις ἐθεωροῦντο, εὐσήμου ἕνεκα διδασκαλίας πῶς ἔχοντας κεκλήκασιν πάντας τούτους, καὶ ὥσπερ ἐπὶ πλέον τὸ ἑκτὸν τῆς ἔξεως λέγεται, οὑτως ἐπὶ πλέον τὸ πῶς ἔχον τοῦ ποιοῦ ὑπετίθεντο. καὶ οἱ μὲν τοσοῦτον μόνον πλεονάξειν τὸ πῶς ἔχον τοῦ ποιοῦ ὑποτίθενται, καθ' ὅσον τὸ πῶς ἔχον παρεξέτεινεν καὶ ἑπὶ τὰ πρός τί πως ἔχοντα καὶ περιελάμβανεν ταῦτα, τὸ δὲ ποιὸν ἵστατο ἐπὶ μόνων τῶν κατὰ διαφοράν. οἱ δὲ ἄλλην τινὰ τεχνολογίαν ἐπεισῆγον. οὖτοι δὲ ἁμαρτάνουσιν, καθ' ὅσον ἅμα καὶ ἔχεσθαι τὸ ἑκτὸν λέγουσιν καὶ χωριστὸν αὐτὸ ὑποτίθενται. ἔπειτα οὑδ' ὅπως ἔχεται ἢ πῶς πάρεστιν ἢ τίνα ὅντα μετέχεται τὰ ἀσώματα εἴδη, διὰ τούτων ἐμφαίνεται, ἀλλ' ἄτακτα καὶ ἀδιόριστα πάντα τὰ τοιαῦτα φέρεται παρ' αὐτοῖς. αἴτιον δέ, ὅτι παραδεξάμενοι τὴν περὶ τῶν εἰδῶν ὑπόστασιν Ι οὖτοι οὐκ ἐτήρησαν αὐτὴν ἐπὶ τῶν πρώτων ὑποθέσεων, ἀλλ' ἄχρι καὶ τῶν ἐσχάτων εἰδῶν] αὐτῶν προήγαγον. ἄδύνατον δὲ τὰ ἐπὶ τῶν πρωτίστων ἐφαρμόξειν τοῖς ἐπὶ τῶν ἔσχάτων ὑπάρχουσιν. οἱ δὲ Στωικοὶ τῶν μὲν σωμάτων σωματικάς, τῶν δὲ ἀσωμάτων ἀσωμάτους εἶναι λέγουσιν τὰς ποιότητας. σφάλλονται δὲ ἀπὸ τοῦ ἡγεῖσθαι τὰ αἴτια τοῖς ἀποτελουμένοις ἀφ' ἑαυτῶν ὁμοούσια εἶναι καὶ ἀπὸ τοῦ κοινὸν λόγον τῆς αἰτίας ἐπί τε τῶν σωμάτων καὶ ἐπὶ τῶν ἀσωμάτων ὑποτίθεσθαι. πῶς δὲ καὶ πνευματικὴ ἡ οἠσία ἔσται τῶν σωματικῶν ποιοτήτων αὐτοῦ τοῦ πνεύματος συνθέτου ὄντος καὶ ἐκ πλειόνων συνεστηκότος μεριστοῦ τε ὑπάρχοντος καὶ ἐπίκτητον ἔχοντος τὴν ἕνωσιν, ὥστε οὐ κατ᾿ οὐσίαν ἔχει τὸ συνηνῶσθαι οὐδὲ πρώτως ἀφ᾿ ἑαυτοῦ; πῶς οὖν ἄν τοῖς ἄλλοις τοῦτο παρέχοι τὸ συνέχεσθαι; Τὴν δὲ Ἀριστοτέλους περὶ τῆς ποιότητος δόξαν ὡς θαυμασίαν πασῶν προκρίνομεν, ᾗ οὐ μόνον ἀσώματος οὖσα ἡ ποιότης διηγόρευται, ἄτε ταῖς διαφοραῖς κατ᾿ αὐτὴν διωρισμένων τῶν σωμάτων, ἀλλὰ καὶ ὅταν μὲν λέγεσθαι κατὰ τὰς ποιότητας εἴπῃ τοὺς ποιούς, λόγους εἶναι τὰς ποιότητας διορίζεται τοὺς εἰδοποιοῦντας τὰ ποιά, ὅταν δὲ ἐν τοῖς ποιοῖς αὐτοῖς παρεῖναι κέγῃ, ἐν ὕλῃ τότε αὐτοὺς καὶ μετὰ τῆς ὕλης διισχυρίζεται συνυπάρχειν, ἔχοντας μέντοι καθ᾿ ἑαυτοὺς ὑπόστασιν· οὐ γὰρ ἂν κατ᾿ αὐτοὺς ἐλέγετο τὸ ποιόν, εἴπερ ὅλοι τῆς ὕλης ἦσαν καὶ μὴ ἑστηκότες ἐν ἐαυτοῖς παρεῖχον αὐτῇ τὸ εἶναι καὶ οὕτως αὐτῇ συνῆσαν χωριστῶς. ἐπεὶ δὲ ποιοὶ τινὲς κατὰ τὴν ποιότητα λέγεσθαι εἴρηνται καθ᾿ ἕκαστον ἄτομον διακεκριμένοι ἐν μερισμῷ, διὰ τοῦτο καὶ ἐν διαιρέσει ἔσται ὁ τῶν ποιοτήτων λόγος. διότι δὲ λέγονται, ἔοικεν τῷ λεγομένῳ, καὶ ἐν παρατάσει πᾶς ἑαυτὸν ἐπιτίθησιν ἄλλοις, ἐπειδὴ καὶ πᾶς λόγος ἐν ἐξόδῳ τέ ἐστιν καὶ περὶ ἑτέρων λέγεται. τὸ δὲ ποιητικὸν τῆς ποιότητος ἡ αἰτία ἡ πρὸς τὸ ποιὸν συνεζευγμένη παρίστησιν. διότι δὲ κατὰ τὴν ποιότητα ὑφίσταται τὸ ποιόν, ὁμοῦ μὲν δίδωσιν ἑαυτὴν ὡς ἄλλοις τοῖς ποιοῖς, ὁμοῦ δὲ καὶ μένει ἀκίνητος, κατὰ συμβεβηκὸς μέντοι κινεῖται τῷ γίνεσθαι τῶν κινουμένων καὶ ἐν αὐτοῖς εἶναι. καὶ περὶ τῆς ὑποστάσεως δὲ τῶν ποιοτήτων σαφέστατος ὅρος διώρισται παρ᾿ αὐτῷ. εἰ μὲν γάρ τις αὐτὰς χωριστὰς ὥσπερ τὰς ἰδέας Πλάτων ἀφορίζοιτο, οὐκ ἔστιν ὕπαρξις αὐτῶν· πῶς γὰρ δὴ ἡ ἡμετέρα ἕξις ἔσται χωριστὴ καὶ ἡ μετεχομένη καθ᾿ ἑαυτήν; εἰ δὲ οὕτως τις αὐτὴν λαμβάνοι ὡς καὶ ἡμῖν παροῦσαν καὶ ὡς μετεχομένην ἐν τοῖς ποιοῖς καὶ οὕτως ἐχομένην ὡς τῶν μετεχομένων γίνεσθαι, ἔσται αὐτῶν ἡ ἀληθὴς ὑπόστασις. εἰ γὰρ ποιότης ἐστὶν καθ᾿ ἣν ποιοί τινές ἐσμεν, ποιοὶ δὲ κατὰ τὸ ἐνυπάρχον ἐσμέν (λευκὸν γὰρ λέγω κατὰ τὴν ἐν αὐτῷ ὁρωμένην λευκότητα), δῆλον ὅτι τὸ ἐξῃρημένον εἶδος, κἄν ἔστι λευκότης ἢ ἀνθρωπότης, ἀλλὰ ποιότης οὐκ ἔστιν· μετεχόμενον γὰρ ἡ ποιότης. διὰ δὲ ταῦτα οὐκ ἔσονται λόγοι ἑαυτῶν αἱ ποιότητες· τῶν γὰρ ποιῶν προηγουμένως εἰσὶν οἱ λόγοι· ἀλλ᾿ οὐδὲ λόγοι εἰσὶν αἱ ποιότητες διδόντες ἀφ᾿ ἑαυτῶν λόγους ἑτέρους γεννήματα ἀφ᾿ ἑαυτῶν, εἴπερ ὅλοι τῶν ποιῶν εἰσιν· ἀλλ᾿ οὐδὲ μένει ἕτερος, ὁ δὲ προέβη εἰς τὸ ἐκτός, ἢ ὁ μέν ἐστιν ασώματος, ὁ δὲ σωματοειδής, ἢ ὁ μὲν ἀμέ- ριστος, ὁ δὲ μεριστός· ὅλοι γάρ εἰσιν τῶν ποιῶν· ἀλλ᾿ οὐδὲ εἷς ἐστι λόγος διπλᾶς ἔχων τὰς ἐνεργείας· καὶ γὰρ οὕτως ἔσται τρόπον τινὰ καθ᾿ ἑαυτόν· ἀλλὰ τοὐναντίον εἷς μέν ἐστι λόγος, μετεχόμενος δὲ μόνον κὰν τούτῳ ἔχων τὸ εἶναι. καὶ ὅτι μὲν οὐκ ἔστιν τὸ ἐξῃρημένον καὶ ἀμέθεκτον εἶδος ἡ ποιότης, ἀλλὰ τὸ μετεχόμενον λόγος, δῆλον· καὶ ἐν τῷ μετέχεσθα γὰρ καθ᾿ ἑαυτὸν ἔχειν τὴν ὑπόστασιν αὐτὸν ὁ Ἀριστοτέλης οἴεται, καὶ ἀκίνητον μὲν αὐτὸν ἐνέργειαν ὑποτίθεται, ἄνευ δὲ ὀργάνων σωματικῶν καὶ ἄνευ μοχλείας κάσης καὶ χωρὶς σωματικῆς πάσης κινήσεως ποιεῖν πάντα τὰ καθ᾿ ἑαυτὸν ἔργα ἀποφαίνεται, καὶ τοῦ μὲν κατὰ τὴν μορφὴν λόγου ἕτερον αὐτὸν εἶναι διισχυρίζεται· ἔσχατος γὰρ οὗτος καὶ οὐδὲν ποιεῖ, ὁ δὲ ποιεῖ πολλὰ καὶ οὐκ ἔστιν τελευταῖος, καὶ οἱ μὲν ἄψυχος θεωρεῖται, ὁ δὲ ἔχων τινὰ ζωῆς ἔμφασιν, καὶ ὁ μὲν ἀνενέργητος, ὁ δὲ κατ᾿ ἐνέργειαν νοεῖται. καὶ ἴσως περὶ τοῦ κατὰ τὴν μορφὴν ἰδιώματος λέγει Ἀριστοτέλης, ὅτι κατὰ πάθος ἐγγίνεται ὁ χαρακτὴρ οὗτος τοῦ σώματος, οἱ δὲ περὶ παντὸς λόγου Ζ τοῦ κατὰ τὴν ποιότητα τοῦτο οὐχ ὑγιῶς ὑπέλαβον. ἔτι τοίνυν ἡ μὲν μορφὴ κατέχεται ὑπὸ τοῦ σώματος κατὰ μίαν τὴν τυχοῦσαν διαφοράν, οἱ δὲ ποιότητες ἔχουσίν τι πλάτος καὶ ἐπὶ πλειόνων αἱ αὐταὶ ὑπάρχουσιν. δοκεῖ τοίνυν διὰ τὰς αὐτὰς αἰτίας καὶ τοῦ σχήματος ἡ ποιότης ἑτέρα ὑπάρχειν· τὸ μὲν γὰρ σχῆμα τοῦ μεγέθους ἐκτὸς ἀφορίζει τὸν ὅρον, ἡ δὲ ποιότης τὸ αὐτὸ ἰδίωμα δι᾿ ὅλου τοῦ ποιοῦ ἐμποιεῖ, καὶ τὸ μὲν σχῆμα ὕστερόν ἐστι μετὰ τὸ μέγεθος, τὸ δὲ ποιὸν προηγεῖται τοῦ μεγέθους. ποδαπὸς οὖν λόγος ὁ τῆς ποιότητος; οὐχ ὡς θεωρῶν ἑαυτὸν οὔτε ὡς ἐκ θεωρίας οὔτε ὡς ἐκ ζητήσεως παραγινόμενος, ἀλλ᾿ ὡς ἔχων καὶ διδοὺς ἅπερ ἔχει καὶ ὡς αὐτῷ τῷ εἶναι ποιῶν καὶ ὡς ἐν τῷ ἔχειν ποιῶν καὶ ὡς ἐν τῷ μένειν τὰ πάντα ἀπεργαζόμενος· ὅθεν δὴ τέλειος μὲν καὶ ὡρισμένος παντάπασιν οὐδαμῶς ἐστιν, μίγνυται γὰρ πρὸς τὸ ἀτελὲς πάντῃ καὶ ἀόριστον, ἀλλ᾿ οὐδὲ ἔσχατος πάντῃ καὶ ἀόριστός ἐστιν, διακοσμεῖ γὰρ τὸ ὑλικὸν πᾶν καὶ ἐπιμελεῖται αὐτοῦ τεταγμένως καὶ τὸ μέγιστον, εἰς ἓν ὁ τοιοῦτος λόγος συνέρχεται. ὄθεν ἐάν τε ἐν σμικρῷ ἐάν τε ἐν μεγάλῳ ὁ τῆς ποιότητος ὑπάρχῃ λόγος, εἷς καὶ ὁ αὐτὸς ὑπάρχει· οὐδὲν ἄρα τὸ ποσὸν συμβάλλεται εἰς τὴν ὑπόστασιν αὐτοῦ, ὡς δοκοῦσί Ι τινες τοῦ Πλάτωνος ἀκούειν, ἀλλ᾿ ἔστιν ἀμερίστως περὶ τὰ σώματα μεριζόμενς. τοιαύτας ἄν τις ὑποθέσεις περὶ τῆς ποιότητος ὑποθέμενος οὐκ ἂν διαμάρτοι τῆς τε ἀληθείας αὐτῆς καὶ τῆς Ἀριστοτέλους περὶ αὐτῆς δόξης. p. 8b26 Ἔστιν δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων. Μετὰ τὴν οὐσίαν τῆς ποιότητος τὴν διαίρεσιν αὐτῆς παραδοῦναι προτίθεται ὁ Ἀριστοτέλης καὶ τὰ εἴδη καὶ ταύτης ὥσπερ τῶν ἄλλων γενῶν διαιρεῖται· ἡ γὰρ ἐπιστημονικὴ γνῶσις αὐτό τε εκαστον ὅτι ποτέ ἐστιν ἐπισκεπτεται καὶ τα εἴδη αὐτου διαιρειται κατὰ τροπον. εἰποντος δὲ αὐτοῦ τὴν ποιότητα τῶν πολλαχῶς λεγομένων εἶναι, ἐπειδὴ τὰ πλεοναχῶς λε;γομενα τὰ ὁμώνυμα δοκεῖ εἰναι, συνάγεται τὴν ποιότητα ὁμώνυμον εἶναι· τὸ δὲ ὁμώνυμον οὐκ ἔστιν γένος, ἐπειδὴ τὰ γένη συνώνυμά ἐστιν, ὥστε οὐδὲ εἰς εἴδη διαιρεῖται ἡ ποιότης, καθάπερ τὰ γένη, ἀλλ᾿ εἰς τέσσαρα σημαινόμενα, ὥσπερ τὰ ὁμώνυμα. ῥητέον οὖν ὅτι πολλὰ σημαίνει τὸ πλεοναχῶς· καὶ γὰρ κοινῶς μὲν τὸ κατὰ πλειόνων λεγόμενον ὁπωσδήποτε πλεοναχῶς λέγεται, ἰδίως δὲ καὶ τὰ ὁμωνύμως καὶ τὰ συνωνύμως λεγόμενα πλεοναχῶς λέγεται ὡς διαφόρως λεγόμενα. ταὐτα τοίνυν δύναται ἢ κατὰ τὸ κοινὸν εἰρῆσθαι ὡς κατὰ πλειόνων λεγόμενα ἢ μᾶλλον κατὰ τὸ συνωνύμως καὶ κατὰ διαφορὰν λεγόμενον. δηλοῖ δὲ αὐτὸς ἐπαγαγὼν ἓν μὲv οὖν εἶδος, καὶ οὐχὶ ἓν σημαινόμενον, ποιότητος αἱ ἕξεις καὶ διαθέσεις λεγέσθωσαν. δοκεῖ δὲ τοῖς περὶ Ἀλέξανδρον τὸ πλεοναχῶς δύνασθαι κυρίως ἐπὶ τῆς ποιότητος εἰρῆσθαι ὡς οὐκ οὔσης ἐν μόνῳ τῷ εἰρημένῳ γένει, ἐν ᾧ εἴσιν αἱ ἕξεις καὶ αἱ διαθέσις, ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις· ἐν πάσαις γὰρ τὰ γένη καὶ τὰ εἴδη ποιότητα σημαίνει τὴν περὶ ταῦτα, ὧν ἐστιν γέην καὶ εἴδη, ὥσπερ τὸ περὶ οὐσίαν ποιὸν ἢ τῶν ἄλλων τι γενῶν· τοῦτο οὖν ἐνδείξασθαι βουλόμενον εἰπεῖν ἔστιν δὲ ἡ ποιότης B τῶν πολλαχῶς λεγομένων, εἰπόντα δὲ τοῦτο τὴν διαίρεσιν ποιήσασθαι οὐ τῆς πολλαχῶς, ἀλλὰ τῆς κυρίως λεγομένης ποιότητος τῆς ὡς γένος τῶν δέκα γενῶν. ἀλλ᾿ ἐφιστάνουσιν οἱ ἀκριβέστεροι τῶν ἐξηγητῶν, ὡς οὐ καλῶς λέγονται τὰ γένη καὶ τὰ εἴδη ποιότητες εἶναι καὶ ποαὶ ἐν ταῖς δέκα κατηγορίαις· οὐσίαι γὰρ ταὐτα καθ’ ἕκαστον καὶ συμπληροῖ τὸ εἶναι, τὸ δὲ ποιὸν πανταχοῦ μετὰ τὴν οὐσίαν εἰς προσθήκην τῆς τοιᾶσδε φύσεως συντελοῦν. μήποτε δὲ πλεοναχῶς λέγεται ἡ ποιότης, διότι οὐκ ἔστιν ἴσα τὰ ἐν αὐτῇ εἴδη, ἀλλὰ τὰ μὲν ὑπέρτερα, τὰ δὲ καταδεέστερα, καὶ τὰ μὲν τελειότερα, τὰ δὲ ἀτελέστερα, καὶ τὰ μὲν ἐν τῷ δύνασθαι, τὰ δὲ ἐν τῷ ἐνεργεῖν ἔχοι ἂν κατὰ πάντα ταῦτα τὸ πρότερόν τε καὶ ὕστερον ὡς ἂν ἀφ’ ἑνὸς καὶ περὶ ἓν ὑφέσει τῆς πρώτης δυνάμεως πληθυόμενά τε καὶ διαφορούμενα πρὸς ἄλληλα. δύναται οὖν ταύτῃ πλεοναχῶς λέγεσθαι ἡ ποιότης· οὐ γὰρ τὴν ἴσην ἔχει τάξιν ἕξις τε καὶ δύναμις καὶ παθητικὴ ποιότης καὶ σχῆμα, ἀλλ᾿ ἀεὶ κάτεισιν ἡ διαίρεσις ἐπὶ τὰ ἀσθενέστερα εἴδη τοῦ ποιοῦ, καὶ ταύτῃ προσέοικεν τὰ τοιαὐτα τοῖς ἀφ᾿ ἑνὸς καὶ πρὸς ἕν. τὸ δὲ πλεοναχῶς λέγεσθαι οὐδὲ τοῖς ὁμωνύμοις ἁρμόζει κυρίως οὔτε τοῖς τοῖς συνωνύμοις, ἀλλ᾿ ὡς αὐτὸς ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ λέγει σαφῶς, τοῖς ἀφ' ἑνὸς λεγομένοις ἢ πρὸς ἕν τὸ γὰρ ἓν πλεοναχῶς λέγεται καὶ τὸ ἰατρικόν), τάττεται δὲ καὶ ἐπὶ τῶν ὁμωνύμως κατηγορουμένων τὸ πλεοναχῶς καὶ ἐπὶ τῶν συνωνύμως, εἰ καὶ σπανίως τοῦτο. δύναται δὲ καὶ ὡς ἀφ᾿ ἑνὸς τοῦ γένους προϊέναι τὸ πλῆθος τοῦτο τῶν ποιοτήτων, ἵνα συνωνύμως κατ᾿ ἀυτῶν κατηγορῆται ἡ ποιότης, οὐ μέντοι εἰς τὰ ἀντιδιαιρούμενα καὶ ἐξισάζοντα εἴδη γενομένης τῆς διαιρέσεως, ἀλλ᾿ εἰς τὰ ἀεὶ ὑποδεέστερα, καὶ οὕτως τὸ πλεοναχῶς διασωθήσεται. ῾Ἀλλ᾿ εἰ μία καὶ ἡ αὐτή, φασίν, ἐστὶ κοινότης, διαφοραῖς δὲ εἰδοποιοῖς τὰ πλείω εἴδη παρέχεται καὶ τῷ καὰ πλειόνων εἰδῶν κατηγορεῖσθαι, ταύτῃ πλεοναχῶς εἴρηται, λε;γεσθω, τί τὸ κοινόν ἐστιν ἐπὶ τῶν τεσσάρων εἰδῶν τῆς ποιότητος᾿. πρὸς δὴ τοῦτο τὴν δυσκολίαν τῆς εὑρέσεως ἐννοητέον· οὔτε γὰρ ποιότητα ποιότητος εὑπεῖν ῥᾴδιον οὐδὲ γὰρ χρεία ἐστίν, εἰ μέλλοιμεν τὴν κοινὴν ἰδιότητα τῆν ποιότητος εὑρίσκειν) οὔτε διαφορὰν διαφορᾶς· διαφορὰ γὰρ ἡ ποιότης. δεῖ οὖν τῇ φύσει τοῦ πράγματος συγχωρεῖν καὶ μὴ πλέον φιλονεικεῖν ἀνευρίσκειν ἕκαστον ἢ ἐφ᾿ ὅσον πρόδηλον εἶναι πέφυκεν. τὸ δὲ αἴτιον φησὶν Ἰάμβλιχος τῆς περὶ τοῦτο δυσκολίας εἶναι, διότι ὅταν ἐνύλου καὶ μεριστοῦ πράγματος κοινότητα ζητῶμεν, τότε διὰ μὲν τὴν ἑτερότητα τῆς ὕλης καὶ τὴν διαίρεσιν τῶν καθ᾿ ἕκαστον ἐπὶ τὰς διωρισμένας ἰδιότητας φερόμεθα, ἐν αἷς ενυπάρχει τὸ κοινόν οὐ γὰρ ἔχει καθ᾿ ἑαυτὸ ὑπόστασιν)· πάλιν δὲ αὖ διὰ τὴν τοῦ κοινοῦ ἐπίνοιαν, καθ᾿ ὅσον ἐστὶ καθόλου, χωρίζομεν τῶν ἐν μέρει αὐτὸ καὶ καθ᾿ αὑτὸ νοοῦμεν τὸ γένος. ὁμοῦ οὖν εἰς τἀναντία περιέλκεται ἡ ἐπίνοια καὶ ὦν ἔχεται, τούτων ἀφίστασθαι προσαναγκάζεται καὶ ἀφισταμένη ἀπ᾿ αὐτῶν οὐδὲν ἧττον μένει ἐν αὐτοῖς· οὐ γὰρ οἶόν τε χωρὶς τούτων εἶναι τὸ κοινὸν οὐδὲ ἐπινοεῖσθαι. διὰ δὴ τὴν αἰτίαν ταύτην δύσκολός ἐστιν ἣ τε νόησις αὐτοῦ καὶ ἡ ἐξήγησις· τό τε γὰρ κοινὸν διαφορεῖται καὶ ἡ διαφορὰ μετὰ τοῦ κοινοῦ ὑφέστηκεν καὶ οὐδέτερον ὑπάρχει τοῦ ἑτέρου χωρίς. ὁ μέντοι λόγος καὶ πρὸ τοῦ λόγου ἡ ἔννοια τὰς μὲν συμμίκτους ταύ|τας φύσεις δυσκόλως αἱρεῖ, τὰς ν Δ δὲ πολὺ διεστώσας ἀλλήλων εὐκολώτερον καταμανθάνει, διότι καὶ τὴν κοινότητα ιδίως αἱρεῖν προθυμεῖται καὶ τὴν διαφορὰν ἰδίως. κοινὸν δὴ οὖν ἔστω τῶν τεττάρων τούτων ἡ τὸν λόγον τῆς ποιότητος παρεχομένη, ἢ γὰρ μᾶλλον ἢ ἧττον, ἢ προσεχῶς ἢ πόρρωθεν, ἢ διόλου ἢ ἐπιπολῆς, ἢ πρὸς παρασκευὴν ἢ πρὸς τελείωσιν ἐγγινομένη· καὶ οὕτως ὁ λόγος εἷς ἂν καὶ κοινὸς γίνοιτο, ἡ δὲ μετουσία αὐτοῦ τετραχῇ διαιρεῖται. εἰ δἒ αὐτὸ τοῦτο ζητοῖμεν, τίς ὁ τῆς ποιότητος λόγος καὶ τίς ἡ διαφορὰ αὐτοῦ παρὰ τὸν τῆς λόγον οὔπω γὰρ τοῦτο πρόδηλόν ἔστιν), λεγέσθω ὅτι δεύτερός ἐστιν λόγος ὁ τῆς ποιτότητος ἐκ προηγουμένου τινὸς ὑφιστάμενος, ὁ γὰρ ωοερὸς καὶ παραδειγματικὸς τῆς λευκότητος λόγος ἐκεῖ μὲν ποιότης οὐκ ἔστιν, ἀφ᾿ ἑαυτοῦ δὲ προάγει τὸν ἐν τῇ ὕλῃ ποιοτητα γινόμενον· εἰ δὲ καὶ αὐτὸς λέγεται ποιότης, οὐδὲν θαυμαστόν, εἰ τοῖς αὐτοῖς ὀνόμασιν καλεῖται τὰ αἴτια καὶ ἐκεῖνα ὧν ἐστι τὰ αἴτια. κθρίως δὲ ποιότης ἐπονομάζεται, ὃ δεύτερον ἐπιγίνεται μετὰ τὸ εἰδος καὶ τῆς οὐσίας προυπαρχούσης συνυφίσταται ἐμφυόμενον ταῖς συνθέτοις φύσεσιν, καὶ τὰ μετέχοντα πάντα ἓν καὶ ταὐτὸν ἔχει ἐνυπάρχον τὴν παρουσίαν τοῦ τοιούτου λόγου. προσθήκη τοίνυν οὐσίας ἐστὶν ὁ τῆς ποιότητος λόγος καὶ ἀεὶ ὡς συμβεβηκὸς θεωρούμενος καὶ ἀπεστερημένος τῆς ὄντως οὐσίας καὶ ἔμφασις εἴδους καὶ εἰκὼν τοῦ προτέρου λόγου καὶ ὡς ἕτερος ἐφ᾿ ἑτέρῳ ἐπιγινόμενος οἷον ἐπίκτητός τις καὶ ἔξωθεν ἐφήκων εἰσ τὰ μεταλαμβάνοντα. ὁ δὲ τοιοῦτος λόγος ὁ κατὰ τὴν ποιότητα κυρίως θεωρούμενος κοινός ἐστι τῶν μετεχόντων αὐτοῦ εἰδῶν. καὶ αὐτὰ δὲ τὰ γένη καθ᾿ ὅσον ἐστὶ γένη διέστηκεν ἀλλήλων· ὁ γὰρ τῆς οὐσίας λόγος ἕτερός ἐστιν καὶ ἄλλος ὁ τῆς ποιότητος, ὅ τε γενικὸς ἑκατέρου τούτων λόγος πάντῃ κεχώρισται. δεῖ τοίνυν τοὺς οἰκείους λόγους ἐφ᾿ ἑκάστης κατηγορίας κοινοὺς ποιεῖσθαι τῶν κατ᾿ εἰδη διεστηκότων, ὅσα τέ ἐστιν καὶ ὁποῖα. καὶ περὶ τοῦ εἴδους δὲ ὁ αὐτὸς ἔστω διοπισμός· καθ᾿ ἕκαστον γὰρ τῶν δέκα γενῶν οἰκείως διώπισται τὸ εἶδος, ἀφ᾿ οὗ ἡ κατη- E γορία προσφόρως τε ἑκάστων προηγεῖται καὶ τὸ κοινὸν αὐτοῦ καθ᾿ ἑκάστην κατηγορίαν οἰκείως προσήκει περιλαμβάνειν, ὅστε καὶ ἐπὶ τῆς ποιότητος τῷ αὐτῷ χρησόμεθα διορισμῷ περὶ τῆς κατὰ τὸ εἶδος κοινῆς μετουσίας, ἥντινα καὶ ὡς γενικὴν προτάττειν χρὴ τῶν ἐν αὐτῇ πλειόνων εἰδῶν. Οἱ δὲ Στωικοὶ τὸ κοινὸν τῆς ποιότητος τὸ ἐπὶ τῶν σωμάτων λέγουσιν διαφορὰν εἶναι οὐσίας οὐκ ἀποδιαληπτὴν καθ᾿ ἑαυτήν, ἀλλ᾿ εἰς ἐννόημα καὶ ἰδιότητα ἀπολήγουσαν, οὔτε χρόνῳ οὕτε ἰσχύι εἰδοποιουμένην, ἀλλὰ τῇ ἐξ αὑτῆς τοιουτότητι, καθ’ ἣν ποιοῦ ὑφίσταται γένεσις. ἐν δὲ τούτοις εἰ μὴ οἷόν τε κατὰ τὸν ἐκείνων λόγον κοινὸν εἶναι σύμπτωμα σωμάτων καὶ ἀσωμάτων, οὐκέτι ἐσται ἓν γένος ἡ ποιότης, ἀλλ᾿ ἑτέρως μὲν ἐπὶ τῶν σωμἀτων, ἐτέρως δὲ ἐπὶ τῶν ἀσωμάτων αὕτη ὑφέστηκεν καὶ ὑπ’ ἄλλα γένη διὰ τοῦτο ταχθήσεται. τούτου δὲ ἔτι ἀτοπώτερον λέγεται τὸ μὴ ἔχειν ὑπόστασιν τὰς ποιότητας, ἀλλ’ εἰς ἐννόημα αὐτὰς καταλήγειν, εἰ μὴ ἄρα οὐχ οὔτως ἐλέγοντο εἰς ἐννόημα καὶ ἰδιότητα ἀπολήγειν ὡς ἀνυποστάτου οὔσης τῆς ποιότητος, ἀλλ’ οὐκ ἦν ἀποδιαληπτὴ καθ’ ἑαυτὴν ὥσπερ ἡ οὐσία, αλλ’ ἐννοίᾳ καὶ ἰδιότητι χωριζομένη. ἡ ἡ δὲ ἐξ ἐαυτῆς τοιουτότης ἀσαφής τέ ἐστιν καὶ οὐδὲν ἦττον τῇ οὐσίᾳ προσήκει ἤπερ τῇ ποιότητι, εἰ μὴ ἄρα τὸ τοιοῦτον ποιότητός ἐστιν ἴδιον, ὥσπερ τὸ τοῦτο μᾶλλον οὐσίας. πῶς δὲ λέγουσιν ‘καθ’ ἥν ποιοῦ ὑφίσταται γένεσις”, εἴπερ ὀμοούσιοί ὁμοούσιοί εἰδιν τοῖς ἀποτελουμένοις ὑφ’ ἐαυτῶν, ἐπειδὴ καὶ αὐταί εἰσιν σωματοεῖς σύνθετοί τε καὶ αὐταὶ παραπλησίως εἰσίν; Ὁ δὲ Πλωτῖνος τὸ κοινὸν τῆς ποιότητος δύναμιν εἶναι ἔθετο, ἀφ’ ἦς τὸ ἔχον δύναται δύναται· πάσαις γὰρ ἐραρμόζειν τοῦτο ταῖς τέτρασιν ποιότησιν. καὶ ὅτι μὲν ὡς μοναχῶς χρῆται τῇ δυνάμει καὶ τῷ δύνασθαι καίτοι πλεοναχῶς αὐτῶν εἰωθότων κατηγορεῖσθαι. πρόδδηλον· ἐκάστῃ γὰρ τῶν κατηγοριῶν ἐφαρμόττει τοῦτο. ἐκεῖνο δὲ ἐπιστῆσαι χρή, μήποτε εἰς τὸ αὐτὸ περιδεδράμηκεν ἡμῖν ἡ ἀπορία. ἦν μὲν γὰρ τὸ ζητούμενον, εἰ πολλαχῶς λεγομένης αὐτῆς οὐδέν ἐστι κοινόν, τὴν δὲ δύναμιν ἀντὶ τῆς ποιότητος μεταλαβόντες πλέον πεποιηκέναι δοκοῦμεν, εἴπερ γὰρ Ζ ὁμωνύμως καὶ αὐτὴ λέγεται, καὶ πάλιν ὤσπερ τῆς ποιότητος τὸ κοινὸν δύσκολον εὑρεῖν, οὕτω καὶ δυνάμεως τί ἐστι τὸ γένος, οὐ ῥᾲδιον συλλογίσασθαι. καὶ ἴσως ἀληθὴς καὶ ὀ Πλωτίνου λόγος· διότι γὰρ μέση ἐστὶν ἡ ποιότης τῶν τε ἐπικτήτων συμβεβηκότων καὶ τῶν αὐτοφυῶν οὐσιῶν, διὰ τοῦτο τῇ δυνάμει ἔοικεν μέσην καὶ αἰτῇ τὴν φύσιν ἐχούσῃ. καὶ διότι μὲν κοινωνεῖ τῆς τοῦ εἴδους οὐσίας ὁπωσοῦν, διὰ τοῦτο καθ’ ἔνα καοινὸν λόγον χαρακτηρίζεται· ἐπεὶ δὲ καὶ τῆς ἐπιγεννηματικῆς κατηγορίας συμμεετέεσκηκεν, ὥσπερ ἡ τοῦ κεῖσθαι καὶ ἔκειν κατηγορία, διὰ τοῦτο καὶ αὐτὴ προσλαμβάνει τὸ πλεοναχῶς λέγεσθαι, ἔστερ καὶ ἡ δύναμις· καὶ γὰρ ἐπὶ ταύτης τὸ πλεοναχῶς λεγόμενον ἀπ ’ αὐτῆς ἔχει τὸ κοινὸν συνυπάρκον ἢ τῷ ἀφ’ ἐνὸς ἢ πρὸς συντετάχθαι ἢ τῷ περὶ τὸ αὐτὸ ποιεῖσθαι τὴν ὕφεσιν τῆς δυνὰμεως. ἐπεὶ δὲ τῶν δυνάμεων αἱ μὲν ἅμα ταῖς οὐσίαις ὑπάρχουσι καὶ ταῖς κατ’ αὐτὰς ἐνεργείαις, αἱ δὲ οὔτε σμπληρωτικαὶ τῆς οὐσίας ὑπάρχουσιν οὔτε οἱονεὶ μέρη τῶν οὐσιῶν εἰσιν, τὰς ποιότητας δυνάμεις ῥητέον τὰς ἐπεισιούσας ταῖς οὐσίαις, ὅσαι μὴ εἰδοποιοὶ διαφοραί εἰσιν, ἐπίκτητοι δέ τινες δυνάμεις. οὔτω τὸ λογικὸν τοῦ ἀνθρώπου συμπληρωτικὸν τῆς οὐσίας ἐστὶν καὶ μέρος, ὅπερ οὐκ ἂν κληθείη ποιότης | οὐδὲ ἡ κατὰ τὴν ποιότητα νοουμένη δύναμις· τὸ μέντοι πυκτικόν, καθ᾿ 8 ἀφορμὰς ἔχομεν ἀξιολόγους εἰς τὴν πυκτικήν, ποιότης ἔσται καὶ δύναμις, ἐπεὶ οὔτε μέρος τοῦ ἀνθρώπου ἐστὶν οὔτε ἄλλως τῆς οὐσίας συμπληρωτικόν, διότι οὐδὲ πᾶσιν ὑπάρχει τοῖς ἀνθρώποις. καὶ τοῦ λογικοῦ δὲ τὸ μὲν φυσικὸν οὐ ποιόν, τὸ δὲ ἐπιγνόμενον λογικὸν διά τε τῆς ὀξύτητος καὶ ἀγχινοίας ὡς ἐπισκευαστὸν ποιότης. ὥστε αἱ μὲν συμπληρωτικαὶ τῶν οὐσιῶν οὔκ εἰσιν ποιότητες, κἂν δοκῶσι τὴν ποιὰν οὐσίαν σημαίνειν, αἱ δὲ ἔξωθεν ἐπιγινόμεναι ἅ περὶ ψυχὴν καὶ περὶ σῶμα ἐπισκευαστήν τινα ἕξιν καὶ διάθεσιν καὶ μορφὴν σημαίνουσαι, αὗται ποιότητές εἰσιν· ἀεὶ γὰρ περὶ τὸ ὑποκείμενόν ἐστιν τι ποιοτης ειοοποιοῦσα τὸ οὐσιῶδες κἀκείνου οὖσα, ἀλλ᾿ οὐχὶ ἑαυτῆς. ἀλλ᾿ ἐὰν τὰς ἐπεισιούσας ταῖς οὐσίαις ἀδιορίστως ποιότητας λέγωμεν, οὐ μᾶλλον ποιότητας ἐροῦμεν ἢ ἄλλο τι τῶν ἑτέρως συμβεβηκότων· ἐὰν δὲ προσθῶμεν τιὸ ἐπὶ τῇ οὐσίᾳ προσεχὲς ὂν τῇ οὐσία καὶ ἐχόμενον τῆς οὐσίας, οὕτως ἂν μάλιστα ἀπτόμεθα τῆς περὶ τὸ ποιὸν ἐννοίας. ἔσται δὴ οὖν ποιότης δύναμις προστιθεῖσα ταῖς οὐσίαις μετ᾿ αὐτὰς τὸ ποιαῖς εἶναι, συνημμένη πρὸς αὐτὰς διὰ συγγενείας, τὸ δὲ μετ᾿ αὐτὰς οὐδὲν ἧττον ἐμφαίνουσα, διότι τὸ ἐπιγεννηματικὸν ἔχει. Ἅλλ᾿ εἰ ἡ δύναμις τοιαύτη, φησὶν 6 Πλωτῖνος, αἱ ἀδυναμίαι οὐκέτι ἔσονται ποιότητες· εἰ δὲ ποιότητες καὶ αὐταί, οὐκ ἐφαρμόσει κατὰ πασῶν τῆς ποιότητος διορισμός᾿. πρὸς δὴ τοῦτο ἀναγκαῖον διελέσθαι, πῶς λέγεται δύναμις καὶ ἀδυναμία. εἰ μὲν γάρ, ὡς οἱ Στωικοὶ ἀποδιδόασιν, ἡ δύναμις ἐστὶν ἡ πλειόνων ἐποιστικὴ συμπτωμάτων, ὡς ἡ φρονησις τοῦ τε φρονίμως περιπατεῖν καὶ τοῦ φρονίμως διαλέγεσθαι, ἔσονται κατὰ τὸν τοιοῦτον διορισμὸν καὶ αἱ νῦν λεγόμεναι ἀδυναμίαι δυνάμεις· καὶ γὰρ αἱ ἀτεχνίαι πλείονα διαπτώματα ἐπιφέρουσιν. εἰ μέντοι κατ᾿ ἄλλην διάταξιν τῶν Στωικῶν λέγοιτο δύναμις ἡ πλειόνων ἐποιστικὴ συμπτωμάτων καὶ κατακρατοῦσα τῶν ὑποτασσομένων ἐνεργειῶν, καὶ οὕτως ἐφαρμότττει ὁ τοῦ Πλωτίνου ὅρος· καὶ γὰ ἡ κακία ἀδυναμία οὖσα κατὰ τὸν τῶν Στωικῶν Β ὅρον κατακρατεῖ τῶν οἰκείων ἐνεργειῶν· καὶ αἱ μέσαι τέχναι ὡς ἂν ἀποπίπτουσαι τοῦ βεβαίως ἐνεγρεῖν ὅμως τοιαῦταί εἰσιν, ἀφ᾿ ὤ τὸ ἔχον δύναται ἂ δύναται, ὥστε αἱ τοιαῦται ἀδυναμίαι περιέχονται ἐν τῇ κατὰ τὴν ποιότητα δυνάμει. εἰ δὲ καὶ κατὰ Ἀριστοτέλη τὸ πολλαχῶς τῆς δυνάμεως διελώμεθα, καὶ οὕτως ὁ τοῦ Πλωτίνου λόγος καὶ ἐπὶ τῆς δυνάμεως σωθήσεται καὶ ἐπὶ τῆς ἀδυναμίας. ἑξαχῶς τοίνυν λεγομένης παρ᾿ αὐτῷ τῆς δυνάμεως ἄλλη μὲν ἐστιν ἡ ἀπὸ τοῦ δυνάμει, καθ᾿ ἣν οἷόν τε ἐν ἐπιτηδειότητι εἶναι, ὡς δυνατὸς ὁ παῖς ἀναγνῶναι ὡς ἐπιτηδειότητα ἔχων, καὶ ἄλλη ἡ τῇ ἐπιτηδειότητος τελειότης ἀρχὴ οὖσα κινήσεως, ὡς δυνατὸς ἀναγνῶναι ὁ γράμματα εἰδώς· αὕτη δὲ ἡ δύναμις καὶ ἐντελέχεια λέγεται, καὶ πρὸς ταύτην ἀτελὴς ἡ πρώτη δύναμις καὶ ἀδυναμία ἔσται ὑπὸ τῆς ἀτελοῦς δυνάμεως περιεχομένη. ἄλλως δὲ λέγονται παρ᾿ αὐτῷ δυνάμεις ἥ τε ποιητικὴ καὶ ἡ παθητική, ἡ μὲν ὅτι ἀπ᾿ αὐτοῦ εἰς ἕτερον, ἡ δὲ ὅτι ἀφ᾿ ἑτέρου εἰς αὐτό· καὶ πάλιν ἡ ἐν τῷ πάσχειν δύναμις ἀδυναμία ἔσται τοῦ ποιεῖν ἐν ἐτέρᾳ δυνάμει οὖσα τῇ κατὰ τὸ πάσχειν. ἄλλως δὲ πάλιν δύναμιν λέγει, καθ᾿ ἣν μόνος τις ἢ κάλλιον τῶν ἄλλων ποιεῖ, ὡς ὁ βαδίζων ὅσον οὐκ ἄλλος καὶ ὁ διανηξάμενος πέλαγος ὅσον οὐχ ἕτερος, καὶ πάλιν ἡ ἀντίθετος πρὸς ταύτην· τὸ γὰρ δυνάμενόν τι χεῖρον παθεῖν λέγομεν ἔχειν τούτου δύναμιν, ὡς τῷ ἀνθρώπῳ τοῦ φθαρῆναι. καὶ δῆλον ὅτι στέρησίς ἐστιν ἡ δύναμις αὕτη, καὶ οὕτως ἡ ἀδυναμία τῶν βελτιόνων δύναμις ἔσται πρὸς τὰ χείρονα καὶ καθόλου ἡ ἑτέρων ἀδυναμία ἄλλων ἔσται δύναμις καὶ οὐκ ἐξίσταται παντάπασιν ἡ ἀδυναμία τοῦ λόγου τῆς δυνάμεως, Μ’ ἀλλ᾿ ὑπ᾿ αὐτοῦ κρατεῖται. τὰ γὰρ ἀτελῆ συνείληπται ἐν τοῖς τελείοις· ἀπ᾿ αὐτῶν γὰρ ἔχει τὴν αἰτίαν τοῦ εἶναι καὶ αἱ ἀδυναμίαι οὖν περιέχονται ἐν τῷ τῆς δυνάμεως λόγῳ, ὡς ἂν τῆς πρωτίστης καὶ τελειοτάτης δυνάμεως καὶ ἐπὶ τὰ ἀσθενέστερα διηκούσης· διὰ τοῦτο δὲ καὶ ἡ ἀρετὴ γινώσκει τὴν κακίαν. εἰ δὲ τοῦτο, καὶ ἡ ποιότης τὰς ἀδυναμίας περιέξει διὰ τὸ καὶ ταύτας ὁποιασοῦν εἶναι δυνάμεις. ἢ καὶ αἱ ἀδυναμίαι καὶ αἱ στερήσεις δυνάμεις κατὰ τοῦτο λέγονται, ὅτι ποιοῦσιν τὰ ἑαυτῶν ἔργα ποιότητες οὖσαι καὶ αὐταὶ καὶ ποιοὺς παρεχόμεναι τοὺς ἔχοντας καὶ μορφὰς ἐπάγουσαι, εἰ καὶ ἀσχήμονας. καὶ διότι μὲν ποιοὺς παρέχονται τοὺς μετέχοντας αὐτῶν, ποιότητες λέγονται, καθ᾿ ὅσον δὲ καὶ τὰ οἰκεῖα ἔργα ἐπιτελοῦσιν, ῥηθήσονται καὶ δυνάμεις. ὅλως δὲ καθ᾿ ἑκάστην κατηγορίαν ὑπὸ τὸ αὐτὸ γένος ἐλέγοντο καὶ 01 στερήσεις ἀνάγεσθαι, ὑφ᾿ καὶ αἱ ἕξεις. σαφῶς δὲ καὶ Ἀριστοτέλης ὁμοίως τὸ κατὰ ἀδυναμίαν ὤσπερ τὸ κατὰ δύναμιν ποιοῦν εἶναί φησιν λέγων “ ἢ ἀπλῶς ὅσα κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται”. Ἀλλ᾿ εἰ ἑξαχῶς ἡ δύναμις λέγεται, κατὰ ποῖον σημαινόμενον αἱ ποιότητες εἴρηνται δυνάμεις, ἆρα κατὰ τὴν ἐπιτηδειότητα τὴν κοινήν, καθ᾿ ἣν καὶ πρὸς πάσας τὰς τέχνας ἐπιτηδείως ἔχειν λεγόμεθα, κἂν μὴ ἀναλαμβάνωμεν αὐτάς, ἢ καθ᾿ ἣν Ἀριστοτέλης ἔθηκεν ἐν ταῖς ποιότησιν ; λέγω δὲ τὴν ἰδίως προκοπὴν πρός τινα ἐκ φύσεως· σωφρονικὸς γὰρ ὁ ἤδη πολλὰ πλεονεκτήματα ἔχων καὶ ἀφορμὰς ἀπὸ φύσεως πρὸς ταῦτα, ὥσπερ ὁ Ἱππόλυτος. λυτος. ἢ κατ᾿ οὐδετέραν τούτων τῶν δυνάμεων πᾶσαι αἱ ποιότητες περιλαμβάνονται· καὶ γ]ρ ἐντελέχειαι μᾶλλον αὗται. ὡς δὲ αἱ δραστικὰ καὶ αἱ ποιητικαὶ εἰς ἄλλους εἶεν μὲν ἂν αἱ πλείους, οὐ μὴν ἅπασαι· καὶ | γὰρ καὶ ἡ γεωμετρία καὶ ἡ σοφία ποιότητες, ἀλλ᾿ οὐ δραστικαὶ εἰς ἄλλους, ἀλλὰ θεωρητικοὺς μόνον παρέχουσι τῷ αὑτῶν λόγῳ τοὺς κατ᾿ αὐτὰς ἐνεργοῦντας. οὐδὲ πᾶσαι δὲ ποιότητες τοῦ εὖ ἀποδοτικαὶ οὐδὲ πᾶσαι τῶν σπανίων δυνάμεις, ἀλλὰ κομιδῇ εὐαρίθμητοι. ἀλλ᾿ οὐδὲ πᾶσαι τῶν ποιεῖν ἢ πάχειν δυνάμεις πᾶσαι αἱ ποιότητες ἔσονται· οὔτε γὰρ τῇ γρυκοὺ οὔτε τῇ τριγωνότητι οὔτε ὅλως ταῖς κατὰ σχῆμα πάρεστι τὸ δραστιτητες κοὺς παρέχειν τοὺς ἔχοντας. ἀλλ᾿ ἴσως διὰ τοῦτο ταῖς δυνάμεσιν αἱ ποιότητες οὐκ ἐξισάζουσιν, διότι τὸ ἴδιον σημαινόμενον τῶν δυνάμεων, ἀλλ᾿ οὐχὶ τὸ κοινὸν παραλαμβάνομεν. εἴτε γὰρ σπεύδοιτο πρὸς τελείωσιν ὡς τὸ ἐπιτηδείως ἔχον εἴτε ἐν τελειότητι θεωροῖτο ὡς αὐτὴ ἡ έντελέχεια εἴτε δρῴη τι εἰς ἕτερον ὡς ἡ ἀπὸ τῆς ἕξεως τῆς ἐν ἄλλῳ εἰς ἄλλο ἐνέργεια εἴτε πάσχοι ὡς ἡ ἀπ᾿ ἄλλου παραγινομένη κίνησις εἴτε εἰς τὸ εὖ μόνον τι ἔργον ἀποτελεῖν συμβάλλοιτο εἴτε χεῖρόν τι ἀπεργάζοιτο, πανταχῶς ἔχει πρὸς ταῦτα ὅλα δύναμιν, καὶ οὕτω κοινόν τι ἔσται τὸ τῆς δυνάμεως διατεῖνον ἐπὶ πάντα ταῦτα. τὸ δὲ οὕτω θεωρούμενον κοινὸν καὶ πρὸς τὰ εἴδη τῆς ποιότητος πάντα συνέζευκται· τάς τε γὰρ τελείας ἕξεις τὰς μονίμους καὶ τὰς ἐπὶ βραχὺ ἐγγινομένας διαθέσεις καὶ τὰς ἐπιτηδείως παρεσκευασμένας προκοπὰς καὶ τὶς κατὰ κάθος ἢ μορφὴν ἢ σχῆμα παραγινομένας ποιότητας ἡ κοινὴ δύναμις δύναται τοιαύτας ἀπεργάζεσθαι, καὶ ὅλως συναπαρτίζει πρὸς τὴν ποιότητα· ἡ γὰρ αὐτὴ αἰτία, καθ᾿ ὅσον μὲν ποιοὺς παρέχεται, ποιότης ἐστίν, καθ᾿ ὅσον δὲ δύναται τοὺς ποιοὺς ἀπεργάζεσθαι, δύναμις νοεῖται. Εἰ δέ τις ἀπορεῖ, πῶς τὸ σχῆμα καὶ ἡ περὶ ἕκαστον μορφὴ δύναμις ἔσται, ἐροῦμεν ὅτι τῶν ποιητικῶν δυνάμεων αἱ μὲν εἰς ἄλλα τινὰ ἔξωθεν ἐνεργοῦσιν ὡς ἡ θερμότης εἰς τὸ θερμαινόμενον, αἱ δὲ εἰς τὰ μετέχοντα ἑαυτῶν κατὰ ἀκίνητον ἐνέργειαν τοιαῦτα αὐτὰ παρεχόμεναι, ὁποῖά ποτε αὐταί εἰσιν. ἣν οὖν αἰτίαν ἐνδιδόασιν αὐτοῖς εἰς τὸ εἶναι, ταύτην δύναμιν καλοῦμεν, οὐ τὴν ἔξω προϊοῦσαν, ἀλλὰ τὴν μένουσαν ἐν αὐτοῖς ἐκείνοις τοῖς μεταλαμβάνουσιν. τῶν δὲ τοιούτων αἰτίων τὰ μὲν ὅλα δι᾿ ὅλων τῶν μετεχόντων διήκει ὥσπερ ἡ λευκότης δι᾿ ὅλου τοῦ γάλακτος καὶ ἁπλῶς ὅσα ὁρῶμεν δι᾿ ὅλου ὄντα ποιά, τὰ δὲ ἐπιπολῆς καὶ ἔξωθεν δέχεται τὴν ποιότητα ὥσπερ ἡ μορφὴ καὶ τὸ σχῆμα. ταῦτα δὴ οὖν καὶ τὴν δύναμιν παροῦσαν ἔξωθεν καὶ περιγράφουσαν ἔχει, καὶ ἔσται δυνάμεώς τι τοῦτο τελευταίας εἶδος τὸ κατὰ τὴν ἐπιφάνειαν περιωρισμένον καὶ μὴ δι᾿ ὅλου τοῦ βάθους διατεῖνον· ὅσῳ γὰρ μᾶλλον ἀφίσταται τοῦ εἴδους, τοσούτῳ πλέον καὶ τῆς ὅλης δυνάμεως αὐτοῦ ἐξίσταται. καὶ ἡ γρυπότης οὖν αὐτὸ τοῦτο δύναται γρυπὸν παρέχεσθαι τὸν μετέχοντα ἑαυτῆς, καὶ ἡ τριγωνότης τὸ τρίγωνον παρέχεται τοιοῦτον τῷ σχήματι, ὁποῖόν ποτέ ἐστιν αὐτό. Ἀλλὰ πῶς τὸ ὂν καὶ αἱ οὐσίαι ἐνεργειῶν καθ᾿ ἑαυτὰς ἀποδοτικαί; κατὰ τὰς δυνάμεις δηλονότι, οὐ ποιοτήτων μετοχῇ δὲ ταύτας ἔχουσι τὰς δυνάμεις, καὶ εἰσὶν μὲν αἱ ποιότητες δυνάμεις καὶ διὰ τοῦτο ποιητικαί, οὐ μέντοι πρώτως ποιητικαὶ οὐδὲ μόνως ποιοῦσαι, ὥστε οὐκ εἴ τι ποιητικόν, ποιότης, Μ’ εἴ τι ποιότης, ποιητικόν. ὁμοίως δὲ οὐχὶ ἁπλῶς δύναμις λέγεται εἶναι ἡ ποιότης, ἀλλὰ τὶς δύναμις, ὥστε εἴ τις μὲν ποιότης ἐστίν, δύναμις ἔσται, εἴ τις δὲ δύναμις, οὐ πάντως ποιότης. καὶ τὸ ὂν οὖν ᾗ ὂν καθ᾿ αὑτὸ δύναμιν ἕξει, ἀλλ᾿ οὐ ποιότητος μετοχῇ ἔσται ἐν δυνάμει, ἐπειδὴ ἡ ἀπλῶς δύναμις ἄλλη τις ἦν καὶ οὐχ ὅπερ ἡ ποιότης. καὶ εἰκότως προείληπται δυνατώτατον τὸ ὄν, διότι τὴν κυριωτάτην καὶ πρωτίστην ἔχει δύναμιν. καὶ αἱ οὐσίαι δέ, ὅσαι τῇ ἐνεργείᾳ εἰσὶ ταὐτόν, οὐδὲν προσδέονται ποιότητος καίτοι δυνάμεις οὖσαι, ἐπειδὴ πρεσβυτέραν αὐτῶν προσειλήφεισαν δύναμιν καὶ καθ᾿ αὑτάς εἰσιν δυνάμεις. ὅλως γὰρ ἄνωθεν κάτεισιν ἡ τῆς δυνάμεως αἰτία δι᾿ ὅλων τῶν ὄντων διατείνουσα καὶ πληροῦσα πάντα καὶ συνέχουσα καὶ μέχρι τῶν ἐσχάτων οἷον τῶν στερήσεων ἀποτελευτῶσα. Ἀλλ᾿ εἰ κατὰ τὸν χαρακτῆρα μάχιστα τὴν ποιότητα ἀφορίζομεν, Πῶς αὕτη ἡ ἔννοια τῇ τῆς δυνάμεως ἐννοίᾳ συνᾴσεται; ἢ καὶ οὗτος 6 χαρακτὴρ οὐ μάχεται πρὸς τὴν δύναμιν· κατὰ γὰρ τὸν χαρακτῆρα τὸν ἐαυτοῦ ἕκαστον δύναται ποιεῖν ἂ ποιεῖ. ἀλλὰ πῶς ἡ ποιότης κατὰ τὸν χαρακτῆρα λέγεται οὐσιῶσθαι, εἴπερ καὶ ἐκάστη τῶν κατηγοριῶν ἴδιον ἔχει χαρακτῆρα, καθ᾿ ὃν ὑφέστηκεν καὶ διαφέρει τῶν ἄλλων ; ἢ καὶ ἐκεῖναι κατὰ τὴν ποιότητα τὴν τε πρὸς ἀλλήλας ἔχουσιν διαφορὰν καὶ τὸν χαρακτῆρα, ὥσπερ τὴν ὑπόστασον αὐτὴν κατὰ τὴν οὐσίαν· τῆς γὰρ ποιότητος ἴδιον τὸ διορίζειν τὰς οὐσίας πρὸς ἀλλήλας καὶ τὸ πρὸς ἑαυτὰς ἴδιον χαρακτῆρα ἐμποιεῖν καὶ τὸ τὴν ἐνέργειαν περὶ τὸ οἷον καὶ τὸν χαρακτῆρα συντείνειν, ὤσπερ ἡ ποσότης περὶ τὸ ὅσον μόνον ἐνεργεῖ καὶ ἡ οὐσία περὶ τὸ οὐσιῶδες εἶδος ἵσταται. ἀλλὰ ταῦτα μὲν ἀπὸ τοῦ πλούτου τῶν ἐξηγητῶν πλουσίως παραγεγράφθω, δεῖ δὲ λοιπὸν καὶ ἐπὶ τὴν τοῦ Ἀριστοτέλους λέξιν παρατρέψαι τὸν λόγον. p. 8b26 Ἕν μὲ οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις ἕως τοῦ 01 δὲ διακείμενοι οὐ πάντως ἕξεις ἔχουσιν. | Ὄτι μὲν τὸ πλεοναχῶς τῆς ποιότητος οὐχ ὡς ὁμωνύμως εἰρημένον παρείληπται, δηλοῖ τὸ ἓν μὲν οὖν εἶδος ποιότητος. εἰ δέ τις καὶ πρὸς τὸ γένος εἶναι καὶ συνωνύμως κατηγορεῖσθαι φιλονεικεῖ διὰ τὴν τάξιν, ἐκλεγέσθω τὸ μέσον τῶν τε συνωνύμων καὶ ὁμωνύμων τὸ ἀφ’ ἐνός, οὐ μόνον ἐπὶ τῆς ποιότητος, ἀλλὰ ἰαὶ ἐπὶ τῶν ἄλλων ἐννέα γενῶν· οὐδὲ γὰρ ἐκεῖνα κυρίως ἐστὶν γένη οὐδὲ ὠς γένη τῶν ὑπ᾿ αὐτὰ κατηγορεῖται, τάξεως οὔσης πανταχοῦ πρώτων ἰαὶ δευτέρων. ὤσπερ δὲ ἐπὶ τῶν ἄλλων, οὕτως καὶ ἐνταῦθα μετὰ τὴν ὑπογραφὴν τῆς φύσεως αὐτῶν ἐπὶ τὴν διαίρεσιν τρέπεται καὶ οὕτως ἐπὶ τὰ παρακολουθοῦντα. Ἀλλ᾿ ἐπειδὴ τετραδικὴν τῶν ποιοτήτων διαίρεσιν Ἀριστοτέλης παραδέδωκεν ἐμφαίνουσάν τι καὶ δυαδικὸν πρὸ τοῦ τετραδικοῦ, δεῖ τὴν ἀκολουθίαν ἐκφῆναι τῆς διαιρέσεως ἀπὸ τοῦ δυαδικοῦ τὴν ἀρχὴν ποιησάμενον, ὡσπερ καὶ 6 Πλάτων παρακελεύεται κατὰ τοὺς ἐλάττονας τέμνειν ἀριθμοὺς πρότερον, εἴ πη δυνατόν. τῶν γὰρ ποιοτήτων αἱ μέν εἰσιν φυσικαί, αἱ δὲ ἐπίκτητοι, φυσικαὶ μὲν αἱ κατὰ φύσιν ἐγγινόμεναι καὶ ἀεὶ ἐνοῦσαι, ἐπίκτητοι δὲ αἱ ἔξωθεν ἀποτελούμεναι καὶ δυνάμεναι ἀποβάλλεσθαι· καὶ τούτων μὲν ἔστωσαν αἱ ἕξεις καὶ διαθέσεις τῷ πολυχρονιωτέρῳ τε καὶ ὀλιγοχρονιωτέρῳ καὶ δυσαποβλήτῳ τε καὶ εὐαποβλήτῳ διαφέρουσαι, τῶν δὲ φυσικῶν ποιοτήτων αἱ μὲν ἔστωσαν κατὰ τὸ δυνάμει, αἱ δὲ κατὰ τὸ ἐνεργείᾳ, αἱ μὲν κατὰ τὸ δυνάμει καθ᾿ ἃς ἐπιτήδειοι πρός τι λεγόμεθα, τῶν δὲ κατ’ ἐνεγργειαν τὸ μὲν διὰ βάθους, ὅπερ κατὰ τὰς παθητικὰς ποιότητας ὑπάρχει, διττῶς καὶ τοῦτο λεγόμεν<ον>, ἢ ἀπὸ τοῦ πάθος ἐμποιεῖν τοῖς αἰσθνομένοις ἢ ἀπὸ τοῦ αὐτὰς ἀπὸ πάθους ἐγγίνεσθαι, οἷον γλυκύτης καὶ θερμότης καὶ λευκότης καὶ τὸ τούτοις συγγενῆ· ποιότητες γὰρ αὗται, εἴπερ ποιὰ κατὰ ταῦτα λέγεται τὰ ἔχοντα, παθητικαὶ δέ, ὅτι πάθος ἐμποιοῦσιν ταῖς αἰσθήσεσιν ἢ ἀπὸ τοῦ πάθους ἐγγίνονται· “αἰσχυνθεὶς γὰρ ἐρυθρός τις ἐγένετο καὶ φοβηθεὶς ὠχρός”. τὸ δὲ ἐπιπολῆς ἐστι τῶν κατ᾿ ἐνέργειαν ποιοτήτων ὥσπερ τὸ σχῆμα καὶ ἡ μορφή, ἥτις ἐστὶν σχῆμα ἐμψύχου, καὶ χρῶμα, οὐ B καθὸ χρῶμα ἁπλῶς (ἤδη γὰρ ἐκεῖνο προείληπται), ἀλλὰ καθὸ τὴν μορφὴν συμπληροῖ, καὶ πᾶσαι αἱ ἐπιπολῆς φαινόμεναι κατὰ περιγραφὴν ἐμφάσεις. παντὸς δὲ ἂν εἴη ἐπιστῆσαι, ὠς καὶ αὐτὸς ἐπισημαίνεται 6 Ἰάμβλιχος, ὡς ἐγχωρεῖ καὶ σχῆμα ἐπίκτητον εἶναι· τὸ γὰρ αὐτὸ ποτὲ μὲν τρίγωνον γίνεται, ποτὲ δὲ τετράγωνον ὑπὸ τέχνης μεταπλαττόμενον· καὶ χρῶμα δὲ ὁμοίως οὐ φυσικόν, ὠς 6 τῶν δειλῶν ὦχρος· ἔστιν δὲ καὶ διάθεσιν φύσει εἶναι καὶ μὴ ἐπίκτητον, ὡς ὑγίειαν καὶ νόσον, Τι αἳ καὶ ἕξεις ἂν εἶεν, εἴπερ ὑπὸ τῆς φύσεως κρατοῖντο, καὶ διὰ τοῦτο ἴσως τὴν εἰς δύο διαίρεσιν ὁ Ἀριστοτέλης παρῃτήσατο. πῶς πῶς δὲ ἐπὶ μὲν τοῦ πρώτου ἓν μὲν οὖν εἶδος ποιότητός φησιν, ἐπὶ δὲ τοῦ δευτέρου “ἕτερον δὲ γένος ποιότητος” ; ἢ ὅτι [καὶ] τὰ εἴδη ταῦτα καὶ γένη ἐστὶν ἄλλων εἰδῶν ἔτι καθολικώτερα ὄντα καὶ ὑπάλληλα, διὰ τοῦτο καὶ γένη καὶ εἴδη αὐτὰ καλεῖ, ἀλλ᾿ οὐχ ὅτι ἐπηλλαγμένως χρῆται τῷ τοῦ εἴδους καὶ γένους ὀνόματι διὰ τὸ μήπω μήπω διαφορὰν αὐτῶν ἐγνῶσθαι, ὥς φησιν ὁ Ἀλέξανδρος. Τῶν δὲ ἕξεων καὶ διαθέσεων οὐχ ὠς δύο εἰδῶν ἀκούειν χρὴ διαφοραῖς εἰδοποιοῖς διωρισμένων, ὡς ἄνθρωπος διώρισται ἰαὶ βοῦς,ἀλλ᾿ ἀλλ᾿ ὡς ὁ ἀρτίτοκος πρὸς τὸν ἀκμάζοντα διενήνοχεν. οὐ γὰρ τῷ εἴδει ταῦτα διαφέρει· ὁ γὰρ λόγος εἷς ἐπ᾿ ἀμφοτέρων, ὅτι χρῶμα διακριτικὸν ὄψεως τὸ λευκόν, κἂν τε κατὰ ἕξιν ᾖ κἂν τε κατὰ διάθεσιν· ἀλλ᾿ οὐδὲ ἀριθμῷ διαφέρει ἀλλήλων, ὥσπερ Σωκράτης Πλάτωνος οὐδὲν γὰρ ἰδιάζον πλῆθος συνδραμὸν τὴν κατ’ ἀριθμὸν διάστασιν ἀπειργάσατο· ἀλλὰ χρόνῳ διαφέρει, ὡς τὸ ὀλιγοχρόνιον λευκὸν τοῦ πολυχρονίου, καὶ τῷ μονιμωτέρῳ ἢ μή, ὥσπερ ἡ πεπηγυῖα οἰκοδομία τῆς ἀρτιπαγοῦς· 6 ὁ δὲ τῆς ποιότητος λόγος εἷς ἐπ᾿ ἀμφοτέρων· ποιοὶ γὰρ ἀέ ἑκατέρας παρονομάζονται. ἔστω δὲ ἕξεως μὲν παράδειγμα αἱ τέχναι καὶ ἐπιστῆμαι καὶ ἀρεταί. πᾶσαι γὰρ δυσκίνητοι καὶ τὸ μόνιμον ἔχουσαι, ἐὰν μὴ ὑπὸ νόσου ἢ ἄλλου τοιούτου ἢ ὑπὸ συνεχοῦς ῤᾳθυμίας ἐκκρουσθῶσιν. αἱ μέντοι ἀρεταὶ καὶ ἔτι μονιμώτεραι, διότι κατὰ πᾶσαν ἐνέργειαν ταύταις χρώμεθα, οὐ μέντοι ταῖς τέχναις, καὶ διότι ἐν προαιρέσεσιν αἱ ἀρεταὶ καὶ τῷ ἐφ᾿ ἡμῖν, οὐκέτι δὲ αἱ τέχναι. αὐτὸς δὲ πάσας τὰς τέχνας ἐπίστήμας νῦν προσηγόρευσεν κατὰ τι κοινὸν ἦς ἐπιστήμης σημαινόμενον. τῶν δὲ δυσκινήτων τὴν ἐπιστήμην φησίν, ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ, τοῦ μετρίως οὐ τὸ ἐπιπόλαιον δηλοῦντος (οὐδὲ γὰρ ἐπιστήμη οὐδὲ ἕξις τὸ τοιοῦτον), ἀλλ᾿ ἐπεί εἰσί τινες τῶν ἐπιστημῶν οὐ πάνυ ἀποδεικτικαὶ καὶ διὰ τοῦτο οὐδὲ κυρίως ἐπιστῆμαι, ὡς τὰς μαθηματικὰς ἀπέδειξεν ὁ Πλάτων, λέγει ὅτι καὶ οἱ τοιαύτην ἐπιστήμην ἀναλαβόντες δυσκίνητοί εἰσιν, καὶ εἴη ἂν τὸ μετρίως ἴσον τῷ ῾μετρίαν οὖσαν᾿ ἐπιστήμην. μήποτε μήποτε δὲ καὶ ἐν τῇ ἐπιστήμῃ ἔΜ τις ἐπίτασις καὶ ἄνεσις, ὥσπερ καὶ ἐν τῇ ἕξει καὶ τῇ διαθέσει· κἂν μὴ κατὰ τὸ ἄκρον οὖν <τις εἴη> τῆς ἐπιστήμης, ἀλλὰ μετρίως αὐτὴν ἔχοι, ὡς ἐπιστήμων εἶναι καὶ οὕτως δυσκίνητος ἡ ἐπιστήμη, ἐάνπερ μὴ μεγάλη γένηται μεταβολὴ ὐπὸ νόσου ἤ ἄλλου τινὸς τοιούτου. καὶ γὰρ νοσήσαντές τινες ἀπέβαλον τὰς ἐπιστήμας, ὤσπερ ἐφ᾿ ἡμῶν ἐν Παλαιστίνῃ προκεκοφώς ἐν λόγοις ἤδη καὶ νοσήσας πάντων ἐπελάθετο, ὡς δεηθῆναι μετὰ τὴν ἀνάληψιν αὖθις εἰς γραμματιστοῦ φοιτῆσαι. καὶ ὑπ᾿ ἄλλου δὲ αἰτίου συμβαίνει τοῦτο, ὡς ἐπὶ τοῦ | πληγέντος τὴν κεφαλήν· καὶ ὑπὸ φαρμάκων δὲ ἐπιλαθέσθαι συνέβη πάντων, ὡς τοῖς μετὰ Ἀντωνίου τοῦ Ῥωμαίων στρατηγοῦ Πάρθοις πολεμοῦσιν συνέβη ἐπὶ βοτάνης τινὸς ἐδωδῇ, ὠς Ἀρριανὸς ἱστόρησεν ἐν τοῖς Παρθικοῖς, πλὴν ὅτι ἐκεῖνοι χρόνῳ πάλιν ἀπεκατέστησαν εἰς τὸ κατὰ φύσιν, ὅσοι περιεσώθησαν οἰνελαίου πόματος εὐπορήσαντες· τοῦτο γὰρ ἐκ περιπτώσεως ηὑρέθη τοῦ πάθους βοήθημα. ὡσαύτως δὲ καὶ τὰς ἀρετὰς μὴ εἶναι εὐκινήτους φησίν, οὐχ ὅτι ὁμοίως ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ἔχουσι τὸ δυσκίνητον (βεβαιότεραι γὰρ ἐκείνων εἰσίν), ἀλλ᾿ ὅτι αὗται οὐκ εὐκίνητοι· τὸ δὲ βεβαιότερον ἔχουσιν, ὠς εἴρηται, διὰ τὸ πανταχοῦ τὴν χρῆσιν αὐτῶν καὶ τὴν ἐνέγρειαν παραλαμβάνεσθαι ἐν παντὶ τόπῳ καὶ παντὶ καιρῷ καὶ πάση ἐνεργείᾳ καὶ πάσῃ τοῦ βίου περιστάσει. διαθέσεως δὲ παράδειγμα τίθησιν θερμότητα, οὐ τὴν φυσικὴν οἵα ἡ τοῦ πυρός, ἀλλὰ τὴν ἐπίκτητον οἵα ἡ τοῦ θερμαινομένου ὕδατος, καὶ ψύξιν, οὐ τὴν τῆς χιόνος, ἀλλὰ τὴν τῶν προσκαίρως ψυχομένων σωμάτων, αἵτινες καὶ ἀφίστανται. καὶ ἡ νόσος δὲ καὶ ἡ ὑγίνεια εὐκίνητα· ταχὺ γὰρ καὶ ταῦτα μεταβάλλει ἐπὶ τὸ ἐναντίον, εἰ μή τις διὰ χρόνον πλῆθος φυσιωθείη ἐν τούτοις, τῆς τε νόσου ἀνιάτου γενομένης καὶ τῆς ὑγιείας δυσαποβλήτου, ὅτε οὔτε διαθέσεις, ἀλλ᾿ ἕξεις ἤδη προσήκει τὰς τοιαύτας καλεῖν. ὅτι δὲ αἱ μόνιμοι ποιότητες ἔξεις εἰσίν, πιστοῦται ἀπὸ τῆς συνηθείας· τοὺς Τὰρ μὴ κατέχοντας τὰ θεωρήματα, ἀλλ᾿ εὐμεταπτώτους οὔ φασιν ἕξιν ἔχειν, καίτοι διάκεινταί πως κατὰ τὴν ἐπιστήμην· διακεῖσθαι Τὰρ λέγονται οἱ εὐμετάπτωτοι. “Δεῖ δὲ μὴ νομίζειν γένος τὴν διάθεσιν τῆς ἕξεως, φησίν Ἰάμβλιχος· πάντως μὲν γὰρ εἰδοποιὸν διαφορὰν προσιέναι δεῖ τῷ γένει εἰς τὴν τῶν εἰδῶν σύστασιν, οὐδεμία δὲ τοιαύτη πρόσεισιν, ὅταν ἡ ἀπαγὴς ποιότης πεπηγυῖα γένηται. πῶς οὖν εἶπεν ὅτι εἰσὶν αἱ μὲν ἕξεις καὶ διαθέσεις, αἱ διαθέσεις δὲ οὐ πάντως ἕξεις; τοῦτο γὰρ τὰ γένη πρὸς τὰ εἴδη πεπονθέναι δοκεῖ. ἀλλὰ τὰ μὲν γένη, φησίν, τοῦτο πέπονθεν πρὸς τὰ εἴδη τῷ ἐπὶ πλεον τὰ γένη λέγεσθαι τῶν εἰδῶν, αἱ μέντοι ἔξεις οὐ διὰ τοῦτο πάντως διαθέσεις τῷ ἐπὶ πλέον αὐτῶν λέγεσθαι τὴν διάθεσιν, ἀλλ᾿ ὅτι ὁ μὲν ἐν ἕξει ὢν διάκειται κατὰ τὴν ἐκτικὴν ποιότητα, ὁ δὲ κατὰ ποιότητα διακείμενος οὐ πάντως καθ᾿ ἕξιν τὴν ποιότητα διακειμένην ἔχει· οὐ γὰρ δήπου ἡ γλαυκότης καὶ σιμότης κατ᾿ ἐπίτασιν τὸ πρῶτον ὑπέστη, διάκεινται μέντοι οἱ γλαυκοὶ καὶ οἱ σιμοί. τινὲς με) οὖν ἐξ ἀνειμένων ἐπετάθησαν, ὡς αἱ τῶν τεχνῶν ἀναλήψεις ἀπὸ τῆς ἀνειμένης ποιότητος εἰς τὴν πάγιον, τινὲς δὲ οὐδὲ ἐπετάθησαν, ἀλλὰ κατὰ μεταβολὴν πρώτως ὑπέστησαν, ὡς τὸ γάλα μεταβαλὸν καὶ οὐκ ἐπιταθὲν τυρὸς ἐγένετο καὶ ὁ πηλὸς κέραμος καὶ ὁ οἶνος ὄξος. ὥστε οὐ γένος ἡ διάθεσις”. ταῦτα μὲν οὖν ὁ Ἰάμβλιχος γέγραφεν. ὁ δὲ Συριανός φησιν· “ἔστιν τὸ πρῶτον εἶδος τῆς ποιότητος διάθεσις· ταύτης δὲ τὸ μὲν ἕξις, τὸ δὲ διάθεσις ὁμωνύμως τῷ γένει”. μήποτε δὲ οὐδὲ γένος ὅλως ἐστὶν ἡ κοινὴ διάθεσις τῆς ἀντικειμένης τῇ ἕξει, ἀλλ᾿ ὁμώνυμοι μόνον εἰσίν, τῆς μὲν κοινῆς κατὰ τὸ διακεῖσθαι πῶς λεγομένης, τῆς δὲ ἰδίας κατὰ τὸ μόνον διακεῖσθαι· τῷ γὰρ μὴ βεβαίως, ἀλλὰ μόνον διακεῖσθαι, τούτῳ καὶ εὐαπόβλητός ἐστιν ἡ διάθεσις. ἄλλο δὲ ἐστιν τὸ διακεῖσθαι πῶς, εἴτε μονίμως εἴτε εὐμεταβλήτως, καὶ ἄλλο τὸ μόνον διακεῖσθαι· εἰ δὲ ἦν γένος ἡ διάθεσις ἐκείνη ταύτης, ἔμελλεν καὶ αὕτη ὁπωσοῦν διακεῖσθαι, νῦν δὲ εὐαπόβλητός ἐστι μόνως. Αἰτιᾶται δὲ ὁ Νικόστρατος, ὅτι εἰπὼν ἓν εἶδος ποιότητος οὐχ ἓν ἐπήγαγεν, ἀλλὰ δύο, τὴν τε ἕξιν καὶ τὴν διάθεσιν. ἀγνοεῖ δέ, φασίν, ὅτι τὸ ἓν εἶδος τὴν διάθεσιν λαμβάνει, ὑφ᾿ τάττει τὴν ἕξιν καὶ τὴν διάθεσιν τὴν ὁμώνυμον τῷ κοινῷ, ὥσπερ ὑπὸ τὴν κοινὴν δικαιοσύνην ἥ τε μερικωτέρα δικαιοσύνη τέτακται καὶ ἡ ὁσιότης. καὶ ἐνταῦθα 6 Ἰάμβλιχος τὴν μὲν τινα διάθεσιν ἐν γένει φησὶν καὶ κοινήν, τὴν δὲ ἐν εἴδει, οὐχ ὅτι γένος κυρίως εἶναι βούλεται, ἀλλὰ τὴν κοινὴν γένος καλῶν. καὶ κατ’ ἄλλον δὲ τρόπον λύων τὴν ἀπορίαν ὁ Ἰάμβλιχὸς φησιν ἓν εἶδος εἶναι ἄμφω τὴν ἕξιν καὶ τὴν διάθεσιν· οὐ γὰρ ἔχουσι τοὺς γενικοὺς καὶ εἰδικοὺς λόγους πρὸς ἀλλήλας χρόνῳ μόνῳ καὶ τῷ εὐμεταβόλῳ καὶ δυσμεταβόλῳ διαφέρουσαι· διὸ καὶ ἐν τῷ αὐτῷ εἴδει θεωροῦνται καὶ οὐδετέρα αὐτῶν προέχει τῆς λοιπῆς. καὶ ὑπομιμνῄσκει τοῦ καθόλου διορισμοῦ, ὃν Ἀριστοτέλης διωρίσατο, πότε εἰς ἄλλο εἶδος ἡ φαινομένη παραλλαγὴ μαθίσταται καὶ πότε εν ἑνὶ ποιεῖται τὴν μετάστασιν, τὰς μὲν κατὰ τὸ σῶμα καὶ τὴν ὕλην ἑτερότητας μὴ παραλαμβάνων εἰς εἰδοποιοὺς διαφοράς, τὰς δὲ κατὰ τοὺς λόγους μόνας εἰς ἐξαλλαγὴν τῶν εἰδῶν παραλαμβάνων· διὸ τὸ ἄρρεν καὶ τὸ θῆλυ καίτοι πολλὴν ἔχοντα διαφορὰν κατὰ τε τὰς ἄλλας ἐνεργείας καὶ τὰς γεννήσεις ὅμως κατὰ τὸ εἶδος οὐ βούλεται διαφέρειν οὐδὲ τὸν λευκὸν ἄνθρωπον τοῦ μέλανος οὐδὲ ἂν κατὰ χρόνον γένηταί τις διαφορά, οἷον εἴ τινες ἐν ὄρεσιν οἰκοῦντες πολυχρονιώτεροί εἰσιν, ὥσπερ οἱ Ἀκροθωῖται λέγονται, ἢ ἐν ἕλεσιν ὀλιγοχρονιώτεροι· οὐ γὰρ ἡ κατὰ χρόνον παραλλαγὴ εἶδος ἕτερον ἀνθρώπων ἀπεργάζεται, ἀλλὰ μέρει τὸ αὐτὸ εἶδος περιέχον τὰς κατὰ χρόνον διαφοράς. καὶ ἐπὶ τῆς ἕξεως οὖν καὶ διαθέσεως ἡ ἐπίτασις καὶ ἡ ἄνεσις ὑλικωτέρα, ἀλλ᾿ οὐ κατὰ τὸ εἶδος ἐμποιεῖ διαφοράν· ἡ γὰρ τοῦ μᾶλλον καὶ τοῦ ἧττον ἀοριστία ἀπὸ τῆς | ὕλης ἐμφύεται. καὶ ἡ κατὰ χρόνον δὲ ἔκτασις καὶ συστολὴ ἀλλοτρίως ἔχει πρὸς εἰδοποιίαν· οὐδὲ γὰρ ἐμποιεῖ κατ’ εἶδος διαφοράν· οὐδὲ γὰρ συμπληροῖ ὁ χρόνος τὴν τοῦ εἴδους διέξοδον, ἀλλ᾿ ὑπηρετεῖ μόνον αὐτῷ πρὸς τὴν τῆς ζωῆς παράτασιν. καὶ ἡ λέξις δὲ τοῦ Ἀριστοτέλους ἀκριβῶς προενεχθεῖσα λύει τὴν ἀπορίαν· οὐ γὰρ εἶπεν ἓν γένος, ἀλλ᾿ ἓν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν. πάλιν δὲ κατὰ συμπλοκὴν εἴρηται ἕξις καὶ διάθεσις, ὡς ἐν ταὐτῷ εἴδει ὑφεστηκυῖαι, ἀλλ᾿ οὐχ ὡς ἀντιτιθέμεναι ἐν ἑτέρῳ καὶ ἑτέρῳ εἴδει. τρίτον οὐδαμοῦ τῆς διαθέσεως μνημονεύει ὠς διχῶς λεγομένης γενικῶς τε καὶ εἰδικῶς· οὐδὲ γὰρ πέφυκε γένος ποιεῖν ἡ τοῦ ἀνειμένου καὶ ὀλιγοχονίου παραλλαγή, ἵνα γένος οὕτως νομίζοιτο ἡ διάθεσις. καὶ τελευταῖον δὲ τὰς διαφορὰς αὐτῶν παραδεικνὺς τῷ μονίμῳ καὶ πολυχρονίῶ καὶ τοῖς ἀντικειμένοις αὐτὰ χαρακτηρίζει, ἅπερ εἰδητικὰς διαφορὰς οὐ βούλεται ποιειν. Λέγει δὲ ὁ Ἰάμβλιχος, ὅτι “ ἄν τις ἀπαιτήσῃ ἡμᾶς τὸν ὁρισμὸν τῆς ὡς ἐν γένει διαθέσεως καὶ τῆς ὠς ἐν εἴδει, ὥσπερ ἐπὶ τῆς δικαιοσύνης ἔχομεν ἀποδοῦναι ἄλλον μὲν λόγον τῆς ὡς ἐν γένει δικαιοσύνης, ἄλλον δὲ τῆς ὡς ἐν εἴδει, οὐκ ἂν ἔχομεν εἰπεῖν ἐπὶ τούτων τὸ διάφορον· οὔτε γὰρ τὸ ὀλιγοχρόνιον καὶ εὐκίνητον τῆς διαθέσεως οἷόν τε γένος εἶναι τοῦ πολυχρονίου καὶ δυσκινήτου, οὔτε ἄλλο τι δυνατὸν ἀναπλάττειν σημαινόμενον διατεῖνον ἐπίσης ἐπί τε τὸ ὀλιγοχρόνιον καὶ πολυχρόνιον”. τούτοις δὲ ἐφιστάνειν ἀξιῶ, πρῶτον μὲν ὅτι κἂν ᾖ τις διάθεσις ὠς γένος, οὐκ ἦν αὕτη ἡ ὀλιγοχρόνιος, ἀλλ᾿ ἄλλη τις ἀμφοῖν κοινὴ κατὰ τὸ διακεῖσθαι ὁπωσοῦν θεωρουμένη· ἔπειτα ὅτι τὸ ὁπωσοῦν διακείμενον κοινὸν ἂν εἴη τοῦ τε ἐμμόνως καὶ τοῦ εὐμεταβλήτως, βλήτως, ὥσπερ ἡ κατ᾿ ἀξίαν διανομὴ ἁπλῶς ἀπλῶς κοινή τίς ἐστιν τῆς τε πρὸς ἀνθρώπους καὶ τῆς πρὸς θεοὺς συμπλοκῆς, ὦν τὴν μὲν πρὸς ἀνθρώπους δικαιοοσύνην εἰδικῶς καλοῦμεν, τὴν δὲ πρὸς θεοὸς ὁσιότητα. προστίθησιν δὲ καὶ ταῦτα ὁ Ἰάμβλιχος, ἄτι ἄλλος μὲν λόγος τῆς διαθέσεως οἶον Ἀριστοτέλης ὑποτείνει ἐν τοῖς Μετὰ τὰ φυσικά, ὅς δύναται κοινῶς διορίζεσθαι, καὶ ἄλλος οὖτος, <ὃς> τῆς κατὰ τὰ εἴδη διαθέσεως ἔχεται. εἰ μέντοι τις κατὰ χρόνον μόνον διακρίνοι τὰς διαφοράς, κατὰ τοῦτο ὀφείλει καὶ τὴν γενικὴν αὐτῶν ἀνευρεῖν ταὐτότητα, ὅπερ ἀδύνατον· ἀλιγοχρονίου γὰρ καὶ πολυχρονίου τίς ἄν εὐρεθείη κοινότης ὡς εἰδῶν γενικὴ κατ’ αὐτὴν μόνην τὴν τοῦ κοῦ χρόνου ἰδιότητα καὶ τοῦ ἐν αὐτῷ ὄντος ποιοῦ σὐστασιν; Ζητεῖ δὲ ὁ Ἀλέξανδρος, “τί διαφέρει ἡ διάθεσις αἥτη καὶ ἡ ἔξις ὦν μετ’ ὀλίγον ἐρεῖ παθῶν καὶ παθητικῶν ποιοτήτων. ἡ γὰρ θερμότης ὄταν εὐμετάβολος ᾗ πάθος φησὶν αὐτὴν εἰναι, τὸ δὲ εὐμεταβολον διάθεσιν νῶν καλεῖ· χρονιζόμενα δὲ τὸ πάθη παθητικᾶς γενέσθαι ποιότητάς φησιν, τὰ δὲ χρονιζόμενα καὶ δυσκίνητα ἔξεις νῦν καλεῖ. τίνι οὖν διαφέρουσιν αἱ ἔξεις αὖται καὶ διαθέσεις τῶν ταθητικῶν ἐκείνων ποιοτήτων καὶ τῶν παθῶν;” λύων δὲ τῆν τοιαύτην ζήτησιν αὐτὸς “μήποτε, φησίν, τὴν ἔξιν καὶ τὴν διάθεσιν ἐπὶ ταῖς τῆς ψυχῆς ποιότησιν, ὄσαι ἐπίκτητοι καὶ ἔξωθεν καὶ διὰ διδασκαλίας ἐγγίνονται, χρὴ τάττειν”. ἐπεὶ δὲ ἐνίστατο αὐτῷ τὰ τὴς παραδείγματα, θερμότης καὶ ψύξις καὶ νόσος καὶ ὑγίεια, οὐκ ὄντα ψυχικά, καινότερον αὐτόν φησι τοῖς παραδείγμασι χρήσασθαι, ”ἢ τὸ οἶον θερμότης λέγοι ἂν ὡς ἴσον τῷ ‘οἶον ὡς θερμότης’· ὡς φὰρ ταῦτα εὐκίνητα, οὔτως καὶ ἡ διάθεσις”. ταύτην δὲ τὴν λύσιν οὐκ ἀποδέχονται οἱ μετ’ αὐτὸν ἐξηγηταί, ἀλλὰ πρῶτον μὲν θαυμάζουσιν, εἴ τινας ἰδίας ἔξεις καὶ διαθέσεις ταῖς ψυχαῖς ἀφορίζεται ἀσυμφώνως τῷ Ἀτιδτοτέλει καὶ μὴ κοινὰς αὐτὰς ποιεῖ εἶναι καὶ τοῦ ἔχοντος· ἔπειτα, πῶν οὐχὶ καὶ ἐπὶ τοῦ σώματος τὰς ἔξεις ἀκούει καὶ διαθέσεις, ὄταν εἰδοποιοί τινες διαφοραὶ γίνωνται κατὰ τὸ σῶμα, ὡς τὸ λευκὸν τῆς χιόνος συμπληρωτικόν τε αὐτῆς ἐστιν τοῦ καὶ ἕξιν ἐν αὐτῇ ἐμποιεῖ τῆς λευκότητος; εἰ μὴ ἄρα ἐπίκτητον εἶναι καὶ τὴν ἔξιν δεῖ, ἀλλ’ οὐ συμφυῆ, καὶ εἴη ἄν ἔξις κατὰ τὸ λευκὸν ἡ τοῦ λευ- λανθέντος μονίμως λίνου διάθεσις. βιάζεται δέ, φασίν, καὶ τὰ παραδείγματα τοῦ Ἀριστοτέλους τὰ κυρίως εἰρημένα ἐν ἀκριβεῖ καὶ ἀκροαματικῷ βιβλίῳ μὴ κυρίως εἰρῆσθαι λέγων, καὶ παρεξηγεῖται τὸ οἶον ἡ θερμότης ἴσον νομίξων τῷ ‘οἶον ὡς θερμότης’, ἵνα ὥσπερ ταῦτα εὐκίνητα, οὕτως Γ καὶ τὰς διαθέσεις τὰς ἐν τῇ ψυχῇ εὐκινήτους λαμβάνωμεν. παρὰ πόδας γὰρ ἔχει ταῦτα τὸν ἔλεγχον· καὶ γὰρ ἐπὶ τῶν ἕξεων, ἃς αὐτὸς εἶναί φησιν τῆς ψυχῆς, οἷον ἡ δικαιοσύνη λέγει. δεῖ τοίνυν μὴ οὕτως διορίζειν ταῦτα, ὡς τῶν ἐν τοῖς σώμασιν τὰ μὲν εὐκίνητα πάθη εἶναι, τὰ δὲ δυσκίνητα παθητικὰς ποιότητας, τῶν δὲ ἐν τῇ ψυχῇ ἐπικτήτων ποιοτήτων τὰ μὲν εὐκίνητ διαθέσεις, ἕξεις δὲ εἶναι τὰ δυσκίνητα, ἐπεὶ οὕτω γε οὐκ αὐτὸν τὸν λόγον τῆς ποιότητος εἰς εἴδη διαιροῦμεν, καθ᾿ ὅσον ἐστὶ ποιότης, ἀλλὰ παρὰ τὰ ἐν οἷς ὑποκειμένοις ἐγγίνεται τὴν διαφορὰν αὐτῶν ποιησόμεθα. μᾶλλον οὖν ῥητέον ὅτι κινήσει καὶ ἀλλοιώσει καὶ ἐκστάσει τοῦ ὑποκειμένου τὸ πάθος χαρακτηρίζεται, καὶ ἡ παθητικὴ ποιότης παραπλησίως, ὅταν ἡ κίνησις ἡ παθητικὴ δυσαπάλλακτος ὑπάρχῃ· ᾗ μέντοι ὅρῳ καὶ πέρατι τοῦ εἴδους ἤδη κατέχεται καὶ τῆς κατὰ τὴν κίνησιν ἀνωμαλίας καὶ ἑτεροιώσεως πάντῃ κεχώρισται, διάθεσίς ἐστιν. ὁδὸς μὲν γάρ ἐστιν ἐπὶ τὸν λόγον ἥ τε ἄλλη κίνησις καὶ ἡ παθητική· ἐπειδὰν δὲ ἔλθῃ εἰς τὸ εἶδος, ἵσταται καὶ παύεται πάσχον τε καὶ ἀλλοιούμενον. οὕτως οὖν ἡ αὐτὴ θερμότης, ὅταν μὲν ἐν τῷ ἀλλοιοῦσθαι μεταβάλλῃ, φανεῖται πάθος ἢ παθητικὴ ποιότης· ὅταν δὲ στῇ κατὰ τὸ εἶδος τῆς θερμότητος καὶ ψύξεως, | ὁρίζεται ἐν τῷ τῆς διαθέσεως εἴδει, καὶ συμβαίνει οὕτως κατ᾿ αὐτὸν τὸν λόγον τῆς ποιότητος γίνεσθαι τὸ διάφορον, ἀλλ᾿ οὐχὶ κατά τινας ἔξωθεν οὐδὲν προσηκούσας αὐτῇ προσθήκας τῶν ὑποδεχομένων ἢ ἄλλων τινῶν τοιούτων, ἐπεὶ καὶ τῶν ἐν τῇ ψυχῇ φυσικῶν παθῶν τὰ μὲν πάθη ἐστίν, τὰ δὲ παθητικαὶ ποιότητες, ὡς αὐτὸς ἐρεῖ, καὶ οὐ δεῖ τῆς ψυχῆς ἐξοικίζειν ταῦτα, ἐπὶ δὲ τὸ σῶμα αὐτὰ μεταφέρειν. οὐ τοίνυν οὐδὲ ἡ διάθεσις μέν ἐστιν ἡ ἐπὶ τοσοῦτον κατάψυξις καὶ ἡ ἕξις ὁμοίως ἡ ἐπὶ πλέον οὖσα καὶ μονιμωτέρα, παθητικὴ δὲ ποιότης τὸ ψυχρὸν καὶ οὐχ ἡ κατάψυξις. τοὐναντίον γὰρ συμβαίνει κατά γε τοῦτον τὸν λόγον ἢ ὥσπερ τὸ ἀληθὲς ἔχει· ἡ μὲν γὰρ κατάψυξις καὶ θέρμανσις ἐν κινήσει μᾶλλον φέρεται, τὸ δὲ θερμὸν καὶ ψυχρὸν ἕστηκεν τοῖς εἴδεσιν. οὐκ ἔστιν οὖν ἡ κατάψυξις τοῦ πεπονθότος ποιότης, ἀλλὰ τοῦ πάσχοντος καὶ ἀλλοιουμένου, οὐδὲ ἡ ψυχρότης αὐτὸ τὸ γινόμενον πάθος, ἀλλὰ τὸ ἤδη γεγονός. ὁ δὲ Πορφύριος “ἡ πρόσκαιρος, φησί, θέρμανσις πάθος ἔχουσα ἆρά γε ἡ αὐτὴ ἂν εἴη τῇ διαθέσει; ἡ τοῦ μὲν ἔχοντος σώματος καὶ ἐπάγοντος ἄλλῳ τὸ θερμαίνεσθαι εἴη ἂν διάθεσις, τοῦ θερμαινομένου δὲ οὕτως ὡς μὴ ἂν δύνασθαι ἄλλο θερμᾶναι πάθος ἂν εἴη <ἡ> πρὸς καιρὸν καὶ ἐπ᾿ ὀλίγον θέρμανσις, ὥστε πάθους μὲν εἶναι ἐπίτασιν τὴν διάθεσιν, ἥτις ἂν εἴη καὶ παθητικὴ ποιότης, ἐπίτασιν δὲ τῆς διαθέσεως τὴν ἔξιν καὶ τὴν μάλιστα παθητικὴν ποιότητα”. Εἰ δέ τινες ἐπιλαμβάνονται τῆς διαιρέσεως μὴ τὸ ἕν πολλὰ ποιούσης, ὅπερ ἔδει, αλλὰ πολλὰ συμφορούσης εἰς ἓν καὶ ἔν εἶδος τιθεμένης ἓξεως καὶ διαθέσεως, διότι τὸ μὲν ἐπιτείνεται, τὸ δὲ ἀνίεται μένον ἐν αὐτῇ ἰδιότητι, καὶ λέγοιεν δυνατὸν ἐἶναι καὶ κατ’ εἶδος διαφέροντά τινα μηδὲν κωλύειν ἔχειν τὴν κατὰ τὸ μᾶλλον καὶ ἦττον διαφορὰν διαφορὰν καὶ παραδείγματα ἐπάγοιεν τὴν μέμψιν καὶ τὴν ὁργὴν καὶ τὸν θυμόν, ἄπερ φησὶν ὁ Θεόφραστος ἐν τῷ Περὶ παθῶν κατὰ τὸ μᾶλλον καὶ ἦττον ἔχειν τὴν διαφορὰν φορὰν καὶ μὴ εἶναι ὁμοειδῆ· ὀμοίως δὲ καὶ φιλία καὶ εὔνοια ἐπιτείνεται καὶ ἀνίεται καὶ ἄλλο εἶδος ἑκατέρα εκατέρα ἐστίν, ὠμότης τε καὶ καὶ ὀργὴν ἐπιθμία τε καὶ ἔρως ὡσαυτως διέστηκεν, καὶ καθόλου τὰ δυσφημότερα τῶν παθῶν ἐπιτεινόμενα εἰς ἄλλο μεταβάλει εἶδος — εἰ οὖν ταῦτα λέγοι <εν> ῥητέον ὅτι εὶ τὸ μᾶλλον καὶ ἦττον κατὰ τὸ ἀόριστον ὑφίσταται τῆς ὕλης, πῶς ἄν εἶεν εἰδητικαὶ διαφοραὶ κατὰ μηδὲν ἄλλο τῆς διαστάσεως ὑφισταμένης; εἰ γὰρ ἦν τι ἄλλο τὸ διάφορον κατ’ εἶδος θεωρούμενον, ἐξ ἐκείνου ἄν μᾶλλον διωρίζετο καὶ οὐχὶ ἀπὸ μόνου τοῦ μᾶλλον καὶ ἦττον, ὥστε καὶ ὅταν ἐπὶ τῶν παθῶν λέγωνται, ὠς ἐπὶ ἐνύλων φύσεων ῥηθήσονται, ται, τῶν ἀλογίστων παρατροπῶν οὖσαι παραλλαγαί, ὡς ἄδικος πῆκυς λέγεται τὸ ὄλον τοῦτο, οὐχ ὅτι πῆκυς καὶ ἄδικος. καὶ ἐνταυθα οὖν ἀτάκτου καὶ ἐνύλου φύσεώς διαφορά, ἀλλ’ οὐχὶ καὶ κυρίως καὶ κατ’ εἶδος διαφορά· ὥσπερ γὰρ κοινωνίαι τινὲς εἰσὶν τὴν διάκρισιν τῶν εἰδῶν ἐφ’ ἐαυταῖς φυλάσσουσαι, οἶον ἡ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ, οὕτως καὶ διαφοραὶ εἰσῖν ἐν τῷ αὐτῷ εἴδει μένουσαι, ὥσπερ αἱ κατὰ τὸ μᾶλλον καὶ τὸ ἦττον. Εἰς τοῦναντίον δὲ τούτοις ὁ Πλωτῖνος ἀπορῶν ‘εἰ κοινόν, φησίν, ἐστὶ πασης ποιοπητος τὸ εἰναι χαρακτῆρα ἔξωθεν οὐσίας καὶ τὸ ἐπιγινόμενον μετὰ τὴv οὐσίαν εἰς τὸ πῶς διακεῖσθαι τὸ ὑποκείμενον , διὰ τί πλείω εἴδη καταριθμεῖται ποιότητος ἕξις καὶ διάθεσις; ἄλλου γὰρ διαφορὰ καὶ οὐ ποιότητος τὸ μόνιμον καὶ μὴ, ἀλλ’ ἀρκεῖ ἡ διάθεσις ὁπωσοῦν ἔχουσα πρὸς τὸ παρασχέσθαι ποιόν, προσθήκη δὲ καὶ ἔξωθέν ἐστιν τὸ μόνιμον μένειν’. ἀλλ’ εἴπερ τὸ μόνιμον καὶ δυσκίνητον καὶ τὸ συέχεεσθαι ἐν τῷ αὐτῷ εἴδει ἐστὶν τῶν οὐσιῶν ἢ τοῦ λόγου τῆς οὐσίας νὴ Δία, πῶς οὐχὶ καὶ ἐν ταὶς ποιότησιν ἡ κατὰ ταῦτα διαφορὰ ποιότητος ποιεῖ εἶδος ἐν ἐνὶ εἴδει ἔχον τινὰ πρὸς ἐαυτὸ διαφορὰν καὶ οὐχὶ περιττήν τινα προσθήκην; οὐδὲ γὰρ τῷ τυχόντι διενεγκοῦσα ἡ ἕξις παρὰ τὴν διάθεσιν μονιμωτέρα γέγονεν, ἀλλὰ τῷ μεταλαβεῖν ἀτρέπτου τινὸς καὶ ἀδιαλύτου δυνάμεως. ἔστιν δὲ τοῦτο οὐ προσθήκη τινὸς εἰσητικῆς παραλλαγῆς, ἀλλ’ οἰκεία διαφοβὰ τῆς τοῦ αὐτοῦ εἴδους τελειότητος, οὐχ ὄτι ἀτελεῖς εἰσιν αἱ διαθέσεις, ἀλλ’ ὄτι καὶ αὐταὶ ἔχουσιν οἰκείαν τελειότητα τοίάνδε κοινωνοῦσαν τῆς τοῦ εἴδους τοῦ αὐτοῦ τελειότητος. ταὐτὰ γὰρ τὰ μὲν κατὰ τὴν διάθεσιν, τὰ τὰ δὲ κατὰ τὴν καὶ οὐδὲ ἐν τῷ αὐτῷ τελέως ἡ ἔξις μένει τῆ διαθέσει οὑ γὰρ ἄν ἦν ἄλλη παρ’ αὐτὴν) οὔτε εξίσταται τελείως (οὐ γὰρ ἄν ἡ ἔξις μετὰ θήκης διάθεσις ἦν), ἀλλὰ πῶς μὲν ἡ αὐτὴ πρὸς τὴν διάθεσιν, πῶς δὲ οὐκ ἔστιν, ἅτε διαφοραῖς ἐν τῷ αὐτῷ εἴδει μένουσαι διωρισμέναι. Ἀλλὰ διὰ τί, φασίν, ἐν τοῖς πρός τι τάξας πρότερον τὴν ἔξιν καὶ τὴν διάθεσιν νῦν ἐν τῇ ποιότητι τάττει αὐτάς; ἢ πολλάκις εἴρηται πρὸς τοῦτο, ὠς οὐδἐν κωλύει τὸ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο ὑπ’ ἄλλῃ τάττεσθαι κατηγορίᾳ ἢ καὶ μάλιστα ὑπὸ τὰ πρός τι καὶ ἄλλην τινά, εἴπερ οὐ καθ’ ἐαυτά ἐστιν τὰ πρός τι, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις ὑφέστηκεν. Αἰτιῶνται δέ τινες τὸν Ἀριστοτέλη τὴν διάθεσιν ἐπὶ τοῦ ὀλιγοχρονίου τάξαντα, τὴν συνήθειαν καὶ αὐτοὶ παραφέροντες ὠς ὡς τὸ πολυχρόνιον σαν, ὥσπερ καὶ αὐτὸς τὴν συνήθειαν ἐπὶ τῆς ἔξεως ἐμαρτύρατο· ἐπὶ γοῦν τῶν ἀδιαλλάκτων ἐχθρῶν λέγειν εἰώθαμεν ὃτι διάθεσις ἤδη γέγονεν ἐπὶ τῶν ἐσκιρρωμένων νόσων. ἀλλὰ τὴν μὲν συνήθειαν ταραιτητέον ὡς οὐκ ἐν πᾶσιν τυγχάνουσαν τοῦ ἀληθοῦς· ἐν οἶς δὲ τυγχάνει, ἐν τούτοις μένοις ἐπιαρτύρεσθαι αὐτὴν ἄξιον. | καὶ οὕτως τὴν διάθεσιν ἀντὶ τῆς ἔξεως εἰώθαμεν παραλαμβάνειν, ἐπειδὴ εἰς ἔν εἰδος ταῦτα συντέτακται. δηλοῖ δὲ ἡ διάθεσις δέσιν τινὰ κατ’ εἶδος, ἡ δὲ ἔξις ἐνέργειαν τοῦ ἔχοντος ἢ ἐχομένου, καὶ διὰ τοῦτο ἡ μὲν ἔστω εὐμεετάπτωτος, ἡ ἡ δὲ δυσμόχλευτος. Εὔδωρος δὲ ἐγκαλεῖ ὄτι εἰπὼν ἴδιον εἶναι τῆς διαθέσεως τὸ εὐκίνητον φησὶ πάλιν † εἴπερ εἴδη αἱ ἔξεις καὶ διαθέσεις· “οὐκέτι γὰρ ἴδιον ἔσται τὸ εὐκίηντον τῆς διαθέσεως· καὶ γὲρ ἡ ἔξις εὐκίνητος ἔσται· καὶ γὰρ εἰ ἴδον ζῲου ἦν τὸ λογικόν, οὐκ ἄν ἦν ὁ κύων ζῷον ὄλογος ὤν. καὶ εἰ πᾶσα ἔξις καὶ διάθεσις, οὐδεμία δὲ διάθεσις ἕξις, πῶς οὐ συναχθήσεται τὸ τὰς ἕξεις μὴ εἶναι ἔξεις;” πρὸς δὴ ταῦτα ῥητέον ὠς οὐ πάσης διαθέσεως ἵδιον Ἀριστοτέλης ἔφη τὸ εὐκίνητον, εἰ γὰρ ἡ μὲν γενική ἐστιν διάθεσις, ἡ δὲ εἰδική, καὶ ἡ μὲν εὐκίνητος ἡ κατὰ τὸ εἶδος θεωρουμένη, ἡ δὲ γενικὴ καὶ ταῖς εὐκινήτοις ὑπάρχει καὶ ταῖς δυσκινήτοις. καὶ ἔχει τινὰ καὶ ταῦτα λόγον, εἶ τις γέος ὐπολαμβάνοι τὴν διάθεσιν ἢ ὡς γένος· εἰ δέ τις ὠς ὃλης τῆς ἔξεως ἀπομερισμὸν τιθεὶς τὴν διάθεσιν ὠς ὑποδεεστέραν πόλιν καὶ οὕτως ἔσται ἠ ἔξις διάθεσις, ὡς περιέκουσα τὴν διάθεσιν θεσιν ἐν ἑαυτῇ· καὶ γὰρ καὶ κατὰ ἀρετὰς διακεῖσθαι λεγόμεθα, καίτοι ἔξεις οὔσας. Ἀλλ’ ἐπειδὴ πολὺ μερος εἰς άλλθειαν συμβάλλεται ἡ τῶν σημαινομένων διάκρισις, δεὶ καὶ ταῦτα ἐπὶ τῶν εἰρημένων ἔχοντά τινα ἀμφιβλόαν διαστείλασθαι. διχῶς τοίνυν λευομένης τῦς ἀρετῆς παρ’ αὐτῷ, τῆς μὲν ἀτελοῦς, ἤτις λόγῳ μόνον ἤ ἔθει ἢ φυσει πρὸς τὸ καλῶς ἔχειν παρεσκεύασται (λόγῳ δὲ μόνῳ λέγω, ὡς εἰδέναι μὲν τὸ δέον, μήτε δὲ μήτε πεφυκέναι πρὸς αὐτὸ καὶ διὰ τοῦτο τᾶ τῆς Μηδείας φθέγγεσθαι· καὶ μανθάνω μὲν οἶα δρὰν μέλλω κακά, θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων), τῆς δὲ τελείας, ἤ τοῖς τρισὶ τούτοις ἀπήρτισται, δυσκίνητος ἀρετὴ νῦν λέγεται ἡ τελία καὶ ἀπηρτισμένη τοῖς ὄλοις. πάλιν ἐπιστήμης τῆς μὲν ἰδίως λεγομένης κατὰ τὴν τῶν ὄντων ὡς ὄντων ἀκριβῆ γνῶσιν, τῆς δὲ κοινότερον, ἥτις καὶ κατὰ πάσης λέγεεται τέχνης, νῦν ἐπιστήμη εἴρηται ἡ καὶ ἐπὶ τὰς τέχνας διατείνουσα. ἔτι δὲ καὶ τῆς θερμότητος δικῶς λεγομένης, τῆς μὲν συμφύτου, τῆς δὲ ἐπικτήτου, εὐκίνητον ἐνταῦθα θερμότητα τὴν ἐπίκτητον καλεῖ. ὀμοίως δὲ καὶ ἐπὶ τῆς ψύξεως τὴν ἐπίκτητον ληπτέον ψυκρότητα, ἀλλ’ οὐκὶ τὴν σύμξυτον. διόπερ οὔτε τὴν τοῦ πυρὸς θερμότητα οὔτε τὴν τῆς χιόνος ψυχρότητα ὑποληψόμεθα ἐνταῦθα, ἀλλὰ τὴν τοῦ ὕδατος ἢ ἄλλου σώματος μεταβολήν εἰς ἀμφότερα ταῦτα. Ἄξιον δὲ καὶ τὴν τῶν Στωικῶν συνήθειαν περὶ τὰ ὁνόματα καταμαθεῖν. δοκοῦσι γᾶρ οὖτοί τισιν ἀνάπαλιν τῷ Ἀριστοτέλει τὴν διάθεσιν τῆς ἔξεως μονιμωτέραν ἡγεῖσθαι· τὸ τὸ δὲ ἀφορμὴν μὲν τῆς τοιαύτης ὑπονοίας, οὐ μέντοι κατὰ τὸ μονιμώτερον ἢ μὴ παρὰ τοῖς Στωικοῖς ἡ τούτων εἴληπται διαφορά, ἀλλὰ κατ’ ἄλλας διαθέσεις· καὶ γὰρ τὰς μὲν ἔξεις ἐπιτείνεσθαί φασιν δύνασθαι καὶ ἀνίεσθαι, τὰς δὲ διαθέσεις ἀνειπάτους εἶναι καὶ ἀνανέτους, διὸ καὶ τὴν εὐθύτητα τῆς ῥάβδου, κἄν εὐμετάβολος ᾖ δυναμένη κάμπτεσθαι, διάθεσιν εἶναί φασιν· μὴ γὰρ ἄν ἄνεθῆναι ἢ ἐπιταθῆναι τὴν εὐθύτητα μηδὲ ἔχειν τὸ μἄλλον ἢ ἦττον, διόπερ εἶναι διάδθςιν. θεσιν. οὑτωσὶ δὲ καὶ τὰς ἀρετὰς διαθέσεις εἶναι , οὑ κατὰ τὸ μόνιμον ἰδίωμα. άλλὰ κατὰ τὸ ἀνεπίτατον καὶ ἀνεπίδεκτον τοῦ μᾶλλον· τὰς δὲ τἐχνας καίτοι δυκινήτους οὔσας ἤ] μὴ εἶναι διαθέσεις. καὶ ἐοίκασιν τὴν μὲν ἔξιν ἐν τῷ πλάτει τοῦ εἴδους θεωρεῖν, τὴν δὲ διάθεσιν ἐν τῷ τέλει τοῦ εἴδους καὶ ἐν τῷ μάλιστα, εἴτε κινοῖτο καὶ μεταβάλλοι, ὡς τὸ εὐθὺ τῆς ῥάβδου, εἴτε καὶ μὴ. μᾶλλον δὲ ἐκρὴν ἐκεῖνο ἐπιστῆσαι, μὴ ἡ παρὰ τοῖς Στωικοῖς σχέσις ἡ αὐτή ἐστιν τῇ παρὰ Ἀριστοτέλει διαθέσει, κατὰ τὸ εὐανάλυτον καὶ καὶ δυσανάλυτον διισταμένη πρὸς τὴν ἔξιν. ἀλλ’ οὔτως συμφωνοῦσιν. ὁ μὲν γὰρ Ἀριστοτέλης τὴν ἀρέβαιον ὑγίειαν διαθεσιν εἶναί φησιν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς τὴν ὐγίεινα, ὄπως ἄν ἔχῃ, οὐ συγχωροῦσιν σχέσιν εἶναι· φέρειν γὰρ τὸ τῆς ἔξεως ἰδ΄'ιωμα· τὰς μὲν γὰρ σχέσεις ταῖς ἐπικτήτοις καταστάσεσιν χαρακτηρίζεσθαι, τὰς δὲ ἔξεις ταῖς ἐξ ἑαυτῶν ἐνεργείαις. ὅθεν ὄθεν οὐδὲ χρόνου μήκει ἥ ἰσχύι εἰδοποιοῦνται αἱ ἔξεις κατ’ αὐτούς, Γ ἰδιότητι δὲ τινι καὶ χαρακτῆρι, καὶ ὤσπερ τὰ ἐρριξωμένα μᾶλλον καὶ ἦττον ἐρρίζωται, ἓν δὲ ἔχει τὸ κοινὸν ἰδίωμα τὸ ἀντέχεσθαι τῆς γῆς, οὔτω καὶ ἡ ἔξις ἐπὶ δυσκινήτων καὶ ἐὐκινήτων ἡ αὐτὴ θεωμεῖται· ὄλως γὰρ τῷ γένει πολλὰ ποιὰ ὄντα ἐκλελυμένον ἐκεῖνο τὸ ἰδίωμα ἔκει καθ’ ὅ εἰδοποιεῖται, ὡς ὀ αὐστηρὸς οἶνος καὶ ἀμύγδαλα πικρὰ καὶ Μολοττικὸς κύων καὶ Μελιταῖος, οἶς πᾶσιν μέτεστι μὲν ὁ γενικὸς χαρακτῆρ, ἐπὶ βρακὺ δὲ καὶ ἀνειμένως, καὶ ὄσον ἐπ’ αὐτοῖς τοῖς ἐν τῇ ἔξει λόγοις ἐπιμένει ἐπὶ μιὰς καταστάσεως αὕτη, τὸ δὲ εὐκίνητον πολλάκις ἐξ ἄλλης αἰτίας αἰτίας ἔκει. διόπερ οἱ Στωικοὶ διατείνουσιν τὰς ἔκεος κοινότερον καὶ ἐπὶ τὰς εὐκινήτους, ἄς λέγει Ἀριστοτέλης διαθέσεις, καὶ ταύτας ἡγοῦνται πολὺ διενηνοκέναι τῆς σχέσεως. σεως. ἡ γὰρ τοῦ ἀναλαμβλάνοτος τὴν ὑγίειαν ἔξις καθίσεως καὶ προρολῆς καὶ τῶν τοιούτων σχέσεων πάντῃ διέστηκεν· αἱ μὲν γὰρ ἄρριζοι καὶ ἀπαγεῖς γἐῖς εἰσιν, τὰς δὲ οὕτως ὑφεστηκέναι φασὶν ὤστε ἀφεθείσας διαμένει ὄσου ἐξ’ ἐαυταῖς δένασθαι, τὸ ἔμμονον ἐξ ἑαυτῶν καὶ τοῦ οἰκείου λόγου παρεχομένας. διὰ ταῦτα οὐδὲ ἡ ὁπωσοῦν δυσανάλυτος σχέσις λέγεται ἔξις παρ’ αὐτοῖς· εἰ γὰρ ἔξωθεν ἔκοι | τὸ δυσανάλυτον, ὥσπερ ὁ δακτύλιος ἐν νΔ δακτυλήθρᾳ ὤη , οὐκ ἄν εἴη ἐν ἔξει τῆς τοιαύτης καταστάσως· ἀλλ’ εἰ ἐαυτοῦ τὴν ἐνέργειαν παρέχοιτο τοῦ εἶναι τοιόνδε, τότε ἄν εἴη ἐν ἔξει, ὥσπερ ὁ πηλὸς εἰς ὄστρακον μεταβαλών· αὐτὸς γὰρ ἀφ’ ἐαυτοῦ τοιόσδε γέγονεν. ἀλλὰ ταῦτα μὲν οὕτως ἱστορήσθω. Τὸ δὲ βαθυτέρας ἐν τούτοις δεόμενον ἐπιβλέψεως ἐκεῖνό ἐστιν· ἆρα ἡ ἔξις οὐχ ἄλλη τίς ἐστιν τῆς διαθέσεως πλὴν τῷ προσειληφέναι τὸ μόνιμον καὶ δυσκίνητον; τι οὖν ποτέ ἐστιν τοῦτο τὸ προσειληφέναι, πότερον διαφορᾶς προσθήκη ἢ ψιλῆς σχέσεως ἢ πλεονασμός τις ἄλλος ὁποιοσοῦν; καὶ γὰρ εἰ μὲν εἰδοποιὸς διαφορὰ προσελήφθη, εἶδος γέγονεν ἕτερον, καὶ οὐκέτι ἐν τῷ αὐτῷ εἴδει εἰσὶν ἥ τε ἕξις καὶ ἡ διάθεσις· εἰ δὲ σΧέσις ψιλὴ ἢ πλεονασμὸς ὁποιοσοῦν, ὥς γε οὑτωσὶ δόξα πρόσεισιν, πάλιν ἐν τῷ τοιῷδε προσθήκη γίνεται ἄλλως καὶ οὐ κατὰ τὴν ἰδιότητα τοῦ λόγου πάρεστι τὸ μόνιμον. μήποτε οὖν ἐν πλάτει τοῦ ἑνὸς εἴδους θεωροῦνται τῆς ἕξεως καὶ διαθέσεως οἱ λόγοι, ἔχοντες διαφορὰς ἐν ἑαυτοῖς εἰδητικὰς μέν, περιεχομένας δὲ ὑπὸ τοῦ αὐτοῦ εἴδους· τὸ γὰρ ἓν εἶδος συνείληφεν ἐν ἐαυτῷ τὰς τῆς ἕξεως καὶ διαθέσεως διαφοράς. αἰτία δὲ τούτου ὑπάρχει ἡ καθαρότης καὶ ἡ ἄυλος τῶν εἰδῶν φύσις, δι᾿ ἣν ἀμιγῶς καὶ καθαρῶς τὰ πολλὰ εἴδη ἐν ἑνὶ πολλάκις περέχε<ται>ι. καὶ δεῖ νοεῖν τῶν εἰδῶν οὐ μόνον τὴν κατὰ τὰ μεγάλα ἀλλὰ καὶ τὴν κατὰ τὰ ἐλάχιστα τοῦ εἶναι ἑτερότητα. οὐδὲ ἐπίτασιν οὖν οὐδὲ μεταβολὴν ἀποδεκτέον, δι᾿ ἣν ἀπὸ τῆς διαθέσεως ἡ ἕξις ἀπογεννᾶται. οὔτε γὰρ ἐκ κινήσεως οὔτε ἐξ ἐπιτάσεως οὔτε κατὰ μεταβολὴν πέφυκεν, λόγος ἀποβλαστάνειν· ἀρχηγικώτερον γὰρ καὶ αἰτιώτερόν ἐστιν τὸ ἀκίνητον τοῦ κινουμένου καὶ τὸ τῇ τοῦ Με συμμετρίᾳ προσεοικὸς τοῦ εἰς τὴν ἀοριστίαν τῆς ὕλης ὑποφερομένου. παραιτησόμεθα δὲ διὰ τὴν αὐτὴν αἰτίαν καὶ τοὺς τὸ ἀπαγὲς καὶ πεπηγμένον εἰς διάκρισιν τῶν αὐτῶν ὑποτείνοντας· σωματικὴν γὰρ ποιοῦνται τὴν τῶν εἰδῶν διδασκαλίαν καὶ κατὰ μεταβολὴν τὴν ἕξιν ἀποτελοῦσιν, καὶ ἔσται οὕτως μεταβολὴ κυριωτέρα τοῦ ἑστηκότος εἴδους, 8 παντελῶς ἐστιν ἀδύνατον. διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὐδὲ τὸ πολυχρονιώτερον καὶ ὀλιγοχρονιώτερον ἐν ταῖς τοιαύταις διαφοραῖς ἀπολογίζεσθαι ἄξιον, διότι χρόνος μὲν συμφέρεται κινήσει, κίνησις δὲ οὐκ ἔχει ἐν ἑαυτῇ τὸ κῦρος τῆς τῶν εἰδῶν ἰδιότητος, κατ’ αὐτὴν δὲ μᾶλλον αὐτὴ ἀφώρισται. ἀλλ᾿ εἰ μὲν λέγοι τις, ὡς δύναμις εἰς τὸ συνέχειν προϋπάρχουσα τελειοτέρα συνακολουθοῦσαν ἔχει σὺν τῇ μονίμῳ καταστάσει καὶ τὴν κατὰ χρόνον βεβαιότητα, τάχα ἄν τι λέγοι σύμφωνον τῇ περὶ τῶν ποιοτήτων ὑποθέσει· ὠς δὲ νῦν λέγεται προηγουμένως τῇ κατὰ χρόνον κινήσει τὸ διάφορον αὐτῶν ἀποδιδόντων τινῶν, οὐδαμῶς ἔχει τὸ πιστὸν καὶ ἀληθὲς ὁ λόγος· ἀναστρέφει γὰρ οἷτος ἀνάπαλιν τὴν φύσιν τῶν ὄντων. οὐ τοίνυν οὐδὲ τὸ ἀτελὲς καὶ τέλειον, εἴ τις καὶ τοῦτο εἰς διάστασιν αὐτῶν παραλαμβάνει ὡς ἐχέγγυον, ἀναμφισβήτητον ἔχει τὴν ἐπίκρισιν, ἐπεὶ οὐδὲν ἐν τοῖς λόγοις ἀτελὲς θεωρεῖται κατὰ γε τὴν οἰκείαν ἑκάστου τάξιν· πληροῦται γὰρ αὕτη συμμέτρως πρὸς ἣν ἕκαστος αὐτῶν εἴληχεν δύναμιν. ἴσως οὖν ἐπὶ τὰ μετέχοντα ὦρ λόγων καὶ τὰ σύνθετα τὰς τοιαύτας δεῖ μετάγειν διαφο- ράς, ὅταν τὸ ἐλλεῖπον τῆς οἰκείας φύσεως ταῦτα συμμιγνύοντα τὰ τέλεια ποιῇ ἀτελῆ φαίνεσθαι καὶ ἀσύμμετρα τὰ ὠρισμένα καὶ κινούμενα εἰς ἐπίτασιν τὰ ἑστηκότα. καθόλου οὖν διωρίσθω ὠς δεῖ τὸν μετεχόμενον λόγον καθαρῶς θεωρεῖν αὐτὸν καθ᾿ ἑαυτόν, εἰ καὶ ὅτι μάλιστα ἔνεστιν ἐν ἑτέρῳ. δι᾿ ἀκριβείας οὖν ἐξεταστέον, τίνα μὲν ἐν τῷ συνθέτῳ πάρεστιν κατὰ τὸν τοῦ εἴδους λόγον, τίνα δὲ κατὰ τὴν τοῦ ὑποκειμένου ὑλικοῦ φύσιν, τίνα δὲ κατὰ τὸ κοινὸν ἐξ ἀμφοῖν· οὕτω γὰρ καὶ μάλιστα οὐκ ἂν συγχυθείη τῶν εἰδῶν ἡ καθαρότης, ἣν δεῖ καθ᾿ αὑτὴν τῷ λόγῳ περιλαμβάνειν. ἀπὸ δὲ τούτων κἀκεῖνα καταφαίνεται ὠς οὐκ ἔστιν ἡ ἕξις διάθεσις προσλαβοῦσα τὸ μόνιμον οὐδὲ ἡ αὐτὴ ὑγεία ἐν μὲν τῷ ἀναλαμβάνοντι εὐκίνητος οὖσα διάθεσίς ἐστι, βεβαιωθεῖσα δὲ καὶ δυσκίνητος ἀποτελεσθεῖσα ἕξις γίνεται. πάλιν γὰρ καὶ ἐνταῦθα τὰ τῶν συνθέτων καὶ μετεχόντων παθήματα μετάγομεν ἐπὶ τὰ ἁπλούστατα εἴδη τῶν ποιοτήτων καὶ γενέσεις ἐν αὐτοῖς ποιοῦμεν διὰ κινήσεως ἐναλλαττομένας, τὸ δὲ ἐξαίφνης αὐτῶν παρόν, ὅταν παρῇ, καὶ μὴ παραγινόμενον, ὅταν μὴ ἐγγένηται, οὐκ ἔοικεν διατηρεῖν ὁ τοιοῦτος διορισμός. οὐδὲ εἴ τις τὸ ὅλον καὶ μέρος ἐπ᾿ αὐτῶν λαμβάνει, τυγχάνει τῆς ἀληθείας· οὐ γὰρ † εἶπεν ὅτι ὅτι ἐν αὐτοῖς αἱ τοιαῦται διαφοραί· πῶς γὰρ ἂν ἐν τοῖς ἀμερέσι θεωρηθείη τὸ ἐν τούτοις διάφορον; Μ’ ἴσως ἐν τοῖς μεριστοῖς καὶ τοῖς μετέχουσιν τὸ παρηλλαγμένον αὐτῶν κατὰ ταὐτὸ θεωρεῖται τοῖς μὴ δυναμένοις τὸ ἀμερὲς αὐτῶν ἀμερῶς ὑποδέχεσθαι. ὅθεν ὀρθῶς Ἀρχύτας τὸ ἐν ἕξει θεὶς εἶδος τῆς ποιότητος ἠρκέσθη τούτῳ καὶ οὐ συνέζευξεν μετ’ αὐτοῦ τὴν διάθεσιν οὐδὲ ὡς 660 ταῦτα συνηριθμήσατο, οὔτε ὡς ὑπὸ τὴν αὐτὴν τάξιν ὄντα τοῦ εἴδους, ὅπερ ἡμεῖς ἐλέγομεν πρότερον, οὔτε ὡς διαφέροντα. ἀλλ᾿ οὗτος μὲν τῇ ταὐτότητι τοῦ εἴδους μᾶλλον προσέχων ἐπὶ τοῦ ἐνὸς εἴδους μεμένηκεν, Ἀριστοτέλης δὲ οὐκ ἐξίσταται μὲν οὐδὲ αὐτὸς τῆς τῆς τοιαύτης ὑποθέσεως, πλὴν ἐξεγρασμόν τινα προστίθησιν καὶ παραδείκνυσιν τὸ ἐν τῷ ἑνὶ αὐτῶν πλῆθος. αὐτίκα τὴν διάθεσιν λέγεσθαι μὲν φησιν τοῦ ἔχοντος μέρη τάξιν τὴν κατὰ τόπον ἢ δύναμιν ἢ κατ’ εἶδος· θέσιν γάρ τινα εἶναι ὥσπερ τοὔνομα δηλοῖ τὴν διάθεσιν. οὐκοῦν ἐν τούτος ἐν ἑνὶ περι|χει πάσας τὰς διαφόρους θέσεις, τὰς μὲν σωματοειδεῖς ὡς κατὰ τόπον τὸ οὐτωσὶ διατίθεσθαι λαμβανούσας, τὰς δὲ ἐν παρασκευῇ καὶ ἐπιτηδειότητι ὡς ἰατὰ δύναμιν τὴν θέσιν παραδεχομένας, τὰς δὲ τελείας ἕξεις ὡς κατὰ εἶδος τὴν θέσιν ἀφοριζούσας. ἡ δὲ ἕξις κατ’ αὐτὸν λέγεται ἕνα μὲν τρόπον τοῦ ἔχοντος καὶ ἐχομένου ἐνέργεια· ὥσπερ γὰρ ἡ ποίησιν τοῦ ποιοῦντος καὶ ποιουμένου μεταξύ ἐστιν, οὕτως καὶ τοῦ ἔχοντος ἐσθῆτα καὶ τῆς ἐχομένης ἐσθῆτος μεταξὺ ἡ ἕξις ἔστίν, ἄνευ διαφορᾶς oὕτω νοουμένη, διὸ οὐδὲ ποιότης αὔτη, ἀλλ’ ἐν ἄλλῃ κατηγορίᾳ τῇ τοῦ ἕχειν κατατέτακται. ἄλλον δὲ τρόπον ἕξις λέγεται διάθεσις μόνιμος, καθ’ ἥν εὖ ἤ κακῶς διάκειται τὸ διακείμενον, καὶ ἤ καθ’ αὑτὸ ἤ πρὸς ἄλλο, οἷον ἡ ὑγεία ἕξις· διάθεσις γάρ ἐστιν τοιαύτη διαφορὰν ἐμφαίνουσα, διὸ καὶ ποιότης. ἔτι ἕξις λέγεται, ὅ ἄν ᾖ μόριον τοιαύτης διαθέσεως· διὸ καὶ ἡ τῶν μερῶν ἀρετὴ ἕξις τίς ἐστιν. πάλιν οὖν καὶ ἐνταῦθα ἐν τῷ ἑνὶ πολλαὶ θεωροῦνται ἑτερότητες· ἕξεων διαστάσεις, καὶ ἔτι πρόσκειται ἡ κατ’ ἐνέργειαν τελειότης καὶ ἡ κατὰ τὸ εὖ θεωρουμένη ἥ τε καθ’ αὐτὸ καὶ ἡ πρὸς ἄλλο συμπαραδηλοῦται, ὅμες μέντοι ἐν τῷ τῆς ἕξεως λόγῳ περιέχονται. καὶ ἔτι μέντοι συναμφότεραι αἵ τε ἕξεις καὶ αἱ διαθέσεις πολυειδῶς ἑκάτεραι θεωρούμεναι ὑφ’ ἑνὸς κρατοῦνται λόγου τελειοτάτου τῆς ποιότητος, ἐπειδὴ οὗτος αὐτὰς ἐν ἑαυτῷ συνέχει. οὐ μέντοι διὰ τοῦτο νοητὸν εἶδος ἤ γένος ἕν τοῦ ὄντος τὴν ποιότητα θετέον· οὐ γὰρ ἐν τοῖς πρώτοις γένεσιν ἐν τῷ ὅπερ ὄντι ὑφέστηκεν ἡ ποιόρα καὶ μετὰ τὴν οὐσίαν ὑφέστηκεν. δεῖ δὲ τὴν ὄντως οὐσία παρακολουθοῦντα ταῦτα ἔχειν ὥσπερ πρώτην αὐτῶν, μὴ ἐκ τούτων δὲ τὴν σύστασιν ἔχειν μηδὲ διὰ τούτων συμπληροῦσθαι· εἴη γὰρ ἄν ὑστέρα τῆς ποιότητος. τὴν μὲν γὰρ τινὰ οὐσίαν συμπληροῦσθαι καὶ ἐκ ποιότητος οὐδὲν ἴσως ἄτοπον, ἐχούσης ἤδη τὴν οὐσίαν πρὸ τῆς ποιότητος, τὸ δὲ τοιόνδε ἔξωθεν, αὐτὴν δὲ τὴν οὐδίαν ἅ ἔχει οὐσιώδη ἔχειν. Οὐκ ὀρθῶς οὖν ἐπιζητοῦσί τινες, εἰ αἱ ἐνθάδε ποιότητες καὶ ἐκεῖ ὑφ’ ἕν γένος· οὐδὲ γὰρ ὅλως εἰσὶν αἱ ἐκεὶ ποιότητες, ἀλλὰ πάντα τὰ ἐν τῷ ὄντι οὐσίαι εἰσίν, εἴπερ αἱ ποιότητες κατὰ τὴν τῶν ἰδιοτήτων ἐν τῇ ὕλῃ μέθεξιν θεωποῦνται. ἀλλ’ εἰ ὁ νοῦς ὁ τῇδε ἕξις, κοινῶς, φασίν, ἐπ’ ἐκείνη, τῆς οὐσίας καὶ ταύτης ἡ ἕξις κατηγορηθήσεται. ἤ καὶ ὁ ἐνθάδε νοῦς ἄλλως λέγεται ἕξις καὶ οὐκ ἀφομοιωτέον αὐτὸν ταῖς τῇδε ἕξεσιν, ἀλλὰ μᾶλλον τοῖς ἁπλοῖς καὶ ἀμίκτοις εἴδεσιν, ἅ περιέχει ὅ νοῦς ἐν ἑαυτῷ. καὶ ἡ σοφία δὲ ἄλλη μὲν ἡ τοῦ νοῦ,ἄλλη δὲ ἡ τῆς ψυχῆς, καὶ ἡ μὲν ἐν τῇ ψυχῇ ἕξις, ἡ δὲ ἐν τῷ νῷ οὐσία. οὐ ζητητέον δέ, εἰ κοινὸν τὸ ποιὸν ἐνταῦθα κἀκεῖ καὶ συνωνύμως ὑπάρχον· πάντα γὰρ τὰ ἐκεῖ θεῖα καὶ αὐτάρκη καὶ αὐτὰ ἐπ’ ἐκείνων καὶ τούτων ἔσται κοινῶς ποιτόν. ἀλλὰ τούτων μὲν ἅλις, ἐπὶ δὲ τὰ ἑξῆς εἴδη τῆς ποιότητος ἰτέον. p. 9a14 Ἕτερον δὲ γένος καθ᾿ ὃ δρομικοὺς ἢ πυκτικοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις λέγομεν ἕως τοῦ τὸ δὲ μαλακὸν τῷ ἀδυναμίαν εχειν του αυτου τουτου. Μεταβέβηκεν ἐπὶ τὸ δεύτερον τῆς ποιότητος εἶδος κατὰ τὸ δυνάμει καὶ τὴν ἐπιτηδειότητα ἤ, ὡς αὐτός φησιν, κατὰ φυσικὴν δύναμιν ἢ ἀδυναμίαν λέγεται, πολλὰ μὲν τῆς δυνάμεως σημαινούσης, ὡς εἴρηται πρότερον, νῦν δὲ τὸ κατὰ τὴν ἐπιτηδειότητα τὴν φυσικὴν δηλούσης. διττῆς δὲ οὔσης ταύτης, τῆς μὲν ἁπλῶς, τῆς δὲ κατὰ προκοπήν τινα θεωρουμένης, καθ’ ἣν ἤδη προφανής ἐστιν καὶ ἕτοιμος ἡ ἐπιτηδειότης ὠς ἐν τῷ πυκτικῷ λεγομένῳ, ταύτην νῦν παραλαμβάνει· διὸ τῷ ποιῆσαί ποιῆσαί τι ἢ παθεῖν τὸ ῥᾳδίως προσέθηκεν· τοῦτο γὰρ τῆς δυνάμεως τῆς προκεικοφυίας ἴδιόν ἐστιν, ὅπερ καὶ εὐαρίθμητον ὑπάρχει. καὶ γὰρ καὶ οἱ ἀπὸ τῆς Στοᾶς πρὸς μὲν τὰς τέχνας ἐπιτηδειότητα μόνην ἀπέλιπον τὴν ἁπλῶς οὐτωσὶ θεωρουμένην, πρὸς δὲ τὰς ἀρετὰς τὴν ἀξιόλογον προκοπὴν ἐκ φύσεως προϋπάρχειν ἀπεφήναντο, ἣν καὶ οἱ ἀπὸ τοῦ Περιπάτου φυσικὴν ἀρετὴν ἐκάλουν. μήποτε δὲ οὐ μόνον ἐπὶ τῶν ἀρετῶν, ἀλλὰ καὶ ἐπὶ τῶν τεχνῶν τὴν ἐκ φύσεως ἐπιτηδειότητα θεωρητέον καὶ τὴν ἐφ᾿ ὁσονοῦν ἢ καὶ τὴν ἄξιόλογον ἐκ φύσεως προκοπήν. δρομικοὺς δὲ ἢ πυκτικοὺς λέγομεν τοὺς μήπω ἐν ἕξει ταῦτα ἔχοντας, Μ’ ἐπιτηδειότητα μόνην ἤδη προαχθεῖσαν καὶ ἕτοιμον πρὸς τὸ γενέσθαι τοιούτους· καὶ ὑγιεινοὺς δὲ καὶ νοσώδεις ὁμοίως καλοῦμεν ἀπὸ τοῦ πρὸς ὑγείαν καὶ νόσον ἐπιτηδείως ἔχειν· καὶ αἱ φυσικαὶ δὲ ἀρεταὶ καὶ κακίαι εἰς τὴν αὐτὴν ἐπιτηδειότητα ὑπάγονται. ἐν δὲ τῷ εἴδει τούτῳ τῷ περὶ ποιοτήτων ἔταξεν καὶ τὸ σκληρὸν καὶ μαλακόν, ὅτι τὸ μὲν σκληρὸν δύναμιν ἔχει τοῦ μὴ διακοπῆναι ῤᾳδίως (οὐδὲν γὰρ τῶν γενέσει σῶμα οὐκ ἂν διακοπείη), τὸ 61 μαλακὸν ἀδυναμίαν ἔχει τοῦ αὐτοῦ τούτου, δύναμιν δὲ τοῦ ῥᾳδίως ἂν διαιρεθῆναι. Ἐπισημήνασθαι δὲ ἄξιον, ὅτι δυνατόν ἐστι, καθ’ ὧν ἡ δύναμις λέγεται, κατὰ τούτων καὶ τὴν ἀδυναμίαν ῥηθῆναι. εἰ γὰρ δύναμιν ἔχει τὸ μὲν ὑγιεινὸν τοῦ μηδὲν πάσχειν ὑπὸ τῶν τυχόντων ῥᾳδίως, τὸ δὲ σκληρὸν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, καὶ ἀδυναμίαν ἔχει τὸ μὲν τοῦ πάσχειν ῤᾳδίως ὑπὸ τῶν τυχόντων, τὸ δὲ τοῦ ῤᾳδίως διαιρεθῆναι. καὶ τὸ ἀνάπαλιν, εἰ τὸ νοσῶδες ἀδυναμίαν ἔχει τοῦ μὴ πάσχειν καὶ | τὸ μαλακὸν ἀδυναμίαν ἔχει τοῦ μὴ διαιρεθῆναι, δύναμιν ἔχει τὸ μὲν τοῦ πάσχειν, τὸ δὲ τοῦ διαιρεθῆναι. ἀλλ᾿ ἐπειδὴ τὸ δυσπαθὲς τοῦ εὐπαθοῦς τελειότερον καὶ τὸ ὑγιεινὸν τοῦ νοσώδους μᾶλλον κατὰ φύσιν, διὰ τοῦτο δὴ τοῖς μὲν τὴν δύναμιν, τοῖς δὲ τὴν ἀδυναμίαν ἀποδέδωκεν. οὐκ ἐπὶ πάντων δέ ἐστιν ὀνόματα κείμενα οἷς χωρίζεται ἡ ἐπιτηδειότης τῆς ἐνεργείας· ἐπὶ μὲν γὰρ τοῦ πυκτικοῦ καὶ πύκτου καὶ δρομικοῦ καὶ δρομέως κεχώρισται τὰ ὀνόματα, γραμματικὸς δὲ καὶ μουσικὸς καὶ ὁ τὴν ἐπιτηδειότητα μόνην ἔχων λέγεται καὶ 6 ἤδη κατ’ ἐνέργειαν. καὶ τοῦτο δὲ ἐπισημαντέον, ὅτι κἂν λέγηται τοῦτο τὸ κατὰ δύναμιν εἶδος ποιότητος, ἀλλ᾿ ὄνομα ποιότητος οὐκ ἔστιν, ἀφ᾿ ἧς καλεῖται ὁ κατὰ δύναμιν ποιός. οὐ γὰρ ἀπὸ τῆς πυκτικῆς 6 πυκτικὸς ὠνόμασται, διότι πυκτικὴ μέν ἐστιν ἡ τοῦ πυκτεύειν τέχνη, ὁ δὲ πυκτικὸς οὔπω ἔχει τὴν τέχνην ταύτην, ἀλλ᾿ εἰ χρὴ σημῆναι τὰ εἴδη ταῦτα τῆς ποιότητος, ἀκατονόμαστα ὄντα διὰ λόγου σημαντέον αὐτά· ἡ γὰρ πρὸς δρόμον ἐπιτηδειότης, αὕτη ἐστὶν ἡ ποιότης, ἀφ᾿ ἧς ὁ δρομικὸς λέγεται, καὶ ἡ πρὸς τὸ πυκτεύειν ἐπιτηδειότης, ἀφ᾿ ἧς 6 πυκτικός, καὶ * ὅλως ἀπ᾿ ἐκείνων εἰς ἃ τελειοῦνται. καὶ τοῦτο δὲ ἐπιστάσεως ἄξιον, ὅτι οὐ πᾶσα δύναμις οὐδὲ ἐπιτηδειότης πᾶσα τοῦ εἰς ὁτιοῦν μεταβάλλειν αὐτὴ ποιότης λέγεται κατὰ τὸ εἶδος τοῦτο τῆς ποιότητος, ἀλλ᾿ ἡ εἰς τὴν κατ’ ἐνέργειαν ποιότητα ἄγουσα, καὶ ὅτι ἐν ταῖς φυσικαῖς ταύταις δυνάμεσιν αἱ τε φυσικαὶ ἀρεταὶ τάττονται περὶ ψυχὴν οὖσαι καὶ αἱ σωματικαὶ κατὰ τὸ μαλακὸν καὶ σκληρὸν θεωρούμεναι καὶ αἱ κατὰ τὸ συναμφότερον ἐν τοῖς πυκτικοῖς καὶ δρομικοῖς, ὥστε καὶ πᾶσαι αἱ δυνάμεις παρελήφθησαν. Μετὰ δὲ τὴν τῆς λέξεως σαφήνειαν ἐπὶ τὰς ἐνστάσεις καὶ τῶν ἐνστάσεων τὰς λύσεις μετίωμεν, καὶ τὸ μὲν εἶδος εἰπόντα τὸ πρότερον τὸ δεύτερον γένος καλέσαι καὶ ἐπιστάσεως ἴδη καὶ διαλύσεως ἔτυχεν, ὡς οὐδὲν ἄτοπον τὰ μέσα καὶ μήτε εἰδικώτατα μήτε γενικώτατα καὶ γένη καὶ εἴδη καλεῖν. τὰ γὰρ νῦν ἀπαριθμούμενα εἴδη μὲν ὄντα τῆς πρώτης ποιότητος, γένη Ε δὲ τῶν ὑφ᾿ ἑαυτὰ εἰδῶν τῶν ὑπαλλήλων λεγομένων ἐΜ, καὶ διὰ τοῦτο καὶ γένη καὶ εἴδη γέγεται εἰκότως. Περὶ δὲ τῆς τάξεως ἐγκαλοῦσιν τῶν εἰδῶν τῆς ποιότητος· ἔδει γάρ, φασίν, πρῶτον μνημονεῦσαι τῶν φυσικῶν δυνάμεων, καθ᾿ πυκτικοὶ ἢ δρομικοὶ γίνονταί τινες, εἶθ᾿ οὕτως τὰ ἐκ μελέτης καὶ διδασκαλίας ἐπιγινομένας ταῖς φυσικαῖς δυνάμεσιν ἕξεις καὶ διαθέσεις ἀναδιδάξαι. ἀλλ᾿ οἱ ταῦτα ἐγκαλοῦντες ἐννοείτωσαν τὴν τοῦ Ἀριστοτέλους πρὸς ἑαυτὸν συμφωνίαν. αὐτὸς γὰρ ἐν τοῖς Φυσικοῖς τὸ τέλειον πρότερον τῇ φύσει τοῦ ἀτελοῦς εἶναί φησιν· γεννᾶται γὰρ ἐκ τοῦ τελείου τὸ ἀτελὲς καὶ ἐκ τοῦ ἐνεργείᾳ τὸ δυνάμει· ἄνθρωπος γὰρ σπέρμα γεννᾷ, ὥσπερ ὁ πατήρ, καὶ ἐκ σπέρματος πάλιν ἄνθρωπον, ὥσπερ ἡ μήτηρ. τὸ γὰρ δυνάμει πᾶν ὑπὸ τοῦ ἐνεργέίᾳ ἄγεται εἰς τὸ ἐνεργείᾳ, καὶ διὰ τοῦτο προϋπάρχειν δεῖ τὸ τέλειον ἐν αἰτίας λόγῳ προεστηκός. εἰκότως οὖν τὸν περὶ τῶν τελείων λόγον προλαβὼν ἐπήγαγεν τὸν περὶ τῶν δυνάμεων. κἂν γὰρ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ προϋπάρχει τὸ δυνάμει τοῦ ἐνεργείᾳ καὶ τὸ ἀτελὲς τοῦ τελείου, ἀλλὰ τῇ φύσει τὸ ἀνάπαλιν πᾶν γὰρ ἀτελὲς ὑπὸ τελείου τελειοῦται καὶ πᾶν δυνάμει ὑπὸ τοῦ ἐνεργείᾳ προϋπάρχοντος ἄγεται εἰς τὸ ἐνεργείᾳ. οὐ δεῖ οὖν ὡς πρὸς γένεσιν τὸ πρότερον, ἀλλ᾿ ὡς πρὸς οὐσίαν λαμβάνειν. πάντων δὲ μάλιστα ἐπὶ τῶν ποιοτήτων τὸ κατ᾿ ἐνέργειαν προϋφέστηκεν, ἐφ᾿ ὧν ὁ χαρακτὴρ ὅρον τινὰ κατ’ ἐνέργειαν περιείληφεν. καὶ ἄλλως δὲ οἰκεία ἡ παροῦσα τάξις τῶν εἰδῶν τῆς ποιότητος, εἴπερ αἱ μὲν φυσικαὶ δυνάμεις κατ’ ἐπιτηδειότητα θεωροῦνται αἱ δὲ ἐπιτηδειότητες μέσαι εἰσὶν τῶν τε κατ᾿ ἐνέργειαν ἐντελεχειῶν καὶ τῶν παθητικῶν τῶν ἐφεξῆς παραδιδομένων· δεῖ γὰρ εἶναι τὸ ποιοῦν πρότερον ἐνεργείᾳ ὄν, εἶτα τὸ πεφυκὸς πάσχειν, καὶ οὕτως ἀπὸ τοῦ ἐνεργείᾳ ὄντος εἰς τὸ πεφυκὸς πάσχειν ἐγγίνεσθαι τὸ πάθος. Πλωτῖνος δὲ ἀπορεῖ, ῾πῶς ἕτερον εἶδος αἱ φυσικαὶ δυνάμεις· εἰ γὰρ κατὰ τὰς δυνάμεις αἱ ποιότητες, οὐκ ἐφαρμόττει πάσαις τὸ τῆς δυνάμεως᾿, ὅπερ ἐν ἑνὶ εἴδει περιέχεται τῆς ποιότητος. πρὸς ὃ ῥητέον ὅτι πᾶσι μὲν Ζ τοῖς εἴδεσι τῆς ποιότητος ἡ δύναμις προσήκουσα ἀποδέδεικται καὶ τῷ ὅλῳ γένει συμπαρατείνουσα, πλεοναχῶς δὲ λεγομένης τῆς δυνάμεως, διχῶς δὲ τοὐλάχιστον, ἓν εἶδος ἀποδιδοὺς αὐτῆς τὸ κατ’ ἐντελέχειαν εἰκοτως ἕτερον ἀντιδιαιρεῖ τὸ κατὰ τὴν ἀτελῆ θεωρούμενον ἐπιτηδειότητα, ἥτις κατὰ τὸ δυνάμει νοεῖται, διπλῆ καὶ αὐτὴ θεωρουμένη, ἡ μὲν κατὰ τὴν τυχοῦσαν ἐπιτηδειότητα καὶ ἐν πᾶσιν ὡς ἔπος εἰπεῖν θεωρουμένην, ἡ δὲ κατὰ τὴν ἤδη προκοπήν τινα ἐκ φύσεως λαβοῦσαν, ὅπερ εὐαριθμήτοις ὑπάρχει. ῾ἀλλ᾿ εἰ τῷ διακεῖσθαι, φησί, τὸν φύσει πυκτικὸν ποιὸν λέγομεν, οὐδὲν ἡ δύναμις αὐτὴ προστεθεῖσα ποιεῖ· καὶ γὰρ ἐν ταῖς ἕξεσιν καὶ διαθέσεσιν ταῖς ἀποδοθείσαις ἦν δύναμις᾿. πρὸς ῥητέον ὅτι πρὸς μὲν τὸ ποιὸν εἶναι οὐδὲν διαφέρει ἢ ἀπὸ ἕξεως ἢ ἀπὸ διαθέσεως ἢ ἀπὸ φυσικῆς ἐπιτηδειότητος λέγεσθαι, διότι 6 γενικὸς ποιὸς κατὰ τὸ γένος τῆς ποιότητος κοινῶς θεωρεῖται, τοῖς δὲ εἴδεσιν διαφέρει καὶ ταῖς διαφοραῖς πρὸς τῷ [ἤδη] ἤτοι καθ᾿ ἕξιν ἢ κατὰ διάθεσιν, ἅπερ ἤδη προείληφεν, τὸ ἐκ φύσεως εἶναι· νῦν δὲ προόκειται οὐ περὶ ποιότητος ἁπλῶς εἰπεῖν, ἀλλ᾿ εἴδη ποιότητος ἀπαριθμήσασθαι, οὐδὲ περὶ ποιοῦ, ἀλλὰ περὶ τινὸς ποιοῦ τοῦ κατὰ τὴν φυσικὴν δύναμιν θεωρουμένου καὶ τὸ δυνάμει καὶ τὴν ἐπιτηδειότητα, ἀλλ οὐχὶ τοῦ κατὰ | τὴν ἕξιν ἢ τὴν διάθεσιν, ῾ἀλλὰ διὰ τί, φησίν, ὁ κατὰ δύναμιν τοῦ κατὰ ἐπιστήμην διοίσει, ᾗ ποιοί; ἢ καθὸ μὲν ποιοί, οὐδὲν διοίσουσιν ἀλλήλων· ἐπ᾿ ἴσης γὰρ αὐτῆς πάρεστιν τὸ γένος· καθ᾿ ὅσον μέντοι εἴδη ποιοτήτων διαφερουσῶν κατενείμαντο, κατὰ τοῦτο διοίσει ταῦτα ἀλλήλων· καὶ γὰρ ἐπὶ τῶν ἄλλων πάντων κατ᾿ εἶδος ἑτερότης τῶν εἰδῶν ταῖς εἰδικαῖς διαφοραῖς, ἀλλ᾿ οὐ ταῖς γενικαῖς κοινότησι περιλαμβάνεται. ῾ἀλλ᾿ οὐδὲ διαφοραί, φησί, ποιότητος αὗται, εἰ ὁ μὲν μελετήσας ἔχει, ὁ δὲ φύσει· Μ’ ἔξωθεν ἡ διαφορά, κατ᾿ αὐτὸ δὲ τὸ εἶδος τῆς πυκτικῆς πῶς;᾿ πρὸς ῥητέον ὅτι ἡ ἀπὸ τῆς μελέτης προκοπὴ προάγουσα τὴν φυσικὴν δύναμιν ἐπὶ τὸ ἐγγυτέρω τοῦ εἴδους προχωρεῖν ἀθρόως ἐπὶ τῷ τέλει παροῦσαν ἔχει τὴν ἕξιν ἄλλην οὖσαν παρὰ τὴν φυσικὴν κατασκευήν, εἴπερ ἡ μὲν τελεία, ἡ 85 ἀτελής, ὥσπερ ὁ χαλκὸς ὁ ἐπιτήδειος πρὸς ἀνδοριάντα κεχώρισται τοῦ ἀνδριάντος· οὕτως γὰρ καὶ ὁ πυκτικὸς τοῦ πύκτου διαφέρει. ἀλλ᾿ ἐπὶ μὲν τῶν ποιῶν τῶν ἀπὸ τῆς τέχνης καὶ τῆς φυσικῆς δυνάμεως διώρισται τὰ ὀνόματα καὶ ὁ μὲν πύκτης καλεῖται, ὁ δὲ πυκτικός, ἐπὶ δὲ τῆς τέχνης αὐτῆς καὶ τῆς φυσικῆς δυνάμεως συμπέπτωκεν τὰ ὀνόματα· πυκτικαὶ γὰρ ἄμφω καλοῦνται, διότι πολλὰ πράγματα οὐκ ὠνόμασται, κἂν ἄλλο καὶ ἄλλο τὸ εἶδος ᾖ, τὸ μὲν ἀτελές, τὸ δὲ ἐκ μελέτης καὶ τέχνης παραγινόμενον, ὅθεν ὁ Ἀριστοτέλης <οὐκ> ἤξίου διακεῖσθαι λέγειν τοὺς κατὰ δύναμιν· γὰρ τῷ διακεῖσθαί πως, φησίν, λέγεται τὸ κατὰ δύναμιν, οὐχ ὅτι μὴ διάκεινταί πως κατὰ τὸ κοινότερον τῆς διαθέσεως σημαινόμενον, ἀλλ᾿ ὅτι μὴ οὕτως διάκεινται ὡς οἰ ἐξ ἀσκήσεως τέλειοι. ἔσται οὖν ὁμώνυμον τὸ διακεῖσθαι κεῖσθαι ἀπὸ ὦρ φυσικῶν δυνάμων, οὐκ ἀφ᾿ ὧν ἔχουσιν, Μ’ ἀλλ᾿ ἀφ᾿ ὧν ἕξουσιν παρονομαζόμενον. εἰ δὲ τοῦτο οὕτως ἔχει, θεωρεῖταί τις κατ᾿ αὐτὸν τὸν λόγον τῆς ποιότητος τούτων διαφορά, καὶ οὐκ ἔξωθεν ἡ προσθήκη νοεῖται τῶν ἐν δυνάμει πρὸς τὰς ἕξεις, ἀλλ᾿ ᾗ τὸ ἀτελὲς καὶ τέλειον καὶ ἀμέριστον καὶ μεριστὸν καὶ αὖ ὁδεῦον εἰς τὰς μεθέξεις τῶν εἰδῶν καὶ ἀνάπαλιν ἐν ταῖς ταῖς μεθέξεσι τῶν εἰδῶν θεωρούμενον, ταύτῃ διέστηκεν ταῦτα ἀπ᾿ ἀλλήλων. ταῦτα μὲν οὖν πρὸς ταύτην εἴρηται τὴν ἀπορίαν. Ἄξιον δὲ ἔτι μοι δοκεῖ ζητήσεως, πῶς τὸ ἀτελὲς καὶ καὶ τέλειον διεστήκασιν ἀλλήλων. εἰ γὰρ τοῦτο, ἐπειδὴ ἀτελὲς οὐ μόνον κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα, ἀλλὰ καὶ τὴν ἐκ ταύτης μεταβολὴν καὶ τὴν εἰς τὸ εἶδος προκοπὴν τὸ ἀτελές ἐστιν, ἐν κινήσει τῇ ἐπὶ τὸ εἶδος θεωρούμενον, ἔσται καὶ ἐκεῖ εἰδητικὴ διαφορά. ὅλως δὲ πῶς τὸ ἀτελὲς ἐν ἄλλῳ εἴδει τιθέναι δυνατόν; πρῶτον μὲν τοῦ εἴδους πανταχοῦ κατὰ τὸ τέλειον θεωρουμένου· τὰ γὰρ εἴδη τοῦ ζῴου διαιρούμενοι ἄνθρωπον λέγομεν καὶ ἵππον· εἶτα διπλασιασθήσεται τὰ εἴδη οὕτως καὶ καθ᾿ ἕκαστον εἶδος τὸ μὲν τέλειον ἔσται, τὸ δὲ ἀτελές. μήποτε οὖν οὐχ ὡς ἀτελοῦς πρὸς τέλειον δεῖ τὴν τοιαύτην διαφορὰν λαμβάνειν * τὰ ἐν τῷ αὐτῷ εἴδει περιεχόμενα οὐδε τὴν ἐπιτηδειότητα καὶ τὸ δυνάμει ὡς ἀφ᾿ ὧν ἕξουσι χαρακτηρίζοντα ἐν ἄλλῳ εἴδει τιθέναι, ἀλλ᾿ ὡς αὐτοῦ τοῦ δυνάμει καὶ τοῦ τοιούτου ἀτελοῦς κατὰ οἰκείαν τινὰ τὴν τοιαύτην τελειότητα ἐν εἴδει ἀφωρισμένῳ ἑστῶτος. ὅρῳ γάρ τινι καὶ ἡ ἐπιτηδειότης περιέχεται καὶ οὐχὶ κατὰ τὴν ὁδὸν τὴν ἐπὶ τὸ εἶδος θεωρεῖται· ἀόριστος γὰρ ἐκείνη καὶ ἄπειρος καὶ οὐ δυναμένη κατὰ εἶδος ἀφορίζεσθαι. ἡ μέντοι ἐν τῷ χαλκῷ πρὸς τὸν ἀνδριάντα ἐπιτηδειότης ὅρος τίς ἐστιν καὶ εἶδος τῷ τοῦ χαλκοῦ εἴδει συνυπάρχον· διὸ καὶ ποιότης ἐστὶν καὶ ποιοὶ κατ᾿ αὐτὴν οἱ ἔχοντες λέγονται, κἂν μὴ εἰς τὸ ἐνεργείᾳ τελειωθῶσιν. ἄλλοι δὲ τὴν φυσικὴν ταύτην δύναμιν ὡς τὸ δυνάμει τῆς ὕλης ἐκδεχόμενοι ἀποροῦσιν, πῶς ποιότης ἐστὶν ἡ δύναμις τῆς ἀποίου ὕλης. καίτοι ἄλλη μὲν ἡ φυσικὴ δύναμις, ἄλλο δὲ τὸ τῆς ὕλης δυνάμει· ἡ μὲν γὰρ προέμφασις τοῦ εἴδους ἐστίν, ἡ δὲ στέρησις καὶ οὔπω ἐπιτηδειότης, ἀλλὰ καὶ ταύτης ἔτι λειπομένη. ἀναμνησθῶμεν δὲ καὶὅτι φυσικὴν ταύτην δύναμιν εἶπεν ὁ Ἀριστοτέλης τὴν ἤδη προηγμένην εἰς τὸ ῥᾳδίως τι ποιῆσαι ἢ παθεῖν. Ὁ δὲ Εὔδωρος αἰτιᾶται ὡς τῷ προτέρῳ ταὐτὸν ὂν τοῦτο τὸ εἶδος τῆς ποιότητος· ῾αἱ γὰρ φυσικαὶ δυνάμεις, εἰ μὲν εὐμετακίνητοι τύχωσιν, διαθέσεις ἔσονται, εἰ δὲ μόνιμοι, ἕξεις᾿. τοῦτο δὲ οὐκ ὀρθῶς εἴρηται, τοῦ Ἀριστοτέλους ἐν μὲν τοῖς προτέροις ἀρετὰς καὶ ἐπιστήμας λαβόντος, ἅπερ εἰ καὶ φύσει τι ἔχει, ἀλλὰ δεῖται καὶ τῆς ἀπ᾿ ἄλλων διδασκαλίας καὶ μαθήσεως· ἐν δὲ τοῖς δευτέροις ἔταξεν τὰ μηδὲν διδασκαλίας δεόμενα, ἀλλὰ φύσεως μόνης ἠρτημένα. διώρισται οὖν ἄμφω, τὸ μὲν τῇ κατ᾿ ἐνέργειαν τελειότητι, τὸ δὲ τ05« δὲ τῇ εἰς ἐπιτηδειότητα παρασκευῇ. Ἄξιον δὲ ἐπιστάσεως εἶναι καὶ τοῦτό φασιν, μήποτε πολλὰ διαφέροντα συλλαβὼν ὑπήγαγεν ὑφ᾿ ἓν εἶδος τοῦτο τῆς ποιότητος. ἐπεὶ γάρ εἰσιν αἱ μὲν ἐν τῷ ποιῆσαι δυνάμεις, αἱ δὲ ἐν τῷ μὴ ῥᾳδίως παθεῖν, αὗται μὲν εἰκότως μένουσιν ἐν τῷ δυνάμεις εἶναι, αἱ δὲ κατὰ τὸ πάσχειν θεωρούμεναι κατὰ ἀδυναμίαν μᾶλλον θεωροῦνται. πῶς οὖν ταῦτα τοσοῦτον ἀλλήλων διαφέροντα εἰς ἓν τάξομεν καὶ τὰς ἀδυναμίας ὁμοῦ ταῖς δυνάμεσι συναριθμήσομεν; πῶς δὲ ὁ Ἀριστοτέλης κατὰ δύναμιν ἢ ἀδυναμίαν τοὺς οὕτως ποιοὺς ἐπονομάζει; τῶν γὰρ ἐναντίων δεκτικὸς εἴη ἄν τις κατὰ τὸ αὐτό· ἐναντίον γὰρ ἡ δύναμις τῇ ἀδυναμίᾳ. ἢ οὐ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ γίνεται ἡ ἐναντίωσις, ἀλλὰ πρὸς ἕτερον καὶ ἕτερον· οὐ γὰρ οὗ ἐστιν δύνα|μις, τούτου καὶ ἀδυναμία, Μὰ τοῦ μὲν ποιῆσαι δύναμις, τοῦ δὲ παθεῖν ἀδυναμία. καὶ τοῦτο ἀναγκαῖον· ὅτῳ γὰρ δύναμις ὑπάρχει τινός, τούτῳ καὶ ἀδυναμία παρακολουθεῖ τοῦ ἐναντίου, καὶ οὐ διώρισται ταῦτα χωρίς, ἀλλὰ συμφέρεται εἰς ταὐτὸν τοῖς λόγοις μόνοις διακρινόμενα καὶ ταῖς ἐπὶ τὸ διαφέροντα τῆς ἐπινοίας ἀναφοραῖς· ὁ γὰρ πυκτικὸς δύναμιν ἂν ἔχοι τοῦ πλήττειν καὶ αὐτὸς δύσπληκτος ὢν δύναται μὴ πλήττεσθαι καὶ ἀδυναμίαν ἔχει πρὸς τοῦτο. ἔτι δὲ οἶμαι ῥητέον ὅτι καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπὸ μίαν καὶ τὴν αὐτὴν τάττεται κατηγορίαν καὶ αἱ δυνάμεις καὶ ἀδυναμίαι οὐ κωλύονται αἱ τοιαῦται, αἱ τε πρὸς τὸ ποιῆσαι καὶ μὴ πρὸς τὸ παθεῖν, εἴπερ καὶ ἔξεις καὶ στερήσεις ἐν ταῖς αὐταῖς εἰσι κατηγορίαις. καὶ ἔστιν ἡ μὲν δύναμις τοῦ ποιῆσαι καὶ μὴ παθεῖν ἐν τῷ ὑγιαίνοντι, ἡ δὲ ἀδυναμία τοῦ μὴ ποιῆσαι ἀλλὰ παθεῖν ἐν τῷ νοσοῦντι. Ἀλλὰ πῶς ὁ Ἀριστοτέλης εἶπεν ὅτι δρομικοὶ λέγονται οὐ τῷ διακεῖσθαί πως, ἀλλὰ τῷ δύναμιν ἔχειν τοῦ ποιῆσαί τι ῤᾳδίως; τὸ γὰρ μηδὲ ὅλως αὐτὰς διακεῖσθαι ἄτοπον ὑπονοεῖν· ἔχουσιν γὰρ τοῦ πῶς ἔχοντος διάθεσιν. ἢ κατὰ μὲν τὴν τοῦ εἴδους διάθεσιν τοῦ τελείου οὐ διάκεινται οὔτε ὡς εὐκίνητον οὔτε ὡς μόνιμον ἔχοντες τὴν διάθεσιν, κατὰ δὲ τὴν ἐπιτηδειότητα διάκεινται· πρὸς ἐκεῖνο οὖν τὸ σημαινόμενον λέγονται μὴ διακεῖσθαι. ἢ μᾶλλον ῥητέον ὅτι οὐ κατὰ τὸ διακεῖσθαι ὅλως τὸ τοιοῦτον εἶδος χαρακτηρίζεται, κἂν διακείμενον πάντως τυγχάνῃ, ἀλλὰ κατὰ τὸ ῥᾴδιον ἔχειν τὴν ἐπιτηδειότητα τοῦ ποιῆσαί τι ἢ μὴ παθεῖν. Ἀλλ᾿ εἰ ὁ πυκτικὸς ποιός, πῶς οὐχὶ κατὰ τοῦτον τὸν λόγον καὶ ὁ ποιητικὸς ἔσται ποιός. ἀλλὰ δοκεῖ πρός τι εἶναι τὸ ποιητικόν; ἢ εἰ μὲν κατὰ δύναμιν λέγοιτο τὸ ποιητικόν, ποιότης ἂν εἴη κατὰ τὸ δεύτερον εἶδος τῆς ποιότητος τὸ ἐν τῷ δυνάμει θεωρούμενον, ὥσπερ καὶ τὸ πυκτικόν. εἰ δὲ κατ᾿ ἐνέργειαν, καθ᾿ ὅσον μὲν διατίθησιν τὴν ψυχήν, ποιότης ἂν εἴη καὶ ἐν τῷ πρώτῳ τῆς ποιότητος εἴδει ταχθήσεται, καθὸ δὲ ποιεῖ, οὐχ ὑπὸ τὰ πρὸς τι, ἀλλὰ μᾶλλον ὑπὸ τὸ ποιεῖν ἀναχθήσεται. ἐπὶ δὲ τῶν ἀψύχων οὐκ αὐτῶν αἱ νεύσεις, ἀλλὰ τῶν ἔξωθεν προσιόντων τὸ συντυχὸν ἀπετέλεσαν, οὑπερ † εἴδους ἦσαν ἐκεῖνα ποιητικα. τὸ δὲ ῥᾴδιον οὐ τὸ κοινῶς ἐπιτήδειόν ἐστιν, ὡς εἴρηται πρότερον· οὐδέπω γὰρ ἔχει τοῦτο ῥᾳστώνην εἰς ἀπεργασίαν, ἀλλὰ τὸ προκοπὴν ἔχον τινὰ εἰς τὸ πρόσω· αὕτη δέ ἐστιν ἡ πρὸ τοῦ εἴδους καταδεκτικὴ τοῦ τελείου λόγου καὶ οἷον μέρος μέν τι αὐτοῦ παρασπασαμένη, τὸ δὲ ὅλον οὔπω ἔχουσα. Ἀλλὰ διὰ τί τὴν τοῦ παθεῖν τι οὐκέτι δύναμιν, ἀλλ’ ἀδυναμίαν ἴφη εἶναι; ἢ αὐτὸς ἐν τοῖς Μρυ]σ τὰ φυσικὰ τοῦτο διέλυσεν, διελών τὰ μὲν ἐν τῷ ποιεῖν, τὰ δὲ ἐν τῷ παθεῖν, καὶ τὸ μὲν ποιεῖν τὸ ἐν ἑτέρῳ ἢ <ᾖ> ἔτερον ποιεῖν ἀποδούς, τὸ δὲ πάσχειν τὸ ὐφ’ ἐτέρου πάσχειν ἢ <ᾖ> ἔτερον. κοινότερον μέντοι δύναμις ἐπ’ ἀμφότερα ταῦτα ταῦτα διατείνει, ἰδίως δὲ τὴν ἀδυναμίαν ἀπολογίζεται εἶναι ἐν τῷ πάσχειν. ἀλλὰ πῶς τὴν ἀδυναμίαν ἐν τῷ πἀσχειν ἔθετο; εἰ γάρ τις ἐπαλλάττων προσβιάζοιτο τὴν τοῦ πάσχειν δύναμιν ἀδυναμίαν εἶναι τοῦ ποιεῖν, ὥσπερ τὴν τοῦ ποιεῖν δύναμιν ἀδυναμίαν εἶναι τοῦ πάσχειν, ἔξει τι ἀμφισβητεῖν. ἢ καινότερον μὲν ταῦτα ἐλίσσεται ἀπὸ τῶν ἐτέρων ἐπὶ τὰ ἔτερα, κυρίως μέντοι ἡ μὲν δύναμις ἐπὶ τοῦ ποιῆσαί τι ἢ μὴ παθεῖν ἀρμόττει, ἡ δὲ ἀδυναμία ἐπὶ τοῦ παθεῖν. τῶν μὲν γὰρ βελτιόνων εἰσὶν αἱ δυνάμεις, ὦν καὶ ἡ φύσις ἐξ ἀρχῆς, τῶν δὲ χειρόνων αἱ ἀδυναμίαι. ἀλλὰ εἰ αἱ ἀδυναμίαι στερήσεις, αἱ δὲ στερήσεις οὐκ ἔχονται, πῶς οὖν ἔφη ἔχειν ἀδυναμίαν τοῦ πάσχειν; ἢ τὸ ἔχειν ἀδυνα- μίαν καταχρηστικώτερον εἴρηται ἀντὶ τοῦ ἐστερῆσθαι δυνάμεως. ἤ ἐπειδὴ σύνεισιν αἱ ἀδυναμίαι ταῖς δυνάμεσιν (ἡ γὰρ ὑγεία δύναμιν ἔχει τοῦ ποιῆσαι τὰ ὑγιεινὰ καὶ ἀδυναμίαν τοῦ παθεῖν τὰ νοσώδη), νοσώδη) διὰ τοῦτο οὐδὲν ἄτοπον ἔχεσθαι καὶ τὰς ἀδυναμίας ὡς συνυπαρχούσας ταῖς δυνάμεσιν. ἀλλὰ πῶς τὸ μαλακὸν κατὰ ἀδυναμίαν ἀφωρίσατο τοῦ μὴ διαιρεῖσθαι, εἴπερ ἡ μὲν ἀδυναμία στέρησίς ἐστιν, τὸ δὲ μαλακὸν εἶδός τί ἐστιν, ὤσπερ καὶ τὸ σκληρόν; ἢ δυνατὸν τὸ αὐτὸ καὶ ὡς εἶδος θεωρεῖσθαι, ὅταν κατὰ τὸ εὐδιαίρετον λαμβάνηται, καὶ ὡς ἀδυναμίαν τοῦ μὴ διαιρεῖσθαι. Μετὰ δὲ τὰς ἐνστάσεις καὶ διαλύσεις καιρὸς ἄν εἴη καὶ ἐμοὶ τὰς νοερωτέρας τῶν ἐξηγητῶν ἐπιιβολὰς περὶ τὴς φυσικὴς ταύτης δυνάμεως παραγράφειν, τίς τέ ἐστιν λέγοντι καὶ ἐν τίσι θεωρεῖται τῶν ὄντων. ἔστιν δὲ καθόλου τοῦτο τὸ γένος πᾶσιν ὑπάρχον τοῖς ὁπωσοῦν τελειουμένοις· οὐ γὰρ ὅλως ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον παραγίνεταί τι, εἰ μὴ μέση δόναπλμις παρείη ἐπιδιδοῦσα μὲν τὸ ἐνδεὲς εἰς τελείωσιν, δεχομένη δὲ τὴν ἀποπλήρωσιν ἀπὸ τοῦ τελειοτάτου. συναγωγὸς οὖν ἐστι τῶν ἄκρων καὶ ὁδὸν παρέχει τὴν ἀπὸ τῶν ὑποδεεστέρων ἐπὶ τὰ κρείττονα καὶ παρασκευὴν ἐντίθησι καὶ ἀφορμὴν εἰς τελείωσιν μοῖράν τέ τινα προείληφεν ἀπὸ τῆς ἐνεργείας καὶ οἶον ἔλλαμψίς τίς ἐστιν απὸ τῆς τελείας οὐσίας καὶ ἔξεως καὶ προθέρμανσίς τις ὡς ἐλλυχνίου πρὸ τῆς τοῦ πυρὸς θερμότητος· καὶ εἴδους δὲ μετρία μετουσία ἀπομεριζομένη κατἂ μέτρα καὶ οὐχ ὅλη παροῦςα νοείσθω ἡ τοιαύτη σύναμις. τοιαύτη δὲ οὖσα ἐν ταῖς ψυχαῖς θεωρεῖται ταῖς μερι- καῖς· ὅταν γὰρ ὁ τῆς ψυχῆς νοῦς τοῦ τοῦ χωριστοῦ τελειοῦται, δέναμίς ἐστιν ἡ προάγουσα τὸν νοῦν τῆς ψυχῆς ἐπὶ τὸ νοερὸν εἶδος καὶ τὺν κατ’ ἐνέργειαν γόησιν. διαφανὴς δὲ μάλιστά ἐστι κατὰ τὴν φύσιν· τὰ γὰρ ἔργα τῆς φύσεως ἐν κινήσει ἐστίν, ἥτις ἐκ Ι τῆς δυνάμεως ταύτης εἰς ἐντελέχειαν ὁδεύει, καὶ ἐν μεταλήψει λόγων, ἥτις οὐκ ἐν ἄλλῳ παραγίνεται ἢ ἐν τῷ δυναμένῳ δέχεσθαι· οὐ γὰρ πᾶν εἶδος εἰς τὸ τυχὸν ἐγγίνεται, ἀλλὰ τὸ δυνάμενον παραγίνεσθαι εἰς τὸ ἐπιτηδείως ἔχον ὑποδέχεσθαι. καὶ ἐν τῇ ψυχῇ δέ, καθ’ ὅσον φύσεως ἐφάπτεται τοῦ ἐνεργείᾳ νοῦ ἀφισταμένη, κατὰ τοσοῦτον τὸ δυνάμει θεωρεῖται. ὀρθῶς ἄρα λέγεται ὡς ἡ δύναμις αὕτη διαφερόντως τὴν τῆς φύσεως οὐσίαν συμληροῖ, καὶ διὰ τοῦτο εἰκότως ἐνταῦθα τὸ ὄλον τοῦτο φυσικὰς δυνάμειας τὰς δευτέρας ποιότηταςαὴοΡί(ἐ͂aι, ὡς τῆς τε δυνάμεως ταύτης ἐν τῇ <φύσει> κυρίως ἀφθρισμένης καὶ οὐδὲ ἄλλως νοουμένου τοῦ ἐτέρου ἢ ὅπερ ἐστὶ θάτερον. καὶ ἐν παντὶ δὲ τῷ κόσμῳ εἴ τις προάγοιτο γτένεσις, οὐκ ἄλλως ἢ διὰ τῆς δυνάμεως εἰς οὐσίαν προάγεται καὶ ἀποτελεῖται ἢ τῇ ὕλῃ ἐν τῷ δέχεσθαι τὸ εἶδος διὰ δυνάμεως εἰς αὐτὸ παραγίνεται· αὐτὴ δὲ ἢ δι’ ἑαυτῆς ἱκανή ἐστιν προβιβάζεσθαι, ὡς ἐπὶ τῶν αὐτοκινήτων ψυχῶν, ἤ ῥᾳδίως εἰς τὸ τέλειον ὑπὸ τῆς ἐνεργείας προάγεται. ἀλλὰ τοιαύτη μέν τις καὶ ἐν τοιούτοις ἡ δύναμις τὴν ἐαυτῆς ὑπόστασιν ἐκληρώσατο. Ἐπιστημονικώτεδρον δὲ ἀν εἴη καὶ τὰς δόξας ἀναζητῆσαι τὰς περὶ τῆς τοιαύτης δυνάμεως τῆς κατ’ ἐπιτηδειότητα, εἴτε ἐν ποιότησιν αὐτὴ φυσικῶς θεωρεῖται εἴτε ἐν οὐσιαις εἴτε ἐν ἄλλῳ ὁτῳοῦν ἑτερῳ γένει τῶν ὅντων. ἆρα οὖν ἀπὸ τῆς ὕλης τὸ δυνάμει καὶ ἠ δύναμις αὐτή, ὥς τινες οἴονται, ἢ αὐτὴ ἡ ὕλη τὸ δυνάμει, ὡς ἄλλοις δοκεῖ; ἢ τοῦτο ἄτοπον· οὔτε γὰρ παρέχεταί τινα αἰτίαν ἡ ὕλη ἀφ’ ἑαυτῦς ἀσθενής οὖσα πάντῃ οὔτε οὐσίαν ἐνδίδωσιν ἐκπεπτωκυῖα τοῦ ὄντος οὔτε δυνάμεως ἀρχὴν παντελῶς οὖσα ἀδύναμος οὔτε ποιότητος ἀφορμὴν ἄποιος οὖσα καθ’ ἑαυτήν, ἀλλ’ οὔτε εχει τι γόνιμον ἐστερημένη πάντων καὶ ἐν ἐνδείᾳ οὖσα καὶ πενίᾳ καθ’ ἑαυτῆν. ἀλλ’ οὐδὲ σχέσις ὕλης τὸ δυνάμει τῆς πάντῃ ἀσχέτου οὐδὲ πλεονασμὸς ονασμὸς τοῦ πρώτου ὐπικειμένου τοῦ μηδεμίαν ἔχοντος διαφορότητα ἐν έαυτῷ οὐδὲ ἔκτασις ἢ συστολὴ ἢ μάνωσις ἢ πύκνωσις τῆς ἀπεστερημένης πάσης κινήσεως ὕλης οὔτε ἄλλο οὐδὲν πῶν περὶ τὴν ὕλην ἐπινοουμένων B αἴτιον γίνεται τῆς τῶν δυνάμεων ὑποστάσεως· εἴδους ΤὰΡ εωΡέͅἆι πΡο0- ποκατασκευή τις ἡ δύναμις αὔτη, οὐκ ἀποίων τινῶν σχέσις. ἀλλὰ μὲν οὐδὲ τὸ καθ’ ἐστὶν ὅσον ἐστὶν εἶδος καὶ ἔστηκεν ἐν τῇ οἰκείᾳ τελειότητι καθ’ ἑαυτό, οὐκ ἄν ταύτῃ τε τῇ οὐσίᾳ παράγοι τὴν δύναμιν· τέλειον γὰρ καὶ ὅλον ὑπάρχον ἐν ἑαυτῷ προέχει τῶν κατὰ ἀπομερισμὸν εἰδῶν ὑφισταμένων δυνάμεων. λείπεται τοίνυν ἄπὸ τῆς συνόδου τούτων, ὕλης τε καὶ εἴδους ἤ τῶν ἀνάλογον ὲχόντων ὕλην ὔλην καὶ εἶδος, ὑφίστασθαι τὴν τοιαύτην δύναμιν. ἐν οὖν τῇ ὕλῃ συνίσταται ἡ δύναμις ἀπὸ τοῦ εἴδους κατὰ τὴν ἁμῃγέπῃ πῶν λόγων μετουσίαν, ὅταν προΐῃ τις ἀπ’ αὐτῶν πρόδρομος ἐπιτηδειότης, ὡς εἶναι μὲν τὴν μετουσάν ὑποδοχὴν τῆς ἔξεως, ἡ δὲ ὑποδοχὴ τῆς ἔξεως προεισφέρει εἰς ἐνέργειαν. κἄν τὸ σῶμα δὲ κἄν ἡ ψυχὴ τὴν ἐπιτηδειότητα δέχοτιο ταύτην, ταῦτα πάντα τάντα σῲσει τὴν πρὸς ὕλην ἀναλογίαν, λογίαν, καθ’ ἥν πρὸς τὰ τελειότερα ἐαυτῶν ὡς πρὸς εἶδος συντασττόμενα κατ’ αὐτὴν τὴν πρώτην ἐαυτῶν ὐπόστασιν ἐπιτηδείότηα ἴσχει πρὸς τὴν τελειοτέραν μετουσίαν· τὰ γὰρ ἐν γενέσει ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον πρκόπτοντα τὴν τῆς ὑποδοχῆς τῆς ἔξεως προκοπῆν δεξάμενα, εἶτα τῆς τελειοτέρας μεθέξεως ἐὐμοιρήσαντα, τοῦ μὲν μετεχομένου μένοντος, τοῦ δὲ μετέχοντος ὄλον ἄμα τὸ εἶδος μὴ δυναμένου κατασέξασθαι, ἄλλην πρὸ ἄλλης ἀεὶ μέθεξιν ἀτελεστέραν πρὸ τελειοτέρας ὑποδέχεται. κατὰ ἀναλογίαν δέ τινα καὶ ἐπὶ τῶν ζῲων ἀπὸ τῶν τοῦ σώματος δυνάμεων, αἴτινες νοεραί τέ εἰσιν καὶ καθαρῶς ἀσώματοι, τὴν ἐπιτηδειότητα ταύτην θεωρήσωμεν. σαφὲς οὖν ἐκ τούτων γέγονεν, ὡς καὶ περὶ ψυχὴν καὶ περὶ σῶμα καὶ περὶ τὸ κοινὸν ζῷον ἐνυτάρχουσιν καὶ ὄπως ἔν τε τῷ ποιῆσαι καὶ ἐν τῷ παθεῖν ἢ μὴ παθεῖν ἁπλῶς οὔτως θεωροῦνται κατὰ καινήν τινα μετουσίαν. οὐ μὴν ἀλλὰ καὶ τὸ τῆς ἐπ’ ἄμφω ῥοπῆς αὐτῶν πρός τε δύναμιν καὶ ἀδυναμίαν ἀπὸ αὐτοῦ ῥᾳδίως καταφαίνεται· διότι γὰρ συμμίγνυται τὰ ὡς ἐν ὕλης τάξει ὑποκείμενα πρὸς τοὺς ἀπὸ τῶν λόγων ἀπομερισμούς, διὰ τοῦτο ἡ ἀπὸ τοῦ λόγου κατιοῦσα μοῖρα ἀμφίβολος γίνεεται, πρός τε δύναμιν καὶ ἀδυναμίαν ἐπ’ ἐπ’ ἴσης ἐπικλνουσα. καὶ τὸ ἄλλα δὲ πάντα τὰ εἰωθότα λέγεσθαι περὶ τῆς πούτων φυσικῆς τάξεως τῶν δυνάμεων πρόδηλα τοῖς δι ἠκριβωμέης αὐτὰ τῆς ἐπιστήμης μεετιοῦσιν, ἐπειδή καὶ μεταβολὴ θεωρεῖται ται κατὰ τὰς φυσικὰς δυνάμεις· ἐν γὰρ τῷ προάγεσθαι καὶ ὁδεύειν ἐπὶ τὸ τέλειον αὖται θεωροῦνται· καὶ τὸ μᾶλλον δὲ καὶ ἦττον ἐν ταῖς δυνάμεσιν ὑπάρχει ταύταις διὰ τὸ προβιβάζεσθαι ἀεὶ τὰς ἐπιτηδειότητας τῆς φυσεως. Ἐπιστάσεως δ’ ἄν εἴη ἄξιον, μήποτε ταῦτα μὲν περὶ τὰ σύνθετα καὶ μετεχόμενα τῶν δυνάμεων πρώτως ὑφέστηκεν, αὐταὶ δὲ αἱ δυνάμεις οὐδὲν τοιοῦτον πάσχουσιν· ἤδη γὰρ ἔχουσί τινα ἄπὸ τὼν εἰδῶν μετουσίαν. ἢ μὰλλον τὰ μὲv μεγέχοντα τῶν δυνάμεων αὐτὰ καθ’ αὐτὰ ἀδύνμα ὄντα οὐδὲ μεταπεριέχει βολὴν τὴν ἐπὶ τὸ τέλειον οὔτε προβιβασμὸν ἐπιδέχεται, κατὰ δὲ τὰς φυσικαὰς καὶ δυνάμεις ἔχει ταῦτα, αἵτινες διά τε τὴν ὑλικὴν ἔνδειαν καὶ τὴν πρὸς τὸ τέλειον εἶδος ἀνάτασιν τόν τε προβιβασμὸν τοῖς μετέχουσιν ἑαυτῶν παρέχονται καὶ τὴν ἐπὶ τὸ τέλειον μεταβολὴν καὶ τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον κίνησιν, |κατὰ τὸ ζωτικὸν μᾶλλον τῶν μετεχομένων λόγων ἤπερ κατὰ τὸ εἰδητικὸν ἀφορισθεῖσαι διὰ τὴν κίνησιν. Κατὰ δὲ τὸν αὐτὸν εἱρμὸν τῆς ἀκριβοῦς θεωρίας καὶ περὶ τοῦ μαλακοῦ καῖ σκληροῦ δεῖ ποιήσασθαι λόγον, ὁπόθεν ταῦτα γίνεται πρώτως, ἆρα διάστασις, ἡ μὲν στερεά, ἡ δὲ ἀραιοτέρα, τὸ σκληρὸν καὶ μαλακὸν ἐποίησεν καὶ πύκνωσις καὶ μάνωσις ἢ κενοῦ πολλοῦ ἀπόληωις, ὅπου δὲ συνίζησις καὶ ἀποπλήρωσις τῶν κενωμάτων τὸ διάφορον ἐν ἑκατέρῳ παρέχεται ἢ ὕλης πλεονασμὸς καὶ ἔνδεια ποιεῖ τὸ μὲν σκληρόν, τὸ δὲ μαλακόν. ἢ πάντα τὰ τοιαῦτα ἐπιγεννηματικὴν ποιεῖ τὴν τῶν κατὰ λόγον διαφερόντων ἰδιότητα. ἆρα οὖν πιπτούσης τῆς δυνάμεως καὶ μὴ δυναμένης ἀνέχειν ἑαυτὴν ἡ ἀντίτυπος καὶμ σκληρ<ὰ ποι>ότης ὑφίσταται, ἡ δὲ τοῦ μαλακοῦ ἐν τῷ ἀνέχειν τὴν δύναμιν ἑαυτὴν καὶ κουφίζειν μετέωρον οὕτως ἀπολεπτύωει καὶ ἁπαλωτέραν τὴν σύστασιν ἀπεργάζεται; ἀλλ᾿ οὕτως ἂν τὸ ἐναντίον εἴη συμβαῖνον ἢ ὅπερ Ἀριστοτέλης βούλεται· οὐ γὰρ ἔτι τὸ μὲν σκληρὸν κατὰ δύναμιν, τὸ δὲ μαλακὸν κατὰ ἀδυναμίαν ἔσται, ἀλλὰ τοὐναντίον ἡ μὲν ἀνέχουσα ἑαυτὴν λεπτότης ἐν δυνάμει ἔσται τοῦ ἑαυτὴν ἐπαίρειν, ἡ δὲ σκληρότης ἐν ἀδυναμίᾳ τοῦ αὐτοῦ τούτου. βέλτιον οὖν ἀντὶ τούτων κατὰ τὴν συνοχὴν ἤτοι ὑπερβάλλουσαν ἢ ἐλλείπουσαν τὸ διάφορον αὐτῶν ἀπολογίζεσθαι. τά τε γὰρ ἄλλα τούτῳ συμφωνεῖ καὶ τὸ λέγεσθαι τὸ μὲν σκληρὸν δύναμιν ἔχειν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, τὸ δὲ μαλακὸν ἀδυναμίαν τοῦ αὐτοῦ τούτου· τὸ γὰρ δυσδιαίρετον ἢ εὐδιαίρετον κατὰ τὸ τῆς συνοχῆς ὑπερβάλλον ἢ ἐλλεῖπον συνίσταται. τὸ δὲ αὐτὸ ἄν τις καὶ κατὰ τὴν τοῦ εἴδους μᾶλλον ἢ ἧττον ἐπικράτειαν ἀπολογίσαιτο, σκληρὸν μὲν τὸ τοῦ εἴδους ἀντεχόμενον μᾶλλον, μαλακὸν δὲ τὸ ἐναντίον ἀφοριζόμενος. μήποτε δὲ κατὰ λόγους διαφόρους ἑκάτερον τούτων ἀποτελεῖται καὶ κατὰ εἰδῶν τελείαν ἀντίθεσιν, ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ γλυκὺ καὶ πικρὸν καὶ τὸ πυκνὸν καὶ μανόν. εἰ γὰρ πᾶν μὲν τὸ κατὰ φύσιν ἔχον τελείαν ἔχει τοῦ οἰκείου εἴδους ἀντίληψιν, ἔστιν δέ τινα μαλακὰ κατὰ φύσιν, ὡς ζῷά τινα ὅλα καὶ φυτὰ καὶ ἐν τοῖς τοῦ ζῴου μορίοις ὁ πνεύμων, πῶς ἂν εἴη κατ᾿ ἔλλειψιν εἴδους τὸ μαλακὸν ἀφοριζόμενον; πῶς οὖν ὁ Ἀριστοτέλης τὸ μαλακὸν κατὰ ἀδυναμίαν θεωρεῖ τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, ὥσπερ καὶ τὸ νοσῶδες κατὰ ἀδυνα- μίαν τοῦ μὴ πάσχειν τι ῥᾳδίως ὑπὸ τῶν τυχόντων; τὸ γὰρ νοσῶδες αὐτόδεν κατὰ στέρησιν ὐφίσταται καὶ ἔλλειψιν τοῦ εἴδους καὶ οὐ κατὰ εἶδος ἄντίθετον. μήποτε οὖν διττὸν εἶδος ἀδυναμίας διὰ τούτων ἐνδείκνυται, ὓν μὲν τὸ κατὰ στέρησιν, ὡς τὸ νοσῶσες ἄδυναμίαν ἔχει τοῦ μὴ πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων, οὖ δύναμιν εἶχεν τὸ ὐγιεινόν, τὸ δὲ κατὰ εἶδος ὑφεστώς, ὥσπερ τὸ μαλακὸν ἀδυναμίαν ἔχει τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, ὤσπερ τὸ σκληρὸν ἀδυναμίαν ἔχει τοῦ ῥᾳδίως διαιβεῖςθαι· ὡς δὲ χεῖρον ἐν τῇ ἀντιθέσει τὸ μαλακὸν κατὰ τὴν ἀδυναμίαν ἀφωρίσθη. ἆρα οὖν καὶ τὸ ὐγιεινὸν ἀδυναμίαν εἴποιμεν ἔχειν τοῦ πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων; των; ἢ οὐκ ἄν τις ἀδυναμίαν καλέσειεν τὸ διὰ δυνάμεως ὑπερβλοὴν παρόν· τὸ μὲν γὰρ σκληρόν, ἄτε μὴ ἔχον τὰ τῷ μαλακῷ προσήκοντα εἴδει ὄντι, οὐδὲν ἄτοπον ἀδυναμίαν ἔχειν τὴν κατὰ ἐτερότητα, τὸ δε ὑγιεινὸν μὴ ἔχον τὰ τοῦ νοσώδους κατὰ στέρησιν ὑφεστηκότος οὐκ ἄν λέγοιτο ἀδυναμίαν ἔχειν. ὅτως δὲ ἄν ἐΜ δῆλόν ἐστιν ὄτι τοῦ αὐτοῦ ἐστιν ἥ τε δύναμις καὶ ἡ ἀδυναμία· τοῦ γὰρ μὴ ῤᾳδίως διαιρεῖσθαι δύναμις μὲν τὸ σκληρόν, ἀδυναμία μία τὸ μαλακόν, ὥσπερ οἶμαι καὶ τοῦ ῥᾳδίως διαιρεῖσθαι ἀνάπαλιν. οὐκ ἐκ ταὐτομάτου δὲ ὁ Ἀριστοτέλης ἐπὶ τῷ τέλει τῶν τοιούτων δυνάμεων τοιαῦτα παραδείγματα τέθεικεν, ἀλλὰ βουλόμενος καὶ τὴν τάξιν αὐτῶν παραδηλῶσαι, ὄτι ἔσκαται ἐν τῇ φύσει τῶν δυνάμεων οὖσαι τὰ ἔσχατα τῶν ὄντων διεληρώσαντο. p. 9 a 28 Tρίτον δὲ γένος ποιίτητος παθητικαὶ ποιότητες καὶ πάθη ὤως τοῦ ὥςτε πάθη μὲν λέγεται τὰ τοιαῦτα, ποιότητες δὲ οὕ. Γένος τρίτον πάλιν λέγει ποιότητος ἀντὶ τοῦ εἴδους τῷ γένει χρησάμενος ἢ καὶ χυρίως γένος εἰπών· κἄν γὰρ μὴ τὸ ἀνωτάτω γένος ἐστίν, ὥσπερ ἡ ἀπλῶς ποιότης ἢ τὸ συμβεβηκός, ἀλλὰ καὶ αὐτὸ γένος ὡς et? εἴδη οἰκεῖα διαιρούμενον, γένος δὲ τῶν ὑπαλλήλων λεγομένων γενῶ. εἰς δύο δὲ διαιρεῖ τὸ τρίτον τοῦτο γένος, εἴς τε τὰς παθητικὰς ποιότητας καὶ τὰ πάθη.ι oU κοινὸν μέν ἐστι τὸ ποιὸν ὁπωσοῦν (ποιὰ γὰρ καθ’ ἑκάτερον λέγεται τὰ ἔχοντα) καὶ μέντοι τὸ πάθος, κοινὸν δὲ τὸ ἐν ἐκατέρῳ τούτων διαφόρως θεωρπισθαι τὸ πάθος, ἢ ὡς πάθος ἐμποιοῦν τῇ αἰσθήσει, ὤσπερ ἡ γλυκύτης πάθος τι κατὰ τὴν γεῦσιν ἐεμποιεῖ καὶ ἡ θερμότης κατὰ τὴν ἁφήν, ἢ ὡς ἀπὸ πάθους ἐγγινόμενον, ὤσπερ ὠχρότης τοῖς φορηθεῖσιν καὶ ἔρευθος τοῖς αἰδεσθεῖσιν ἐγγίνεται· ἰδία δὲ τῆς παθητικῆς ποιότητος καὶ τοῦ πάθους διάκρισις, ἥν ἐφεεξῆς ὁ Ἀριστοτέλης ἐπά- γει. καὶ γὰρ ὅσα μὲν ἀπὸ δυσκινήτων παθῶν καὶ παραμονίμων τὴν ἀρχὴν εἴληφεν, παθητικαὶ ποιότητες λέγονται, ὥσπερ ἡ κατὰ φύσιν ὠχρότης ἢ μελανία ἢ αἱ διὰ νόσον μακρὰν καὶ καύματος συνέχειαν γενόμεναι· ὠχρίαι γὰρ οὗτοι καὶ μέλανες ὥσπερ οἱ κατὰ φύσιν λέγονται· ἵσα δὲ ἀπὸ ῥᾳδίως διαλυομένων καὶ ταχὺ ἀποκαθισταμένων γίνεται, ὥσπερ ἡ ἀπὸ φόβου ὠχρότης ἢ τὸ ἀπὸ αἰδοῦς ἔρευθος, ταῦτα πάθη μέν ἐστιν καὶ κατὰ τοῦτο ὁπωσοῦν ποιοὶ οἱ μετέχοντες, | καθ᾿ ὅσον πεπόνθασιν. ἐρυθριᾶσαι γοῦν καὶ ὠχριᾶσαι λέγομεν τοὺς τοιούτους, οὐ μέντοι ποιούς· ποιὰ γὰρ τὰ πάθη ταῦτά ἐστιν. διὸ οὐδὲ παρωνύμως λέγομεν ὠχρίας ἢ ἐρυθρίας τοὺς τοιούτους, ἀλλ᾿ ὅτι πεπόνθασι μόνον· ἵτι γὰρ ὠχρίασαν ἢ ἐρυθρίασαν, ταύτῃ πως μετέχουσι τῆς ποιότητος, οὐ μέντοι ὅτι ποιοὶ κατὰ ταῦτα γεγόνασιν. καὶ ἐπὶ τῆς ψυχῆς δὲ τὸ ἀνάλογον· παθητικαὶ μὲν λέγονται ποιότητες ἥ τε κατὰ φύσιν ὀργὴ καὶ πραότης καὶ ἐν ἕξει γενόμεναι· ποιοὶ γὰρ κατὰ ταύτας, ἀργίλοι καὶ πρᾶοι λέγονται οἱ ἔχοντες· πάθη δὲ τὰ ἀπό τινων ἐπ᾿ ὀλίγον συμβαίνοντα, ὡς ὁ ἀπὸ λύπης ὀργισθείς· οὐ γὰρ λέγεται ὀργίλος ὁ τοιοῦτος, ἀλλ᾿ ὅτι ὠργίσθη μόνον. ἡ μὲν οὖν τῶν λεγομένων ἔννοια τοιαύτη. Πάντως δέ τις καὶ ἐνταῦθα ἐπιζητήσειεν, πῶς πρότερον μὲν τὴν διάθεσιν καὶ τὴν ἕξιν ἐχαρακτήριζεν τῷ εὐμεταβόλῳ τε καὶ δυσμεταβολῳ νῦν δὲ τούτοις αὐτοῖς τὰ πάθη διακρίνει καὶ τὰς παθητικὰς ποιότητας. καὶ εἴρηται μὲν καὶ ἐν ἐκείνοις τινὰ πρὸς ταύτην τὴν ζήτησιν, ὅτι ἐκεῖ μὲν ἕξεις καὶ διαθέσεις τὰς ἐκ διδασκαλίας καὶ ἔξωθεν ἐγγινομένας παραδίδωσιν ὡς δυσκινήτους τε καὶ εὐκινήτους τελειότητας, ἐνταῦθα δὲ παθητικὰς ποιότητας καὶ πάθη τὰ φύσει. εἰ δέ τῳ μὴ ἀρκεῖ ταῦτα, λεγέσθω καὶ νῦν συντόμως, ὅτι ἡ θερμότης, καθὸ μὲν διατίθησιν ὁπωσοῦν τὸ ὑποκείμενον, διάθεσις λέγεται· καθὸ δὲ μόνιμον ἔχει τὴν διάθεσιν, ἕξις καλεῖται· καθὸ δὲ ἀπό τινος ποιήσαντος, ὃ ἐπιπολαίως ἐνεγένετο, πάθος λέγεται· καθὸ δὲ δευσοποιῶς καὶ μονίμως ἐνεγένετο τὸ πάθος, παθητικὴ λέγεται ποιότης. ἄμφω δὲ ταῦτα κατὰ πάθος θεωρεῖται, ὡς ἀπὸ πάθους γενόμενα καὶ ὡς πάθος ταῖς αἰσθήσεσιν ἐμποιοῦντα· κατ᾿ ἄμφω γὰρ τὸ πάθος θεωρητέον ἐν αὐτοῖς, ὥστε ἡ θερμότης, εἰ πρόσκαιρος εἴη, τοῦ μὲν ἔχοντος σώματος καὶ ἐπάγοντος ἄλλῳ διάθεσις ἂν εἴη, τοῦ δὲ θερμαινομένου οὕτως, ὡς ἔχειν μὲν ἤδη τὸ εἶδος τῆς θερμότητος, μὴ δύνασθαι δὲ ἄλλο θερμᾶναι, παθητικὴ ποιότης· εἰ δὲ ἐν τῷ γίνεσθαι τὸ εἶδος θεωροῖτο, πάθος ἄν εἴη. ὤστε εἰ καὶ ὀνόμασιν ἐχρήσατο τοῖς αὐτοῖς, τῷ τε μονίμῳ καὶ τῷ εὐμεταβόλῳ, ἀλλ’ οὐκ ἐπὶ τῶν αὐτῶν σημαινομένων. Ἀλλὰ πῶς τὰς φύσει ὑπαρχούσας παθητικὰς εἶναί φησιν, ἀπὸ συμβεβηκότος τινὸς αὐτὰς τοῦ πάθος ἐμποιεῖν ταῖς αἰσθήσεσι χαρακτηρίσας, καίτοι οὐδὲ ποιότητας ἀπλῶς οὔσας, ἀλλ’ οὐσίας μᾶλλον, εἴπερ μέρη οὐσιῶν τὰ δὲ μέρη ρῶν οὐσιῶν οὐσίαι; ἢ ὄτι κατὰ μὲν τὸν λόγον αὐτὸν καὶ τὸ εἶδος καὶ τὴν οὐσιώδη μέθεξιν οὐ ῥητέον τὴν θερμότητα τοῦ πυρὸς παθητικὴν ποιότητα, ἀλλὰ μέρος οὐσίας, τὴν δὲ ἀπ’ αὐτῆς ἐν τοῖς σύμασιν ἐγγινομένην ποίωσιν, ταύτην παθητικὴν ποιότητα ῥητέον. τεκμήριον ριον δὲ τούτου μέγιστον, ὄτι τὰ μὲν τῶν οὐσιῶν εἴδη οὐ συνέζεκται πρὸς τὴν αἴσθησιν οὐδὲ κινεῖ αἰτήν· οὐ γάρ ἐστιν οὐσιῶν ἀντιληπτικὴ ἡ αἴσθησις, μόγις γὰρ αὐτῶν ὁ λογος ἀντιλαμβάνεται· ἀλλὰ τὰ ποιώματα τὰ ἀπὸ τῶν λόγων, ἄ καὶ πέφυκεν τὸ σῶμα παραδδέχεσθαι, ταῦτα κινεῖ τὴν αἴσθησιν καὶ ἀπ’ αὐτῶν μεμερισμένως ἄλλη ἄλλως αἴσθησις διατίθεται. διὰ τοῦτο οὖν τὰ πρὸς τὴν αἴσθησιν συνεζευγμένα καινητκῶς ἀπὸ τοῦ ποιεῖν <πάθη> παθητικὰς ποιότητας λέγομεν, καὶ διότι συγγενεῖς ἔχουσι τὰς ἰδίας φύσεις πρὸς τὰς τῶν αἰσθήσεων παθητικὰς κινήσεις. Ἀντιλαμβάνονται δέ τινες, πῶς τὸ μέλι τῷ γλυκύτητα δεκέχθαι λέγεται γλυκύ· μέλι γὰρ ὄλως οὐκ ἄν εἴη χωρὶς γλυκύτητος· πῶς οὖν δύχεται ὄπεερ ἔχει; ἀλλ’ ὅπως αὐτὸ εἶπεν, αὐτὸς ἐσαφήνισεν διὰ τοῦ ἐφεξῆς παραδείγμετος, εἰπὼν καὶ τὸ σῶμα λευκὸν τῷ λευκότητα δελέχθαι· ὤστε καὶ τὸ μέλι ὡς σῶμα δέδεκται τὴν γλυκύτητα. ἀλλὰ πῶς εἰπὼν οἶον τὸ μέλι τῷ γλυκύτητα δεδέχθαι λέγεται γλυκὺ ἐπήγαγεν οὐ γὰρ τὸ μέλι τῷ πεπ[ονθέναι τι λέγεται γλυκὺ οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐδέν; εἰ γὰρ ἐδέξατο τὴν γλυκύτητα, πῶς οὐ πέπονθεν αὐτήν; ἢ ἐδέξατο μὲν τὸ μέλι τὴν γλυκύτητα τὴν εἰς πάθος ἄγουσαν τὴν γεῦσιν, αὐτὸ δὲ οὐ πέπονθεν τὸ γλυκύ, ἀλλὰ κατ’ οὐσίαν αὐτὸ ὑπάρχον ἔχει. τὸ δὲ ἴδιον τῆς παθητικῆς ποιότητος ἔχει τὸ πάθος ταῖς αἰσθήσεσιν ἐμποιεῖν, οὐδὲν πολυπραγμονούντων ἡμῶν, εἴτε διὰ πάθους ἐγγίνεται τοῖς ὑποκειμένοις εἴτε ἄνευ τροπῆς καὶ ἀλλοιώσεως. καλοῦνται δὲ ποιότητες μὲν ἀπὸ τῶν ἐχόντων αὐτὰς καὶ ποιῶν κατ’ αὐτὰς λεγομένων, εἴγε ποιότης ἐστὶν καθ’ ἥν ἔκατον ποιὸν λέγεται· παθητικαὶ δέ, ἐπειδὴ προσειλήφασιν τὸ πάθος ἐμποιεῖν ταῖς αἰσθήσεσιν. Ἀλλὰ πῶς φησι λευκότης καὶ μελανία καὶ ἄλλαι χροιαὶ οὐ κατὰ τὸν αὐτὸν τρόπον παθητικαὶ ποιότητες λέγονται, ἀλλὰ τῷ αὐτὰς ἀπὸ πάθους γεγενῆσθαι, καἰτοι καὶ αὸταὶ δρῶσιν εἰς τὴν αἴσθησιη ηαΧΡkoοσαι Αι σοΠΡίvο0σαι τῆν ὄψιν, καὶ ἄλλαι μέντοι ποιότητες ἀπὸ πάθους ἐγγίνονται· κινούμενα γὰρ θερμαλινεται τὰ σώματα καὶ αἰσχυνθείς θείς τις ἐρυθριᾷ. ἢ οὐχ ὥσπερ ὅταν θερμοῦ αἰσθανώμεθα θερμαινόμεθα. οὐχ οὕτως καὶ ὅταν λευκοῦ αἰσθανώμεθα, λευκόν τι τῶν ἐν ἡμῖν γίνεται· οὐ γὰρ ὕλη τῷ λευκῷ ὁ ὀφθαλμὸς γίνεται ἀναλαμβάνων τὸ τοῦ λευκοῦ εἶδος, ὥσπερ ἡ χεὶρ τῷ θερμῷ θερμαινομένη, ἀλλὰ πάσχει μέν τι καὶ ὁ ὀφθαλμός, οὐ μὴν λευκὸς γίνεται. διὸ κἂν ἐν ἄλλοις ὁ Ἀριστοτέλης πάσχειν λέγῃ τὴν ὅρασιν (καὶ τοῦτο πιστοῦται ἀπὸ τοῦ τῶν σφόδρα ὁρατῶν ἀντιλαμβανομένην μὴ δύνασθαι ἀυτὴν τῶν ἧττον ἀντιλαμβάνεσθαι, ἀλλ᾿ ἐκεῖνα ἔτι ὁρᾶν δοκεῖν, ὡς ἔτι ἔχουσαν ἀπ᾿ αὐτῶν τὰ ἐγκαταλείμματα) — κἂν ταῦτα οὖν ἐν ἄλλοις λέγῃ, οὐκ ἐναντιοῦται πρὸς τὰ νῦν εἰρημένα· διαφορὰν γὰρ ἐνταῦθα τῶν παθητικῶν ποιοτήτων | ἐθεάσατο, τῶν μὲν τῆς αὐτῆς ποιότητος μεταδιδόντων, τῶν δὲ οὐ τῆς αὐτῆς. εἰ δὲ καὶ πᾶν μὲν πάθος διὰ κινήσεως γίνεται, πᾶσα δὲ κίνησις ἐν χρόνῳ, πᾶν τὸ πάσχον ἐν χρόνῳ ἂν πάσχοι· εἰ οὖν τὸ ὁρᾶν ἀχρόνως γίνεσθαι δοκεῖ, οὐκ ἂν διὰ πάθους γίνοιτο. ἢ καὶ τὴν ἁφὴν ἄχρονον ὁ Ἀριστοτέλης δοκεῖ λέγειν, καὶ τούτῳ γε τῷ λόγῳ καὶ ἡ θερμότης καὶ ἡ ψύξις παθητικαὶ ποιότητες ἔσονται οὐχ ὡς πάθος ἐμποιοῦσαι, ἀλλ᾿ ὡς διὰ πάθους ἐγγινόμεναι. μήποτε δὲ οὐδὲ ἐπὶ μόνων τῶν χρωμάτων ἀληθὲς τὸ τὴν αἴσθησιν μὴ ποιοῦσθαι τῇ αὐτῇ ποιότητι, τουτέστιν μὴ λευκαίνεσθαι ἢ μελαίνεσθαι τὴν ὅρασιν· οὐδὲ γὰρ ἡ ἀκοὴ ὀξύνεται ἢ βαρύνεται. ἀλλὰ καὶ διατίθησιν τὰ χρώματα τὴν ὄψιν, ὥσπερ καὶ τῶν ἄλλων αἰσθητῶν ἕκαστον τὴν καθ᾿ ἑαυτὸ αἴσθησιν. ἴδιον δὲ οὖν ἔοικεν ἔχειν τὰ χρώματα τὸ ἄλλοις ἐπισυμβαίνειν· καὶ γὰρ καὶ ἐφ᾿ ὧν ἀχώριστά ἐστιν τὰ χρώματα, ὡς τὸ λευκὸν τῆς χιόνος, καὶ ἐπὶ τούτων οὐκ ἔστιν ἁπλῶς οὐσιώδη, ἀλλ᾿ ἐπιγεννηματικά, εἴγε πῆξις νέφους ἐστὶν ἡ χιὼν δι᾿ ὑπερβολὴν ψυχρότητος, τοῦ δὲ οὕτως πηγνυμένου πάθος τί ἐστιν καὶ παρακολούθημα ἡ λευκότης. ὁμοίως δὲ καὶ ἡ ὠχρότης τοῖς φοβηθεῖσιν καὶ τὸ ἔρευθος τοῖς αἰσχυνθεῖσιν παρακολούθημα γίνεται τῶν ψυχικῶν διαθέσεων, ἐπὶ μὲν τῶν φοβουμένων τοῦ αἵματος ἐπὶ τὴν καρδίαν ὡς ἐπὶ τὴν οἰκείαν ἐρχὴν ἀνατρέχοντος καὶ μηκέτι ἐν τῇ ἐπιφανείᾳ διαφαινομένου, ὅπερ ποιεῖ τὴν ὠχρότητα συμβαίνουσαν καὶ τοῖς ἄλλως αἵματος κεκενωμένοις· αἰσχυνθέντες δὲ ἐρυθαινόμεθα, τοῦ αἵματος ἀπὸ τῆς καρδίας ἐπὶ τὴν ἐπιφάνειαν προϊόντος καὶ ὥσπερ ἐπιπροσθοῦντος τῷ ἡγεμονικῷ καὶ ἐπισκοτοῦντος τῷ ὑπελθόντι κατὰ τὴν διάνοιαν αἰσχρῷ δι᾿ αἰδῶ. ὅταν οὖν καὶ κυουμένων ἔτι τοιαῦται συνδρομαὶ γένωνται δι᾿ οἵας δήποτε αἰτίας, τοιαῦτα φυσικὰ γίνεται χρώματα, καὶ διὰ τοῦτο ἐκ γενετῆς οἱ μὲν τοῖοι φύονται, οἱ δὲ τοῖοι, ὥστε πᾶσαι αἱ κατὰ τὰς χρόας ποιότητες εἰκότως ἐκ πάθους γίνεσθαι λέγονται καὶ συμπτώματά εἰσιν· καὶ γὰρ τῇ χιόνι τὸ λευκὸν καὶ τῷ κόρακι τὸ μέλαν παραγένται κατά τι πάθος προηγησάμενον, ἐν τῇ φυσικῇ συστάσει ὑπάρχει. καὶ μή τις οἰέσθω με λέγειν ὅτι ἡ τροπὴ αὕτη ἡ προηγησαμένη καὶ ἡ κίνησις τὰ χρώματα ποειῖ, ἀλλ' οἱ μὲν λόγοι τῶν χρωμάτων ἐν τῇ φύσει ἑστήκασιν, τὰ δὲ τρεπόμενα κατὰ τὴν τῆς τροπῆς τοὺς τοὸς λόγους οἰκειότητα μεταλαμβάνει τῶν λόγων καὶ εἰδοποιεῖται ἀπ' αὐτῶν. ἄλλος γάρ ἐστιν αὐτὸς ὁ λόγος ὁ ἑστὼς καὶ ἄλλο τὸ ὑποκείμενον ἁπλᾶ ταῦτα), καὶ ἄλλο τὸ ἐκ τοῦ ὑποκειμένου καὶ τῆς τοῦ λόγου μεθέξεως