# In Aristotelis physicorum libros commentaria ΣΙΜΠΛΙΚΙΟΡ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΟ Δ ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ ΥΠΟΜΝΗΜΑ Ο ΕΣΤΙ ΤΕΤΑΡΤΟΝ..1

Simplicius, In Aristotelis physicorum libros commentaria, ΣΙΜΠΛΙΚΙΟΡ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΟ Δ ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ ΥΠΟΜΝΗΜΑ Ο ΕΣΤΙ ΤΕΤΑΡΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simplicius/in-aristotelis-physicorum-libros-commentaria/%CE%A3%CE%99%CE%9C%CE%A0%CE%9B%CE%99%CE%9A%CE%99%CE%9F%CE%A1%20%CE%A6%CE%99%CE%9B%CE%9F%CE%A3%CE%9F%CE%A6%CE%9F%CE%A5%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%94%20%CE%A4%CE%97%CE%A3%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%97%CE%A3%20%CE%91%CE%9A%CE%A1%CE%9F%CE%91%CE%A3%CE%95%CE%A9%CE%A3%20%CE%A5%CE%A0%CE%9F%CE%9C%CE%9D%CE%97%CE%9C%CE%91%20%CE%9F%20%CE%95%CE%A3%CE%A4%CE%99%20%CE%A4%CE%95%CE%A4%CE%91%CE%A1%CE%A4%CE%9F%CE%9D..1

Περὶ τῶν φυσικῶν ἀρχῶν καὶ αἰτίων τὴν πραγματείαν ἐνστησάμενος καὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων εἶπεν ἐν τῷ πρώτῳ περὶ τῶν ἀρχῶν τῶν ὡς στοιχείων τῆς ὕλης τοῦ εἴδους καὶ τῆς τούτοις συνυπαρχούσης στερήσεως, καὶ ἐν τῷ δευτέρῳ περὶ τοῦ ποιητικοῦ καὶ τε- λικοῦ αἰτίου, καὶ τίνα δοκεῖ μέν τισι καὶ αὐτὰ εἶναι αἴτια ποιητικά, ἔστι δὲ οὐ καθ’ αὑτὰ ποιητικά, ὥσπερ ἡ τύχη καὶ τὸ αὐτόματον, ἀλλὰ κατὰ συμβεβηκός. δείξας δὲ ποιητικὸν αἴτιον τὴν φύσιν καὶ ὁρισάμενος αὐτὴν ἀρχὴν κινήσεως τοῖς σώμασιν, ἐπειδὴ τοῖς φυσικοῖς ὑπάρχει καθὸ φυσικὰ πᾶσιν ἡ κίνησις καὶ αὐτὴ συστατικὴ οὖσα τῶν φυσικῶν σωμάτων καὶ ἐν τῷ ὁρισμῷ τῆς φύσεως παραληφθεῖσα, εἰκότως εὐθὺς ἐν ἀρχῇ τοῦ τρίτου βιβλίου διελέχθη περὶ κινήσεως. ἐπειδὴ δὲ πᾶν σῶμα φυσικὸν καὶ πᾶσαν κίνησιν ἀνάγκη ἢ ἄπειρα ἢ πεπερασμένα εἶναι καὶ τὸ σῶμα καὶ ἡ κίνησις συνεχῆ ὄντα ἐπ’ ἄπειρόν ἐστιν διαιρετά, καὶ μέντοι ἐπειδή τινες τῶν φυσι- κῶν ἀρχὴν τὸ ἄπειρον ἔλεγον, εἰκότως καὶ περὶ ἀπείρου διελέχθη. καὶ συμπληρώσας τὸν περὶ τῶν στοιχείων καὶ τῶν ἄλλων αἰτίων λόγον καὶ ἔτι τὸν περὶ τὰς ἀρχὰς ὑποδυομένων, ἐφεξῆς λοιπὸν περὶ τῶν ἔξωθεν ὑπαρ- χόντων τοῖς φυσικοῖς σώμασιν ᾗ τοιαῦτα ζητεῖ τε καὶ παραδίδωσ·ιν, οἷός ἐστιν ὅ τε τόπος καὶ ὁ χρόνος· πᾶν γὰρ φυσικὸν σῶμα ἐν τόπῳ ἐστὶ καὶ κατὰ τόπον κινεῖται καὶ ἠρεμεῖ ἐν τόπῳ, τὰ δέ γε ἁπλᾶ σώματα καὶ εἰ- δοποιεῖται τῇ ἐπὶ τοὺς οἰκείους τόπους φορᾷ. ἐπεὶ δὲ πᾶσα κίνησις χρόνῳ μετρεῖται, ἔδει καὶ περὶ χρόνου διδάξαι, εἴπερ ἀριθμὸς πάσης κινήσεως ὁ χρόνος, ὡς μαθησόμεθα· εἰκότως δὲ περὶ προτέρου λέγει τοῦ τόπου· προηγεῖται γὰρ ὁ τόπος οὐ μόνον τοῦ χρόνου, ἀλλὰ καὶ τῆς κινήσεως καὶ αὐτοῦ τοῦ σώματος· ἔστι γὰρ τὸ μὲν σῶμα ἐν τόπῳ, ἡ δὲ κίνησις ἐν τῷ σώματι, ὁ δὲ χρόνος ἐν τῇ κινήσει. ἀλλ’ ἐπειδὴ ἡ φυσικὴ προηγουμένως οὐσία τὸ σῶμά ἐστι τὸ φυσικόν, τὰ δὲ ἄλλα τούτου τινά ἐστι τὸ μὲν ὑποδοχὴ τὸ δὲ κίνησις τὸ δὲ μέτρον τῆς κινήσεως, εἰκότως τὰ στοιχεῖα τοῦ φυσικοῦ σώματος τήν τε ὕλην καὶ τὸ εἶδος πρῶτα παραδέδωκεν, εἶτα τὸ ποιητικὸν αὐτοῦ καὶ τελικὸν αἴτιον καὶ τὴν κίνησιν τὴν ἐν τῷ ὁρισμῷ τῆς φύσεως παραληφθεῖσαν. καὶ οὕτως ἐν τοῖς ἔξωθεν ὑπάρχουσι τοῦ χρόνου τὸν τόπον προέταξεν. ἀλλ’ ἐπειδὴ περὶ τὰ κινούμενα ὁ φυσικὸς τὴν πραγ- ματείαν ἔχει, ὥσπερ περὶ τὰ ἀκίνητα ὅ τε μαθηματικὸς καὶ ὁ θεόλογος, τῶν δὲ ἀκινήτων ὁ τόπος, ὡς δειχθήσεται, πῶς ἂν εἴη φυσικοῦ τὸ περὶ τόπου σκέμμα; ἢ ὅτι εἰ καὶ ἀκίνητον ἀλλὰ σώματός γε κινουμένου δεκτι- κὸν καὶ σώματος κινουμένου πέρας, καθὸ καὶ κινεῖται, κἄν μὴ καθ’ αὑτὸ κινῆται ὁ τόπος. ἐπειδὴ δέ τινες καὶ τὸ κενὸν ἐν ταῖς ἀρχαῖς τιθέντες ἔλεγον· αὐτὸ τόπον σώματος ἐστερημένον, εἰκότως μετὰ τοὺς περὶ τόπου λόγους καὶ περὶ κενοῦ διαλέγεται. καὶ οὕτως τὰ περὶ χρόνου προβλήματα διαρθρώσας περατοῖ τὸ προκείμενον βιβλίον καὶ τὸν περὶ τῶν πᾶσι κοινῶς τοῖς φυσικοῖς προσηκόντων λόγον, ὅς ἐστιν ὁ περὶ τῶν φυσικῶν ἀρχῶν. Ὁμοίως δὲ ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ὥσπερ καὶ περὶ ἀπείρου γνωρίζειν, εἰ ἔστιν ἡ μή, καὶ πῶς ἐστι, καὶ τί ἐστι. Τὰ περὶ τόπου προβλήματα διορίζεται κατὰ τὴν ὁμοιότητα τῶν περὶ ἀπείρου ζητήσεων. εἰκότως· ὡς γὰρ καὶ εἶναι καὶ μὴ εἶναι τὸ ἄπειρον ὑποτιθεμένοις ἡμῖν ἄτοπα ἀκολουθεῖν ἐδόκει, οὕτως καὶ εἰ ἔστιν ὁ τόπος ζη- τοῦσι διὰ τὸ τοῦ προβλήματος ἄτριπτον ἐφ’ ἑκάτερα ἐπιχειρεῖν ἀνάγκη. καὶ ἔστιν ἀρχὴ καὶ τῶν περὶ τόπου προβλημάτων τὸ εἰ ἔστι ζητεῖν ἢ μὴ ἔστιν, ὥσπερ καὶ ἐπὶ τοῦ ἀπείρου. μετὰ δὲ τὸ εἰ ἔστιν ἐν τοῖς Ἀπο- δεικτικοῖς ἐμάθομεν τὸ τί ἐστι ζητεῖν. ὅπερ τὴν φύσιν καὶ οὐσίαν καὶ τὸν ὁριστικὸν τοῦ προτιθεμένου λόγον ἀνευρίσκει. μετὰ δὲ τοῦτο τὸ ὁποῖόν τί ἐστιν ἕπεται πρόβλημα τὸ τὰ ὑπάρχοντα τῷ πράγματι δηλοῦν, ᾧ συγγενές ἐστι τὸ πῶς ἐστι. καὶ γὰρ ὡς ἐπὶ τοῦ ἀπείρου ἐλέγομεν, ὅτι δυνάμει καὶ κατὰ μέρος καὶ ἐν τῷ γίνεσθαι, οὕτως ἐπὶ τοῦ τόπου τὸ πῶς ἐστι ζητοῦμεν, ἆρα καθ’ αὑτό τι, ὡς οἱ διάστημα ἢ κενὸν λέγοντες τὸν τόπον, ἢ ἐν σχέσει, καὶ πότερον πρὸς τὸ εἶναι συντελεῖ τι τοῖς σώμασιν ἡ οὐδέν. ταῦτα γὰρ περὶ τὰ ὑπάρχοντα καὶ περὶ τὸν τρόπον στρέφεται τῆς ὑποστά- σεως. ἀλλὰ διὰ τί τὸ πῶς ἐστι προέταξεν; ἢ ὅτι πολλάκις ἐκ τῶν ὑπαπ- ’χόντων τὴν οὐσίαν τοῦ πράγματος εὑρίσκομεν, ὥσπερ καὶ ἐπὶ τοῦ τόπου νῦν φανήσεται. Τά τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσιν εἶναί που ἕως τοῦ ἣν καλοῦμεν φοράν. Διορίσας ἐν ἀρχῇ τὰ περὶ τόπου προβλήματα κατὰ τὴν πρὸς τὰ περὶ ἀπείρου ὁμοιότητα, | καὶ ἐφεξῆς ὅτι ἀναγκαῖος ὁ περὶ τοῦ τόπου λόγος τῷ φυσικῶ διὰ δυεῖν δείκνυσιν ἐπιχειρημάτων, ὧν τὸ μὲν ἔνδοξον εἶναι δοκεῖ ἀπὸ τῆς κοινῆς ὑπολήψεως εἰλημμένον, τὸ δὲ ἀποδεικτικὸν ἀπ’ αὐτῶν τῶν πραγμάτων ὁρμώμενον. καὶ τὸ μὲν ἀπὸ τῆς κοινῆς ὑπολήψεως τὸν ὑπὸ τῶν παλαιῶν προτεινόμενον ὑποθετικὸν συλλογισμὸν παρατίθεται ἔχοντα οὕτως· εἰ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ ὃν ποῦ· εἰ δὲ τὸ ποῦ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ, δῆλον ὅτι ἔστιν ὁ τόπος. ‘‘αὕτη δὲ ἡ ἐρώτησις, ὡς ὁ Ἀλέξανδρός φησιν, οὐ πάντων ἀπλῶς ἐστιν, ἀλλὰ τῶν μόνα τὰ σώματα ἡγουμένων εἶναι καὶ μόνα τὰ ἔνυλα, ἀναιρούντων δὲ τὴν ἀσώματον φύσιν.” καὶ κατά γε τὸ φαινόμενον ἀμεθόδως τὴν ἀντιστροφὴν ἐποιήσατο· τῷ γάρ ἱεῖ τὸ μὴ ὃν μηδαμοῦ᾿ ἕπεται κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τὸ ποῦ ὄν, ἀλλ’ οὐχὶ τὸ ὂν ποῦ, ὅπερ ζητεῖται τοῖς τὸν τόπον εἰσάγουσιν. ἢ οὖν ὑπερβιβαστέον τὴν λέξιν λέγοντας τὸ οὐδαμοῦ ὂν μὴ εἶναι καὶ οὕτω λοιπὸν λέγοντας τὸ ὂν ποῦ εἶναι, ἢ ὅπερ πιθανώτερον κατὰ τὴν τῶν ἐρω- τησάντων δόξαν μόνα τὰ σώματα οἰομένων εἶναι ῥητέον ἐξισάζειν τῷ ἡγουμένῳ τὸ ἑπόμενον. εἰ γὰρ μὴ ἔστιν ἄλλο τι εἰ μὴ τὰ σώματα, δῆλον ὅτι τὸ μηδαμοῦ ὂν οὐδὲ ἔστιν ὅλως καὶ τὸ μὴ ὂν οὐδαμοῦ ἐστιν, ἐπειδὴ τὰ σώματα ποῦ ἐστιν. ἐπὶ δὲ τῶν ἐξισαζόντων ἀδιάφορος ἡ ἀντιστροφή, εἴτε ἀπὸ τοῦ ἡγουμένου γίνοιτο εἴτε ἀπὸ τοῦ ἑπομένου· ἔοικε δὲ τὴν ἐν Τιμαίῳ τοῦ Πλάτωνος ῥῆσιν παρῳδεῖν ὁ Ἀριστοτέλης, ἐν οἷς φησιν ἐκεῖνος ‟πρὸς ὃν δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες καί φαμεν ἀναγκαῖον εἶναί που τὸ ὂν ἅπαν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά, τὸ δὲ μήτε ἐν γῇ μήτε που κατ’ οὐρανὸν οὐδὲν εἶναι.” ὁρᾷς γὰρ ὅτι αὐτὸς ἄντικρυς ὁ λόγος ἐστὶ καὶ ἀκολούθως οὗτος ἀντιστρέψας. διότι γὰρ τὸ μηδαμοῦ ὂν οὐδὲ ἔστι, δᾶ τοῦτο τὸ ὂν ἅπαν ποῦ ἐστι. καὶ ὁ Πλάτων’ δὲ οὐχ ὡς ἀποδεχόμενος τὸν λόγον ταῦτα εἶπεν, ἀλλ’ ὅτι ἀπὸ τῆς εἰς τὰ ἔνυλα ὀνειρατικῆς ἐμβλέ- ψεως, οἶς ὑπάρχει τοῦτο, περὶ πάντων αὐτὸ τῶν ὄντων λέγομεν. Ὅτι δὲ τὸ μὴ ὂν οὐδαμοῦ, δείκνυσιν ὁ Ἀριστοτέλης διὰ τοῦ ποῦ γάρ ἐστι τραγέλαφος ἢ σφίγξ; οὐδαμοῦ γάρ, ἐπειδὴ μὴ ἔστιν ὅλως. καὶ οὐκ ἔστιν ὅλως, ἐπειδὴ οὐδαμοῦ ἐστι. δῆλον δὲ ὅτι ὑγιὴς μέν ἐστιν ἡ ἀκολουθία οὕτω ληφθεῖσα, οὐκέτι δὲ καὶ ἀληθής. οὔτε γὰρ τὸ ὂν πᾶν ἐν τόπῳ οὐδὲν γὰρ τῶν ἀσωμάτων ἐστὶν ἐν τόπῳ τῶν κυρίως μάλιστα καὶ χωριστῶν) οὔτε τὸ μηδαμοῦ ὄν, τουτέστιν μὴ ἐν τόπῳ ὄν, οὐκ ὄν ἐστι. πολλὰ γάρ ἐστιν, ὡς εἴρηται, μὴ ἐν τόπῳ ὄντα. τὸ δὲ ζητούμενον ὁ λόγος ἐνεδείξατο, ὅτι ἀναγκαῖος ὁ περὶ τόπου λόγος τῷ φυσικῷ, εἴπερ οἱ παλαιό- τεροι πάντα τὰ ὄντα ἐν τόπῳ οἴονται· εἰ δὲ παλαιοῖς ἀνδράσι μὴ μάτην δεῖ ἐπισκήπτειν, εἰκός ἐστι τὸ ποῦ οὐ τὴν ἐν τόπῳ τούτῳ τῷ νῦν ζητου- μένῳ σχέσιν δηλοῦν, ἀλλὰ τὸν τῆς τάξεως ἀφορισμόν, καθὸ σημαινόμενον καὶ ὑπερουράνιον τόπον οἶδεν ὁ Πλάτων’, καὶ τὸν νοῦν ἐν τῷ νοητῷ λέ- γομεν· οὕτως οὖν δείξας ἀπὸ τῶν παλαιῶν φυσιολόγων, ὅτι ἀναγκαῖος ὁ περὶ τόπου λόγος, ἐν τῷ δευτέρῳ ἐπιχειρήματι ἀπ’ αὐτῶν τῶν πραγμάτων τὸ αὐτὸ δείκνυσιν οὕτως· εἰ ἡ κοινὴ πάντων τῶν φυσικῶν σωμάτων κίνη- σις κατὰ τόπον ἐστί, δῆλον ὅτι ἔστιν ὁ τόπος ἐν τοῖς φυσικοῖς· καὶ ἀναγκαῖός ἐστι τῷ φυσικῷ ὁ περὶ τοῦ τόπου λόγος. ἀλλὰ μὴν τὸ ἡγού- μενον, τὸ ἄρα ἑπόμενον. καὶ κοινὴν μὲν ταύτην ἐκάλεσε τὴν κίνησιν ἢ ὡς κοινῶς ὑπὸ πάντων ὁμολογουμένην πάντες γὰρ τῆς κατὰ τόπον κινή- σεως μᾶλλον ἢ τῶν ἄλλων αἰσθανόμεθα. τοιγαροῦν καὶ φθορὰν ἀνεῖλόν τινες, ὡς οἱ περὶ Ἀναξαγόραν, καὶ ἀλλοίωσιν, ὡς οἱ ‟νόμῳ χροιή” λέγοντες, τὴν δὲ κατὰ τόπον κίνησιν οὐδεὶς σπουδῇ λέγων· ἐάσθω γὰρ ἡ Ζήνωνος ἀπορία), ἢ κοινὴν αὐτὴν εἶπεν ὡς ταύτην μόνην πᾶσι τοῖς φυσι- κοῖς σώμασιν ὑπάρχουσαν· τὰ γὰρ οὐράνια πασῶν τῶν ἄλλων κινήσεων ὑπερέχοντα ταύτην ὅμως κινεῖται. διὸ καὶ κυριωτάτην αὐτὴν καλεῖ· κυριω- τάτη γὰρ ἡ τῶν πρωτίστων καὶ ἀρχηγικωτάτων. καὶ μέντοι ἀποδείξει προιών, ὅτι πρώτη τῶν κινήσεων ἐστιν ἡ φορὰ καὶ χρόνῳ καὶ φύσει καὶ αἰτίᾳ, κυριωτάτη δὲ εὐλόγως ἡ τοιαύτη. ἔν τισι δὲ τῶν ἀντιγράφων μετὰ τοῦ κοινὴ καὶ πρώτη γέγραπται, ἔν τισι δὲ ἀντὶ τοῦ κοινὴ πρώτη, καὶ οὕτως γράφει καὶ ὁ Εὔδημος. Ἔχει δὲ πολλὰς ἀπορίας τί ποτέ ἐστιν ὁ τόπος ἕως τοῦ οὔτε προηυπορημένον περὶ αὐτοῦ. Δείξας ὅτι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τόπου λόγος, ἐφεξῆς δείκνυσιν ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ὅτι χαλεπὸν τὸ πρόβλημα καὶ διὰ τοῦτο συντόνου δεόμενον ἀντιλήψεως καὶ συγγνώμης, εἰ τοῖς πρώτοις αὐτὸν ἐμμε- θόδως ζητοῦσι