# In Aristotelis physicorum libros commentaria ΣΙΜΠΛΙΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΟ Α ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.1

Simplicius, In Aristotelis physicorum libros commentaria, ΣΙΜΠΛΙΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΟ Α ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simplicius/in-aristotelis-physicorum-libros-commentaria/%CE%A3%CE%99%CE%9C%CE%A0%CE%9B%CE%99%CE%9A%CE%99%CE%9F%CE%A5%20%CE%A6%CE%99%CE%9B%CE%9F%CE%A3%CE%9F%CE%A6%CE%9F%CE%A5%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%91%20%CE%A4%CE%97%CE%A3%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3.1

τὸν σκοπὸν τῆς Ἀριστοτέλους Φυσικῆς ἀκροάσεως μαθεῖν ἔστι ῥᾳδίως, εἰ τῆς κατ’ αὐτὸν διαιρέσεως τοῦ φυσικοῦ μέρους τῆς φιλοσοφίας ὑπομνη- σθείημεν· οὐ χεῖρον δὲ ἴσως καὶ τὴν ὅλην τὴν κατ’ αὐτὸν τῆς φιλοσοφίας ἐκθέσθαι διαίρεσιν. ἐπειδὴ γὰρ τελείωσίς ἐστι τῆς ψυχῆς ἡ φιλοσοφία ὥσπερ τοῦ σώματος ἡ ἰατρική, τῆς δὲ ψυχῆς τὸ μὲν ἄλογόν ἐστι τὸ δὲ λογικόν, καὶ τοῦ λογικοῦ τὸ μὲν τῇ ἀλογίᾳ συνεργοῦν οἷος ὁ δυνάμει παρ’ αὐτῷ λεγό- μενος νοῦς, τὸ δὲ χωριστὸν οἷος ὁ κατ’ ἐνέργειαν, διττὴ δὲ πάσης τῆς ψυχῆς ἡ δύναμις ἡ μὲν ὀρεκτικὴ ἡ δὲ γνωστική, τὸ μὲν τοῦ ὀρεκτικοῦ τελειωτικὸν ἔν τε τῇ ἀλογίᾳ καὶ τῷ δυνάμει νῷ τῷ ταῖς ὀρέξεσι ταῖς ἀλόγοις συνεργοῦντι πρακτικὸν τοῦτο πᾶν οἱ ἀπὸ τοῦ Περιπάτου καλοῦσι περὶ πρᾶξιν ἠσχολημένον καὶ τέλος ἔχον τὴν τοῦ ἀγαθοῦ αἵρεσίν τε καὶ τεῦξιν, τὸ δὲ τοῦ γνωστικοῦ τέλος ἔχον τὴν ἀλήθειαν κοινῶς θεωρητικόν. ἀλλ’ ὅσον μὲν αὐτοῦ τὴν γνῶσιν τοῦ δυνάμει νοῦ τελειοῖ τὴν μετ’ αἰσθήσεως καὶ φαντασίας περὶ τὰ ἔνυλα εἴδη καὶ ἀχώριστα τῆς ὕλης καταγεινομένην, τοῦτο φυσικὸν καλοῦσιν, ὅτι περὶ τὰ τοιαῦτα ἡ φύσις καὶ ἐν τούτοις οὖσα ἀποδείκνυται· ὅσον δὲ περὶ τὰ χωριστὰ πάντῃ τῆς ὕλης εἴδη καὶ τὴν τοῦ ἐνεργείᾳ νοῦ καθαρὰν ἐνέργειαν καὶ τοῦ δυνάμει τὴν τῷ ἐνεργείᾳ συνεπαιρομένην, τοῦτο θεολογικὸν καὶ πρώτην φιλοσοφίαν καὶ μετὰ τὰ φυσικὰ καλοῦσιν ὡς ἐπέκεινα τῶν φυ- σικῶν τεταγμένην· τὸ δὲ περὶ τὰ πῇ μὲν χωριστὰ πῇ δὲ ἀχώριστα τῆς ὕλης εἴδη τοῦτο μαθηματικὸν καὶ περὶ ψυχῆς καλοῦσι. καὶ γὰρ τὴν μαθημα- τικὴν οὐσίαν μέσην λέγουσι τῷ μὲν καθόλου τὸ χωριστὸν ἔχουσαν τῆς ὕλης, τῷ δὲ διαστατῷ καὶ διακεκριμένῳ τὸ ἀχώριστον. καὶ τὴν ψυχὴν δὲ ὁμοίως κατὰ μὲν τὰς αἰσθήσεις καὶ φαντασίας καὶ κατὰ τὸν δυνάμει νοῦν πολὺ τὸ ἔνολον ἔχουσαν νοοῦσι, κατὰ δὲ τὸν ἐνεργείᾳ νοῦν, ὃν καὶ αὐτὸν τῆς ψυχῆς ὄντα ἄκρον δείκνυσιν ὁ Ἀριστοτέλης, κἄν μὴ δοκῇ τῷ Ἀλεξάνδρῳ, τὸ χω- ριστὸν τῆς ὕλης ἔχειν φασίν. ἀλλὰ τὰ μὲν ἄλλα μέρη ἐν ταῖς οἰκείαις πραγματείαις ἀκριβεστέρας τεύξεται διακρίσεως. Τοῦ δὲ φυσικοῦ λόγου τὸ μὲν περὶ τὰς ἀρχάς ἐστι τῶν φυσικῶν πραγμάτων πάντων καθ’ ὃ φυσικά, ταὐτὸν δὲ εἰπεῖν σωματικά, καὶ περὶ τὰ ταῖς τοιαύταις ἀρχαῖς ἐξ ἀνάγκης ἀκολουθοῦντα, τὰ δὲ περὶ τὰ ἀπὸ τῶν ἀρχῶν. ἐπεὶ δὲ τούτων τὰ μέν ἐστιν ἁπλᾶ τὰ δὲ σύνθετα, περὶ μὲν τῶν ἁπλῶν ἡ Περὶ οὐρανοῦ διδάσκει ἐν μὲν τοῖς πρώτοις δύο βιβλίοις περὶ τῆς πέμπτης οὐσίας, τοῦ κυρίως οὐρανοῦ, διαλεγομένη καὶ πρὸς τοῖς ἄλλοις καὶ τὸ ἀίδιον αὐτῆς ἀποδεικνύουσα, ἐν δὲ τοῖς λοιποῖς δύο περὶ τῶν τεττάρων στοιχείων τῶν ὑπὸ σελήνην, καθ’ ὅσον ἁπλᾶ καὶ ταῦτα καὶ ἁπλᾶς κινούμενα κινήσεις, κατὰ τοσοῦτον ἐκεῖ παρειλημμένων. οὕτως γὰρ ἄμεινον οἶμαι λέγειν καὶ οὐχ ὡς ὁ Ἀλέξανδρος τὴν Περὶ οὐρανοῦ περὶ τοῦ ἀιδίου τε καὶ κυκλο- φορητικοῦ καὶ ἔτι περὶ παντὸς φυσικοῦ σώματος καθόλου ἢ περὶ τοῦ κόσμου εἶναί φησι. περὶ μὲν γὰρ τοῦ φυσικοῦ καθ’ ὃ φυσικὸν ταύτην εἶναι καὶ αὐτὸς ὁμολογεῖ τὴν πραγματείαν. καὶ ἔστι καὶ τὸ σύνθετον φυσικόν· οὐδεὶς δὲ περὶ συνθέτου λόγος ἐκεῖ, ἀλλὰ περὶ τῶν ἁπλῶν, ὡς καὶ αὐτὸς Ἀριστο- τέλης ἐν τῷ τρίτῳ τῆς πραγματείας δῆλον πεποίηκεν εἰπών “περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων εἴρηται καὶ ποῖόν τί ἐστι τὴν φύσιν καὶ ὅτι ἄφθαρτον καὶ ἀγένητον. λοιπὸν δὲ περὶ τῶν δυοῖν εἰπεῖν” δύο λέγων τὰς δύο συ- ζυγίας τῶν τεττάρων στοιχείων τοῖς δύο εἴδεσι τῆς κινήσεως τῳ τε ἀπὸ τοῦ μέσου καὶ τῷ πρὸς τὸ μέσον κρατουμένας, στοιχεῖα δὲ τὰ ἁπλᾶ κλῶν. ἐπεὶ δὲ τὰ μὲν σύνθετα πάντα γενητὰ καὶ φθαρτά ἐστι, τῶν δὲ ἁπλῶν τὰ μὲν ἀίδια τὰ δὲ γινόμενα καὶ φθειρόμενα, περὶ μὲν τῶν ἀιδίων ἐν τοῖς πρώτοις εἴρηται τῶν Περὶ οὐρανοῦ, περὶ δὲ τῶν γενητῶν καὶ φθαρτῶν ὡς μὲν ἁπλῶν ἐν τῷ τρίτῳ καὶ τετάρτῳ τῆς πραγματείας ἐκείνης· περὶ δὲ τῶν † γενητῶν μέλλων λέγειν πρῶτα συνέγραψε τὰ Περὶ γενέσεως καὶ δύο βιβλία τὰ κοινῶς πᾶσι τοῖς γινομένοις καὶ φθειρομένοις ἀκολουθοῦντα ᾗ. τοιαῦτα διδάσκων. τούτων δὲ λοιπὸν ἄλλα ἄλλοις ἰδίως πρόσεστι. καὶ τὰ μὲν ὅσα ἐν τῷ προσεχῶς ὑπὲρ ἡμάς συνίσταται τόπῳ διὰ τῆς Μετεω- ρολογικῆς πραγματείας ἐδίδαξε, τῶν δὲ ἐν τῷ καθ’ ἡμᾶς τόπῳ ἐπειδὴ τὰ μέν ἐστιν ἔμψυχα τὰ δὲ ἄψυχα, περὶ μὲν τῶν ἀψύχων ἐν ταῖς Περὶ μετάλλων πραγματείαις διδάσκουσιν· τῶν δὲ ἐμψύχων τὰ μέν ἐστι ζῷα τὰ δὲ φυτὰ τὰ δὲ ζωόφυτα· περὶ μὲν οὖν ζῴων ἐν ταῖς περὶ ζῴων παντοδαπαῖς πρα- γματείαις διελέχθησαν πῇ μὲν ἱστορικῶς τὰ περὶ αὐτῶν ἀφηγούμενοι ὡς ἐν ταῖς Περὶ ζῴων ἱστορίαις, πῇ δὲ αἰτιολογικῶς διδάσκοντες, ὡς ἐν τοῖς Περὶ ζῴων γενέσεως καὶ μορίων καὶ κινήσεως καὶ ὕπνου καὶ τῶν τοιούτων. ὁμοίως δὲ καὶ περὶ φυτῶν κατὰ τὸν διττὸν τοῦτον ἐδίδαξαν τρόπον. ἡ μὲν οὖν διαίρεσις τοιαύτη τίς ἐστι τοῦ φυσικοῦ τῆς φιλοσοφίας κατὰ τὴν περι- πατητικὴν αἵρεσιν ὡς συνελόντι εἰπεῖν. τῆς δὲ προκειμένης πραγματείας ὁ σκοπὸς περὶ τῶν κοινῇ πᾶσιν ὑπαρχόντων τοῖς φυσικοῖς | πράγμασι καθ’ ὅσον εἰσὶ φυσικά, ταὐτὸν δὲ εἰπεῖν 1v σωματικά, διδάξαι. κοιναὶ δὲ πάντων αἱ ἀρχαὶ καὶ τὰ ταῖς ἀρχαῖς παρα- κολουθοῦντα. ἀρχαὶ δέ εἰσι τά τε αἴτια κυρίως λεγόμενα καὶ τὰ συναίτια· καὶ αἴτια μὲν τό τε ποιητικόν ἐστι καὶ τὸ τελικὸν κατὰ τούτους, συναίτια δὲ τό τε εἶδος καὶ ἡ ὕλη καὶ ὅλως τὰ στοιχεῖα. Πλάτων’ δὲ τοῖς μὲν αἰτίοις τὸ παραδειγματικὸν προστίθησι, τοῖς δὲ συναιτίοις τὸ ὀργανικόν. καὶ ὅτι μὲν περὶ τῶν κοινῇ πᾶσιν ὑπαρχόντων τοῖς φυσικοῖς ὁ τῆς πραγματείας ἐστὶ σκοπός, δηλοῖ μὲν εὐθὺς καὶ τὸ προοίμιον ἀναγκαῖον εἶναι λέγων τῷ φυσικῷ “πρῶτον διορίσασθαι τὰ περὶ τὰς ἀρχάς’’, δηλοῖ δὲ καὶ ἐν ἀρχῇ τοῦ τρίτου βιβλίου λέγων “δῆλον οὖν ὡς διά τε ταῦτα καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ καθόλου ταῦτα, σκεπτέον προχειρισαμένοις περὶ ἑκάστου τούτων· ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν”. ἐπεὶ δὲ ἡ φύσις ποιητικόν πὼς προσεχῶς αἴτιον οὖσα τῶν φυσικῶν ἀρχὴ κινήσεως οὖσα δειχθήσεται καὶ πάν φυσικὸν σῶμα ὂν ἀρχὴν ἐν ἑαυτῷ κινήσεως ἔχει, ἀναγκαῖος ὁ περὶ κινήσεως λόγος τῷ φυσικῷ. ἐπεὶ δὲ τὸ κινούμενον ὑπὸ χρόνου μετρεῖται κατὰ τὴν κίνησιν καὶ σῶμα ὂν ἐν τόπῳ ἐστί, δεῖ καὶ περὶ χρόνου καὶ περὶ τόπου διδάξαι. ἐπειδὴ δὲ καὶ τὸ σῶμα καὶ ὁ τόπος καὶ ὁ χρόνος καὶ ἡ κίνησις συνεχῆ ἐστι, καὶ περὶ συνεχοῦς ἀνάγκη διαλαβεῖν. καὶ ταῦτα μὲν παρακολουθεῖ ταῖς φυσικαῖς ἀρχαῖς. ἐμπίπτει δὲ ζητήματα καὶ περὶ ἀπείρου καὶ περὶ κενοῦ, περὶ ἀπείρου μὲν ὅτι ἀνάγκη καὶ τὰ φυ- σικὰ σώματα καὶ τὴν κίνησιν καὶ τὸν τόπον καὶ τὸν χρόνον συνεχῆ ὄντα καὶ διάστασιν ἔχοντα ἐπ’ ἄπειρον εἶναι διαιρετὰ καὶ ἢ ἄπειρα εἶναι ἢ πε- περασμένα ἢ πῇ μὲν τὸ ἄπειρον ἔχειν πῇ δὲ τὸ πεπερασμένον· ἐπεὶ δὲ ὁ τόπος ἔδοξέ τισι διάστημά τι κενὸν εἶναι σώματος ἐστερημένον, εἰκότως ὁ περὶ κενοῦ λόγος ἐμπίπτει τῷ περὶ τοῦ τόπου, καὶ διότι τινὲς τῶν φυσι- κῶν καὶ οὐχ οἱ τυχόντες καὶ τὸ κενὸν ἐν ἀρχῆς ἔθεντο λόγῳ. περὶ τούτων οὖν ὁ τῆς φυσικῆς ἀκροάσεως σκοπός, ἃ κοινῇ πᾶσι τοῖς φυσικοῖς ὑπάρχει ἢ δοκεῖ μέν, οὐχ ὑπάρχει δέ. Καὶ ἡ αἰτία τῆς ἐπιγραφῆς λοιπὸν δήλη. περὶ γὰρ τῶν κοινῶς πᾶσι τοῖς φυσικοῖς καθὸ φυσικά ἐστιν ὑπαρχόντων διδάσκουσα εἰκότως τὸ κοινὸν ὄνομα ἀπηνέγκατο ‘Φυσική’ ἐπιγραφεῖσα, ‘ἀκρόασις’ δὲ ὡς εἰς ἀκρίβειαν οὕτως ἠσκημένη ὡς εἰς ἀκρόασιν ἄλλων προτεθεῖσθαι. Ἄδραστος δὲ ἐν τῷ Περὶ τῆς τάξεως τῶν Ἀριστοτέλους συγγραμμάτων ἱστορεῖ παρὰ μέν τινων ‘Περὶ ἀρχῶν ἐπιγεγράφθαι τὴν πραγματείαν, ὑπ’ ἄλλων δὲ ‘Φυσικῆς ἀκροάσεως᾿ τινὰς δὲ πάλιν τὰ μὲν πρῶτα πέντε ‘Περὶ ἀρχῶν’ ἐπιγράφειν φησί, τὰ δὲ λοιπὰ τρία Περὶ κινήσεως. οὕτω δὲ φαίνεται καὶ Ἀριστοτέλης αὐτῶν πολλαχοῦ μεμνημένος. Χρήσιμος δέ ἐστιν ἡ φυσιολογία οὐ μόνον ἐν τοῖς κατὰ τὸν βίον καὶ ἰατρικῇ καὶ μηχανικῇ τὰς ἀρχὰς παρέχουσα καὶ ταῖς ἄλλαις βοηθοῦσα τέχναις ἑκάστη γὰρ αὐτῶν δεῖται τὴν φύσιν καὶ τὰς κατὰ τὴν φύσιν διαφορὰς τῆς ὑποκειμένης αὐτῇ ὕλης ἐπεσκέφθαι) οὐδὲ ὅτι τὸ ἐν ἡμῖν τῆς ψυχῆς εἶδος τὸ σύστοιχον πρὸς τὴν τῶν φυσικῶν γνῶσιν τελειοῖ ὡς θεολογία τὸ νοερὸν καὶ ἄκρον, ἀλλ’ ὅτι καὶ πρὸς τὰς ἄλλας τῆς ψυχῆς τελειώσεις τὰ μέγιστα συντελεῖ. καὶ γὰρ ταῖς πρακτικαῖς ἀρεταῖς συλλαμβάνει, δικαιοσύνῃ μὲν καθ’ ὅσον ἐπιδείκνυσι τά τε στοιχεῖα καὶ τὰ μέρη τοῦ παντὸς ἀλλήλοις εἴκοντα καὶ ἀγαπῶντα τὴν ἑαυτῶν τάξιν καὶ τὴν ἰσότητα φυλάττοντα τὴν γεωμετρικὴν καὶ διὰ τοῦτο πλεονεξίας ἀφίστησι, σωφροσύνῃ δὲ τὴν φύσιν δεικνῦσα τῆς ἡδονῆς, ὅτι προηγούμενον μὲν οὐδέν ἐστιν ἀγαθόν, παρακολού- θῆμα δέ τι ἕως τότε σφοδρὸν καὶ αἱρετὸν δοκοῦν, ἕως ἔτι πολλῷ τῷ παρὰ φύσιν συνανακέκραται. καὶ μέντοι ἡ περὶ τὴν φυσικὴν θεωρίαν ἀσχολία ῥᾳδίως τὴν ψυχὴν μεθίστησιν ἀπό τε τῶν σωματικῶν ἡδονῶν καὶ τῆς περὶ τὰ ἐκτὸς πτοίας· δι’ ὧν σωφροσύνη καὶ δικαιοσύνη καὶ τὸ εὐσύμβολον ἐν τοῖς συναλλάγμασι περιγίνεται. ἀνδρεῖος δὲ τίς ἄν οὕτως εἴη ὡς ὁ ἀπὸ φυσιολογίας ἐγνωκὼς ὡς οὐδὲν αἰσθητὸν τοὐ παντός ἐστι μέρος τὸ ἡμέτερον ζῷον οὐδὲ τοῦ χρόνου τοῦ παντὸς τῆς ἡμετέρας ζωῆς τὸ μέτρον καὶ ὅτι τῷ γινομένῳ παντὶ φθορὰν ἀκολουθεῖν ἀναγκαῖον διάλυσιν οὖσαν εἰς τὰ ἁπλᾶ καὶ ἀπόδοσιν τῶν μερῶν εἰς τὰς οἰκείας ὁλότητας καὶ ἐκνεασμὸν τῶν γε. γηρακότων καὶ ἀνάρρωσιν τῶν κεκμηκότων; τὸ δὲ νῦν ἢ μετ’ ὀλίγα ἔτη φθείρεσθαι ἐν οὐδενὶ ἄν εἴη λόγῳ πρὸς τὸν τὴν ἀπειρίαν τοῦ χρόνου διε- γνωκότα· εἰ δὲ καὶ τὴν χωριστὴν ὑπεροχὴν τῆς ψυχῆς ἐννοῶν πρὸς τὰς ἀπὸ τοῦ σώματος προσγινομένας ἀσχολίας αὐτὴν παραβάλλοι, τότε ἄν τελέως ἀγαπήσοι τὸν θάνατον· ὁ δὲ πρὸς θάνατον οὕτως ἔχων τί ἄν ἄλλο τῶν δο- κούντων δεινῶν καταπτήξειε; φρονήσεως δὲ αὐτόθεν ἐστὶ ποιητικὴ πολὺ τὸ συγγενὲς ἐχούσης πρὸς τὸ γνωστικὸν τῆς ψυχῆς. μεγαλοψύχους δὲ καὶ με. γαλόφρονας ποιεῖ πείθουσα μηδὲν τῶν ἀνθρωπίνων ἡγεῖσθαι μέγα· ὀλίγοις τε ἀρκουμένους καὶ διὰ τοῦτο ὧν τε ἔχουσι κοινωνοῦντας ἑτοίμως καὶ λαμ- βάνειν παρ’ ἄλλων οὐδὲν δεομένους ἐλευθερίους ἀποτελεῖ. τὸ δὲ μέγιστον αὐτῆς ἀγαθόν, ὅτι καὶ πρὸς τὴν τῆς ψυχικῆς οὐσίας γνῶσιν καὶ πρὸς τὴν τῶν χωριστῶν καὶ θείων εἰδῶν θεωρίαν ὁδός ἐστι καλλίστη, ὡς καὶ Πλάτων’ δηλοῖ ἀπὸ τῶν φυσικῶν κινήσεων ὁρμηθεὶς ἐπὶ τὴν εὕρεσιν τῆς τε αὐτο- κινήτου οὐσίας καὶ τῆς νοερᾶς καὶ θείας ὑποστάσεως, καὶ Ἀριστοτέλης δὲ ἐν αὐτῇ ταύτῃ τῇ πραγματείᾳ ἀπὸ τοῦ ἀιδίου τῆς κυκλικῆς κινήσεως τὸ ἀκίνητον καὶ πάσης κινήσεως αἴτιον ἀνερευνῶν. ἔτι δὲ τὸ πρὸς τὴν θείαν ὑπεροχὴν σέβας αὕτη | μάλιστα διαθερμαίνει, καλῶς ἐκ τῆς τῶν ὑπ’ αὐτοῦ γινομένων ἀκριβοῦς κατανοήσεως εἰς θαῦμα καὶ μεγαλειότητα τοῦ ποιήσαντος ἀνεγείρουσα· τῷ δὲ θαύματι τούτῳ ἡ πρὸς τὸν θεὸν συμπάθεια καὶ πίστις καὶ ἐλπὶς ἀσφαλεῖς συνακολουθοῦσι. καὶ διὰ ταῦτα μάλιστα φυσιολογίαν ἀσκητέον. οὕτως οὖν χρησίμου τῆς φυσιολογίας οὔσης χρησιμωτάτη ἂν εἴη δικαίως ἡ παροῦσα πραγματεία τὰς ἀρχὰς ἡμᾶς τῆς ὅλης φυσιολογίας ἀνα- διδάσκουσα, ὧν ἐκτὸς ἀδύνατον φυσιολογικὴν ἔχειν ἐπιστήμην, ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἀρχόμενος εὐθὺς τῆς συγγραφῆς ἐνεδείξατο “τότε γὰρ οἰόμεθα γινώσκειν ἕκαστον’’ εἰπών, “ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων. Εἰ δὲ καὶ περὶ τῆς τάξεως τοῦ συγγράμματος χρὴ λέγειν, ὅτι μὲν τῶν φυσικῶν προηγεῖται πάντων ὡς τὰς ἀρχὰς διδάσκον τὰς φυσικάς, πρόδηλον καὶ ἐκ τῆς παρατεθείσης ῥήσεως· μετὰ δὲ τὰς ἠθικὰς πραγματείας τὰς τὸ ἦθος ἡμῶν καταρτυούσας καὶ τὰς λογικὰς τὰς τὸ κριτήριον ἡμῖν τῆς ἀλη- θείας εὐτρεπιζούσας τὰς φυσικὰς χρὴ πραγματείας παραλαμβάνεσθαι. Ὅτι δὲ γνήσιον τοῦ Ἀριστοτέλους τὸ βιβλίον, περιττὸν ἀναμφίλεκτον ὑπάρχον καὶ ἐν πολλοῖς τῶν ἀναμφιλέκτων συγγραμμάτων μνήμης παρὰ τοὐ Ἀριστοτέλους τυγχάνον καὶ τῶν σπουδαιοτάτων αὐτοῦ μαθητῶν καὶ τῶν ἀπὸ τῆς αἱρέσεως πάντων μεμνημένων, τῶν δὲ καὶ κε- φάλαια αὐτῆς καὶ συνόψεις ποιουμένων. Διχῇ δὲ τὴν πρώτην τῆς ὅλης πραγματείας διῃρημένης τὰ μὲν πρῶτα Ἄδραστος λέγει πέντε βιβλία <ὅτι> περί τε τῶν φυσικῶν ἀρχῶν πασῶν καὶ τῶν ταύταις ἀκολουθούντων καὶ τῶν εἰς ζήτησιν παρεμ- πιπτόντων, ἀπὸ δὲ τοῦ ἕκτου βιβλίου τὸν περὶ κινήσεως ἀναλαβὼν λόγον ἐν τοῖς τρισὶ τοῖς λοιποῖς τὰ παντοδαπὰ περὶ κινήσεως φυσικὰ θεωρή- ματα παραδίδωσι· διὸ τὰ μὲν πρῶτα πέντε Περὶ ἀρχῶν εἴωθε καλεῖν ὁ Ἀριστοτέλης, τὰ δὲ ἐφεξῆς Περὶ κινήσεως. τῶν δὲ Περὶ ἀρχῶν ἐν μὲν τῷ πρώτῳ περὶ τῶν συναιτίων διδάσκει, τῆς τε ὕλης φημὶ καὶ τοῦ εἴδους καὶ τῆς ἀντικειμένης τῷ εἴδει στερήσεως· ἐν δὲ τῷ δευτέρῳ περὶ τοῦ προσεχῶς ποιητικοῦ αἰτίου, ὅπερ τὴν φύσιν εἶναί φησι, καὶ μέντοι καὶ περὶ τοῦ τελικοῦ. ἐπειδὴ δέ ἐστί τινα καὶ ἄλλα ποιητικὰ δοκοῦντα αἴτια, κατὰ συμβεβηκὸς ἔχοντα τοῦτο ὥσπερ ἡ τύχη καὶ τὸ αὐτόματον, οὐδὲ τὸν τούτων διορισμὸν ἀδιάρθρωτον καταλέλοιπεν. ὁρισάμενος δὲ τὴν φύσιν ἀρχὴν κινήσεως καὶ ὅλως τῶν φυσικῶν κατὰ κίνησιν χαρακτη- ριζομένων, ἐν τῷ τρίτῳ τί ποι’ ἔστιν ἡ κίνησις ἥ τε κοινὴ καὶ ἕκαστον αὐτῆς εἶδος ἀναδιδάσκει. ἐπεὶ δὲ συνεχὴς ἡ φυσικὴ κίνησις, τὸ δὲ συνεχὲς ἐπ’ ἄπειρον διαιρετόν, καὶ περὶ συνεχοῦς καὶ περὶ ἀπείρου διαλέγεται κατὰ τὸ τρίτον βιβλίον. σώματα δὲ ὄντα τὰ φυσικὰ καὶ θέσιν ἔχοντα τόπου δεῖται ἐν ᾧ τε ἔσται καὶ ἐν ᾧ κινηθήσεται. διὸ καὶ περὶ τόπου διέξεισιν ἐν τῷ τετάρτῳ. κενὸν δὲ διάστημα τινῶν τὸν τόπον ὑπολαμβανόντων καὶ ἐν ἀρχῆς λόγῳ τὸ κενὸν τιθέντων τινῶν, εἰκότως καὶ τὰς περὶ τοῦ κενοῦ ζη- τήσεις ἀνακινεῖ. πάσης δὲ κινήσεως ὑπὸ χρόνου μετρουμένης, ἀναγκαῖον ἦν καὶ περὶ χρόνου τὸν φυσικὸν πολυπραγμονεῖν. καὶ οὕτως τὸ τέταρτον συνεπεράνατο βιβλίον. ἐν τῷ πέμπτῳ δὲ τὴν κίνησιν ἀκριβῶς ἀπὸ τῶν ἄλλων μεταβολῶν διέκρινε καὶ τὴν ἀντίθεσιν τῶν τε κινήσεων πρὸς ἀλλήλας καὶ τῶν ἠρεμιῶν πρός τε τὰς κινήσεις καὶ πρὸς ἀλλήλας διώρισε καὶ τὴν μίαν κίνησιν ἥτις ποτέ ἐστι περιέγραψεν. Ἀλλ’ ὀλίγα ἔτι προσθεὶς ἐπὶ τὴν λέξιν τραπήσομαι. τῶν γὰρ πρὸ τοῦ Πλάτωνος φιλοσοφησάντων οἱ μὲν περὶ Θαλῆν καὶ Ἀναξίμανδρον καὶ τοὺς τοιούτους, ἅτε πρώτως τότε μετὰ τὸν κατακλυσμὸν καὶ τὴν τῶν ἀναγκαίων περιποίησιν φιλοσοφίας ἀρξαμένης ἐν τῇ ‘Ελλάδι, τὰς τῶν φύσει γινομένων αἰτίας ζητοῦντες ἅτε κάτωθεν ἀρχόμενοι τὰς ὑλικὰς καὶ στοιχειώδεις ἀρχὰς ἐθεάσαντο καὶ ἐξέφηναν ἀδιορίστως ὡς πάντων τῶν ὄντων τὰς ἀρχὰς ἐκ- φαίνοντες. Ξενοφάνης δὲ ὁ Κολοφώνιος καὶ ὁ τούτου μαθητὴς Παρμενίδης καὶ οἱ Πυθαγόρειοι τελεωτάτην μὲν περί τε τῶν φυσικῶν καὶ τῶν ὑπὲρ τὴν φύσιν, ἀλλ’ αἰνιγματώδη τὴν ἑαυτῶν φιλοσοφίαν παραδεδώκασιν. Ἀναξα- γόρας δὲ ὁ Κλαζομένιος ἐπέστησε μὲν ποιητικὸν αἴτιον τὸν νοῦν, ἐν δὲ ταῖς αἰτιολογίαις ὀλίγιστα αὐτῷ προσεχρήσατο, ὡς ὁ ἐν Φαίδωνι Σωκράτης ἐπέ- σκηψε. καὶ ἴσως οὐδὲν ἄτοπον τοῦτο. καὶ γὰρ καὶ ὁ Τίμαιος αὐτός τε καὶ ὃν ὁ Πλάτων’ ὑπεκρίνατο καίτοι ποιητικὸν καὶ παραδειγματικὸν καὶ τε- λικὸν αἴτιον τῶν γινομένων προυποθέμενοι, ὅμως τὰς τῶν σωματικῶν αἰτίων ἀποδόσεις ἀπό τε τῶν ἐπιπέδων καὶ τῶν σχημάτων καὶ ὅλως ἀπὸ τῆς τῶν στοιχείων φύσεως ἐποιήσαντο. πλὴν ὅ γε Πλάτων’ τά τε τῶν Πυθαγορείων καὶ τῶν ’Eλεατικῶν ἐπὶ τὸ σαφέστερον προαγαγὼν τά τε ὑπὲρ τὴν φύσιν ἐξύμνησεν ἀξίως κἀν τοῖς φυσικοῖς καὶ γενητοῖς τὰς στοιχειώδεις ἀρχὰς τῶν ἄλλων διέκρινε καὶ στοιχεῖα πρῶτος αὐτὸς ὠνόμασε τὰς τοιαύτας ἀρχάς, ὡς ὁ Εὔδημος ἱστορεῖ, καὶ τὸ ποιητικὸν αἴτιον καὶ τὸ τελικὸν καὶ ἔτι πρὸς τούτῳ τὸ παραδειγματικόν, τὰς ἰδέας, αὐτὸς θεασάμενος διέκρινε· καὶ γὰρ τὴν ὕλην ταῖς αὐταῖς χρώμενος ἐννοίαις ἐς ὕστερον Ἀριστοτέλης ἀνεῦρε, καὶ τὸ εἶδος ὁμοίως· ποιητικόν τε αἴτιον τὸν θεῖον ἐφίστησι νοῦν καὶ τε- λικὸν τὴν τούτου ἀγαθότητα, δι’ ἣν τὸ αἰσθητὸν πᾶν πρὸς τὸ νοητὸν πα- ράδειγμα ἀφωμοίωσεν. ὁ δέ γε Ἀριστοτέλης τῶν μὲν πρὸ τοῦ Πλάτωνος φυσιολόγων διήνεγκεν οὐ μόνον τὸ ποιητικὸν αἴτιον ἐπιστήσας, ἀλλ’ ὅτι καὶ τὰ ὑλικὰ αἴτια ἀρχοειδέστερον ἐθεάσατο. ἐκείνων γὰρ ἢ τἀς ὁμοιομερείας ἢ ἕν τι τῶν τεττάρων | στοιχείων ἢ πλείονα ἢ πάντα ὑποθεμένων ἢ μέχρι τῶν ἀτόμων σωμάτων ἐλθόντων, αὐτὸς καὶ τὰς ὁμοιομερείας καὶ τὰ τέσσαρα στοιχεῖα διέλυσε καὶ αὐτὴν τὴν σωματικὴν φύσιν εἴς τε τὴν ὕλην καὶ τὸ εἶδος ἀνέλυσεν, ὡς πρὸ αὐτοῦ Πλάτων’ καὶ πρὸ τοῦ Πλάτωνος ὁ Πυθαγορικὸς Τίμαιος, προσεχῆ μὲν τὰ τέτταρα στοιχεῖα ποιήσαντες, πρὸ ἐκείνων δὲ τὰ ἐπίπεδα, ἀρχὰς δὲ πρώτας στοιχειώδεις τὴν ὕλην καὶ τὸ εἶδος. ὁμοῦ δὲ " καὶ τοῦ Πλάτωνος καὶ τῶν πρὸ Πλάτωνος ἁπάντων διήνεγκεν Ἀρι- στοτέλης, ὅτι περὶ τῶν φυσικῶν πραγμάτων ἢ ὡς περὶ πάντων τῶν ὄντων διαλεγομένων, ὡς πρὸ τοὐ Πλάτωνός τινες, ἢ ὡς περὶ κόσμου καὶ μερῶν κόσμου καὶ ἐν τοῖς περὶ κόσμου τὰ ἐνταῦθα ζητούμενα ἀνακινούντων, ὡς αὐτός τε ὁ Πλάτων’ καὶ τῶν πρὸ αὐτοῦ τινες, ὁ Ἀριστοτέλης καὶ τὰ φυ- σικὰ διέκρινεν ἥντινα ἐν τοῖς οὖσιν ἔχει τάξιν καὶ ὡς εἰ μηδὲ ἦν κόσμος, περὶ αὐτοῦ καθ’ αὑτὸ διδάσκει τοῦ φυσικοῦ σώματος· κἀν τοῖς στοιχείοις δὲ τὴν στέρησιν ὡς ἄλλο τι τῆς ὕλης οὖσαν αὐτὸς ἀπέδειξε, τοῦ Πλάτωνος τῆς ὕλης ἢ κατὰ τὴν ὕλην ἀφορισαμένου τὴν στέρησιν. καὶ τὺ ποιητικὸν- δὲ αἴτιον τῶν μὲν ἄλλων παραλιμπανόντων, του ’δε Ἀναξαγόρου καὶ του Πλάτωνος, ταὐτὸν δὲ εἰπεῖν τῶν Πυθαγορείων, τὸν θεῖον νοῦν τιθέντων, αὐτὸς τὸ προσεχὲς ζητῶν τῶν φύσει γινομένων ποιητικὸν αἴτιον τὴν φύσιν εἶναί φησιν, ἣν ὁ Πλάτων’ ἐν τῷ ὀργανικῷ τέθεικε κινουμένην μὲν ὑφ’ ἑτέρου, κινοῦσαν δὲ ἕτερα. οὐ μέντοι οὐδὲ Ἀριστοτέλης ἐπὶ τῆς φύσεως ἔμεινεν ὡς ἐπὶ πρώτης ἡ κυρίως ποιητικῆς, ἀλλ’ αὐτὸς ἐπὶ τὸ ἀκίνητον καὶ πάντων κινητικὸν αἴτιον ἀνῆλθε καὶ πάντα τούτου ἐξῆψεν ἐπὶ τέλει τῆσ- δε τῆς πραγματείας τὰ κινούμενα. καὶ τὸ εἶδος δὲ τῆς τοῦ ἀνδρὸς τούτου φυσιολογίας διήνεγκε τῶν μὲν παλαιοτέρων, καθ’ ὅσον τὸ ἐκείνων εἰς τὸ σαφέστερον μετέβαλε καὶ ἀκρίβειαν ταῖς ἀποδείξεσι προσέθηκε, τοὐ δὲ Πλάτωνος, καθ’ ὅσον προφανεστέρας τίθησι τὰς τῶν ἀποδείξεων ἀνάγκας καὶ τὰς ἀρχὰς αὐτῶν ἀπό τε τῆς αἰσθήσεως καὶ ἀπὸ τῶν προ- χείρων δοξῶν σπουδάζει λαμβάνειν, πάντων δὲ ὁμοῦ τῷ πάντα τὰ τῆς φυ- σιολογίας μέρη μέχρι τῶν μερικωτάτων ἀπεξεργάσασθαι. Διχῇ δὲ διῃρημένων αὐτοῦ τῶν συγγραμμάτων εἴς τε τὰ ἐξωτερικὰ οἷα τὰ ἱστορικὰ καὶ τὰ διαλογικὰ καὶ ὅλως τὰ μὴ ἄκρας ἀκριβείας φροντί- ζοντα καὶ εἰς τὰ ἀκροαματικά, ὧν καὶ αὕτη ἐστὶν ἡ πραγματεία, ἐν τοῖς ἀκροαματικοῖς ἀσάφειαν ἐπετήδευσε διὰ ταύτης τοὺς ῥᾳθυμοτέρους ἀπο- κρουόμενος, ὡς παρ’ ἐκείνοις μηδὲ γεγράφθαι δοκεῖν· τοιγαροῦν Ἀλεξάνδρου μετὰ τὴν Περσῶν καθαίρεσιν τάδε πρὸς αὐτὸν γεγραφότος “Ἀλέξανδρος Ἀριστοτέλει εὖ πράττειν. οὐκ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγων. τίνι γὰρ ἔτι διοίσομεν ἡμεῖς τῶν ἄλλων, εἰ καθ’ οὓς ἐπαι- δεύθημεν λόγους, οὗτοι πάντων ἔσονται κοινοί. ἐγὼ δὲ βουλοίμην ἂν ταῖς περὶ τὰ ἄριστα ἐμπειρίαις ἢ ταῖς δυνάμεσι διαφέρειν’’, αὐτὸς τάδε ἀντέ- γραψεν “Ἀριστοτέλης βασιλεῖ Ἀλεξάνδρῳ εὗ πράττειν. ἔγραψάς μοι περὶ τῶν ἀκροαματικῶν λόγων, οἰόμενος δεῖν αὐτοὺς φυλάττειν ἐν ἀπορρήτοις· ἴσθι οὗν αὐτοὺς καὶ ἐκδεδομένους καὶ μὴ ἐκδεδομένους. συνετοὶ γάρ εἰσι μόνοις τοῖς ἡμῶν ἀκούσασιν. ἔρρωσο.’’ Πλούταρχος δὲ ὁ Χαιρωνεὺς ἐν τῷ δρου βίῳ ἐπὶ τῇ ἐκδόσει τῆς Μετὰ τὰ φυσικὰ ταῦτα γεγράφθαι φησίν. p. 184a10 ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι. Τὸ προοίμιον εὐθὺς τὸν σκοπὸν ἐκφαίνει τοῦ συγγράμματος, ὅτι περὶ τῶν φυσικῶν ἀρχῶν ἐστι· πειρατέον γάρ, φησί, πρῶτον διορίσασθαι τὰ περὶ τὰς φυσικὰς ἀρχάς. καὶ τὴν ἀναγκαίαν δὲ χρείαν τοῦ περὶ τῶν ἀρχῶν λόγου σαφῶς παράδειξεν οὓτω πως συλλογισάμεωος. τὰ φυσικὰ ἀρχὰς ἔχει· τὰ ἀρχὰς ἔχοντα ἐπίστασθαι συμβαίνει ἐκ τοῦ τὰς ἀρχὰς αὐτῶν γνωρίζειν· τὰ ἄρα φυσικὰ ἐπίστασθαι συμβαίνει ἐκ τοὐ τὰς ἀρχὰς αὐτῶν γνωρίζειν· ἀναγκαία ἄρα τῷ φυσιολογικὴν ἐπιστήμην ἕξοντι ἡ τῶν ἀρχῶν τῶν φυσικῶν γνῶσις. ἀλλ’ ὅτι μέν εἰσιν ἀρχαὶ τῶν φυσικῶν, ἐφεξῆς ἅπας ὁ λόγος δείξει καὶ οὐ δεῖται νῦν ἀποδείξεως· διὸ οἶμαι ταύτην αὐτὸς τὴν πρότασιν παρῆκεν. ὁ μέντοι Θεόφραστος ἐν ἀρχῇ τῶν ἑαυτοῦ Φυσικῶν καὶ ταύτην ἀνέδειξε λέγων “τὸ μέντοι τῶν φυσικῶν ἀρχὰς εἶναι δῆλον ἐκ τοῦ τὰ μὲν φυσικὰ σώματα εἶναι σύνθετα, πᾶν δὲ σύνθετον ἀρχὰς ἔχειν τὰ ἐξ ὧν σύγκειται· ἅπαν γὰρ τὸ φύσει ἢ σῶμά ἐστιν ἢ ἔχει γε σῶμα· ἄμφω δὲ σύνθετα”. ὁ δὲ Πορφύριος οὐδὲ φυσικοῦ φησιν εἶναι τὸ ζητεῖν, εἰ εἰσὶν ἀρχαὶ τῶν φυ- σικῶν, ἀλλὰ τοῦ ἀναβεβηκότος• ὁ γὰρ φυσικὸς ὡς δεδομέναις χρῆται. ἔτι δὲ μᾶλλον φαίη ἄν τὸ τίνες αἱ ἀρχαὶ τοῦ ἀναβεβηκότος εἶναι ζητεῖν. οὐδὲ γὰρ ὁ γεωμέτρης ἢ ὁ ἰατρὸς τὰς ἑαυτοῦ ἀρχὰς ἀποδείκνυσιν, ἀλλ’ ὡς οὔσαις καὶ τοιαῖσδε οὔσαις χρῆται. πῶς οὗν οἱ φυσικοὶ σχεδόν τι πάντες τὰς ἀρχὰς ζητοῦσι τῶν φυσικῶν; ἡ ὅτι μὲν σύνθετα τὰ φυσικὰ καὶ ἀρχὰς ἔχοντα καὶ τάσδε τὰς ἀρχὰς τοῦ φυσικοῦ ἐστιν ἀποδεικνύναι, ὡς καὶ τοῦ ἰατροῦ ὅτι ἐκ τῶν τεττάρων στοιχείων τὸ ἀνθρώπειον σῶμα καὶ τοῦ γραμματικοῦ ὅτι ἐκ τῶν εἰκοσιτεττάρων στοιχείων ὁ λόγος. τίνα δὲ ἕκαστον τῶν στοιχείων ἔχει δύναμιν, τοῦ ἀναβεβηκότος ἐστὶν ἐπὶ μὲν τῶν γραμμάτων τοῦ μου- σικοῦ, ἐπὶ δὲ <τοῦ> ἀνθρωπείου σώματος τοῦ φυσιολόγου, ἐπὶ | δὲ τῶν φυ- σικῶν ἀρχῶν τοῦ πρώτου φιλοσόφου. διὸ καὶ ὁ Ἀριστοτέλης ὅτι ἐστὶν ἡ ὕλη καὶ τὸ εἶδος ἀρχαὶ τῶν φυσικῶν δείξας τὴν μὲν ὕλην ἐξ ἀναλογίας γινώσκεσθαί φησι καίτοι τοῦ πρώτου φιλοσόφου καὶ ἀπὸ τῶν αἰτίων αὐτὴν δεικνύντος, “περὶ δὲ τῆς κατὰ τὸ εἶδος, φησίν, ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίς ἢ τίνες εἰσί, δι’ ἀκριβείας τῆς πρώτης φιλοσοφίας ἔργον ἐστὶ διορίσασθαι· ὥστε εἰς ἐκεῖνον τὸν καιρὸν ἀποκείσθω”. ὅτι δὲ τὰ ἔχοντα ἀρχὰς τότε συμβαίνει ἐπίστασθαι ὅταν αἱ ἀρχαὶ αὐτῶν γνωσθῶσι, τέθεικε μὲν καὶ ὡς ἀξίωμα· διὸ τῷ παρασυναπτικῷ καλουμένῳ χρῆται συνδέσμῳ, καθ’ ὃν τὸ ἡγούμενον ὡς ὁμολογούμενον λαμβάνεται· εἰ γὰρ ἐπιστήμη ἐστὶν ἡ δι’ ἀποδείξεως γνῶσις, ἀπόδειξις δέ ἐστι συλλογισμός, οὗτος δὲ ἀπὸ ἀρχῶν, δῆλον ὅτι ἡ ἐπιστήμη γνῶσίς ἐστι δι’ ἀρχῶν. πλὴν καὶ παρεμυ- θήσατο αὐτὸ ἐκ τῆς ἐπαγωγῆς καὶ τῆς κοινῆς ὑπολήψεως. “τότε γάρ, φησίν, οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων ”. ἀλλ’ οὐδὲ τὸ συμπέρασμα ἐπήγαγε τὸ τὰ ‘φυσικὰ ἄρα ἐπίστασθαι συμβαίνει ἐκ τοὐ τὰς ἀρχὰς αὐτῶν γνωρίζειν’, ἀλλὰ τὸ ἑπόμενον τῷ συμπεράσματι· δεῖ γάρ, φησί, τῆς περὶ φύσεως ἐπιστήμης διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς, συλλαβὼν ἐν τούτῳ καὶ τὸ συμπέρασμα. Ὁ μέντοι Εὔδημος ἀρχόμενος τῶν Φυσικῶν ἀνωτέρω τὸν λόγον ἐπήγαγε καὶ δείξας ὅτι πρὸς μὲν τὰς πράξεις εὐχρηστότερον εἰδέναι τὰ καθ’ ἕκαστα, πρὸς δὲ θεωρίαν τὰ κοινά, “κοινότατον, φησί, φαίνεται περὶ τὰς ἐπιστήμας τὸ τῶν ἀρχῶν· ὑπάρχουσι γάρ τινες καθ’ ἑκάστην. τούτων δὲ οὕτως ἐχόντων ἀναγκαῖον τῶ φυσιολογοῦντι τὰς ἀρχὰς πρῶτον ἐπισκέψασθαι” καὶ ὁ μὲν ὅλος τῶν λεγομένων νοῦς τοιοῦτος. ἔστι δὲ ἄξιον ζητεῖν τί ἀρχὴ καὶ τί αἴτιον καὶ τί στοιχεῖον. καὶ γὰρ ὁ μὲν Ἀλέξανδρος διαφέρειν ταῦτα ἀλλήλων φησὶ τῷ ἀρχὴν μὲν λέγεσθαι ἰδίως τὸ ποιητικόν, ὅθεν ἡ ἀρχὴ τῆς κινή- σεως, αἴτιον δὲ τὸ οὗ ἕνεκα καὶ τὸ εἶδος ἐν γὰρ τοῖς φύσει τὸ οὗ ἕνεκα τοῦτο), στοιχεῖον δὲ τὸ ἐνυπάρχον ὡς τὴν ὕλην. ἔοικε δὲ τῷ Εὐδήμῳ κα- τακολουθεῖν ὁ Ἀλέξανδρος λέγοντι ὅτι “τοῦ αἰτίου τετραχῶς λεγομένου τὸ μὲν στοιχεῖον κατὰ τὴν ὕλην λέγεται· ἐνυπάρχειν γὰρ δοκεῖ τὰ στοιχεῖα, ὥσπερ ἐν διαλέκτῳ τὰ γράμματα· οὕτω καὶ ὁ χαλκὸς αἴτιος λέγεται τῆς πολυχρονιότητος τῶν ἔργων· αἴτιον δὲ λέγεται καὶ ὅθεν ἡ κίνησις· φαμὲν δὲ εἶναι ταύτην ἀρχήν, ὅθεν νεῖκος λοιδορίας ἀρχή· τὴν μὲν οὖν ἀρχὴν καὶ τὸ στοιχεῖον οὕτω λέγουσιν αἴτια· τὸ δὲ οὗ ἕνεκα οὐκ ἐπιδέχεται ’τον του στοιχείου λόγον· οὐ γὰρ ἐνυπάρχει ἐν τῷ αἰτιατῷ οἷον ἐν τῷ περιπα- τεὶν ἡ ὑγίεια οὐδὲ ἀρχὴ τοῦ περιπατεῖν ἡ ὑγίεια φαίνεται, ἀλλὰ μᾶλλον αἰτία. τὸ δὲ οὗ ἕνεκα καὶ τὸ εἶδος σύνεγγυς φαίνεται καὶ πολλάκις τὰ αὐτά. διὸ μάλιστα ἔοικεν αἰτίῳ τὸ οὗ ἕνεκα’’. τοιαῦτα μὲν καὶ τὰ τοῦ Εὐδήμου. θαυμαστὸν δὲ εἰ μὴ ὑπάρχει τὸ εἶδος ἐν τῷ αἰτιατῷ, εἰ μὴ ἄρα εἶδος τὸ καθόλου λέγουσιν. Ὁ μέντοι Πορφύριος ‘‘ἕνα μὲν τρόπον ἀρχὴν λέγει, φησίν, ὅθεν ἡ πρώτη κίνησις γίνεται· ἔστι δὲ τοιαύτη ἡ ἀφ’ οὗ ὡς ὁδοῦ τὸ πρῶτον· οὕτω δὲ καὶ νεὼς μὲν τρόπις, οἰκίας δὲ θεμέλιος· τούτῳ δὲ τῷ σημαινο- μένω ἀντίκειται ἡ τελευτή· ἕτερον δὲ τρόπον ὡς τὸ ὑφ’ οὗ, ὡς ἡ φύσις τῶν φυσικῶν καὶ ἡ τέχνη τῶν τεχνητῶν· ἀρχὴ δὲ καὶ τὸ οὗ ἕνεκα, οἷον ἀθλήσεως ἡ νίκη· κατ’ ἄλλον δὲ τρόπον ἀρχὴ λέγεται, ἐξ οὗ πρῶτον ἐνυπάρχοντος γίνεταί τι, ὡς οἰκίας λίθοι καὶ ξύλα ἀρχὴ ὡς ὕλη· ἀρχὴ δὲ καὶ ἡ μορφὴ καὶ τὸ σχῆμα καὶ ὅλως τὸ εἶδος. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης τὸ ἐν τῇ ὕλῃ μόνον θεασάμενος εἶδος τοῦτο ἔλεγεν ἀρχήν, ὁ δὲ Πλάτων’ πρὸς τούτῳ καὶ τὸ χωριστὸν ἐννοήσας εἶδος τὴν παραδειγματικὴν ἀρχὴν προ- σεισήγαγε· τετραχῶς οὖν ἡ ἀρχὴ κατὰ τὸν Ἀριστοτέλην· ἡ γὰρ τὸ ἐξ οὗ ὡς ἡ ὕλη ἢ τὸ καθ’ ὃ ὡς τὸ εἶδος ἢ τὸ ὑφ’ οὗ ὡς τὸ ποιοῦν ἢ τὸ δι’ ὃ ὡς τὸ τέλος. κατὰ δὲ Πλάτωνα καὶ τὸ πρὸς ὃ, ὡς τὸ παράδειγμα καὶ τὸ δι’ οὗ ὡς τὸ ὀργανικὸν· ὁσαχῶς δὲ ἡ ἀρχὴ λέγεται, τοσαυταχῶς καὶ τὸ αἴτιον· καὶ τῷ μὲν ὑποκειμένῳ ταὐτὸν ἄμφω, τῇ δὲ ἐπινοίᾳ δια- φέροντα· ἡ μὲν γὰρ ἀρχή, φησὶν ὁ Πορφύριος, ἐπινοεῖται καθὸ προηγεῖται, τὸ δὲ αἴτιον καθὸ ποιεῖ τι καὶ ἀποτελεῖ τὸ μεθ’ ἑαυτό, ὄντος καὶ τοῦ αἰτίου δυνάμει ἀρχικοῦ καὶ τῆς ἀρχῆς δυνάμει τελικῆς· διὸ καὶ προηγεῖται ἡ ἐπίνοια τῆς ἀρχῆς τῆς τοῦ αἰτίου ἐπινοίας· τοσαυταχῶς δὲ τῶν ἀρχῶν καὶ τῶν αἰτίων λεγομένων οὐ πάντα ἐν πᾶσιν, ἀλλ’ ἄλλαι μὲν γενέσεως ἀρχαί, ὡς ὕλη καὶ εἶδος ἢ τὸ ποιοῦν καὶ πάσχον ἡ ἕν τι τῶν στοιχείων ὃ ἕκαστοι τῶν φυσικῶν ἐθεάσαντο. ἄλλαι δὲ γνώσεως ἀρχαὶ αἱ ἄμεσοι καὶ ἀναπόδεικτοι προτάσεις· καὶ ἄλλαι μὲν οὐσίας ἀρχαὶ ὡς τὸ πεπερασμένον καὶ ἄπειρον ἔλεγον οἱ Πυθαγόρειοι ἢ τὸ περιττὸν καὶ τὸ ἄρτιον· πράξεως δὲ ἀρχαὶ ἢ τὸ ποιοῦν ἢ τὸ τέλος“. Tούτων δὲ ἡμῖν ἱστορημένων πρὸς μὲν τὸν Ἀλέξανδρον καὶ πρὸ τούτου πρὸς τὸν Εὔδημον ῥητέον, ὅτι τὸ οὗ ἕνεκα τέλος ὂν καὶ ἀρχὴ ἄν εἴη πάντως καὶ κυριωτέρα τοῦ ποιητικοῦ ἀρχὴ καὶ μάλιστα κατ’ αὐτοὺς τοὺς τὸ ἀκίνητον καὶ πρῶτον αἴτιον τέλος εἶναι λέγοντας τῶν πάντων, ἀλλ’ οὐ ποιητικόν· ὃ καὶ ἀρχὴν τῶν πάντων ὁμολογήσουσιν, εἴπερ τὸ πρώτιστον αὐτὸ τῶν πάντων φασίν· πῶς δὲ στοιχεῖον μόνον τὴν ὕλην φασίν, εἴπερ ἐξ ὕλης καὶ εἴδους οἴονται τὸ σύνθετον; κἄν γάρ τι τελικὸν τὸ εἶδος, ἀλλὰ στοιχειῶδες μᾶλλόν ἐστι. πρὸς δὲ τὸν Πορφύριον, ὅτι πρῶτον μέν, ἐξ ὧν καὶ αὐτὸς διεστήσατο, οὐ λέγεται ἰσαχῶς τὸ αἴτιον καὶ ἡ ἀρχή, ἀλλὰ τὸ μὲν αἴτιον πᾶν καὶ ἀρχή, ἡ δὲ ἀρχὴ τοῦ πράγματος οἷον τῆς ὁδοῦ ἢ τοὐ δράματος οὐκ ἂν λέγοιτο αἴτιον· δεύτερον δὲ ὅτι οὐδὲ προεπινοεῖται τοῦ αἰτίου ἡ ἀρχή, εἴπερ τὸ μὲν αἴτιον προυπάρχειν ἀνάγκη τοὐ ἀποιε- λέσματος, ἡ δὲ ἀρχή, εἴτε ὡς μέρος προηγούμενον εἴτε ὡς στοιχεῖον λαμ- βάνοιτο, συνυπάρχει τῷ ἀποτελουμένῳ. μήποτε οὖν ὁ Ἀριστοτέλης τὴν ἀρχὴν ὡς κοινὸν λαβὼν διεῖλε ταύτην εἴς τε τὰ κυρίως αἴτια, οἷόν ἐστι τὸ ποιητικὸν καὶ τὸ τελικόν, καὶ εἰς τὰ συναίτια ὑπό τινων λεγόμενα, οἷά ἐστι τὰ στοιχεῖα. διὸ καὶ προελθών, ὅταν τὰ αἴτια, φησί, γνωρίσω- μεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας, διότι τὰ πρώτως καὶ κυρίως λεγόμενα αἴτια ταῦτά ἐστιν αἱ πρώτως καὶ κυρίως ἀρχαί· καὶ μέχρι τῶν στοιχείων, φησί, τουτέστι τῶν ἐσχάτως αἰτίων καὶ ἀρχῶν λεγομένων· ὧν οὖν εἰσ’ ἱν ἀρχαὶ εἶπεν ἢ αἴτια ἢ στοιχεῖα. δύναται δὲ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχὰς τὰς πρώτας εἰρηκέναι, ὅτι τὶν αἴτια ἄλλα μὲν τὰ προσεχῆ καὶ καθ’ ἕκαστον, ἄλλα δὲ τὰ πρῶτα, καὶ ὁ τὰ προσεχῆ μὲν γινώσκων τὰ δὲ πρῶτα ἀγνοῶν οὐδὲ τὰ προσεχῆ κυρίως οἶδεν, εἴπερ τὰ πρῶτα καὶ ἐκείνων αἴτια ὄντα ἀγνοεῖ. τότε οὖν ἐπίστασθαι συμβαίνει, ὅταν πάντα τὰ αἴτια καὶ πάσας τὰς ἀρχὰς γνωρίσωμεν τάς τε πρώτας καὶ τὰς προσεχεῖς, ἅπερ ἐστὶ στοιχεῖα. ἐπειδὴ δὲ καὶ πρῶται ἀρχαὶ αἱ μέν εἰσιν ἑκάστων οἰκεῖαι, ὡς γεωμετρίας οἵ τε ὅροι καὶ τὰ ἀξιώματα, αἱ δὲ κοιναὶ πάντων, ὁ Ἀλέξανδρος τὰς κοινὰς ταύτας φησὶ δεῖν γινώσκειν τὸν μέλλοντα ἐπιστήμονα ἔσεσθαι, Πλατωνικῶς τοῦτο φθεγγόμενος. ὁ γὰρ Πλάτων’ τὰς ἐξ ὑποθέσεως τι περαινούσας οὐ βούλεται κυρίως ἐπιστήμας καλεῖσθαι. νῦν μέντοι περὶ τῶν τῆς φυσιολογίας ἀρχῶν ἔοικε λέγειν ὁ Ἀριστοτέλης τὸ πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς· ἃς δὴ καὶ διορίζεται κατὰ τὴν προκειμένην πραγματείαν, ἀλλ’ οὐ κοινὰς τὰς τῷ πρώτῳ φιλοσόφῳ ὑποβεβλημένας. Τὸ δὲ εἰδέναι καὶ τὸ ἐπίστασθαι ὅτι οὐκ ἐκ παραλλήλου εἴρη- τᾶι, καλῶς ἐπέστησεν ὁ Ἀλέξανδρος εἰπών “τὰ ἐκ παραλλήλου λεγόμενα ὀνομάτων μόνων ἔχει διαφορὰν ἐν πράγματος ταὐτότητι καὶ διὰ τοῦτο καὶ ἓν ἐκ τῶν τοιούτων ἴσον δύναται τοῖς πᾶσι· τὸ δὲ εἰδέναι καὶ τὸ ἐπίστασθαι οὐ ταὐτὸν δύναται τῷ εἰδέναι μόνῳ· εἰδέναι γὰρ λεγόμεθα καὶ τὰ δι’ αἰσθήσεως καὶ δόξης καὶ τὰς ἀμέσους προτάσεις, ὧν οὐδὲν ἴσμεν δι’ ἀποδείξεως, ταὐτὸν δὲ εἰπεῖν οὐ κατ’ ἐπιστήμην’’. ταῦτα μὲν οὖν εἴρηκε. πῶς δὲ ἐνταῦθα παρείληπται ἄμφω, οὐκέτι προσέθηκεν· ἔοικε δὲ γένος οὖσαν τὴν εἴδησιν τῆς ἐπιστήμης προτάξαι, ὡς εἰ ἔλεγε τὸ γινώσκειν ἐπιστημονικῶν. ὅμοιον δέ ἐστι τοῦτο τῷ εἰπεῖν ‘ὁ λέγων τι καὶ οὕτως λέγων ὡς ἀποφαίνεσθαι ἢ ἀληθεύει ἢ ψεύδεται’. καὶ γὰρ ὁ λόγος γένος ἐστὶ τῆς ἀποφάνσεως ὡς ἡ εἴδησις, ταὐτὸν δὲ εἰπεῖν ἡ γνῶσις, τῆς ἐπιστήμης· ὅτι δὲ οἶδεν εἴδησιν καὶ ἐπὶ τῆς αἰσθήσεως λεγομένην, ἐδήλωσε τὸ προοίμιον τῆς Μετὰ τὰ φυσικά “πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει· δηλοῖ δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις’’. μήποτε δὲ ὁ Ἀριστοτέλης νῦν εἴδησιν τὴν κυρίως λαβὼν εἰς ταὐτὸν αὐτὴν ἤγαγε τῇ ἐπιστήμῃ· καὶ γὰρ ὁ Πλάτων’ μὴ εἰδέναι φησὶ τὰς ἑαυτῶν ἀρχὰς τοὺς μαθηματικοὺς καὶ δηλονότι ἐπι- στημονικῶς μὴ εἰδέναι ὡς τῆς κυρίως εἰδήσεως τῆς ἐπιστημονικῆς οὔσης· ‘ᾧ γὰρ ἀρχή, φησίν, ὃ μὴ οἶδε, μέσα δὲ καὶ τελευτὴ ἐξ ὧν μὴ οἶδε, πῶς ἔστιν εἰδέναι τούτῳ τὴν ἐπιστήμην καλεῖν;’ καὶ σαφῶς τὴν δόξαν ἄλλην παρὰ τὴν γνῶσιν εἶναί φησιν ὅταν λέγῃ “τί οὖν, ἐὰν ἡμῖν χαλεπαίνῃ οὗτος ὅν φαμεν δοξάζειν ἀλλ’ οὐ γινώσκειν;’’ καὶ τὸ δοξαστὸν ὁμοίως ἀποκρίνει τοῦ γνωστοῦ λέγων “προωμολογήσαμεν δέ γε, εἴ τι τοιοῦτον φανείη, δοξαστὸν αὐτὸ ἀλλ’ οὐ γνωστὸν δεῖν λέγεσθαι.’’ δῆλος δέ ἐστι καὶ ὁ Ἀριστοτέλης τὴν εἴδησιν, ταὐτὸν δὲ εἰπεῖν τὴν γνῶσιν, οὐ τὴν κοινὴν συμπαρα- λαβὼν ἀλλὰ τὴν ἐπιστημονικὴν καὶ ἐξ ὧν ἐπάγει· τότε γὰρ οἰόμεθα, φησίν, γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας, ὡς δὴ γνῶσιν τὴν ἀπὸ τῶν ἀρχῶν λέγων ἥτις ἐστὶν ἡ ἐπιστημονική· ὅτι δὲ ἄλλο τὸ δοξάζειν καὶ ἄλλο τὸ ἐπίστασθαι, ἔδειξεν ὁ ἐν Θεαιτήτῳ Σωκράτης ἐκ τοῦ δόξαν μὲν καὶ ἀληθῆ καὶ ψευδῆ εἶναι, ἐπίστη μὴν δὲ μόνως ἀληθῆ· καὶ ὁ Ἀλέξανδρος τῇ αὐτῇ νῦν ἀπο- δείξει ἐχρήσατο. Ἀλλὰ πῶς εἰπὼν τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους ἐπήγαγεν ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοι- χεῖα; ἢ ὡς ἴδιον πασῶν τῶν ἐπιστημονικῶν εἰδήσεων τοῦτο προσέθηκεν. ἡ γὰρ ἐπιστήμη συλλογισμὸς οὖσα ἀποδεικτικὸς ἐξ ἀρχῶν πάντως ἐστὶ τῶν ἀμέσων προτάσεων. ἀλλ’ εἰ τοῦτο, ἐπειδὴ τὰς ἀμέσους προτάσεις ἀναπο- δείκτως ἴσμεν, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν, καὶ τὰς ἀρχὰς τῶν φυσικῶν ἀναποδείκτως εἰσόμεθα· καίτοι δι’ ἀποδεικτικῶν αὐτὰς συλλογισμῶν παρα- διδόναι πειράσεται. ὁ μὲν οὖν Ἀλέξανδρός φησιν “ἐπειδὴ διαφέρει ἀρχὴ καὶ στοιχεῖον τὸ γὰρ στοιχεῖον ἡ ὕλη), οὐ πάσαι δὲ ἔχουσιν ὕλην ὡς αἱ μαθηματικαί, τὸ λεγόμενον εἴη ἂν δηλωτικὸν ὡς πασῶν μὲν τῶν ἐπιστημῶν ἐχουσῶν τι τούτων, οὐ πασῶν δὲ πάντα, ἀλλὰ τῶν μὲν καὶ ἀρχὰς καὶ αἴτια καὶ στοιχεῖα, ἐνίων δὲ οὔ, ὅσαι οὐ περὶ γενητῶν εἰσιν οὐδὲ περὶ ὕλην τὸ εἶναι ἔχουσιν· ἔστι δὲ ἐν οἷς οὐκ ἔστι τὸ οὗ ἕνεκα, οἷον εἶναι καὶ γεωμετρία δοκεῖ· οὔτε γὰρ ἡ ἀρχὴ ἐν τοῖς ἀγενήτοις οὔτε ἡ ὕλη ἐν τοῖς ἀύλοις.’’ ταῦτα καὶ αὐτῇ λέξει τοῦ Ἀλεξάνδρου λέγοντος ἐπιστῆσαι χρή, πῶς μόνη ἡ ὕλη στοιχεῖόν ἐστι καὶ μόνα ἐκ τῶν στοιχείων τὰ ἔνυλα. καὶ γὰρ λόγου στοιχεῖα λέγομεν καὶ γέγραπται περὶ τῶν τοῦ λόγου στοιχείων τοῖς φιλο- σόφοις· καὶ μέντοι εἰ στοιχεῖόν ἐστιν, ἐξ οὗ πρῶτον γίνεταί τι ἐνυπάρχοντος καὶ εἰς ὃ ἔσχατον ἀναλύεται, γίνεται δὲ ἐξ ὕλης καὶ εἴδους τὸ σύνθετον, δῆλον ὅτι καὶ τὸ εἶδος στοιχεῖόν ἐστι τοὐ συνθέτου. πῶς δὲ οὐκ ἔχουσιν ὕλην αἱ μαθηματικαὶ τοὺς ἀριθμοὺς καὶ τὰ διαστήματα καὶ τοὺς φθόγγους, ὧν τὰ εἴδη ἐπισκοποῦσιν; ἔτι δὲ μᾶλλον ἐπιστάσεως ἄξιον, πῶς οὐκ ἔστιν τὸ οὗ ἕνεκα ἐν γεωμε|τρίᾳ· γὰρ τοῦ κατὰ τὸν βίον χρησίμου ἕνεκα παρελήφθη αὐτή τε καθ’ ἑαυτὴν καὶ τῇ μηχανικῇ τὰς ἀρχὰς ἐνδιδοῦσα. καὶ μέντοι πρὸς ἀστρονομίαν πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως τὰ μέγιστα συντελεῖ. εἰ δὲ ὅτι γνωστική ἐστι καὶ οὐ πρακτική, διὰ τοῦτο οὐ- δὲν ἔχει τέλος, ἔσται καὶ ἡ φυσιολογία ἄσκοπος καὶ ἡ πᾶσα θεωρητικὴ φιλοσοφία, ἧς τέλος ἡ εἰς τὸ πρῶτον ἀγαθὸν ἄνοδος καὶ τὸ ἐξ ἀνθρώπου θεὸν ποιῆσαι ὡς δυνατὸν τὴν ψυχήν, ὡς ὁ αὐτὸς Ἀριστοτέλης ἐν τῷ Κ τῶν Νικομαχείων ἠθικῶν παραδίδωσιν. “Δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, ἐπι- στήμην κοινότερον νῦν λέγειν καὶ τὴν τῶν ἀρχῶν ἐπίγνωσιν, ὧν οὐκ εἰσὶν ἀρχαί, καὶ πρὸς ἐκείνην ἀντιδιαιρεῖν τὴν ἐξ ἀρχῶν ἐπιστήμην. ὅτι δὲ οὐ κοινότερον εἴρηται ἡ ἐπιστήμη, δηλοῖ τὸ τῷ εἰδέναι ἐπαγαγεῖν τὸ ἐπίστασθαι. δύναται καὶ ὡς ἴδιον πασῶν τῶν ἐπιστημονικῶν εἰδήσεων τοῦτο εἰρῆσθαι τὸ ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα· ἡ γὰρ ἐπιστήμη συλλογισμὸς οὖσα " ἀποδεικτικὸς ἐξ ἀρχῶν πάντως ἐστὶ τῶν ἀμέσων προτάσεων. ἀλλ’ εἰ τοῦτο, ἐπειδὴ τὰς ἀμέσους προτάσεις ἀναποδείκτως ἴσμεν, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν, καὶ τὰς ἀρχὰς τῶν φυσικῶν ἀναποδείκτως εἰσόμεθα· καίτοι δι’ ἀποδεικτικῶν αὐτὰς συλλογισμῶν παραδιδόναι πειράσεται.’’ μήποτε οὖν αὐτῷ προσεκτέον τῷ Ἀριστοτέλει ἀκριβῶς εἰπόντι τὴν ἐπιστημονικὴν εἴδησιν συμβαίνειν οὐ περὶ πάντα τὰ ὄντα οὐδὲ περὶ πάσας τὰς γνώσεις, ἀλλὰ περὶ πάσας τὰς μεθόδους. εἰ γὰρ μέθοδός ἐστιν, ὡς ὁ Ἀλέξανδρός φησιν, πᾶσα ἕξις θεωρητικὴ τῶν ὑφ’ ἑαυτὴν μετὰ λόγου, τουτέστι μετὰ αἰτίας, ταὐτὸν δὲ εἰπεῖν ἡ μετὰ ὁδοῦ τινος εὐτάκτου πρόοδος ἐπὶ τὸ γνωστόν, δῆλον ὅτι οὐκ ἂν εἴη μέθοδος ἡ τῆς ἀρχῆς γνῶσις, ἀλλ’ ἡ ἐπιστημονικὴ μόνη ἡ ἀπὸ τῶν ἀρχῶν καὶ αἰτίων τοῦ γνωστοῦ γινομένη. ὧν οὖν γνωστῶν εἰσιν αἱ ἀρχαὶ ἢ ὡς αἴτια ἢ ὡς στοιχεῖα ὥσπερ καὶ τῶν φυσικῶν, τὸ ἐπί- στασθαι ταῦτα συμβαίνει ἐκ τοῦ τὰς ἀρχὰς αὐτῶν γνωρίζειν. ἐπιστήμη γάρ ἐστιν ἡ ἀπὸ τῶν ἀρχῶν γνῶσις. p. 184a16 Πέφυκε δὲ ἐκ τῶν γνωριμωτέρων. Δείξας ὅτι ἀνάγκη τὸν μέλλοντα ἐπιστήμονα τῶν φυσικῶν ἔσεσθαι πρα- γμάτων τὰς ἀρχὰς τῶν φυσικῶν ἐπεσκέφθαι καὶ μεταβαίνων λοιπὸν ἐπὶ τὴν περὶ τῶν ἀρχῶν διδασκαλίαν, τὸν τρόπον αὐτῆς ἀφορίζεται πρῶτον· καὶ γὰρ ζητεῖται, εἰ δυνατὸν ὅλως περὶ τῶν ἀρχῶν τι μανθάνειν· εἰ γὰρ πᾶσα δι- δασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐξ ἀρχῶν γίνεται, ἀδύνατον δὲ τῶν ἀρχῶν ἀρχὰς λαβεῖν, ἄπορος ἂν ἡ μάθησις εἴη· αὐτὸς οὖν ἡμῖν τὸν τρό- πον ὑφηγεῖται τῆς τῶν ἀρχῶν γνώσεως. ὀλίγον δὲ ἄνωθεν ἀρκτέον· ἐπειδὴ πᾶν τὸ γινωσκόμενον ἢ αὐτόπιστόν ἐστι καὶ ἀρχὴ γνώσεως διὰ τὸ ὁμο- λογεῖσθαι, ὡς ἔχουσιν οἱ ὅροι καὶ αἱ ἄμεσοι καλούμεναι προτάσεις, ἢ ἐκ προὑπαρχούσης τινὸς γινώσκεται γνώσεως τῆς τῶν ὅρων καὶ τῶν ἀμέσων προτάσεων, ὡς ἔχει πάντα τὰ διὰ συλλογισμῶν καὶ ἀποδείξεως γινωσκόμενα, καὶ αἱ ἀρχαὶ δηλονότι τῶν φυσικῶν συνθέτων ὄντων * * * ὅτι μὲν αὐτό- πιστοὶ οὐκ εἰσί, δῆλον ἐκ τῆς διαφόρου τῶν φυσιολόγων ἐπιβολῆς ἄλλων ἄλλας ἀρχὰς ὑποτιθεμένων, ὡς μαθησόμεθα· ἀποδεικτὰς δὲ οὔσας ἀνάγκη διὰ γνωριμωτέρων τινῶν ἀποδείκνυσθαι. πᾶσα γὰρ διδασκαλία καὶ μάθησις διανοητική, τουτέστιν οὐκ ἐξ αἰσθήσεως οὐδὲ κατὰ νοῦν γινομένη ἀλλὰ συλλογιστική τε καὶ ἀποδεικτική, ἐκ προυπαρχούσης γίνεται γνώσεως, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς μεμαθήκαμεν. τὰ δὲ γνωριμώτερα ἢ ἀρχαὶ καὶ αἴτια τῶν ἀποδεικνυμένων παραλαμβάνονται, ὅπερ ἐν ταῖς κυρίως ἀποδείξεσι συμβαίνει ἐκ γὰρ τῶν ἀρχῶν καὶ αἰτίων αὗται τοῦ πράγματος γίνονται, ὡς ὅταν τὸ καλὸν εἶναι τὸν κόσμον ἐκ τοῦ τὸν δημιουργὸν ἀγαθὸν εἶναι συλλογιζώμεθα ἢ τὸ ἀθάνατον τῆς ψυχῆς ἐκ τοῦ αὐτοκινήτου), ἢ ὡς ἀκολουθοῦντα ἐξ ἀνάγκης τοῖς ἀποδεικνυμένοις καὶ διὰ τοῦτο συνεισάγοντα αὐτά. οὕτω παραλαμβάνεται τὰ γνωριμώτερα ὡς ὅταν τὸν θεὸν ἀγαθὸν δεικνύωμεν ἐκ τοὐ τὸν κόσμον καλὸν εἶναι καὶ τεταγμένον, προχειροτέρου τούτου κατ’ αἴσθησιν ἡμῖν ὄντος, καὶ τὴν ψυχὴν αὐτοκίνητον ἐκ τοῦ τὰ ἔμψυχα σώματα ἔνδοθεν κινεῖσθαι) καὶ ἔστιν οὗτος τεκμηριώδης μᾶλλον ἀλλ’ οὐκ ἀποδεικτικὸς ὁ τοῦ συλλογισμοῦ τρόπος. καὶ τὰ πρὸς τὴν τοι- αύτην πίστιν παραλαμβανόμενα τοῦ μὲν ἀποδεικνυμένου οὐκ εἰσὶν ἀρχαί ἕπονται γὰρ αὐτῷ μᾶλλον ἤπερ προηγοῦνται), τῆς δὲ τοιαύτης ἀπο- δείξεως ἀρχαί, διότι γνωριμώτερά ἐστι καὶ προφανέστερα καὶ ἀπ’ αὐτῶν ἡ πίστις γίνεται τοὐ ἀποδεικνυμένου. ἀνάγκη τοίνυν καὶ τὰς τῶν πραγμάτων ἀρχὰς τὰς ὡς αἰτίας λεγομένας ἀρχὰς] πάντως μὲν ἐκ γνω- 55 ριμωτέρων τινῶν ἀποδείκνυσθαι, ἀλλὰ ποτὲ μὲν καὶ ἀρχοειδεστέρων τῇ φύσει καὶ αἰτίων λόγον ἐχόν|των, ὅπερ οὐκ ἔστι φυσιολόγῳ προσῆκον ὑπερ- βαίνει γὰρ αὐτοῦ τὸ μέτρον τὸ τὰς αἰτίας τῶν οἰκείων ἀρχῶν ἐγνωκέναι), ἀλλὰ τῆς ἀναβεβηκυίας αὐτὸν ἐπιστήμης, τῆς πρώτης φιλοσοφίας· αὕτη γὰρ τῶν ἄλλων τὰς ἀρχὰς ἀποδείκνυσι τὰς ὡς αἰτίας λαμβανομένας, αὐτο- πιστοῖς ἀρχαῖς αὐτὴ χρωμένη. δυνατὸν δὲ τρόπον τινὰ καὶ ἐκ τῶν ἑπομένων ταῖς ἀρχαῖς καὶ ἀπ’ αὐτῶν συντιθεμένων, οὐκέτι ὡς ἀπὸ αἰτίων ἀλλ’ ὡς ἀπὸ γνωριμωτέρων, τὰ περὶ τῶν ἀρχῶν τῶν φυσικῶν συλλογίζεσθαι οὐκ ἐπιστάμενον αὐτὰ ἀλλὰ γνωρίζοντα μόνον. διὸ οὐκ εἶπεν ἐκ τοῦ ἐπιστη- μονικῶς γνῶναι τὰς ἀρχὰς ἀλλ’ ἐκ τοῦ γνωρίζειν αὐτάς, διότι ἀπὸ τῶν ἑπομένων ἡ γνῶσις αὐτῶν. ἑπόμενα δέ ἐστι τοῖς ἀρχοειδεστέροις καὶ στοι χειωδεστέροις τὰ ἐξ αὐτῶν σύνθετα καὶ τοῖς μέρεσι τὰ ὅλα· καὶ ἔστιν ἡμῖν γνωριμώτερα τὰ σύνθετα καὶ συγκεχυμένα τῶν συντιθέντων αὐτὰ καὶ ἁπλῶν, διότι τὰ μὲν σύνθετα τῇ αἰσθήσει γνωρίζομεν προχειροτέραν ταύτην ἔχ’ ὄντες οἱ πολλοὶ τὴν γνῶσιν, τὰ δὲ ἀπλᾶ ἐκ τῶν συνθέτων πέφυκε καταλαμβάνεσθαι. καὶ γὰρ ζῷον ἕκαστον καὶ φυτὸν ἑτοίμως γνωρί- ζομεν ὅτι τόδε ἄνθρωπος ἢ ἵππος καὶ τόδε συκῆ ἢ ἄμπελος· ὅτι μέντοι ἐκ τῶν τεττάρων στοιχείων ταῦτα σύγκειται, οὐκ ἔστι παντὸς εἰδέναι· τὸ δὲ καὶ ὅπως μὲν ἔχοντα τὰ στοιχεῖα ζῷον ποιεῖ καὶ τόδε τὸ ζῷον, ὅπως δὲ φυτὸν καὶ τόδε τὸ φυτόν, μόνων ἄν εἴη τῶν εἰς ἄκρον φιλοσοφίας ἐλη- λακότων. οὕτω δὲ καὶ τὰ κοινὰ καὶ καθόλου ὁλοσχερεστέραν ἔχοντα γνῶσιν καὶ προφανεστέραν γνωριμώτερα μᾶλλον ἡμῖν ἐστι τῶν καθέκαστα· τὸ γὰρ ἐκ διαστήματος προσιὸν ῥᾷον διαγνῶναι ὅτι ζῷον ἢ ὅτι ἄνθρωπος, καὶ ὅτι ἄνθρωπος ἢ ὅτι Σωκράτης. ἔοικε δὲ τὸ καθόλου τῷ ὅλῳ κατὰ τὸ συγ- κεχυμένην ἔχειν ἐν ἑαυτῷ τῶν συντιθέντων αὐτὸ πολλῶν τὴν διάρθρωσιν ὡς ἐν τῶ ὅλῳ τὰ μέρη· καὶ γὰρ ἐν τῷ ζῴῳ ἀδίοριστος ἡ τῶν εἰδῶν τοῦ ζῴου διαφορά· καὶ τὸ καθόλου οὖν ὡς σύνθετον κατὰ τὸ συγκεχυμένον γνωριμώ- τερον ἡμῖν ἐστι καὶ ὡς πρὸς ἡμᾶς πρῶτον κατὰ τὴν γνῶσιν, ὥσπερ τῇ φύσει καὶ τοῦτο ὕστερον, εἴπερ ἐπιγέννημά ἐστι τῶν καθέκαστα. τῇ γὰρ φύσει σαφέστερα καὶ γνωριμώτερα τὰ ἁπλούστερά ἐστιν ὡς εἱλικρινῆ καὶ ἄμικτα· διὸ καὶ ἡ διαλεκτικὴ ἐπιστήμη αὐτὸ ἕκαστον ὅτι ποτέ ἐστιν ἐπι- σκοπεῖν εἴθισται ἐπὶ ἁπλῶν τῶν εἰδῶν φιλοσοφοῦσα, ἅτε τῇ φύσει τῶν ὄντων συμπροϊοῦσα, καθ’ ἣν γνωριμώτερα καὶ φανερώτερα τὰ τῶν συνθέτων καὶ τὰ εἱλικρινῆ τῶν συγκεχυμένων. Ὁτι δὲ γνωριμώτερον ἡμῖν τὸ ἀδιόριστον καὶ συγκεχυμένον οἷον ὅλον δοκεῖ, πιστοῦται τὸ μὲν ὄνομα ἕκαστον ὡς ὅλον τι λαβών, τὸν δὲ τοῦ ὀνόματος ὁρισμὸν ὡς τὴν διάρθρωσιν τῶν τοῦ ὀνόματος μερῶν καὶ στοιχείων παραδιδόντα. δῆλον γὰρ ὅτι ἡ μὲν κατὰ τὸ ὄνομα γνῶσις τοῦ κύλλου πρό- χειρὸς καὶ τοῖς πολλοῖς ἐστιν, ὁ δὲ τοῦ κύκλου ὁρισμός, ὅτι ἔστι σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀπὸ ἑνὸς σημείου πᾶσαι αἱ προσπίπτουσαι πρὸς τὴν τοῦ κύκλου περιφέρειαν] ἴσαι ἀλλήλαις εἰσίν, οὗτος δὴ ὁ ὁρισμὸς οὐκέτι πρόχειρος πᾶσι τὰ καθέκαστα τοῦ κύκλου πα- ραδιδοὺς καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ στοιχείοις ἐπεξιών. ἀλλὰ τοῦτο μὲν ὡς πρὸς τὸ σύνθετον καὶ ὅλον οἰκείως ἔχει τὸ παράδειγμα· συνῄρηται γὰρ καὶ συγκέχυται ἐν τῷ ὀνόματι ὡς ἐν ὁλότητι μιᾷ τὰ ἐν τῷ ὁρισμῷ πάντα μέρη καὶ στοιχεῖα· οὐκέτι δὲ τῷ καθόλου προσέοικε. τὸ μὲν γὰρ καθόλου ἑκάστῳ τῶν συμπληρούντων αὐτὸ ἐφαρμόττει ζῷον γὰρ καὶ ἄνθρωπος καὶ ἵππος), τὸ δὲ ὄνομα πρὸς πάντα μὲν ἅμα τὰ ἐν τῷ ὁρισμῷ περιλαμβανόμενα ἐφαρμόττει, οὐκέτι δὲ καὶ πρὸς ἕκαστον· οὐ γὰρ τὸ σχῆμα κύκλος οὐδὲ τὸ ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον οὐδὲ ἄλλο τι ἓν ἢ πλείονα τῶν ἐν τῷ ὁρισμῷ περιλαμβανομένων, εἰ μὴ πάντα ἅμα. διὸ τὸ δεύτερον ἐπήγαγε παράδειγμα τὸ ἐπὶ τῆς καθ’ ἡλικίαν προκοπῆς θεωρούμενον. οἱ γὰρ νή- πιοι παῖδες ὁλοσχερῆ καὶ συγκεχυμένην ἔτι τὴν γνῶσιν ἔχοντες πάντας τοὺς ἄνδρας πατέρας καὶ τὰς γυναῖκας μητέρας καλοῦσι· προἰόντος δὲ τοῦ χρόνου διαρθροῦσι τὸ ὁλοσχερὲς εἰς τὸ μερικὸν ἴδιον καὶ οὕτω τὴν ἀκριβῆ τῶν γεννησάντων αὐτοὺς λαμβάνουσιν εἴδησιν. ὥστε καὶ ἡμεῖς, ἕως ἄν τῷ ὁλοσχερεῖ καὶ συγκεχυμένῳ τῶν αἰσθητικῶν γνώσεων ἑπόμενοι τὰ πράγματα διαγινώσκωμεν, παίδων νηπίων οὐδὲν ἀπεοίκαμεν πατέρας πάντας τοὺς προσ- τυγχάνοντας καλούντων· ὅταν δὲ ἀπὸ τῶν συγκεχυμένων ἐπὶ τὰ εἱλικρινῆ καὶ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἀπλᾶ καὶ στοιχειώδη προέλθωμεν, τότε ἄν εἴ- ημεν ἐγγυτέρω προσιόντες τῇ ἐπιστήμῃ, ἅτε μὴ μόνον τὰ κατ’ αἴσθησιν γνωστὰ ἀλλὰ καὶ τὰ κατὰ λόγον γνωρίζοντες καὶ μὴ μόνον τὰ σύνθετα ἀποτελέσματα ἀλλὰ καὶ τὰ αἰτιώδη τούτων στοιχεῖα. ‘‘ἐλέγετο δέ, φησὶν ὁ Ἀλέξανδρος, δύνασθαί τινα λέγεσθαι καθόλου ὑπ’ αὐτοῦ νῦν καὶ τὰ ἀξιώματα, οἷς πρὸς ἅπαντα μὲν τὰ δεικνύμενα χρώμεθα διὰ τὸ εἶναι ἐναργῆ, οὐδενὸς δὲ τῶν δι’ αὐτῶν δεικνυμένων ἐστὶν ἴδια· ὁποῖά ἐστι τὸ ἐπὶ παντὸς τὴν φάσιν ἢ τὴν ἀπόφασιν, κἄν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενά ἐστιν ἴσα. ταῦτα γὰρ τῷ πρὸς πολλὰ εἶναι χρήσιμα καθόλου τέ ἐστι καὶ ἕκαστον τῶν ὑπ’ αὐτῶν περιέχεται. ἡ μὲν οὖν ὅλη τῶν εἰρημένων ἐν τῷ προοιμίῳ διάνοια καὶ τάξις αὕτη. Ἐπιστῆσαι δὲ ἐν αὐτοῖς ἄξιον πρῶτον μὲν ὅτι τοῖς προκειμένοις οἰ- κεῖον τὸ τοῦ ὅλου καὶ συνθέτου ἀλλ’ οὐχὶ τὸ τοῦ καθόλου παράδειγμα. οὐ γὰρ ὡς ἐκ στοιχείων τῶν καθέκαστα σύγκειται τὸ καθόλου, ὥσπερ τὸ ὅλον καὶ τὸ σύνθετον· οὐδὲν γὰρ στοιχεῖον