συγκείμενον, ἐν ᾦ καὶ ἡ τροπὴ καὶ τὸ πάθος θεωρεῖται· τὸ τὰρ ἁπλοῦν οὐκ ἄν τι πάθοι καθ’ ἑαυτό. καὶ ἐν τοῖς ὠχριῶσιν οὖν ἢ ἐρυθριῶσιν οὐχὶ ἡ τροπὴ τὸ χρῶμα ποιεῖ, ἀλλὰ τὸ ἴδιον τοῦ αἵματος χρῶμα μεθέστησιν ποτὲ μὲν ἐπὶ τὸ ἐντός, ποτὲ δὲ ἐπὶ τὸ ἐκτός. κἂν λέγῃ οὖν ἀπὸ πάθους ἐγγίνεσθαι τὰ χρώματα, οὐδὲν ἄλλος λέγει ἢ ὅτι διὰ τῶν παθῶν ἐπιτήδεια γίνεται τὰ σώματα εἰς καταδοχὴν τῶν τοιύτων χρωμάτων. Ἀλλὰ πῶς, φησὶν Εὔδωρος, ἐν μὲν τῷ πρώτῳ εἴδει τῆς ποιότητος θερμότητας καὶ ψύξεις καὶ νόσον καὶ ὑγείαν ἐν ταῖς διαθέσεσι κατηρίθμησεν, ἐνταῦθα δὲ ὡς εἰς ἄλλο εἶδος τὴν παθητικὴν ποιότητα αὐτὰς καταλέγει; ἢ φήσομεν ὡς ἐκεῖ μὲν κατὰ τὸ διακεῖσθαι οὕτω καὶ πῶς ἔχειν θέσεως κατὰ τὸ θερμὸν καὶ φυχρὸν ἐλαμβάνετο, ἐνταῦθα δὲ κατὰ τὸ πάθος ἐμποιεῖν εἰς ἄλλος ἡ παθητικὴ ποιότης θεωρεῖται. τὸ δὲ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο λαμβανόμενον οὐδὲν κωλύει ὑπ' ἄλλο τάττεσθαι καὶ ἄλλο εἶδος, ὡς ὁ Σωκράτης καθὸ μὲν ἄνθρωπος οὐσία ἂν εἴη, καθὸ δὲ πατὴρ τῶν πρός τι· καὶ ἡ θερμότης οὖν, καθὸ μὲν διατίθησί πως τὸ ὑποκείμενον, διάθεσις ἂν εἴη, καθὸ δὲ θερμαίνει τὴν αἴσθησιν, παθητικὴ ποιότης. καὶ κατ' ἄλλον δὲ τρόπον ἐν διαφόροις εἴδεσίν ἐστιν ἡ αὐτή, διότι κατὰ μὲν τὴν ἰδιότητα καὶ τὸν χαρακτῆρα ἡ διάθεσις θεωρεῖται, κατὰ δὲ τὴν ἔμμονον τροπὴν τοῦ πάθους ἡ παθητικὴποιóτης. Ἀλλὰ πῶς ἐκεῖ τὰ ταχὺ μεταβάλλοντα εἰπὼν διαθέσεις ἐνταῦθα τὰ ταχὺ Ζ μεταβάλλοντα πάθη μὲν λέγει, οὐκέτι δὲ ποιότητας; ἢ ὅτι τῶν εὐκινήτων τὰ μέν ἐστιν διαθέσεις, αἵτινες διὰ τοῦτο καῖ ποιότητές εἰσιν καὶ χαρακτῆρα φέρουσιν τοῦ διακειμένου, αἱ δὲ εὐανάλυτοι κινήσεις, αἵτινες ἐν τοῖς πάθεσιν θεωροῦνται μόνοις· διὸ καὶ πάθη καλοῦνται καὶ οὐκ ἀξιοῦνται τοῦ τῆς ποιότητος ὀνόματος, ἐπειδὴ οὐδὲ λέγονται κατ’ αὐτὰς ποιοὶ οἱ πάσχοντες. οὐδὲν οὖν ἄτοπον, εἰ τὸ μὲv ὑπὸ τὴν ποιότητα τάττεται, τὸ δὲ οὔ. Ἐπιστάσεως δὲ καὶ πάλιν ἄξιον, πῶς ὑπὸ τὴν ποιότητα τάξας τὰ πάθη, εἴπερ τρίτον εἶδος ποιότητος παθητικαὶ ποιότητές φησιν καὶ πάθη, ὅμως ὕστερον πάθη μέν φησιν τὰ τοιαῦτα λέγεται, ποιό- τητες δὲ οὔ. καὶ γὰρ τινὲς μὲν οἴονται ἐλλιπῶς εἰρῆσθαι τὸ ποιότητες δὲ οὔ· λείπειν γὰρ τὸ 'οὔκ εἰσιν παθητικαί', ὡς εἶναι μὲv αὐτὰς ποιότητας, παθητικὰς δὲ οὔ· ἄλλοι δὲ ἐπὶ ταὐτὸν οἴνοται φέρειν αὐτὸ τὰ πάθη καὶ τὰς παθητικὰς ποιότητας, καίτοι σαφῶς οὕτως διρίζοντα. ἀλλ' ἴσως ὡς ὑποπῖπτον τὸ πάθος ὑπο τὴν παθητικὴν ποιότητα κατά τι σύμπτωμα αὐτῆς πρόσκαιρον, οὕτως αὐτὸ ὑποτάττεσθαι αὐτῇ φησιν. Ἀλέξανδρος δὲ οὐδὲ ζητεῖν ἀξιοῖ, εἰ τὰ πάθη ὑπὸ τὴν ποιότητα· αὐτὸς γὰρ ὁ Ἀριστοτέλης οὐ μόνον τὰς παθητικὰς ποιότητας, ἀλλὰ καὶ τὰ πά|θη ὑπὸ τὸ αὐτὸ εἶδος ἔταξεν εἰπὼν τρίτον δὲν γένος παθητικαὶ ποιότητες καὶ πάθη· οὐ γὰρ εὔλογον εἰς ταὐτὸν ἄγειν αὐτὰ μέλλοντα λέγειν αὐτῶν τὴν διαφοράν. διὰ γὰρ τούτων εἶδος τῆς ποιότητος καὶ τὸ πάθος ἀφορίζεται, ὥστε καὶ ποιότητα· τοῖς γὰρ εἴδεσιν ὑπάρχει τὰ ὀνόματα τῶν γενῶν. ἀλλ' ὅτι μὲν ποιότητας ἁπλῶς λέγειν τὰ πάθη σαφῶς μαχομένων ἐστὶν πρὸς τὴν Ἀριστοτέλους λέξειν, πρόδηλον, εἰπόντος ὥστε πάθη μὲv τὰ τοιαῦτα λέγεται, ποιότητες δὲ οὔ. ἀλλὰ καὶ τὸ πάντῃ τῆς ποιότητος ἐξορίζειν τὰ πάθη, καὶ τοῦτο μάχεται τῷ ἓν γένος ποιότητος εἰπεῖν καὶ τὰ πάθη. ἀλλὰ καὶ τὸ τὰ πάθη εἰς ταὐτὸν ἄγειν ταῖς παθητικαῖς ποιότησιν ἐναργῶς ἄτοπον, οὕτως αὐτὰ σαφῶς τοῦ Ἀριστοτέλους διακρίνοντος. μήποτs οὖν παθητικὴ μὲν ποιότης, ᾖ μὲv ποιότης, οὐκ ἔστιν τὸ πάθος, συγγενῶς δὲ ἔχει πρὸς αὐτήν. οὐδὲ γὰρ ἐπινοῆσαι οὐδὲ ὀνομάσαι δυνατὸν παθητικὴν ποιότητα ἄνευ πάθους. ἔοικεν γάρ πως ἀτελὲς εἶδος εἶναι τῆς παθητικῆς ποιότητος τὸ πάθος, οὖ τελειότης ἐστὶν ἡ παθητικὴ ποιότης. ὥσπερ οὖν ἡ διάθεσις τῇο ἕξει συνεπλάκη, οὕτως καὶ ἐνταῦθα τὸ πάθος τῇ παθητικῇ ποιότητι συνέζευξεν· ὡς γὰρ ἡ διάθεσις προηγεῖται τῆς ἕξεως, οὕτως καὶ τὸ πάθος οἶον ὑπόθεσίς ἐστιν τῆς παθητικῆς ποιότητος. διὸ καθ' ὄσον μὲν ὡς ἀτελῆ προηγεῖται καὶ ἀπὸ τούτων ἐπ' ἐκεῖνα ἡ μετάβασις ταύτῃ οὐκ ἀφίστησιν αὐτὰ τῶν ποιοτήτων· διότι δὲ ἀπολεέπεται τῆς ἐν αὐταῖς τελειότητος τῇ τε φύσει τῶν εἰδῶν καὶ τῇ μονίμῳ ταταστάσει, ταύτῃ χωρίζει αὐτὰ ὡς ἕτερα. Λέγοντος δὲ τοῦ Ἀριστοτέλους ὥσπερ τὰ ὀλιγοχρόνια χρώματα ἀπὸ πάθους γίνεται, οὕτως καὶ τὰ πολυχρονια ἀπὸ τοῦ αὐτοῦ συμβαίνειν, ἄλογον νομίζουσιν οἱ περὶ τὸν Νικόστρατον τὸ πάντα τὰ χρώματα πάθους ἐγγινομένου γίνεσθαι καὶ μάλιστα τὰ σύμφυτα καὶ οὐσιδη, ὥσπερ τὸ τῆς χιόνος· ἐν γὰρ τοῖς παραδείγμασιν τοῖς ἀπὸ τοῦ φόβου καὶ τῆς αἰσχύνης ὡς ἐπιγινόμενα τὸ πάθη παρέθετο, ὥστε καὶ ἐπὶ πάντων οὕτως ἔοικεν δοξάζειν. ἢ εἰ τοῖς χυμοῖς τοῖς περὶ τὸ σὼμα, ὁποῖοί ποτε ἂν ὦσιν μέχρι τῆς ἐπι- φανείας διατείνοντες, συνέπεται τὰ χρώματα παραπλήσια αὐτοῖς φαινόμεαν, τρέπονται δὲ οἱ χυμοὶ ὑπὸ τῶν παθῶν, εὔλογον καὶ τὰ χρώματα συνακολυθεῖν ταῖς προπαῖς ἢ ταῖς ποιαῖς κράσεσι τῶν σωμάτων. οὐ μέντοι οὐδὲ τοῦτό φησιν, ὅτι αἰ σύμφυτοι χρόαι ἔξωθεν ἐπιγίνονται οἶον τῇ χιόνι ἡ λευκότης, ἀλλ' ὅτι εἴ τις νοήσειεν τὴν πρώτην σύστασιν τῆς χιόνος ὅπως ἐξ ἀρχῆς γέγονεν, εὐρήσει τὸ σωματοειδὲς αὐτῆς καὶ ὑποκείμενον κατὰ τὴν ποιὰν τροπὴν καὶ ποιὰν κρᾶσιν τὸ τοιίνδε χρῶμα εἰληφός. ὑπομενήσειε δ' ἄν τις τοῦτο καὶ ἀπὸ τῶν ὁρωμένων· ὥσπερ γὰρ τὰ φαινόμενα χρώματα ταῖς ποιαῖς κράσεσι τῶν σωμάτων ἀφομοιοῦται, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων, κἂν φυσικῶς γίνωνται. εἰσὶν δέ τινες οἳ τὰς συμφύτους ταύτας ποιότητας οὔ φασιν εἶναι πάθη ἢ παθητικὰς ποιότητας, ἀλλὰ μέρη οὐσιῶν καὶ οὐσίας. δῆλον οὖν ὅτι οὗτοι οὐδὲ τὴν ἁρχὴν παραδέχονται τὰ περὶ τῶν συμφύτων χροιῶν ηπορημενα. Ἀνδρόνικος δὲ ἠξίου μὴ διαιρεῖσθαι τὰς παθητικὰς ποιότητας εἰς τὸ ἐμποιεῖν πάθη καὶ εἰς τὸ ἐκ πάθους συνίστασθαι, ἀλλὰ πάσας ὡς ἐκ πάθους συνισταμένας παθητικὰς εἶναι, τὸ δὲ πάθους ποιητικαῖς εἶναι συμβαίνειν αὐταῖς· “τὸ γὰρ θερμὸν θερμαίνειν δύναται· ἀλλὰ καθ' ὅσον εἰς ἄλλα ποιεῖ, οὐ ποιὰ ἀλλὰ ποιητικὰ καλοῦμεν αὐτά, οἷον οὐ θερμὰ ἀλλὰ θερμαντικά, ἅπερ ἤδη πρός τι, καθάπερ τὸ καυστικὸν καὶ τὸ καυστὸν καὶ τὰ ὅμοια. διὸ θερμὸν μὲν ἔστιν καὶ μηδενὸς ὄντος θερμαντοῦ, θερμαντικὸν δὲ οὐκέτι· ποιὰ γὰρ κατὰ τὸ πῶς ἔχειν, ἀλλ' οὐ κατὰ τὸ πρός τι λέγεται”. πρὸς δὴ τοῦτο καλῶς ἠπορημένον ῥητέον ὅτι τὰς ἐν ταῖς αἰσθήσεσι γινομένας παθητικὰς ποιότητας οὐ καθ' ὅσον ἐκ ποιοῦντός τινος καὶ πάσχοντος συνίστανται, κατὰ τοῦτο δεῖ θεωρεῖν, οὐδὲ καθ' ὅσον πρὸς ἀντισρέφοντα λέγονται, ἀλλὰ τὸ ἁπλοῦν καὶ ἁπλωτὸν εἶδος τοῦ πάθους αὑτὸ καθ' αὑτὸ νοεῖν ὡς ποιότητα, μηδὲν ἐφαπτομένους τῆς τοῦ ποιοῦντος εἰς αὐτὸ ἐνεργείας καὶ συζεύξεως· ποιὸν γὰρ τοῦτο τὸ εἶδος κεχωρισμένον τῶν πρός τι καὶ ἄλλο εἶδος παρὰ τὰ δεδεγμένα τὸ πάθος, αἰσθητικόν τι καὶ ἀφομοιωτικὸν τικὸν πρὸς τὰ πρωτουργὰ πάθη, διὸ καὶ ἀντιδιαιρεῖται πρὸς τὰς ἀπὸ παθους ἐγγινομένας παθητικὰς ποιότητας. Φέρεται δέ τις καὶ τοιαύτη πρὸς τὰ εἰρημένα ἀντίληψις, τὸ πάθος Γ ἐμποιεῖν ἢ καὶ ἐκ πάθους ἐγγεγονέναι τὴν παθητικὴν ποιότητα σχέσιν μόνον ἐμφαίνειν κατὰ τὸ ἔκ τινος ἐγγεγονέναι ἢ εἴς τι ἐμποιεῖν, αὐτὸ δὲ μὴ λέγειν ὅτι ποτέ ἐστιν ἡ παθητικὴ ποιότης. ἡμεῖς δὲ καὶ πρὸς τοῦτο ἐροῦμεν ὡς οὐκ ἔστιν ἐκ τῆς σχέσεως ἠτημένη ἡ παθητικὴ ποιότης, ἀλλ' αὕτη μὲν ἅλλως ἐπισυμβαίνει τὸ δὲ ἴδιον τῆς παθητικῆς ποιότητος κατ᾿ αὐτ αὐτὴν τὴν μεταβολὴν θεωρεῖτι, οὐ τὴν κατὰ τὸ εἶναι (τοῦτο γὰρ οὐκ ἔστιν ποιότητος), ἀλλὰ μετὰ τὸ προϋποκεῖσθαι τὴν οὐσίαν ἐπιγινόμενον αὐτῇ, ὥσπερ καὶ ἡ ποιότης τῷ εἶναι ἐπεισέρχεται. τοιαῦτα καὶ περὶ τῶν ἀποριῶν εἰρήσθω. Διαφέρουσιν δὲ αἱ τρίται ποιότητες αὗται τῶν μὲν πρώτων, ὡς καὶ Πορφύριος καὶ Ἰάμβλιχός φασιν, ὅτι ἐκεῖναι μὲν ἐκ διδασκαλίας τὸ τέλειον ἔχουσιν, αὗται δὲ φύσει ὑπάρχουσιν. μήποτε δὲ καὶ τὰ φύσει παρείληπται ἐν ἐκείναις, ὥσπερ θερμότης καὶ ψύξις καὶ τὰ τοιαῦτα, ἡ δὲ διαφορὰ τῶν ἐνταῦθα μὲν κατὰ πάθος εἶναι, εκεῖ δὲ κατὰ διάθεσιν καὶ ἕξιν. τῶν δὲ δευτέρων διαφέρει, καθ᾿ ὅσον ἐκεῖναι μὲν ἐν τῷ δυνάμει ἐθεωροῦντο καὶ ἐπιτηδείότητες ἦσαν, αὗται δὲ ἐντελέχειαι μᾶλλόν εἰσιν καὶ κατ᾿ εἶδός τι ἤδη ὑφεστήκασιν. Τάξιν δὲ εἴ τις ποθεῖ μαθεῖν αὐτῶν, ῥητέον ὡς ἡ ἐκ πάθους καὶ μεταβολῆς εἰδοποιία ἀπολείπεται | τῶν πρώτων καὶ αὐτοφυῶν ποιοτήτων, ὅσαι τέ εἰσιν κατ᾿ ἐνέργειαν καὶ ὅσαι κατὰ φυσικὴν δύναμιν πρώτως συνίστανται καὶ κατὰ κίνησιν ἑτεροιώσεις. ὁ μέντοι Ἀρχύτας ἔοικεν προτάξαι τὸ κατὰ τὸ πάθος εἶδος τῆς ποιότητος τοῦ κατὰ τὸ δυνάμει, καὶ ἴσως τοῦτο μᾶλλον ἔχει λόγον, διότι τὸ ἐνεργείᾳ προηγεῖσθαι χρὴ τοῦ δυνάμει, ὁποῖόν ποτε ἂν ᾖ. Καὶ τοῦτο δὲ ἰστέον, ὅτι τὸ ὅλον εἶδος τοῦτο τῆς ποιότητος ὁ Ἀρχύτας ἐν τῷ πάθει κυρίως εἰδοποιεῖ καὶ τοῦτο αὐτοῦ κοινὸν στοιχεῖον ἀπέδωκεν, ὁμοῦ μὲν ἐν κοινῷ περιλαβὼν ὅρῳ τάς τε παθητικὰς ποιότητας καὶ τὰ πάθη καὶ ταύτῃ τὰ πολλὰ τῶν ἀπόρων διαφυγών, ὁμοῦ δὲ καὶ τὴν φύσιν αὐτῶν ὡρισμένως περιλαβών· οὐ γάρ ἐστιν τὸ εἶδος τοῦτο τῆς ποιότητος καθαρὸν ὕλης καὶ σώματος οὐδὲ ἐν εἴδει παγίως ἱστάμενον, ἀλλ᾿ ἔοικεν μέση τις εἶναι φύσις τῶν τε σωμάτων καὶ τῶν εἰδῶν, κατὰ μὲν τὸ πάσχειν τοῖς σώμασι προσεοικυῖα, κατὰ δὲ τὸ γενέσθαι εἶδος ἀπὸ τοῦ πάθους ἢ μορφὴν προσλαμβάνειν ἐν ἑαυτῷ ἀπὸ τοῦ εἴδους, ταύτῃ δὲ τῶ λόγῳ συγγενὴς ὑπάρχουσα. Καὶ ὅτι μὲν τροπή τις καὶ ἀλλοίωσις θεωρεῖται κατὰ τὰς τοιαύτας ποιότητας, πρόδηλον· ὁρᾶται γὰρ τοῦτο· ἀλλ᾿ ἐκεῖνο ζητήσεως ἄξιον, μήποτε οὐκ ἔστιν ἡ τοιαύτη τροπὴ αὐτία τῶν τοιούτων ποιοτήτων, ἀλλ᾿ αὐτὴ μὲν τῶν ὧν οὐκ ἄνευ λόγον παρέχεται, ἡ δὲ ἐν αὐτῇ θεωρουμένη μορφὴ τὴν ποιό- τητα κυρίως συνίστησιν. ἡ γὰρ κίνησις ὡς ἐν ὕλης τάξει προϋπόκειται καὶ ὑπουργεῖ τῇ προηγουμένῃ αἰτίᾳ ἥτις ἐστὶν ἡ ἀπὸ τοῦ λόγου κατιοῦσα μοῖρα καὶ μρφοῦσα τὴν ἀόριστον κίνησιν· καὶ αὐτὴ μὲν οὔτε πάσχει οὔτε ἀλλοιοῦται, ἤτοι δὲ ἐμποιεῖ πάθος ἢ ἐπὶ πάθει προηγουμένως συνίσταται. μήποτε δὲ ἀληθέστερον ἐμποιεῖ πἰπεῖν ὅτι κατ᾿ αὐτὴν γίνεται τὸ πάθος ἐν τῷ ὑποκειμένῳ. καὶ ἐπὶ τῶν χρωμάτων οὖν τροπαὶ μὲν γίνονται περὶ τὸ σύνθετον σῶμα, οἱ δὲ λόγοι εἰσὶν ἑκάστων χρωμάτων ἐν τῇ φύσει, ὧν δόσις γίνεται καὶ μετοχὴ ἐν τῷ χροιᾶς μεταλαμβάνειν τὰ σώματα. Ἀλλὰ τί μετοχὴ ἐν τὸ πάθος τοῦτο, ζητεῖν ἄξιον. λλέγεται γὰρ πάθος ἢ τὸ ἀναιρετικὸν τῆς οὐσίας, ὡς ἡ σῆψις σώματος φθορὰν ἐπάγουσα τῷ σηπομένῳ, ἢ τὸ τούτῳ ἀντίθετον τὸ συνέχον διὰ τῆς μεταβολῆς ἐν τῷ κατὰ φύσιν τὸ ὑποκείμενον, ὡς τὰς αἰσθήσεις τὰ κατ᾿ αὐτὰς πάθη συνέχει ὡς αἰσθητικάς· ἄλλως δὲ πάθος λέγεται καὶ ἡ ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν μεταβολή, ὡς ὅταν ὁ κηρὸς εἰς παντοῖα σχήματα μεταπλαττόμενος πάσχειν λέγηται. δυνατὸν δὲ τὰ πάθη καὶ κατὰ τὰ εἴδη τῶν κινήσεων διαιρεῖν· ἢ γὰρ κατ᾿ οὐσίαν γίνεται τὰ πάθη ἢ κατὰ τὸ ποσόν, οὔτε τὸ κατ᾿ οὐσίαν οὔτε τὸ κατὰ ποσὸν προσήκει τῷ νῦν ζητουμένῳ πάθει, ἀλλ᾿ οὐδὲ πᾶν τὸ κατὰ ποιόν, εἴπερ ἓν εἶδος ποιότητος ἀφώρισται τοῦτο· ἀλλ᾿, εἴπερ ἄρα, ἐν τῷ γίνεσθαι τὰ τοιαῦτά ἐστιν πάθη καὶ ἐν τῷ μεταβάλλειν εἰς τὰς κατ᾿ ἐνέργειαν παθητικὰς ποιότητας· ἐφορμαὶ ἀφορμαὶ γάρ εἰσιν καὶ οἷον ὑποκατασκευαὶ τῶν παθητικῶν ποιοτήτων. διὸ καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ τὸ πάθος διαιρούμενος “πάθος, φησίν, λέγεται ἕνα μὲν τρόπον ἡ ποιότης, καθ᾿ ἣν ἀλλοιοῦσθαι ἐνδέχεται, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν καὶ γλυκὺ καὶ πικρὸν καὶ βαρύτης καὶ κουφότης καὶ ὅσα ἄλλα τοιαῦτα· ἕνα δὲ αἱ τούτων ἐνέργειαι καὶ ἀλλοιώσεις· ἔτι δὲ τούτων μᾶλλον αἱ βλαβεραὶ ἀλλοιώσεις καὶ κινήσεις, καὶ μάλιστα αἱ λυπηραὶ βλάβαι· ἔτι τὰ μεγέθη τῶν συμφορῶν καὶ λυπηρῶν πάθη λέγεται”. ἐν γὰρ ρούτοις ὀρθῶς τὴν ἀλλοίωσιν καὶ τὴν κατ᾿ ἐνέργειαν ἀλλοωσιν βλάβην τε καὶ κίνησιν καὶ τὰ τοιαῦτα ὡς κινήσεις ὑπήγαγεν ὑπὸ τὸ πάθος. καὶ ἐντεῦθεν δὲ καταφαίνεται ὡς εἰκότως οὐκ ἀπέκρινεν τὰ πάθη τῶν ποιοτήτων· περὶ γὰρ τὴν ἀλλοίωσιν καὶ κίνησιν τῶν παθῶν ὑφίστανται αἱ παθητικαὶ ποιότητες καὶ συμπληροῦνται καὶ εἰδοποιοῦνται ὑπ᾿ αὐτῶν, τὸ δὲ ἀτελὲς καὶ ὡς ἐν ὕλης τάξει προκαταβεβλημένον καὶ συγγενὲς πρὸς ποιότητας ἀπὸ τῶν παθῶν θεωρεῖται. Ἐπεὶ δὲ τὸ μονιμον καὶ δυσκίνητον χαρακτηριστικὸν εἶναι δοκεῖ τῆς παθητικῆς ποιότητος καὶ διακριτικὸν αὐτῆς ἀπὸ τοῦ πάθους, οὐχ οὕτως ἀκουστέον τοῦ μονίμου ὡς ἐπὶ τῆς ἔξεως, ἀλλ᾿ ὡς πρὸς τὸ πάθος δεῖ τὸ μόνιμον ἐννοεῖν. δεῖ γὰρ ὁπωσοῦν μένειν ἐκεῖνο τὸ νομιζόμενον ποιόν, ἵνα ᾖ τε καὶ λέγηται ὁπωσοῦν ποιόν,κ οὐ τῷ μονίμῳ εἰδοποιούμενον ὥσπερ ἠ ἕξις, ἄλλὰ τῇ ἒν τῷ πάθει διαμενούση ποιότητι. Ἐπειδὴ δὲ τὰς παθητικὰς ποιότητας εἴς τε ψυχὴν καὶ σῶμα διεῖλεν, δεῖ ζητεῖν, εἰ αἱ ἐκστάσεις Καὶ ὀργαὶ καὶ τὰ τοιαῦτα τῆς ψυχῆς ἐστιν ἴδια ἢ κοινὰ καὶ τοῦ ἔχοντος. ἐι τοίνυν ἀρεέσκει αὐτῷ ἐν τῷ πρώτῳ περὶ ψυχῆς ἀπὸ τοῦσώματος ὡρμῆσθαι τὰ τοιαῦτα, ὥστε πολλάκις μὲν εὐκινήτους ἡμᾶς γίνεσθαι πρὸς ὀργὴν μικρῶν ὄντων τῶν παροξυνόντων, πολλάκις δὲ καίτοι μεγάλων ὄντων μὴ κινεῖσθαι, ὅταν μὴ ὀργᾷ τὰ σῶμα μηδὲ ᾖ ἀφ' ἑαυτοῦ πρὸς τὸ πάθος ἠρεθισμένον — εἰ τοίνυν τοῦτο οὕτως ἔχει, τῆς ψυχῆς εἶπεν τὰ πάθη κατὰ τὸ ἐπικρατοῦν αὐτῆς καὶ πλεονάζον ἐν τῷ συνθέρῳ ζῴῳ· αἱ γὰρ πρὸς τὸ σῶμα συγγενεῖς τῆς ψυχῇ καταστάσεις καὶ αἱ ῥἐπουσαι εἰς γένεσιν καὶ μὴ κρατοῦσαι ἑαυτῶν καὶ αἰ παραγόμεναι ὑπὸ τοῦ σώματος καὶ ὑλικώτεραι, αὗται τῶν ψυχικῶν τούτων παθῶν εἰσιν αἰτίαι. ταῦτα μὲν οὖν καὶ περὶ τούτων εἰρήσθω. μεταβαίνειν δὲ ἤδη καιρὸς ἐπὶ τὸ τέταρτον τῆς ποιότητος εἶδος τῷ Ἀριστοτέλει παρακολουθοῦντα. ρ. 10α11 Τέταρτον δὲ γένος ποιότητος ἕως τοῦ ποιὰ οὖν λέγεται τὰ παρωνύμως ἀπὸ τῶν εἰρημένων ποιοτήτων λεγόμενα ἢ ὁπωςοῦν ἄλλως ἀπ’ αὐτῶν. Τετάρτην εἰκότως καὶ τελευταίαν αποδίδωσιν τούτῳ τῷ γένει ἤτοι εἴδει τῆς ποιότητος τάξιν, διότι ἐπιπολῆς καὶ οἶον ἔξωθεν ἐπ' ἐσχάτῳ τοῦ σώματος συνίσταται. πολυμερὲς δέ ἐστιν καὶ πολυειδὲς τὸ γένος τοῦτο. καὶ ἔστιν ἐν αὐτῷ σχῆμα μὲν τὸ ὐπὸ τινὸς ἢ τινῶν ὅρων περιεχόμενον, ὃ καὶ ἐπιπέδου καὶ στερεοῦ πέρας ἐστίν· ληπτέον δὲ αὐτὸ οὐ κατὰ τὸ πλῆθος τῶν γραμμῶν καὶ τῶν ἐπιπέδων (ποσὸν) γὰρ οὕτως ἔσται), ἀλλὰ οὐδὲ κατὰ τὸ χρῶμα, ἀλλὰ κατὰ τὸν τῆς ἐπιφανείας ποιὸν σχηματισμὸν κατὰ τὸ γεγωνιῶσθαι ἢ ἀγώνιον εἶναι. ἡ δὲ περὶ ἕκαστον μορφὴ διχῶς λέγεται παρὰ τῷ Ἀριστοτέλει, κατά γε τὰ οὐσιώδη εἴδη καὶ κατὰ τὰ τῆς ἐπιφανείας ποιὰ τυπώματα. νῦν οὖν θεωρεῖται οὐ κατὰ τὸ οὐσιῶδες εἶδος (οὐδὲ γάρ ἐστι ποιότης τὸ τοιοῦτον), ἀλλὰ κατὰ τὸ ἐπιφαινόμενον τοῖς οὐσιώδσιν περὶ τὴν ἐπιφάνειαν εἴδεσιν, καθ' ὃ καλἀ τινα καὶ εὔμορφα λέγομεν ἢ δυσειδῆ καὶ ἄμορφα· αἱ γὰρ τοιαῦται μορφαὶ ποιότητές εἰσιν, ἄλλαι μὲν παρὰ τὸ χρῶμα καὶ τὸ σχῆμα, ἐπιστῆσαι δὲ ἔξιον, μήποτε καὶ ἐκείνων περεκτικαί, κἂν μὴ προσιῆται τοῦτο Ἰάμβλιχος. τινὲς δὲ τὴν μὲν μορφὴν ἐπὶ ζῴου μόνου λέγεσθαι νομέζουσιν, τὸ δὲ σχῆμα ἐπὶ τοῦ ἀψύχου εἴδους, οὔτε κατὰ τὴν τεχνικὴν συνήθειαν καλῶς οὔτε τὴν τῶν πολλῶν χρῆσιν· ἐπαλλάττει γὰρ ταῦτα τὰ ὀνόματα, ὁμοίως μὲν καὶ ἐπὶ τῶν ἐμψύχων τὸ σχῆμα, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀψύχων τὴν μορφὴν λέγουσα. καὶ ὁ λόγος δὲ ἑκατέρου τῇ τοιαύτῃ χρήσει συμμαρτυρεῖ· εἰ γὰρ κατὰ τὸ πέρας τῆς ἐπιφανείας καὶ τὴν τύπωσιν αὐτῆς ἡ μορφὴ λέγεται, οὐδὲν ἐμφαίνει ζωῆς ἐχόμενον· δύναται γὰρ καὶ τοῖς ἀψύχοις ἐφαρμόζειν· ὅ τε ὅρος τοῦ σχήματος οὐδὲν χωλύεται καὶ τοῖς φυσικοῖς καὶ τοῖς τῶν ζῴων σώμασιν ἐφαρμόζειν. ἀλλ' εἰ ἄρα, ῥητέον τὸ μὲν σχῆμα μόνης τῆς ἔξωθεν περιγραφῆς ἔχεσθαι, τὴν δὲ μορφὴν καὶ τῆς ἐν ταῖς ἀποπερατώσεσι συμμετρίας ἢ ἀμετρίας· τὴν γὰρ έπὶ τῇ έπιφανείᾳ τελευτὴν τοῦ εἴδους μιμεῖται ἡ μορφή. τινὲς δὲ τὴν μορφὴν ἐπὶ τῶν φυσικῶν ἀκούουσι μόνον, καὶ δοκεῖ ταύτην τὴν δόξαν ἐν ἑξῆς εξῆς προσίεσθαι ὁ Ἰάμβλιχος, ὡς οὐ λεγομένης τῆς μορφῆς ἐπὶ τῶν μαθηματικῶν καὶ ὅλως τῶν σχημάτων, καὶ διὰ τοῦτό φησιν τὴν περὶ ἕκαστον μορφὴν εἰρῆσθαι, διότι ὡς ἔνυλος εἰς τὸ ἄτομον κατετάγη. εὐθύτητα δὲ καὶ καμπυλότητά φησιν ἰάμβλιχος τὴν κοινὴν ἐπὶ τῶν γεωμετρικῶν σχημάτων καὶ ἐπὶ τῆς μορφῆς εἰρῆσθαι ποιότητα, καὶ διὰ τὸ κοινὸν καὶ διατεῖνον ἐπ' ἄμφω καὶ ἐπὶ μορφῶν καὶ σχημάτων κοινῶς ὁρώμενον καὶ περιττεῦον ἑκατέρου ἰδίᾳ καταλέγεσθαι. “αὐτὴ μὲν τάρ, φησίν, ἡ γραμμή, καθ' ὅσον ἐστὶν γραμμή, ποσόν ἐστιν, ἡ δὲ εὐθεῖα, καθ' ὅσον ἐστὶν εὐθεῖα ἢ καμπύλη, ποιὰ ἄν νοηθείη· καὶ ἡ ἐπιφάνεια, καθ' ὅσον μέν ἐστιν ἐπιφάνεια ποσόν, καθ' ὅσον δὲ ἐπίπεδος ἐπιφάνεια, ποιόν· καὶ ἐπὶ τῆς μορφῆς δέ, φησίν, ταῦτα ὡσαύτως θεωρεῖται”. μήποτε οὖν ἡ εὐθύτης καὶ ἡ καμπυλότης γραμμῶν ἂν εἵη καθ' αὑτὰς καὶ ἐπιφανειῶν, μορφῆς δὲ οὐ καθ' αὑτό, ἀλλ' εἰ ἄρα, κατὰ συμβεβηκός, καθ' ὅσον οἶμαι καὶ τὸ σχῆμα περιέχει ἡ μορφή. εἴ τι δὲ ἄλλο τούτοις ὅμοιον τοῖς εὐθέσι καὶ καμπύλοις προσύθηκεν τὰ ἑλικοειδῆ καὶ κωνοειδῆ καὶ φακοειδῆ λέγων τῶν σχημάτων καὶ τὰ τοιαῦτα, ἅπερ μικτὴν ἔχει τὴν φύσιν ἐξ εὐθέος καὶ περιφεροῦς, ὡς καὶ οἱ γεωμέτραι φασίν. ὅτι δὲ ποιότητες αὗται, ἀπὸ τοῦ λόγου τῆς ποιότητος κατασκευάζει· εἰ γὰρ ἀρ' ἑκάστου τούτων ποιόν τιλέγεται, ἀφ' οὗ δὲ ποιόν τι λέγεται, τοῦτο ποιότης ἐστίν, ποιότης ἂν εἴη ἑκάστη τούτων. Τὸ δὲ μανὸν καὶ πυκνὸν οὐχ ὡς ἀπὸ μανότητος καὶ πυκνότητος παρωνομάσθαι φησὶν οὐδὲ πῶς ἔχοντα παρέχεσθαι τὸ μανὸν καὶ πυκνόν, ἀλλὰ τῷ τὰ μόρια διεστηκέναι ἀπ' ἀλλήλων, ὡς παρεμπίπτειν τι ἑτερογενὲς σῶμα, τούτῳ λέγεται μανόν, ὡς σπογγιαὶ καὶ κισσήρεις, πυκνὸν δὲ τὸ τὰ μόρια σύνεγγυς ἔχον, ὡς μηδὲν ἑτερογενὲς μεταξὺ παρεμπίπτειν, ὡς ἐπὶ χρυσοῦ καὶ διδήρου θεωρεῖται. εἰ οὖν θέσιν μᾶλλον τῶν μορίων δηλοῖ ταῦτα. ἀλλ' οὐχὶ τὸν χαρακτῆρα, οὐκ ἂν εἴη ποια. ἀλλὰ καὶ τὸ λεῖον τοῦτό ἐστιν, οὖ τὰ μόρια ἐπ' εὐθείας ἐπ' ἴσης κεῖται, ὡς ἐπὶ τῶν ἀποτεταμένων μαρμάρων, τραχὺ δέ, οὖ μὴ ἐπ' ἴσης κεῖται, ἀλλὰ τὰ μὲν ὑπερέχει, τὰ δὲ ἐλλείπει, ὡς ἐπὶ τοῦ πρίονος· θέσιν ἄρα καὶ τὰ τοιαῦτα δηλοῖ. ἡ Γ δὲ θέσις ἤτοι τῆς τῶν πρός τι κατηγορίας ἐστιν, ὡς εἴρηται ἐν ἐκείνοις, ἢ ὑπὸ τὸ κεῖσθαι ὐπάγεται· καὶ γὰρ τὰ κειμενα θέσιν τινὰ δηλοῖ. ἐπιστῆσαι δὲ ἄξιον, ὡς οἶμαι, μήποτε ἡ μανότης καὶ πυκνοτης καὶ λειότης καὶ τραχύτης καὶ ποιότητές τινές εἰσιν κατὰ τὸν χαρακτῆρα, ὡς θερμότης καὶ ψυχρότης, καὶ θέσιν τινὰ δηλοῦσιν κατὰ τὴν τῶν μορίων σύνταξιν· καὶ οὐδὲν θαυμαστὸν τὸ αὐτὸ ἄλλο καὶ ἄλλο ὑπ' ἄλλην καὶ ἄλλην κατηγορίαν ἀνάγεσθαι, ὡς καὶ τῷ Ἀριστοτέλει καὶ τοῦ Ἀριστοτέλους ἐξηγηταῖς δοκεῖ. Πληρώσας δὲ τὰ εἴδη τῆς ποιότητος ἐπήγαγεν ἴσως μὲν οὖν καὶ ἄλλος ἂν φανείη τρόπος ποιότητος, οὐχ ὡς φιλόσοφον εὐλάβειαν ἐνδεικνύμενος, ὥς τινες οἴονται, οὐδὲ ὅτι δυσδιαίρετος ὁ περὶ τῶν πρώτων γενῶν λόγος, ὡς ἀλλοι, οὐδὲ ὅτι τὰς διαφορὰς ἐνδείκνυται, καθ' ἃς λογικὸν καὶ ἄλογον καὶ τὰ ἄλλα θεωρεῖται ποιὰ τὰ οὐσιώδη καὶ διαιρετικὰ τῶν γενῶν· οὐσίαι γάρ εἰσιν ἐκεῖνα μᾶλλον, ἀλλ' οὐ ποιότητες· εἰ δὲ ποιότητες ἦσαν, οὑκ ἂν οὕτως εἰς ἐσχάτην τάξιν ἀπερρίφησαν. Ἀνδρόνικος δὲ πέμπτον εἰσάγει γένος, ἐν ᾧ τάττει μανότητα πυκνότητα, κουφότητα βαρύτητα, λεπτότητα παχύτηα, οὐ τὴν κατὰ τὸν ὄγκον, ἀλλὰ καθὸ ἀέρα λέγομεν λεπτὸν εἶναι καὶ τοῦ ὕδατος λεπτότερον· “ ποιὰ γάρ, | φησί, λέγομεν πάντα τὰ τοιαῦτα τῷ ἀπὸ ποιότητος εἶναι αὐτά, ὁμοίως δὲ καὶ τὸ διαφανὲς καὶ τὸ σκοτεινόν, ὥστε, φησίν, ἢ ἄλλο τι γένος ποιότητος τοῦτο θετέον ἢ συζευκτέον αὐτὰ ταῖς παθητικαῖς· τῷ γὰρ παθεῖν τι τὸ σῶμα τούτων ἕκαστον τοιοῦτον γέγονεν, διαφέρει δὲ ἐκενων, ὅτι πάθους οὔκ εἰσιν ἐμποιητικαὶ αὖται”. Εὔδωρος δὲ τὴν παχύτητα καὶ λεπτότητα εἰς ἕτερον τάττει γένος, τὰς δὲ ἄλλας οὔ. οἱ δὲ περὶ τὸν Ἀχαϊκὸν ταύτας μὲν εἰς τὸ τέταρτον γένος τάττουσιν συνεπομένας τῷ μανῷ καὶ πυκνῷ, ἐκείνας δὲ μᾶλλον αἰνίττεσθαι τὸν Ἀριτοτέλη φασὶν ἐν τῷ ἴσως δὲ καὶ ἄλλο γένος, ἃς ἒν τῇ Περὶ γενέσεως καὶ φθορᾶς τῷ θερμῷ καὶ ὑγρῷ καὶ φυχρῷ καὶ ξηρῷ συνέταξεν· εἰσὶν δὲ αὖται βαθὺ κοῦφον, σκληρὸν μαλακόν, τραχὺ λεῖον, παχὺ λεπτόν. ἀλλὰ πῶς ἄν τις ταῦτα παραδέξαιτο μηδενὸς ὐπ' αὐτοῦ λεγομένου ἑνὸς γένους, ὑφ' ὃ ταῦτα ταχθήσεται, ὡς ἐν μὲν τῲ πρώτῳ ἕξις ἦν καὶ διάτῶν θεσις, ἐν δὲ δευτέρῳ φυσικὴ δύναμις, καὶ ἐπὶ τῶν ἄλλων ἕν τι; βέλτιον οὖν λέγειν ὅτι κατὰ ἀληθὲς εἰσί τινες καὶ ἄλλοι τρόποι, οὓς ἐν τῇ Μετὰ τὰ φυσικὰ ὡς ἐν τελειοτέρᾳ πραγματείᾳ παραδίδωσιν· ἐνταῦθα δὲ ὡς ἐν εἰσαγωγῇ τοὺς μάλιστα λεγομένους ἐξέθετο. Κοινῶς δὲ περὶ πάντων τῶν εἰδῶν ἐπάγει ὅτι ποιότητές εἰσιν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατ’ αὐτὰς παρωνύμως λεγόμενα ἢ ὁπωσοῦν ἀέ αὐτῶν. τοῦτο δὲ εἶπεν, ἐπειδὴ τινὰ μὲν παρωνύμως λέγεται, ὡς ἀπὸ τῆς λευκότητος τὸ λευκόν, ἔνια δὲ ὁμωνύμως, ὡς τρίγωνον καὶ τετράγωνον καὶ ἄλλων σχημάτων ἕκαστον· ἐπὶ γὰρ τούτων τρίγωνον καὶ ἡ ποιότης καὶ τὸ μετέχον καλεῖται. ἔτι δὲ ἐπ’ μὲν ἀμφότερα ὠνόμασται, ὡς γραμματικὴ καὶ ὁ γραμματικός, ἐπ’ ἐνίων δὲ οὐθέτερον, ὡς ἡ πρὸς γραμματικὴν ἐπιτηδειότης καὶ ὁ κατ’ αὐτὴν εὐφυῶς διακείμενος, ἐπ’ ἐνίων δὲ τὸ ἕτερον μόνον ὠνόμασται, τὸ ποιὸν μέν, ὡς ἐπὶ τοῦ δρομικοῦ καὶ πυκτικοῦ· ἀνώνυμοι γὰρ αἱ ἐπιτηδειότητες· ἡ γὰρ πυκτικὴ καὶ δρομικὴν αἱ κατ’ ἐνέργειάν εἰσιν ἐπιστῆμαι, ἀφ’ πύκται καὶ δρομεῖς οἱ ποιοὶ λέγονται· οἱ γὰρ πυκτικοὶ καὶ δρομικοὶ τοὺς δυνάμει ποιοὺς σημαίνουσιν ἀπὸ ἐλπίδος ἧς ἕξουσιν ἕξεως παρωνομασμένους. ἔστιν δὲ ὅπου τῇ μὲν ἕξει κεῖται ὄνομα, ὡς τῇ ἀρετῇ, τῷ δὲ κατ’ αὐτὴν τοιῷ οὐκέτι· οὐδὲ γὰρ λέγεται ἐνάρετος, ὁ δὲ σπουδαῖος οὐκ ἀπὸ τῆς ἀρετῆς παρωνόμασται οὐδὲ ὁ ἐνάρετος, ὥσπερ οὐδὲ ὁ ἐγγράμματος ἀπὸ τῆς γραμματικῆς. ἐπ’ ἐνίων δὲ καὶ παραλλάττουσιν αἱ τῶν ἀνομάτων σημασίαι παρὰ τὴν τῶν παργμάτων δήλωσιν διὰ τὴν ἀνωμαλίαν τῆς χρήσεως. ὁ γὰρ δικαιος κατὰ μὲν τὸ ὄνομα ἀπὸ τῆς δίκης παρωνόμασται, κατὰ δὲ τὰ πράγματα ἀπὸ τῆς δικαιοσύνης· ὁ δὲ δικαιόσυνος κατὰ μὲν τὴν λέξιν ἀπὸ τῆς δικαιοσύνης, ὥσπερ καὶ ὁ εὐφρόσυνος ἀπὸ τῆς εὐφροσύνης, κατὰ δὲ τὰ πράγματα οὐκ ἔχει παράθεσιν. διὰ ταῦτα οὖν πάντα προσέθηκεν τὸ ἢ ὁπωσοῦν ἄλλως ἀέ αὐτῶν. ἀνήγαγεν δὲ ταῦτα ἢ εἰς τὸ μὴ κεῖσθαι ταῖς ποιότησιν ὀνόματα, ὡς ἐπὶ τῶν φυσικῶν δυνάμεων, ἢ εἰς τὴν συνήθειαν μὴ ἔχουσαν ἐν χρήσει τὸ ἕτερον, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ ἐναρέτου. καὶ δῆλον ὅτι ἐπ’ ὀλίγων μὲν ταῦτα συμπίπτει, τὰ δὲ πλλὰ παρωνόμασται ταῖς ποιότησιν, ἀφ’ ὧν ἔχει τὸ ποιὰ εἶναι. αὕτη μὲν ἡ τῆς λέξεως ασφήνεια. Τρεπτέον δὲ λοιπὸν τὰς καθ’ ἕκαστα ζητήσεις τε τε καὶ διαλύσεις· πρὸ τούτου δὲ ἀκριβέστερον ἔτι τῶν εἰρημένων ποιητέον διάκρισιν. τὸ τοίνον σχήμα οἱ Στωικοὶ τὴν τάσιν παρέχεσθαι λέγουσιν, ὥσπερ καὶ τὴν μεταξὺ τῶν σημείων διάστασιν· διὸ καὶ εὐθεῖαν ὁρίζονται γραμμὴν τὴν εἰς ἄκρον τεταμένην. ἀλλ’ οὕτως ἀναιρεθήσεται ἡ μαθηματικὴ οὐσία, ἥτις ἀκίνητός τέ ἐστιν καὶ ἀλλοιώσεως πάσης καὶ διὰ τοῦτο καὶ τάσεως ἀπηλλαγμένη. εἰ δέ τις τὴν ἀσώματον οὐσίαν τῶν σχημάτων καὶ ἀμφισβητήσιμον εἶναι νομίζοι, εἴτε ἔστιν εἴτε μέχρι ὑποθέσεως ὑπάρχει, νῦν δὲ εἶναι τὸν λόγον οἴεται περὶ τῶν ἐν τοῖς σύμασιν σχημάτων, καὶ οὕτως ἐροῦμεν κατὰ Ἀριστοτέλη μὴ εἶναι τάσιν τὴν τοῦ σχήματος αἰτίαν. κίνησις γὰρ γὰρ ἂν οὕτως καὶ μεταβολὴ γίνοιτο τῆς ποιότητος αἰτία, ὅτερ οὐκ ἀρέσκει τῷ Αριστοτέλει, ἀλλ᾿ οὐδὲ ἔχει λόγον· ἐν ὅρῳ μὲν γὰρ ἡ ποιότης θεωρεῖται, ἀόριστον δὲ πρᾶγμα ἡ κίνησίς ἐστιν καὶ μᾶλλον ἐφιέμενον τοῦ ὁρίζεσθαι. εἰ δέ τις διττὰ σχήματα ὑποτιθοῖτο, τὰ μὲν ἀσώματα, ὡς τὰς ἰδέας κάκλου τε καὶ τῶν ἄλλων σχημάτων ὁ Πλάτων φησίν, τὰ δὲ ὡς περὶ τοῖς σώμασιν μεριζόμενα, καὶ τρίτα δὲ κατ᾿ ἄλλην τινὰ μεταξὺ φύσιν τῶν τε ἰδεῶν καὶ τῶν γινομένων, ἕπεται ζητεῖν, εἰ ἄλλως μέν ἐστιν τὰ ἀσώματα σχήματα, ἄλλως δὲ τὰ σωματοειδῆ, καὶ εἰ κατὰ κοινὸν λόγον ἀμφοτέρων τούτων νυνὶ τὰ σχήματα λέγεται ἢ κατὰ μόνον τὸν ἐπὶ τῶν σωμάτων θεωρούμενον, καὶ πότερον τὸ διακρατοῦν εν ποιῷ σχήματι ἀπὸ ποιότητος γίνεται τοῦ σχήματος ὡς ἑτέρας οὔσης παρὰ τὸ διακρατούμενον ἢ οὐδὲ διακρατοῦν τι ἔστιν, ἀλλ᾿ ἐν ἀποτελέσματος τάξει τὸ σχῆμα θεωρεῖται ἄλλως ἐπισυνιστάμενον τῇ φύσει τῶν σωμάτων κατ᾿ αὐτὸ μόνον τὸ πεπεράνθαι. ἀλλὰ κοινὸν μὲν σωμάτων καὶ ἀσωμάτων οὐδὲν ἂν εἴη πρότερον εοἶδος ὡς ἕτερον ἀμφοῖν, εἰ μὴ ἄρα τις λέγοι τὰ ἀσώματα σχήματα ὡς αἰτίαν παρέχοντα τοῖς ἐπὶ τῶν † σχημάτων σώμασιν καὶ σχήμασιν κοινὴν αὐτοῖς παρέχειν ἀρχηγὸν δύναμιν, ἥτις συντάττει πρὸς ὑαυτὴν τὰ ὁρώμενα σχήματα καὶ συνάγει καὶ ὁμοῦ πάρεστι πᾶσιν, καὶ κατὰ τοῦτο ἂν ἔχοι τὸ κοινόν. ἀλλ᾿ οὐδὲν τοῦτο ταῖς Ἀριστοτέλους ὑποθέσεσιν προσήκει. ὅθεν οὔτε τὸ διακρατοῦν ἐν τῷ σχήματι τῆς ποιότητος εὐλόγως ἄν τις θείη· οὐδὲ γὰρ οὕτως ἐνεργοῦσιν | αἱ ποιότητες κατ᾿ αὐτόν, ἀλλ᾿ ἔχονται μόνον. περὶ δὲ τοῦ ἐν ἀποτελέσματος τάξει εἶναι τὰ σχήματα, εἰ μέν τις οὕτως λέγοι αὐτὰ ὡς συμβεβηκότα συμπτώματα κατ᾿ ἐπακολούθησιν ἢ ὡς ἔτυχεν, οὐκ ἀποδεξόμεθα τὸν λόγον· οὐδὲν γὰρ τῶν κατὰ φύσιν γινομένων τοιαύτην ἔχει τὴν ὑπόστασιν· εἰ δὲ ὡς κατὰ μετουσίαν εἰδῶν τινων καὶ λόγων φυσικῶν τὰ περὶ τοῖς σώμασιν