μὴ εὐθὺς ἀναφανείη τὸ ἀκριβές. ὥστε καὶ πρὸς τὸν μαν- θάνοντα καὶ τὸν διδάσκοντα χρήσιμος ἡ τῆς χαλεπότητος ἐπίδειξις. τὸ δὲ χαλεπὸν αὐτοῦ δείκνυσι πρῶτον μὲν ἐκ τοῦ δεῖν μὲν τοὺς ὁρισμοὺς τῶν ζητουμένων πραγμάτων ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αὐτοῖς συνάγειν, ὡς ἀρχόμενος τῶν Περὶ ψυχῆς εἶπε, τὰ δὲ καθ’ αὑτὰ ὑπάρχειν δοκοῦντα τῷ τόπῳ μὴ ἐπὶ τὴν αὐτὴν φύσιν καταντᾶν. καθὸ μὲν γὰρ τὸ περιεκτικὸν ὑπάρχει αὐτῷ, δόξει τὸ εἶδος εἶναι τὸ ἑκάστου ὁ τόπος. τοῦτο γάρ ἐστι τὸ πρῶτον ὁρίζον καὶ περιέχον, καθὸ δὲ δεκτικὸν εἴδους τινὸς καὶ χώρα αὐτοῦ δοκεῖ, τῇ ὕλῃ μᾶλλον ᾠκείωται. διὸ καὶ ὁ Πλάτων’, ὅσα δοκεῖ λέ- γειν ὡς περὶ χώρας καὶ τόπου, περὶ τῆς ὕλης λέγει. καθὸ δὲ ὁ αὐτὸς τόπος ἄλλοτε ἄλλου σώματός ἐστι δεκτικός, ἄλλος ἄν εἴη παρὰ τὸ ἐν τόπῳ, ὥστε καὶ παρὰ τὴν ὕλην αὐτοῦ καὶ παρὰ τὸ εἶδος. οὕτως ἐπ’ ἄλλο καὶ ἄλλο | φέροντα τὰ καθ’ αὑτὸ τῷ τόπῳ ὑπάρχοντα δύσκολον αὐτοῦ ποιεῖ τὴν κατάληψιν. δεύτερον δὲ ἄλλο τῆς περὶ αὐτοῦ χαλεπότητος αἴτιον παραδίδωσι τὸ μηδένα περὶ αὐτοῦ προαπορῆσαι ἢ προευπορῆσαι. τοῦτο γὰρ καὶ σημεῖον καὶ αἴτιον γίνεται τῆς δυσκόλου κατανοήσεως· σημεῖον μὲν ὅτι διὰ τὴν χαλεπότητα τοῦ προβλήματος ἀπέστησαν τῆς περὶ αὐτοῦ ζητήσεως, αἴτιον δὲ ὅτι χαλεπὸς ἔτι μᾶλλον ἡμῖν ὁ λόγος γίνεται μηδένα κοινωνὸν ἔχουσι τῆς ζητήσεως μηδὲ ἀρχὴν ὅλως τινὰ προκαταβεβκημένην αὐτῆς εὑρηκόσι· κἂν γὰρ ἔδοξεν Ἡσίοδος λέγειν ἤτοι μὲν πρώτιστα χάος γένετο, μυθική ἐστι ἀλλ’ οὐκ ἀποδεικτικὴ ἡ τοῦ Ἡσιόδου παράδοσις· καὶ τοσοῦτον, εἴπερ ἄρα, ἐνεδείξατο καλῶς, ὅτι δεῖ τι προυπάρχειν ἐν ᾧ τὰ γινόμενα ἔσται. καὶ ὁ Πλάτων δὲ ἐν τῷ Τιμαίῳ ὅσα περὶ τόπου δοκεῖ λέγειν, περὶ τῆς ὕλης εἴρη- κεν. ὁ δὲ Εὔδημος τῆς δυσκολίας τοῦ περὶ τόπου προβλήματος καὶ τοῦτο αἴτιον εἶναί φησι τὸ μὴ ῥᾴδιον εἶναι ἐπιλαβέσθαι τοῦ τόπου, διότι ὑποφεύγει πάντως· ἐξαιρουμένου τοῦ ἐν τόπῳ σώματος, καὶ καθ’ αὑτὸ μὲν οὐκ ἔστιν αὐτὸν νοῆσαι, εἴπερ δὲ ἄρα, μεθ’ ἑτέρου, ὥσπερ τοὺς τῶν ἀφώνων καλου- μένους φθόγγους· μετὰ γὰρ τοῦ α ὁ τοῦ β καὶ ὁ τοῦ γ δῆλος. οὐ μέντοι διὰ τὴν δυσχέρειαν ἀποστατέον τοὐ προβλήματος οὕτως ὄντος οἰκείου καὶ ἀναγκαίου τῷ φυσικῷ. κἂν γὰρ μηδὲν ἄλλο ἐπὶ τῶν δυσλήπτων, ἀλλὰ τό γε ἀπορῆσαι περὶ αὐτοῦ καλῶς ἱκανὸν τῷ φιλομαθεῖ, ὡς ἐν ἄλλοις αὐτὸς ὁ Ἀριστοτέλης διδάσκει. Ὅτι μὲν οὖν ἔστιν ὁ τόπος ἕως τοῦ εἰς ἣν καὶ ἐξ ἧς μετέβαλε. Καὶ τὰ ἀναγκαῖον καὶ τὸ χαλεπὸν δείξας τῆς περὶ τοῦ τόπου ζητή- σεως μέτεισι λοιπὸν ἐπὶ τὰ οἰκεία αὐτοῦ προβλήματα, ὧν πρῶτον τὸ εἰ ἔστιν ὁ τόπος. καὶ τοὺς λόγους δι’ ὧν ὁ τόπος τῶν ὄντων εἶναι δοκεῖ παρατίθεται προτέρους, εἶτα ἐφεξῆς καὶ τοὺς ἀναιροῦντας αὐτόν. καὶ τοὺς μὲν τιθέντας τὸν τόπον λόγους τέτταρας ἐκτίθεται·. πρῶτον μὲν τὸν ἐκ τῆς ἀντιμεταστάσεως. εἰ γὰρ ἐν ᾧ πρότερον ἦν ὕδωρ ἐκρυέντος τοῦ ὕδατος ἀὴρ ἔνεστι νῦν, ὥσπερ καὶ ἐν τοῖς ἀγγείοις, δῆλον ὅτι ἔστι τι τὸ δεχό- μενον ἑκάτερον ἄλλο τὸ ὂν παρ’ ἑκάτερον. δεύτερον δὲ ἐκ τῆς κατὰ φύσιν τῶν στοιχείων φορᾶς. τούτων γὰρ ἑκάτερον εἰδοποιεῖται τὸ μὲν τῇ ἐπὶ τὸ ἄνω, τὸ δὲ τῇ ἐπὶ τὸ κάτω φορᾷ· αὗται δὲ διαφοραὶ τόπου. τρίτον δὲ ἀπὸ τῶν μαθηματικῶν δείκνυσθαί φησιν ὁ Ἀλέξανδρος, οὐ καλῶς οἶμαι λέγων. τὸ γὰρ ἀπὸ τῶν μαθημάτων ἐπιχείρημα τοῦ δευτέρου μέρος ἐστὶ τοῦ ἀπὸ τῆς φυσικῆς τῶν στοιχείων φορᾶς, - ὡς μαθησόμεθα. ἀλλὰ τρίτον ἐστὶ τὸ ἀπὸ τοῦ κενοῦ ἐπιχείρημα. εἰ γὰρ τὸ κενὸν τόπος ἐστὶν ἐστερημένος σώματος, οἱ λέγοντες εἶναι κενὸν πάντως εἶναι καὶ τόπον ἐροῦσι. τέταρτον δὲ ἐπὶ τούτοις προστίθησι καὶ τὴν Ἡσιόδου μυθοποιίαν οὐ μόνον εἶναι τὸν τόπον ἀλλὰ καὶ δύναμιν ἔχειν μεγάλην ἐνδεικνυμένην. καὶ δῆλον ὅτι τὰ μὲν πρότερα δύο ἐπιχειρήματα πραγματειώδη τὴν ἀνάγκην προϊσχε- ται, τὰ δὲ λοιπὰ ἀπὸ δόξης εἴληπται τῶν οὕτως ὑποτιθεμένων. ἀλλ’ ἐπειδὴ συνοπτικῶς εἴρηται τὰ ἐπιχειρήματα, καθ’ ἕκαστον ἀναλαβόντες αὐτῶν τὴν ἔννοιαν κατὰ τὸ δυνατὸν διαρθρώσωμεν. Ἡ μὲν οὖν ἀπὸ τῆς ἀντιμεταστάσεως δεῖξις ὧδέ πὼς γέγονεν· ὁ τόπος δεκτικός ἐστι παρὰ μέρος διαφερόντων τινῶν ὁ αὐτὸς μένων· ὃ δὲ δεκτι- κόν ἐστι τινῶν διαφερόντων παρὰ μέρος τὸ αὐτὸ μένον, τοῦτο ἔστι τι καὶ ἄλλο ἐκείνων ἐστίν, εἴ γε τοῦτο μὲν ἀεὶ ταὐτόν, ἐκεῖνα δὲ διαφέροντα καὶ ἄλλοτε ἄλλα· ὁ τόπος ἄρα ἔστι τι καὶ ἄλλο τῶν ἐν αὐτῷ. ὅτι δὲ δεκτι- κὸς ὁ τόπος ἄλλοτε ἄλλων ὁ αὐτὸς μένων, ἐδήλωσεν ἐκ τῆς ἀντιμεταστά- σεως τῶν σωμάτων εἰπὼν ἐν ᾧ γὰρ ἀήρ ἐστιν νῦν, ὕδωρ ἐν τούτῳ πρότερον ἦν. ἐξ οὗ δῆλον ὅτι καὶ ἕτερον τί ἐστιν ἡ χώρα, εἰς ἣν καὶ ἐξ ἧς μετέβαλε τὰ ἐν αὐτῇ σώματα. εἰ δὲ ἕτερον, δῆλον ὅτι καὶ ἔστι καὶ ἄξιον ζητεῖν αὐτόν. ἐνάργειαν δὲ τῇ ἀποδείξει τοῦ καὶ εἶναι καὶ ἄλλο τι εἶναι τὸ δεκτικὸν τῶν παρὰ μέρος ἐγγινομένων παρέσχετο ἡ τοῦ ἀγγείου παράθεσις· τοῦτο γὰρ καὶ ἔστι τι καὶ ἕτερον τῶν ἐν αὐτῷ ἐστιν, ὅπερ εἰς πίστιν παρείληπται τῆς μείζονος τῶν προτάσεων. Ἔτι αἱ φοραὶ τῶν φυσικῶν σωμάτων ἕως τοῦ οὐκ ἔχοντα φύσει τούτων ἕκαστον. | Ἔτι δεύτερον ἐπιχείρημα τοῦ εἶναι τὸν τόπον ποιεῖται ἀπὸ τῆς τῶν σωμάτων κατὰ φύσιν κινήσεως. συναποδείκνυται δὲ τούτῳ καὶ ὅτι δύναμίν τινα ἔχει κατὰ τὴν αὑτοῦ φύσιν ὁ τόπος, ὥστε καὶ διὰ τοῦτο ἄξιος εἶναι ζητήσεως. δείκνυσι δὲ ὅτι ἔστι τι ὁ τόπος καὶ δύναμιν ἔχει οὕτως· εἰ ἕκαστον τῶν φυσικῶν καὶ ἁπλῶν σωμάτων μὴ κωλυόμενον ἐπὶ τὸν οἰκεῖον φέρεται τόπον τὸ μὲν πῦρ ἐπὶ τὸ ἄνω, ἡ δὲ γῆ ἐπὶ τὸ κάτω, τὰ δὲ μέσα ἐπὶ τὸ μέσον, καὶ τὸ κύκλῳ δὲ κινούμενον περὶ τὸ μέσον κινεῖται), καὶ κατὰ τοῦτο ἕκαστον εἰδοποιεἱται, τὸ δὲ ἄνω καὶ τὸ κάτω καὶ αἱ λοιπαὶ διαστάσεις τόπου μέρη καὶ εἴδη ἐστί, δῆλον ὅτι καὶ ἔστι τι ὁ τόπος καὶ δύναμιν ἔχει. οὐ γὰρ ἄν εἰδοποιοὶ ἦσαν αἱ διαφοραὶ αὐτοῦ τῶν ἁπλῶν σωμάτων. τὸ δὲ δεξιὰ καὶ ἀριστερὰ καὶ ἔμπροσθεν καὶ ὄπισθεν ὑπάρχει μὲν καὶ τῇ οὐρανίᾳ κινήσει, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δείκνυται, ὑπάρχει δὲ καὶ τοῖς ἐν γενέσει ζῴοις κατὰ τὴν σύνθετον αὐτῶν φύσιν. καὶ ὅρα ὅτι θερμότης μὲν καὶ μαλακότης καὶ τὰ τούτοις ὅμοια ἴσως ἄν καὶ ἄνευ τόπου εἴη, κουφότητα δὲ καὶ βαρύτητα οὐ δυνατὸν ἄνευ τόπου εἶναι· ὥρισται γὰρ ταῦτα φορᾷ τῇ τε ἄνω καὶ τῇ κάτω. ἐπειδὴ δὲ τὸ ἄνω καὶ κάτω καὶ αἱ ἄλλαι τοῦ τόπου διαφοραὶ φαίνονται καὶ κατὰ σχέσιν οὖσαι, ἠπόρησεν ἄν τις μήποτε οὐ φύσει ἐστὶν ὁ τόπος, ἀλλὰ κατὰ τὴν σχέσιν τὴν πρὸς ἡμᾶς τὸ· εἶναι ἔχει. ἡ γοῦν ὀροφὴ τοῖς μὲν ἐν τῷ οἴκῳ ἄνω ἐστί, τοῖς δὲ ἐν τῶ κεράμῳ κάτω. καὶ εἰ κατὰ σχέσιν εἴη τὴν πρὸς ἡμᾶς, δῆλον ὅτι οὔτε δύναμιν ἔχει τινὰ κατὰ τὴν ἡμετέραν θέσιν ὑφεστὼς οὔτε ἀναγκαῖος ἄν εἴη τῷ φυσικῷ ὁ περὶ αὐτοῦ λόγος. ταύτην οὖν λύων τὴν ἔνστασιν δεί- κνυσιν, ὅτι οὐ σχέσει μόνον ἀλλὰ καὶ φύσει τὸ ἄνω καὶ κάτω ἐστί. δείκνυσι δὲ οὕτως· τὰ φύσει ἄνω καὶ κάτω ἀεὶ ταὐτά ἐστιν. ἄνω γὰρ ἐφ’ ὃ τὰ κοῦφα φέρεται καὶ κάτω ἐφ’ ὃ τὰ βαρέα. τὰ δὲ πρὸς ἡμάς τὸ εἶναι ἔχοντα οὐκ ἀεὶ τὰ αὐτά, ἀλλ’ ὡς ἄν στραφῶμεν, οὕτω καὶ αὐτὰ μετατί- θεται· ὁ γὰρ νῦν δεξιός μου κίων μεταστραφέντος ἢ κινηθέντος ἀριστερὸς γίνεται καὶ ἡ ὀροφή, ὡς εἴρηται πρότερον. ὥστε τὰ φύσει ἄνω καὶ κάτω οὐ πρὸς ἡμᾶς οὔτε κατὰ σχέσιν ἔχει τὸ εἶναι οὔτε τῇ θέσει τῇ πρὸς ἡμᾶς διαφέρει μόνον, ἀλλὰ καὶ τῇ δυνάμει. οὐ γὰρ ἄν ἦν διαφερόντων δεκτικὰ καὶ εἰδοποιὰ τῶν ἐπ’ αὐτὰ ἰόντων. τοῦτο δὲ τὸ ὅτι οὐ τῇ πρὸς ἡμᾶς σχέσει μόνον, ἀλλὰ καὶ κατὰ φύσιν εἰσὶν αἱ τῶν τόπων διαφοραί, καὶ ἄλλαι μὲν αἱ κατὰ φύσιν ἄλλαι δὲ αἱ κατὰ θέσιν, δείκνυσι καὶ ἐκ τῶν μαθημα- τικῶν. εἰ γὰρ τὰ κατὰ τὴν πρὸς ἡμάς σχέσιν μόνην ἔχοντα τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω ὥσπερ τὰ μαθηματικὰ οὐκ ἔστιν ὅλως ἐν τόπῳ κατὰ τὴν ἑαυτῶν φύσιν, τὰ ἐν τόπῳ ὄντα οὐ κατὰ σχέσιν μόνην τὴν πρὸς ἡμᾶς, ἀλλὰ καὶ κατὰ φύσιν ἔχει τὰς τοῦ τόπου διαφοράς. ἔοικε δὲ ὁ Ἀριστοτέλης τὸ συνημμένον θεῖναι μόνον ἐν τῷ λέγειν οὐκ ὄντα γὰρ ἐν τόπῳ ὅμως κατὰ τὴν θέσιν τὴν πρὸς ἡμάς ἔχει δεξιὰ καὶ ἀριστερά, ὡς εἰ ἔλεγε ‘τὰ μαθηματικὰ κατὰ τὴν πρὸς ἡμάς σχέσιν μόνην ἔχει τὸ δεξιὸν καὶ ἀριστερὸν διὰ τὸ μὴ εἶναι φύσει ἐν τόπῳ’· ὡς εἴ γε ἦν, οὐκ ἄν κατὰ θέσιν μόνον, ἀλλὰ καὶ κατὰ φύσιν εἶχε τὰς τοιαύ- τας διαφοράς. καὶ προελθὼν δὲ αὐτὸ πάλιν ἐξηγεῖται διὰ τοῦ ὡς τὰ μόνον λεγόμενα διὰ θέσιν οὐκ ἔχοντα φύσει τούτων ἕκαστον τῶν τοῦ τόπου διαφορῶν. δῆλον δὲ ἐκ τούτου τοῦ λόγου ὅτι ἕτερος ὁ κατὰ σχέσιν τόπος, καὶ ἕτερος ὁ κατὰ φύσιν, καὶ ὁ μὲν κατὰ σχέσιν καὶ τοῖς μὴ ἐν τόπῳ οὖσι δυνάμενος προσεῖναι διὰ τὴν ἡμετέραν ἐπίνοιαν δεξιὸν γὰρ τοδὶ τὸ θεώρημα καὶ ἀριστερὸν ὡς πρὸς ἐμὲ τόδε γράφω καὶ ἄνω καὶ κάτω καὶ τὰ μέρη ἑκάστου ὁμοίως), ὁ δὲ κατὰ φύσιν τόπος τοῖς ἐν τόπῳ οὖσι μόνοις προσήκει. πάντα δὲ ἐν τόπῳ καὶ τὰ φυσικὰ καὶ τὰ τεχνητά. ἀλλὰ τὰ μὲν τεχνητὰ καθὸ τεχνητὰ κατὰ συμβεβηκὸς ἐν τόπῳ ἐστί, καθὸ ·δὲ φυσικὰ καθ’ αὑτό. ἐν δὲ τοῖς φυσικοῖς τῶν μὲν ἁπλῶν ἕκαστον οἰκεῖον φύσει τόπον ἔχει, τῶν δὲ συνθέτων τόπος ἐστὶν ἑκάστου οἰκεῖος κατὰ τὴν τῶν ἐν αὐτῷ ἁπλῶν ἐπικράτειαν. Ὁ δὲ Ἀλέξανδρος τὴν λέξιν τὴν λέγουσαν ὡς τὰ μόνον λεγόμενα διὰ θέσιν οὐκ ἔχοντα φύσει τούτων ἕκαστον οὕτως μεταγράφει ὥστε μόνον νοεῖσθαι αὐτῶν τὴν θέσιν. ‟εἰπὼν γάρ, φησίν, ὅτι τά μαθηματικὰ κατὰ τὴν πρὸς ἡμᾶς θέσιν ἔχει τὰ δεξιὰ καὶ ἀριστερά, ποίαν θέσιν προσέθηκεν, ὅτι τὴν κατ’ ἐπίνοιαν· εἰ γὰρ τὴν ἀρχὴν μηδὲ ἔστι καθ’ αὑτά, οὐδ’ ἂν θέσιν ἔχοι καθ’ αὑτά.” ἐνταῦθα δὲ σαφῶς ὁ Ἀλέξανδρος ὁμολογεῖ τὸ ἀπὸ τῶν μαθημάτων παράδειγμα μὴ εἶναι ἴδιον ἐπιχείρημα, ἀλλ’ εἰς πίστιν εἰλῆφθαι τοῦ κατὰ φύσιν διωρίσθαι τὰς τῶν τόπων δια- φοράς, εἴπερ τὰ μὴ κατὰ φύσιν διωρισμένους ἔχοντα τοὺς τόπους, ὥσπερ τὰ μαθηματικὰ οὐδὲ ἔστιν ὅλως ἐν τόπῳ. μήποτε δὲ δύναται καὶ ἴδιον ἐπιχείρημα εἶναι τοῦτο, ὥσπερ ᾠήθη πρότερον ὁ Ἀλέξανδρος, τὸ τρίτον ἐπιχείρημα τῶν εἶναι τὸν τόπον δεικνύντων τὸ ἀπὸ τῶν μαθημάτων εἶναι λέγων. ἔχοι δὲ ἄν οὕτως· εἰ τὰ μαθηματικὰ καίτοι μὴ ὄντα φύσει ἐν τόπῳ ὅμως κατὰ τὴν πρὸς ἡμάς θέσιν ἔχει τὰς τοῦ τόπου διαφοράς, δῆλον ὅτι ἔστι τι ὁ τόπος· τὰ γὰρ θέσει ἀπὸ τῶν φύσει μετάγεται, ὡς τὰ φανταστὰ ἀπὸ τῶν αἰσθητῶν. Ἔτι οἱ τὸ κενὸν φάσκοντες εἶναι ἕως τοῦ διὰ τούτων ἄν τις ὑπολάβοι. Τρίτον τοῦτο ὑποτίθησιν ἐπιχείρημα δεικνύων