τοῖς φυσικοῖς σχήματα λέγοι ἀπογεννᾶσθαι, παραδεξόμεθα, καὶ συγχωρήσομεν τὸ σχῆμα εἶναί τε καθ᾿ ἑαυτὸ καὶ ἀπὸ τῆς τοιαύτης αἰτίας παράγεσθαι. ἐπειδὴ δέ τινες καὶ τὸ σχῆμα, ὥσπερ καὶ τὸ χρῶμα καὶ τὸ γλυκὺ καὶ τὸ σκληρὸν ἐν τοῖς πρός τι τίθεντι ὡς πρὸς αἴσθησιν λεγόμενα, δῆλον ὅτι οὗτοι πάντα συμφύρουσιν· οὕτω γὰρ καὶ ἡ οὐσία καὶ τὰ ἄλλα γένη ὡς αἰσθητὰ πρός τι ἔσται. ἀλλὰ χρὴ αὐτὰ ἕκαστα σκαθ’ ἑαυτὰ διαιροῦντας ἐν οἰκείοις γένεσι τιθέναι, καὶ τότε ὡς αἰσθητὰ πρὸς αἴσθησιν τῶν πρός τι λέγειν. “Περὶ δὲ τῆς μορφῆς ἐπισκεπτέον, εἰ κατὰ τὸ ποιὸν σχήμα ἡ μορφὴ ὑφίσταται, ὥς τινες οἴονται, καὶ διὰ τοῦτο συνέταξεν αὐτὴν τῷ σχήματι. οὔτε γὰρ τῷ † Ἀνδρονίκῳ τοῦτο οὔτε ἀληθές ἐστιν. οὐ δοκεῖ μὲν γάρ, διότι τὸ σχῆμα ἁπλῶς εἰπὼν τὴν μορφὴν οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ τὴν περὶ ἕκαστον ὑπάρχουσαν μορφήν. ἡ γὰρ ἐν τούτοις ἀκριβολογία διίστησιν αὐτὰ σαφῶς ἀπ’ ἀλλήλων. τὸ μὲv γὰρ σχῆμα παρίστησιν ὡς κοινόν τι καὶ πλείοσιν ὑπάρχον κατ’ ἀριθμὸν ἢ κατ’ εἶδος διαφέρουσιν, τὴν δὲ μορφὴν ἐνδείκνυται ὡς μετὰ τῶν καθ’ ἕκαστα σωμάτων φυσικῶν ἀποτελευτῶσαν, ὅταν οἱ μεριζόμενοι περὶ τοῖς αἰσθητοῖς τῶν γινομένων λόγοι ἔσχατον ἴχνος ἀφ’ ἑαυτῶν ἀποτυπώσωνται ἐν τοῖς σώμασιν οἰκεῖον καὶ πρόσφορον αὐτῷ τῷ καθ’ ἕκαστον λόγῳ. διὰ ταῦτα μὲν οὐκ ἄν τις ἀρέσκειν αὐτῷ φαίη τὸ μετὰ τοῦ σχήματος συνυφίστασθαι καὶ τὴν μορφήν· ὅτι δὲ οὔτε ἔχει ὀρθότητα ἡ τοιαύτη δόξα, ῥᾴδιον ἐντεῦθεν καταμαθεῖν. τὸ μὲv γὰρ σχῆμα κατὰ τὸ πέρας τοῦ ὄγκου νοεῖται, ἡ δὲ μορφὴ κατὰ τὴν ἀποτελεύτησιν τοῦ εἴδους, καὶ μὲν σχήματος ἡ συμμετρία καὶ ἡ ἀσυμμετρία κατὰ τὰ μήκη καὶ πλάτη νοεῖται, τῆς δὲ μορφῆς κατὰ τὴν εὐμορφίαν ἢ ἀμορφίαν, οὐκ ἀπηλλαγμένης τῆς ἐπὶ τὸ εἶδος ἀναφορᾶς· δι’ ἃ δὴ οὐδὲ τὰ αὐτὰ B νομιστέον ταῦτα ἀλλήλοις οὔτε ἐκ θατέρου τὸ ἕτερον ἐξηρτῆσθαι. ἐὰν οὐν λέγωμεν ὅτι κατὰ τὰ ἀποτυπώματα τοῦ εἴδους καὶ τὰ ἔξωθεν φαινόμενα εἴδωλα τὸ εὔπλαστον αὐτῶν καὶ διασῷζον τοῦ εἴδους ἴχνος καὶ δυνάμενον συντάττεσθαι πρὸς τὸν λόγον ἐστὶ σύμμετρον, τὸ δὲ ἐναντίον τούτου ἀσύμμετρον, καὶ κατὰ τὴν τοιαύτην συμμετρίαν τε καὶ ἀσυμμετρίαν ἡ μορφὴ θεωρεῖται, οἰκειότερον ἂν ἀποδοίημεν τὸν περὶ αὐτῆς λόγον. οὐ μέντοι τοῦτο, φησὶν ὁ Ἰάμβλιχος, συμπληροῦσθαι τὴν μορφὴν εἴποιμεν ἂν ἔκ ποιῶν σχημάτων τε καὶ συμμετριῶν καὶ ἐκ ποιᾶς χροιᾶς καὶ μανότητος καὶ πυκνότητος· ἡ γὰρ τοιαύτη διάταξις συνάγει πολλὰ εἰς ταὐτό, ἅπερ Ἀριστοτέλης διακεκριμένως διέταξεν, οὐκ ἐᾷ τε ἡμᾶς καθαρὰν τῆς μορφῆς τὴν ἰδιότητα ἡπολαβεῖν”. ταῦτα πάντα καὶ κατὰ λέξιν οὕτω περὶ τῆς μορφῆς τοῦ Ἰαμβλίχου διαταττομένου ἀξιῶ προσέχειν τὸν νοῦν, μήποτε ἀκόλουθόν ἐστιν καὶ τοῖς ὑπ’ αὐτοῦ λεγομένοις τὸ τὴν μορφὴν καὶ τοῦ σχήματος καὶ τοῦ χρώματος περιεκτικὴν λέγειν. εἰ γὰρ κατὰ τὴν ἀποτελεύτησιν τελεύτησιν καὶ τὴν ἐπιφάνειαν εἴδους θεωρεῖται, τὸ δὲ εἶδος πάντων ἦν περιεκτικὸν καθ’ ἕνα λόγον, καὶ τὸ πέρας ἂν αὐτοῦ τὰ πάντων πέρατα περιέχοι. κἂν συμπληροῦσθαι οὖν ὑπὸ τῶν ἄλλων λέγοιτο ἡ μορφὴ ὡς ἐκ μερῶν ἢ στοχείων, ἄλλη παρ’ αὐτὰ οὖσα, οὐδὲν ἄτοπον λέγεται, οἷον κοινὴ σύλληψις οὖσα πάντων· ὁρᾷς γὰρ καὶ τὴν εὐθύτητα καὶ καμπυλότητα < ὅτι > κοινὴν σχημάτων καὶ μορφῶν αὐτὸς εἶπεν καὶ οὐδὲν ἄτοπον ἐδόκει μετὰ τὸ τὰ ἴδια παραδεδωκέναι καὶ τὸ κοινῶς ὑπάρχον ὑποδεῖξαι. λέγει δὲ καὶ τὴν σιμότητα καὶ γρυπότητα τῆς ῥινὸς μὴ δεὶν εἰς τὴν μορφὴν προηγουμένως ἀνάγειν, ἀλλὰ μᾶλλον εἰς τὴν καμπυλότητα, καλῶς προσθεὶς τὸ προηγουμένως· ὡς γὰρ μορφὴ ἁπλῶς οὐχ ὑπὸ σιμότητος ἢ γρυπότητος, πότητος, ὥσπερ οὐδὲ ὑπὸ λευκότητος ἢ μελανίας, ἀλλ’ καμπυλότητος καὶ ὅλως σχήματος, ὥσπερ καὶ ὑπὸ χρώματος συμπληροῦται. καλῶς δὲ καὶ τοῦτο προσκείμενον οὐ παραλειπτέον, ὅτι κοινότης ἐν πᾶσιν τοῖς κατὰ τὸ τέταρτον εἶδος τῆς ποιότητος εἰρημένοις θεωρεῖται ἡ ἐσχάτη περιγραφὴ καὶ ὁ τελευταῖος ὅρος τῶν κατὰ διάστασιν ἢ κατὰ ἄλλην τινὰ ἰδιότητα δυνάμεως ἀποληγόντων. φαίνεται δὲ εἰκότως οὖσα τοιαύτη, ἐπειδὴ περὶ τὴν τελευτὴν τῖς φύσεως ἀφορίζεται, καὶ διὰ τοῦτο καὶ πολύχουν τοῦτο τὸ γένος ἐστὶν καὶ διαφοραῖς χρῆται πλείοσιν. Καὶ περὶ τοῦ μανοῦ δὲ καὶ πυκνοῦ ἔχοι ἄν τις πρὸς τὴν αἰτίαν τοῦ Ἀριστοτέλους ἀντιλέγειν. τὸ γὰρ διαστάσει τῶν μορίων ἀπ’ ἀλλήλων ἢ τῇ σύνεγγυς θέσει τὸ μανὸν ἢ καὶ τὸ πυκνὸν ἀφορίζεσθαι τὴν Δημοκρίτου αἵρεσιν βεβαιοῖ· καὶ γὰρ ἐκεῖνος συνιόντα εἰς ταὐτὸ τὰ ἄτομα σώματα συνιστᾶν τὸ πυκνόν φησιν, διιστάμενα δὲ ἀπ’ ἀλλήλων καὶ μεταξὺ πολλῷ κενῷ διαλαμβανόμενα τὸ ἀραιὸν ἀπεργάζεσθαι. ταῦτα δέ ἐστιν ἄτοπα· εἰ γὰρ ἥνωται ἡ ὕλη καὶ συμπαθής ἐστι πρὸς ἑαυτὴν καὶ δι’ ὅλου ποιά ἐστιν τὰ ποιά, δῆλον ὅτι καὶ ἀραιὰ καὶ πυκνὰ δι’ ὅλων ἡνωμένα συμπαθῆ ἐστιν πρὸς ἑαυτά· ὁ δὲ τοῖς διαστήμασιν τὴν αἰτίαν ἀποδιδοὺς ἐπιγέννημα ποιεῖ τὸ ποιὸν τῆς κατὰ σχέσιν θέσεως. “ πρὸς δὴ ταῦτα, φησὶν Ἰάμβλιχος, διττὸν εἶναι τίθεμεν τὸ μανὸν καὶ πυκνόν, τὸ μὲν ἐν τοῖς εἴδεσιν, ὃ καὶ δι’ ὅλου πάρεστιν καὶ οὐσιῶδές ἐστιν καὶ ἕξως μᾶλλον οἰκεῖον θεωρεῖται, ὁποῖον τὸ Ι μανὸν τοῦ ἀέρος καὶ τοῦ πυρός, κατ’ οὐσίαν αὐτοῖς ὑπάρχον· ἄλλο δὲ ἐπίκτητον καὶ ἔξωθεν ὡς ἐν σχήματι θεωρεῖται, ὅπερ ἐν τοῖς σπόγγοις καὶ κισσήρει φαίνεται, οὐ κενοῦ τινος τοῦ μεταξὺ παρεμπίπτοντος, ἀλλὰ τῶν στερεῶν σωμάτων κατὰ σχῆμα περιγραφομένων καὶ ἐν ταύταις ταῖς περιγραφαῖς τὰ λεπτότερα σώματα περιεχόντων. ὥστε οὐ πᾶσα μανότης καὶ πυκνότης ἀπήλλακται θέσεως, ἐπειδὴ ἡ οὐσιώδης μανό- της καὶ πυκνότης οὐδαμῶς ἐστιν κατὰ θέσιν· ἐκείνη γὰρ ἡ κατὰ σχῆμα θεωρουμένη κυρίως κατὰ τὴν θέσιν τῶν ποιῶν σχημάτων ἀφώρισται, ὅθεν καὶ κωλύεται ποιότης εἶναι· οὐ γὰρ ἐξίσταται τῆς θέσεως, ἀλλὰ κατ’ αὐτὴν εἰδοποιεῖται. τῆς δὲ Δημοκρίτου δόξη διέστηκεν αὕτη, ἐπειδὴ οὐ περὶ τῆς ἐν τοῖς στοιχείοις μανότητος καὶ πυκνότητος διατέτακται ταῦτα, ἀλλὰ περὶ ταύτης, ἥτις ἐπὶ ταῖς μορφαῖς καὶ τοῖς σχήμασιν ἐπισυνίσταται· τὰ δὲ ἐν τοῖς στοχείοις εἴδη τέ ἐστιν καὶ δι’ ὅλου μανὰ καὶ πυκνά, οὐδαμῶς μεταξὺ διειργόμενα ὑφ’ ἑτέρου οὐδὲ κενοῦ οὐδὲ σώματος· τὰ μέντοι κατὰ σχῆμα δευτέρως ἐπισυνιστάμενα καὶ τῷ πῶς κεῖσθαι πυκνὰ καὶ ἀραιὰ λεγόμενα οὐχὶ ποιότητα τὴν αἰτίαν ἔχει, ἀλλὰ θέσιν τῆς τε πυκνότητος καὶ τῆς ἀραιότητος”. ὡσαύτως δὲ περὶ τοῦ λείου καὶ τραχέος καὶ ἀπορεῖν δυνατὸν καὶ λύειν τὰ ἠπορημένα. Εὔδωρος δὲ ἀπορεῖ, τί δήποτε τὸ μὲν μανὸν καὶ τυκνὸν καὶ λεῖον καὶ τραχὺ θέσιν σημαίνει, οὐκέτι δὲ καὶ ἡ καμπυλότης καὶ ἡ εὐθὐτης. πρὸς ὃ ῥητέον ὅτι περὶ ἄλλα μὲν θεωρεῖται ἡ θέσις τὰ ἐν τόπῳ ὄντα σώματα ἢ περὶ τὰς γραμμὰς τὰς ἐν τῇ ἐπιφανείᾳ οὔσας, ἡ μέντοι εὐθύτης καὶ ἡ καμπυλότης περὶ τὰ θέσιν ἔχοντα τὸ ποιὸν ἀφορίζει, οὔτε ἐν θέσει οὖσα οὔτε κατὰ τοῦτο εἰδοποιουμένη. Οἱ δὲ περὶ Νικόστρατον καὶ τὴν μανότητα καὶ πυκνότητα ποιότητας φιλονεικοῦσιν δεικνύναι, τὸ πῦρ μανὸν εἶναι παρατιθέμενοι καὶ τὸν ἀέρα, τὴν δὲ γῆν πυκνὴν οὐ κατὰ θέσιν, ἀλλὰ κατὰ ποιότητα. ῥητέον δὲ πρὸς αὐτούς, ὡς καὶ ἐν τούτοις κατὰ τὸν θεῖον Ἰάμβλιχον “ ἑκάτερον τούτων δύο σημαίνει, καὶ θέσιν μορίων καὶ ποιότητα, θέσιν μὲν ὡς ἐπὶ τῶν ὑφασμά- των, ποιότητα δὲ ὡς ἐπὶ τοῦ ἀέρος, διακρίνειν δὲ ταῦτα ἐν εἰσαγωγῇ οὐκ ἦν ἀναγκαῖον. καὶ γὰρ ἄλλο μέν ἐστι μανόν, οὗ τὰ μόρια ἀφέστηκεν ἀπ’ ἀλλήλων, οὐχ ὅτι κενόν μεταξύ, ἀλλ’ ὅτι ἑτερουενὲς σῶμα λεπτότερον· ὁ μέντοι ἀὴρ οὐ τῷ ἀφεστάναι ἀπ’ ἀλλήλων τὰ μόρια αὐτοῦ μανός ἐστιν, ἀλλὰ τῷ κοῦφος εἶναι καὶ εὐδιαίρετος, διόπερ τῶν κατὰ ποιότητα ἂν εἴη τοιούτων, ἀλλ’ οὐ τῶν κατὰ θέσιν. τῷ δὲ τοιούτῳ μανῷ, φησὶν Ἰάμβλιχος, οὐ τὸ πυκνόν, ἀλλὰ τὸ στερεὸν ἀντιτάξομεν, ᾦ τὸ δυσδιαίρετον ὑπάρχει καὶ βαρύ, καὶ τὸ μὲν τοιοῦτον κατὰ ποιότητα ἔσται, τὸ δὲ κατὰ θέσιν ὑπὸ τὰ πρός τι ἀναχθήσεται” ἐπιστῆσαι δὲ ἄξιον, ποῖον τοῦ στερεοῦ σημαινόμενον ἀντίκειται τῷ μανῷ. εἰ μὲv γὰρ τὸ τριχῇ διαστατόν, ἡ ἐπιφανεια τούτῳ καὶ ἡ γραμμὴ ἀντίκειται· εἰ δὲ τὸ ἰσχυρόν, τὸ σαθρὸν ἂν εἴη τούτῳ ἀντικείμενον· εἰ δὲ τὸ δυσδιαίρετον, εἰ μὲν διὰ τὴν σκληρότητα ἔχοι τοῦτο, τὸ μαλακὸν αὐτῷ ἀντίκειται, εἰ δὲ διὰ τὴν πυκνότητα, τὸ ἀραιόν· καὶ εἴη ἂν τῷ μανῷ κυρίως οὐ τὸ στερεόν, ἀλλὰ τὸ πυκνὸν ἀντικείμενον. Πλωτῖνος μέντοι οὐκ ἀξιοῖ δύο σημαινόμενα τῆς μανότητος καὶ πυκνότητος ἀκούειν, τὸ μὲν ὑπὸ τὸ πρός τι, τὸ δὲ ὑπὸ τὸ ποιὸν ἀναγόμενον, ἀλλὰ μόνην πιότητα ὁρᾷ· οὔτε γὰρ ἐν διαστάσεσιν εἶναι τὰ μανὰ καὶ πυκνά· κἂν τούτῳ δέ τις, φησί, συγχωρήσειεν, ποιότητα εἶναι καὶ τὴν διάστασιν. πρὸς ὃ ῥητέον ὅτι τὸ διττὸν τοῦτο τῆς φύσεως οὐκ ἔδει συγχεῖν· φιλοσόφου φιλοσόφου γὰρ ἀνδρός ἐστιν καὶ τὰς ἐν τοῖς κοινωνοῦσι διαφορὰς ἀπολογίζεσθαι. ἀλλ᾿ οὐ δεῖ, φασίν, τὴν διάστασιν αἰτιώμενον ὑπ’ ἄλλην ἀνάγειν κατηγορίαν· ἥνωται γὰρ ἡ οὐσία καὶ μία ἐστίν. ἀλλ’ εἴρηται καὶ πρότερον, ὅτι Ἀριστοτέλης οὐ τὰς πρώτας καὶ στοιχειώδεις τῶν μορίων θέσεις αἰτιᾶται, τὰς ἐν τοῖς συνθέτοις ἤδη περιγραφείσας, αἵτινες εἰργόμεναι ὑπὸ λεπτοτέρων σωμάτων διαφεύγουσι τὴν αἴσθησιν, πῶς ἔχουσιν τὸ ἐν τῇ διαστάσει συνηνωμένον. Οἱ δὲ Στωικοὶ δύναμιν ἢ μᾶλλον κίνησιν τὴν μανωτικὴν καὶ πυκνωτικὴν τικὴν τίθενται, τὴν μὲv ἐπὶ τὰ ἔσω, τὴν δὲ ἐπὶ τὰ ἔξω, καὶ τὴν μὲv τοῦ εἶναι, τὴν τοῦ ποιὸν εἶναι νομίζουσιν αἰτίαν. ἀλλ’ οὐδὲν ταῦτα τοῖς νῦν λεγομένοις ἐνίσταται, ἕως ἂν μὴ περὶ τῶν ἐν τῇ φύσει εἰδῶν, ἀλλὰ περὶ τῆς ἐπισκευαστῆς μανότητος τῆς κατὰ διάστασιν θεωρουμένης ἐστὶν νῦν ὁ λόγος. οἱ δὲ τὸν Ἀχαϊκὸν παραιτοῦνται καὶ εἰς τὸ πρός τι ἀνάγειν τὴν μανότητα <καὶ πυκνότητα> καὶ εἰς ἕτερόν τι πέμπτον εἶδος ποιότητος, οὐδὲ εἰς τὰς παθητικὰς αὐτὰς τιθέασιν, ὡς Ἀνδρόνικος, ἀλλ’ εἰς τὰς ἐν τῷ τετάρτῳ γένει, λεπτότητα μὲν καὶ κουφότητα ἕπεσθαι μανότητι λέγοντες, παχύτητα δὲ καὶ βαρύτητα πυκνότητι. ἀλλὰ πῶς μανότητα καὶ πυκνότητα εἰς τὸ τέταρτον εἶδος ἀνάξουσιν κατὰ τὰς Ἀριστοτελικὰς ἐννοίας, ἄδηλον, τοῦ Ἀριστοτέλους σαφῶς αὐτὰς τῆς ποιότητος ἐξοικίσαντος. εἰ δὲ καὶ ποιότητές εἰσιν, πῶς ὑπὸ τὸ τέταρτον γένος ἀναχθήσονται, αὗται μὲν ὅλαι δι’ ὅλου χωροῦσαι τοῦ ὑποκειμένου, τοῦ δὲ τετάρτου γένους κατὰ τὸ ἐπιπολῆς θεωρουμένου; Ἐπεὶ δέ τινες ἐνταῦθα καὶ τὸν περὶ βαρύτητος καὶ κουφότητος λόγον ἐπειστήγαγον, ἀνάγκη καὶ περὶ τούτων ὀλίγα διελθεῖν καὶ φάναι ὅτι τὸ μὲν κατὰ τὸν σταθμὸν βαρὺ καὶ κοῦφον τῇ ῥοπῇ πλείονι καὶ ἐλάττονι χρώμενον ποσὸν ἂν εἴη, εἴπερ καὶ Ἀρχύτας ἓν εἶδος τοῦ ποσοῦ κατὰ τὴν ῥοπὴν καὶ τὸν σταθμὸν ἀφωρίσατο· αἱ δὲ περὶ τοῖς σώμασιν ἰδιότητες, καθ’ ἃς κοῦφος ὁ ἀὴρ λέγεται καὶ κουφότερον τὸ πῦρ τοῦ ἀέρος, βαρεῖα δὲ ἡ γῆ καὶ βαρυτέρα τοῦ ὕδατος, αὗται ποιότητα ἐμφαίνουσι. ὡσαύτως δὲ καὶ τὸ ἰσχνὸν | καὶ παχὺ τὰ μὲν ἐν τῷ ὄγκῳ καὶ μετρούμενα κατ’ αὐτὸν ἐν τῷ ποσῷ θεωροῦνται, τὰ δὲ ἐν τῇ ἰδιότητι τοῦ χαρακτῆρος κατὰ τὸ ποιόν. ὅσα οὖν τούτων μὴ τῷ ποσῷ συντάττεται, ἀλλὰ τῷ χαρακτῆρι καὶ τῷ ποιῷ, πότερον ἐν ἄλλῳ εἴδει τάττεται παρὰ τὰ εἰρημένα τέτταρα τῆς ποιότητος, ὥσπερ Ἀνδρόνικός τε καὶ Πλωτῖνος ὑπολαμβάνουσιν, ἢ ἔνεστιν ὑφ’ ἓν αὐτὰ τῶν τεττάρων προσβιβάζειν; τοῦτο δὲ ἔσται σαφές, ἐὰν περὶ αὐτῆς τῆς βαρύτητος καὶ κουφότητος γνωσθῇ τίνες εἰσίν. καὶ γὰρ εἰ μὲν ἡ θερμότης ἀναπλοῦσα τὰ σώματα ποιεῖ ταὐτὸν ἑαυτῇ τὸ κοῦφον καἰ ἡ ψυχρότης συνάγουσα ποιεῖ ταὐτὸν ἑαυτῇ τὸ βαρύ, ἐις τὰς απθητικὰς καὶ ταῦτα ποιότητας ἀναχθήσεται. εἰ δὲ τῷ μὲν θερμῷ παρακολουθεῖ ἡ κουφότης, τῶ δὲ ψυχρῷ ἡ βαρύτης, καί εἰσιν ποιητικαὶ ἥ τε θερμότης καὶ ἡ ψυχρότης, τὸ δὲ βαρὺ καὶ κοῦφον οὔτε ποιεῖν τι οὔτε πάσχειν πέφυκεν, δόξουσιν ἐκεῖναι μὲv εἰς τὰς παθητικὰς ποιότητας ἀνάγεσθαι, αὗται δὲ εἰς ἄλλο τι γένος ἴδιον. καὶ μὲν κατ’ οὐσίαν τοῖς στοιχείοις ὑπάρχουσιν, δόξουσιν μηδὲ εἶναι ποιότητες· εἰ δὲ καὶ τὸ δεδεγμένον αὐτὰς ποιόν ἐστιν καὶ λέγεται ποιὸν καὶ ἀπὸ τῆς οὐσιώδους διαφορᾶς ἐγγίνεταί τις ἐν τοῖς μετέχουσιν σώμασιν μορφωτικὸς χαρακτήρ, εἴη ἂν καὶ ταῦτα ποιά. Δοκεῖ δέ οὕτως πολύχουν εἶναι τὸ τῆς ποιότητος ποιότητος γένος, ὡς πάσαις ταῖς κατηγορίαις συνυπάρχειν. εἶναι γὰρ τὰς μὲν οὐσιώδεις, ὡς ἀνθρωπότητα καὶ Σωκρατότητα, τὰς δὲ ἀπὶ τοῦ ποσοῦ οἷον γραμμῆς τὴν εὐθύτητα καὶ καμπυλότητα καὶ ἐπ’ ἀριθμῶν τοὺς τριγώνους καὶ τετραγώνους ἀριθμούς· καὶ ἐν ποιότητι δὲ ποιότης θεωρεῖται, ὡς ἐν χρώματι τὸ διαδριτικὸν καὶ συγκριτικόν, καὶ ἐν τοῖς πρός τι ἡ σχέσις τοῦ διπλασίονός σίονός τε καὶ ἡμίσεος, ἐν τῷ ὅταν εὐάερον τόπον λέγωμεν καὶ δυσάερον, καὶ ἐν τῷ ποτὲ ὁ καιρὸς καὶ ἡ εὐκαιρία, ἐν τῷ ποιεῖν δὲ καὶ πάσχειν αἱ ποιητικαὶ καὶ παθητικαὶ ποιότητες, καὶ ἐν τῷ κεῖσθαι δὲ τὸ εὔθετον καὶ μὴ, καὶ τῷ ἔχειν τὸ εὐπερίβλητον καὶ μὴ τοιοῦτον. φθάνειν δέ φασιν καὶ ἐπὶ τὰ ἀνύπαρκτα ὡς τὴν ἱπποκενταυρότητα καὶ ἐπὶ τὰ μὴ ὄντα ὡς τὴν τεττιγότητα χειμῶνος· μὴ ὑπαρκτὰ δὲ λέγουσιν τὰ πεφυκότα μὲv εἶναι, οὐ μέντοι κατὰ τόνδε τὸν καιρὸν ἢ τόνδε τὸν τόπον. τούτων δὲ τὰ μὲν τῷ σχήματι μόνῳ τῆς λέξεως ἐμφαίνει τὴν ποιότητα, ὡς ἡ ἀνθρωπότης καὶ ἡ Σωκρατότης, οὐκ ὄντα ποιά, τὰ δὲ ὅλως οὐδὲ ὑφέστηκεν οὔτε ἔχει τινὰ διάνοιαν, ὡς ἡ ἱπποκενταυρότης καὶ ἐν χειμῶνι ἡ τεττιγότης τίς γὰρ ἂν γένοιτο τῶν μὴ ὄντων ποιότης τοιάδε ταῦτα παρεχομένη; περὶ δὲ τῶν ἄλλων ῥητέον τὰς μὲν ἐν ποιότητι διαφορὰς ποιότητος εἶναι μόνης οἰκείας, τὰς δὲ ἐπὶ τῶν ἄλλων κατηγοριῶν θεωρουμένας, ἧς ἂν ἑκάστης κατηγορίας ὑπάρχωσιν συμπληρωτικαὶ τοῦ οἰκείου ἑκάστης λόγου, μηδαμῶς ἐκβαίνειν ἀπὸ τῆς ἐν ἑκάστῃ ἰδιότητος ἐπὶ τὸ τῆς ποιότητος γένος· ἐπειδὰν δὲ συμβαίνωσιν ἄλλως, ὡς ἔξωθεν αὐτῶν ἀφορίζουσαι τὸν χαρακτῆρα, ποιότητας τὰς τοιαύτας νοεῖσθαι διασῳζούσας καὶ ἐν τούτῳ τὴν ἐκ περισουσίας τοῦ εἶναι προσθήκην. μήποτε δὲ σαφέστερον ὧδε περὶ τῶν αὐτῶν ῥητέον, ὅτι μὲν οὐσἰαις ποιότης θεωρεῖται κατὰ τὰς οὐσιώδεις διαφοράς, ἐν δὲ τοῖς ἄλλοις γένεσιν οἰκείως ἐν ἑκάστῳ τὴν ἰδιότητα τοῦ γένους ἀφορίζουσα· τοῦτο γὰρ ποιότητος ἴδιον. Ἀλλ’ ἐπεὶ καὶ τὰς ἀπορίας καὶ τὰς λύσεις τῶν ἀποριῶν διεληλύθαμεν, καλῶς ἂν ἔχοι καὶ τὰς θεωρητικωτέρας ἐπιστάσεις τοῦ Ἰαμβλίχου περὶ τοῦ τετάρτου εἴδους τῆς ποιότητος πρὸς τὸ σαφέστερον ἀναγράψαι. καὶ γὰρ ἐφιστάνει ὅτι Πλάτων μὲv τὰ σχήματα προηγούμενα τῆς συστάσεως τῶν σωμάτων ὡς αἴτια τοῖς σώμασι τοῦ εἶναι καὶ τῶν ποιοτήτων τὰς διαφορὰς ἀπὸ τῆς τῶν σχημάτων διαφορᾶς ἀπολογίζεται, θερμὸν λέγων εἶναι τὸ ἀπὸ τῶν ὀξυγωνίων σχημάτων συγκείμενον, οἷαί εἰσιν αἱ πυραμίδες, καὶ ψυχρὸν τὸ ἀπὸ τῶν ἧττον τοιούτων, οἷον τὸ τὸ εἰκοσάσεδρον, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, τὰ μαθηματικαὶ σχήματα παραλαβμάνων· ἐκεῖνα γὰρ οὔτε ἔνυλά ἐστιν φυσικὰ οὔτε ἐν κινήσει θεωρούμενα, ὥσπερ τὰ Πλάτωνος ἐπίπεδα· ταῦτα καὶ ἔνυλα καὶ φυσικὰ τίθησιν ὁ Πλάτων· ὁ μέντοι Ἀριστοτέλης οὔτε ἀρχὰς τῶν στοιχείων ὑποτίθεται εἶναι τὰ σχήματα, ὥσπερ ὁ Πλάτων, οὔτε ἀκίνητα καὶ ἀσώματα καὶ ἄυλα, ὥσπερ οἱ μαθηματικοί, ἀλλ’ ἔνυλα μὲν ἐπισυνιστάμενα δὲ τοῖς σώμασιν καὶ τὴν ἐπιφάνειαν αὐτῶν ὁρίζοντα καὶ μορφοῦντα ὑποτίθεται. ἀλλ’ οὐδὲ ἡ τῶν Στωικῶν δόξα λεγόντων σώματα εἶναι καὶ τὰ σχήματα, ὥσπερ καὶ τὰ ἄλλα ποιά, συμφωνεῖ τῇ Ἀριστοτέλους δόξῃ περὶ σχημάτων, διότι τὸ μὲν σῶμα ἐν ποσότητι θεωρεῖται, ἡ δὲ ποιότης ἑτέρα τοῦ ποσοῦ ὑπάρχει. μέση τοίνυν ἐστὶν ἡ Ἀριστοτέλους δόξα τῶν τε ἀσώματα τὰ σχήματα λεγόντων πάντῃ καὶ τῶν σωματικά. Ἀρχύτας δὲ καλῶς τὴν τοιαύτην δόξαν διεσάφησεν, οὐκ ἐν σχήματι εἶναι τὴν τοιαύτην εἰπὼν ποιότητα, ἀλλ’ ἐν σχηματισμῷ, ἐνδεικνύμενος τὸ περὶ τοῖς σώμασιν ὑφεστηκὸς τοῦ γένους τῆς τοιαύτης ποιότητος καὶ ὅτι μετασχηματιζομένων ἤδη τῶν σωμάτων αἱ τοιαῦται ποιότητες ἐπισυνίσταται, ἄλλων μὲν ὄντων τῶν μετασχηματιζομένων, κατ’ ἄλλα δὲ ἱσταμένων τῶν ποιοτήτων, κατὰ τὰ σχήματα καὶ τὰς μορφὰς μετὰ τὴν πλάσιν ἢ ἐπ’ αὐταῖς ταῖς τροπαῖς τὸ πέρας αὐτῶν ἀφοριζουσῶν. ἔτι δὲ δηλοῖ καὶ τὸ μὴ ὅλου εἶναι τὰ τὰ σχήματα, ἀλλ’ ἀπιπολῆς μόνον· τὰ γὰρ σχηματιζόμενα καὶ μὴ ὄντα σχήματα ἔξωθεν ἔχει περικείμενον ἑαυτοῖς τὸ σχῆμα. ἔτι τοίνυν τὸ μὴ κατ’ ἐνέργειαν ἐξ ἑαυτῶν, ἀλλὰ κατὰ παραδοχὴν ἀπ’ ἄλλου συνίστασθαι τὰς τοιαύτας ποιότητας, ἱκανῶς ἐμφαίνει τὸ | σχηματιζομένας λέγεσθαι, ἀλλὰ μὴ σχηματιζούσας. διαφαίνεται δὲ ἀπὸ τοῦ αὐτοῦ καὶ τὸ μὴ κατὰ τελειότητα πρώτην, ἀλλὰ κατὰ τελείωσιν πρὸς ἄλλο ἀναγομένην συνίστασθαι τὰς τοιαύτας ποιότητας. ἀλλ᾿ ὁ μὲν Ἀρχύτας ἑνὶ ἠρκέσθη ἐπὶ τοῦ γένους τούτῳ τῷ σχηματισμῷ, εἰωθὼς καὶ ἐν τοῖς ἄλλοις γένεσι τῆς ποιότητος ἓν ἑνὶ ἀφορίζεσθαι, οὐ μέντοι πλείονα ἑνὸς παραστατικὰ λέγειν οὐδὲ εἰς πολλὰ διαιρεῖν τὸ ἕν, ὅπερ Ἀριστοτέλης ποιεῖ, οὐκ ἀφιστάμενος μὲν οὐδὲ αὐτὸς τοῦ ἑνός, περὶ δὲ τὸ ἓν τὸ πλῆθος συνθεωρῶν. Ἀλλὰ τί τὸ γένος τοῦτο τῆς ποιότητός ἐστιν καὶ πῶς ἓν ὂν περιέχει πολλὰς ἐν ἑαυτῷ διαφοράς; ἢ ὥσπερ καὶ πρότερον εἴρηται, περιγραφὴ περὶ τοῖς σώμασίν ἐστιν συμφυὴς τοῖς σώμασιν ἡ τῶν σχημάτων ἀποπεράτωσις, κατὰ τὴν οὐσιώδη διάστασιν καὶ φυσικὴν καὶ ἀντίτυπον ἀφοριζομένη, ἥτις καὶ ἐν κινήσει καὶ ἐν ὕλῃ νοεῖται. ὥσπερ δὲ τῆς διαστάσεως τὸ τέλος ἐστὶν τὸ σχῆμα, οὕτως ἡ τοῦ ὅλου εἴδους ἀποτελεύτησις ἄχρι τῆς ἐπιφανείας τὴν μορφὴν ἀπεγέννησεν οὖσαν αὐτὴν τὸ φαινόμενον ἴχνος τοῦ εἴδους καὶ τελευταίαν ἔκτασιν τῆς τοῦ λόγου ἐπὶ τὰ ἐκτὸς προόδου. ὁμοίως δὲ καὶ ἡ εὐθύτης τῆς ἰσότητος τῶν λόγων τὸ ἔσχατον εἶδος συνεμφαίνει καὶ ἡ καμπυλότης τῆς ἀνισότητος. εἰ μέντοι καμπυλότητά τις λαμβάνοι τὴν περιφερῆ γραμμήν, καὶ οὕτως τῆς εἰς ἑαυτὸν ἐπιστροφῆς τοῦ λόγου ἔλλαμψιν ἐμφαίνει. καὶ πάντα ταῦτα κατὰ τὴν ἔξω προελθοῦσαν ἀποπεράτωσιν, καὶ ὅρα ὅπως σύνεγγύς ἐστι ταῦτα καὶ οὐ πόρρω ἀλλήλων, κατὰ τὸ ἔσχατον καὶ ἐπιπολῆς εἴδωλον καὶ τὸ περιωρισμένον τῆς περιγραφῆς θεωρούμενα, διὸ καὶ ὑφ᾿ ἓν τάττεται γένος· καθ᾿ ὅσον δὲ ἰδιοτρόπως τῆς τῶν ἐσχάτων ἰδιότητος διώρισται καθ᾿ ἓν ἕκαστον ἑτερότητι, κατὰ τοῦτο ἴδιον εἶδος ἑφ᾿ ἑκάστων τούτων χωρὶς ἀναπέφηνεν καὶ πλειονα θεωρεῖται. καὶ οὕτως ἀμφότερα σῴζεται, ἥ τε τῶν πλειόνων διαφορότης κατ᾿ εἴδη καὶ ἡ πρὸς ἓν γένος αὐτῶν ἀναγωγή. ἀλλὰ πόθεν γίνεται τὸ ἓν τοῦτο γένος τὸ ἐν ἑαυτῷ πολλὰ περιέχον εἴδη; ἢ ἀπὸ τῆς ἐν ἄλλῳ ἕδρας τοῦ εἴδους ἐπακολουθεῖ τι ἐν τοῖς σώμασιν πέρας ἀνάλογον τῷ τοῦ εἴδους πέρατι, καὶ τοῦτο τὰ σώματα ἀφορίζει κατ᾿ εἰκόνα τῶν ἐν τοῖς λόγοις πρεσβυτέρων καὶ κυριωτέρων ὅρων, ἀφ᾿ ἧς αἰτίας ἐγγίνεται τοῖς σώμασιν ἡ τοῦ τετάρτου γένους τῆς ποιότητος ὑπόστασις. παρέχεταί γε μὴν δευτέραν ὑπουργίαν καὶ ἡ τοῦ δεχομένου φύσις ἔνυλος οὖσα καὶ διαστατὴ καὶ σύνθετος καὶ δεομένη περιγραφῆς τῆς ἀφοριζούσης αὐτὴν κατὰ πάσας τὰς περὶ αὐτὴν θεωρουμένας ἰδιότητας, οὐκ ἔλαττον δὲ τούτων καὶ ἡ εἰς ἕκαστον τῶν εἰδῶν πρόοδος ἔχρι τῶν εἰδώλων τῶν περὶ τοῖς σώμασιν ἐμφανιζομένων καὶ ἡ τῶν ὄγκων καὶ τῆς ὕλης καὶ τῆς αἰσθητῆς διαστάσεως ἑτερότης· ἡ γὰρ ἐν πᾶσι τούτοις τελευτὴ ἀφορίζουσα τὸ πέρας πάντων τῶν τοιούτων ὑφί- στησιν τὸ γένος νῦν ἐπιζητούμενον τῆς ποιότητος. χρείαν δὲ παρέχεται τὸ γένος τοῦτο διορίζον τὰς ἰδίας φύσεις ἑκάστων καὶ τρόπον τινὰ εἰδοποιοῦν τοῖς τε σώμασι παρέχον τὸ σώμασι φαίνεσθαι, τούς τε ὄγκους ὡς ὄγκους μεμετρημένους ἀπεργάζεται καὶ τὸ ἅπειρον τῶν σωμάτων διαλαμβάνει πέρασιν. Ἀλλ’ ἐπει καὶ ταῦτα περὶ τοῦ τετάρτου καὶ τελευταίου γένους τῆς ποιότητος εἴρηται, καλῶς ἄν ἔχοι τοὺς ἐπιχειρήσαντας ἄλλως διελεῖν τὰ γένη τῆς ποιότητος ἱστορῆσαι καὶ κατὰ τί τοῦ ἀκριβοῦς παραλλάττουσιν ἐπιστῆσαι. Πλωτῖνος μὲν οὖν διαιρεῖ τὰς μὲν σώματος ποιότητας, τὰς δὲ ψυχῆς λέγων, οὐ ποιότητος κατὰ ἀλήθειαν ποιούμενος οὕτως διαίρεσιν, ἀλλὰ διάστασιν μόνην παραδεικνὺς τῶν ἐν οἷς ἐστιν ἡ ποιότης· τοῦτο δὲ οὐ δείκνυσιν ποιότητος διαφοράν. διὸ καὶ Ἀριστοτέλης ἐν ταῖς ποιότησιν τὰς μὲν ψυχῆς εἰπών, τὰς δὲ σώματος, οὐ παρεξῆλθεν εῖς ἄλλο γένος ποιότητος, ἀλλ’ ἐν τῷ αὐτῷ μεμένηκεν, καλῶς εἰδὼς ὡς ἡ ὑποδοχὴ τῶν εἰδῶν ἐναλλαττομένη τῆς μὲν ὑποκειμένης χώρας ποιεῖται ἑτερότητα, τοῦ δὲ ἐνυπάρχοντος εἴδους ἢ χαρακτῆρος οὐδεμίαν ποιεῖ διαφοράν. πάλιν δὲ τὰς τοῦ σώματος κατὰ τὰς αἰσθησεις διαιρεῖ, τῷ τε αὐτῷ περιπίπτων ἀτόπῳ καὶ ἔτι μέντοι τὸ ἕν, φησὶν Ἰάμβλιχος, κατακερματίζων εἰς τὰ κατὰ ἀριθμὸν ἕτερα καὶ οὐχὶ τὰ εἴδει διαφέροντα· τὸ γὰρ αἰσθητὸν ᾗ αἰσθητὸν ἕν ἐστιν εἶδος, κἄν τις τὸ συνεζευγμένον ἑκάστῃ αἰσθήσει ὡς ἴδιον αἰσθητὸν λαμβάνῃ, κατ’ ἀριθμὸν αὐτὰ διακρίνει. δηλοῖ δὲ τοῦτο καὶ Ἀριστοτέλης· τὰς γὰρ παθητικὰς ποιότητας ὡς αἴσθητὰρ συντάττων πρὸς τὴν αἴσθησιν κοινῶς αὐτὰς πρὸς ὅλας τὰς αἰσθήσεις ἀνήγαγεν, τὰς δὲ πρὸς ἐκάστην συνεζευγμένας οὐκέτι προσέθηκεν ὡς μὴ ποιούσας γὴν κατ’ εἶδος ἑτερότητα, ἀλλ’ ἀριθμῷ μόνον διαφερούσας. ἐπιστῆσαι δὲ ἄξιον, εἰ μὴ καὶ αἱ αἰσθήσεις κατ’ εἶδος ἀλλήλων διαφέρουσιν καὶ τὰ ἴδια τῶν αἰσθήσεων αἰσθητά, ὦν ὁ Πλωτῖνος τὴν κατ' εἶδος διαφορὰν ἐκ τῶν αἰσθήσεων ἐπεχείρησεν ὐποδεῖξαι· οὐ γάρ ἐστιν κατ’ ἀριθμὸν ἡ τοιαύτη διαφορά, εἰς ἄτομα καὶ αὐτὴ διαιρουμένη τόδε τὸ ὁρατὸν καὶ τόδε. εἰ δὲ Ἀριστοτέλης μὴ μέχρι τοῦδε διεῖλεν, οὐδὲν θαυμαστόν, μέχρι τῆς πρώτης εἰς εἴδη τῶν ἀνωτάτω γενῶν διαιρέσεως προάγων τὸν λόγον, ὅπερ ἔδει ἰαὶ τὸν Πλωτῖνον φυλάξαι τὴν τῶν ἀνωτάτω γενῶν ποιούμενον διαίρεσιν. τὰς δὲ τῆς ψυχῆς ποιότητας κατὰ τὰ μόρια τῆς ψυχῆς διίστησιν ὁ Πλωτῖνος, καίτοι δυνατὸν καὶ ἐν πλείοσιν μορίοις τὴν αὐτὴν εἶναι ποιότητα, ὡς τὸ εὐήνιον καὶ σκληρόν, καὶ ἐν ἑνὶ πολλάς, ὅταν ᾖ πολυδύναμον, ὡς ἐν τῷ λογιστικῷ πολλὰς ἐπιστήμας καὶ διαφόρους τοῖς εἴδεσιν. μετὰ δὲ τοῦτο τὰς τοῦ λογιστικοῦ πλείους οὔσας κατὰ τὰς ἐπιστήμας διαιρεῖ καὶ κατὰ | τὰς τεχνας, εἰς τὰ ἔσχατα ἀποπίπτων καὶ οὐκ ἐμμένων τῇ τοῦ Ἀριστοτέλους τούτων περιλήψει καθ’ ἔ γένος γινομένῃ τὸ τῆς ἕξεως οὐδὲ ἔννοῶν ὅτι οὐ πρόκειται νῦν μέχρι παντὸς προάγειν τῶν γενῶν τὴ διαίρεσιν, ἀλλὰ τὰ πάντων γενικώτατα καὶ τὰ τούτοις προσεχῆ, ὦν ἐκεῖνα κατηγορεῖται, ταῦτα μόνα νῦν πρόκειται παραδιδόναι. ὥστε οὐδὲ ὅταν τὰς ἐν τῷ ἐπιθυμητικῷ προστίθησι δυνάμεις, ἀποδεκτέον τὴν μέχρι τοσοῦδε τῆς διαιρέσεως πρόοδον· διαρίθμησις γάρ ἐστιν αὕτη τῶν ἐσχάτων, οὐ διαίρεσις τῶν πρώτων γενῶν. ὅλως δὲ πᾶσα διαίρεσις κατὰ τὴν οἰκείαν ἑκάστου φύσιν ὤφελεν γίνεσθαι. ποσῷ μὲν γὰρ ἡ κατὰ τὰ μόρια διαίρεσις ἁρμόττει, μεριστὸν γὰρ τοῦτο· καὶ ἐπὶ τῶν συνθέτων * * ἤ τῶν ἀσωμάτων μέν, ἐχουσῶν δέ τινα ἐν ἑαυταῖς οὐσίας ὕφεσιν οὐκ ἀλλότριον τοῦτο. ὅταν δέ τις ποιότητα μὴ ὡς ποιότητα διαιρῇ, τοῦτο δέ ἐστιν ὡς ὅλην πανταχοῦ παροῦσαν καθ’ ὅσον ἐστὶν ποιὰ καὶ ὡς τὴν αὐτὴν οὖσαν ἔν τε τοῖς μικροῖς καὶ μεγάλοις καὶ ἐν ὁποιοισοῦν μέρεσιν, ὡς τὴν γλυκύτητα τοῦ μέλιτος ἐν ὁποσοισοῦν τοῦ μέλιτος ὄγκοις, οὗτος οὐκ ὀρθῶς ποιεῖαι τὴν διαίρεσιν· οὐ γὰρ ᾖ πέφυκεν, ταύτῃ τέμνειν αὐτὴν ἐπιχειρεῖ. μήποτε δὲ οὐδὲ τοῦτο μὲν ἀληθές, ὅτι πᾶσα ποιότης δι’ ὅλου κεχώρηκεν τοῦ ποιοῦ, εἴπερ τὸ τέταρτον εἶδος τῆς ποιότητος κατὰ τὸ ἐπιπολῆς ἐθεωρεῖτο καὶ εἰ τὸ τρίγωνον καὶ τῶν ἄλων τῶν τοιούτων σχημάτων ἕκαστον, ἔχον μὲν γραμμάς, ἔχον δὲ καὶ γωνίας, οὐχ ὅλον πανταχοῦ πάρεστιν· οὐ γὰρ ἐν ταὐτῷ πᾶσαι αἱ γραμμαὶ οὐδὲ αἱ γωνίαι μετὰ τῶν γραμμῶν εἰσιν· ἔπειτα οὐχ ἡ αὐτὴ ποιότης, οἷον ἡ σωφροσύνη ἤ ἡ μελανία, ψυχῇ καὶ σώματι πάρεσταιν. οὐδὲν οὖν ἄτοπον κατὰ τοῦτο ψυχικὰς καὶ σωματικὰς ποιότητας διαιρεῖν. ἀλλὰ τὸ ἀπὸ τῶν ἐνεργειῶν διαφόρων οὐσῶν τεσμαίρεσθαι τὰς διαφόρους ποιότητας, ὅταν γίνωνται κατ’ αὐτάς, τὰ περὶ τῶν δυνάμεων εἰς τὰς ποιότητας μεταγει· αἱ μὲν γὰρ δυνάμεις ἀφανεῖς οὖσαι ἐκ τῶν ἐνεργειῶν ἅς ἐπιφέρουσιν διαγενώσκονται, αἱ δὲ ποιότητες ἐμφανῆ ποιὰ ἐπιδεικνύουσαι διὰ τῶν ὁρωμένων ποιῶν ἑτέρων ὄντων καὶ αὐταὶ κατὰ τὰ κυριώτατα γένη διακριθήσονται. ἀλλὰ κὐνταῦθα προσεκτέον ὡς καὶ αἱ ποιότητες δυνάμεις ἔχουσιν, καὶ οὐδὲν ἄτοπον ἀπὸ μὲν τῶν ἐνεργειῶν τὰς δυνάμεις, ἀπὸ δὲ τῶν δυνάμεων τὰς ὑπάρξεις διαγινώσκεσθαι. ἀλλ’ ὅταν τῷ ὠφελίμῳ καὶ βλαβερῷ τὰς ψυχιὰς καὶ σωματικὰς διαιρῇ π[οιότητας ὁ Πλωτῖνος καὶ αὖθις τὰς ὠρελείας καὶ τὰς βλάβας διαιρῇ, ὡς οἰκείας ταύτας διαφορὰς ποιότητος νομίζων, διότι ἀπὸ ποιότητος ὤφέλεια πᾶσα καὶ βλάβη παραγίνεται, οὐκ ποιοῦ ἐπὶ τὰ πρός τι· τὸ γὰρ μέλι τὸ αὐτὸ ὄν κατὰ τὴν ποιότητα πρὸς μὲν τόνδε ὠφέλιμόν ἐστιν, πρὸς δὲ τόνδε βλαβερόν, καὶ τὸ μύρον τοῖς μὲν ἄλλοις ἡδὺ καὶ ὠφέλιμον, τοῖς δὲ κανθάροις βλαβερὸν καὶ ὀλέθριον, ὥστε τὸ ὠφέλιμον ακὶ βλαβερὸν οὐ ποιόν ἐστιν, ἀλλὰ πρός τι. ἔπειτα τί μᾶλλον ποιότητος διαφορὰς αἱ ὠφέλειαι καὶ βλάβαι παρέχονται ἤ οὐσίας ἤ τοῦ ποιεῖν; καὶ γὰρ ἐν τούτοις ὠφέλειαι καὶ βλάβαι θεωροῦνται. ὅτι δὲ καὶ τὸ ποσὸν εὐστόχως εἰς δύναμιν συναρμοσθὲν καὶ πάλιν αὖ μὴ συναρμοσθὲν ὠφελείας πολλῆς καὶ βλάβης αἴτιον γίνεται, δηλοῖ τῶν Ἀσκληπισδῶν ἡ τέχνη καὶ τὰ ὐπ’ αὐτῶν περὶ τῆς τοῦ ποσοῦ συμμετρίας παραγγελλόμενα. πρὸς δὲ τούτοις, εἰ μὲν ἐνήργον αἱ ποιότητες καὶ κατ’ ἐνέργειαν παρείχοντο τὰ ποιά, ἐνῆν λέγειν ὡς ὠφελοῦσιν αὗται ἢ βλάπτουσιν· εἰ δὲ τῷ ἔχεσθαι ποιοῦσιν, οὐδεμίαν βλάβην ἤ ὠφέλειαν ἀφ’ ἑαυτῶν ἐμποιοῦσιν, καθ’ ὅσον εἰσὶ ποιότητες. καθόλου δὲ πᾶσαι αἱ τοιαῦται διαιρέσεις ἀνίκειοί εἰσιν ὡς κατὰ τὸ πρός τι μᾶλλον, ἀλλ’ καθὸ ποιότητες διαιρούμεναι. Μετὰ δὲ τὸν μέγαν Πλωτῖνον καὶ ἥν Ἀριστοτέλης ἐν ἄλλοις ἐκτίθεται διαίρεσιν. σύο γὰρ δυνάμεις καὶ οἱονεὶ ἀρχὰς θείς, τὴν μὲν ποιητικήν, τὴν δὲ παθητικήν, τούτων τὰς μὲν ἐν ἀλόγοις ἀλόγους τίθησιν, τὰς δὲ ἐν λογικοῖς λογικάς, οἷον τὴν ἐν τῷ θερμῷ τοῦ θερμᾶναι ἄλογον, λογικὴν δὲ τὴν ἐν τῇ ἰατρικῇ. διὸ καἰ τὴν μὲν ἑνὸς εἶναι μόνου ποιητικήν, τὴν ἄλογον· οὐκέτι γὰρ καὶ τοῦ ψῦξαι ἔχει ἡ θερμότης τὴν δύναμιν· αἱ Γ δὲ λογικαὶ τῶν ἐναντίων εἰσὶν παρεκτικαί τε καὶ γνωστικαί. αἴτιον δέ, ὅτι πᾶς λόγος δηλοῖ τό τε πρᾶγμα καὶ γὴν στέρησιν αὐτοῦ, πλὴν οὐχ ὀμοίως οὐδὲ ἀμφοτέρων ἐφιέμενος, ἀλλὰ τοῦ μὲν καθ’ ἑαυτό, τοῦ κρείττονος, τοῦ δὲ κατὰ συμβεβηκός, τοῦ χείρονος, ὥσπερ ὐγείας καὶ νόσου ἡ ἰατρική. ἡ δὲ διαίρεσις αὕτη συνομολογεῖται μὲν Ἀριστοτέλους εἶναι, οὐ μὴν ἐπὶ τῶν πρώτων γενῶν τῆς ποιότητος παρειλημμένη, ἴσως δὲ οὐδὲ ἐπὶ ποιότητος ὅλως, καὶ δεῖ τὰς παρὰ τοῖς παλαιοῖς διαιρέσεις μὴ μεταφέρειν ἀπ’ ἄλλου γένους εἰς ἄλλο, ἀλλ’ ἐπὶ τούτων ἐφ’ ὧν εἰσιν παραδεδομέναι φυλάττειν αὐτάς. ταῦτα μὲν οὖν περὶ τῆς διαιρέσεως εἰρήσθω. καὶ πᾶσιν δὲ τοῖς εἴδεσι τῆς ποιότητος καὶ κοινῶς τῷ περὶ αὐτῆς λόγῳ παράκεινταί τινες ἐπιστάσεις τοιαῦται. Ἐπεὶ δὲ καὶ τὴν οὐσίαν ταῖς κατὰ ποιότητα διαφοραῖς διαιροῦμεν, οἷον τοῦ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον λέγοτες καὶ τὰς πράξεις τὰς μὲν καλάς, τὰς δὲ αἰσχρὰς τιθέμενοι, ζητεῖν χρή, πῶς ἄν τις τὸ ποιὸν διέλοι κατ’ εἴδη καὶ ποίαις χρώμενος διαφοραῖς καὶ ἐκ ποίου γένους. τὸ γὰρ ποιότητι λέγειν ἑαυτῷ ἐστι λέγειν καὶ ὅμοιον ὡς εἴ τις διαφορὰς <οὐσίας> ἐποιεῖτο καὶ τὴν διαφορὰν λέγοι διαφέρειν, ἐπειδὴ πᾶν τὸ διαφέρον διαφορᾷ διαφέρει, καὶ οὕτως ἐπ’ ἄπειρον ἀνάγκη ἐέναι. τίνι οὖν διαιροῦμεν τοὺς χυμοὺς ἀπὸ τῶν χρωμάτων; εἰ γὰρ τοῖς διαφόροις αἰσθητηρίοις, οὐκ ἔσται | ἐν τοῖς ὑποκειτούτοις μένοις, ἀλλὰ περὶ ἠμᾶς ἡ διαφορά. κἄν συγχωρήσῃ δέ τις τῇ τοιαύτῃ διαφορᾷ, τὰ κατὰ τὴν αὐτὴν αἴσθησιν τίνι διοίσει, οἷον τὸ λευκὸν τοῦ μελανος ἤ τὸ γλυκὺ καὶ τὸ στῦφον; εἰ δὲ ὁτι τὸ μὲν διακριτικόν, τὸ δὲ συγκριτικὸν τὸ μὲν ὀμμάτων, τὸ δὲ γλώττης, πρῶτον μὲν ἀμφισβητεῖται περὶ τῶν παθῶν, εἴτε διακρίσεις εἰσὶν εἴτε συγκρίσεις· ἔπειτα ὁ ταῦτα λέγων οὐκ ἐκεῖνα οἷς διαφέρει εἴρηκεν, ἀλλὰ τὰ ἀπ’ αὐτῶν πάθη. ῥητέον δὲ πρὸς ταῦτα, ὡς ἐν ἑκάστῳ τῶν ἐν ταῖς κατηγορίαις γενῶν καὶ τῶν ἐν αὐταῖς λόγων πολλὴ μέν ἐστιν οἰκεία ταὐτότης, καθ’ ἥν οἱ αὐτοὶ λόγοι ἐπὶ πλειόνων θεωροῦνται, πολλὴ δὲ ἔνεστιν καὶ σύμφυτος ἑτερότης, καθ’ ἥν τὰ εἴδη διακρίνεται χωρὶς ἀπὸ τοῦ γένους· αὕτη δὲ οὐκ ἔξωθεν ἐπεισέρχεται διαφορότης, ἀλλ’ ἐν ἑκάστῳ τῶν γενῶν σύμφυτός ἐστιν. οὐκ ἄρα δεῖ ζητεῖν, εἰ περὶ τὴν οὐσίαν ἔσται οὐσία καὶ περὶ τὴν ποιότητα ποιότης, καθ’ ἥν τὰ ἐν ἑκατέρῳ τούτων τῶν γενῶν εἴδη διέστηκεν ἀλλήμων. οὐ γὰρ ἔξωθεν ἐκάστου γένους αἱ τῶν εἰδῶν ἐπεισέρχονται ποιητικαὶ διαφοραί, ἀλλ’ ἑκάστῳ γένει συνυπάρχουσιν. οὐ γὰρ ἔσται εἴδη τῶν ἐν ἑκάστοις γενῶν, εἰ μὴ ἀθ’ ἑαυτῶν ἔχοι τὰς οἰκείας διαφορὰς συμφύτους τὰ γένη ὡς περιεχομένας ὐπὸ τῶν γενῶν· εἰ δὲ ἔξωθεν αὐτὰς προσθήσομεν, οἷον ἀπ’ ἄλλου γένους, σύμμιξις ἔσται πλειόνων κατηγοριῶν τὰ ὑφ’ ἕκαστον γένος εἴδη, καὶ οὐκέτι ὑπὸ τὴν αὐτὴν κατηγορίαν ταχθήσεται τό τε ἀνωτάτω γένος ἑκάστης καὶ τὰ περιεχόμενα ὑπὸ τῶν γενῶν εἴδη. μία μὲν οὖν ἔστω λύσις αὕτη τῶν ἠπορημένων· ἑτέρα δέ, ὡς τῶν μὲν ἄλλων δεῖ διαφορὰς ζητεῖν, οἷς χωριοῦμεν ἕκαστα ἀλλήλων, τῶν δὲ διαφορῶν διαφορὰς ἀδύνατον εἶναι κατὰ λόγον· αὐταὶ γὰρ ἑαυτὰς διαφέρουσιν ἀφ’ ἑαυτῶν ἀρχόμεναι τῆς οἰκείας δυνάμεως, μᾶλλον δὲ οὐδὲ δέονται τοῦ διαφορεῖσθαι αὐτοδιαφοραὶ οὖσαι, ὥσπερ οὐδὲ ἡ ἐτεροιότης τοῦ ἑτεροιοῦσθαι· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἰδιοτήτων αὐτὸ ἕκαστον οὐκ ἄν λέγοιτο μετέχειν ἑαυτοῦ, οἷον τὸ ἴσον οὐκ ἄν τις ἰσῶσθαι λέγοι ἤ τὸ καλὸν κεκαλλύνθαι. ὥστε τὸ μὲν διαφέρον διαφορᾷ πάντως διαφέρει, ἀλλὰ τὰ μὲν ἄλλα πάντα ἑτέρᾳ οὔσῃ παρ’ ἑαυτὰ τῇ διαφορᾷ διαφέρει, ἡ δὲ διαμορὰ ἑαυτῇ διαφέρει, μᾶλλον δὲ αὐτοδιαφορά ἐστιν. καὶ οἱ Στωικοὶ δὲ ποιότητας ποιοτήτων ποιοῦσιν ἐαυτῶν ποιοῦντες > ἕξεις. οὐ δέονται γὰρ οὐκέτι τῶρ τὰς διαφορὰ παρεχουσῶν· αὐταὶ γὰρ ἑαυταῖς αἱ ποιότητες ἀλλήλων διαφέρουσιν. οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας διαφορῶν διαφορὰς ζητοῦντες ἐπ’ ἄπειρον ἐξέπεσον. Ἐπιστῆσαι δὲ καὶ τοῦτο χρή, εἰ πᾶσα ποιότης δύναται γενέσθαι οὐσιώδης διαφορά. ἤ ἐπὶ μὲν τῶν σωμάτων ἀνάγκη συγχωρεῖν· ἡ γὰρ λευκότης συμβεβηκὸς οὖσα οὐσιώδης διαφορὰ γίνεται ἐπὶ ψιμυθίου· ἐπὶ δὲ τῶν ἐπιστημῶν πῶς ἔχει; ἢ καὶ ἡ γραμματική, ἥτις εἴη ψυχῆς ἥ φύσει τοιαύτη, γένοιτο ἂν εἰδοποιὸς διαφορά. καὶ τοῦτο δὲ προσθετέον, ὅτι ταῖς ποιότησι συντακτέον τοὺς κατ᾿ αὐτὰς ποιούς, καθ᾿ ὅσον περὶ αὐτούς εἰσιν αἱ ποιότητες, μὴ προσποιουμένους τὸ ὑποκείμενον μηδὲ κατὰ σύλληψιν τοῦ ὑποκειμένου ποιοῦντας τὸ ποιόν, ἵνα μὴ κατηγορίαι δύο νοῶνται, ἀλλ᾿ εἰς τοῦτο ἀνιόντας ἀπ᾿ αὐτῶν, ἀφ᾿ οὗ λέγονται. οὐδὲν δὲ χεῖρον ὑπομνῆσαι πάλιν, ὅτι αἱ νοηταὶ ποιότητες καὶ αἱ αἰσθηταὶ οὐδαμῶς ὑπὸ τὸ αὐτὸ γένος ταχθήσονται· οὐδὲ γὰρ αἱ κατηγορίαι περὶ τῶν νοητῶν εἰσιν, ἀλλὰ περὶ τῶν λεγομένων, οὐδὲ δυνατὸν τῶν ὄντως ὄντων καὶ τῶν ἐν γενέσει καὶ φθορᾷ φερομένων ὡς ἰσοστοίχων ἓν εἶναι γένος ποιότητος. ἀλλ᾿ ἐπεὶ περὶ πάντων τῶν τῆς ποιότητος εἰδῶν εἴρηται τὰ αὐτάρκη, καιρὸς ἂν εἴη λοιπὸν καὶ τὰ ἴδια τῆς ποιότητος ἐπισκέψασθαι ἤτοι τὰ ὑπάρχοντα αὐτῇ. p. 10b12 Ὑπάρχει δὲ καὶ ἐναντιότης κατὰ τὸ ποιόν ἕως τοῦ ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὸ ποιὸν ἐναντίων. Ὥσπερ ἐπὶ τῶν ἄλλων κατηγοριῶν μετὰ τὴν διαίρεσιν ἐπῆγεν τὰ ὑπάρχοντα ἑκάστῃ, τά τε κοινὰ πρὸς ἄλλας καὶ τὰ ἴδια, οὕτως καὶ ἐνταῦθα. καὶ πρῶτον τὴν ἐναντιότητα προχειρίζεται ὡς ὑπάρχουσαν τῷ ποιῷ, ὑ πάρχει δὲ καὶ ἐναντιότης εἰπὼν καὶ τὸν καί σύνδεσμον προσθείς, διότι καὶ ἄλλα ὑπάρχοντα ἐπάξει, ὥσπερ τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ ὅμοιον. κατὰ τὸ ποιὸν δὲ εἶπεν ἀντὶ τοῦ κατὰ τὴν ποιότητα· δηλοῖ δὲ τὰ ἐπαχθέντα ὑποδείγματα, οἷον δικαιοσύνη ἀδικίᾳ ἐναντίον· ποιότητες γὰρ αὗται καὶ οὐχὶ ποιά. ἴσως δὲ διὰ τοῦτο τὸ ποιὸν ἀντὶ τῆς ποιότητος εἶπεν, ὅτι συνείληπται ἐν τῷ ποιῷ καὶ ἡ ποιότης, καὶ τοῦ ποιοῦ ἐπιδεχομένου πάντως καὶ ἡ ποιότης ἐπιδέχεται, ἐπειδὴ κατὰ τὴν ποιότητα καὶ τὸ ποιὸν ἐπιδέχεται. κατασκευάζει δὲ ἐκ τῆς ἐπαγωγῆς, τῶν τε ψυχικῶν καὶ τῶν σωματικῶν ποιοτήτων παραδείγματα προσθείς. οὐ μόνον δὲ ταῖς ποιότησιν ὑπάρχειν τὴν ἐναντιότητά φησιν, ἀλλὰ καὶ τοῖς κατ᾿ ἐκείνας τὰς ποιότητας ποιοῖς λεγομένοις. οὔτε δὲ πάσῃ τῇ ποιότητι ὑπάρχει ἡ ἐναντίωσις· οὔτε γὰρ τοῖς κατὰ τὸ σχῆμα ποιοῖς, οἷον τῷ τριγώνῳ καὶ τετραγώνῳ, οὔτε τοῖς μέσοις χρώμασιν, οἷον πυρρῷ ἢ ὠχρῷ, δῆλον δὲ ὅτι οὐδὲ ταῖς κατὰ τὰς ἄλλας αἰσθήσεις [ἐν] μεσότησιν, οἷον χλιαρῷ ἢ τῇ τῆς μέσης χορδῆς ἀπηχήσει· καὶ τοῦτο εἰκότως, εἴπερ ἐναντία ἐστὶν τὰ πλεῖστον ἀλλήλων διεστηκότα. ἀλλὰ μὴν οὐδὲ μόνῃ τῇ ποιότητι ὑπάρχει ἡ ἐναντίωσις· καὶ γὰρ τοῖς πρός τι πρόσεστιν, ὡς μεμαθήκαμεν· ὥστε οὐκ ἔστιν ἴδιον τῆς ποιότητος τοῦτο. ἐπάγει δὲ τούτοις θεώρημά τι πρὸς πάσας χρήσιμον τὰς κατηγορίας, ἐν αἷς θεωρεῖται ἐναντίωσις. ἐὰν γὰρ τῶν ἐναντίων, φησίν, τὸ ἕτερον ποιὸν ὑπάρχῃ, ἰαὶ τὸ ἐναντίον αὐτῷ ποιὸν ἔσται, καὶ καθόλου, ἐὰν τὸ ἕτερον τῶν ἀντιδιαιρουμένων | ὡς ἐναντίων ἔν τινι γένει ὐπάρχῃ, καὶ τὸ ἀντιδιαιρούμενον πρὸς αὐτὸ ὡς ἐναντίον ἐν τῷ αὐτῷ γένει ὑπάρξει. γένοιτο δ’ ἄν, φγσί, τοῦτο δῆλον, εἰ προχειριζοίμεθα τὰς ἄλλας κατηγορίας, οἰκείως εἰσαγωγικῇ πραγματείᾳ τὰ τοιαῦτα ἐκ τῆς ἐπαγωγῆς πιστούμενοι. γένοιτο δ’ ἄν καὶ ἄλλως δῆλον ἀπὸ τοῦ τῶν ἐναωίων ὅρου· εἰ γὰρ ἐναντία ἐστὶν τὰ ὑπὸ τὸ αὐτὸ γένος πλεῖστον ἀλλήλων διεστηκότα, δῆλον ὅτι ὑφ’ ὃ τὸ ἕτερον ἀνάγεται γένος, ὐπὸ τοῦτο καὶ τὸ λοιπόν. ἀλλ’ αὐτὸς μήπω τοῦ τῶν ἐναντίων ὅρου ἀποδοθέντος εἰκότως οὐκ ἐδοκίμασεν αὐτῷ χρήσασθαι. ἐὰν οὖν ζητῶμεν ὅτι * * τῶν κατηγοριῶν, ἐν αἷς ἐστιν ἐναντίωσις, ἐμάθομεν ἐντεῦθεν, ὅπως δεῖ μεθοδεύειν τὴν εὕρεσιν. ληψόμεθα γὰρ τὸ ἐναντίον τοῦ ζητουμένου, εἴπερ εἴη γνωριμώτερον, καὶ ἐὰν γνωσθῇ ἐν ποίᾳ ἐστὶν ἐκεῖνο κατηγορίᾳ, εἰσόμεθα ὅτι καὶ τὸ οὗ ἐστιν ἐναντίον ἐν τῇ αὐτῇ κατηγορίᾳ τακτέον, οἷον εἰ τὴν ἀδικίαν ζητῶμεν ἐν ποίῳ ἐστὶν γένει, ληπτέον τὴν δικαιοσύνην· ἔστιν δὲ αὕτη ποιότης, καὶ ἡ ἀδικία ἄρα ποιότης· καὶ εἰ ἡ πυφλότης ὁράσει ἐναντίον, ἡ δὲ ὅρασις ποιότης, καὶ ἡ τυφλότης ἔσται ποιότης· οὐδεμιᾷ γὰρ τῶν ἄλλων κατηγοριῶν ἐφαρμόσει. Ἀλλὰ διὰ τί εἶπεν εἰ ἔστιν ἡ δικαιοσύνη τῇ ἀδικίᾳ ἐναντίον; διὰ τί γὰρ τὸ εἰ τὸ ὐποθετικόν; ἢ ὅτι τινὲς οὐ συεχώρουν τῇ δικαιοσύνῃ ἐναντίον εἶναι τὴν ἀδικίαν, ἀλλὰ τὴν μὲν ἐναντίαν ἕξιν ἀνώνυμον ἔλεγον, τὴν δὲ ἀδικίαν στέρησιν, τὰς γὰρ ἕξεις καταφατικῶς δεῖν προσαγορεύειν καὶ τὰς στερήσεις ἀρνητικῶς, οὐ καλῶς τοῦτο λέγοντες· καὶ γὰρ ἕξεις ἀποφατικῶς προσαγορεύομεν, ὡς τὴν τῇ σωφροσύνῃ ἀντικειμένην ἀκολασίαν, καὶ στερήσεις καταφατικῶς, ὡς τὴν τυφλότητα καὶ χωλότητα. καὶ τοῦτο μὲν ἀληθές, μήποτε δὲ διὰ τοῦτο εἶπεν ὁ Ἀριστοτέλης εἰ ἔστιv ἡ δικαιοσύνη τῇ ἀδικίᾳ ἐναντίον, ὅτι οὔπω τίνα ἐστὶν τὰ ἐναντία παραδέδωκεν, καὶ ὅτι κατ’ ἀλήθειαν οὐχ ὡς ἐναντία ταῦτα ἀντίκειται, ἀλλ’ ὡς ἕξις καὶ στέρησις. διὸ καὶ ἀκριβέστερον εἶπεν Ἀρχύτας οὐ μόνον ἐναντίωσιν εἰπὼν ὑπάρχειν τῇ ποιότητι, ἀλλὰ καὶ στέρησιν, γράφων οὕτως· “καὶ τᾷ ποιότητι δὲ κοινά τινα συνήρτηται, οἷον το τε ἐναντιότατά τινα ἐπιδέχεσθαι καὶ στέρησιν”. Ἀποροῦσι δέ τινες πρὸς τὸ ἀπὸ τῶν ἐναντίων θεώρημα οὕτως. “εἰ B γὰρ τοῦτο, φησίν, ὑγιές ἐστιν, ἔσται καὶ ἡ στέρησις ἡ τῷ εἴδει οὐσία· οὐσία γὰρ καὶ τὸ εἰδος. εἰ δέ τις λέγοι ὅτι κοινοτερον ἡ στέρησις ἐνατία λέγεται τῷ εἴδει, ψεὺδος ἐρεῖ· γὰρ εἰδος καὶ στέρησις αἱ ἀρχαὶ τῶν φυσικῶν, ἐναντία λέγονται, καὶ ἐξ ἐναντίων ἡ γένωεσις· εἰ δὲ δὲ ἐναντία ταῦτα, οὐκέτι ἔσονται δύο ἀρχαί, ἀλλ᾿ ἕν τὸ κοινὸν αὐτῶν γένος, ἀφ᾿ οὖ περ καὶ αἱ δύο ὑφίστανται”. ἀλλὰ τοῦτο μὲν λύειν ῥᾴδιον· οὐ γὰρ πρῶται αὖται ἀρχαί, ἀλλὰ τῶν φυσικῶν ἀρχαί, καὶ οὐδὲν θαυμαστόν, εἴ τι κοινὸν εἰη τούτων αἴτιον, εἴτε φύσις εἴτε τὸ εἶδος, τῇ παρουσίᾳ τῇ ἑαυτοῦ καὶ τῇ ἀπουσίᾳ ἑκάτερον τούτων ἀπεργαζύμενον. πρὸς δὲ τὸ πρπῶτον δυνατὸν μὲν λέγειν ὅτι τῆς ὕλης καὶ τοῦ εἴδους ὅντων ὑπὸ τὴν οὐσίαν, ἐπεὶ μετὰ τῆς ὕλης συνείληπται, ἔσται οὕτως καὶ αὐτὴ διὰ τὸ εἶδος καὶ τὴν ὕλην ἐν τῇ οὐσίᾳ· εἰ δέ τις ἐν τῷ εἴδει περιέχεσθαι λέγοι τὴν στέρησιν κατὰ τὴν ἀπουσίαν αὐτοῦ, ἔσται καὶ οὕτως ἐν τῇ οὐσίᾳ περιειλημμένη. ῥητέον δὲ μᾶλλον, ὅτι ὁ κανὼν οὐκ ἐπὶ πάντων εἴληπται τῶν ἐναντίων, ἀλλ᾿ ἐφ᾿ ὦν προδήλως τὸ ἔτερον ὑπό τι γένος ἐστίν, ὑπὸ τὸ αὐτὸ καὶ θάτερον ἀνάγκη 15 εἶναι. τοιγαροῦν καὶ ὁ Ἀριστοτέλης οὐκ εἶπεν ὅτι τὰ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος ἐστίν, ἀλλ᾿ ὅτι τῶν ἐναντίων ἐὰν τὸ ἕτερον ὑπό τι γένος ᾖ, καὶ τὸ ἕτερον ὑπὸ τὸ αὐτὸ γένος ἔσται. καίτοι ἐν τοῖς ἑξῆς, ἐν οἶς τὰ εἴδη διαιρεῖται τῆς ἀντιθέσεως, τὰ κυρίως ἐναντία ὑπὸ τὸ αὐτὸ γένος εἶναι βούλεται· καὶ γὰρ τὰ ἐν τοῖς ἐναντίοις δοκοῦντα γένεσιν εἶναι κοινόν τι ἐπαναβεβηκὸς ἔχει γένος, ὡς ἡ δικαιοσύνη καὶ ἀδικία. διὸ καὶ αὐτὸς οὐ τὰ προσεχῆ, ἀλλὰ τὰ πόρρω γένη ἔλαβεν· οὐ γὰρ εἶπερν, ἐὰν θάτερον ὑπ᾿ ἀρετὴν ἤ ἕξιν ᾖ τῶν ἐναντίων, ὅτι καὶ τὸ ἕτερον, ἀλλ᾿ ἐὰν θάτερον ᾖ ποιόν, καὶ θάτερον. τί οὖν εἴ τινες τὰ πρῶτα γένη ἐναντια τίθενται, ὡς τὸ ταὐτὸν καὶ θάτερον, ἤ τὰς δύο συστοιχίας, ὡς οἱ Πυθαγόρειοι; ἤ οὐδὲ ἐκεῖνα πρῶτα· οὐ γὰρ δυνατὸν οὐδὲ Πυθαγορείοις ἀρέσκον τὸ πολλὰ εἶναι τὰ πρῶτα. Ἀλλὰ διὰ τί αἱ πλεῖσται ἐναντώσεις κατὰ τὸ ποιὸν μάλιστα θεω- ροῦνται; ἤ γὰρ ἐν χρώμασίν εἰσιν τἀναντία, ὡς λευκὸν μέηαν, ἤ ἐν χυμοῖς, ὡς γλυκὺ πικρόν, ἤ ἐν ἀπτοῖς, ὡς θερμὸν ψυχρόν, μαλακὸν σκληρόν, ἤ ἐν ψόφοις, ὡς ὀξὺ βαρύ, καὶ περὶ σῶμα, ὡς νόσος ὑγίεια, κάλλος αἶσχος, καὶ περὶ ψυχήν ὡς ἀρετὴ καὶ κακία, καὶ ἄλλαι πολλαὶ τοιαῦται. καὶ αὐτὸ δὲ τοῦτο ζητήσεως ἄξιον, διὰ τί τῇ ποιότητι ὄλως ὑπάρχει τἀναντία, περὶ οὐσίαν μὴ θεωρούμενα. καὶ ῥητέον οἶμαι ὅτι τἀναντία συνυπάρχειν ἀλλή- λοις ἀδυνατεῖ· γίνεσθαι οὖν αὐτὰ καὶ ἀπογίνεσθαι ἀνάγκη, καὶ διὰ τοῦτο ἐν μὲν τῇ οὐσίᾳ οὐδαμῶς θεωρεῖται, ἐν δὲ τῇ ποιότητι μάλιστα ὡς ἐπεισο- διώδει. καὶ γὰρ * * ὅπου μὲν ἔστιν, ὡς περιττὸν καὶ ἄρτιον, ὅπου δὲ οὐκ ἔστιν, ὡς ἐν τῷ ὡρισμένῳ ποσῷ. ἐν μέντοι τῇ ποιότητι, ἐπειδὴ τῶν ἐπισυνισταμένων ἐστὶ καὶ ἐπ’ ἄλλοις καὶ ἄλλοις ἐπιγινομένων, εἰκότως ἡ ἐναντίωσις ἐγγίνεται· τὰ γὰρ ἐναατία ἐπ’ ἄλλοις καὶ περὶ ἄλλα * * * ὑποστάσει τῶν ποιῶν καὶ τὰ ἐναντία πέφυκεν μετ’ αὐτῶν συνυφίστασθαι. καὶ ἄλλως δέ, ἐπειδὴ <ἡ> πρώτη διαφορὰ κατὰ τὰς ποιότητάς ἐστιν, καὶ ἡ μεγίστη κατ’ αὐτὰς ἔσται, ἥτις ἐστὶν ἐναντίωσις· καὶ ἐπεὶ ἡ πρώτη τομὴ κατὰ τὰς ποιότητας ἐγγίνεται, πορρωτέρω προϊοῦσα αὕτη τὰ ἐναντία παράγει. πλεῖσται δὲ ἐναντιώσεις εἰσὶν ἐν τῷ ποιῷ, διότι πολυειδεῖς εἰσιν αἱ ποιότητες. δεῖ δὲ καὶ τὰς ἐναντιώσεις ἀνευρίσκειν προσφόρως, ἐφ’ ἑκάστων χρωμένους ταῖς οἰκείαις δυνάμεσιν. ἐπὶ μὲν οὖν τῶν σωμάτων, διότι αἰσθηταί εἰσιν αἱ ἐναντιώσεις, αἰσθήσει θηρευτέον αὐτάς· τὰς δὲ τῆς ψυχῆς λογισμῷ θηρευτέον, διότι τούτῳ περιληπταί εἰσιν. εἰκότως δὲ τοῦτο τὸ περὶ τῶν ἐναντίων θεώρημα τῷ περὶ τῆς ποιότητος συνέζευξε λόγῳ, διότι, ὡς εἴρηται, πρὸς ποιότητα μάλιστα συγγενῶν ἔχει τὸ ἐναντίον· καὶ γὰρ ἐν ταῖς ἄλλαις κατηγορίαις ἐναντία κατὰ τὸ ἐν ἑκάστῃ ποιὸν ἐγγίνεσθαι δοκεῖ. δεῖ δὲ τὰ ἐναντία λαμβάνειν οὐ μετὰ τοῦ ὐποκειμένου (κοινὸν γάρ ἐστιν αὐτοῖς ὑποκείμενον, καὶ οὐκέτι ὅλα ὅλοις ἀντικείμενα ληφθήσεται οὐδὲ ὄντως ἔσται ἐναντία), ἀλλὰ μόνον, καθὸ ποιόν ἐστιν ἑκάτερον, κατὰ τοῦτο δεῖ θεωρεῖν αὐτὰ ὡς ἐναντία· ἔστιν δὲ ποιὰ κατὰ τὸ ἔχειν ποιότητα, ὥστε κατὰ τὴν ποιότητα αὐτοῖς ἡ ἐναντίωσις. Ἀλλὰ διὰ τί τὰ μεταξὺ οὔτε ἀλλήλοις ἐστὶν ἐναντία οὔτε τοῖς ἄκροις; ὅτι ἔσται ἑνὶ πλείονα ἀντικείμενα καὶ οὐκέτι ἔσται ἕν ἐνὶ ἐναντίον, ἐὰν ᾖ καὶ τὰ μεταξὺ ἐναντία. ὁ δὲ Πλωτῖνος ἀπορεῖ, μήποτε πάση ποιότητί ἐστίν τις ἐναντίωσις· καὶ γὰρ τὸ μέσον τοῖς ἄκροις ἐστὶν ἐναντίον· γὰρ οὖσα κατὰ Ἀριστοτέλην ἡ ἀρετὴ ἐναντία ἐστὶν ταῖς ὐπερβολαῖς καὶ ἐλλείψεσιν οὔσαις κακίαις. ῥητέον δὲ πρὸς τοῦτο, ὄτι ἄλλως μὲν ὡς μεσότης ἡ ποιότης ἐπινοεῖται, ἄλλως δὲ ὡς ἀρετή, καὶ κατὰ μὲν τὴν μεσότητα οὐκέτι ἔχει ἐναντίωσιν, κατὰ δὲ τὴν ἀρετὴν ἔχει. ἔτι δὲ τὴν μὲν μεσότητα θεωροῦμεν καὶ ὡς ἰσότητα, τὴν δὲ ὑπερβολὴν καὶ ἔλλειψιν ὡς ἀνισότητα· στοτητα· ὅταν οὖν τὴν μεσότητα λέγωμεν ἐναντίαν εἶναι τῇ ὑπερβολῇ καὶ τῇ ἐλλείψει, οὐδὲν ἄλλο λέγομεν ἤ ὅτι ἰσότης τῇ ἀνισότητι ἀντίκειται, καὶ οὕτως ἐπ’ ἄλλων, ἀλλ’ οὐκ ἐπὶ τοῦ μέσου ἡ ἀντίθεσις γίνεται. ‘ἀλλ’ ἐπὶ τῶν χρωμάτων, φαίη ἄν τις, οὐχ οὕτως γίνεται ἡ ἀντίθεσις τῶν ἄκρων πρὸς τὸ μέσον· τὸ γὰρ φαιὸν εἰ ἀντίκειται τῷ λευκῷ, ἤτοι κατὰ τὸ ἐνὸν μῖγμα τοῦ λευκοῦ ἀντίκειται αὐτῷ ἤ κατὰ τὸ ἐνὸν μῖγμα τοῦ μέλανος. ἀλλ’ εἰ μὲν κατὰ τὸ λευκοῦ μῖγμα, λευκὸν λευκῷ ἀντίκειται, ὅπερ ἀδύνατον· εἰ δὲ κατὰ τὸ μέλαν, τὸ μέλαν τῷ λευκῷ ἀντίκειται, οὐ τρίτον τι μῖγμα ἕτερον’. ἀλλὰ τὸ μὲν συμπέρασμα ἀληθές, τὸ μὴ ἀντικεῖσθαι τὸ φαιὸν τῷ λευκῷ ἢ τῷ μέλανι ὡς ἐναντίον· ὁ δὲ τρόπος τῆς ἐφόδου πολλὰς ἔχει ἀντιλήψεις. σύνθετον γὰρ ποιεῖ τὸ μέσον ἐκ τῶν ἄκρων καὶ ὡς ἐξ συνιστάμενον, ἀλλ’ οὐχ ἕν τι παρὰ τὰ ἄκρα, ἐνεργεδίᾳ τε διαφυλάττει τὰ ἁπλᾶ ἐν τῷ μίγματι, ἀλλ’ οὐχὶ κατὰ δύναμιν, εἴπερ ἄρα καὶ τοῦτο οἷόν τε. μήποτε γὰρ οὐδαμῶς συμμιγνυμένων τῶν ἄκρων ὑφίσταται τὰ μέσα χρώματα, ἀλλ’ εἰσίν τινες καὶ τούτων προηγούμενοι λόγοι, ὥσπερ καὶ τῶν ἄκρων, οὐ κατὰ μίξιν ὑφιστάμενοι, ἀλλ’ ἁπλοῖ καὶ αὐτοφυῆ τὴν ἑτερότητα καὶ τὴν ποικιλίαν ἔχοντες καὶ ἐγγεννῶντες αὐτὴν τοῖς αἰσθητοῖς καὶ συντεταγμένοι τοῖς ἄλλοις λόγοις κατὰ τὴν ἐπ’ ἴσης σύνταξιν. κἄν ἐκ τῶν ἄκρων δὲ λέγῃ τις τὸ μέσον ἔχειν τινὰ ὑπόστασιν, μὴ οὐδὲ μίξις ᾖ ἡ τὰ μέσα ποιοῦσα, ἀλλὰ παράθεσις τῶν ἄκρων ἢ ἐπιπόλασις ἢ πόρρωθεν ἀπόστασις· κατὰ γὰρ πάντα ταῦτα ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητῶν τὰ μέσα χρώματα ὑφίστασθαι δοκεῖ. ὁ μέντοι Πλωτῖνος ‘εἰ κατὰ σύνθεσιν, φησίν, τῶν ἄκρων ἐγίνετο τὰ μέσα, ἔδει μὴ ἀντιδιαιρεῖν λέγοντας ἤ λευκὸν ἢ μέλαν ἢ φαιὸν ἤ ξανθὸν ἤ τι τοιοῦτον, ἀλλὰ μόνον εἰς λευκὸν καὶ μέλαν διαιρεῖν, τὰ δὲ ἄλλα συνθέσεις λέγειν. νῦν δὲ ἀντιδιαιροῦμεν καὶ ἀντιτίθεμεν, ὄτι κἄν μίξις ᾖ τῶν ἄκρων, οὐκ ἔστι παράθεσις, ἀλλὰ κρᾶσις ἄλλην ἐκ τοῦ κράματος ποιότητα· τῷ οὖν ἄλλην τινὰ ἐπὶ τῶν μεταξὺ γεγονέναι. κἄν ἐκ συνθέσεως θεωρῆται, οὕτως ἀντιτίθεμεν’. ταῦτα δὲ λέγοντος τὸ μὲν ἄλλην γεγονέναι τὴν μέσην ποιότητα τοῦ χρώματος συγχωροῦσι καὶ οἱ μετ’ αὐτόν, τὸ δὲ ἐκ κράσεως αὐτὴν ἤ συνθέσεως ἄλλην θεωρεῖσθαι οὐκέτι ὁμολογοῦσιν· οὐ γὰρ οὗτος, φησίν, ὁ τρόπος τῆς τῶν ἀσωμάτων ποιοτήτων οὐσίας, ἀλλὰ σώματα μὲν μιγνύμενα ἤ κεραννύμενα ἤ δύναται ποιεῖν διάφορα σώματα· τὸ γὰρ σύνθετον καὶ σύμμικτον γένος, ἐν ᾧπερ ἔχει τὴν ψύσιν, κατὰ τοῦτο ἐναλλαττόμενον διάφορον ἑαυτοῦ καθίσταται· τὸ δὲ μήτε ἐν συγκράσει μήτε ἐν συνθέσει ἔχον τὸ εἶναι, ἁπλῆν δέ τινα ἀσώματον οὐσίαν προειληφὸς κατὰ μίαν ποιότητά που, τοῦτο ἄρδην † ἄν διάφορον πάθοι ἀπὸ συγκράσεως ἤ συνθέσεως, ὥσπερ οὐδὲ τὸ ἀμέριστον ὑπὸ τοῦ μεριστοῦ. Ἀλλ’ ἐπειδὴ τὸ μὲν λευκὸν τῷ μέλανι εἶπεν ἐναντίον, τῷ δὲ πυρρῷ καὶ ὠχρῷ μηδὲν εἶναι ἐναντίον, ἄξιον ἄν εἴη προλαβόντας ὀλίγον τὸν ὅρον τῶν ἐναντίων καὶ τίνα ἔχει τὴν ὀρθότητα· ἀπὸ γὰρ τούπερὶ του τά τε περὶ τῶν ἐναντίων θεωρήματα καὶ τὰ περὶ τῶν χρωμάτων νῦν εἰρημένα εἰ ὀρθῶς εἴρηται μαθησόμεθα. λέγεται δὲ ἐναντία εἶναι ἄ πλεῖστον ἀλλήλων ἀφέστηκεν ὑπὸ τὸ αὐτὸ γένος, ὡς τὸ μέλαν καὶ τὸ λευκόν· ἄμικτα γὰρ ταῦτα πρὸς ἄλληλα· τὸ δὲ φαιὸν καὶ ὠχρὸν καὶ πυρρὸν καὶ τὰ τοιαῦτα οὐ πλεῖστον ἀφέστηκεν, διότι συμμέμικται ἀλλήλοις. ἐρωτᾷ ὀ Πλωτῖνος· ‘πόθεν οὕτως ὡρίσασθε τὰ ἐναντία; εἰ μὲν γὰρ ἀπὸ τῶν μέσων καὶ τῆς πρὸς ταῦτα άποστάσεως, οὐ πρὸς τὰ ἄκρα ποιεῖτε τὴν ἐναντίωσιν, ὥσπερ οὐδὲ τὴν ἀπόστασιν, ἀλλὰ πρὸς τὰ μέσα. καὶ πῶς τὰ ἄμεσα ἐρεῖτε ἐναντία, οἷον ὑγείαν καὶ νόσον; εἰ δὲ κατ’ ἀυτὴν τὴν μορφὴν τὴν ἀπόστασιν λαμβάνετε, ὅταν μηδὲν ἔχωσι ταὐτὸν κατὰ τὸ εἶδος ἐν ἑνὶ ὄντα γένει, φέρε εἰπεῖν τῷ ποιῷ, διὰ τί τὸ ξανθὸν τῷ λευκῷ οὐκ ἔσται ἐναντίον, οὐθεμίαν ἔχον ἐγγύτητα πρὸς τὸ λευκόν, ὥσπερ δοκεῖ τὸ φαιόν;’ πρὸς ἅ ἀντιλέγοντες οὗτοι φήσουσιν μὴ ἀπὸ τῶν μέσων τὴν ἐπὶ πλεῖστον ἀπόστασιν παραδέχεσθαι τὰ ἅκρα· οὐ γὰρ διά τινος πορείας ποιεῖται τὴν ἀπόστασιν τὰ ἐναντία ἀπ’ ἀλλήλων οὐδὲ οὕτως τὸ μέσον ὑπερβάντα καθίσταται ἑαυτοῖς εἰς τὴν ἐναντίαν χώραν, ἀλλὰ κατὰ τοὺς λόγους αὐτῶν καὶ τὰ εἴδη ἡ ἀπόστα|σίς ἐστιν. ταῖς ἰδιότησιν οὖν προσεκτέον, εἰ αἱ μὲν οὕτως ἔχουσιν ὥστε ἀναιρεῖν ἀλλήλας, αἱ δέ τινα συνεμφαίνουσιν ἐγγύτητα φύσεως πρὸς θάτερον τῶν ἐναντίων ἤ ἔμφασιν τῶν ἄκρων ἤ τοῦ μὲν ὕφεσιν, τοῦ δὲ ἐπίτασιν ἢ ἄλλην τινὰ μεσότητα τοιαύτην· αἱ γὰρ οὕτως ἐχουσαι κατ’ ἀδίαν κεχωρισμέναι εἰσίν, ἄλλως μὲν αἱ ἄκραι, ἄλλως δὲ αἱ μέσαι. καὶ οὐ προηγοῦνται αἱ μέσαι, ἵνα περὶ αὐτὰς τὴν ἀπόστασιν λαμβάνωσιν αἱ ἄκραι, ἀλλὰ τοὐναντίον αἱ ἄκραι τῶν μέσων κυριώτεραί εἰσιν πρὸς ὑπόστασιν καὶ ἀπὸ τῶν ἄκρων τὰ μέσα τὸν ὅρον λαμβάνει καὶ ἀπὸ τῶν ἐναντίων τὰ μεταξὺ ἢ κατὰ σύγκρισιν ἢ κατ’ ἔμφασιν καὶ καθ’ ἢ κατὰ παράθεσιν ἤ κατὰ ἄλλον τρόπον. καὶ εἰ μὲν κατὰ μεταβολὴν ἀπὸ τοῦ ἑτέρου ἐναντίου εἰς τὸ ἕτερον διὰ τοῦ μέσου πρόεισιν ἡ γένεσις, ἐνῆν λέγειν ὡς διὰ τοῦ μέσου προχωροῦντα τὰ ἐναντία ἀφίσταται ἀπ’ ἀλλήλων· εἰ δὲ οὔτε μεταβολὴ οὔτε γένεσις θεωρεῖται, ἀλλ’ ἀρχηγὰ τὰ ἄκρα ἐστὶν καθ᾿ ἑαυτὰ καὶ οὐ κατὰ κίνησιν διὰ τῶν μέσων παραγόμενα, οὐκ ἄν λαμβάνοι τὴν ἀπόστασιν ἀπὸ τῶν μέσων, ὥστε οὐδ’ ἄν ἀπ’ αὐτῶν τὸ εἶναι, πολὺ δὲ μᾶλλον κατ’ αὐτὴν τὴν μορφὴν καὶ τὴν ταύτης ἑτερότητα τὴν διάστασιν εἴληφεν, ὅταν ὅλα ὅλων διαφέροντα φαίνηται. ‘ἀλλὰ τὸ ξανθὸν τῷ λευκῷ κατά γε τοῦτον τὸν διορισμὸν ἐναντίον ἔσται’. ἤ οὐχ οὕτως ἔχει· τὸ γὰρ ξανθὸν ἐγγύτητά τινα ἔχει πρὸς τὸ λευκόν, ὡς καὶ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ προσομολογεῖ καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ αἰσθήσεως αἰσθητῶν· ἀμφότεροι γὰρ περὶ τὸ λευκὸν ὡς συγγενὲς τὴν ὑπόστασιν παράγουσιν τοῦ ξανθοῦ, τρόποις μὲν διαφέρουσιν χρώμενοι τῆς παραγωγῆς, ἐν δὲ τούτῳ κοινῇ συνομολογοῦντες, ὡς ἔχει παρακειμένην τινὰ ἔμφασιν τὸ ξανθὸν πρὸς τὸ λευκόν. πεισθείη δ’ ἄν τις τοῦτο ῥᾳδίως καὶ ἀπὸ τῆς αἰσθήσεως. οὐ γὰρ ὁμοίως διατιθέμεθα τὰ λευκὰ καὶ ξανθὰ παρατιθέντες καὶ τὰ λευκὰ καὶ μέλανα· τὰ γὰρ ξανθὰ θεωροῦντες παρὰ τὰ λευκὰ οὐ πάντῃ εἰς ἐναντίαν αἴσθησιν μεταπίπτομεν ὡς ἐπὶ τῶν ἑτέρων διακρινόμενοί τε καὶ συγκρινόμενοι. οὕτως δὲ καὶ τὰ ἄμεσα ἐναντία ἔσται μηδὲν ἔχοντα ταὐτὸν κατὰ τὸ εἶδος, κἄν μὴ ᾖ τινα μεταξὺ αὐτῶν ἐπαμφοτερίζοντα· οὐ γὰρ ἀπὸ τῶν μέσων, ἀλλ’ ἀπὸ τῆς τῶν λόγων ἰδιότητος ἕξει τὴν ἐναντίωσιν. τὰ δὲ μέσα οὐκ ἔσται ἐναντία, διότι ἔχει τὸ κοινὸν καὶ συνεμφαίνει ἑαυτοῖς ὁμοίως ἄμφω τἀναντία. τὸ δὲ λέγειν ὡς εἰ μὴ τῷ λευκῷ καὶ τῷ μέλανί ἐστιν ἐναντίον τὸ ξανθόν, ἄλλῳ γέ τινι ἔσται ἐναντίον, ἐστιν ἄτοπον· ὅ γὰρ ἐν συμμίξει ἢ ἐμφάσει τῶν ἐναντίων συνέστηκεν καὶ οὐδενὸς διέστη τὴν πλείστην διάστασιν, πῶς ἂν εἴη τινὶ ἐναντίον; ταῦτα οἰκειότερον μὲν ἄν ἐν τοῖς ἑξῆς ἐρρήθη, ἔνθα προηγουμένη γίνεται ἡ τῶν ἐνατίων διδασκαλία, ἔχει δὲ καὶ νῦν τινα λόγον πρὸς τοὺς ἀντιλέγοντας τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένοις ἀγωνιζόμενα. ἐπειδὴ δέ τινες οἴονται τὸν Ἀριστοτέλη καὶ οὐσίᾳ τι ἐναντίον ἀπολείπειν, διότι οὐσία μέν ἐστιν τὰ στοιχεῖα, γῆ πῦρ ὕδωρ ἀήρ, λέγει δὲ ὕδωρ μὲv πυρί, γῆν δὲ ἀέρι ἐναντίον, ἰστέον ὅτι καὶ ταῦτα κατὰ τὰς ἐνούσας ποιότητας ἔχει τὴν ἐναντίωσιν· καὶ γὰρ τὸ μὲν ὕδωρ ψυχρόν ἐστι καὶ ὐγρόν, τὸ δὲ πυρ θερμὸν καὶ ξηρόν, καὶ ἡ μὲν γῆ ψυχρὰ καὶ ξηρά, ὁ δὲ ἀὴρ θερμὸς καὶ ὑγρός· ταῦτα δὲ ποιότητες. οὐ κατὰ τὴν οὐσίαν οὖν ἔχουσι τὸ ἐναντίον (ἐν μιᾷ γάρ εἰσιν τῇ ἐνύλῳ οὐσίᾶ), ἀλλὰ κατὰ τὰς συνιστώσας αὐτὰ ποιότητας. p. 10b26 Ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον τὰ ποιά ἕως τοῦ ὥστε ἴδιον ἄν εἴη ποιότητος τὸ ὅμοιον ἤ ἀνόμοιον λέγεσθαι κατα ταυτην. Καὶ περὶ τοῦ μᾶλλον καὶ ἧττον ἐν πάσαις ταῖς κατηγορίαις ζητήσας, εἰτε ὑπάρχει αὐταῖς εἴτε μή, ἀκολούθως καὶ ἐπὶ τῆς ποιότητός φησιν ἐπιδέχεσθαι δέχεσθαι τὰ ποιὰ τὸ μᾶλλον καὶ τὸ ἧττον, ποιὰ τὰς ποιότητας λέγων, ὡς δηλοῖ τὰ παραδείγματα· δικαιοσύνην γὰρ ἔλαβεν καίτοι πρότερον τὸ δίκατιον εἰπών. κατασκευάζει δὲ πάλιν ἐκ τῆς ἐπαγωγῆς τὸ προκείμενον, τὸ μὲν λευκὸν τῶν σωματικῶν παράδειγμα, τὸ δὲ δίκαιον τῶν ψυχικῶν προτιθείς. ἐκάτερον γὰρ τούτων πρὸς ἄλλα τε ὀμοειθῆ συγκρινόμενον καὶ πρὸς ἑαυτὸ λέγεται ἐπίδοσιν λαμβάνειν καὶ ἄνεσιν· χιὼν γὰρ λευκοτέρα γάλακτος ἄν ῥηθείη, καὶ τὸ ἐν τῷ σώματι τῶν ἀνθρώπων λευκὸν ἢ τὸ ἐν ταῖς ψυχαῖς δίκαιον προϊόντος τοῦ χρόνου αὐτὸ πρὸς ἑαυτὸ ἐπίτασιν καὶ ἀνεσιν λαμβάνει. οὐ μὴν ἴδιόν ἐστιν τοῦτο τῆς ποιότητος· οὐδὲ γὰρ μόνη ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, εἴπερ καὶ τοῖς πρός τι ἐλέγετο ὐπάρχειν, οὔτε πᾶσα· οὔτε γὰρ ἡ τῶν σχημάτων ποιότης ἐπιδέχεται αὐτὰ ὥσπερ ἡ τριγωνότης ἢ ἠ τοῦ κύκλου ποιότης, οὔτε μέντοι ἡ τελεία ἀρετὴ καὶ ἡ τελεία τέχνη· αἱ μέντοι πολαὶ ἐπιδέχονται. Γέσσαρες δὲ εἰσὶν αἱρέσεις περὶ τῆς ἐπιτάσεως καὶ ἀνεσεως τῶν τε ποιοτήτων καὶ τῶν ποιῶν. καὶ γὰρ οἱ μὲν καὶ τὰς ποιότητας πάσας καὶ τὰ ποιὰ δέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἀποφαίνονται, ὥσπερ Πλωτίνῳ καὶ ἄλλοις δοκεῖ Πλατωνικοῖς, διότι πᾶν ἔνυλον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τῆς ὕλης τὸ μᾶλλον ἐχούσης καὶ τὸ ἧττον διὰ τὴν σύμφυτον αὐτῆς ἀπειρίαν. ἄλλη δέ ἐστιν δόξα ὑπεναντία ταύτῃ, ἥτις ἐν μὲν ταῖς ποιότησιν αὐταῖς, οἷον ἐν δικαιοσύνῃ καὶ λευκότητι, οὐδαμῶς εἶναι τὸ μᾶλλον καὶ ἧττόν φησιν· ἑκάστην γὰρ ὅλον τι εἶναι καὶ καθ’ ἕνα λόγον ἑστάναι, καὶ διὰ τοῦτο μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· ἐν δὲ τοῖς μετέχουσιν εἶναι ἐπίτασιν καὶ ἄνεσιν· πλάτος γὰρ ἔχουσιν αἱ μετοχαί, καὶ μὲv μᾶλλον μετέχουσιν, οἱ δὲ ἧττον, ἰαὶ διὰ τοῦτο καὶ αἱ ἕξεις αὐταὶ νομίζονται τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεσθαι, καίτοι τῶν ποιῶν ὄντων τῶν ἐπιδεχομένων. ταύτης δὲ ἔοικεν | τῆς δόξης ὁ Ἀριστοτέλης μνημονεύσιν, ὅταν λέγῃ δικαιοσύνη γὰρ δικαιοσύνης εἰ λἰλέγεται μᾶλλον, ἀπορήσειεν ἄν τις, καὶ ἐφεξῆς δὲ δικαιοσύνη μὲν δικαιοσύνης οὐ πάνυ τι μᾶλλον καὶ ἧττον λέγεται· τὰ δὲ κατ’ αὐτὰς λεγόμενα ποιὰ ἀναμφισβητήτως ἐπιδέχεσθαι τὸ μᾶλλόν φησι· γραμματικώτερον