εἶναι τὸν τόπον κατ’ οἰκείαν φύσιν. οἱ γὰρ τὸ κενὸν λέγοντες οὐδὲν ἄλλο λέγουσιν αὐτὸ ἢ τόπον ἐστερημένον σώματος. εἰ οὖν ἄλλο τι παρὰ τὸ σῶμα ἔστιν, ὡς καὶ ἄνευ σώματος ὑφεστάναι, δῆλον ὅτι ἔχει τινὰ φύσιν οἰκείαν. οὐχ ὡς ἀρέ- σκον δὲ αὐτῷ τίθησι τὸ ἐπιχείρημα, ἀλλ’ ὡς δεικτικὸν τοὐ καὶ παρὰ τοῖς προτέροις ἔννοιαν εἶναι τοῦ τόπου, διότι, φησίν, οἱ τὸ κενὸν φάσκοντες | εἶναι τόπον λέγουσι. διάκεινται οὖν καὶ ὡς ὄντος καὶ ὡς ἔχοντός τινα φύσιν ἀφωρισμένην καὶ τάχα καὶ κυριωτέραν τοῦ σώματος, εἴπερ σῶμα μὲν ἄνευ τόπου ἀδύνατον εἶναι, ὁ δὲ τόπος ὑφέστηκε καὶ σώματος χωρίς. δείξας δὲ ἀποδεικτικῶς μὲν διὰ τῶν δύο τῶν προτέρων ἐπιχειρημάτων, δοξαστικῶς δὲ διὰ τοῦ νῦν εἰρημένου συμπεραίνεται τὸν λόγον, ὡς δεδειγ- μένου καὶ ὅτι ἔστιν ὁ τόπος καὶ ὅτι ἄλλος παρὰ τὰ σώματα, ὡς ἔχων τινὰ φύσιν καὶ δύναμιν οἰκείαν, καὶ μὴ κατὰ τὴν ἡμετέραν θέσιν θεωρού- μενος. πᾶν δὲ σῶμα αἰσθητὸν ἐν τόπῳ εἶπε διὰ τὰ μαθηματικά, ἅτινα οὐ καθ’ αὑτὰ ἔχει τὸ εἶναι ἐν τόπῳ. Δόξειε δ’ ἄν καὶ Ἡσίοδος ὀρθῶς λέγειν ἕως τοῦ οὐ γὰρ ἀπόλλυται ὁ τόπος τῶν ἐν αὐτῷ φθειρομένων. Τοῦ Ἡσιόδου ἐν τῇ Θεογονίᾳ λέγοντος ἤτοι μὲν πρώτιστα χάος γένετο, καὶ τοῦ χάος ἀπὸ τοῦ χῶ ῥήματος δοκοῦντος γεγονέναι καὶ διὰ τοῦτο τὸ χωρητικὸν δηλοῦν, ὅπερ ταὐτόν ἐστι τῷ τοπικῷ, ἐκ τούτου δύο συλλογί- ζεται ὁ Ἀριστοτέλης· καὶ ὅτι ἔστι τι ὁ τόπος κατὰ τὸν Ἡσίοδον, καὶ ὅτι προτέρα πάντων ἡ τούτου δύναμις κατ’ αὐτὸν καὶ ἀρχηγική, ὥστε καὶ οἰκεία τῷ περὶ τῶν ἀρχῶν λόγῳ. διὰ τοῦτο δέ φησιν αὐτὸν εἰρηκέναι πρῶτον γενέσθαι τὸ χάος διὰ τὸ νομίζειν μέν, ὥσπερ οἱ πολλοὶ τὴν ἀσώματον φύσιν ἀγνοοῦντες, μόνα δὲ εἶναι τὰ σώματα λέγοντες, πάντα εἶναί που καὶ ἐν τόπῳ. εἰ δὲ τοῦτο, δεῖν προυπάρξαι χώραν ἐν ᾖ ἔσται τὰ ὄντα. καὶ διὰ τοῦ εἰπεῖν ὥσπερ οἱ πολλοὶ ἐνεδείξατο ὅτι οὐκ ἀρέσκεται τῇ δόξῃ. τοὐ δὲ δοκεῖν ὀρθῶς λέγειν τὸν Ἡσίοδον αἰτίαν ἐπή- γαγε τὸ ὡς δέον πρῶτον ὑπάρξαι χώραν τοῖς οὖσιν. εἰ δέ ἐστιν ἀληθὲς τὸ δοξαζόμενον ὑπὸ Ἡσιόδου τὸ πρώιην χώραν γενέσθαι ἤτοι τόπον, θαυμαστή τις ἄν εἴη ἡ τοῦ τόπου φύσις πρωτουργός τις οὖσα καὶ ἀρχηγική. εἰ γὰρ τόπου μὲν ὄντος οὐκ ἀνάγκη εἶναι σῶμα, σώματος δὲ ὄντος ἀνάγκη εἶναι τόπον, εἰ πάντα ἀνάγκη εἶναί που καὶ ἐν τόπῳ, τὸ δὲ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ πρῶτόν ἐστι τῇ φύσει, δῆλον ὅτι πρωτουργὸς καὶ ἀρχηγικὸς ἄν εἴη ὁ τόπος. οὐ γὰρ εἰ τόδε τὸ σῶμα οἷον τὸ πῦρ ἢ ὁ ἀὴρ φθαρείη, ἀνάγκη καὶ τὸν τόπον ἐφθάρθαι τὸν αὐτοῦ. εἰ δὲ καὶ κενὸν εἴη, καθάπερ τινὲς ἔλεγον, ὁ τό·πος, ἔτι μᾶλλόν ἀναγκαῖον τὸ μὴ συναναιρεῖσθαι τοῖς σώμασιν, εἴπερ τὸ κενὸν τόπος ἐστὶν ἐστερημένος σώματος. κατὰ μὲν γὰρ τὴν Ἀριστοτέλους περὶ τόπου δόξαν τὴν λέγουσαν τόπον εἶναι τὸ πέρας τοῦ περιέχοντος, ὡς μαθησόμηθα, κἂν μὴ συμφθεί- ρηται ὁ τόπος τῷ ἐν τόπῳ, ἀλλ’ οὖν ἀνάγκη, εἰ τόπος ἐστί, καὶ σῶμα εἶναι, καὶ εἰ μὴ τὸ αὐ·τὸ ἀεί, ἀλλὰ σῶμά γε πάντως. εἰ δὲ πρῶτος γέ- γονεν ὁ τόπος καὶ εἰ κενὸν εἴη, δῆλον ὅτι καὶ σώματος μὴ ὄντος ἔσται τόπος. ταῦτα δὲ ἐνδόξως λέγεται λυσιτελοῦντα πρὸς τὸ δεῖξαι, ὅτι ἀρχῆς λόγον ἔχειν τισὶν ὁ τόπος δοκεῖ ὥσπερ καὶ τὸ ἄπειρον. καὶ διὰ τοῦτο καὶ ὁ περὶ τόπου λόγος ἀναγκαῖος τῷ περὶ ἀρχῶν προθεμένῳ διασκοπῆσαι· Ἔοικε δὲ τοιαύτη τις τότε τῶν Ἡσιόδου ἐπῶν ἐπιπολάζειν ἐξήγησις τὸ χάος εἰς χώραν μεταλαμβάνουσα. δηλοῖ δὲ οὐ χώραν ἀλλὰ τὴν ἀπει- ροειδῆ καὶ πεπληθυσμένην τῶν θεῶν αἰτίαν, ἣν ’Oρφεὺς ‟χάσμα πελώριον’’ ἐκάλεσε. μετὰ γὰρ τὴν μίαν τῶν πάντων ἀρχήν, ἣν ’Oρφεὺς χρόνον ἀνυμνεῖ ὡς μέτρον οὖσαν τῆς μυθικῆς τῶν θεῶν γενέσεως, αἰθέρα καὶ τὸ κελώριον χάσμα’’ προελθεῖν φησι, τὸν μὲν τῆς περατοειδοῦς προόδου τῶν θεῶν αἴτιον, τὸ δὲ τῆς ἀπειροειδοῦς. καὶ λέγει περὶ αὐτοῦ οὐδέ τι πεῖραρ ὑπῆν, οὐ πυθμήν, οὐδέ τις ἔδρα· καίτοι πῶς ὄν τις περὶ τόπου ταῦτα λέγοι τοῦ καὶ τἄλλα περαίνοντος καὶ ἑδράζοντος; ὁ μέντοι Ἡσίοδος τὴν πρώτην τῶν πάντων αἰτίαν σιγῇ τιμῶν ᾐνίξατο μόνον αὐτὴν διὰ τοῦ εἰπεῖν γενέσθαι τὸ χάος παντὶ γὰρ γενομένῳ ὑπ’ αἰτίου τινὸς ἀνάγκη τὴν γένεσιν σχεῖν, ὡς ὁ Πλάτων’ φησί), τὴν δὲ πληθοειδῆ πρόοδον τῶν θεῶν ἐκφῆναι βουλόμενος διὰ τῆς ἀπειροειδοῦς συστοιχίας προήγαγε τὴν θεογονίαν τὸ χάος πρῶτον εἰπὼν καὶ μετ’ αὐτὸ γῆν. Οὐ μὴν ἀλλ’ ἔχει γε ἀπορίαν εἰ ἔστι ἕως τοῦ ζητητέον γὰρ τὸ γένος αὐτοῦ πρῶτον. Ἐv μὲν τοῖς περὶ τοῦ ἀπείρου λόγοις ἐκθέμενος πέντε ἐπιχειρήματα, δι’ ὧν εἶναι δοκεῖ τὸ ἄπειρον, ἐπήγαγε τούτοις ἐκεῖνα, δι’ ὧν μὴ εἶναι φανήσεται, ἵν’ οὕτως ὁ διαιτητὴς τῶν λόγων καὶ ἀληθεῖς ἀμφοτέρους εὑρί- σκων καὶ τὰ ἐναντία λέγειν δοκοῦντας, πῇ μὲν εἶναι πῇ δὲ μὴ εἶναι τὸ ἄπειρον ἐπιψηφίζηται, ὅπερ καὶ τὸ ἀληθὲς ἔχει. ἐνταῦθα δὲ οὐ πῇ μὲν εἶναι τῆ δὲ μὴ εἶναι τὸν τόπον βουλόμενος, ἀλλ’ εἶναι μόνως διὰ τὴν κοι- νῆν περὶ αὐτοῦ ἔννοιαν τίς γὰρ οὐ λέγει τόπον εἶναι;), οὐκ ἀντέθηκεν εὐθὺς ἐπιχειρήματα δεικνύντα μὴ εἶναι, ἀλλ’ εἰπὼν τὰ ἐπιχειρήματα δι’ ὧν ὁ τόπος εἶναι πιστεύεται μεταβαίνειν μὲν δοκεῖ ἐπὶ τὸ ἑξῆς πρόβλημα τὸ τί ἐστιν ὁ τόπος, δείκνυσι δὲ ὅτι οὔτε σῶμα οὔτε ἀσώματον εἶναι δύναται οὗτε στοιχεῖον οὔτε ἐκ στοιχείων. καὶ ἄλλα ἐπιχειρήματα ἐπάγει, δι’ ὧν συνήγαγεν ὅτι οὐ μόνον τί ἐστιν ὁ τόπος, ἀλλὰ καὶ εἰ ἔστιν ὅλως ἀπορεῖν ἀνάγκη, οὐ τὸ πῇ μὲν εἶναι πῇ δὲ μὴ εἶναι διὰ τούτου εἰσάγων, ἀλλὰ τὴν χαλεπότητα τοῦ λόγου διὰ τὴν ἐφ’ ἑκάτερα ἀπορίαν κοινὴν ἐπὶ τοῦ τί ἐστι καὶ τοῦ εἰ ἔστιν ὑποδεικνύς. εἰ γὰρ | ἀνάγκη μὲν εἰ ἔστιν ὅλως ἢ σῶμα εἶναι ἢ ἀσώματον ἢ στοιχεῖον ἢ ἐκ στοιχείων, μηδέτερον δὲ εἶναι δύναται, καὶ τὸ τί ἐστι καὶ τὸ εἰ ἔστιν ἄπορον φανήσεται. καὶ τὸ χαλεπὸν τῆς εὑρέσεως αὐτοῦ πιθανωτέρας ποιεῖ τὰς πρὸς τὸ μὴ εἶναι ἐπιχειρήσεις, κἄν δοκῶμεν πάντες ἐννοεῖν ὅτι ἔστιν ὁ τόπος. καὶ ὅρα ὅπως ἐμμεθόδως ἐχρήσατο τῷ λόγῳ. βουλόμενος γὰρ ἐκ πάντων τῶν προβλημάτων δεῖξαι τὴν χαλεπότητα τοῦ ζητήματος, ἐν μὲν τῷ εἰ ἔστιν οὐκ ἀνεσκεύασε τοῦτο διὰ τὴν κοινὴν περὶ αὐτοῦ πρόληψιν, ἀλλὰ διέβαλεν εὐφυῶς διὰ τῆς τοῦ κενοῦ θέσεως καὶ τοῦ μυθικοῦ χάους εἰσαγόμενον τὸν τόπον· ἐν δὲ τῷ τί ἐστι καὶ τῶ ὁποῖόν τί ἐστι καὶ τὸ εἶναι τὸν τόπον συναναιρεῖ. ὅτι γὰρ καὶ πρὸς τοῦτο αὐτῷ τείνει τὰ ἐπιχειρήματα, δηλοῖ νῦν μὲν τῷ ὑποθετι- κῶς εἰπεῖν εἰ ἔστιν. ἐπειδὴ κἄν ἐρρέθησάν τινες λόγοι πιστούμενοι τὸ εἶναι, οὔπω τελέως ἐδείχθη ὅτι ἔστι, δειχθήσεται δὲ προἰόντος τοῦ λόγου. ἐν δὲ τῷ συμπεράσματι τοῦ ὁποῖόν τί ἐστι σαφῶς καὶ τὸ εἶναι ἄπορον εἶπε· ζητεῖ δὲ πρῶτον ἐν τίνι γένει χρὴ τιθέναι τὸν τόπον· ἀρχὴ γὰρ τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ τὸ γένος ἐστί. πότερον οὖν σῶμα ἢ ἀσώμα- τον ὁ τόπος; εἰκότως δὲ οὐκ εἶπεν ἢ ἀσώματον, ἀλλ’ ἤ τις ἑτέρα φύσις, ἐπειδὴ οὐ πάντῃ σώματος αὐτὸν ἐκτὸς εἶναι τίθησι πέρας λέγων αὐτὸν σώματος, ὡς μαθησόμεθα. Διαστήματα μὲν οὖν ἔχει τρία ἕως τοῦ ἐν τῷ αὐτῷ γὰρ ἄν εἴη δύο σώματα. Ὁ μὲν Ἀλέξανδρος δύο συλλογισμοὺς ἀναλύει ἐν τούτῳ τῷ ῥητῷ ἀντι- κειμένους ἀλλήλοις· ‟καὶ ἔστιν ὁ μὲν πρῶτος τοιοῦτος· ὁ τόπος διαστή- ματα ἔχει τρία· τὸ δὲ τρία διαστήματα ἔχον σῶμα· ὁ τόπος ἄρα σῶμα.” καίτοι κἄν τὸ σῶμα τρία ἔχει διαστήματα, οὐ πᾶν τὸ τρία ἔχον διαστή- ματα ἤδη σῶμά ἐστι. καὶ γὰρ καὶ τὸ κενὸν οἱ λέγοντες εἶναι τριχῇ διε- στάναι φασὶν αὐτό. ‟ὁ δὲ δεύτερος συλλογισμὸς ἀντικείμενος τῷ προτέρῳ ὑποθετικὸς ἐξ ἀκολουθίας ἀνασκευαστικός, ὃν καὶ δεύτερον ἀναπόδεικτον καλοῦσιν· εἰ σῶμα ὁ τόπος, ἐν ταὐτῷ δύο σώματα ἔσται ὅ τε τοπος καὶ τὸ ἐν αὐτῷ· ἀλλὰ μὴν ἀδύνατον ἐν ταὐτῷ δύο σώματα εἶναι· οὐκ ἄρα σῶμα ὁ τόπος. εἰ δὲ δοκεῖ μὲν σῶμα εἶναι, ἀδύνατον δὲ αὐτὸν σῶμα εἶναι, οὐδ’ ἄν εἴη τι οὕτως οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος. μήποτε δὲ ἐκ διαιρέσεως ποιεῖται τὴν ἀνασκευὴν τοῦ εἶναι τὸν τόπον. εἰ γὰρ ἔστιν ὅλως, ἢ ἐν τῷ τοῦ ἀσωμάτου γένει ἐστὶν ἢ ἐν τῷ τοῦ σώματος· ἀλλὰ μὴν οὔτε ἀσώματός ἐστι μῆκος ἔχων καὶ πλάτος καὶ βάθος, οἷς ὁρίζεται πᾶν σῶμα, οὔτε σῶμα, ἵνα μὴ δύο σώματα ἐν ταὐτῷ εἴη. τὰ οὖν τμήματα τῆς διαιρέσεως καλῶς ἀπέδειξεν ὁ Ἀλέξανδρος. Τὸ δὲ σῶμα διὰ σώματος χωρεῖν οἱ μὲν ἀρχαῖοι ὡς ἐναργὲς ἄτοπον ἐλάμβανον, οἱ δὲ ἀπὸ τῆς Στοᾶς ὕστερον προσήκαντο ὡς ἀκολουθοῦν ταῖς σφῶν αὐτῶν ὑποθέσεσιν, ἃς ἐνόμιζον παντὶ τρόπῳ δεῖν κυροῦν· σώματα γὰρ πάντα λέγειν δοκοῦντες καὶ τὰς ποιότητας καὶ τὴν ψυχὴν καὶ διὰ παν- τὸς ὁρῶντες τοῦ σώματος καὶ τὴν ψυχὴν χωροῦσαν καὶ τὰς ποιότητας ἐν ταῖς κράσεσι συνεχώρουν σῶμα διὰ σώματος χωρεῖν. ὅτι δὲ ἀδύνατον τοῦτο, δείκνυσι μὲν καὶ δι’ ἀφωρισμένου συγγράμματος, δείκνυσι δὲ καὶ ἐν τοῖς ὑπομνήμασι διὰ πλειόνων ἐπιχειρημάτων ὁ Ἀλέξανδρος. πρῶτον μὲν γὰρ εἰ σῶμα διὰ σώματος χωρεῖ, καὶ πᾶν διὰ παντὸς χωρήσει, εἴπερ καθὸ σώματα, ἀλλὰ μὴ καθὸ θερμὰ ἡ ψυχρὰ ἤ τινα ἄλλην ἔχοντα διαφορὰν χωρεῖ δι’ ἀλλήλων. εἰ οὖν σῶμα διὰ σώματος χωρεῖ, καὶ ἐν τῷ μικρο- τάτῳ χωρηθήσεται τὸ μέγιστον· ὁμοίως γὰρ ἕξει δεξάμενόν τε καὶ πρὸ τοῦ δέξασθαι. οὐ γὰρ δὴ τότε μὲν κενά τινα καὶ πόρους εἶχε, νῦν δὲ οὐκέτι. οὐδὲ γὰρ αἰτιῶνται κενὰ οἱ δι’ ἀλλήλων λέγοντες χωρεῖν. δύναται οὖν καὶ δεύτερον καὶ τρίτον ὁμοίως δέξασθαι. οὕτως δὲ ἐν τῇ κέγχρῳ, φησὶν Ἀριστοτέλης, ὁ οὐρανὸς χωρηθήσεται καὶ ἡ θάλασσα ἐν κυάθῳ. ἔτι δὲ εἰ σῶμα διὰ σώματος χωρεῖ καὶ διὰ τοῦ παχυτέρου τὸ λεπτότερον, τί δήποτε ὁ χρυσὸς χαλκὸν μὲν δέχεται, ὕδωρ δὲ οὔ. ἄπορον δὲ καὶ διὰ τί δεξάμενος τὸν χαλκὸν ὁ χρυσὸς μείζονα τὸν ὄγκον ἔσχε, καὶ ὅλως διὰ τί αὔξεταί τινα τῶν μιγνυμένων, εἰ τὰ ἴσα ἀλλήλοις δι’ ὅλων ἀλλήλοις συμ- παρεκτείνεται ὡς τὴν αὐτὴν ἔχειν ἐπιφάνειαν; κυάθου γὰρ κυάθῳ μιχθέν· τος εἰ δι’ ἀλλήλων χωρεῖ τὸ ὅλον ἔδει κυαθιαῖον γίνεσθαι. Καὶ ὁ Εὔδημος καὶ τοῦτο προστίθησιν ὅτι οὐκ ἐνδέχεται δύο σώματα ἅμα εἶναι οὔτε αἰσθητὰ ὄντα οὔτε θάτερον μαθηματικόν. πρὸς γὰρ τῷ ἅμα δύο εἶναι σώματα καὶ ποῦ ἔσται τὸ μαθηματικόν· ὅπερ οὐ δοκεῖ. ἀλλ’ εἰ τῶν οὐρανῶν ἕκαστος σφαῖρα τελεία ἐστὶ μέχρι τοῦ κέντρου χω- ροῦσα, δῆλον ὅτι καὶ δι’ ἀλλήλων χωροῦσιν οἱ οὐρανοὶ καὶ διὰ τῶν ἀστέ- ρων καὶ διὰ τοῦ ὑπὸ σελήνην παντός. μήποτε οὖν τὰ μὲν ὑπὸ σελήνην ἅτε ὑλικώτατα καὶ ἀντίτυπα καὶ φύσει ἀλλήλων διεσπασμένα οὐ χωρεῖ δι’ ἀλλήλων διὸ καὶ μιγνύμενα μεῖζόν τι ποιεῖ), τὰ δὲ οὐράνια οὐχ οὕτως. ὥστε καὶ ἄτοπος ἡ τοῦ οὐρανοῦ καὶ τῆς κέγχρου ὑπόθεσις, εἴπερ ἀδιαίρε- τος ὁ οὐρανός. εἰ δὲ μὴ σῶμά ἐστι τὸ τὰς τρεῖς ἔχον διαστάσεις, λόγου δεήσει· πεισθῆναι γὰρ οὐ ῥᾴδιον εἶναί τι ἀσώματον τρεῖς ἔχον διαστάσεις. Ἔτι δὲ εἴπερ ἐστὶ σώματος τόπος ἕως τοῦ οὐδ’ ἔστι τι παρ’ ἕτερον τούτων ὁ τόπος. Καὶ οὗτος ὁ λόγος δοκεῖ μὲν πρὸς τὸ τί ἐστιν ἐνίστασθαι, ὅτι οὐκ ἔστι σώματος χώρα ὁ τόπος. ἀναιρεῖ δὲ καὶ τὸ εἶναι ὅλως τὸν τόπον δεικνύς, ὅτι οὐδὲ ἔστιν ὅλως τόπος ἢ χώρα σώματος. καὶ ἡ μὲν ὅλη τοὐ λόγου | ἀγωγὴ τοιαύτη· εἰ ἔστι σώματος τόπος καὶ χώρα, ἔσται καὶ τῶν περάτων, ὥστε καὶ ἐπιφανείας καὶ γραμμῆς καὶ στιγμῆς· ἀλλὰ μὴν στιγμῆς οὐκ ἔστι τόπος, ὡς δείξει· οὐδὲ ἄρα σώματος. καὶ τὸ μὲν συνημμένον ὅτι ἀληθές, δείκνυσιν ἐκ τοῦ λόγου τοῦ εἰσαγαγόντος ὅλως τὴν τοῦ τόπου ἔννοιαν. εἰ γὰρ ἐκ τοῦ ἔνθα πρότερον ἦν ὕδωρ ἐνταῦθα γίνεσθαι ἀέρα καὶ εἶναί τι τὸν τόπον καὶ ἕτερον τοῦ ἐν αὐτῷ λέγομεν, δῆλον ὅτι καὶ ὅπου πρότερον ἦν ἡ τοῦ ὕδατος ἐπιφάνεια, νῦν ἐστιν ἡ τοῦ ἀέρος. τὰ γὰρ ἑκάστου πέρατα τῷ περατουμένῳ συμμεθίσταται. ὁμοίως οὖν καὶ γραμμὴ καὶ σημεῖον, ὥστε καὶ σημείου ἄν εἴη τόπος τῷ αὐτῷ λόγῳ ᾧπερ καὶ σώματος. ὅτι δὲ οὐκ ἔστι τόπος σημείου οὐδὲ ἔχομεν διαφορὰν στιγμῆς καὶ τόπου στιγμῆς, δείξαις ἄν οὕτως· εἰ ἴσος ὁ τόπος τῷ ἐν τόπῳ, καὶ τοῦ σημείου τόπος ἔστιν, οὗ μέρος οὐδέν· τὸ δὲ οὗ μέρος οὐδὲν σημεῖον· καὶ ὁ τόπος ἄρα τοῦ σημείου σημεῖον. δύο δὲ σημεῖα ἐὰν ἐφαρμόττῃ ἀλλήλοις ἓν γίνεται σημεῖον ἐνεργείᾳ καὶ οὐκέτι δύο, ὥστε οὐκ ἄλλο τὸ σημεῖον καὶ ἄλλος ὁ τοῦ σημείου τόπος. ἔδει δὲ διαφορὰν εἶναι τοὐ τόπου καὶ τοῦ ἐν τόπῳ, εἴπερ ἔστι τι ὁ τόπος. ὁμοίως δὲ οὐδὲ γραμμῆς οὐδὲ ἐπιφανείας ἔστι τόπος, ὥστε τῷ τῆς ἀντιμεταστάσεως λόγῳ πρότερον μὲν χρώμενοι εἶναι τὸν τό- πον ἐδείκνυμεν, νῦν δὲ μὴ εἶναι. Τί γὰρ ἄν καὶ θείημεν εἶναι τὸν τόπον; ἕως τοῦ ἐκ δὲ τῶν νοητῶν στοιχείων οὐδὲν γίνεται μέγεθος. Ἐπειδὴ τὰ ὄντα πάντα ἢ σώματά ἐστιν ἢ ἀσώματα καὶ ἢ στοιχεῖα ἢ ἐκ στοιχείων, ταὐτὸν δὲ εἰπεῖν ἡ ἀπλᾶ ἢ σύνθετα, δείξας ὅτι οὔτε σῶμα οὔτε ἀσώματός ἐστιν ὁ τόπος, νῦν δείκνυσι καὶ τὸ ἕτερον διαιρετικόν, ὅτι οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων ἐστὶν ὁ τόπος τοιαύτην ἔχων φύσιν, ὥστε μέγεθος μὲν ἔχειν, εἴπερ ἴσος τῷ ἐν τόπῳ, σῶμα δὲ μὴ εἶναι, εἰ μὴ δυνατὸν δύο σώματα ἐν ταὐτῷ εἶναι. τῷ μὲν γὰρ μὴ εἶναι σῶμα οὐκ ἂν εἴη τῶν αἰσθητῶν τι καὶ σωματικῶν οὔτε ὡς ἐκ στοιχείων οὔτε ὡς στοιχεῖον. τῶν γὰρ συνθέτων σωμάτων καὶ τὰ στοιχεῖα σώματα. πῦρ γὰρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ τὰ προσεχῆ τῶν συνθέτων σωμάτων στοι- χεῖα ἢ ἄτομοι, ὡς Δημόκριτος, ἢ ὁμοιομέρειαι, ὡς Ἀναξαγόρας. ἀλλ’ οὔτε τῶν νοητῶν τι ἄν εἴη οὔτε ὡς ἐκ στοιχείων οὔτε ὡς στοιχεῖον. οὔτε γὰρ τὰ νοητὰ στοιχεῖα μέγεθός τι ἔχει, οὔτε ἐκ νοητῶν στοιχείων ἀμεγεθῶν ὄντων γένοιτ’ ἄν τι μέγεθος. εἰ οὖν μέγεθος ὁ τόπος ἔχει, οὐκ ἄν οὔτε ἐκ νοητῶν εἴη στοιχείων οὔτε νοητὸν στοιχεῖον, ὥστε οὐδ’ ἄν εἴη ὅλως, εἴπερ πᾶν τὸ ὂν ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων. Ἐπιστήσαι δὲ ἄξιον, πῶς εἶπε τὰ τῶν αἰσθητῶν στοιχεῖα σώ- ματα εἶναι· ἡ γὰρ ὕλη καὶ τὸ εἶδός ἐστι τὰ πρῶτα στοιχεῖα τῶν αἰσθη- τῶν ἀσώματα ὄνια ἄμφω. μήποτε οὖν οὐ μάτην εἶπε τὰ μὲν τῶν αἰσθητῶν στοιχεῖα σώματα, ἵνα δείξῃ ποῖα λαμβάνει σύνθετα, ὅτι οὐ τὰ ἐξ ὕλης καὶ εἴδους προσεχῶς, ἀλλὰ τὰ ἐκ τῶν ἁπλῶν σωματικῶν στοι- χείων τῶν τεττάρων, ἅτινα οὐκ ἔστιν αἰσθητὰ καθ’ ἑαυτά· οὐδὲ ἔστιν ὅλως καθ’ ἑαυτά· οὐδὲ γὰρ τὰ αἰσθητήρια ἁπλᾶ ἐστιν, ἀλλὰ σύνθετα. καὶ ἡ γῆ αὐτὴ καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ καὶ τὸ πῦρ αἰσθητά ἐστι, διότι οὐκ ἔστιν ἀπλᾶ, ἀλλὰ κατ’ ἐπικράτειαν λέγεταί τε καὶ ἔστι· καί μοι δοκεῖ συναισθόμενος ὁ Ἀριστοτέλης, ὅτι οὐ πάντων τῶν στοιχείων ἐποιήσατο τὴν ἀναίρεσιν οὐ γὰρ δὴ τῆς ὕλης καὶ τοῦ εἴδους), ἀλλὰ μόνων τῶν σωματι- κῶν, καὶ διὰ τοῦτο ἐπάγειν τὸ ἑξῆς ἐπιχείρημα, ἐν ᾧ δείξει ὅτι οὔτε ὡς ὕλη οὔτε ὡς εἶδός ἐστιν ἀρχὴ ἢ στοιχεῖον ὁ τόπος. Ἔτι δὲ καὶ τίνος ἄν τις θείη τοῖς οὖσιν αἴτιον ἕως τοῦ οὔτε κινεῖ τὰ ὄντα. Τὸ μὲν δεῖξαι ὅτι οὔτε ὡς ὕλη οὔτε ὡς εἶδός ἐστιν ὁ τόπος τὸ ἐλλεῖ- πόν ἐστιν ἀναπληρῶσαι τοῦ προτέρου θεωρήματος, ἐν ᾧ ἐδείκνυ ὅτι οὔτε στοιχεῖόν ἐστιν ὁ τόπος οὔτε τῶν αἰσθητῶν οὔτε τῶν νοητῶν. πρότερον μὲν γὰρ ἔδειξεν, ὅτι οὐκ ἔστιν αἰσθητὸν στοιχεῖον τῶν αἰσθητῶν· νῦν δὲ ὅτι οὕτε ὡς ὕλη ἢ εἶδος. ἐπειδὴ δὲ ἡ ὕλη καὶ τὸ εἶδος καὶ αἴτιά ἐστι, κοινὴν λοιπὸν ποιεῖται τὴν ἀπόδειξιν, ὅτι οὐδὲν τῶν αἰτίων ἐστὶν ὁ τόπος, οὔτε ὡς ὕλη ἢ εἶδος οὔτε ὡς τὸ ποιοῦν οὔτε ὡς τέλος. καὶ ὅτι μὲν ὡς ὕλη οὐκ ἔστι στοιχεῖον οὐδὲ ἀρχὴ ὅλως οὐδὲ αἴτιον τῶν ὄντων, ἔδειξεν οὅτως· ὕλη ἐστὶν ἐξ ἧς συνίσταταί τι· τὰ γὰρ ἔνυλα ἐκ ταύτης· τόπος ἐστὶν ἐξ οὗ οὐδὲν συνίσταται· ἡ ἄρα ὕλη τόπος οὐκ ἔστιν· ὅτι δὲ οὔτε εἶδος οὔτε ποιητικὸν οὔτε τελικὸν αἴτιον ὁ τόπος, αὐτὸς μὲν παρῆκε δει- κνύναι. δείξαις δὲ ἄν ὅτι μὲν εἶδος οὐκ ἔστιν ἐκ τοῦ ἄλλων λέγεσθαι τὸν τόπον παρὰ τὸ ἐν τόπῳ. καὶ ἐν ταῖς ἀντιμεταστάσεσι τὰ μὲν εἴδη μεθίστασθαι, τὸν δὲ τόπον μένειν. ἀλλ’ οὐδὲ ποιητικὸν αἴτιόν ἐστιν ὁ τόπος. δεκτικὸς γὰρ τοῦ ἤδη γεγονότος ἐστίν, ἀλλ’ οὐχὶ ποιητικὸς τοῦ μὴ ὄντος. οὐ μέντοι οὔτε κινεῖ οὔτε μεταβάλλει τὸ ἐν αὑτῷ ὁ τόπος, ἀλλὰ τὸ ἔναν· τίον, εἴπερ ἄρα ἠρεμεῖν ποιεῖ. τὸ γὰρ ἐν τῷ οἰκείῳ τόπῳ γενόμενον ἠρε- μεῖ. διὸ καὶ ὁ Εὔδημος ἐν τρίτῳ τῶν Φυσικῶν παρακολουθῶν τοῖς ἐν- ταῦθα λεγομένοις καὶ ὡς ὁμολογούμενον ἕκαστον τῶν αἰτίων ἀφαιρῶν τοῦ τόπου “ἀλλ᾿ ἆρά γε, φησίν, ὡς τὸ κινῆσαν; ἢ οὐδὲ οὕτως ἐνδέχεται, ὧ Δημόκριτε· δεῖ γὰρ κινητικὸν εἶναι καὶ ἔχειν τινὰ δύναμιν”. τὸ γὰρ κενὸν τόπον εἶπεν ὁ Δημόκριτος, ὅπερ τῇ ἑαυτοῦ φύσει κενὸν ὄντως καὶ ἀδύνατον καὶ ἀδρανὲς ἄν ἦν. μήποτε οὖν ὡς τέλος. τοῦτο γὰρ δοκεῖ διὰ τὴν ἐπ’ αὐτὸν τῶν σωμάτων φορὰν καὶ τὴν ἔφεσιν τῆς τοῦ οἰκείου τόπου κατα- λήψεως, εἰς ὃν καὶ ἐλθόντα ἠρεμεῖ τὰ σώματα. τέλους δὲ τοῦτο ἴδιον τὸ ἐν αὐτῷ γενόμενον ἠρεμεῖν καὶ ἀναπεπαῦσθαι. ἀλλ’ εἰ ἄλλο ὁ τόπος καὶ ἄλλο τὸ ἐν τόπῳ εἶναι, ὡς δηλοῖ καὶ ἡ ποῦ κατηγορία ἄλλη οὖσα παρὰ τὸν τόπον αὐτὸν ἐν τῷ ποσῷ τεταγμένον, τὸ δὲ τέλος τοῖς σώμασίν ἐστιν, εἴπερ ἄρα, τὸ ἐν τῷδε τῷ τόπῳ εἶναι, οὐκ ἄν εἴη ὁ τόπος τὸ τέλος. ὅλως δὲ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα οὐκ ἔστι τι καθ’ ἑαυτό, ἀλλ’ ἐκείνου τελειό- της ἐστίν, οὗ λέγεται τέλος. οὕτως γὰρ καὶ ἡ εὐδαιμονία καὶ ἡ πρὸς θεὸν | ὁμοίωσις τέλος ὡς ἐνυπάρχουσα τῷ εὐδαίμονι καὶ τῷ ὁμοιουμένῳ, ἀλλ’ οὐχ ὡς καθ’ ἑαυτά, ὡς εἶναι λέγεται ὁ τόπος. τοῦτο δὲ μάλιστα ῥητέον, ὅτι εἰ ὁ τόπος ᾗ τόπος τέλος ἐστίν, ὅθεν δὲ ἔξεισιν ὕδωρ ἐκεῖ γίνεται ἀήρ, ἔσται τῶν διαφόρων σωμάτων τὸ αὐτὸ. τέλος. τοῦτο δὲ καὶ ἔτι ζητητέον προχείρως αὐτὸ παραδραμόντων τῶν ὑπομνηματιστῶν· ἡ δὲ ἐπιχείρησις αὕτη συντελεῖ μὲν καὶ πρὸς τὸ μηδὲν εἶναι τῶν ὄντων τὸν τόπον, μήτε ἀρχὴν μήτε ἀπ’ ἀρχῆς, διὸ καὶ πρὸς τὸ μὴ εἶναι ὅλως, εἴπερ πᾶν τὸ ὂν ἢ ἀρχή ἐστιν ἢ ἀπ’ ἀρχῆς· μάλιστα δὲ τείνει πρὸς τὸ μὴ εἶναι ἀρχὴν αὐτόν, ὅπερ ἐδόκουν λέγειν οἱ τὸ Ἡσιόδου χάος καὶ τὸ κενὸν τοῦ Δημοκρίτου προφέροντες καὶ τὴν φυσικὴν τῶν σωμάτων κίνησιν ὡς ἀπ’ αἰτίας τοῦ τόπου γινομένην. Ἔτι δὲ καὶ αὐτός, εἰ τῶν ὄντων ἐστί, ποῦ ἔσται; ἕως του καὶ τοῦτο εἰς ἄπειρον πρόεισιν. Καὶ τοῦτο τὸ ἐπιχείρημα ἀνασκευαστικόν ἐστι τοῦ εἶναι ὅλως τὸν τόπον. καὶ πρὸς ἐκεῖνον ὑπαντᾷ τὸν λόγον τὸν λέγοντα πᾶν τὸ ὂν εἶναι ποῦ, ἐπειδὴ τὸ μηδαμοῦ ὂν οὐδὲ ἔστιν ὅλως, ὑπαντᾷ δὲ τῇ Ζήνωνος ἀπορίᾳ χρώμενος. εἰ γὰρ πᾶν τὸ ὃν ποῦ ἐστιν, ἐπειδὴ καὶ ὁ τόπος τῶν ὄντων, καὶ αὐτὸς ποῦ ἄν εἴη· τὸ δὲ ποῦ ἐν τόπῳ· καὶ ὁ τόπος ἄρα ἐν τόπῳ. καὶ ἔσται τοὐ τόπου τόπος καὶ ἐκείνου τόπος καὶ τοῦτο ἐπ’ ἄπειρον, ὅπερ ἀδύνατον. εἰ οὖν τὸ ἀδύνατον ἠκολούθησε τῷ εἶναι τὸν τόπον τῶν ὄντων, δῆλον ὅτι οὐκ ἔστιν ὂν ὁ τόπος. ὥστε εἰ μὴ λυθείη ἡ Ζήνωνος ἀπορία ὅπερ σημαίνει τὸ ζητεῖν τινα λόγον αὐτήν), δῆλον ὅτι ἀναιρεῖται τὸ εἶναι τόπον. Ἔτι ὥσπερ ἅπαν σῶμα ἐν τόπῳ ἕως τοῦ ἀλλὰ καὶ εἰ ἔστιν, ἀπορεῖν ἀναγκαῖον. Εἰ ὁ μὲν τόπος ἔστι, τὸ δὲ κενὸν οὐκ ἔστιν, ὡς δειχθήσεται, ἀκολου- θήσει τῷ πᾶν σῶμα εἶναι ἐν τόπῳ τὸ καὶ ἐν παντὶ τόπῳ σῶμα εἶναι. εἰ οὖν τοῦτο ἀληθές, ἴσον ἀνάγκη εἶναι τὸν τόπον τῷ ἐν τόπῳ. ἐπεὶ οὖν τῶν αὐξομένων σωμάτων ἀνάγκη τὸν τόπον συναύξεσθαι, τίς ἡ τοῦ τόπου αὔξησις; ἢ τίς γένεσις καὶ πόθεν; τὰ γὰρ γινόμενα ἐκ τῶν ἐναντίων γίνεται. εἰκότως δὲ προέλαβε καὶ τὸ ἐν παντὶ τόπῳ σῶμα εἶναι· εἰ γὰρ ἦν κενόν, τὸ αὐξόμενον εἰς ἐκεῖνο ηὔξετο. δῆλον δὲ ὅτι εἴτε γίνεται καὶ φθείρεται τὸ σῶμα, ἄλλου φθειρομένου ἄλλο γίνεται, εἴτε τὸ αὐτὸ μένει· καὶ οὐ χρεία τόπου γενέσεως. καὶ τοῦτο δὲ τὸ ἐπιχείρημα ὥρμηται μὲν ἀπὸ τοῦ τί ἐστιν ὁ τόπος, δεικνύον δὲ ὅτι οὐκ ἔστιν ἡ ὑποδοχὴ τοῦ σώματος, ἅμα ὅτι οὐκ ἔστιν ὅλως ὁ τόπος συναποδείκνυσιν. ἐπὶ δὴ τούτοῖς τοῖς ἐπιχειρήμασιν εἰκότως συμπεραίνεται, ὅτι διὰ τούτων οὐ μόνον τί ἐστιν, ἀλλὰ καὶ εἰ ἔστιν ὅλως ἀπορεῖν ἀναγκαῖον. εἰ γὰρ μήτε σῶμα μήτε ἀσώματον μήτε στοιχεῖον μήτε ἐκ στοιχείων μήτε ἀρχή τις ἡ αἰτία μήτε ἴσον τοῦ ἐν τόπῳ, ἅπερ δοκεῖ εἶναι, δῆλον ὅτι καὶ τὸ τί ἐστι καὶ τὸ εἰ ἔστιν ὅλως ἄπορον ἄν εἴη. Ἐπεὶ δὲ τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατ’ ἄλλο λέγεται ἕως τοῦ οὕτω μὲν οὗν σκοποῦσιν ὁ τόπος τὸ ἑκάστου εἰδός ἐστιν. Ἐν τοῖς περὶ ἕκαστον προβλήμασι μετὰ τὸ εἰ ἔστι καὶ τί ἐστι τρίτον τὸ ὁποῖόν τί ἐστι προβαλλόμεθα· τὸ δὲ ὁποῖον τί ἐστιν ἐκ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ ὑποκειμένῳ γνωρίζομεν· καὶ ἐπὶ τοῦ τόπου τοίνυν μετὰ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐπὶ τὸ ὁποῖόν τί ἐστι μεταβὰς καὶ τὰ ὑπάρχοντα τῷ τόπῳ πολυπραγμονῶν εὑρίσκει καὶ ἐκ τούτων τὴν τοῦ προβλήματος χαλεπότητα, ὅταν τὸ μὲν τῶν ὑπάρχειν αὐτῷ λεγομένων εἰς τὸ εἶδος ἐπάγῃ τὴν ἔννοιαν ὡς τοῦ εἴδους ὄντος τοῦ τόπου, τὸ δὲ εἰς ὕλην ὡς κατ’ αὐτὴν ὑφεστῶτος αὐτοῦ. διὸ καὶ συμπεραινόμενος τὸν λόγον ἐπήγαγεν “εἰκότως δὲ ἐκ τούτων σκοπουμένοις δόξειεν ἂν εἶναι χαλεπὸν γνωρίσαι τί ἐστιν ὁ τόπος”. ἐπειδὴ οὖν