γὰρ ἕτερον ἑτέρου μᾶλλον λέγεσθαι καὶ δικαιότερον καὶ ὑγιεινότερον. ὅταν λέγῃ ὡσαύτως δὲ καὶ γραμματικὴν καὶ τὰς ἄλλας διαθέσεις, κοινότερον τὰς τὰς ἕξεις διαθέσεις ἐκάλεσεν, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ποιὰ τὰς ποιότητας. τρίτη δὲ αἴρεσις ἡ τῶν Στωικῶν, οἵτινες διελόμενοι χωρὶς τὰς ἀρετὰς ἀπὸ τῶν μέσων τεχνῶν ταύτας οὔτε ἐπιτείνεσθαι οὔτε ἀνίεσθαι, τὰς δὲ μέσας τέχνας καὶ ἐπίτασιν καὶ ἄνεσιν δέχεσθαί φασιν. τῶν οὖν ἕξεων καὶ τῶν ποιὼν κατὰ τούτους τὰ με) οὔτε ἐπιτείνεται οὔτε ἀνίεται, τὰ δὲ ἀμφότερα ἐπιδέχεται. τετάρτη δέ ἐστιν δόξα, ἥτις τὰς μὲν ἀύλους καὶ καθ’ αὑτὰς ποιότητας ἔλεγεν μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, τὰς δὲ ἐνύλους καὶ τοὺς κατ’ αὐτὰς ποιοὺς ἐπιδέχεσθαι· δὲ αὕτη τῆς προτέρας ἡ δόξα, διότι ἐκείνη οὐδεμίαν ἀντιδιαίρεσιν τῶν ἀύλων ἐποιεῖτο πρὸς τὰς ἐνύλους. ἐφιστάνει δὲ ὁ Πορφύριος τάύτῃ τῇ δόξῃ ὡς οὐ καλῶς ἀύλους ποιότητας τιθεμένῃ· ‘ἐκεῖναι γὰρ εἰσίν, φησίν, καὶ διὰ τοῦτο οὔτε ἄνεσιν οὔτε ἐπίτασιν ἐπισέχονται, οὐδὲ αἱ ἄλλαι οὐσίαι’. Διωρισμένων δὲ τῶν αἱρέσεων ἴδωμεν ὅπως κατασκευάζει μὴ ἴδιον εἶναι τῆς ποιότητος τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. τρίγωνον δέ, φησί, καὶ τεράγωνον οὐ δοκεῖ τὸ μᾶλλον ἐπιδέχεσθαι οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν· διὸ οὐκ ἔστιν ἴδιον πάσης ποιότητος τὸ ἐπι δέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. ἀποδείκνυσιν δὲ τὸ τὰ σχήματα μὴ ἐπιδέχεσθαι καθολικὸν θεώρημα προλαβών, ποῖα ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ ποῖα οὔ. ὅσα μὲν γὰρ ἐπιδέχεται τὸν τοῦ προκειμένου λόγον, καθ’ ὅ μἀλλον ἤ ἧττον λέγεται, ταῦτα ῥηθήσεται μᾶλλον· ἐὰν δὲ μὴ ἐπιδέχηται, οὐ ῥηθήσεται τὸ ἕτερον τοῦ ἑτέρου μᾶλλον. οὐκ ἐπιδέχεται μὲν οὖν τὸ τρίγωνον τὸν τοῦ κύκλου λόγον, καὶ διὰ τοῦτο οὐκ ἄν εἴη τὸ τρίγωνον τοῦ τετραγώνου μᾶλλον κύκλος. τὸ μέντοι λευκὸν ἱμάτιον καὶ ἡ χιὼν καὶ πολλὰ λευκὰ ἐπιδέχεται τὸν τοῦ λευκοῦ λόγον, καὶ διὰ τοῦτο λευκὸν ἄλλο ἄλλου μᾶλλον εἶναι λέγεται. τί οὖν; ἆρα ὅσα ἐπιδέχεται τὸν αὐτὸν λόγον, ταῦτα καὶ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται; ἢ οὐ πάντα· καὶ γὰρ πάντες μὲν οἱ κατὰ μέρος ἄνθρωποι ἐπιδέχονται τὸν τοῦ ἀνθρώπου λόγον, ἄνθρωπος δὲ ἀνθρώπου οὐκ ἔστι μᾶλλον ἄνθρωπος, ὥστε τῶν μὲν μὴ ἐπιδεχομένων τὸν αὐτὸν λόγον οὐδὲν ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, τῶν δὲ ἐπιδεχομένων τὰ μὲν <ἐπι>δέχεται, τὰ δὲ οὐκ εἰ μὲν γὰρ οὐσίας ἐστὶν ὁ λόγος, οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, διότι οὐδὲ ἡ οὐσία ἐπιδέχεται. ὁμοίως δὲ οὐδὲ ὁ ποσότητος ὡρισμένης ἢ τῶν πρός τι· τὸν γὰρ τοῦ διπλασίου λόγον ἐπιδέχεται τὰ τέσσαρα τρὸς δύο καὶ τὰ δύο πρὸς ἴη καὶ οὐδέτερόν ἐστι μᾶλλον ἢ ἧττον οὐδετέρου διπλάσιον. εἰ μέντοι ποιότητός ἐστιν ὁ λόγος, οἷον λέυκότητος ἢ γλυκύτητος, ἐπιδέχεται. εἰκότως δὲ ἐν τοῖς ὑπὸ τὸν αὐτὸν λόγον ἐστὶν τὸ τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχόμενα, διότι ἐν τούτοις ἡ σύγκρισις, ἀλλ’ οὐχὶ τοῖς ἐκβεβηκόσι τὸν αὐτὸν λόγον. εἰ οὖν μηδὲν τῶν σχημάτων ἔχει τὸ μᾶλλον καὶ ἦττον, οὐκ ἔστιν ἴδιον τοῦτο τῆς ποιότητος. ἀλλὰ ἴδιόν ἐστιν αὐτῆς τὸ ὅμοιον καὶ ἀνόμοιον· καὶ γὰρ καὶ κατὰ πάσης καὶ κατὰ μόνης τῆς ποιότητος κατηγορεῖται τὸ ὅμοιόν τε καὶ ἀνόμοιον. οὕτω μὲν οὖν ἡ λέξις τοῦ Ἀριστοτέλους αὐτάρκους ἔτυχεν διαρθρώσεως. Ζητεῖ δὲ ὁ Ἰάμβλιχος, διὰ τί τὸ μᾶλλον καὶ ἦττον ὡς κοινὸν τίθησι πλειόνων κατηγοριῶν, καί φησιν, ὅτι ἐν μετοχῇ ταῦτα θεωρεῖται, ἄλλου μὲν ὄντος τοῦ μεταλαμβάνοντος, ἑτέρου δὲ τοῦ μετεχομένου. καὶ εἰ μὲν μέθεξιν τὴν ἐν τῇ ὕλῃ λέγει, ἔδει καὶ τὴν οὐσίαν καὶ τὸ ποσὸν ναὶ τὰς ἄλλας κατηγορίας καθ᾿ ὅλας ἑαυτὰς δέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἦττον· πᾶσαι γὰρ εἰς ὕλην προέρχονται. εἰ δὲ μετέχεσθαι τὰς ἐπεισιύσας λέγοι κατηγορίας, οἵα καὶ ἡ ποιότης ἐστὶν καὶ τὰ πρός τι, ἕδει καθ᾿ ὁλην ἑαυτὴν τὴν ποιότητα καὶ τὰ πρός τι δέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἦττον. μήποτε οὖν τὸ μὲν ταῖς ἐπεισάκτοις ὑπάρχειν ἀληθές· καὶ ἐν τῇ ποιότητι δὲ τὰ οὐσιωδέστερα εἴδη, ὥσπερ τὰ σχήματα καὶ τὰ κατὰ τὸ μάλιστα θεωρούμενα, ὡς ἡ ἀρετή, ταῦτα τὸ μᾶλλον καὶ ἦττον οὐκ ἐπιδέχεται. Ἀλλὰ διὰ τί, φασίν, εἰς πολλὰς δόξας διαιρεῖται ἡ κατὰ τὰς ποιότητας τοῦ μᾶλλον καὶ ἦττον ἐπίτασίς τε καὶ ἄνεσις; ἤ καὶ ὁ λόγος αὐτὸς τῆς ποιότητος καὶ τὸ μετέχον καὶ τὸ σύνθετον τῆς τοιαύτης τῶν δοξῶν διαφορᾶς γέγονεν αἴτια, πολλὴν ἐν ἑαυτοῖς ἔχοντα τὴν διαφορὰν καὶ διαφόρους ἐννοίας ἀνακινοῦντα. καὶ γὰρ τὸς γόγον αὐτὸν τῆς ποιότητος οἱ μὲν ἑστάναι καθ᾿ ἕνα ὅρον νομίζουσιν, οἱ δὲ ἐπὶ μὲν τινῶν ἑστάναι, ἐπὶ δὲ τινῶν μή, οἱ δὲ μηδὲ ὅλως αὐτὸν ἑστάναι· ἔνυλον γὰρ αὐτὸν εἶναι καὶ μετὰ τῆς ὕλης, συναλλοιούμενον αὐτῆς τῇ ἀπεράντῳ φύσει· οἱ δὲ διαιροῦσιν αὐτόν, ἄλλον μὲν τὸν ἄυλον τιθέμενοι, ἄλλον δὲ τὸν ἔνυλον. καὶ πάντες οὖτοι περὶ τὰς διαφορὰς τῆς ποιότητος διακρίνονται· κατ᾿ ἄλλον δὲ τρόπον κατὰ τὰ μετέ- χοντα καὶ ὑποδεχόμενα τὸν λογον γίνεται τῶν δοξῶν ἡ διαίρεσις, ὅταν λέγωμεν ‘πλατέως ἤ ἐν πλάτει μετέχει᾿, καὶ ὅτι μᾶλλον καὶ ἦττον μετέχει. τρίτη δὲ ἄν ἄλλη γένοιτο διαφορὰ κατὰ τὸ κοινὸν ἐξ ἀμφοῖν. δύο γάρ τινων συνιόντων ἡ τοῦ ἑτέρου ἐπικράτεια ἀπίτασιν ποιεῖ καὶ ἄνεσιν· ἐπι- κρατοῦντος μὲν γὰρ τοῦ εἴδους τὸ μᾶλλον συμβαίνει, ἐπικρατούσης δὲ τῆς ὕλης τὸ | ἦττον. καὶ ὅταν μὲν τὸ εἶδος ἐπικρατῇ, ἕστηκεν καὶ ὁ λόγος ἐν ἑνὶ εἴδει ὡρισμένος καθ᾿ ἑαυτόν· ὅταν δὲ τὸ ὑποδεχόμενον, τότε ἀλλοίωσις μορίων, τὰ δὲ οὕτως, καὶ οὕτως αἱ διάφοροι γίνονται δόξαι. Μετὰ δὲ τὴν κοινὴν τῶν αἱρέσεων ἐπίβλεψιν καὶ ἑκάστην ἰδίᾳ πολυπραγμονῆσαι καλόν. πρὸς μὲν γὰρ τοὺς ἀπὸ τῆς Στοᾶς τὸ μὲν σπουδαῖον γένος βέβαιον γέγοντας, τὸ δὲ μέσον ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεσθαι, ἀπο- ρῆσαι ἄξιον, εἰ μὴ ὁ ἔχων τὴν ἀρετήν, ἐλλείπων δὲ κατὰ συνάσκησιν ἢ τὴν φύσιν ἧττον ἄν σπουδαῖος. ἴσως δὲ ἐροῦσι τὴν ἀρετὴν ἐπιστήμην οὖσαν ἐξ ἐαυτῆς ἔχειν τὸ πάγιον· τῶν γὰρ οἰκείων λόγων οὖσα θεωρητικὴ καὶ στοχαζομένη ἀεὶ τοῦ καθ’ ἑαυτὴν πάντα ποιεῖν ἐνεργεῖ βεβαίως ἑστῶσα ἐν τῷ ἀμεταπτώτῳ εἴδει τῆς ἐπιστήμης. ἀλλὰ πῶς τοῦτο δυνατὸν ἐπὶ τρεπτῆς καὶ παθητῆς οὐσίας τῆς ποιότητος, καὶ μάλιστα κατ’ αὐτοὺς χύσιν τε καὶ συστολὴν ἐχούσης ἐπ’ ἄπειρον ἐν ἑαυτῇ καὶ τῆς ἀρετῆς, σώματα καὶ τὰς ποιότητας λέγουσιν; μήποτε οὖν τὰ περὶ ἑτέρων ἀρχῶν παρὰ τοῖς ἀρχαίοις λεγόμενα ἐπ’ ἄλλας ἀρχὰς οὗτοι μεταφέρουσιν, εἰ ἄρα τὴν σπουδαίαν ἕξιν κατὰ τὸ μάλιστα τιθέμενοι καὶ οὐκ ἐν κινήσει θεωροῦντες εἰκότως οὐδὲ ἐπίτασιν οὔτε ἄνεσιν ἀξίουν ἐπ’ αὐτῆς θεωρεῖν. ἀλλ᾿ εἰ τοῦτο, καὶ τῶν τεχνῶν ἑκάστης ἐστί τι μάλιστα, ὅ καὶ αὐτὸ ἕστηκεν· παντὸς γὰρ τοῦ μᾶλλον καὶ ἧττόν ἐστί τι πάντως καὶ τὸ μάλιστα. καὶ ἴσως κατὰ ταύτην τὴν ἔννοιαν ἡ δόξα, ἧς Ἀριστοτέλης μνημονεύει, τὰς ἕξεις τὰς τελείας οὐκ ἐπ’ ἀρετῆς μόνης, ἀλλὰ καὶ ἐπὶ ὑγιείας καὶ γραμματικῆς καὶ τῶν ἄλλων διαθέσεων λαμβάνουσα, ἀνεπιτάτους αὐτὰς καὶ ἀνανέτους εἶναί φησιν, ἐν τοῖς μετέχουσι τῶν ἔξεων μᾶλλον ἢ ἧττον τὴν ἐπίτασιν θεωροῦσα καὶ τὴν ἄνεσιν. καίτοι καὶ ἐν αὐταῖς ἔστιν ἰδεῖν τοῦτο οὐ μόνον ταῖς τέχναις, ἀλλὰ καὶ ταῖς ἀρεταῖς· καὶ τῶν ἀρετῶν γὰρ αἱ μὲν τέλειαί εἰσιν, αἱ δὲ ἀτελεῖς, ἀτελεῖς μὲν αἱ φύσει μόνον ἢ ἔθει τέλειαι δὲ αἱ τοῖς τρισὶ τούτοις συμπεπληρωμέναι, εἰ μὴ ἄρα αὐτὴ μὲν ἡ ἀρετὴ τελεία καὶ ὁλόκληρός ἐστιν, μετέχεται δὲ κατὰ μέρος, ὥσπερ καὶ ἡ γραμματικὴ καὶ ὦρ ἄλλων τεχνῶν ἑκάστη, διὸ τὸ ἀτελὲς καὶ τὸ μᾶλλον καὶ ἧττον ἐν τῇ μεθέξει θεωρεῖται. ἀλλὰ ποίας διαθέσεις ὡς τελείας ὁρᾷ ὁ Ἀριστοτέλης ἄλλας παρὰ τὰς ἐχομένας; ἆρα τὰ χωριστὰ εἴδη καὶ τὴν αὐτοδικαιοσύνην; ἢ οὔτε σύνηθες αὐτῷ τοῦτο οὔτε τοῖς προκειμένοις οἰκεῖον, οὔτε διαθέσεις ἄν ἐκεῖναι κληθεῖεν· ἀλλὰ τὰς μετεχομένας τελείας θεασάμενος κατὰ τὴν πρὸς ἐκείνας ἀναφορὰν τὰς ἀπολειπομένας αὐτῶν τὸ μᾶλλον καὶ ἧττον ἔχειν βούλεται. καὶ ἀκριβέστερον οὗτος ὁ λόγος, ἐν πάσαις ταῖς διαθέσεσιν καὶ τὸ τέλειον κατὰ τὴν ἀκρότητα αὐτῶν θεωρῶν καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον κατὰ τὴν ἐν πλάτει μέθεξιν. τῶν δὲ ἄλλων ὅ τε τῶν Στωικῶν ἀτελὴς δοκεῖ, μήτε τῶν ἀρετῶν τὸ ἀτελὲς μήτε τῶν ἄλλων τεχνῶν τὸ τέλειον θεασάμενος. καὶ γὰρ εἰ μὲν ἐν λόγῳ μόνῳ ἐθεωρεῖτο ἡ ἀρετή, ὁ τὸν λόγον ἔχων καὶ τὴν ἐπιστήμην οὐκ ἄν ἐπιτείνοιτο· εἷς γὰρ ὁ ἀληθὴς λόγος, ἀληθὴς δὲ ἀληθοῦς λόγος μᾶλλον οὐκ ἔστιν. εἰ δὲ τὴν ἐπιστήμην ἔχων ἐλλείποι κατὰ τὴν συνάσκησιν ἢ τὴν φύσιν, ἧττον ἂν εἴη δίκαιος, ὥστε εἰ ἡ τελεία ἕξις οὐκ ἐκ μόνων τῶν θεωρημάτων συνέστηκεν, ἀλλὰ καὶ ἐκ φύσεως καὶ ἕθους, εἴη ἄν ἄλλος ἄλλου δικαιότερος. καὶ ἐπὶ τῆς <γραμματικῆς> δὲ ὁ μὲν λόγος εἷς καὶ ὁ αὐτὸς ὁ συμπληρούμενος ὑπὸ τῶν θεωρημάτων, ἡ δὲ συνάσκησις, καθ’ ἣν ὁ ἀτελής θεωρεῖται, ποιεῖ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν τῷ διαφόρῳ τρόπῳ τῆς μετοχῆς τοῦ αὐτοῦ λόγου. ὡσαύτως δὲ καὶ εἷς μὲν ὁ λόγος γῆς λευκότητος, λευκοτέρα δὲδ χιὼν λέγεται γάλακτος διὰ τὴν τοῦ μὴ λευκοῦ σύμμιξιν· ὅπου γὰρ ὕλης μίξις, ἀνάγκη μετέχειν τοῦ μὴ τοιούτου καὶ γίνεσθαι καὶ ἄνεσιν. ἀλλὰ πῶς φησι λευκότερον γίνεσθαί τι μὴ πρότερον ὄν λευκὸν ἤ γραμματικώτερον, εἰ μηδέπω γραμματικός ἐστιν; ἀλλὰ μὴν οὐ λέγεται γραμματικὸς ὁ μὴ ἔχων, προκόπτων δὲ καὶ συνεγγίζων ἔτι πρὸς τὴν γραμματικήν, οὐδὲ λευκὸς ὡσαύτως. καὶ ὅταν δὲ τοῦτον τούτου μείζονα λέγωμεν, οὐδέτερός ἐστιν μέγας ἁπλῶς· ἕν γὰρ τὸ ἀπλῶς μέγα καὶ μέγιστόν ἐστιν καὶ μία ἡ ἁπλῶς γραμματικὴ καὶ μία ἡ ἄκρα ἀρετή. ἀλλὰ τὴν μὲν ἀπορίαν λυτέον κατὰ τὴν πρὸς τὸ τέλειον λέγεσθαι τὰς συγκρίσεις· οὕτω δὲδ τούτων λεγομένων θαυμαστόν, εἰ ἐνδέχεται τὴν τελείαν ταύτην ποιότητα ἔνυλον εἶναι· τὸ γὰρ τέλειον καὶ ἑστηκὸς ὡσαύτως ἄλλης ἄν εἴη φύσεως καὶ οὐ τῆς ἐνύλου. “ἔτι δὲ τούτου, φησὶν ὁ Ἰάμβλιχος, ἀτοπώτερον, εἰ ἔνυλος μέν ἐστιν ἡ ποιότης, οὐ τὰ αὐτὰ πάσχει τοῖς ὑποδεχομένοις αὐτὴν ἐνύλοις ὐποκειμένοις· σχεδὸν γὰρ οὕτω χωριστὴ γίνεται, εἴ τινα ἴδια ἔχει ἔργα κεχωρισμένα τοῦ κοινοῦ. κἀκεῖνο δέ, φησίν, ἄτοπον, εἰ ἡ ποιότης μὲν ἀεὶ συνέζευκται μετὰ τοῦ ποιοῦ ὡς δίδυμον ἔχουσα πρὸς αὐτὸ τὴν φύσιν καὶ ἀπαράλλακτον, κεχώρισται δὲ τῷ παντὶ πάλιν, <εἰ> ἡ μὲν ποιότης οὐκ ἐπιτείνεται, τὰ δὲ ποιὰ μήποτε οὖν, φησίν, ἐπὶ πάντων τούτων ἐπὶ τοὺς ἀύλους λόγους ἀπέφερον. καὶ γὰρ ἐπὶ τῶν ἀρετῶν οἱ τὰς μὲν προκπὰς διδόντες, τὸ δὲ τέλειον ἐπὶ τῶν ἀνθρώπων ἀπογινώσκοντες ἐλάνθανον ἑαυτοὺς ἀύλους τοὺς τελείους ὑπολαμβάνοντες, καὶ διὰ τοῦτο τῶν ἐνύλων ταύτας ἀπεγίνωσκον· εἰ δὲ τοῦτο, ἐκπίπτει ἡ δόξα ἐπ’ | ἄλλην φύσιν διαφέρουσαν παντάπασιν· τὸ γὰρ τῆς ποιότητος οὐκ ἦν τῶν ἀύλων”. ταῦτα μὲν αὐταῖς λέξεσιν ὁ Ἰάμβλιχος ἔγραψεν. μήποτε δὲ τούτῳ τῷ λόγῳ τὸ μᾶλλον καὶ ἧττον καὶ ἐπὶ τῆς οὐσίας ἀνάγκη τίθεσθαι· ἔνυλος γάρ ἐστιν καὶ αὐτή· τὸ δὲ τέλειον καὶ ἑστηκὸς ἄλλης ἂν εἴη φύσεως ἰαὶ τὸ ποσὸν ὁμοίως καὶ αὐτὸ τὸ καὶ πᾶσαι αἱ ποιότητες. ἀλλ’ οὐ κατὰ τὸ ἔνυλον οἶμαι δεῖ τὸ μᾶλλον καὶ ἧττον λαμβάνειν, ἀλλὰ κατὰ τὸ ἐπείσακτον καὶ ἧττον οὐσιῶσδες. γὰρ ἡ μὲν οὐσία κατ’ αὐτὸ τὸ εἴναι ὅπερ λέγεται θεωρουμένη οὐκ ἔχει τι μᾶλλον καὶ ἧττον, ἡ δὲ ποιότης κατὰ τὴν ἐν τῇ οὐσίᾳ μέθεξιν ὑφεστώσα εἰκότως ἐπιδέχεται τοῦτο, καὶ μᾶλλον μὲν ἐν τοῖς ἧττον οὐσιώδεσιν, ἧττον δὲ ἐν τοῖς οὐσιωδεστέροις, ὥσπερ ἐν τοῖς σχήμασιν. καὶ τὸ ποσὸν δὲ πλησιαίτερον τῆς οὐσίας ὄν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον. ἀλλ’ οὐδὲ αἱ ποιότητες αἱ κατὰ τὴν ἄκραν εαυτῶν τελειότητα θεωρούμεναι, ὥσπερ ἡ τελεία ἀρετὴ καὶ ἡ τελεία γραμματική, ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον· κατὰ γὰρ τὸ μάλιστα αὖται θεωροῦνται. καὶ οὔκ εἰσιν αἱ τελειότητες αὗται λόγοι ἄυλοι καὶ χωριστοί, ἀλλ’ ἔνυλοι μέν, κατὰ δὲ τὸ εἶδος αὐτὸ θεωρούμενοι, καθὸ καὶ ὁριζόμεθα ἕκαστον τῶν ἐνύλων οὐκ εἰς τὴν ὕλην, ἀλλ’ εἰς τὸ εἶδος ἀποβλέποντες. καὶ εἰ μὲν μηδὲν τῶν τυγχάνει ποτὲ ἦς ἑαυτοῦ τελειότητος, καλῶς ἔχει λέγειν ἐν πᾶσιν τὸ μᾶλλον καὶ ἧττον ὑπάρχεν· εἰ δὲ τοῦτο ἄτοπον, ἔστι τι καὶ τὸ μάλιστα. καὶ οὕτως ἡμῖν καὶ ἡ Πλωτίνου δόξα διορθωθήσεται κατὰ τὸ ἐνυλον γενητὸν εἰλημμένη μόνον, ἀλλ’ οὐχὶ κατὰ τὸ τῆς ποιότητος ἰδίωμα, τῆς οὐσίας καὶ τῆς ποσότητος διενήνοχεν. ὁ δὲ Ἰάμβλιχος ὑπαντῶν πρὸς τὴν Πλωτίνου δόξαν τὴν ὁμοίως μὲν τὰς ποιότητας, ὁμοίως δὲ τοὺς ποιοὺς μεταβάλλουσαν ἐν ταῖς ἐπιτάσεσιν καὶ ἀνέσεσιν “ἄτοπον, φησί, τὰς αὐτὰς τροπὰς ἀλλοιοῦσθαι τὸν γόγον ἅσπερ καὶ τὸ σύνθετον· τί γὰρ διοίσει τῶν μετεχόντων τὸ μετεχόμενον; καὶ ἅμα τὸ κοινὸν αὐτοῦ περὶ τῶν ἀσωμάτων ἀξίωμα, ὡς ἀπαθῆ τέ ἐστιν καὶ ἄτρεπτα, ἀνατραπήσεται οὕτως”. ταῦτα δὲ πρὸς τὸν Πλωτῖνον εἰὼν τὴν ἀληθεστάτην ἐπάγει θεωρίαν τοῦ δόγματος. “οὖσα γάρ τις, φησί, τῶν λόγων ἀσώματος οὐσία δίδωσιν ἐαυτὴν τοῖς δεχομένοις καὶ ποιοῦσα τὸ ποιὸν περὶ τῷ σώματι οὐδὲν ἧττον μένει καθ’ ἑαυτὴν ἀσώματος ἐν τῷ σώματι, τὸ εἶναι καθ’ ἑαυτὴν ἔχουσα καὶ τῆς ὑποστάσεως αὐτῷ μεταδιδοῦσα μετὰ τοῦ μὴ ἀπολλύναι τὴν οἰκείαν φύσιν. ὅθεν δὴ ἔστι μὲν τὸ ἀπ’ αὐτῆς ἀποτυπούμενον μόρφωμα οἷον ἐπίτασιν ἐπιδέχεσθαι, ἔστιν δὲ καὶ ἡ ἀσώματος οὐσία τῆς ποιότητος οἵα ἑστάναι ἐν τῷ αὐτῷ εἴδει, καὶ οὐ γίνεται διὰ τοῦτο ἄυλος, ἀλλ᾿ ἔνυλος, οὐ ὅλη τῆς ὕλης γίνεται, διότι καὶ ἑαυτῶν ἐστιν τὰ εἴδη καὶ κατὰ τὸ ἕν καὶ ταὐτὸ κυρίως ὥρισται καὶ διὰ τοῦτο οὐδὲ ἐν τῷ τῆς ὕλης γίνεσθαι ἀφίσταται πάντῃ τῆς ὅλης ἑαυτῶν φύσεως, μένοντα δὲ ἐν αὑτοῖς πρόπον γέ τιvα ἀναπίμπλαται τῆς ἐναντίας πρὸς αὐτὰ ἐκστάσεώς τε καὶ ἀοριστίας”. λοιπὴν δὲ τὴν τελευταίαν αἵρεσιν εὐθύνων ὁ Ἰάμβλιχος, ἥτις τὰς τὰς μὲν νοητὰς ποιότητας ἀνεπιτάτους ἡγεῖται, τὰς δὲ ἐνύλους ἐπιτάσεως μετέχειν καὶ ἀνέσεως, ἐκεῖνο τὸ τοῦ Πορφυρίου φησίν, ὅτι πάντα τὰ νοητὰ καὶ ὅπερ ὄντα οὐσίαι εἰσὶν καὶ διὰ τοῦτο οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον. “ἀλλὰ δυνατόν, φησί, πρὸς τοῦτο λέγειν ὡς καὶ ἐν τοῖς νοητοῖς διασῴζεται ἡ τάξις τοῦ λόγου τῆς ποιότητος, εἰ καὶ κατ’ οὐσίαν ἐκεῖ πάντα ὑπάρχει· κατὰ γὰρ τοῦτον τὸν λόγον περὶ τὴν οὐσίαν ἡ στάσις καὶ ἡ κίνησις θεωρεῖται, διασῴζουσα ὡς ἐν νοητοῖς τὸν λόγον τῆς ἐνυπαρχούσης ἐν ἑτέρῳ καὶ περὶ ἕτερον ἀνεργείας”. αλλ’ ὅλως οὐ περὶ τῶν νοητῶν ἐστιν ὁ προκείμενος λόγος. ταῦτα μὲν οὖν ἀρκούντως εἴρηται. Θαυμαστῶς δὲδ ὁ Ἀρχύτας βραχεῖ λόγῳ τὴν αἰτίαν τοῦ μᾶλλον ἧττον ἐνεδείξατο εἰπών· “ καὶ τῇ ποιότητι δὲ κοινά τινα συνήρτηται, οἷον τό τε ἐναντιότατά τινα ἐπιδέχεσθαι καὶ στέρησιν, καὶ τὸ μᾶλλον δὲ καὶ ἧσσον, οἷον ἐν τοῖς πάθεσιν· διότι γὰρ ἀπειρίας τινὸς μετέχει τὰ πάθη, διὰ τοῦτο μετείληφέν τιονς ἐπιτάσεως ἀορίστου κατὰ τὸ μᾶλλον καὶ ἧττον”. καὶ οὕτως κατὰ τὸν ἑαυτοῦ λόγον, ὃ ποιότης, τὸ μᾶλλον ἕξει καὶ τὸ καὶ οὐκ ἀπὸ τῶν μετεχόντων. καὶ γὰρ ἐν τοῖς μετέχουσι θεωρουμένη ἐπίτασις καὶ ἄνεσις, νῦν μὲν λευκοῦ μόνου ὄντος, εἰ τύχοι, ὅταν δὲδ ἐπικαυθῇ ὑπὸ ἡλίου ἧττον γενομένου λευκοῦ, κἄν κατ’ ἐπιτηδειότητα ἢ ἀνεπιτηδειότητα γίνηται τοῦ μετέχοντος κατὰ σύμμιξιν τοῦ μὴ τοιούτου, ἔχει ὅμως καὶ αὐτὴ ἐν τοῖς μετεχομένοις λόγοις τὴν ὑπεροχήν· οὗτοι γὰρ διαφόρως ἐγγίνοται προηγησαμένων τῶν ἑτέρων παθημάτων. οὐ μὴν ἀλλ’ ἔχει γε ἀμφισβήτησιν, μήποτε ἐν τοῖς ὑποδεχομένοις ἐστὶ τὸ διάφορον· ἐπὶ δὲ τῶν συμφύτων χρωμάτων, οἷον τοῦ ἐν γάλακτι καὶ χιόνι λευκοῦ, φανερά ἐστιν ἡ κατ’ αὐτὸν τὸν φυσικὸν λόγον κατὰ τὸ μᾶλλον ὑπεροχή. Ἀλλὰ πῶς ἴδιον τῆς ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον εἶναί φησιν; ἢ ὅτι, ὡς εἴρηται πολλάκις, ἐπείσακτός ἐστιν ἡ ποιότης καὶ κιὰ τοῦτο οἷον παράχρωσιν ποιεῖ ἡ κατ’ αὐτὴν κοινωνία. ἕκαστον γὰρ τῶν γενῶν ἰδίαν ἔχει τῆς κοινωνίας τὴν φύσιν, καὶ τὰ μὲν κατ’ οὐσίαν κοινωνοῦντα ταὐτότητι συνδέδεται, διότι τὸ αὐτὸ γίνεται· τὸ δὲ κατὰ ποσότητα ἴσον, τὸ δὲ κατὰ ποιότητα ὅμοιον. ὡς γὰρ ἐπεισοδιώδης ἡ ποιότης ἔστιν ὅλον καὶ πᾶν ὅπερ ἐστὶ τὸ δεχόμενον, ἀλλὰ περί τι αὐτοῦ ἐγγίνεται χαρακτήρ τις περὶ τὴν οὐσίαν, ὄπερ τὴν ὁμοιότητα ποιεῖ· καὶ γὰρ ὁμοιότης ἐστὶν ἡ τοῦ αὐτοῦ εἴδους | ἐπεισοδιώδης μέθεξις, ὡς δέδεικται ἐν τῷ Παρμενίδῃ, καὶ ἀνομοιότης ἡ τοῦ ἑτέρου. εἰ γὰρ τὴν ὁμοιότητα μὲν ὁ χαρακτὴρ μάλιστα ποιεῖ, ἐν δὲ τῷ χαρακτῆρι τὸ εῖναι ἕχει ἡ ποιότης, εἰκότως κατὰ τὸ ὅμοιον καὶ ἀνόμοιον ἔχει τὴν ἰδιότητα. δηλοῖ δὲ Ἀρχύτας γράφων οὔτως· “ποιότατος δὲ ἴδιον τό Τε ὅμοιον καὶ τὸ ἀνόμοιον· καὶ γὰρ χρόᾳ λέγομες ὀμοίους τοὺς ἔχοντας τὸ αὐτὸ χρῶμα ἰαὶ χαρακτῆρι τοὺς ἔχοντας τὰν αὐτὰν ἰδέαν, καὶ ἀνομοίους δὲ κατὰ τὸ ἐναντίον· ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων”. καὶ ἐπὶ τούτου δὲ ἔστιν μὲν καὶ ἐν τῷ λέγειν ὅμοια ἤ ἀνόμοια τὰ μετέχοντα ἐπὶ τὸν λόγον ἀναφέρειν τὴν αἰτίαν· μετεχομένου μὲν γὰρ ὡσαύτως ὅμοια γίνεται τὰ κατ’ αὐτὸν εἰδοποιούμενα, ἐτέρως δὲ καὶ ἑτέρως ἄλλα καὶ ἄλλα γίνεται τὰ μεταλαμβάνοντα. οὐ μὴν ἀλλὰ καὶ αὐτὸν καθ’ αὑτὸν τὸν λόγον τῆς ποιότητος ὡς ἀρχηγικὸν τῆς ὁμοιότητος καὶ ἀνομοιότητος ὑποληπτέον· ὑφιστάμενον γὰρ ἔχει μεθ’ ἑαυτοῦ τὸ ὅμοιον καὶ ἀνόμοιον ὡς συνακολουθοῦν μετὰ τῆς οἰκείας φύσεως καὶ συνγρτημένον αὐτῷ καθόλου. κατὰ γὰρ τὸν χαρακτῆρα τῆς ποιότητος καὶ κατὰ τοὺς κοινοὺς αὐτῆς λόγους τοὺς παρὰ πάντα τὰ εἴδη τῆς ποιότητος συνυφέστηκεν αὐτῇ τὸ ὅμοιον καὶ ἀνόμοιον· διὸ καὶ πάση ποιότητι τὸ αὐτὸ ἴδιον ὑπάρχει. p. 11a20 Οὐ δεῖ δὲ ταράττεσθαι ἕως τοῦ οὐδὲν ἄτοπον ἐν ἀμφοτέροις τοῖς γένεσιν αὐτὸ καταριθμεῖσθαι. Φιλανθρώπου διδασκαλίας ἐστὶν τὸ λύειν τὰς ἀναφυομένας ἐκ τῶν εἰρημένων ἀπορίας. ἐμνημόνευσεν οὖν ὁ Ἀριστοτέλης, ὅτι τὰς ἕξεις καὶ διαθέσεις πρότερον μὲν ἐν τοῖς πρός τι κατηρίθμησεν, περὶ ποιότητος δὲ λέγων πρῶτον εἶδος αὐτὰς τῆς ποιότητος ἐλογίσατο, καὶ ὅτι ταραχθῆναι εἰκὸν ἦν ἐκ τούτου τοὺς ἀκούοντας. εἰ γὰρ δύο κατηγοριῶν ἐστιν ἡ ἕξις, συμβήσεται μίαν οὖσαν αὐτὴν ἑτέραις τῷ εἴδει χρήσασθαι διαφοραῖς· τῶν γὰρ ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων ἐτέρας αὐτὸς ἔφατο τῷ εἴδει τὰς διαφοράς. λύει οὖν ταύτην τὴν ἀπορίαν διχῶς, καθ’ ἕνα μὲν τρόπον δεικνὺς ἐπὶ πάντων τῶν τοιούτων τὰ μὲν γένη πρός τι λεγόμεναν, οἷον τὴν ἐπιστήμην τοῦ ἐπιστητοῦ, τὰ δὲ εἴδη καὶ τὸ καθ’ ἕκαστον οὐκέτι τῶν πρός τι. ἡ γὰρ γραμματικὴ καὶ ἡ Ἀριστάρχου γραμματικὴ οὔτε πρὸς ἄλληλα οὔτε πρὸς ἕτερον λέγονται· εἰ γὰρ ἡ γραμματικὴ’ Αριστάρχου ὡς πρός τι, καὶ ὁ Ἀρίσταρχος ἔσται τῆς γραμματικῆς ὡς πρός τι· ὁμοίως δὲ καὶ ἡ μο|υσικὴ καὶ ἡ Ἀριστοξένου μουσική. κἄν γὰρ καὶ αὐταὶ δοκοῦσιν πρός τι λέγεσθαι, κατ’ αὐτὸ τὸ γένος ἔχουσιν τὸ πρός τι· ἡ γὰρ γραμματικὴ τινὸς ἐπιστήμη λέγεται, ἀλλ’ οὐ τινὸς γραμματική· κἄν ἐπιστήμων ὁ γραμματικὸς λέγηται κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφοράν, ἐπιστήμων γραμματικῆς, ἀλλ’ οὐχ ἁπλῶς ἐπιστήμων ῥηθήσεται. ἔτε δὲ ἡ γραμματική τοῦ ἕχοντος λέγεται, οὐκ ἦν δὲ οὔτως τὰ πρός τι. εἰ οὖν τὸ μὲν πρός τι ἐν τοῖς γένεσιν, τὸ δὲ ποιὸν ἐν τοῖς καθ’ ἕκαστα, ἄλλως μὲν ἡ ἕξις ἔσται ἐν τοῖς πρός τι, ἄλλως δὲ ἐν τοῖς ποιοῖς, κατὰ τὸ καθ’ ἕκαστα. δείκνυσιν δὲ ὅτι κατὰ τὰ καθ’ ἕκαστα ποιὰ γίνεται τὰ μετέχοντα ἀπὸ τοῦ ἔχειν ἡμᾶς τὰ καθ’ ἕκαστα, ἀλλ’ οὐ τὰ καθόλου, καὶ ἀπὸ τοῦ λέγεσθαι ποιὰ τὰ ἔχοντα τὰ ἐν μέρει. ἕκαστος γὰρ ἄπὸ τῆς καθ’ ἕκαστα ποιότητος τῆς οἰκείας λέγεται ποιὸς καὶ οὐκ ἀπὸ τῆς καθόλου, οἷον γραμματικὸς μὲv ἀπὸ γραμματικῆς, Ἀρίσταρχος δὲ γραμματικὸς ἀπὸ τῆς Ἀριστάρχου γραμματικῆς καὶ οὐ τῆς Ζηνοδότου. ἐπεὶ οὖν ἀπὸ τῶν καθ’ ἕκαστα ποιοὶ λέγονται, οὐκ ἄν εἶεν αἱ καθ’ ἕκαστα τῶν πρός τι· οὐ γὰρ λέγεται ἡ γραμματικὴ Ἀριστάρχου ὡς πρός τι, ἐπεὶ καὶ ἀντιστρέψει καὶ ῥηθήσεται ‘’Αρίσταρχος γραμματικῆς Ἀρίσταρχος’, ὅπερ ἄτοπον. δευτέραν δὲ λύσιν ὲλύσιν ἐπάγει ὅτι οὐδὲν κωλύει τὸ αὐτὸ ἐν δυσὶν εἶναι κατηγορίαις, ὅταν μὴ κατὰ ταὐτό, ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο σημαινόμενον γίνηται ἡ ἀναφορά. ὁ γοῦν Σωκράτης ὐπὸ πολλὰς ἀναχθήσεται κατηγορίας, ὡς μὲν ἄνθρωπος ὐπὸ τὴν οὐσίαν, ὡς δὲ τρίπηχυς εἰ τύχοι ὑπὸ τὸ ποσόν, ὡς δὲ πατὴρ καὶ ὡς υἱὸς ὐπὸ τὰ πρός τι, ὡς δὲ φιλόσοφος ὑπ[ο τὸ ποιόν· οὕτως δὲ κατ’ ἄλλα τῶν αὐτῷ ὑπαρχόντων καὶ εἰς τὰς ἄλλας ἀναχθήσεται κατηγορίας. τί οὖν ἄτοπον, εἰ καὶ ἡ ἕξις καὶ ἡ διάθεσις κατ’ ἄλλο τι καὶ ἄλλο ὐπ’ ἄλλην καὶ ἄλλην ἀνάγονται κατηγορίαν; ὡς γὰρ ὁ γόπος κατὰ μὲν τὸ διάστημα ποσόν ἐστιν, κατὰ δὲ τὸ πέρας εἶναι τοῦ περιέχοντος πρός τι, οὕτως καὶ ἡ διάθεσις κατὰ μὲν τὸ ἔχειν πως ποιότης ἔσται, κατὰ δὲ τὸ τοῦ διακειμένου λέγεσθαι πρός τι ῥηθήσεται. ὁ μέντοι Ἀφροδισιεὺς Ἀλέξανδρος ἐπὶ μόνων τῶν πρός τι συμβαίνειν οἴεται τοῦτο τὸ τινὰ τῶν πρός τι καὶ ὑπ’ ἄλλην κατηγορίαν ἀνάγεσθαι, διότι τὴν ἀρχὴν τὸ πρός τι οὐδὲ εἶχεν οἰκεῖον ὐποσείμενον, ἀλλ’ ἐπ’ ἄλλης καὶ ἄλλης κατηγορίας τὸ εἶναι εἶχεν. οὐ μήν ἐστί γε ἀληθὲς τοῦτο· καὶ γὰρ ἐπὶ πασῶν τῶν κατηγοριῶν τοῦτο θεωρεῖται. ἐπεὶ γὰρ οὐχ ἕν τί ἐστιν οὐδὲ ἁπλοῦν ἕκαστον τῶν λαμβανομένων, ἀλλ’ ἐν συνθέτῃ ψύσει συντέτακται, οὐδὲν θαυμαστόν, εἰ ἕκαστον κατ’ ἄλλο μέν τι τῶι ἐν ἐαυτοῖς ὐφ’ ἕτερόν τι γένος ὐποτάττεται, κατ’ ἄλλο ὑφ’ ἕτερον. μήποτε δὲ ἐπὶ μὲν ὦρ συνθέτων, οἷον τοῦ Σωκράτους, τοῦτο καὶ Ἀλέξανδρος συγχωρήσειεν· ἀναλυθέντος δὲ εἰς τὰ ἁπλᾶ καὶ ἄνευ συμπλοκῆς τοῦ συνθέτου ἕκαστον ὑπὸ μίαν ἀναχθήσεται κατηγορίαν, ὀ ἄνθρωπος ὁ πατὴρ ὁ τρίπηχυς ὁ φιλόσοφος. ἴδιον δέ τι ἐπὶ τῶν πρός τι ἐνεῖεν ὁ Ἀλέξανδρος τὸ πάντως σὺν ἅλλῃ κατηγορίᾳ ὑφεστάναι, ὡς ὁ μὲν πατὴρ μετὰ οὐσίας, τὸ δὲ μεῖζον | μετὰ ποσοῦ, ὁ δὲ φίλος μετὰ ποιοῦ καὶ ὁ τύπτων μετὰ τοῦ ποιεῖν καὶ ἐπὶ τῶν ἄλλων ωσαυτως. Ἀλλ’ ἀπορήσειεν ἄν τις, ὡς οἶμαι, πῶς φησιν ὁ Ἀριστοτέλης τὰ μὲν γένη πρὸς τι λέγεσθαι, τὰ δὲ καθ’ ἕκαστα ποιὰ εἶναι· δῆλον γὰρ ὅτι ἧσπερ ἄν ᾖ κατηγορίας τὸ γένος, τῆς αὐτῆς ἄν εἴη κατηγορίας καὶ τὰ ἐν τῷ γένει ἐκεινῳ καθ’ ἕκαστα. εἰ γὰρ οὐσία τὸ γένος, καὶ τὰ ὑπὸ τὸ γένος καθ’ ἕκαστα οὐσίαι, καὶ εἰ ποιότης τὸ γένος, καὶ τὰ καθ’ ἕκαστα ποιότητες· τὸ γὰρ γένος οὐ μόνον τῶν εἰδῶν, ἀλλὰ καὶ τῶν ἀτόμων συνωνύμως κατηγορεῖται. πῶς οὖν τὸ μὲν γένος πρός τι εἶναίφησιv, τὰ δὲ καθ’ ἕκαστα μὴ εἶναι τῶν πρός τι, ἀλλὰ ποιότητας; ἔτι δὲ οἶμαι καὶ τοῦτο ἀπορίας ἄξιον, ποίας ἕξεις καὶ διαθέσεις ἐν εῷ εἴδει τῆς ποιότητος ἔθετο ὁ Ἀριστοτέλης. εἰ μὲν γὰρ τὰς ὡς γένος, πῶς νῦν πρός τι ταύτας εἶναί φησιν, ἀλλ’ οὐ ποιότητας; εἰ δὲ τὰς καθ’ ἕκαστα, πῶς οὐχὶ καὶ τὰς ὡς γένος; ἡ γὰρ τὶς ἕξις καὶ ἕξις καὶ ἡ τὶς διάθεσις καὶ διάξεσις, ὥσπερ καὶ ὁ τὶς ἄνθρωπος καὶ ἄνθρωπος. ῥητέον δὴ οἶμαι πρὸς ταῦτα, ὅτι οὐκ εἶπεν τὰ γένη μὴ εἶναι ποιότητας οὐδὲ ὅτι ἡ γενικὴ ἕξις καὶ διάθεσις οὐκ ἔστιν ποιότης, ἀλλ’ ὅτι, εἰ καὶ εἴρηται πρός τι ἡ ἕξις καὶ ἡ διάθεσις, οὐ πᾶσα ἔχει τοῦτο, ἀλλ’ ἡ γενικὴ μόνον· ποιότης μέντοι πᾶσα, καὶ ἡ γενικὴ καὶ ἡ καθ’ ἕκαστα. καὶ οὐδὲν ἄτοπov τὴν μὲν γενικὴν ἕξιν καὶ πρóς τι εἶναι, τὰς δὲ καθ’ ἕκαστα ποιότητας μόνον, διότι οὐχὶ τοῦ ὡς πρός τι γένους ἐδόθησαν αἱ καθ’ ἕκαστα ἕξεις, ἀλλὰ τῆς ὡς ποιότητος. καὶ γὰρ ἡ ἐπιστήμη ὡς μὲν πρός τι οὐ τέμνεται εἰς εἴδη, ὡς δὲ ποιότης διαιρεῖται εἰς τὰς κατὰ μέρος ἐπιστήμας, αἵτινες πρός τι μὲν οὔκ εἰσιν, ὡς ἀποδέδεικται, ποιότητες δέ εἰσιν. Εἰ δὲ χρὴ καὶ κοινούς τινας ἐκθέσθαι διορισμούς, πῶς οἷόν τε ἐπ’ ἄλλην καὶ ἄλλην κατηγορίαν τὸ αὐτὸ ἀναφέρειν, ῥητέον ὅτι δεῖ τὰ προτιθέμενα ὡς σύνθετα ἀναλύειν, μέχρι τῶν ἄνευ συμπλοκῆς ἀναγόντων ἡμῶν ἕκαστα, καὶ τότε ἤ ἀπὸ τῶν σημαινομένων τῆς ἑτερότητος ἢ ἀπὸ τῆς τῶν νοημάτων διαφορᾶς ἤ ἀπὸ τοῦ ἐν ταῖς λέξεσιν διαφόρου χαρακτῆρος ἔνεστιν τὰ τοιαῦτα διακρίνειν καὶ τὰ καθ’ ἕκαστα οὕτως εἰς τὰς κατηγορίας ἀνάγειν· συνεπισκεπεον δὲ καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ τὰς διαφορὰς ἑκάστου, ταὐτότητά τε καὶ ἐτερότητα. πῶς γὰρ ὁ πυκτικὸς καὶ εἰς ποιότητα ἀνάγεται καὶ εἰς τὸ πρός τι; καθὸ μὲν διάκειταί πως, εἰς ποιότητα, καθὸ δὲ πρὸς ἔτερον λέγεταί τι ποιεῖν, πρός τι. πῶς δὲ πάλιν πάθους ὄντος τοῦ μὲν ἐν ἀποτελέσματι, ὅπερ ἐκ πάθους γέγονεν, τοῦ δὲ ὡς αἰτιόυ, ὄπερ ἐμποιεῖ πάος, κοινόν τι θεωρεῖται ἡ παθητικὴ ποιότης; ὅτι ὁ τρόπος τῆς ἀναφορᾶς ἐπὶ τὸ αὐτὸ πάθος καὶ τοῦ κοινοῦ χαρακτῆρος ὁ τύπος τῆς εἰδοποιίας τὸ κοινὸν ἀπεργάζεται. δεῖ δὲ τὰ ἐν πλείοσιν γένεσιν συνιστάμενα παραιτεῖσθαι ἐν τῇ τῶν κατηγοριῶν διαριθμήσει· τῶν γὰρ ἁπλῶν ἐν αὐταῖς ἐστιν ἡ διαίρεσις. ὁμοίως δὲ καὶ εἴ τινα μέσα ἐστὶν ἤ κοινὰ ἢ ἐπιπλεκόμενα γένη, οὐ προσήκει ταῖς κατηγορίαις. αλλὰ ταῦτα μὲν πρόσκειται, διότι καὶ ὁ Ἀριστοτέλης ἐνεδείξατο, πῶς τὸ αὐτὸ ἐπ’ ἄλλην ἔλλην ἀνάγειν δυνατόν. τέλος δὲ ἤθη καὶ ἡμῖν ὁ περὶ τῆς ποιότητος ἐχέτω λόγος. |

---

Simplicius, In Aristotelis Categorias Commentarium, ed. Karl Kalblfleisch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4013.tlg003.local001/.