ὑπάρχειν δοκεῖ τῷ τόπῳ τὸ πρώτως περιέχον, ἐκ τούτου δείκνυσιν ὅτι ὁ τόπος τὸ εἶδός ἐστι δυνάμει συλλογιζόμενος οὕτως· ὁ ἴδιος ἑκάστου τόπος τὸ πρώτως περιέχον ἐστί· τὸ πρώτως πε- ριέχον τὸ πέρας τὸ οἰκεῖόν ἐστι· τοῦτο δὲ τὸ εἶδός ἐστι. καὶ ὅτι μὲν ὁ κυρίως τόπος τὸ πρώτως περιέχον ἐστίν, ἔδειξεν ἐκ τοὐ τὸν μέν τινα λέ- γεσθαι κοινῶς τόπον, ἐν ᾧ πάντα ἢ πλείονα σώματά ἐστιν οἷον ἐν τῷ κόσμῳ τὸν γὰρ οὐρανὸν ἀντὶ τοῦ κόσμου νῦν λέγει) ἢ ἐν ἀέρι ἢ ἐν γῇ· ἐν τούτων γάρ τινι ὡς ἐν κοινῷ τόπῳ εἰμί, διότι καὶ ἄλλα ἐστὶν ἐν αὐτῷ σώματα. ὅταν δὲ οὕτως ἐν γῇ λέγωμαι ἢ ἐν οἴκῳ ὡς ἐν τῷδέ τινι τῷ τόπῳ, ὃς περιέχει οὐδὲν ἄλλο ἢ ἐμέ, τότε ἴδιος ὁ τόπος ἐστὶν οὗτος ἐμός, ἐν ὧ πρώτως περιέχομαι. ὁ δὲ ἰήιος ὁ κυρίως ἄν εἴη περιεκτικὸς ἐμοῦ. βουλόμενος δὲ διορίσαι τὸ προσεχῶς καὶ πρώτως περιεκτικὸν ἀπὸ τοῦ κοινοῦ καὶ πόρρωθεν καὶ κατ’ ἄλλο λεγομένου καθόλου πρῶιον εἶπεν, ὅτι τῶν ὄντων τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατ’ ἄλλο λέγεται, τὸ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως εἰπών. ἀντίκειται γὰρ κυρίως τῷ μὲν καθ’ αὑτὸ τὸ κατὰ συμβεβηκός, τῷ δὲ πρώτως τὸ κατ’ ἄλλο. καὶ λέγεται καθ’ αὑτὸ μὲν ὑπάρχειν ὅσα ἐν τῇ οὐσίᾳ ἐστὶν ἐκείνων, οἷς ὑπάρχειν λέγεται οἷον ὁ ἀριθμὸς τῷ ἀρτίῳ καὶ περιττῷ· καὶ ὅλως τὰ γένη τοῖς εἴδεσι καθ’ αὑτὰ ὑπάρχει, ὅτι συμπληρωτικὰ τῆς οὐσίας ἐστὶν αὐτῶν καὶ καθὸ αὐτὰ ὑπάρ- χει αὐτοῖς· καθ’ αὑτὰ δὲ καὶ τὰ εἴδη τοῖς γένεσιν ὑπάρχει διαιρετικὰ τῆς οὐσίας ὄντα τῶν γενῶν· καθὸ γὰρ ἀριθμός, ὁ μὲν περιττός ἐστιν, ὁ δὲ ἄρτιος. τὸ δὲ πρώτως τὸ προσεχὲς δηλοῖ. καὶ ποτὲ μὲν συντρέχει ταῦτα, ὥστε τὸ αὐτὸ καὶ καθ’ αὑτὸ καὶ πρώτως ὑπάρχειν ὡς τὸ ζῷον τῷ ἀν- θρώπῳ, ποτὲ δὲ διέστηκεν, ὥστε καθ’ αὑτὸ μέν, μὴ πρώτως δέ. ὡς ἡ οὐσία καθ’ αὑτὸ τῷ ἀνθρώπῳ ὑπάρχει καὶ τὸ ποσὸν τῷ περιττῷ. τῶν ὧ γὰρ εἰδῶν οὐ μόνον τὰ γένη καθ’ αὑτὰ κατηγορεῖται, ἀλλὰ καὶ τὰ τῶν γενῶν γένη, οὐ μέντοι πρώτως οὐδὲ προσεχῶς, ἀλλὰ διὰ μέσων τῶν προσε- χῶν γενῶν. πρώτως δὲ λευκαίνεται ἡ ἐπιφάνεια, οὐ μέντοι καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκός. ἀλλὰ ταῦτα μὲν τῆς ἐν τοῖς λογικοῖς | ἔστω σχολῆς ἴδια· ὅτι δὲ τὸ καθ’ αὑτὸ νῦν ἀντὶ τοῦ πρώτως εἶπε, δηλοῖ μὲν καὶ ἡ πρὸς τὸ κατ’ ἄλλο ἀντίθεσις, δηλοῖ δὲ μετ’ ὀλίγον καὶ αὐτὸς εἰς τὸ πρώτως μεταλαβών, ὅταν λέγῃ καὶ τόπος ὁ μὲν κοινὸς ἐν ᾧ ἅπαντα τὰ σώματά ἐστιν, ὁ δὲ ἴδιος ἐν ᾧ πρώτῳ. καὶ ὅλως τοῦ προσεχοῦς δεῖται νῦν μάλιστα. τὸ δὲ προσεχὲς τὸ πρῶτόν ἐστιν, ἀλλ’ οὐ τὸ καθ’ αὑτό. μήποτε δὲ οὐχ ὡς ἔτυχε καὶ καθ’ αὑτὸ καὶ πρώτως εἶπε τὸν ἰήιον καὶ ἐξισάζοντα τόπον, καὶ ὅτι οὐ μόνον πρώτως ἀλλὰ καὶ καθ’ αὑτό ἐστιν οὗτος, ὥσπερ ὁ ὁλικώτερος κατὰ συμβεβηκός. διὰ τοῦτο γὰρ ἐν τῷ οἴκῳ καὶ τῇ πόλει, ὅτι συμβέβηκε τὸν τόπον ἐν ᾧ πρώτως εἰμὶ ἐν τῷδε εἶναι τῷ οἴκῳ καὶ τὸν οἶκον ἐν τῇ πόλει. ὁ δὲ ἴσος καὶ συνεσχη- ματισμένος καὶ καθ’ αὑτό μου τόπος. ἐπειδὴ δὲ ἕκαστον κατὰ τὸ περιέχον αὐτὸ προσεχῶς καὶ πρώτως κατ’ ἐκεῖνο περατοῦται, τὸ περιέχον ἄρα πρώτως ἕκαστον τοῦτο πέρας ἐστίν· ἦν δὲ τὸ περιέχον πρώτως καὶ προσεχῶς ὁ ἑκάστου τόπος ἴδιος· ὁ τόπος ἄρα πέρας ἐστί. τὸ δὲ περιεκτικὸν προσεχῶς ἑκάστου καὶ πέρας αὐτοῦ τὸ εἶδός ἐστι τὸ ἑκάστου· τοῦτο γάρ ἐστι τὸ περατοῦν καὶ ὁρίζον ἕκαστον τῶν σωμάτων. τὸ οἰκεῖον ἄρα εἶδος ἑκά- στου τὸ ὡς μορφὴ πέρας ἑκάστου καὶ τόπος ἐστί. Τὸ δὲ ᾧ ὁρίζεται τὸ μέγεθος εἶπεν ἀντὶ τοῦ τὸ ὑλικὸν διάστημα, ἐπειδὴ τὸ μέγεθος διττόν, τὸ μὲν ἀόριστον καὶ ὑλικὸν κατὰ τὴν ἔκτασιν καὶ χύσιν θεωρούμενον, τὸ δὲ ὡρισμένον καὶ εἰδικὸν κατὰ μορφὴν καὶ μέτρον ἀφωρισμένον. καὶ διὰ τοῦτο ἐπήγαγε καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους, οὐχ ὡς ἄλλο τι λέγων παρὰ τὸ πρότερον εἰρημένον, ἀλλ’ ὡς σαφέστερον δηλῶν, ὅτι καὶ πρότερον τὸ ὁριζόμενον μέγεθος τὸ ὑλικὸν εἶπε τὸ ἐν τῷ μεγέθει. τὸ δὲ καὶ ἐν τῷ ἀέρι ὅτι καὶ ἐν τῇ γῇ εἶπεν ἀντὶ τοῦ ὅτι ἐν τῷ περὶ τὴν γῆν ἀέρι· διὰ γὰρ τοῦτον καὶ ἐν τῷ ὅλῳ ἀέρι. καὶ εἰκότως Ο κυρίως ἑκάστου τόπος ὁ περιγεγραμμένος καὶ ἴδιος ἐστι· διὰ γὰρ τοῦτον καὶ ἐν τῷ ὁλικωτέρῳ ἐστίν. ἐν γὰρ τῇ οἰκίᾳ, ὅτι ἐν τῷδε αὐτῆς τῷ τόπῳ, ὅς σοι ἐφαρμόζει, καὶ ἐν τῇ πόλει, ὅτι ἐν τῇ οἰκίᾳ, καὶ ἐν τῇ γῇ, ὅτι ἐν τῇ πόλει. εἰ δὲ εἰς τὸ προσεχῶς περιέχον περατοῦται τὰ σώματα καὶ εἰς πρῶτον τοῦτο οὐ γὰρ εἰς ἄλλο τι πρὸ αὐτοῦ οὐδὲ ἔστι τι μεταξύ), τὸ εἶδος ἄν εἴη πέρας τὸ ἑκάστου καθ’ ἕν τι τῶν ὑπαρχόντων τῷ τόπῳ τὸ περιέχειν προσεχῶς. κατ’ ἄλλο δέ τι ἡ ὕλη φανήσεται, ὡς ἐκ τῶν ἑξῆς δῆλον. καὶ ὁ παραλογισμὸς γίνεται κατὰ τὴν τοῦ προσεχοῦς δια- φοράν. τῶν γὰρ προσεχῶς περιεχόντων τὸ μὲν συμφυές ἐστιν ὡς τὸ εἶδος, τὸ δὲ ἔξωθεν ὡς ὁ τόπος. Ἧι δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα ἕως τοῦ λείπετᾶι οὐδὲν παρὰ τὴν ὕλην. Εἰπὼν ἕν τι τῶν ὑπαρχόντων τῷ τόπῳ, καθ’ ὃ τὸ εἶδος εἶναι δοκεῖ τῶν σωμάτων ὁ τόπος, νῦν ἄλλο τι τῶν ὑπαρχόντων αὐτῷ λέγει, καθ’ ὃ οὐκέτι τὸ εἶδος, ἀλλ’ ἡ ὕλη τοῦ ἐν τόπῳ φανήσεται ὁ τόπος. εἰ γὰρ δοκεῖ, φησίν, ὁ τόπος εἶναι τὸ διάστημα τὸ τοῦ μεγέθους, οὐκέτι τὸ εἶδος ἔσται ὁ τόπος ἀλλ’ ἡ ὕλη. δοκεῖ μὲν γὰρ ὁ τόπος τὸ διάστημα εἶναι τὸ τοῦ μεγέθους δεκτικόν· λέγεται μὲν γὰρ ἐν τόπῳ εἶναι μέγεθος τὸ εἰδοπεποιη- μένον ἤδη, ἐν δὲ τούτῳ τὸ μέν ἐστι διάστημα ἀόριστον κατὰ ἀφαίρεσιν τοῦ πέρατος καὶ τῶν ἄλλων συμβεβηκότων ὧν ἐστι δεκτικὸν στερητικῶς θεωρούμενον, τὸ δέ ἐστι πέρας καὶ ὅρος τοῦ ἀορίστου διαστήματος ὁριστικόν τε καὶ περιεκτικόν, καὶ τοῦτο μέν ἐστι τὸ εἶδος, τὸ δὲ μετὰ τὴν ἀφαίρεσιν τούτου περιλειπόμενον οὐδὲν ἄλλο ἐστὶ πλὴν τῆς ὕλης, ταὐτὸν δὲ εἰπεῖν τοῦ διαστήματος. εἰ οὖν ὁ τόπος τὸ διάστημα τοὐ μεγέθους, τὸ δὲ διά- στημα τοῦ μεγέθους ἡ ὕλη, δῆλον τὸ συναγόμενον· θαυμαστὸν δὲ ὅτι κατὰ τὸ διάστημα τὴν ὕλην ἐξωμοίωσε τῷ τόπῳ καὶ οὐ κατὰ τὸ ὑποδεκτικόν. ἀλλ’ ἴσως τοῦτο τῷ Πλάτωνι παρῆκεν, ὡς μαθησόμεθα. ἢ μᾶλλον τὸ διάστημα ὡς ὑποδεκτικὸν ἐθεάσατο. ἀλλ’ εἰ τὸ διάστημα τοῦ μεγέθους ποσόν τί ἐστι καὶ μετρεῖται, τὸ δὲ ποσὸν εἶδος, πῶς ὕλη λέγεται τὸ τοῦ μεγέθους διάστημα; ἢ τὸ ὑλικὸν διάστημα οὐκ ἔστι ποσὸν μεμετρημένον οὐδὲ εἶδος, εἰ μὴ μετάσχῃ τοὐ κατὰ τὸ ποσὸν καὶ τὸ μέγεθος εἴδους, ἀλλ’ ἔστι χύσις ἀόριστος. δηλοῖ δὲ καὶ Ἀριστοτέλης τοιαύτην ἔχων ἔννοιαν περὶ αὐτοῦ ἐν οἷς φησιν ἔστι δὲ τοιοῦτον ἡ ὕλη καὶ τὸ ἀόριστον. καὶ ὅταν οὖν λέγῃ ᾗ δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα τοῦ με- γέθους, κατὰ τοῦτο ὕλη ἐστὶν ὁ τόπος, διάστημα μεγέθους λέγει τὸ ὑπο- κείμενον ἀόριστον, ὃ καὶ ἄπειρον ἔλεγε πρότερον· ὃ καὶ εἶπεν ὅτι ἔστι τὸ διάστημα τῆς τοῦ μεγέθους τελειότητος ὕλη. Μηδεὶς οὖν οἰέσθω τὴν σωματικὴν διάστασιν τὴν ὡς μέγεθος καὶ ποσὸν ἢ τὴν κατὰ τὸν ἀριθμὸν ὡρισμένην τοῦ πλήθους διάκρισιν ἀπὸ τῆς ὕλης τοῖς σώμασιν ὑπάρχειν, ἀλλὰ μόνον τὸν ἐν τούτοις διασπασμὸν καὶ τὴν ἔκχυσιν καὶ τὴν ἀοριστίαν, καθ’ ἃ διαφέρει τὰ ἔνυλα εἴδη τῶν ἀύλων. καί μοι δοκεῖ ταῦτα μάλιστα ταῖς περὶ τῆς ὕλης ὀρθαῖς ἐννοίαις προσήκειν. ὁ μέντοι Ἀλέξανδρος καίτοι πολλὰ εἰπὼν πρὸς τὸ διορίσαι τὴν διάστασιν τὴν ὑλικὴν ἀπὸ τοῦ μεγέθους, θράττεσθαι ὅμως ἔοικεν ὡς πάσης διαστά- σεως μεγεθικῆς καὶ πεποσωμένης εἰδητικῆς οὔσης. διὸ καἰ προήχθη ἐπάγειν τοῖς εἰρημένοις τάδε· “ἢ τῶν νῦν λεγομένων περὶ τῆς ὕλης οὕτως ἀκούειν χρή, ὡς οὐκ ἀκριβῶς λεγομένων, ὠὰ πρὸς τὴν χρείαν τοῦ δειχθῆναι προκειμένου”, καίτοι, ὅπερ εἶπον, σαφῶς τοὐ Ἀριστοτέλους διορίσαντος τῷ ἀορίστῳ καὶ ἀπερατώτῳ τὴν ὑλικὴν διάστασιν τῆς μεγεθικῆς, καὶ ἐναργῶς εἰπόντος ὅτι τὸ διάστημα τοῦτο ἕτερον τοῦ μεγέθους ἐστὶ καὶ ὕλη τῆς τοῦ μεγέθους τελειότητος καὶ περιέχεται ὑπὸ τοῦ εἴδους ὡς ὑπὸ ἐπιπέδου καὶ πέρατος καὶ ἔστιν ἀόριστον τῇ ἑαυτοῦ φύσει· χρὴ γάρ, ὅπερ εἶπον, οὐχ ὡς μέγεθος νοεῖν τὴν διάστασιν τῆς ὕλης, ἀλλ’ ὡς † παραίνεσιν καὶ ἔκχυσιν τῆς εἰδητικῆς ἀμερείας καὶ συστροφῆς. ζητήσας δὲ ὁ Ἀλέξανδρος ποῖον 15 εἶδός ἐστι τὸ ὁρίζον τὴν ὕλην “ἐδήλωσε, φησίν, ὁ Ἀριστοτέλης εἰπὼν οἷον ὑπὸ ἐπιπέδου καὶ πέρατος. τὸ γὰρ ὡς μορφὴ λεγόμενον εἶδος, τοῦτό ἐστι τὸ ὁρίζον καὶ περιγράφον τὴν ὕλην καὶ περατοῦν, οὐ τὸ ὡς δύναμις καὶ λόγος. οὐ γὰρ ὁ μόλυβδος ὑπὸ τῆς βαρύτητος ὁρίζεται καὶ τοῦτο εἶδος αὐτοῦ, ἀλλ’ ὡς σώματος οὐ τοῦτο, ἀλλὰ τὸ ἐπιπέδῳ ὡρισμένον’’. ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος. μήποτε δὲ ὡς μὲν εἶδος ὁριστικὸν τῆς ὕλης τὸ ὅλον ληπτέον τὸ μετὰ τῶν ποιοτὴτων. οὕτω γὰρ καὶ ὁ Ἀριστοτέλης ἔοικεν ἐννοῶν λέγειν ὅταν γὰρ ἀφαιρεθῇ τὸ πέρας καὶ τὰ πάθη τῆς σφαίρας, λείπεται οὐδὲν παρὰ τὴν ὕλην. καὶ με- γέθους δὲ ὡς μεγέθους τοῦ συνθέτου ἐξ ὕλης καὶ εἴδους εἴ τις ἐθέλοι τὸ τὸ εἶδος ζητεῖν, οὐχὶ | τὰ ἐπίπεδα καὶ τὸ περιέχον ἔξωθεν πέρας εὑρήσει. ταῦτα γὰρ πέρας ἐστὶν εἴδους, ἀλλ’ οὐχὶ εἶδος, καὶ ἐπιφάνεια, ἀλλ’ οὐχὶ τὸ στερεόν. καὶ εἰ ἦν δὲ ἄπειρον σῶμα καθ’ ὑπόθεσιν, τὸ μὲν εἶδος τοῦ σώματος εἶχε πάντῃ διεστώς, ὑπὸ δὲ ἐπιπέδων οὐκ ἐπερατοῦτο. τὸ γὰρ εἶδος τοῦ συνεχοῦς ποσοῦ καθὸ τοιοῦτον οὐχὶ ἡ ἐπιφάνειά ἐστιν, ἀλλ’ ἡ δι’ ὅλου αὐτοῦ χωροῦσα φύσις. κἄν αὐτὸς ἐν τῷ πρὸ τούτου βιβλίῳ πᾶν ὃ ἂν ᾖ ποσὸν καὶ πόσον τι εἶναί φησιν τὸ μὲν ὀξυτόνως τὸ δὲ βαρυτόνως ἀναγινωσκόντων ἡμῶν), τὸ δὲ βαρυτονούμενον πόσον ὡρισμένον εἶναι. ὃ γὰρ μηδέν ἐστι τῶν καθέκαστα ποσῶν, ὅλως οὐδὲ ποσόν ἐστι. τοῦτο δὲ ἀληθὲς μέν, εἰ τὸ κοινὸν ἐν τοῖς καθέκαστα τὴν ὑπόστασιν ἔχει, οὐδὲν δὲ ἧττον τὸ τοῦ συνεχοῦς ποσοῦ εἶδος καὶ ἐν τῷ κοινῷ θεωρεῖται ὅσον τοῖς ὡρισμένοις ἐστὶ κοινὸν οὐδὲν ἧττον ὑπάρχον. ὁ μέντοι Ἀριστοτέλης οὐκ ἔοικεν ἀπλῶς τὴν κατὰ τὸ ἐπίπεδον περιγραφὴν μόνην τῷ εἴδει ἀποδιδόναι, ἀλλ’ εἶπε μὲν τὸ προφανὲς ὡς ἐν παραδείγματι διὸ καὶ τὸ οἷον προσέθηκεν) οἷον ὑπὸ ἐπιπέδου καὶ πέρατος, προελθὼν δὲ ἀκριβέ- στερον εἶπεν ὅταν γὰρ ἀφαιρεθῇ τὸ πέρας καὶ τὰ πάθη τῆς σφαίῥᾶς, λείπεται οὐδὲν παρὰ τὴν ὕλην. Διὸ καὶ Πλάτων’ τὴν ὕλην καὶ τὴν χώραν ἕως τοὐ τί δέ ἐστιν οὗτος μόνος ἐπεχείρησεν εἰπεῖν. Εἰπὼν ὅτι καθόσον ὑπάρχει τῷ τόπῳ τὸ διαστήματι εἶναι εἰς τὴν ὕλην ἀπαχθησόμεθα ζητοῦντες τί ἐστιν ὁ τόπος, ὑπεμνήσθη καὶ τοῦ Πλά- τωνος ἐν Τιμαίῳ τὴν ὕλην χώραν καὶ τόπον τῶν ἐνύλων εἰδῶν καλέσαντος. ἐν γὰρ Τιμαίῳ τὴν ὕλην πάσης εἶναι γενέσεως ὑποδοχὴν οἷον τιθήνην φησίν. ἔτι δὲ προελθὼν σαφεστέραν ποιεῖ τὴν τῶν λεγομένων ἔννοιαν. καὶ οὐδὲν ἴσως κωλύει καὶ πλείονα παραθέσθαι τῶν τοὐ Πλάτωνος ῥημάτων· “τοὺτων δὲ οὕτως ἐχόντων ὁμολογητέον ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον, ἀγένητον καὶ ἀνώλεθρον, οὔτε εἰς αὑτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν· τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον, αἰσθητὸν γενητὸν πεφορημένον ἀεὶ γινόμενόν τε ἔν τινι τόπω καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετ’ αἰσθήσεως περιληπτόν· τρίτον δὲ αὐτὸ γένος ὂν τὸ τῆς χώρας ἀεὶ φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ παρέχον ὅσα ἔχει γένεσιν πᾶσιν, αὐτὸ δὲ μετὰ ἀναισθησίας ἁπτὸν λογισμῷ τινι νόθῳ μόγις πιστόν, πρὸς ὃ δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες καί φαμεν ἀναγκαῖον εἶναί που τὸ ὂν ἅπαν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά· τὸ δὲ μήτε ἐν γῇ μήτε που κατ’ οὐρανὸν οὐδὲν εἶναι. ταῦτα δὴ πάντα καὶ τούτων ἄλλα ἀδελφὰ καὶ περὶ τὴν ἄυπνον καὶ ἀληθῶς φύσιν ὑπάρχουσαν ὑπὸ ταύτης τῆς ὀνειρώξεως οὐ δυνατοὶ γινόμεθα διεγερθέντες διοριζόμενοι τἀληθὲς εἰπεῖν, ὡς εἰκόνι μέν, ἐπείπερ οὐδὲ αὐτὸ τοῦτο, ἐφ’ ᾧ γέγονεν, αὑτῆς ἐστιν, ἑτέρου δέ τινος ἀεὶ φέρεται φάντασμα, διὰ ταῦτα ἐν ἑτέρῳ προσήκει γίνεσθαι, οὐσίας ἁμωσγέπως ἀντεχομένην, ἢ μηδὲν τὸ παράπαν αὐτὴν εἶναι, τῷ δὲ ὄντως ὄντι βοηθὸς ὁ δι’ ἀκριβείας ἀληθὴς λόγος, ὡς ἐάν τι τὸ μὲν ἄλλο ᾖ, τὸ δ’ ἄλλο, οὐδέτερον ἐν οὐδετέρῳ γενόμενον ἓν ἅμα ταὐτὸν καὶ δύο γενήσεσθον. οὗτος μὲν οὖν δὴ παρὰ τῆς ἐμῆς ψήφου λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν καὶ γένεσιν εἶναι τρία τριχῇ, καὶ πρὶν οὐρανὸν γενέσθαι’’. Ταῦτα καὶ ἄλλα τοιαῦτα τοῦ Πλάτωνος λέγοντος ὁ μὲν Ἀριστοτέλης κἀνταῦθα πρὸς τὸ φαινόμενον ἀποβλέψας τοῦ λόγου καὶ τὸν Πλάτωνά φησι τὴν ὕλην καὶ τὴν χώραν ταὐτὸν λέγειν, ὡς καὶ οἱ ἀπὸ τοῦ διαστή- ματος ἐπιχειροῦντες. καὶ ἐν οἷς κατὰ τὸ πάρεργον ἐγκαλεῖν τῷ Πλάτωνι δοκεῖ, οὐ τοῦτο ἐνεκάλεσεν ὅτι τὴν ὕλην τόπον ὁ Πλάτων’ εἶπεν τῶν εἰδῶν ᾔδει γὰρ καὶ αὐτὸς ἄλλο σημαινόμενον τοῦ τόπου τοῦ τῶν εἰδῶν δεκτικοῦ, ὅτε ἔλεγεν ἐν τῆ Περὶ ψυχῆς “καὶ εὖ γε οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν, πλὴν οὐκ ἐντελεχείᾳ ἀλλὰ δυνάμει τὰ εἴδη”, καὶ ἄλλο σημαινόμενον τοῦ τόπου τοῦ τῶν σωμάτων δεκτικοῦ, περὶ οὗ νῦν ὁ λόγος ζητεῖ), ἀλλὰ τοσοῦτον μόνον λέγει πρὸς τὸν Πλάτωνα· εἰ τὴν ὕλην τόπον λέγει, τὰ δὲ εἴδη καὶ οἱ ἀριθμοὶ καὶ κατ’ αὐτὸν ἐν ὕλῃ μετέχει γὰρ τούτων ἡ ὕλη), πῶς λέγει μὴ εἶναι ἐν τόπῳ τὰ εἴδη; διὸ μηδὲ εἶναι τόπον ἔξω τοῦ οὐρανοῦ, ὡς ἔλεγεν ἐν τοῖς περὶ τοὐ ἀπείρου λόγοις. καὶ μήποτε οὐδὲ τοῦτο ἐγκαλοῦντός ἐστι τῷ Πλάτωνι, ἀλλ’ ἐνδεικνυμένου τοῖς συνιέναι δυναμένοις, ὅτι οὐ κατὰ τὸ νῦν ζητούμενον τοῦ τόπου σημαινόμενον τὴν ὕλην ἔλεγε τόπον ὁ Πλάτων. οὐ γὰρ ἂν ἀπέφησε τὰ εἴδη καὶ τοὺς ἀριθμοὺς ἐν τόπῳ εἶναι, εἴπερ μεταλαμβάνειν αὐτῶν ἐβούλετο τὴν ὕλην. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης οὕτως. ὁ δὲ Ἀλέξανδρος ὁμολογεῖ μὲν καὶ αὐτὸς κατ’ ἄλλο σημαινόμενον τὴν ὕλην χώραν ἐν Τιμαίῳ κληθῆναι, εὐλόγως δέ φησι λαμβάνεσιαο τὸν Ἀριστοτέλην τοῦ Πλάτωνος· διότι κἄν μεταφορικῶς τις αὐτὸν λέγῃ τὴν ὕλην τόπον καλεῖν, ἔδει τὸν μεταφορικῶς χρώμενον πρῶτον ἔχειν κείμενον τί ἐστιν ὁ κυρίως τόπος· εἰ δὲ μηδαμοῦ φαίνοιτο λέγων ἀλλαχοῦ περὶ τόπου, ἄξιος δοκεῖ αὐτῷ ἐπιτιμήσεως, ὅτι μὴ εἰπὼν περὶ τοῦ κυρίως τόπου πρότερον τῷ κατὰ μεταφορὰν χρῆται. ἀλλ’ ὅτι μὲν εἰδῶν τόπον τὴν ὕλην ἀλλ’ οὐχὶ σωμάτων ὁ Πλάτων’ λέγει, πρόδηλον ἐκ τῶν παρατε- θέντων αὐτοῦ ῥημάτων ἐστίν. ὅτι δὲ οὐχ ἀπλῶς μεταφορική ἐστιν ἡ τοιαύτη χρῆσις, ἀλλὰ κατά τι κοινὸν τοῦ τόπου σημαινόμενον εἴληπται τὸ ὑποδεκτικόν, καθὸ καὶ Ἀριστοτέλης τὴν ψυχὴν τόπον εἰδῶν ἀξιοῖ καλεῖν, καὶ τοῦτο δῆλον ἐκ τῶν εἰρημένων. εἰ γὰρ τὸ μεταλαμβάνον τινὸς καὶ ὁριζόμενον ὑπ’ αὐτοῦ δέχεται ἐκεῖνο ὃ μεταλαμβάνει, τὸ δὲ δεχόμενόν τε καὶ χωροῦν αὐτὸ χώρα γίνεται τοῦ ἐγγινομένου, ἡ δὲ χώρα τόπος νενόμι- σται, μεταλαμβάνει δὲ τῶν εἰδῶν ἡ ὕλη, τόπος ἂν εἴη τῶν εἰδῶν πλὴν οὐχ ὡς σωμάτων· ἄλλος γὰρ ὁ τῶν σωμάτων τόπος· καὶ ἐνταῦθα μὲν τὸ μεταληπτικὸν τόπον ἔθετο. Ἔοικε δὲ καὶ ἄλλο τι τούτου περιεκτικώτερον εἰδέναι τοὐ τόπου ση- μαινόμενον ὁ Πλάτων’ τὸ ἀφοριστικὸν τῆς οἰκείας τάξεως· εἴτε γὰρ κατὰ θέσιν γίνεται τοῦτο ὡς ἐπὶ τῶν | σωμάτων εἴτε κατὰ μετάληψιν ὡς ἐπὶ τῶν δυνάμει καὶ ἐνεργείᾳ εἴτε κατὰ μόνης τάξεως ἀφορισμόν, τόπος δοκεῖ. διότι καὶ ἡ τάξις κατὰ θέσιν δοκεῖ γίνεσθαί τινα· τὸ γὰρ ἐν τῇδε τῇ τάξει ἀφωρισμένον κεῖσθαι ἐν αὐτῇ δοκεῖ· κεῖται δὲ πάντα ἐν τόπῳ. κατὰ τοῦτο δὴ τὸ κοινὸν σημαινόμενον τοὐ τόπου τὸ τῆς τάξεως ἀφοριστικὸν καὶ ὑπερουράνιον τόπον ὁ Πλάτων’ ὀνομάζει λέγων ἐν Φαιδρῷ “τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε ποιητὴς τῶν τῇδε οὔτε ὑμνήσει κατ’ ἀξίαν’’· ὥστε τὰ μὲν περὶ τῆς ὕλης ὡς περὶ τόπου λεγόμενα οὐχ ὡς τόπου σωμάτων ἀλλ’ ὡς εἰδῶν μεταληπτικοῦ ἀποδεκτέον. περὶ δὲ τοῦ τῶν σωμάτων τόπου τίνα ἔχει φύσιν οὕτε ζητήσαντα προηγουμένως οἶδα τὸν Πλάτωνα οὔτε ἀποφηνάμενον. πῶς γὰρ ἄν ἡ ὕλη τόπος εἴη σωμάτων, εἴπερ τὰ σώματα σύνθετά ἐστιν ἢ ὡς ἐξ ὕλης καὶ εἴδους ἢ ὡς εἶδος ἐν ὕλῃ; ἔσται γὰρ ἡ ὕλη οὐκέτι τοῦ εἴδους μόνον, ἀλλὰ καὶ ὕλης δεκτική· ὅλως δὲ εἰ μεθίσταται τὸ σῶμα ἀπὸ τόπου εἰς τόπον, ἀπὸ δὲ ὕλης οὐ μεθίσταται, οὐκ ἄν εἴη ἡ ὕλη τόπος. καὶ αὐτοῦ τοὐ Ἀριστοτέλους ἀκου- σόμεθα ταύτην τὴν ὑπόθεσιν ἀναιροῦντος αὐτίκα μάλα. ὅτι δὲ διάφορα παρὰ τῷ Πλάτωνι τοῦ τόπου τὰ σημαινόμενα, καὶ ἄλλο μὲν τὸ ἐπὶ τῆς ὕλης, ἄλλο δὲ τὸ ἐπὶ τῶν νοητῶν ἐν Φαιδρῷ ῥηθέν, δηλοῖ τὸ τὸ ἐπὶ τῆς ὕλης σημαινόμενον τοῦ τόπου τὸ ὡς ὑποδεκτικὸν καὶ ὁριζόμενον καὶ ἕν τι μετὰ τοῦ ἐν αὐτῷ ποιοῦν ἀποφάσκειν σαφῶς τῶν νοητῶν, οἷς ἐν Φαιδρῷ τὸν ὑπερουράνιον τόπον ἀφώρισεν. εἰπὼν γὰρ περὶ τῆς ὕλης ὡς περὶ τόπου καὶ χώρας καὶ ὑποδοχῆς καὶ ἕδρας τῶν εἰδῶν καὶ τὸν τρόπον τῆς γνώσεως αὐτῆς παραδούς, ὅτι “μετὰ ἀναισθησίας ἁπτόν” ἐστιν καὶ “λογι- σμῷ τινι νόθῳ μόγις πιστόν’’, ἐπάγει ‘‘πρὸς ὃ δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες’’ καὶ τὰ ἑξῆς τῶν πρὸ βραχέος παρατεθέντων. Ἀλλ᾿ εἰ μηδὲν περὶ τοῦ τῶν σωμάτων δεκτικοῦ τόπου φαίνεται λέγων ὁ Πλάτων’, πῶς ὁ Ἀριστοτέλης τὸν Πλάτωνα μόνον ἐπιχειρῆσαί φησιν εἰπεῖν τί ἐστιν ὁ τόπος; ἢ ὅτι περὶ τούτου τοῦ τόπου τοῦ κατὰ τὴν ὕλην, ὃν τόπον ἐκάλεσεν, ὡς ὑποδοχὴν φαίνεται λέγων ὁ Πλάτων’, ὅτι ἀίδιον, ὅτι ἕδρα τῶν γενητῶν εἰδῶν, ὅτι μετὰ ἀναισθησίας ἁπτὸν καὶ νόθῳ λογισμῷ πιστὸν καὶ ὅσα ἄλλα περὶ αὐτῆς λέγει, καθόσον τόπον καὶ χώραν αὐτὴν καλέσας λέγει τι περὶ αὐτῆς, κατὰ τοσοῦτον αὐτὸν εἰρηκέναι φησίν. ἴσως δὲ καλῶς ἐπέστησεν αὐτὸς πάντων μάλιστα τὸ βάθος τῆς Πλάτωνος σοφίας ἐγνωκώς, ὅτι κἄν ἀφωρισμένως μὴ φαίνηται τὸ περὶ τόπου ζήτημα προβαλ- λόμενος, ἀλλ’ ἐπειδὴ μετὰ τῶν σωμάτων ἔχει τὴν ὑπόστασιν ὁ τόπος, καὶ τὴν θεωρίαν αὐτοῦ μετ’ αὐτῶν ἐποιήσατο. λέγει γοῦν ἐν Τιμαίῳ περὶ τῆς τόπου δυνάμεως· “καὶ δὴ κατὰ ταῦτα τὰ παθήματα διαμείβεται τὰς χώρας ἅπαντα· διέστηκε μὲν γὰρ ἐκ τοῦ γένους ἑκάστου τὰ πλήθη κατὰ τόπον ἴδιον διὰ τὴν τῆς δεχομένης κίνησιν, τὰ δὲ ἀνομοιούμενα ἑκάστοτε ἑαυτοῖς, ἄλλοις δὲ ὁμοιούμενα φέρεται διὰ τὸν σεισμὸν πρὸς τὸν ἐκείνων οἷς ἂν ὁμοιωθῇ τόπον.” ἄλλον δὲ τρόπον ἐν Τιμαίῳ τὴν ὕλην καὶ ἄλλον ἐν ταῖς ἀγράφοις συνουσίαις ὀνομάσαι φησίν· ἐν Τιμαίῳ μὲν γὰρ τὸ μεταληπτικὸν αὐτήν φησι μεταλαμβάνει γὰρ “ἀπορώτατά πῃ τοῦ νοητοῦ”, ἐν δὲ ταῖς ἀγράφοις συνουσίαις μέγα καὶ μικρὸν ἐκάλει· ὅτι δὲ τὸ εἶναι τὸν τόπον πάντες ὡμολόγουν δῆλον ἐκ τοῦ πάντας χρῆσθαι ταῖς τοῦ τόπου δια- φοραῖς. Εἰκότως δὲ ἐκ τούτων σκοπουμένοις ἕως τοῦ καὶ χωρὶς ἀλλήλων οὐ ῥᾴδιον γνωρίζειν. Εἰπὼν ὅτι τινὲς μὲν τῶν περὶ τοῦ τόπου λόγων πείθουσι τὸ εἶδος καὶ τὴν μορφὴν εἶναι τὸν τόπον, τινὲς δὲ τὴν ὕλην καὶ τὸ ὑποκείμενον, συνάγει καὶ ἐκ τούτου ὅτι χαλεπός ἐστιν ὁ περὶ τοῦ τόπου λόγος. καὶ γὰρ ὁ περὶ τῆς ὕλης χαλεπώτατος καὶ καθ’ αὑτήν, εἴπερ κατὰ μὲν τὸν Ἀριστο- τέλην οὕτως ἄγνωστος ἡ ὕλη, ὡς κατὰ ἀναλογίαν μόνην εἶναι γνωστή, κατὰ δὲ Πλάτωνα νόθῳ λογισμῷ μόγις πιστή. ἡ δὲ τοῦ εἴδους γνῶσις καὶ ζωῆς δεῖται κεκαθαρμένης καὶ γνώσεως ἀκριβοῦς. καὶ ὅ γε ἓν εἶδος βουλόμενος μαθεῖν τῆς πάντων δεῖται γνώσεως διὰ τὴν ταὐτότητα καὶ ἑτερότητα τὴν πρὸς ἄλληλα τῶν εἰδῶν· εἰ δὲ καὶ ἀρχαί εἰσιν ἥ τε ὕλη καὶ τὸ εἶδος, αἱ ἀρχαὶ τὴν ἀκροτάτην ἔχουσι θεωρίαν· καὶ μέντοι χωρὶς ἀλλήλων ἀδύ- νατον αὐτὰ γνωρίζειν· καὶ γὰρ ἡ ὕπαρξις αὐτῶν μετ’ ἀλλήλων. διὰ πάντα οὖν ταῦτα χαλεπὸν τὸ γνῶναι τί ἐστιν ὁ τόπος, εἴπερ ἢ ὕλη ἢ εἶδος ἡ ἀμφότερά ἐστιν. Ἀλλὰ μὴν ὅτι ἀδύνατον ὁποτερονοῦν τούτων ἶνις τοῦ τὸ δὲ ἀγγεῖον οὐδὲν τοῦ πράγματός ἐστιν. Εἰπὼν ἐκ τίνων ἄν τις ὕλην ἢ εἶδος ὑπονοήσοι τὸν τόπον εἶναι, δείκνυσι διὰ ἑπτὰ ἐπιχειρημάτων, ὅτι οὐδέτερον τούτων δυνατὸν εἶναι τὸν τόπον· καὶ πρῶιον δείκνυσιν ἐν δευτέρῳ σχήματι συλλογιζόμενος οὕτως· τὴν ὕλην καὶ τὸ εἶδος οὐκ ἐνδέχεται χωρίζεσθαι τοῦ πράγματος οὗ ἐστιν· ὁ δὲ τόπος χωρίζεται· ἡ ἄρα ὕλη ἢ τὸ εἶδος οὐκ ἔστιν ὁ τόπος. καὶ ὅτι μὲν ἡ ὕλη καὶ τὸ εἶδος οὐ χωρίζεται τῶν συνθέτων, ἕως ἄν ᾖ, πρόδη- λον· ἐν τούτοις γὰρ ἔχει τὸ εἶναι τὰ σύνθετα. ὅτι δὲ τὸν τόπον ἐνδέχε- ται χωρίζεσθαι καὶ ὄντος καὶ σῳζομένου τοῦ ἐν τόπῳ, διὰ τῆς κατὰ τὴν ἀντιμετάστασιν ἐπαγωγῆς ἔδειξεν· ἐν ᾧ γὰρ ἀὴρ ἦν, ἐν τούτῳ πάλιν ὕδωρ. καὶ ὅτι ἐπακτικὸς ὁ λόγος, ἐδήλωσε διὰ τοῦ καὶ τῶν ἄλλων σωμάτων ὁμοίως. | Ὥστε οὗτε μόριον οὔτε ἕξις ἕως τοῦ τὸ δὲ ἀγγεῖον οὐδὲν τοῦ πράγματός ἐστιν. Δείξας ὅτι χωριστός ἐστι τοῦ πράγματος ὁ τόπος εἰκότως συνήγαγεν ἄλλο συμπέρασμα, ὅτι οὔτε μόριόν ἐστιν ὁ τόπος τοῦ ἐν τόπῳ. εἰ γὰρ μόριον ὃν ἐχωρίζετο, οὔτε αὐτὸ μόριον ἔτι ἦν χωρισθὲν οὔτε ἐκεῖνο ἔμενεν ὅλον, οὗ ἐχωρίσθη τὸ μόριον. οὐ μέντοι οὐδὲ ἕξις εἶναι δύναται χωριζο- μένη. ἡ γὰρ ἕξις οὐχ ὑπομένει χωρισθεῖσα, ἀλλὰ φθείρεται, ὁ δὲ τόπος ὑπομένει. καὶ δύναται μέν τις τὸ μὲν μόριον ἐπὶ τῆς ὕλης ἀκούειν, τὴν δὲ ἕξιν ἐπὶ τοῦ εἴσους, ἵνα ᾖ· ἡ δὲ ὕλη καὶ τὸ πάθος μόριον καὶ ἕξις, ὅπερ πρόκειται· ἕξις δέ ἐστι τὸ ὡς τελειότης συμβεβηκός, οἷόν ἐστι τὸ εἶδος· ὥστε οὔτε ὕλη οὔτε εἶδός ἐστιν ὁ τόπος. δυνατὸν δὲ καὶ καθολι- κώτερον ἀκούειν τὸ μὲν μόριον ἐπὶ πάντων τῶν οὐσιωδῶς συμπληρούντων, τὴν δὲ ἕξιν ἐπὶ τῶν συμβεβηκότων· οὔτε γὰρ πάθος οὔτε δύναμις οὔτε ἄλλο τι τοῦ ἐν τόπῳ ὁ τόπος μέρος ἐστίν· ἆρα οὖν οὐδὲ συμβεβηκός ἐστιν ὁ τόπος τοῦ ἐν τόπῳ; ἢ τὸ μὲν ἐν τόπῳ εἶναι συμβέβηκε καὶ ἀχω- ρίστῳ τῷ σώματι, ὁ δὲ τόπος οὐ τῷ ἐν τόπῳ συμβέβηκεν, ἀλλ’ εἰ ἄρα, ἐκείνῳ οὗ πέρας καὶ ἐπιφάνειά ἐστι. Καὶ γὰρ δοκεῖ τοιοῦτό τι εἶναι ὁ τόπος οἷον τὸ ἀγγεῖον ἕως τοῦ οὐδὲν τοῦ πράγματός <ἐστον>. Τοῦτο οἱ ·ἐξηγηταὶ συνάπτουσι τῷ προσεχῶς εἰρημένῳ δευτέρῳ συμ- περάσματι. τὸ αὐτὸ δὲ δείκνυσι καὶ ἐκ τῆς τοῦ ἀγγείου πρὸς τὸν τόπον ὁμοιότητος· καὶ γὰρ τὸ ἀγγεῖον χωρητικόν ἐστι τοῦ ἐν αὐτῷ, καὶ ὁρίζον- ται αὐτὸ τόπον μεταφορητόν. ὡς οὖν τὸ ἀγγεῖον οὐδὲν τοῦ πράγματός ἐστιν, οὕτως οὐδὲ ὁ τόπος. ἡ δὲ ὕλη καὶ τὸ εἶδος τοῦ πράγματος. καὶ δύναται μὲν τρία εἶναι τὰ συμπεράσματα, δύναται δὲ καὶ ἓν εἶναι. τῶν δὲ ἄλλων δύο τὸ μὲν πρὸς κατασκευὴν εἰλῆφθαι τῆς ἐλάττονος προτάσεως τῆς λεγούσης τὸν τόπον ἐνδέχεσθαι χωρίζεσθαι, τὸ δὲ ἀπὸ τοῦ μορίου καὶ τῆς ἕξεως τῆς ἑτέρας προτάσεως. δύναται δὲ καὶ δύο εἶναι τοῦ τρίτου ῥηθέντος ἰδίου ὄντος. καὶ οὕτω μᾶλλον ἐκδέχονται. Ἧι μὲν οὖν χωριστὸς τοῦ πράγματος ἕως τοῦ ταύτῃ γε ἕτερος τῆς ὕλης. Ἡ ὕλη καὶ τὸ εἶδος τὸ μὲν ἀχώριστα εἶναι τοῦ συνθέτου κοινὸν ἔχουσι, καὶ ἐκ τούτου πρότερον κοινῶς ἐπ’ ἀμφοῖν ἔδειξεν, ὅτι οὔτε ἡ ὕλη, οὔτε τὸ εἶδος ὁ τόπος ἐστί· τὸ μέντοι περιέχεσθαι ἀλλὰ μὴ περιέχειν ἴδιόν ἐστι τῆς ὕλης διάφορον πρὸς τὸν τόπον. βουλόμενος οὖν μηδὲ τοῦτο παρεῖναι τὴν μὲν ὕλην ἐχώρισε τοῦ τόπου κατὰ τὸ τὴν μὲν ὕλην περιέχεσθαι, τὸν δὲ τόπον περιέχειν. τὸ δὲ εἶδος κατὰ τὴν αὐτὴν πάλιν ἐπιβολήν, καθ’ ὅσον ὁ μὲν τόπος χωριστός, τὸ δὲ εἶδος ἀχώριστον· εἰ μὴ ἄρα οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν εἴηπται νῦν ἁπλῶς τὸ ἀχώριστον τοῦ εἴδους, καθ’ ἣν ἐλήφθη πρότερον. περιττὸν γὰρ ἄν εἴη δὶς παρὰ πόδας τὸ αὐτὸ κατὰ τὴν αὐτὴν ληφθὲν ἔννοιαν. ἀλλ’ ἐνεδείξατο διὰ τούτου, ὅτι τὸ εἶδος κατὰ μὲν τὸ περιεκτικὸν κοινωνεῖ τῷ τόπῳ καίτοι τῆς ὕλης καὶ κατὰ τοῦτο διαφε- ρούσης αὐτοῦ. τὸ δὲ περιεκτικὸν οὕτως ἔχει τὸ εἶδος ὡς συμφυῶς καὶ ἀχωρίστως περιέχον, ἀλλ’ οὐχὶ χωριστῶς ὥσπερ ὁ τόπος. καλῶς δὲ καὶ ὁ Ἀλέξανδρος ἐπιβάλλει τῷ χωρίῳ ·λέγων· “νῦν γὰρ ἀπὸ τοῦ μάλιστα ἑκατέρῳ ὑπάρχοντος, τῷ τε εἴδει φημὶ καὶ τῇ ὕλῃ, τὴν πρὸς τὸν τόπον λαμβάνει διαφοράν. τῷ μὲν γὰρ ἐνύλῳ εἴδει μάλιστα ὑπάρχει τὸ ἀχώριστον· ὁ γὰρ χωρισμὸς τούτου φθορὰ τούτου ἐστίν. ἡ δὲ ὕλη εἰ καὶ ἀχώριστός ἐστιν εἴδους, ἀλλὰ τοῦδέ γε τοῦ εἴδους χωριστή. τοῦ γὰρ ἀνθρώπου φέρε εἰπεῖν τοῦ ἐν γενέσει τὸ μὲν εἶδος ἅμα τῷ χωρισθῆναι ἔφθαρται, τὸ δὲ ὑποκείμενον μένει ἄλλο μεταλαβὸν εἶδος. εἰκότως οὖν τὸ μὲν εἶδος ἔδειξε μὴ ὂν τόπον ἀπὸ τοῦ μὴ χωρίζεσθαι, τὴν δὲ ὕλην ἐπειδὴ χωριστή πώς ἐστιν, οὐκέτι ἀπὸ τούτου, ἀλλ’ ἀπὸ τοῦ περιέχεσθαι. ἀδύνατον γὰρ αὐτὴν ἄλλως ἐν ὑποστάσει εἶναι καὶ κρατεῖσθαι ἐν τῷ ὄντι μὴ ὑπὸ τοῦ εἴδους ὁριζομένην.” Δοκεῖ δὲ ἀεὶ τὸ ὄν που αὐτό τε εἶναί τι καὶ ἕτερόν τι ἐκτὸς αὐτοῦ. Τὸ μὲν οὖν λεγόμενον δῆλον, ὅτι καὶ ἐκ τῆς ἐναργείας καὶ ἐκ τῆς κοινῆς ὑπολήψεως τοῦτο προφανές, ὡς ἄλλο μέν τι τὸ ἐν τόπῳ, ἄλλο δὲ ὁ τόπος· τοῦτο δὲ οἱ μὲν ἐξηγηταὶ ὡς ἄλλο τέταρτον ἐπιχείρημα τιθέασιν ἀπὸ τοῦ ἄλλο μὲν εἶναι τὸ ἐν τόπῳ ἄλλο δὲ τὸν τόπον τὸ ἐν ᾧ ἐκτὸς ὃν τοῦ ἐν αὐτῷ· εἰ οὖν τὸ ἐν τόπῳ ἡ ὕλη καὶ τὸ εἶδός ἐστιν, ἄλλο ἄν εἴη παρὰ ταῦτα ὁ τόπος. δύναται δὲ καὶ κοινὸν συμπέρασμα εἶναι τῶν πρὸ αὐτοῦ ἐπιχειρημάτων ἀπὸ τῆς ἐναργείας εἰλημμένον. καὶ τῇ γε τοιαύτῃ ἐννοίᾳ συνᾴδει μᾶλλον ἡ τοιαύτη γραφὴ αἰτιολογικὸν ἔχουσα τὸν γὰρ· δοκεῖ γὰρ ἀεὶ τὸ ὄν που, ἔν τισιν ἀντιγράφοις οὕτως φερομένη. ἐπειδὴ γὰρ δοκεῖ ἄλλο μὲν εἶναι τὸ ἐν τόπῳ ἐξ ὕλης καὶ εἴδους ὄν, ἄλλο δὲ ὁ τόπος, εἰκότως ἄλλο μὲν ὁ τόπος, ἄλλο δὲ τὸ εἶδος καὶ ἡ ὕλη ἐστίν. Πλάτωνι μέντοι λεκτέον ἕως τοῦ ὥσπερ ἐν τῷ Τιμαιῳ γέγραφεν. Ἐv τοῖς περὶ τοῦ ἀπείρου λόγοις ἔλεγεν, ὅτι ὁ Πλάτων’ ἔξω τοῦ οὐρα- νοῦ ‘‘οὐδὲν εἶναι σῶμα” ἐβούλετο “οὐδὲ τὰς ἰδέας διὰ τὸ μηδέ που εἶναι αὐτάς.’’ ἐν δὲ τούτοις ἐμνημόνευσεν ὡς τὴν ὕλην τὸ μεθεκτικὸν τῶν εἰδῶν τόπον εἰπόντος. συγκρούει οὖν κατὰ τὸ φαινόμενον τοὺς λόγους. εἰ γὰρ τὸ μεθεκτικὸν τῶν εἰδῶν | ὁ τόπος ἐστί, διὰ τί μὴ ἐν τῷ τόπῳ τὰ εἴδη ἅπερ καὶ ἀριθμοὺς ἔλεγε; τὸ δὲ μεθεκτικὸν ἐν μὲν ταῖς ἀγράφοις ταῖς Περὶ τἀγαθοῦ συνουσίαις μέγα καὶ μικρὸν ἐκάλει, ἐν δὲ τῷ Τιμαίῳ ὕλην, ἣν καὶ τόπον καὶ χώραν ὠνόμαζε. καὶ δῆλον ὅτι φαινομένη τίς ἐστιν ἐναντίωσις αὕτη· οὐ μέντοι ἐστὶν ἐναντία· τὴν μὲν γὰρ ὅλην τόπον ἔλεγε τῶν ἐνύλων εἰδῶν ὡς ὑποδοχὴν αὐτῶν, τὰ δὲ εἴδη τὰ χωριστὰ τῆς ὕλης ἤτοι τὰς ἰδέας ἔλεγε μὴ εἶναι ἐν τόπῳ. οὕτε γὰρ ὡς ἔνυλα εἴδη ἐν τῇ ὕλῃ ἐστὶν ὡς ἐν τόπῳ ἐκεῖνα, οὔτε ὡς σώματα ἐν τῷ τῶν σωμάτων δεκτικῷ. ἐναργεστέρα δὲ ἄν ἔδοξεν ἡ ἐναντίωσις, εἴ τις τῷ λέγοντι τὰς ἰδέας μὴ εἶναι ἐν τόπῳ μηδὲ ἔξω τοὐ οὐρανοῦ τὰ ἐν Φαιδρῷ προήγαγεν, ἐν οἷς φησι “τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε ποιητὴς τῶν τῇδε οὕτε ὑμνήσει και᾿ ἀξίαν. ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ μόνῳ θεατή, περὶ ἣν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος, τοῦτον ἔχει τὸν τόπον’’. ἐν δὲ τούτῳ φησίν “καθορᾷ μὲν αὐτὴν δικαιοσύνην, καθορᾷ δὲ σωφροσύνην; καθορᾷ δὲ ἐπιστή- μην, οὐχ ᾗ γένεσις πρόσεστιν, οὐδὲ ἥ ἐστί που ἑτέρα ἐν ἑτέρῳ οὖσα, ὧν ἡμεῖς νῦν ὄντων καλοῦμεν, ἀλλὰ τὴν ἐν τῷ ὅ ἐστιν ὄντως ἐπιστήμην οὖ- σαν, καὶ τὰ ἄλλα ὡσαύτως τὰ ὄντα ἄντως”. ἰδοὺ γὰρ σαφῶς ἐν τόπῳ τὰς ἰδέας εἶναί φησι τὴν τῆς δικαιοσύνης καὶ σωφροσύνης καὶ ἐπιστήμης· αὐτὸ γὰρ ἕκαστον ἡ ἰδέα ἐστί. λέγει δὲ καὶ ἔξω τοῦ οὐρανοῦ τοῦτον εἶναι τὸν τόπον. ἀλλὰ δῆλον ὅτι ἄλλον μὲν τόπον ἀπέφασκε τῶν ἐκεῖ τὸν ὑπο- δεκτικὸν τῶν ἐνύλων εἰδῶν ἢ τῶν σωμάτων, ἄλλον δὲ ἐξυμνεῖ τὸν ἀφο- ριστικὸν τῆς ἐκεῖ τάξεως· θαυμαστὸν δὲ πῶς ὁ Ἀλέξανδρος καίτοι συννοή- σας, ὅτι εἴδη λέγει τὰς ἰδέας νῦν ὁ Ἀριστοτέλης, ὅμως ἀναγκάζεσθαι νομίζει τὸν Πλάτωνα ἐν τόπῳ λέγειν τὰς ἰδέας, καίτοι ἀύλους αὐτὰς λέγοντα, ἐπειδὴ τόπον καὶ χώραν τῶν ἐνύλων εἰδῶν εἶπε τὴν ὕλην· παρέκβασιν δὲ καλεῖ τὸν λόγον, ἐπειδή, ὅσον μὲν ἐν τοῖς προκειμένοις, ἤρκει δεῖξαι, ὅτι οὐκ ἔστιν ὕλη ὁ τόπος, ὡς ἐδόκει λέγειν ὁ Πλάτων’· τῷ δὲ μὴ ἁπλῶς τό- πον ἀλλ’ εἰδῶν τόπον εἰπόντι ἀκολουθεῖ τὸ ἐναντίον τοῖς ὑπ’ αὐτοῦ λεγο- μένοις ἐν ἄλλοις τὸ τὰ εἴδη ἐν τόπῳ εἶναι. διὸ παρεκβῆναι τοῦ προκει- μένου ὁμολογεῖ τοῦτο ἐπάγων τὸ ἄτοπον. Ἔτι πῶς ἄν φέροιτο εἰς τὸν αὑτοῦ τόπον ἕως τοῦ ὥστε ζητητέος ἐν τοῖς τοιούτοις ὁ τόπος. Πέμπτον τοῦτο ἐπιχείρημα δεικτικὸν τοῦ τὸν τόπον μήτε τὴν ὕλην εἶναι μήτε τὸ εἶδος τοιαύτην ἔχον καὶ τοῦτο τὴν τοῦ λόγου ἀγωγήν· εἰ ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδος, οὐδὲν ἂν τῶν κινουμένων ἐπὶ τὸν αὑτοῦ τόπον φέροιτο· ἀλλὰ μὴν πᾶν τὸ κινούμενον κατὰ φύσιν ἐπὶ τὸν αὑτοῦ φέρεται τόπον, τὰ μὲν βαρέα κάτω, τὰ δὲ κοῦφα ἄνω· οὐκ ἄρα ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδός ἐστιν. οὐδὲ γὰρ φέρεται ἐπὶ τὴν ὕλην ἡ τὸ εἶδος, διότι σὺν αὐ- τοῖς καὶ ἐν αὐτοῖς ἐστι τούτων ἑκάτερον τοῖς φερομένοις. τί γὰρ ἄλλο ἐστὶ τὸ φερόμενον ἢ ὕλη καὶ εἶδος; τὸ δὲ ἐφεξῆς λεγόμενον τὸ ἀδύνατον γὰρ οὗ μὴ κίνησις μηδὲ τὸ ἄνω ἢ κάτω τόπον εἶναι ἄλλον λόγον ὁ Ἀλέξανδρός φησι συνημμένον τῷ πρὸ αὐτοῦ τοιοῦτον· ἐφ’ ὃ μὴ ἔστι κίνησις, τοῦτο τόπος οὐκ ἔστιν· ἐπὶ δὲ τὴν ὕλην καὶ τὸ εἶδος οὐκ ἔστι κίνησις· οὐδὲ ἄρα ἡ ὕλη ἢ τὸ εἶδος τόπος ἐστί. “δύναται δέ, φησί, καὶ τὸ τούτῳ συγκείμενον ἄλλος εἶναι λόγος τοιοῦτος· ὃ μὴ ἔχει διαφορὰς τήν τε ἄνω καὶ τὴν κάτω, τοῦτο οὐκ ἔστι τόπος· ἡ δὲ ὕλη καὶ τὸ εἶδος οὐκ ἔχει διαφορὰς τὸ ἄνω καὶ τὸ κάτω· οὐκ ἄρα ἡ ὕλη καὶ τὸ εἶδος τόπος. αὐτὸς δέ, φησί, πάντα συνθεὶς ὡς ἕνα ἠρώτηκε λόγον προσθεὶς τὸ ‘πῶς ἄν φέροιτο ἔτι τὰ κινούμενα εἰς τοὺς αὑτῶν τόπους, εἰ ἡ ὕλη ἢ τὸ εἶδος τόπος’· ὡς ὂν τοῦτο ἐναργές, ὅτι οὐδὲν ἐπὶ τὸ ἴδιον εἶδος ἢ τὴν ὕλην κινεῖται”. οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος καὶ ὁ Ἀσπάσιος. μήποτε δὲ εἶς μέν ἐστιν ὁ ὅλος λόγος, ὡς καὶ Ἀλέξανδρος ἐπέστησε συνημμένον ἔχων τὸ πρότερον ῥηθὲν τοιοῦτον· εἰ ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδός ἐστιν, οὐδὲν ἄν τῶν κινουμένων ἐπὶ τὸν αὑτοῦ τόπον φέροιτο· ἀλλὰ μὴν πᾶν τὸ κινού- μένον κατὰ φύσιν ἐπὶ τὸν αὑτοῦ τόπον φέρεται. ἐν δὴ τούτῳ τὴν μὲν πρόσληψιν ὡς σαφῆ παρῆκε, τὸ δὲ συνημμένον ἀποδείκνυσι διὰ τοῦ ἀδύ- νατον γὰρ οὐ μὴ κίνησις μηδὲ τὸ ἄνω ἢ κάτω τόπον εἶναι. εἰ γὰρ ἐπὶ τὴν ὕλην ἢ τὸ εἶδος οὐκ ἔστι κίνησις, ἀλλ’ οὐδὲ τὸ ἄνω ἢ κάτω, ἐφ’ ἃ γίνονται αἱ φυσικαὶ κινήσεις, ὕλης ἢ εἴδους εἰσὶ διαφοραὶ τόπου οὖσαι διαφοραί, ἐξ ἀμφοῖν δῆλον ὅτι, εἰ τὸ εἶδος ἢ ἡ ὕλη τόπος, οὐδὲν ἄν τῶν κινουμένων ἐπὶ τὸν αὑτοῦ τόπον φέροιτο, τουτέστιν τὸν ἄνω ἢ τὸν κάτω· ἐνάγει δέ με πρὸς τὴν τοιαύτην τῶν εἰρημένων ἀποδοχὴν καὶ ὁ γὰρ αἰτιολογικὸς σύνδεσμος· ὡς γὰρ αἰτίαν ἐπάγων τοῦ μὴ ἂν φέρεσθαι εἰς τὸν αὑτοῦ τόπον ἕκαστον, εἰ τόπος εἴη ἡ ὕλη ἢ τὸ εἶδος, οὕτως ἐπῆκται. εἰ οὖν ἀληθῆ τὰ εἰρημένα, οὐκ ἐν τῇ ὕλῃ ἢ τῷ εἴδει χρὴ τὸν τόπον ζητεῖν, ἀλλ’ ἐν ἐκείνῳ οὗ διαφορὰ τὸ ἄνω καὶ τὸ κάτω ἐστίν. ἐπὶ γὰρ ταῦτα οἷόν τε φέρεσθαι τὰ κινούμενα, οὐκ ἐπὶ τὴν ὕλην καὶ τὸ εἶδος. δυνατὸν δὲ καὶ κατηγορικῶς οὕτως ἐρωτᾶν τὸν λόγον ἐν δευτέρῳ σχήματι· τόπος ἐστὶν ἐφ’ ὃν ἕκαστον τῶν κατὰ φύσιν κινουμένων ἐπὶ τὸν αὑτοῦ τό- πον κινεῖται· εἰς δὲ τὴν ὕλην ἢ τὸ εἶδος οὐδὲν κινεῖται· οὐκ ἄρα τὸ εἶδος ἢ ἡ ὕλη τόπος ἐστίν. ὅλως δὲ εἰ τὴν ὕλην καὶ τὸ εἶδος ἔχει ἀεὶ τὰ σώ- ματα τόπον ὄντα, πῶς ἄν ἔτι κινοῖτο ἐπὶ τὸν οἰκεῖον τόπον; Εἰ δὲ ἐν αὐτῷ ὁ τόπος, δεῖ γάρ ἕως τοῦ ὥστε τοῦ τόπου ἔσται τόπος. | Ἕκτον τοῦτο ἐπιχείρημα ὡς οἶμαι δεικνύον ὅτι οὔτε τὸ εἶδος οὔτε ἡ ὕλη τόπος ἐστὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ τοῦτο· λέγει δέ· εἰ ἐν αὐτῷ τῷ πράγματι ὁ τόπος ἐστίν, ἔσται τοῦ τόπου τόπος· ἀλλὰ μὴν τοῦτο ἀδύνατον, καὶ δι’ αὐτὸ μὲν τοῦτο διὰ τὸ τὸν τόπον σώματος εἶναι ἀλλ’ οὐ τόπου καὶ διὰ τὴν ἐπ’ ἄπειρον δὲ προχώρησιν τόπον ἀεὶ πρὸ τόπου τιθέν- τῶν ἡμῶν· οὐκ ἄρα ἐν αὐτῷ τῷ πράγματι ὁ τόπος ἐστί. τοῦ δὲ ὑποθε- τικοῦ τόπου τούτου τὴν μὲν ὑπόθεσιν βεβαιοῦται διὰ τοῦ δεῖ γάρ, εἴπερ ἡ μορφὴ ἢ ἡ ὕλη. εἰ γὰρ εἶδος ἢ ὕλη ἐστὶν ὁ τόπος, ἀνάγκη ἐν αὐτῷ εἶναι τῷ πράγματι τῷ ἐξ ὕλης καὶ εἴδους συνεστηκότι· τὸ δὲ συνημμένον ἀποδείκνυσιν ὑγιὲς ἐκ τοῦ μεταβάλλει γὰρ ἅμα τῷ πράγματι καὶ κινεῖται καὶ τὸ εἶδος καὶ τὸ ἀόριστον, τουτέστιν ἡ ὕλη. τοῦ γὰρ πράγματος μεθισταμένου τοῦ συνθέτου συμμεθίσταται καὶ τὸ εἶδος καὶ ἡ ὕλη, ἐξ ὧν ἐστι τὸ σύνθετον, καὶ ἐκεῖ ἐστιν ἔνθα ἄν ᾖ τὸ σύνθετον. εἰ οὖν ταῦτα ὁ τόπος, δῆλον ὅτι μέτεισιν ὁ τόπος τούτων μετιόντων καὶ μέ- τεισιν ἀπὸ τόπου εἰς τόπον· ὥστε ἐν τόπῳ ἔσται ὁ τόπος. ὅτι δὲ τὰ φυσικὰ σώματα τὰ ἐξ ὕλης καὶ εἴδους κινεῖται κατὰ τόπον καὶ μεταβάλλει τοὺς τόπους, πρόδηλόν ἐστι τοῖς αἰσθανομένοις. καὶ δῆλον ὅτι καὶ αὐτὸ τοῦτο ἄτοπόν ἐστι τὸ κινεῖσθαι τοὺς τόπους· κατὰ τόπον γὰρ καὶ εἰς τό- πον ἀνάγκη κινεῖσθαι τὸ κινούμενον. ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις· “μήποτε οὐκ ἀνάγκη, εἴ τι ἔστιν ἐν τόπῳ; καὶ τὰ ἐν αὐτῷ ὄντα ἐν τόπῳ εἶναι, εἰ μὴ ἄρα κατὰ συμβεβηκός· ἰδοὺ γὰρ τὰ μέρη τῶν ἐν τόπῳ ὄντων καὶ αἱ ἐν αὐτοῖς ποιότητες οὐκ εἰσὶν ἐν τόπῳ καθ’ αὑτά, ὥστε κἄν τὸ σύνθετον ἐν τόπῳ ᾖ, οὐκ ἀνάγκη τὸ εἶδος ἢ τὴν ὕλην ἐν τόπῳ εἶναι, πλὴν εἰ μὴ κατὰ συμβεβηκός. ὥστε καὶ εἰ τόπος εἴη τὸ εἶδος ἢ ἡ ὕλη, οὐκ ἄν εἴη ἐν τόπῳ πλὴν εἰ μὴ κατὰ συμβεβηκός· οὕτως δὲ οὐδὲν ἄτοπον καὶ τὸν τόπον ἐν τόπῳ εἶναι· καὶ γὰρ αὐτὸς λέγων εἶναι τόπον τὸ τοῦ περιέχοντος πέρας, ἐν τῷ αὐτῷ εἶναι τόπῳ φησὶ τό τε τοῦ περιέχοντος πέρας καὶ τὸ τοῦ περιεχομένου· αἱ γὰρ ἐπιφάνειαι ἁπτόμεναι ἀλλήλων ἐν τῷ αὐτῷ εἰσι”. λύων δὲ τὴν ἀπορίαν “εἰ ἔστι, φησί, τὸ εἶδος ἢ ἡ ὕλη τόπος τοὐ συνθέτου, ἴσα αὐτῷ ἐστιν· ὁ γὰρ τόπος ἴσος τῶ ἐν τόπῳ. ἐπεὶ οὖν τὸ σύνθετον ἴσον ἐστὶ καὶ τῷ τόπῳ, ἐν ᾧ κινηθὲν ἐγένετο, τὰ δὲ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ἴσος ἄν εἴη καὶ τῷ εἴδει καὶ τῇ ὕλῃ ὁ τόπος ἐν ᾧ ἐγένετο τὸ σύνθετον σῶμα· τὸ δὲ ἐν τόπῳ ἴσον τῷ τόπῳ καθ’ αὑτὸ ἐν τόπῳ ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός· καθὸ γὰρ διέστηκε τὸ ὄν, ἐν τόπῳ. εἰ οὖν ἡ ὕλη ἢ τὸ εἶδος τόπος ὂν τοῦ συνθέτου καὶ συν- διεστὼς αὐτῷ ἐν τόπῳ ἐστίν, ἐν ᾧ γίνεται τὸ σύνθετον, καὶ ἴσον τῷ τόπῳ, καθ’ αὑτὸ ἂν εἴη ἐν τόπῳ. ἄτοπον δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ τὸ δύο τόπους εἷναι ἅμα τοῦ αὐτοῦ πρώτως, εἴ γε ἀμφότεροι ἴσοι τῷ ἐν αὐτῷ, ὅ τε ἐν ᾧ ἐγένετο καὶ τὸ εἶδος ἢ ἡ ὕλη· καὶ ταῦτα γὰρ ἴσα τῷ συνθέτῳ, εἴπερ τόπος αὐτοῦ ἐστι. καὶ δῆλον ὅτι οἱ δύο ἅμα τοῦ αὐτοῦ τόποι πρώ- τως ἔσονται καὶ καθ’ αὑτό, ἀλλ’ οὐ κατὰ συμβεβηκὸς καὶ κατ’ ἄλλο.” Ἔτι ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ἀπόλωλεν ὁ τόπος ἕως τοὐ περὶ τῆς οὐσίας αὐτοῦ εἴρηται. τοῦτο τὸ ἐπιχείρημα δυνατόν φασι καὶ ἀπορίαν ἰδίαν ἔχειν περὶ τό- που, ὅτι δοκεῖ ἀπόλλυσθαι ὁ ἑκάστου τόπος τῶν σωμάτων, ὅταν εἰς ἄλλο σῶμα μεταβολὴ αὐτοῖς γένηται· τοῦ δὲ ἀπολωλέναι τὸν τόπον σημεῖον, ὅτι οὐκέτι εἰσὶν ἐν τῷ αὐτῷ τόπῳ. ἀλλ’ ἄτοπον· τίς γὰρ ἄν γένοιτο τόπου φθορά; μήποτε δὲ τὸ ἔ τι προσκείμενον δηλοῖ περὶ τὸ αὐτὸ τῷ προσεχῶς εἰρημένῳ προβλήματι στρέφεσθαι τὸ ἐπιχείρημα. εἴπερ δὲ ἄρα ἄλλην ἔχει ἀπορίαν, οὕτως μᾶλλον αὐτὴν ἐκδεκτέον, ὡς ὁ Ἀσπάσιος ἐνδείκνυται· ὅταν γὰρ ἐξ ἀέρος ὕδωρ γένηται, τουτέστιν ἐκ μείζονος σώματος ἔλαττον, ἀπόλ- λυται τοῦ τόπου μέρος· οὐ γὰρ τοσοῦτός ἐστιν ὁ τοῦ γινομένου ὕδατος τόπος, ὅσος ἦν ὁ τοῦ ἀέρος τοῦ εἰς αὐτὸ μεταβαλόντος. τίς δὲ τόπου φθορὰ πάνυ χαλεπὸν ἀποδοῦναι, ὡς μαθησόμεθα. καὶ εἴη ἄν τοῦτο συγ- γενὲς ἐκείνῳ τῷ ἐπιχειρήματι τῷ ἀπὸ τῆς αὐξήσεως τοῦ τόπου· ἐν ᾧ ἔλεγε “πῶς οὖν περὶ τῶν αὐξανομένων ἐροῦμεν”· ὡς γὰρ ἐκεῖ ἐδείκνυτο, ὅτι εἰ ἔστιν ὁ τόπος, ἀνάγκη αὔξεσθαι τὸν τόπον, οὕτως ἐνταῦθα ἀνάγκη φθείρεσθαι τὸν τόπον. ἄπορον δὲ πῶς ἂν αὐξηθείη ἢ μειωθείη τόπος. πῶς γὰρ τὸ πρότερον ἀληθές; οὐδὲ γάρ ἐστι σημεῖον τοῦ ἀπολωλέναι τὸν τόπον τὸ μηκέτι ἐν τῷ αὐτῷ εἶναι· δύναται γὰρ καὶ ὅταν ἐξ ἀέρος μετα- βαλὸν τὸ ὕδωρ κάτω γένηται, μένειν ὁ αὐτὸς ἄνω τόπος, κἂν μὴ ὁ αὐτὸς ἀὴρ ᾖ ἐν αὐτῷ. κάλλιον δὲ τοῦ αὐτοῦ προβλήματος εἶναι τὸ ἐπιχείρημα δεικνύντος, ὅτι οὔτε ἡ ὕλη οὕτε τὸ εἶδος τόπος ἐστί. καὶ μᾶλλον ἐπὶ τοῦ εἴδους ἀποδείκνυσθαί φησιν ὁ Ἀλέξανδρος οὕτως ἐκδεχομένων ἡμῶν· “ὅταν τῶν σωμάτων αἱ μεταβολαὶ εἰς ἄλλα σώματα γένωνται, ἀπόλωλεν αὐτῶν τὸ εἶδος οὐ γὰρ ταὐτὸν ὕδατος καὶ ἀέρος)· εἰ δὴ τὸ εἶδος τόπος, ἀπό- λωλεν αὐτῶν ὁ τόπος· ὥστε οὐκέτι εἰσὶν ἐν τῷ αὐτῷ τόπῳ. ἀλλὰ μὴν ἄπορον τίς τοὐ τόπου φθορά. ὥστε εἰ τοῦ μὲν εἴδους φανερὰ ἡ φθορά, εἰ δὲ ὁ τόπος φθείρεσθαι δύναται ἀπορίαν ἔχει, οὐκ ἔστι ταὐτὸν τῷ τόπῳ τὸ εἶδος. εἰ δὲ τὴν ὕλην τις λέγει τόπον ἐν τῇ τῶν σωμάτων εἰς ἄλληλα μεταβολῇ, ὁ μὲν τόπος οὐκέτι ὁ αὐτός, ἡ δὲ ὕλη ἡ αὐτή· μένουσαν γὰρ αὐτήν φαμεν δέχεσθαι τὰ διαφέροντα εἴδη. ὥστε οὐκ ἔστιν ἡ ὕλη τόπς”. καὶ τῷ μὲν Ἀλεξάνδρῳ μᾶλλον δοκεῖ ἐπὶ τοῦ εἴδους ἀληθεύεσθαι τὸν λό- γον. πῶς δὲ τὸ μὲν εἶδος | τόπον ὑποθέμενος ἔλεγεν ὅτι ‟τοῦ μὲν εἴδους φανερὰ ἡ φθορά, εἰ δὲ ὁ τόπος φθείρεσθαι δύναται ἀπορίαν ἔχει” καὶ οὕτω συνῆγεν ὅτι ὁ τόπος οὐκ ἔστι τὸ εἶδος, ἐπὶ δὲ τῆς ὕλης τὸν τόπον φησὶ μὴ εἶναι τὸν αὐτόν, τὴν δὲ ὕλην τὴν αὐτὴν εἶναι, καίτοι τοὐ Ἀρτστο- τέλους εἰς ἓν μόνον ἄτοπον ἀπαγαγόντος τὸ ἀπόλωλεν ὁ τόπος; μήποτε οὖν ἐν ἀμφοῖν ὁμοίως ἀληθεύεται, ἐν ταῖς μεταβολαῖς τῶν σωμάτων τὸ ἀπολωλέναι τὸν τόπον, εἴπερ ἡ ὕλη ἢ τὸ εἶδός ἐστιν ὁ τόπος· εἰ γὰρ μὴ μάτην τὴν ἐξ ἀέρος εἰς ὕδωρ μεταβολὴν παρέθετο καὶ ὅλως τὴν ἐκ μείζο- νος εἰς ἔλαττον, ἀλλ’ ἵνα τὴν συστολὴν τοῦ μεγέθους δηλώσῃ οὐ μόνον κατὰ τὸ εἶδος γινομένην, ἀλλὰ καὶ κατὰ τὴν διάστασιν τὴν ὑλικήν, δῆλον ὅτι καὶ ἐπὶ τῆς ὕλης τὸ ἄτοπον συνάγεται καὶ εἴη ἄν ὁ συλλογισμὸς τοιοῦ- τος· εἰ ὁ τόπος τὸ εἶδος ἢ ἡ ὕλη, ἐν τῇ μεταβολῇ τῶν σωμάτων τῇ ἐκ μείζονος εἰς ἔλαττον ἀπόλωλεν ὁ τόπος· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· τίς γὰρ ἄν εἴη φθορὰ τόπου; καὶ τὴν μὲν πρόσληψιν ὡς ἐναργῆ παραλέλοιπε. τί γὰρ ἄν εἴη τῷ τόπῳ ἐναντίον εἰς ὃ ἂν φθαρείη ὁ τόπος ἢ ἐξ οὗ ἄν γέ- νοιτο; τὸ δὲ συνημμένον δείκνυσι διὰ τοῦ οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ τὸ γενόμενον σῶμα. καὶ γὰρ εἰ μὲν τὸ εἶδος ὑποτεθείη ὁ τόπος, ἄλλος ἐξ ἄλλου τελέως εὑρεθήσεται· εἰ δὲ ἡ ὕλη, ἐλάττων ἐκ μείζονος ὁ τόπος. καὶ πάλιν οὐκ ἐν τῷ αὐτῷ τόπῳ. ὅτι δὲ καὶ ἀπὸ τῆς μερικῆς ἀπωλείας τοῦ τόπου γέγονεν ἡ ἐπιχείρησις, δηλοῖ οἶμαι σαφῶς τὸ οὐδὲ γὰρ ἐν τῷ αὐτῶ τόπῳ τὸ γενόμενον σῶμα. καὶ ὅτι εἰς ἄτοπον ἀπάγει τὴν τοῦ τόπου φθοράν, δηλοῖ τὸ τίς οὖν ἡ φθορά. τοῦτο δὲ καὶ ἐκ τῆς κοινῆς περὶ τοῦ τόπου ἐννοίας, ὅτι οὐ συμφθείρεται τοῖς ἐν τόπῳ ὁ τόπος, ὥσπερ οὐδὲ τὰ ἀγγεῖα τοῖς ἐν αὐτοῖς, ἀλλὰ μενόντων τούτων ἄλλοτε ἄλλων εἰς αὐτὰ μετάστασις γίνεται· καὶ ἐκ τοῦ τὰ σώματα μεταβάλλειν κατὰ τοὺς τόπους, οὐ μέντοι τοὺς τόπους εἰς ἀλλήλους. οὐ γὰρ ὁ ἄνω τόπος εἰς τὸν κάτω μεταβάλλει πῶς γὰρ οἷόν τε;), ἀλλὰ τὰ ἄνω σώματα εἰς τὰ κάτω. ὁ δὲ Εὔδημος δεικνὺς ὅτι οὐκ ἔστιν ὁ τόπος ἡ ὕλη καὶ τοῦτο προστίθησιν· ‟ἔτι δὲ ἡ μὲν ὅλη κινεῖται· ὁ δὲ τόπος ἀκίνητος”. δῆλον δὲ ὅτι καὶ τῷ εἴδει ἐφαρμόττει ὁ αὐτὸς διορισμός· καὶ γὰρ καὶ αὐτὸ κινεῖται. Μετὰ δὲ ταῦτα ληπτέον, ποσαχῶς ἄλλο ἐν ἄλλῳ λέ- γεται ἕως τοῦ πάντων δὲ κυριώτατον τὸ ὡς ἐν ἀγγείῳ καὶ ὅλως ὡς ἐν τόπω. Συμπερανάμενος τοὺς λόγους, ἐξ ὧν τε ἀναγκῶν εἶναί τι τὸν τόπον δοκεῖ, καὶ πάλιν ἐξ ὧν ἀπορήσειεν ἄν τις περὶ τῆς οὐσίας αὐτοῦ τί ποιέ ἐστιν ὁ τόπος, καὶ εἰ ἔστιν ὅλως εἰ γὰρ ἃ δοκεῖ εἶναι ὁ τόπος μὴ ἔστιν, ἀνάγκη καὶ εἰ ἔστιν ὅλως ἀπορεῖσθαι), τούτοις οὖν συμπερανάμενος τοὺς λόγους καὶ τὰς συγκεχυμένας ἐν ἡμῖν δόξας διακρίνας ἐπὶ τὴν εὕρεσιν λοιπὸν τῆς τοῦ τόπου φύσεως παρασκευάζεται. ἐπειδὴ δὲ ἀπὸ τοῦ ἐν τόπῳ ὄντος εἰς ἔννοιαν ἐρχόμεθα τοῦ τόπου, τὸ δὲ ἐν τόπῳ ἔν τινί ἐστι, διαι- ρεῖται πρῶτον πολλαχῶς λεγόμενον τὸ ἔν τινι. χρησιμεύσει δὲ αὐτῷ μά- λιστα ἡ διαίρεσις καὶ εἰς τὴν λύσιν τοὐ ἐν τόπῳ τὸν τόπον ἔσεσθαι κατὰ τὴν Ζήνωνος ἀπορίαν, ἣν εἶπε ζητεῖν τινα λύσιν· ἔλεγε γὰρ ὁ Ζήνων· ‟εἰ πάν τὸ ὂν ἐν τόπῳ, δῆλον ὅτι καὶ τοῦ τόπου τόπος ἔσται, καὶ τοῦτο ἐπ’ ἄπειρον πρόεισι”. λυθήσεται οὖν ὁ λόγος οὗτος ἐκ τοῦ πλεοναχῶς τοῦ ἔν τινι λεγομένου μὴ εἴ τί ἐστιν ἔν τινι καὶ ἐν τόπῳ εἶναι. διὸ καὶ εἰς τοῦτο συνεπληρώθη πᾶς ὁ λόγος ὁ περὶ τοῦ ἔν τινι. τὰ οὖν ἔν τινι κατὰ ὀκτὼ ἢ ἐννέα τρόπους λέγεσθαί φησιν· ἔν τινι γάρ ἐστιν ἢ ὡς μέρος ἐν ὅλῳ ὡς ὁ δάκτυλος ἐν τῇ χειρὶ ἢ ἐν τῷ ὅλῳ σώματι, ἐν μὲν τῇ χειρὶ ὡς 20 μέρος, ἐν δὲ τῷ ὅλῳ σώματι ·ὡς μέρους μέρος, ὃ καὶ μόριον καλοῦσιν·. ἢ ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν ὡς τὸ πρόσωπον ἐν ὀφθαλμοῖς καὶ ῥινὶ καὶ τοῖς τοιούτοις. οὐ γάρ ἐστι φησὶ παρὰ τὰ μέρη τὸ ὅλον. κἂν γὰρ ἄλλο τὸ εἶδος ἡ τοῦ ὅλου παρὰ τὸ τῶν μερῶν εἶδος, καθὸ καὶ ὅλον καὶ μέρη φαμὲν εἰδητικῶς ἀντιτιθέντες, ἀλλὰ τό γε ὑποκείμενον τὸ αὐτό· οὐ γὰρ ἀπέσπασται τὸ ὅλον τῶν μερῶν. ἄλλον δὲ τρόπον τὸ ἔν τινι ὡς τὸ εἶδος ἐν τῷ γένει, ὡς λέγομεν ἐν τῷ ζῴῳ τὸν ἄνθρωπον· καὶ ἄλλον ὡς τὸ γένος ἐν εἴδει, ὡς ζῷον ἐν ἀνθρώπῳ καὶ ἵππῳ καὶ τοῖς ἄλλοις, ὅτι ἐν τῷ ἑκάστου τῶν εἰδῶν λόγῳ περιέχεται. διὸ εἴδει εἶπεν, οὐκ εἴδεσιν· ὅτι γὰρ ἄλλως ἔν τινί ἐστι τὸ ὡς μέρος ἐν ὅλῳ καὶ ἄλλως τὸ ὡς εἶδος ἐν γένει, δῆλον ἐκ τοῦ τὸ μὲν ὅλον μηκέτι ὅλον εἶναι ἑνὸς ἀφαι- ρεθέντος μέρους, τὸ δὲ γένος μηδὲν κωλύεσθαι ἔτι εἶναι γένος ἑνὸς εἴδους ἀφαιρεθέντος. καὶ τὸ μὲν γένος πᾶν συνωνύμως πάντων τῶν εἰδῶν κατη- γορεῖται, τὸ δὲ ὅλον μόνων τῶν ὁμοιομερῶν, καὶ τούτων οὐ καθὸ ὅλον. ἔτι δὲ τὸ μὲν ὅλον ἐν πᾶσίν ἐστι τοῖς μέρεσι, τὸ δὲ γένος καὶ ἐν ἑνί. διὸ

---

Simplicius, In Aristotelis physicorum libros commentaria, ed. Hermann Diels. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4013.tlg004.local001/.