τὴν τοῦ συνθέτου κατηγορίαν ἐπιδέχεται, ὥςπερ τὰ καθέκαστα τὴν τοῦ καθόλου. Δεύτερον δὲ ἐπιστάσεως ἄξιον, ὅτι διττή ἐστι τοῦ ὅλου καὶ τοῦ κα- θόλου ἡ γνῶσις ὥσπερ καὶ τοὐ ὀνόματος, ἡ μὲν ὁλοσχερὴς καὶ συγκεχυ- μένη καὶ κατὰ ψὴν ἔννοιαν τοῦ γνωστοῦ γινομένη, ἥτις καὶ παχυτέρα ἐστὶ τῆς κατὰ τὸν ὁρισμὸν νώσεως· ἡ δὲ συνῃρημένη καὶ ἡνωμένη καὶ <τὰ> κατὰ μέρος περιειληφυῖα νοερά τις αὕτη καὶ | ἁπλὴ καὶ φανταστικὴ δὲ μᾶλλον ἐκείνης καὶ ἀπεστενωμένη· καὶ ἡ μὲν τοῖς πολλοῖς συνήθης ἡ ὁλο- σχερής], ἡ δὲ τοῖς ἀκροτάτοις. καὶ γὰρ τὸ καθόλου οἱ μὲν πολλοὶ κατὰ τὸ κοινὸν νοοῦσι τὸ ἐν τοῖς κατὰ μέρος ἐξ ἀφαιρέσεως αὐτοῦ ψιλὴν τὴν ἰδιό- τητα λαμβάνοντες προλάμπουσαν μᾶλλον διὰ τὸ ἐπικρατεῖν τῶν διαφορῶν τὴν κοινότητα, οἱ δὲ τὴν ὅλην αὐτοῦ τῶν κατὰ μέρος περίληψιν καὶ τὴν διὰ πάντων δίιξιν καὶ τὴν τὰς διαφορὰς συνῃρηκυῖαν κοινότητα νοερῶς συ- ναιροῦσι· καὶ τὸ ὄνομα δὲ ἀκούσας τὸ τοῦ ἀνθρώπου εἰ τύχοι ὁ μὲν πολὺς εἰς τὴν ὁλοσχερῆ φαντασίαν ἀποφέρεται, ὁ δὲ φιλόσοφος τὸν ὁρισμὸν ἐν ἁπλότητι μιᾷ συναιρεῖ, ὥστε ἡνωμένον τὸ τοῦ ὁρισμοῦ πλῆθος νοῆσαι καὶ ἅμα τὸ πλῆθος καὶ τὸ ἓν λαβεῖν· ὅπερ ἴδιον ἐπιστήμης, ὃ καὶ ὁ ἐν Θεαι- τήτῳ Σωκράτης ᾐνίξατο· *** [ἡ δὲ κατὰ τὸν ὁρισμὸν καὶ ἡ διὰ στοιχείων] γνῶσις μέση τίς ἐστιν ἀμφοῖν διανοητικὴ μᾶλλον οὖσα ἢ καὶ δοξαστική, καὶ τῆς μὲν χείρονος κατὰ τὸ ἀκριβὲς ὑπερέχουσα, τῆς δὲ κρείττονος ἀπολειπομένη κατὰ τὸ διῃρημένον καὶ ἢ μᾶλλον ἢ ἧττον κεχηνός· οὕτω δὲ καὶ τῶν κοινῶν ἡ γνῶσις ἡ μὲν ὁλοσχερὴς προτρέχει τῆς κατὰ τὰς διαφορὰς διαρθρώσεως, ἡ δὲ ἀκριβὴς ἐπιγίνεται συναιροῦσα ἐν τῇ κοι- νότητι τὰς διαφοράς. ὅταν οὖν ὁ Ἀριστοτέλης τὴν τῶν κοινῶν γνῶσιν πρώτην μὲν ὡς πρὸς ἡμᾶς, ὑστέραν δὲ τῇ φύσει λέγῃ, τὴν ὁλοσχερῆ ταύτην φησὶ τὴν ἐξ ἀφαιρέσεως τῆς κοινότητος ψιλῆς γινομένην, ἥτις οὐδὲ ὑφέστηκε καθ’ ἑαυτήν. Τρίτον δ’ ἐφιστάνειν ἄξιον, ὁποία τίς ἐστιν ἡ περὶ τῶν φυσικῶν πρα- γμάτων ἀπόδειξις. εἰ γὰρ τὸ μὲν εἰδέναι τι περὶ τῶν φυσικῶν πραγμάτων ὑπάρχει τοῖς τὰς ἀρχὰς καὶ τὰ αἴτια τῶν φυσικῶν ἐγνωκόσι, ταύτας δὲ ἐκ τῶν συνθέτων ἤδη καὶ συγκεχυμένων εὑρίσκομεν, ἅπερ οὐκ ἔστιν ἀκριβῶς γνῶναι μὴ τῶν αἰτίων ἐγνωσμένων ἀκριβῶς, δῆλον ὅτι τεκμηριώδης ἐστὶν ἡ νῶσις ἡ περὶ τῶν ἀρχῶν ἀλλ’ οὐκ ἀποδεικτική. καὶ καλῶς ὁ Πλάτων’ τὴν φυσιολογίαν εἰκοτολογίαν ἔλεγεν εἶναι, ᾧ καὶ Ἀριστοτέλης συμμαρτυρεῖ τὴν κυρίως ἀπόδειξιν ἐξ ἀμέσων καὶ αὐτοπίστων ἀρχῶν καὶ ἐκ τῶν κυρίως αἰτίων καὶ τῇ φύσει προτέρων εἶναι βουλόμενος. ἀλλ’ οὐκ ἀτιμαστέον διὰ τοῦτο φυσιολογίαν, ἀλλ’ ἀρκεῖσθαι χρὴ τῷ κατὰ τὴν ἡμετέραν φύσιν καὶ δύναμιν, ὡς καὶ Θεοφράστῳ δοκεῖ. Τέταρτον δὲ πρὸς τοῖς εἰρημένοις ἄξιον ζητεῖν, πῶς τὰ κοινὰ σαφέστερα μὲν ὡς πρὸς ἡμᾶς, ἀσαφέστερα δὲ τῇ φύσει λέγει ὁ Ἀριστοτέλης. εἰ γὰρ ἀσαφέστερα τῇ φύσει, δῆλον ὅτι καὶ πορρώτερα καὶ ὕστερα ἔσται τῇ φύσει. καίτοι συναναιρεῖ μὲν τὰ κοινά, οὐ συναναιρεῖται δὲ ὅπερ χαρακτηρίζειν τὰ φύσει πρότερά φαμεν. καὶ ὅ γε Ἀφροδισιεὺς Ἀλέξανδρος ὁμολογεῖ τὸ κοινὸν καὶ καθόλου τῇ φύσει πρότερον εἶναι τῶν ὑπ’ αὐτὸ ὡς τὸ ζῷον τοῦ ἀν- θρώπου τῷ συναναιρεῖν μέν, μὴ συναναιρεῖσθαι δέ. καὶ τοῦτο μὲν μετρίως ὁ Ἀλέξανδρός φησιν· εἰπὼν δὲ ὅτι “τὸ καθόλου τῇ φύσει πρῶτόν ἐστιν’’ ἐπάγει “οὐ μὴν καὶ κυρίως πρῶτον, ὅτι μηδὲ οὐσία· καὶ διὰ τοῦτο ἡ τῶν κοινῶν γνῶσίς τινος ὑστέρα τῆς διὰ τῶν οἰκείων, εἴ γε πρῶτα ἐν ἑκάστῳ τὰ τὴν οἰκείαν φύσιν δηλοῦντα’’. καίτοι θαυμάσειεν ἄν τις, πῶς τὸ τῇ φύσει πρῶτον οὐ κυρίως πρῶτόν ἐστι. μήποτε οὖν ὥσπερ τοὐ ὅλου καὶ συνθέτου τὰ στοιχεῖα καὶ τὰ μέρη πρότερα τῇ φύσει φησὶν ὁ Ἀριστοτέλης πρῶτα πρὸς ἡμάς τὰ σύνθετα λέγων ὡς συγκεχυμένα καὶ αἰσθήσει ληπτά, οὕτω καὶ κοινὰ τὰ ὑστερογενῆ καὶ ἐξ ἀφαιρέσεως λαμβάνει, ἅπερ οὐ συνα- ναιρεῖ κυρίως τὰ κατὰ μέρος, ὡς ἰδιότητες ψιλαὶ λαμβανόμεναι, ἀλλ’ οὐχ ὡς. περιοχαὶ τῶν κατὰ μέρος. τοῦτο μὲν οὖν εἴ τις δύναιτο καὶ πιθανώτερον ἀπολογιζέσθω. ἐπειδὴ δὲ ἀπὸ τῶν κοινῶν καὶ συνθέτων καὶ ἡμῖν σαφε- στέρων ἐπὶ τὰς ἀρχὰς τῶν φυσικῶν φησι δεῖν ἀνατρέχειν ὁ Ἀριστοτέλης, ἄξιον ζητεῖν τίνα μέν ἐστι τὰ κοινά, τίνα δὲ τὰ τῇ φύσει πρότερα, ἅπερ καὶ ἀρχαὶ τῶν φυσικῶν εἰσιν. ὁ μὲν οὖν Ἀλέξανδρος “πρῶτον μέν, φησί, δείξει ὅτι πλείους αἱ ἀρχαὶ καὶ οὔτε μία οὔτε ἄπειροι, εἶτα ὅτι δεῖ καὶ ἐναν- τίωσιν ἐν αὐταῖς εἶναι καὶ τῇ ἐναντιώσει τι ὑποκεῖσθαι, ἀφ’ ὧν κοινῶν ὄντων μετελθὼν δείξει καὶ τίνες εἰσὶν αὗται· ὁ γὰρ ἐκεῖνα εἰδὼς οὐδέπω τὰς ἀρχὰς τίνες εἰσὶν οἶδεν’’. ἀλλ’ ἐπιστῆσαι ἄξιον. εἰ γὰρ τὸ ‘εἰ μία ἡ ἀρχὴ ἢ πλείους’ καὶ ‘εἰ ἐναντίωσιν ἔχουσιν ἢ μή’ καὶ ‘εἰ ὑπόκειταί τι αὐ- ταῖς ἢ μή’ περὶ αὐτῶν εἴρηται τῶν ἀρχῶν καὶ οὐ περὶ τῶν ἐξ αὐτῶν συγ- κειμένων, πῶς ἀπὸ τῶν συνθέτων ἐπὶ τὰς ἀρχὰς ἡμᾶς οὗτος ὁ τρόπος ἀναπέμψει; “ἐλέγετο δέ, φησὶν ὁ Ἀλέξανδρος, δύνασθαί τινα λέγεσθαι καθόλου ὑπ’ αὐτοῦ νῦν καὶ τὰ ἀξιώματα, περὶ ὧν εἴρηται πρότερον· οἷς προσχρῆται νῦν. τὸ γὰρ ἀνάγκη ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους, ἴσον ἐστὶ τῷ μίαν ἡ οὐ μίαν, τοῦτο δὲ τῷ κατὰ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ὀφείλειν κατηγορεῖσθαι ὑποτέτακται”. ἀλλ’ οὐδὲ ταῦτα τὰ κοινὰ σύνθετα ἀπὸ τῶν ἀρχῶν ἐστι τῶν φυσικῶν, ὅπερ ἀπαιτεῖ τὸ τοῦ Ἀριστο- τέλους παράγγελμα, ἀλλὰ καὶ αὐτὰ περὶ τὰς ἀρχὰς θεωρεῖται τὸ μίαν ἢ 2 ἀσαφέστατα DE λέγων DE 3 φύσει εἴη δηλονότι F πορρώτερον οὐ μίαν εἶναι]· καὶ ἔδει ἀπὸ τῶν συνθέτων καὶ γνωριμωτέρων ἡμῖν γι- νώσκεσθαι, εἰ μία ἡ ἀρχὴ ἢ πλείους, καὶ εἰ ἐναντίαι ἢ οὔ, καὶ τίνες αὗται. μήποτε οὖν ἄμεινον ἐκ τῶν τοῖς φυσικοῖς πράγμασιν ἐναργῶς καὶ γνωρίμως τῇ αἰσθήσει ὑπαρχόντων τὰς ἀρχὰς εὑρίσκειν τῶν φυσικῶν, ὥσπερ καὶ τῷ Ἀριστοτέλει δοκεῖ • οἷον ὅτι οὐ μία ἡ ἀρχὴ ἐκ τῆς τῶν ὄντων διαφορᾶς, ὡς μαθησόμεθα· εἰ γάρ ἐστιν ἐν τοῖς οὖσι, φησί, καὶ οὐσία καὶ ποσὸν καὶ ποιὸν καὶ ταῦτα εἴτε ἀπολελυμένα ἀπ’ ἀλλήλων εἴτε μή, πολλὰ τὰ ὄντα. τὸ δὲ ἀκριβὲς τῶν λεγομένων ὀλίγον ὕστερον μαθη- σόμεθα. ὅτι δὲ οὐκ ἀκίνητοι αἱ ἀρχαί, ἐκ τῆς ἐναργοῦς τῶν φυσικῶν κινήσεως δείκνυται· ἡμῖν δὲ ὑποκείσθω, φησί, τὰ φύσει ἢ πάντα ἢ ἔνια κινούμενα· δῆλον δὲ ἐκ τῆς ἐπαγωγῆς * ὅτι δὲ ἐναντίαι αἱ ἀρχαὶ ἔκ τε τῆς τῶν φυσικῶν περὶ τούτου συμφ ωνίας, καὶ ὅτι εἶδος καὶ στέρησις καὶ ὑποκείμενόν τι ἐκ τῆς μεταβολῆς τῆς ἐν τοῖς φυσικο-‘ς δείκνυται. εἰ γὰρ ἡ μεταβολὴ μὴ ἐκ τοῦ τυχόντος εἰς τὸ τυχόν, ἀλλ’ ἐξ ἀμούσου (stc) τὸ μουσικόν, καὶ ὅλως ἐκ τοῦ μὴ τοιούτου πεφυκότος δέ, καὶ εἰ ἀνάγκη | πᾶσαν μεταβολὴν περί τι μένον ὑποκείμενον γίνεσθαι, δῆλον ὅτι καὶ ἐναντίαι ὡς εἶδος καὶ στέρησις καὶ περὶ ἀνείδεον ὑποκείμενον. ὅλως δὲ ὡς κοινῶς εἰπεῖν ἀπὸ τῶν αἰσθήσεων καὶ τῶν αἰσθητῶν τὴν περὶ τῶν φυσικῶν ἀρ- χῶν ἀλήθειαν ἀνιχνευτέον καὶ Θεοφράστῳ πειθομένοις , ὃς περὶ τούτου ζητῶν ἐν πρώτῳ Φυσικῶν τάδε γέγραφεν ’ " ἐπεὶ δὲ [οὐκ] ἄνευ μὲν κι- νήσεως οὐδὲ περὶ ἑνὸς λεκτέον (πάντα γὰρ ἐν κινήσει τὰ τῆς φύσεως), ἄνευ δὲ ἀλλοιωτικῆς καὶ παθητικῆς οὐχ ὑπὲρ τῶν περὶ τὸ μέσον, εἰς ταῦτά τε καὶ περὶ τούτων λέγοντας οὐχ οἷόν τε καταλιπεῖν τὴν αἴσθησιν, ἀλλ’ ἀπὸ ταύτης ἀρχομένους πειρᾶσθαι χρὴ θεωρεῖν, ἢ τὰ φαινόμενα λαμβάνοντας καθ’ αὑτὰ ἢ ἀπὸ τούτων εἴ τινες ἄρα κυριώτεραι καὶ πρότεραι τούτων .’’ καὶ κάλλιον οἶμαι τοιοῦτόν τινα τρόπον τὴν ἀπὸ τῶν ἡμῖν "(voj- ριμωτέρων ἐπὶ τὰς ἀρχὰς ἐπίβασιν γίνεσθαι. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον. 184 bi5 Ἀνάγκη δὲ ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους. Ἀκόλουθον μὲν ἦν πρῶτον ζητεῖν εἰ εἰσὶν ὅλως ἀρχαὶ τῶν φυσικῶν καὶ τότε τίνες εἰσὶ καὶ πόσαι· αὕτη γὰρ ἡμῖν ἡ τάξις τῶν προβλημάτων ἐν τοῖς Ἀποδεικτικοῖς ὑπ’ αὐτοῦ παραδέδοται. ‘ιἀλλὰ τοῦτο, φασίν, οὐκ ἦν τοῦ φυσικοῦ θεωρεῖν ἀλλὰ τοῦ ἐπαναβεβηκότος ’ ὁ γὰρ φυσικὸς ὡς δε- δομένῳ τούτῳ χρῆται. διὸ καὶ ἐν τῷ προοιμίῳ εὐθὺς ὡς τιθέμενος ἀρχὰς εἶναι τῶν φυσικῶν, ἐπειδή, φησίν, ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, δεῖ ταῦτα γνωρίζειν τὸν ἐπιστήμην μέλλοντα περὶ αὐτῶν ἕξειν καὶ τῶν περὶ φύσεως ἐπιστήμης πειρατένον διορίσασθαι πρῶτον τὰ τερὶ τὰς ἀρχάς”. ἀλλὰ ταῦτα μὲν οἱ ἐξηγηταὶ τοῦ Ἀριστοτέλους φασίν. ἐπι- στῆσαι δὲ ἄξιον, μήποτε καὶ τὸ πόσαι καὶ τίνες αἱ ἀρχαὶ καὶ ὅλως ὁ περὶ τῶν ἀρχῶν λόγος τοῦ ἀναβεβηκότος κατὰ τοῦτον τὸν λόγον εἶναι δοκεῖ. μήποτε δὲ καὶ ἀνάγκη τὸν φυσικὸν ὅτι σώματά ἐστι τὰ φυσικὰ εἰδέναι, καὶ ὅτι πᾶν σῶμα σύνθετόν ἐστι, καὶ ὅτι τὸ σύνθετον ἀρχὰς ἔχει τὰ ἐξ ὧν σύγκειται, ὡς καὶ Θεόφραστος ἀπέδειξεν. ἄμεινον οὖν ἴσως λέγειν, ὅτι οὐκ ἐν πᾶσι προβλήμασι τὸ εἰ ἔστι ζητεῖται, ἀλλ’ ἐν οἷς τοῦτο ἀμφιβάλ- λεται, οἷον εἰ ἔστι τὸ κενόν, οὐ μέντοι εἰ ἔστιν ἄνθρωπος. καὶ γὰρ καὶ τοῦτο ἐν τοῖς λογικοῖς κανόσι διώρισται. ὅτι δέ εἰσιν ἀρχαὶ τῶν φυσικῶν πάντες συμφωνοῦντες οἱ φυσικοί, τίνες εἰσὶν αὗται ζητοῦσι. καὶ γὰρ τοὺς περὶ τοῦ ὄντος ζητοῦντας περὶ τῆς ἀρχῆς τοῦ ὄντος ζητεῖν φησιν. οἱ γὰρ περὶ τὰς ἀρχὰς φιλοσοφοῦντες ὡς ὄντων ἀρχὰς ἐζήτουν, καὶ οἱ μὲν ἀδιορίστως, οὐ διακρίνοντες τὰ φυσικὰ ἀπὸ τῶν ὑπὲρ φύσιν, οἱ δὲ διακρίνοντες μέν, ὥσπερ οἵ τε Πυθαγόρειοι καὶ Ξενοφάνης καὶ Παρμενίδης καὶ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας, τῇ δὲ ἀσαφείᾳ λανθάνοντες τοὺς πολλούς. διὸ καὶ Ἀριστοτέλης ὡς πρὸς τὸ φαινόμενον ἀντιλέγει, τοῖς ἐπιπολαίως ἐκλαμβάνουσι βοηθῶν. ἅμα δὲ τῷ τοιάσδε ἢ τοσάσδε εἶναι συναποδείκνυται καὶ τὸ εἶναι ὅλως ἀρχάς. ὡς οὖν οὐσῶν ἀρχῶν δείξας ὅτι ἀναγκαία ἐστὶν ἡ περὶ τῶν ἀρχῶν γνῶσις καὶ τὸν τρόπον τῆς ἐπ’ αὐτὰς ἐφόδου παραδοὺς εὔλογον οἴεται μὴ πρότερον τὸ αὑτῷ δοκοῦν περὶ τῶν ἀρχῶν ἐκφῆναι πρὶν τὰς τῶν παλαιο- τερῶν ἐπισκέψασθαι δόξας. καὶ λαβὼν ἀξίωμα διαιρετικὸν τὸ μίαν εἶναι τὴν ἀρχὴν ἢ πολλάς ἀνάγκη γὰρ διὰ τὸ τῆς ἀντιφάσεως ἀξίωμα μίαν ἢ οὐ μίαν εἶναι, εἰ δὲ μὴ μία, πολλαί), καὶ εἰ μία, φησίν, ἀνάγκη πάλιν ἢ ἀκίνητον ἢ κινουμένην εἶναι, ὑποβάλλει λοιπὸν τοῖς τῆς διαιρέσεως τμήμασι τὰς προκαταβεβλημένας δόξας. ἢ γὰρ μία καὶ ἀκίνητος, ὡς Παρ- μενίδης ἐδόκει λέγειν καὶ Μέλισσος, ἢ μία καὶ κινουμένη, ὥσπερ οἱ φυσικοί. εἰ δὲ πλείους, ἢ πεπερασμένας τῷ ἀριθμῷ ἢ ἀπείρους καὶ εἰ μὲν πεπερασμένας, ἢ δύο ἢ τρεῖς ἢ κατ’ ἄλλον τινὰ ἀριθμὸν ὡρισμένας· εἰ δὲ ἀπείρους, ἢ ὁμογενεῖς ἢ καὶ τοῖς γένεσιν ἀντικειμένας. δυνατοῦ δὲ ὄντος καὶ τοὺς μίαν λέγοντας εἰς τὸ ἄπειρον καὶ τὸ πεπερασμένον διελεῖν, καὶ τοὺς πολλὰς εἰς τὸ] κινουμένας ἢ ἀκινήτους, “τὸ οἰκειότερον. φησίν ὁ Ἀλέξανδρος, ἑκατέρῳ τῶν ἐκ τῆς διαιρέσεως ὑπέταξεν.’’ οἰκειότερον δὲ τῇ μὲν μιᾷ τὸ κινεῖσθαι ἢ μή, ταῖς δὲ πολλαῖς τὸ πεπερασμένον ἡ ἄπειρον. ἰστέον δὲ ὅτι προελθὼν ἐν τοῖς πρὸς αὐτοὺς λόγοις μετὰ τὸ πρὸς Μέλισσον καὶ Παρμενίδην ἀντειπεῖν τοὺς φυσικοὺς καλουμένους προχείρισαι μενος οὕτως διεῖλεν· ἢ ἓν τὸ ὄν λέγουσιν ἤτοι τὸ στοιχεῖον, ἢ ἓν καὶ πολλά· ἓν μέν, εἰ τῶν τριῶν τι στοιχείων ἢ τὸ μεταξύ, ἓν δὲ καὶ πολλά, ὡς Ἀνα- ξαγόρας καὶ Ἐμπεδοκλῆς, τάττει δὲ καὶ Δημόκριτον ἐν τούτοις τὸ κενὸν λέγοντα καὶ τὰς ἀτόμους. ἐπιστῆσαι δὲ χρή, ὅτι ἄλλο μέν ἐστι τὸ κατὰ πλῆθος ἄπειρον καὶ πεπε- ρασμένον, ὃ τοῖς πολλὰς λέγουσι τὰς ἀρχὰς οἰκεῖον ἦν, ἄλλο δὲ τὸ κατὰ μέγεθος ἄπειρον ἢ πεπερασμένον, ὅπερ καὶ ἐξετάζει ἐν τοῖς πρὸς Μέλισσον καὶ Παρμενίδην λόγοις καὶ πρὸς Ἀναξίμανδρον καὶ Ἀναξιμένην ἁρμόζει, ἓν μὲν ἄπειρον δὲ τῷ μεγέθει τὸ στοιχεῖον ὑποθεμένους. καὶ τὸ κινούμενον δὲ καὶ ἀκίνητον καὶ τοῖς μίαν καὶ τοῖς πλείονας λέγουσιν ἀρχὰς ἁρμόττει πρὸς διαίρεσιν. τοιγαροῦν καὶ Εὔδημος “ὡς ἄν, φησίν, ὑπάρχωσιν αἱ ἀρχαί, ἤτοι κινοῦνται ἢ ἀκίνητοί εἰσιν.’’ ἀλλὰ τοῦτο μὲν τὸ διαιρετικὸν παρῆκεν ὁ Ἀρι- στοτέλης διὰ τὸ μηδὲ γεγονέναι δόξαν πολλὰς καὶ ἀκινήτους τὰς ἀρχὰς λέγουσαν. τὸ δὲ πεπερασμένον καὶ ἄπειρον ἐπὶ τῆς μιᾶς διὰ συντομίαν νῦν παραδραμεῖν ἔοικεν· ἐν γοῦν τοῖς πρὸς Παρμενίδην ὡς εἶπον καὶ Μέλισσον λόγοις καὶ ταῦτα βασανίζει. ἄμεινον δὲ ἴσως ἐκ τελεωτέρας διαιρέσεως τὰς δόξας πάσας περιλαβόντας οὕτω τοῖς τοῦ Ἀριστοτέλους ἐπελθεῖν. Ἀνάγκη τοίνυν τὴν ἀρχὴν ἢ μίαν εἶναι ἢ οὐ μίαν, ταὐτὸν δὲ εἰπεῖν πλείους, καὶ εἰ μίαν, ἤτοι ἀκίνητον ἢ κινουμένην. καὶ εἰ ἀκίνητον ἤτοι ἄπειρον, ὡς Μέλισσος ὁ Σάμιος δοκεῖ λέγειν, ἢ πεπερασμένην, ὡς Παρμε- νίδης Πύρητος Ἐλεάτης, οὐ περὶ φυσικοῦ στοιχείου λέγοντες οὗτοι, ἀλλὰ περὶ τοῦ ὄντως ὄντος. μίαν δὲ τὴν ἀρχὴν ἤτοι ἓν τὸ ὂν καὶ πᾶν καὶ οὔτε πεπερασμένον οὔτε ἄπειρον οὔτε κινούμενον οὔτε ἠρεμοῦν | Ξενοφάνην τὸν Κολοφώνιον τὸν Παρμενίδου διδάσκαλον ὑποτίθεσθαί φησιν ὁ Θεό- φραστος ὁμολογῶν ἑτέρας εἶναι μᾶλλον ἡ τῆς περὶ φύσεως ἱστορίας τὴν μνήμην τῆς τούτου δόξης· τὸ γὰρ ἓν τοῦτο καὶ πᾶν τὸν θεὸν ἔλεγεν ὁ Ξενοφάνης· ὃν ἕνα μὲν δείκνυσιν ἐκ τοῦ πάντων κράτιστον εἶναι. πλειόνων γάρ, φησίν, ὄντων ὁμοίως ὑπάρχειν ἀνάγκη πᾶσι τὸ κρατεῖν· τὸ δὲ πάντων κράτιστον καὶ ἄριστον θεός. ἀγένητον δὲ ἐδείκνυεν ἐκ τοῦ δεῖν τὸ γινόμενον ἢ ἐξ ὁμοίου ἢ ἐξ ἀνομοίου γίνεσθαι· ἀλλὰ τὸ μὲν ὅμοιον ἀπαθές φησιν ὑπὸ τοῦ ὁμοίου· οὐδὲν γὰρ μᾶλλον γεννᾶν ἢ γεννᾶσθαι προσήκει τὸ ὅμοιον ἐκ τοῦ ὁμοίου· εἰ δὲ ἐξ ἀνομοίου γίνοιτο, ἔσται τὸ ὂν ἐκ τοῦ μὴ ὄντος. καὶ οὕτως ἀγένητον καὶ ἀίδιον ἐδείκνυ. οὔτε δὲ ἄπειρον οὔτε πεπερα- σμένον εἶναι, διότι ἄπειρον μὲν τὸ μὴ ὂν ὡς οὔτε ἀρχὴν ἔχον οὔτε μέσον οὔτε τέλος, περαίνειν δὲ πρὸς ἄλληλα τὰ πλείω. παραπλησίως δὲ καὶ τὴν κίνησιν ἀφαιρεῖ καὶ τὴν ἠρεμίαν. ἀκίνητον μὲν γὰρ. εἶναι τὸ μὴ ὄν· οὔτε γὰρ ἂν εἰς αὐτὸ ἕτερον οὔτε αὐτὸ πρὸς ἄλλο ἐλθεῖν· κινεῖσθαι δὲ τὰ πλείω τοῦ ἑνός· ἕτερον γὰρ εἰς ἕτερον μεταβάλλειν, ὥστε καὶ ὅταν ἐν ταὐτῷ μένειν λέγῃ καὶ μὴ κινεῖσθαι ἀεὶ δ’ ἐν ταὐτῷ μίμνει κινούμενον οὐδέν, οὐδὲ μετέρχεσθαι μιν ἐπιπρέπει ἄλλοτε ἄλλῃ, οὐ κατὰ τὴν ἠρεμίαν τὴν ἀντικειμένην τῇ κινήσει μένειν αὐτό φησιν, ἀλλὰ κατὰ τὴν ἀπὸ κινήσεως καὶ ἠρεμίας ἐξῃρημένην μονήν. Νικόλαος δὲ ὁ Δαμασκηνὸς ὡς ἄπειρον καὶ ἀκίνητον λέγοντος αὐτοῦ τὴν ἀρχὴν ἐν τῇ Περὶ θεῶν ἀπομνημονεύει, Ἀλέξανδρος δὲ ὡς πεπερασμένον αὐτὸ καὶ σφαιροειδές• ἀλλ’ ὅτι μὲν οὔτε ἄπειρον οὔτε πεπερασμένον αὐτὸ δείκνυσιν, ἐκ τῶν προει- ρημένων δῆλον· πεπερασμένον δὲ καὶ σφαιροειδὲς αὐτὸ διὰ τὸ πανταχόθεν ὅμοιον λέγειν. καὶ πάντα νοεῖν δέ φησιν αὐτὸ λέγων ἀλλ’ ἀπάνευθε πόνοιο νόου φρενὶ πάντα κραδαίνει. τῶν δὲ μίαν καὶ κινουμένην λεγόντων τὴν ἀρχήν, οὓς καὶ φυσικοὺς ἰδίως καλεῖ, οἱ μὲν πεπερασμένην αὐτήν φασιν, ὥσπερ Θαλῆς μὲν ἐξαμύου Μιλήσιος καὶ Ἵππων, ὃς δοκεῖ καὶ ἄθεος γεγονέναι, ὕδωρ ἔλεγον τὴν ἀρχὴν ἐκ τῶν φαινομένων κατὰ τὴν αἴσθησιν εἰς τοῦτο προαχθέντες. καὶ γὰρ τὸ θερμὸν τῷ ὑγρῷ ζῇ καὶ τὰ νεκρούμενα ξηραίνεται καὶ τὰ σπέρματα πάντων ὑγρὰ καὶ ἡ τροφὴ πᾶσα χυλώδης· ἐξ οὗ δέ ἐστιν ἕκαστα, τούτῳ καὶ τρέ φεσθαι πέφυκεν· τὸ δὲ ὕδωρ ἀρχὴ τῆς ὑγρᾶς φύσεως ἐστι καὶ συνεκτικὸν πάντων. διὸ πάντων ἀρχὴν ὑπέλαβον εἶναι τὸ ὕδωρ καὶ τὴν γῆν ἐφ’ ὕδα- τος ἀπεφήναντο κεῖσθαι. Θαλῆς δὲ πρῶτος παραδέδοται τὴν περὶ φύσεως ἱστορίαν τοῖς Ἕλλησιν ἐκφῆναι, πολλῶν μὲν καὶ ἄλλων προγεγονότων, ὡς καὶ τῷ Θεοφράστῳ δοκεῖ, αὐτὸς δὲ πολὺ διενεγκὼν ἐκείνων, ὡς ἀποκρύψαι πάντας τοὺς πρὸ αὐτοῦ· λέγεται δὲ ἐν γραφαῖς μηδὲν καταλιπεῖν πλὴν τῆς καλουμένης Ναυτικῆς ἀστρολογίας. Ἵππασος δὲ ὁ Μεταποντῖνος καὶ Ἡρά- κλεῖτος ὁ Ἐφέσιος ἓν καὶ οὗτοι καὶ κινούμενον καὶ πεπερασμένον, ἀλλὰ πῦρ ἐποίησαν τὴν ἀρχὴν καὶ ἐκ πυρὸς ποιοῦσι τὰ ὄντα πυκνώσει καὶ μανώ- σει καὶ διαλύουσι πάλιν εἰς πῦρ, ὡς ταύτης μιᾶς οὔσης φύσεως τῆς ὑπο- κειμένης· πυρὸς γὰρ ἀμοιβὴν εἶναί φησιν Ἡράκλειτος πάντα. ποιεῖ δὲ καὶ τάξιν τινὰ καὶ χρόνον ὡρισμένον τῆς τοῦ κόσμου μεταβολῆς κατά τινα εἱμαρμένην ἀνάγκην. καὶ δῆλον ὅτι καὶ οὗτοι τὸ ζωογόνον καὶ δημιουργικὸν καὶ πεπτικὸν καὶ διὰ πάντων χωροῦν καὶ πάντων ἀλλοιωτικὸν τῆς θερμότητος θεασάμενοι ταύτην ἔσχον τὴν δόξαν· οὐ γὰρ ἔχομεν ὡς ἄπειρον τιθεμένων αὐτῶν. ἔτι δὲ εἰ στοιχεῖον μὲν τὸ ἐλάχιστόν ἐστιν ἐξ οὗ γίνεται τὰ ἄλλα καὶ εἰς ὃ ἀναλύεται, λεπτομερέστατον δὲ τῶν ἄλλων τὸ πῦρ, τοῦτο ἂν εἴη 35 μάλιστα στοιχεῖον. καὶ οὗτοι μὲν οἱ ἓν καὶ κινούμενον καὶ πεπερασμένον λέγοντες τὸ στοιχεῖον. τῶν δὲ ἓν καὶ κινούμενον καὶ ἄπειρον λεγόντων Ἀναξίμανδρος μὲν Πραξιάδου Μιλήσιος Θαλοῦ γενόμενος διάδοχος καὶ μαθητὴς ἀρχήν τε καὶ στοιχεῖον εἴρηκε τῶν ὄντων τὸ ἄπειρον, πρῶτος τοῦτο τοὔνομα κομίσας τῆς ἀρχῆς. λέγει δ’ αὐτὴν μήτε ὕδωρ μήτε ἄλλο τι τῶν καλουμένων εἶναι στοιχείων, ἀλλ’ ἑτέραν τινὰ φύσιν ἄπειρον, ἐξ ἧς ἅπαντας γίνεσθαι τοὺς οὐρανοὺς καὶ τοὺς ἐν αὐτοῖς κόσμους· ἐξ ὧν δὲ ἡ γένεσίς ἐστι τοῖς οὖσι, καὶ τὴν φθορὰν εἰς ταῦτα γίνεσθαι κατὰ τὸ χρεών. διδόναι γὰρ αὐτὰ δίκην καὶ τίσιν ἀλλήλοις τῆς ἀδικίας κατὰ τὴν τοῦ χρόνου τάξιν, ποιητικωτέροις οὕτως ὀνόμασιν αὐτὰ λέγων· δῆλον δὲ ὅτι τὴν εἰς ἄλληλα μεταβολὴν τῶν τεττάρων στοιχείων οὗτος θεασάμενος οὐκ ἠξίωσεν ἕν τι τούτων ὑποκείμενον ποιῆσαι, ἀλλά τι ἄλλο παρὰ ταῦτα. οὗτος δὲ οὐκ ἀλλοιουμένου τοῦ στοιχείου τὴν γένεσιν ποιεῖ, ἀλλ’ ἀποκρινομένων τῶν ἐναντίων διὰ τῆς ἀιδίου κινή- 25 σεως· διὸ καὶ τοῖς περὶ Ἀναξαγόραν τοῦτον ὁ Ἀριστοτέλης συνέταξεν. Ἀναξιμένης δὲ Εὐρυστράτου Μιλήσιος, ἑταῖρος γεγονὼς Ἀναξιμάνδρου, μίαν μὲν καὶ αὐτὸς τὴν ὑποκειμένην φύσιν καὶ ἄπειρόν φησιν ὥσπερ ἐκεῖνος, οὐκ ἀόριστον δὲ ὥσπερ ἐκεῖνος, ἀλλὰ ὡρισμένην, ἀέρα λέγων αὐτήν· δια- φέρειν δὲ μανότητι καὶ πυκνότητι κατὰ τὰς οὐσίας. καὶ ἀραιούμενον μὲν πῦρ γίνεσθαι, πυκνούμενον δὲ ἄνεμον, εἶτα νέφος, ἔτι δὲ μᾶλλον ὕδωρ, εἶτα γῆν, εἶτα λίθους, τὰ δὲ ἄλλα ἐκ τούτων. κίνησιν δὲ καὶ οὗτος ἀίδιον ποιεῖ, δι’ ἣν καὶ τὴν μεταβολὴν γίνεσθαι. καὶ Διογενὴς δὲ ὁ Ἀπολλωνιάτης, σχεδὸν νεώτατος γεγονὼς τῶν περὶ ταῦτα σχολασάντων, τὰ μὲν πλεῖστα συμπεφορη- μένως γέγραφε τὰ μὲν κατὰ Ἀναξαγόραν, τὰ δὲ κατὰ Λεύκιππον λέγων· τὴν δὲ τοῦ παντὸς φύσιν ἀέρα καὶ οὗτός φησιν ἄπειρον εἶναι καὶ ἀίδιον, ἐξ οὗ πυκνουμένου καὶ μανουμένου καὶ μεταβάλλοντος τοῖς πάθεσι τὴν τῶν ἄλλων γίνεσθαι μορφήν. καὶ ταῦτα μὲν Θεόφραστος ἱστορεῖ περὶ τοὐ Διο- γένους, καὶ τὸ εἰς ἐμὲ ἐλθὸν αὐτοῦ σύγγραμμα Περὶ φύσεως ἐπιγεγραμμένον ἀέρα σαφῶς λέγει τὸ ἐξ οὗ πάντα γίνεται | τὰ ἄλλα. Νικόλαος μέντοι τοῦ- ’τον ἱστορεῖ μεταξὺ πυρὸς καὶ ἀέρος τὸ στοιχεῖον τίθεσθαι. καὶ οὗτοι δὲ τὸ εὐπαθὲς καὶ εὐαλλοίωτον τοῦ ἀέρος εἰς μεταβολὴν ἐπιτηδείως ἔχειν ἐνόμισαν· διὸ τὴν γῆν δυσκίνητον καὶ δυσμετάβλητον οὖσαν οὐ πάνυ τι ἠξίωσαν ἀρχὴν ὑποθέσθαι· καὶ οὕτως μὲν οἱ μίαν λέγοντες τὴν ἀρχὴν δι- ῃρέθησαν. τῶν δὲ πλείους λεγόντων οἱ μὲν πεπερασμένας, οἱ δὲ ἀπείρους ἔθεντο τῷ πλήθει τὰς ἀρχάς. καὶ τῶν πεπερασμένας οἱ μὲν δύο, ὡς Παρμενίδης ἐν τοῖς πρὸς δόξαν πῦρ καὶ γῆν ἢ μᾶλλον φῶς καὶ σκότος) ἢ ὡς οἱ Στωικοὶ θεὸν καὶ ὕλην, οὐχ ὡς στοιχεῖον δηλονότι τὸν θεὸν λέγοντες, ἀλλ’ ὡς τὸ μὲν ποιοῦν τὸ δὲ πάσχον· οἱ δὲ τρεῖς, ὡς ὕλην καὶ τὰ ἐναντία Ἀριστοτέλης· οἱ δὲ τέτταρας, ὡς Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος, οὐ πολὺ κατόπιν τοῦ Ἀναξαγόρου γεγονώς, Παρμενίδου δὲ ζηλωτὴς καὶ πλησιαστὴς καὶ ἔτι μᾶλλον τῶν Πυθαγορείων. οὗτος δὲ τὰ μὲν σωματικὰ στοιχεῖα ποιεῖ τέτταρα, πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν, ἀίδια μὲν ὄντα πλήθει καὶ ὀλιγότητι, μεταβάλλοντα δὲ κατὰ τὴν σύγκρισιν καὶ διάκρισιν, τὰς δὲ κυρίως ἀρχάς, ὑφ’ ὧν κινεῖται ταῦτα, φιλίαν καὶ νεῖκος. δεῖ γὰρ διατελεῖν ἐναλλὰξ κινούμενα τὰ στοιχεῖα, ποτὲ μὲν ὑπὸ τῆς φιλίας συγκρινόμενα, ποτὲ δὲ ὑπὸ τοῦ νείκους διακρινόμενα· ὥστε καὶ ἓξ εἶναι κατ’ αὐτὸν τὰς ἀρχάς. καὶ γὰρ ὅπου μὲν ποιητικὴν δίδωσι δύναμιν τῷ νείκει καὶ τῇ φιλίᾳ, ὅταν λέγῃ ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα ἄλλοτε δ’ αὖ δίχα πάντα φορεύμενα Νείκεος ἔχθει, ποτὲ δὲ τοῖς τέτταρσιν ὡς ἰσόστοιχα συντάττει καὶ ταῦτα, ὅταν λέγῃ τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἄπλετον ὕψος Νεῖκός τ’ οὐλόμενον δίχα τῶν ἀτάλαντον ἕκαστον, καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε. καὶ Πλάτων’ τρία μὲν τὰ κυρίως αἴτια τίθησι τό τε ποιοῦν καὶ τὸ παράδειγμα καὶ τὸ τέλος, τρία δὲ τὰ συναίτια τήν τε ὕλην καὶ τὸ εἶδος καὶ τὸ ὄργανον. ὁ μέντοι Θεόφραστος τοὺς ἄλλους προιστορήσας “τούτοις, φησίν, ἐπιγενόμενος Πλάτων’, τῇ μὲν δόξῃ καὶ τῇ δυνάμει πρότερος τοῖς δὲ χρόνοις ὕστερος καὶ τὴν πλείστην πραγματείαν περὶ τῆς πρώτης φιλο- σοφίας ποιησάμενος, ἐπέδωκεν ἑαυτὸν καὶ τοῖς φαινομένοις ἁψάμενος τῆς περὶ φύσεως ἱστορίας· ἐν ᾗ δύο τὰς ἀρχὰς βούλεται ποιεῖν τὸ μὲν ὑποκεί- μενον ὡς ὕλην ὃ προσαγορεύει πανδεχές, τὸ δὲ ὡς αἴτιον καὶ κινοῦν ὃ περιάπτει τῆ τοῦ θεοῦ καὶ τῇ τοῦ ἀγαθοῦ δυνάμει.’’ ὁ μέντοι Ἀλέξανδρος ὡς τρεῖς λέγοντος τὰς ἀρχὰς ἀπομνημονεύει τὴν ὕλην καὶ τὸ ποιοῦν καὶ τὸ παράδειγμα, καίτοι σαφῶς τὸ τελικὸν αἴτιον τοῦ Πλάτωνος προσθέντος, ἐν οἷς φησι· ‘‘λέγωμεν δὴ δι’ ἣν αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς συνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδενὶ περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος.’’ καὶ τὸ εἶδος δὲ τὸ ἔνυλον σαφῶς οἶμαι παραδίδωσιν ἐν οἷς καὶ τὸ ἄυλον εἶδος ταῦτα περὶ ἀμφοῖν γράφων· “τούτων δὲ οὕτως ἐχόντων ὁμολογητέον ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον, ἀγένητον καὶ ἀνώ- λεθρον, οὔτε αὐτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὕτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν. τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον, αἰσθητὸν γενητὸν πεφορη- μένον, αἰεὶ γινόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετ’ αἰσθήσεως περιληπτόν”, καὶ τρίτην ἐπὶ τούτοις τὴν ὕλην. τινὲς μέντοι καὶ μέχρι δεκάδος προήγαγον τὰς ἀρχάς, εἰ καὶ μὴ τὰς στοιχειώδεις, ὥσπερ οἱ Πυθαγόρειοι τοὺς ἀπὸ μονάδος ἄχρι δεκάδος ἀριθμοὺς ἀρχὰς ἔλεγον τῶν ἁπάντων ἢ τὰς δέκα συστοιχίας, ἃς ἄλλοι ἄλλως ἀνέγραψαν. καὶ οὕτως μὲν καὶ οἱ πλείους καὶ πεπερασμένας τῷ πλή- θεῖ τὰς ἀρχὰς λέγοντες διῃρέθησαν. τῶν δὲ ἀπείρους τῷ πλήθει λεγόντων οἱ μὲν ἁπλᾶς ἔλεγον καὶ ὁμο- γενεῖς οἱ δὲ συνθέτους καὶ ἀνομογενεῖς καὶ ἐναντίας, κατὰ δὲ τὸ ἐπικρατοῦν χαρακτηριζομένας. Ἀναξαγόρας μὲν γὰρ Ἡγησιβούλου Κλαζομένιος, κοινωνή- σας τῆς Ἀναξιμένους φιλοσοφίας, ίας, πρῶτος μετέστησε τὰς περὶ τῶν ἀρχῶν δόξας καὶ τὴν ἐλλείπουσαν αἰτίαν ἀνεπλήρωσε, τὰς μὲν σωματικὰς ἀπείρους ποιήσας· πάντα γὰρ τὰ ὁμοιομερῆ, οἷον ὕδωρ ἢ πῦρ ἢ χρυσόν, ἀγένητα μὲν εἶναι καὶ ἄφθαρτα, φαίνεσθαι δὲ γινόμενα καὶ ἀπολλύμενα συγκρίσει καὶ διακρίσει μόνον, πάντων μὲν ἐν πᾶσιν ὄντων, ἑκάστου δὲ κατὰ τὸ ἐπικρα- τοῦν ἐν αὐτῷ χαρακτηριζομένου. χρυσὸς γὰρ φαίνεται ἐκεῖνο, ἐν ᾧ πολὺ χρυσίον ἐστὶ καίτοι πάντων ἐνόντων. λέγει γοῦν Ἀναξαγόρας ὅτι “ἐν παντὶ παντὸς μοῖρα ἔνεστι’’ καὶ “ὅτῳ πλεῖστα ἔνι, ταῦτα ἐνδηλότατα ἓν ἕκαστόν ἐστι καὶ ἦν.’’ καὶ ταῦτά φησιν ὁ Θεόφραστος παραπλησίως τῷ Ἀναξιμάνδρῳ λέγειν τὸν Ἀναξαγόραν· ἐκεῖνος γάρ φησιν ἐν τῇ διακρίσει τοῦ ἀπείρου τὰ συγγενῆ φέρεσθαι πρὸς ἄλληλα, καὶ ὅτι μὲν ἐν τῷ παντὶ χρυσὸς ἦν, γίνεσθαι χρυσόν, ὅτι δὲ γῆ, γῆν· ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον, ὡς οὐ γινομένων ἀλλ’ ἐνυπαρχόντων πρότερον. τῆς δὲ κινήσεως καὶ τῆς γενέσεως αἴτιον ἐπέστησε τὸν νοῦν ὁ Ἀναξαγόρας, ὑφ’ οὗ διακρινόμενα τούς τε κόσμους καὶ τὴν τῶν ἄλλων φύσιν ἐγέννησαν. “καὶ οὕτω μέν, φησί, λαμβανόντων δόξειεν ἂν ὁ Ἀναξαγόρας τὰς μὲν ὑλικὰς ἀρχὰς ἀπείρους ποιεῖν, τὴν δὲ τῆς κινήσεως καὶ τῆς γενέσεως αἰτίαν μίαν τὸν νοῦν· εἰ δέ τις τὴν μῖξιν τῶν ἁπάντων ὑπολάβοι μίαν εἶναι φύσιν ἀόριστον καὶ κατ’ εἶδος καὶ κατὰ μέγεθος, συμβαίνει δύο τὰς ἀρχὰς αὐτὸν λέγειν τήν τε τοῦ ἀπείρου φύσιν καὶ τὸν νοῦν· ὥστε φαίνεται τὰ σωματικὰ στοιχεῖα παραπλησίως ποιῶν Ἀναξιμάνδρῳ.’’ καὶ Ἀρχέλαος ὁ Ἀθηναῖος, ᾧ καὶ Σωκράτη συγγεγονέναι φασὶν Ἀναξαγόρου γενομένῳ μαθητῇ, ἐν μὲν τῇ γενέσει τοῦ κόσμου καὶ τοῖς ἄλλοις πειρᾶταί τι φέρειν ἴδιον, τὰς ἀρχὰς δὲ τὰς αὐτὰς ἀποδίδωσιν ἅσπερ Ἀναξαγόρας. οὗτοι μὲν οὖν ἀπείρους τῷ πλήθει καὶ ἀνομογενεῖς τὰς ἀρχὰς λέγουσι, τὰς ὁμοιομερείας τιθέντες ἀρχάς· δι’ ἣν δὲ αἰτίαν οὕτως ἔδοξαν, ὁ Ἀριστοτέλης μετ’ ὀλίγον ἐρεῖ. ἀπογνόντες γὰρ τοῦ εἶναι γένεσιν, διότι τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος ἀνάγκη γίνεσθαι, ἑκάτερον δὲ ἀδύνατον, συγκρίσει καὶ διακρίσει τὴν δοκοῦσαν γένεσιν καὶ φθορὰν ἀποδεδώκασι. Λεύκιππος δὲ ὁ Ἐλεάτης ἢ Μιλήσιος ἀμφοτέρως γὰρ λέγεται περὶ αὐτοῦ) κοινωνήσας Παρμενίδῃ τῆς φιλοσοφίας, οὐ τὴν αὐτὴν ἐβάδισε Παρ- μενίδῃ καὶ Ξενοφάνει περὶ τῶν ὄντων ὁδόν, ἀλλ’ ὡς δοκεῖ τὴν ἐκείνων γὰρ ἓν καὶ ἀκίνητον καὶ ἀγένητον καὶ πεπερασμένον ποιούντων τὸ πᾶν, καὶ τὸ μὴ ὂν μηδὲ ζητεῖν συγχωρούντων, οὗτος ἄπειρα καὶ ἀεὶ κινού- μενα ὑπέθετο στοιχεῖα τὰς ἀτόμους καὶ τῶν ἐν αὐτοῖς σχημάτων ἄπειρον τὸ πλῆθος διὰ τὸ μηδὲν μᾶλλον τοιοῦτον ἢ τοιοῦτον εἶναι ταύτην γὰρ] καὶ γένεσιν καὶ μεταβολὴν ἀδιάλειπτον ἐν τοῖς οὖσι θεωρῶν. ἔτι δὲ οὐδὲν μᾶλλον τὸ ὂν ἢ τὸ μὴ ὂν ὑπάρχειν, καὶ αἴτια ὁμοίως εἶναι τοῖς γινομένοις ἄμφω. τὴν γὰρ τῶν ἀτόμων οὐσίαν ναστὴν καὶ πλήρη ὑποτιθέμενος ὂν ἔλεγεν εἷναι καὶ ἐν τῶ κενῷ φέρεσθαι, ὅπερ μὴ ὃν ἐκάλει καὶ οὐκ ἔλαττον τοῦ ὄντος εἶναί φησι. παραπλησίως δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Δημόκριτος ὁ Ἀβδηρίτης ἀρχὰς ἔθετο τὸ πλῆρες καὶ τὸ κενόν, ὧν τὸ μὲν ὄν, τὸ δὲ μὴ ὂν ἐκάλει· ὡς <γὰρ> ὕλην τοῖς οὖσι τὰς ἀτόμους ὑποτιθέντες τὰ γεννῶσι ταῖς διαφοραῖς αὐτῶν. τρεῖς δέ εἰσιν αὗται ῥυσμὸς τροπὴ δια- θιγή, ταὐτὸν δὲ εἰπεῖν σχῆμα καὶ θέσις καὶ τάξις. πεφυκέναι γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου κινεῖσθαι καὶ φέρεσθαι τὰ συγγενῆ πρὸς ἄλληλα καὶ τῶν σχημάτων ἕκαστον εἰς ἑτέραν ἐγκοσμούμενον σύγκρισιν ἄλλην ποιεῖν διάθεσιν· ὥστε εὐλόγως ἀπείρων οὐσῶν τῶν ἀρχῶν πάντα τὰ πάθη καὶ τὰς οὐσίας ἀποδώσειν ἐπηγγέλλοντο, ὑφ’ οὗ τέ τι γίνεται καὶ πῶς. διὸ καί φασι μόνοις τοῖς ἄπειρα ποιοῦσι τὰ στοιχεῖα πάντα συμβαίνειν κατὰ λόγον. καὶ τῶν ἐν ταῖς ἀτόμοις σχημάτων ἄπειρον τὸ πλῆθός φασι διὰ τὸ μηδὲν μᾶλλον τοιοῦτον ἢ τοιοῦτον εἶναι. ταύτην γὰρ αὐτοὶ τῆς ἀπειρίας αἰτίαν ἀπο- διδόασι. καὶ Μητρόδωρος δὲ ὁ Χῖος ἀρχὰς σχεδόν τι τὰς αὐτὰς τοῖς περὶ Δημόκριτον ποιεῖ, τὸ πλῆρες καὶ τὸ κενὸν τὰς πρώτας αἰτίας ὑποθέμενος, ὧν τὸ μὲν ὄν, τὸ δὲ μὴ ὂν εἶναι· περὶ δὲ τῶν ἄλλων ἰδίαν τινὰ ποιεῖται τὴν μέθοδον. αὕτη μὲν ἡ σύντομος περίληψις τῶν ἱστορημένων περὶ ἀρχῶν οὐ κατὰ χρόνους ἀναγραφεῖσα, ἀλλὰ τὴν τῆς δόξης συγγένειαν. οὐ χρὴ δὲ τοὺς τοσαύτης ἀκούοντας διαφορᾶς νομίζειν ἐναντιολογίας εἶναι ταύτας τῶν φιλοσοφησάντων, ὅπερ τινὲς ταῖς ἱστορικαῖς μόναις ἀνα- γραφαῖς ἐντυγχάνοντες καὶ μηδὲν τῶν λεγομένων συνιέντες ὀνειδίζειν ἐπι- χειροῦσι, καίτοι μυρίοις σχίσμασιν αὐτοὶ κατεσχισμένοι οὐ περὶ τὰς φυσικὰς0 ἀρχάς τούτων γὰρ οὐδὲ ὄναρ ἐπαίουσιν), ἀλλὰ περὶ τὴν καθαίρεσιν τῆς θείας ὑπεροχῆς. οὐδὲν δὲ ἴσως χεῖρον ὀλίγον παρεκβάντα τοῖς φιλομαθε- στέροις ἐπιδεῖξαι, πῶς καίτοι διαφέρεσθαι δοκοῦντες οἱ παλαιοὶ περὶ τὰς τῶν ἀρχῶν δόξας, ἐναρμονίως ὅμως συμφέρονται. καὶ γὰρ οἱ μὲν περὶ τῆς νοητῆς καὶ πρώτης ἀρχῆς διελέχθησαν, ὡς Ξενοφάνης τε καὶ Παρμενίδης καὶ Μέλισσος, ὁ μὲν Ξενοφάνης καὶ Παρμενίδης ἓν λέγοντες καὶ πεπερα- σμένον. ἀνάγκη γὰρ τὸ ἓν τοῦ πλήθους προυπάρχειν καὶ τὸ πᾶσιν ὅρου καὶ πέρατος αἴτιον κατὰ τὸ πέρας μᾶλλον ἤπερ κατὰ τὴν ἀπειρίαν ἀφορί- ζεσθαι καὶ τὸ πάντῃ τέλειον τὸ τέλος τὸ οἰκεῖον ἀπειληφὸς πεπερασμένον εἶναι, μᾶλλον δὲ τέλος τῶν πάντων, ὡς καὶ ἀρχή· τὸ γὰρ ἀτελὲς ἐνδεὲς ὂν οὔπω πέρας ἀπείληφεν. πλὴν ὁ μὲν Ξενοφάνης ὡς πάντων αἴτιον καὶ πάντων ὑπερανέχον καὶ κινήσεως αὐτὸ καὶ ἠρεμίας καὶ ὡς πάσης ἀντιστοιχίας ἐπέκεινα τίθησιν, ὥσπερ καὶ ὁ Πλάτων’ ἐν τῇ πρώτῃ ὑποθέσει Παρμενίδου· ὁ δὲ Παρμενίδης τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον αὐτοῦ καὶ πάσης μεταβολῆς, τάχα δὲ καὶ ἐνεργείας καὶ δυνάμεως, ἐπέκεινα θεασάμενος ἀκί- νητον αὐτὸ ἀνυμνεῖ καὶ μόνον ὡς πάντων ἐξῃρημένον οἶον, ἀκίνητον τελέθει, τῷ πάντ’ ὄνομ’ εἶναι. Μέλισσος δὲ τὸ μὲν ἀμετάβλητον ὁμοίως καὶ αὐτὸς ἐθεάσατο, κατὰ δὲ τὸ ἀνέκλειπτον τῆς οὐσίας καὶ τὸ ἄπειρον τῆς δυνάμεως ἄπειρον αὐτὸ ἀπεφή- νατο ὥσπερ καὶ ἀγένητον· δηλοῖ δὲ ἡ περὶ τῆς ἀπειρίας ἀπόδειξις κατὰ ταύτην γενομένη τὴν ἔννοιαν. φησὶ γάρ· “ὅτε τοίνυν οὐκ ἐγένετο ἔστι τε καὶ ἀεὶ ἦν καὶ ἔσται καὶ ἀρχὴν οὐκ ἔχει οὐδὲ τελευτήν, ἀλλ’ ἄπειρόν ἐστιν· εἰ μὲν γὰρ ἐγένετο, ἀρχὴν ἄν εἶχεν ἤρξατο γὰρ ἄν ποτε γινόμενον) καὶ τελευτήν ἐτελεύτησε γὰρ ἂν). ὅτε δὲ μήτε ἤρξατο μήτε ἐτελεύτησεν ἀεί τε ἦν, οὐκ ἔχει ἀρχὴν οὐδὲ τελευτήν [ἀλλὰ ἄπειρον].” οὕτως μὲν εἰς τὸ κατὰ χρόνον ἄναρχον καὶ ἀτελεύτητον καὶ ἀεὶ ὂν ὁ Μέλισσος ἀπι- δὼν ἄπειρον ἀπεφήνατο. τὸ δὲ τοιοῦτον καὶ ὁ Παρμενίδης αὐτῷ μαρτυρεῖ λέγων δι’ αὐτῶν σχεδὸν τῶν ῥημάτων ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν, οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀτέλεστον, οὐδέ ποτ’ ἦν οὐδ’ ἔσται, ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν. οὕτω μὲν οὖν καὶ οὗτος ὡς ἀνέκλειπτον καὶ ὡς ἀγένητον καὶ ἄπειρον εἶναί φησι. τὴν δὲ τοῦ πέρατος ἔννοιαν δι’ ἐκείνων ἐδήλωσε τῶν ἐπῶν ταὐτόν τ’ ἐν ταὐτῷ τε μένον καθ’ ἑαυτό <τε> οὕτω ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ἀνάγκη πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει, οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι· ἔστι γὰρ οὐκ ἐπιδευές· † μὴ ἐὸν δὲ ἄν παντὸς εἰ γὰρ ὄν ἐστι καὶ οὐχὶ | μὴ ὄν, ἀνενδεές ἐστιν, ἀνενδεὲς δὲ ὂν τέλειόν ἐστι, τέλειον δὲ ὂν ἔχει τέλος καὶ οὐκ ἔστιν ἀτελεύτητον, τέλος δὲ ἔχον πέρας ἔχει καὶ ὅρον. οὕτως μὲν οὖν οὐδεμία κατὰ τὰς ἐννοίας τῶν ἀνδρῶν τούτων γέγονεν ἐναντίωσις ἐν οἷς περὶ τοῦ αὐτοῦ λέγουσι. μετελθὼν δὲ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ ὁ Παρμενίδης, ἤτοι ἀπὸ ἀληθείας ὡς αὐτός φησιν ἐπὶ δόξαν, ἐν οἷς λέγει ἐν τῷ σοι παύω πιστὸν λόγον ἠδὲ νόημα ἀμφὶς ἀληθείης, δόξας δ’ ἀπὸ τοῦδε βροτείους μάνθανε, κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων, τῶν γενητῶν ἀρχὰς καὶ αὐτὸς στοιχειώδεις μὲν τὴν πρώτην ἀντίθεσιν ἔθετο, ἣν φῶς καλεῖ καὶ σκότος <ἢ> πῦρ καὶ γῆν ἢ πυκνὸν καὶ ἀραιὸν ἢ καὶ ἕτερον, λέγων ἐφεξῆς τοῖς πρότερον παρακειμένοις ἔπεσι μορφὰς γὰρ κατέθεντο δύο γνώμαις ὀνομάζειν, τῶν μίαν οὐ χρεών ἐστιν, ἐν ᾧ πεπλανημένοι εἰσίν· ἀντί δ’ ἐκρίναντο δέμας καὶ σήματ’ ἔθεντο χωρὶς ἀπ’ ἀλλήλων, τῇ μὲν φλογὸς αἰθέριον πῦρ ἤπιον † τὸ μέγ’ ἀραιὸν ἐλαφρόν, ἀαυτῷ πάντσοσε τὠυτόν, τῷ δ’ ἑτέρῳ μὴ τὠυτόν· ἀτὰρ κἀκεῖνο κατ’ αὐτὸ τἀντία, νύκτ’ ἀδαῆ, πυκινὸν δέμας ἐμβριθές τε. καὶ δὴ καὶ καταλογάδην μεταξὺ τῶν ἐπῶν ἐμφέρεταί τι ῥησείδιον ὡς αὐτοῦ Παρμενίδου ἔχον οὕτως· “ἐπὶ τῷδέ ἐστι τὸ ἀραιὸν καὶ τὸ θερμὸν καὶ τὸ φάος καὶ τὸ μαλθακὸν καὶ τὸ κοῦφον, ἐπὶ δὲ τῷ πυκνῷ ὠνόμασται τὸ ψυχρὸν καὶ ὁ ζόφος καὶ σκληρὸν καὶ βαρύ· ταῦτα γὰρ ἀπεκρίθη ἑκατέρως ἑκάτερα.’’ οὕτω σαφῶς ἀντίθετα δύο στοιχεῖα ἔλαβε· διὸ πρότερον ἓν τὸ ὂν δύ’ ἔγνω, καὶ πεπλανῆσθαι δέ φησι τοὺς τὴν ἀντίθεσιν τῶν τὴν γένεσιν συ- νιστώντων στοιχείων μὴ συνορῶντας ἢ μὴ σαφῶς ἀποκαλύπτοντας· ᾧπερ καὶ Ἀριστοτέλης ἀκολουθῶν ἀρχὰς ἔθετο τὰ ἐναντία. καὶ ποιητικὸν δὲ αἴτιον οὐ σωμάτων μόνον τῶν ἐν τῇ γενέσει ἀλλὰ καὶ ἀσωμάτων τῶν τὴν γένεσιν συμπληρούντων σαφῶς παραδέδωκεν ὁ Παρμενίδης λέγων αἵ δ’ ἐπὶ ταῖς νυκτός, μετὰ δὲ φλογὸς ἵεται αἶσα. ἐν δὲ μέσῳ τούτων δαίμων ἣ πάντα κυβερνᾶ· † πάντα γὰρ στυγεροῖο τόκου καὶ μίξιος πέμπουσ’ ἄρσενι θῆλυ μιγὲν τό τ’ ἐναντίον αὖθις ἄρσεν θηλυτέρῳ. Ἀλλὰ δὴ καὶ Ἐμπεδοκλῆς περί τε τοῦ νοητοῦ κόσμου καὶ περὶ τοῦ αἰσθητοῦ διδάσκων καὶ ἐκεῖνον τούτου ἀρχέτυπον παράδειγμα τιθέμενος ἐν ἑκατέρω μὲν ἀρχὰς καὶ στοιχεῖα τὰ τέτταρα ταῦτα τέθεικε πῦρ ἀέρα ὕδωρ καὶ γῆν, καὶ ποιητικὰ αἴτια τὴν φιλίαν καὶ τὸ νεῖκος, πλὴν ὅτι τὰ μὲν ἐν τῷ νοητῷ τῆ νοητῇ ἑνώσει κρατούμενα διὰ φιλίας μᾶλλον συνάγεσθαί φησι, τὰ δὲ ἐν τῷ αἰσθητῷ ὑπὸ τοῦ νείκους μᾶλλον διακρίνεσθαι. ᾧ καὶ ὁ Πλάτων’ κατακολουθῶν, ἢ πρὸ τοῦ Πλάτωνος ὁ Τίμαιος, ἐν τῷ πρώτῳ παραδείγματι τῷ νοητῷ τὰς τέτταρας ἰδέας προυπάρχειν φησὶ τὰς ἀπὸ τῶν τεττάρων στοιχείων χαρακτηριζομένας καὶ τὸν τετραμερῆ τοῦτον κόσμον τὸν αἰσθητὸν ἐν ἐσχάτοις παραγούσας, τοῦ νείκους ἐνταῦθα κρατοῦντος διὰ τὴν ἀπὸ τῆς νοητῆς ἑνώσεως ὑποβᾶσαν διάκρισιν. καὶ γέγονεν ὁ λόγος αὐτῷ περὶ ἀμφοτέρων τῶν κόσμων κοινός, πλὴν καὶ οὗτος ὡς ἐν ὕλης λόγῳ τὰ τέτταρα θεὶς στοιχεῖα τὴν περὶ αὐτὰ ἐναντίωσιν τῆς φιλίας καὶ τοὐ νείκους ἐθεάσατο. ὅτι γὰρ οὐχ ὡς οἱ πολλοὶ νομίζουσι φιλία μὲν μόνη κατ’ Ἐμπεδοκλέα τὸν νοητὸν ἐποίησε κόσμον, νεῖκος δὲ μόνον τὸν αἰσθητόν, ἀλλ’ ἄμφω πανταχοῦ οἰκείως θεωρεῖ, ἄκουσον αὐτοῦ τῶν ἐν τοῖς Φυσικοῖς λεγομένων, ἐν οἷς καὶ τῆς ἐνταῦθα δημιουργικῆς συγκράσεως τὴν Ἀφροδίτην ἤτοι τὴν φιλίαν αἰτίαν φησί. καλεῖ δὲ τὸ μὲν πῦρ καὶ Ἥφαιστον καὶ ἥλιον καὶ φλόγα, τὸ δὲ ὕδωρ ὄμβρον, τὸν δὲ ἀέρα αἰθέρα. λέγει οὖν πολλαχοῦ μὲν ταῦτα καὶ ἐν τούτοις δὲ τοῖς ἔπεσιν ἡ δὲ χθὼν τούτοισιν ἴση συνέκυρσε μάλιστα Ἡφαίστῳ τ’ ὄμβρῳ τε καὶ αἰθέρι παμφανόωντι, Κύπριδος ὁρμισθεῖσα τελείοις ἐν λιμένεσσιν, εἴτ’ ὀλίγον μείζων εἴτε πλέον ἐστὶν ἐλάσσων. ἐκ τῶν αἷμά τε γέντο καὶ ἄλλης εἴδεα σαρκός. καὶ πρὸ τούτων δὲ τῶν ἐπῶν ἐν ἄλλοις τὴν ἀμφοῖν ἐν τοῖς αὐτοῖς ἐνέρ- γειαν παραδίδωσι λέγων ἐπεὶ Νεῖκος μὲν ἐνέρτατον ἵκετο βένθος δίνης, ἐν δὲ μέσῃ Φιλότης στροφάλιγγι γένηται, ἐν τῇ δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι οὐκ ἄφαρ, ἀλλὰ θελημὰ συνιστάμεν’ ἄλλοθεν ἄλλα. τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν. πολλὰ δ’ ἄμιχθ’ ἕστηκε κεραιομένοισιν ἐναλλάξ, ὅσσ’ ἔτι Νεῖκος ἔρυκε μετάρσιον· οὐ γὰρ ἀμεμφέως πὼ πᾶν ἐξέστηκεν ἐπ’ ἔσχατα τέρματα κύκλου. ἀλλὰ τὰ μέν τ’ ἐνέμιμνε μελέων, τὰ δέ τ’ ἐξεβεβήκει. ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπῄει ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή. αἶψα δὲ θνήτ’ ἐφύοντο τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα διαλλάξαντα κελεύθους. τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν παντοίαις ἰδέῃσιν ἀρηρότα θαῦμα ἰδέσθαι. ἐν δὴ τούτοις σαφῶς καὶ τὰ θνητὰ ἐκ τῆς φιλίας ἡρμόσθαι φησί, καὶ ἐν οἷς ἡ φιλία ἐπικρατεῖ οὔπω πᾶν ἐξεστηκέναι τὸ νεῖκος. καὶ ἐν ἐκείνοις δὲ τοῖς ἔπεσιν, ἐν οἷς καὶ τὰ γνωρίσματα ἑκάστου τῶν τεττάρων στοιχείων καὶ τοῦ νείκους καὶ τῆς φιλίας παραδίδωσι, σαφῶς τὴν ἀμφοῖν ἐν πᾶσι μῖξιν τοῦ τε νείκους καὶ τῆς φιλίας ἐξέφηνεν. ἔχει δὲ οὕτως· ἠέλιον μὲν θερμὸν ὁρᾶν καὶ λαμπρὸν ἀπάντῃ, ἄμβροτα δ’ ὅσσ’ † ἔδεται καὶ ἀργέτι δεύεται ὄμβρον δ’ ἐν πᾶσι δνοφέοντά τε ῥιγαλέον τε, ἐκ δ’ αἴης προρέουσι θελημά τε καὶ στερέωμα. ἐν δὲ κότῳ διάμορφα καὶ ἄνδιχα πάντα πέλονται· σὺν δ’ ἔβη ἐν φιλότητι καὶ ἀλλήλοισι ποθεῖται. ἐκ τούτων γὰρ πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’ ἔστι καὶ ἔσται΄ δένδρα τε βεβλάστηκε καὶ ἀνέρες ἠδὲ γυναῖκες θῆρές τ’ οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς καί τε θεοὶ δολιχαίωνες τιμῇσι φέριστοι. καὶ ὀλίγον δὲ προελθών φησιν ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο καὶ φθίνει εἰς ἄλληλα καὶ αὔξεται ἐν μέρει αἴσης. αὐτὰ γὰρ ἔστιν ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα γίνοντ’ ἄνθρωποί τε καὶ ἄλλων ἔθνεα κηρῶν ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἕνα κόσμον, ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορούμενα Νείκεος ἔχθει, εἰσόκεν ἓν συμφύντα τὸ πᾶν ὑπένερθε γένηται. οὕτως ᾗ μὲν <ἓν> ἐκ πλεόνων μεμάθηκε ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον’ ἐκτελέθουσι, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος ἰών· ᾗ δὲ τάδ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον. ὥστε καὶ τὸ ἓν ἐκ πλειόνων, ὅπερ διὰ τὴν φιλίαν συμβαίνει, καὶ τὸ πλείονα ἐξ ἑνός, ὅπερ τοῦ νείκους ἐπικρατοῦντος γίνεται, καὶ ἐν τούτῳ θε- ωρεῖ [καὶ] τῷ ὑπὸ σελήνην κόσμῳ, ἐν ᾧ τὰ θνητά, κατὰ περιόδους δηλονό- τι ἄλλοτε ἄλλας ποτὲ μὲν <τοῦ> νείκους ποτὲ δὲ τῆς φιλίας ἐπικρα- τούσης. μήποτε δὲ προποδισμόν τινα τῆς τῶν ὄντων ἑνώσεως καὶ διακρί- σεως παραδίδωσι πλείονας διαφορὰς τοῦ νοητοῦ κόσμου ὑπὲρ τόνδε τὸν αἰ- σθητὸν κτὰ τὸ μᾶλλον καὶ ἧττον τῆς φιλίας ἐπικράτειαν καὶ ἐν τῷ αἰσθητῷ δὲ τὰς διαφορὰς τῆς τοῦ νείκους ἐπικρατείας παρα- δείκνυσιν ὅροις τισὶ διειλημμένας, ὡς ἐν ἄλλοις ἐπειράθην ὑποδεῖξαι. πλὴν ὅτι καὶ οὗτος οὐδὲν ἐναντίον Παρμενίδῃ καὶ Μελίσσω φθέγγεται, ἀλλά γε τήν τε στοιχειώδη ἀντίθεσιν ὡς καὶ Παρμενίδης ἐθεάσατο καὶ ποιητικὸν αἴτιον ἐκεῖνος μὲν ἓν κοινὸν τὴν ἐν μέσῳ πάντων ἱδρυμένην καὶ πάσης γενέσεως αἰτίαν δαίμονα τίθησιν, οὗτος δὲ καὶ ἐν τοῖς ποιητικοῖς αἰτίοις τὴν ἀντίθεσιν ἐθεάσατο. Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος ἔοικε τῶν εἰδῶν πάντων τριττὴν θεά- σασθαι τὴν διαφοράν, τὴν μὲν κατὰ τὴν νοητὴν ἕνωσιν συνῃρημένην, ὅταν λέγῃ “ὁμοῦ πάντα χρήματα ἦν ἄπειρα καὶ πλῆθος καὶ σμικρότητα’’. καὶ πάλιν φησί “πρὶν δὲ ἀποκριθῆναι ταῦτα πάντων ὁμοῦ ἐόντων οὐδὲ χροιὴ ἔνδηλος ἦν οὐδεμία· ἀπεκώλυε γὰρ ἡ σύμμιξις ἀπάντων χρημάτων τοὐ διεροῦ καὶ τοῦ ξηροῦ καὶ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ τοῦ λαμπροῦ καὶ τοῦ ζοφεροῦ καὶ γῆς πολλῆς ἐνεούσης καὶ σπερμάτων ἀπείρων πλήθους οὐδὲν ἐοικότων ἀλλήλοις. τούτων δὲ οὕτως ἐχόντων ἐν τῷ σύμπαντι χρὴ δοκεῖν ἐνεῖναι πάντα χρήματα’’. καὶ εἴη ἂν τὸ σύμπαν τοῦτο <τὸ> Παρμενίδου ἓν ὂν. τὴν δέ τινα ἐθεάσατο κατὰ τὴν νοερὰν διάκρισιν δια- κεκριμένην, πρὸς ἣν ἡ ἐνταῦθα ἀφωμοίωται. λέγει γὰρ μετ’ ὀλίγα τῆς ἀρχῆς τοὐ πρώτου Περὶ φύσεως Ἀναξαγόρας οὕτως· ‘‘τούτων δὲ οὕτως ἐχόντων χρὴ δοκεῖν ἐνεῖναι πολλά τε καὶ παντοῖα ἐν πᾶσι τοῖς συγκρινο- μένοις καὶ σπέρματα πάντων χρημάτων καὶ ἰδέας παντοίας ἔχοντα καὶ χροιὰς καὶ ἡδονάς, καὶ ἀνθρώπους τε συμπαγῆναι καὶ τὰ ἄλλα ζῷα ὅσα ψυχὴν ἔχει. καὶ τοῖς γε ἀνθρώποισιν εἶναι καὶ πόλεις συνῳκημένας καὶ ἔργα κατεσκευασμένα, ὥσπερ παρ’ ἡμῖν, καὶ ἠέλιόν τε αὐτοῖσιν εἶναι καὶ σελήνην καὶ τὰ ἄλλα, ὥσπερ παρ’ ἡμῖν, καὶ τὴν γῆν αὐτοῖσι φύειν πολλά τε καὶ παντοῖα, ὧν ἐκεῖνοι τὰ ὀνήιστα συνενεγκάμενοι εἰς τὴν οἴκησιν χρῶν- ται. ταῦτα μὲν οὖν μοι λέλεκται περὶ τῆς ἀποκρίσιος, ὅτι οὐκ ἄν παρ’ ἡμῖν μόνον ἀποκριθείη, ἀλλὰ καὶ ἄλλῃ”. καὶ δόξει μὲν ἴσως τισὶν οὐ πρὸς νοερὰν διάκρισιν τὴν ἐν τῆ γενέσει παραβάλλειν, ἀλλὰ πρὸς τόπους ἄλλους τῆς γῆς τὴν παρ’ ἡμῖν συγκρίνειν οἴκησιν. οὐκ ἄν δὲ εἶπε περὶ τό- πων ἄλλων καὶ ‘‘ἥλιον αὐτοῖσιν εἶναι καὶ σελήνην καὶ τὰ ἄλλα ὥσπερ πᾶρ’ ἡμῖν’’ καὶ “σπέρματα δὲ πάντων χρημάτων καὶ ἰδέας’’ ἐκάλεσε τὰ ἐκεῖ. ἄκου- σον δὲ οἷα καὶ μετ’ ὀλίγον φησὶ τὴν ἀμφοῖν ποιούμενος σύγκρισιν· “οὕτω τούτων περιχωρούντων τε καὶ ἀποκρινομένων ὑπὸ βίης τε καὶ ταχυτῆτος. βίην δὲ ἡ ταχυτὴς ποιεῖ. ἡ δὲ ταχυτὴς αὐτῶν οὐδενὶ ἔοικε χρήματι τὴν ταχυτῆτα τῶν νῦν ἐόντων χρημάτων ἐν ἀνθρώποις, ἀλλὰ πάντως πολλα- πλασίως ταχύ ἐστι.’’ καὶ εἴπερ ταύτην ἔσχε τὴν ἔννοιαν, ἄλλως μὲν πάντα ἐν πᾶσιν εἶναί φησι κατὰ τὴν νοητὴν ἕνωσιν, ἄλλως δὲ κατὰ τὴν νοερὰν συνουσίωσιν καὶ ἄλλως κατὰ τὴν αἰσθητὴν σύμπνοιαν καὶ τὴν ἐκ τῶν αὐτῶν γένεσιν καὶ εἰς τὰ αὐτὰ ἀνάλυσιν. Οἱ δὲ περὶ τὸν Λεύκιππόν τε καὶ Δημόκριτον καὶ τὸν Πυθαγορικὸν Τίμαιον οὐκ ἐναντιοῦνται μὲν πρὸς τὸ τὰ τέτταρα στοιχεῖα τῶν συνθέτων εἶναι σωμάτων ἀρχάς. καὶ οὗτοι δέ, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Πλάτων’ καὶ Ἀριστοτέλης, ὁρῶντες εἰς ἄλληλα μεταβάλλοντα τὸ πῦρ καὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ, ἴσως δὲ καὶ τὴν γῆν, ἀρχοειδέστερά τινα τούτων καὶ ἀπλού- στερα ἐζήτουν αἴτια, δι’ ὧν καὶ τὴν κατὰ τὰς ποιότητας τῶν στοιχείων τούτων διαφορὰν ἀπολογήσονται. καὶ οὕτως ὁ μὲν Τίμαιος καὶ ὁ τούτῳ κατακολουθῶν Πλάτων’ τὰ ἐπίπεδα βάθος τι ἔχοντα καὶ σχημάτων διαφορὰς στοιχεῖα πρῶτα τῶν τεττάρων τούτων ἔθετο στοιχείων τὴν σωματικὴν φύσιν μετὰ τῶν σωματικῶν σχημάτων ἀρχοειδεστέραν καὶ αἰτίαν τῆς τῶν ποιο- τήτων διαφορᾶς νομίζων. οἱ δὲ περὶ Λεύκιππον καὶ Δημόκριτον τὰ ἐλά- χιστα πρῶτα σώματα ἄτομα καλοῦντες κατὰ τὴν τῶν σχημάτων αὐτῶν καὶ τῆς θέσεως καὶ τῆς τάξεως διαφορὰν τὰ μὲν θερμὰ γίνεσθαι καὶ πύρια τῶν σωμάτων, ὅσα ἐξ ὀξυτέρων καὶ λεmομερεστέρων καὶ κατὰ ὁμοίαν θέσιν κειμένων σύγκειται τῶν πρώτων σωμάτων, τὰ δὲ ψυχρὰ καὶ ὑδατώδη, ὅσα ἐκ τῶν ἐναντίων, καὶ τὰ μὲν λαμπρὰ καὶ φωτεινά, τὰ δὲ ἀμυδρὰ καὶ σκοτεινὰ. Καὶ ὅσοι δὲ ἓν ἔθεντο στοιχεῖον, ὡς Θαλῆς καὶ Ἀναξίμανδρος καὶ ςΗράκλειτος, καὶ τούτων ἕκαστος εἰς τὸ δραστήριον ἀπεῖδεν τὸ καὶ πρὸς γένεσιν ἐπιτήδειον ἐκείνου, Θαλῆς μὲν I εἰς τὸ γόνιμον καὶ τρόφιμον καὶ συνεκτικὸν 8^ καὶ ζωτικὸν καὶ εὐτύπωτον τοῦ ὕδατος, ιΠράκλειτος δὲ εἰς τὸ ζωογόνον καὶ δημιουργικὸν τοῦ πυρός, Ἀναξιμένης δὲ εἰς τὸ τοῦ ἀέρος εὔπλαστον καὶ ἑκατέρωσε ῥᾳδίως μεταχωροῦν ἐπί τε τὸ πῦρ καὶ ἐπὶ τὸ ὕδωρ, ὥσπερ καὶ Ἀναξίμανδρος, εἴπερ τὸ μεταξὺ διὰ τὸ εὐαλλοίωτον ὑποτίθεται. οὕτως οὖν οἱ μὲν εἰς νοητόν, οἱ δὲ εἰς αἰσθητὸν διάκοσμον ἀφορῶντες, καὶ οἱ μὲν τὰ προσεχῆ στοιχεῖα τῶν σωμάτων, οἱ δὲ τὰ ἀρχοειδέστερα ζητοῦντες, καὶ οἱ μὲν μερικώτερον, οἱ δὲ ὁλικώτερον τῆς στοιχειώδους φύ- σεως καταδραττόμενοι, καὶ οἱ μὲν τὰ στοιχεῖα μόνον, οἱ δὲ πάντα τὰ αἴτια καὶ συναίτια ζητοῦντες διάφορα μὲν λέγουσι φυσιολογοῦντα-ς, οὐ μὴν ἐναντία τῷ κρίνειν ὀρθῶς δυναμένῳ. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης ὁ τὰς διαφωνίας αὐτῶν ἐπιδεικνύναι δοκῶν ἐρεῖ προελθὼν ὀλίγον ὅτι ιι διαφέρουσιν ἀλλήλων τῷ τοὺς μὲν πρότερα, τοὺς δὲ ὕστερα λαμβάνειν, καὶ τοὺς μὲν γνωριμώ- ἱερὰ κατὰ τὸν λόγον, τοὺς δὲ κατὰ τὴν αἴσθησιν’’ . ιιὥστε, φησί, ταὐτὰ λέγειν πὼς καὶ ἕτερα ἀλλήλων’’. ἀλλὰ ταῦτα μὲν διὰ τοὺς εὐκόλως δια- φωνίαν ἐγκαλοῦντας τοῖς παλαιοῖς ἐπὶ πλέον ἠναγκάσθημεν μηκῦναι· ἐπειδὴ δὲ καὶ Ἀριστοτέλους ἐλέγχοντος ἀκουσόμεθα τὰς τῶν προτέρων φιλοσόφων δόξας καὶ πρὸ τοῦ Ἀριστοτέλους ὁ Πλάτων’ τοῦτο φαίνεται ποιῶν καὶ πρὸ ἀμφοῖν ὅ τε Παρμενίδης καὶ -πενοφάνης, ἰστέον ὅτι τῶν ἐπιπολαιότερον ἀκροωμένων οὗτοι κηδόμενοι τὸ φαινόμενον ἄτοπον ἐν τοῖς λόγοις αὐτῶν διελέγχουσιν, αἰνιγματωδῶς εἰωθότων τῶν παλαιῶν τὰς ἑαυτῶν ἀποφαίνεσθαι γνώμας. δηλοῖ δὲ ὁ Πλάτων’ θαυμάζων οὕτως τὸν Παρμενίδην, ὃν διε- λέγχειν δοκεῖ, καὶ βαθέος κολυμβητοῦ δεῖσθαι λέγων τὴν διάνοιαν αὐτοῦ. καὶ Ἀριστοτέλης δὲ τὸ βάθος αὐτοῦ τῆς σοφίας ὑπονοῶν φαίνεται, ὅταν λέγῃ “Παρμενίσης δὲ <μᾶλλον βλέπων> ἔοικέ που λέγειν”. καὶ οὗτοι οὖν ποτὲ μὲν τὸ παραλελειμμένον ἀναπληροῦντες, ποτὲ δὲ τὸ ἀσαφῶς εἰρημένον σαφηνίζοντες, ποτὲ δὲ τὸ ἐπὶ τῶν νοητῶν εἰρημένον ὡς μὴ δυνάμενον τοῖς φυσικοῖς ἐφαρμόττειν διακρίνοντες ὡς ἐπὶ τῶν ἓν τὸ ὂν καὶ ἀκίνητον λε- γόντων, ποτὲ δὲ τὰς εὐκόλους ἐκδοχὰς τῶν ἐπιπολαιοτέρων προαναστέλλοντες, οὕτως ἐλέγχειν δοκοῦσι. καὶ πειρασόμεθα τούτοις καὶ ἡμεῖς ἐφιστάνειν ἐν ταῖς πρὸς ἕκαστον τοῦ Ἀριστοτέλους ἀντιλογίαις. ἀλλὰ ἀναληπτέον πάλιν τὴν Ἀριστοτέλους λέξιν καὶ τὰ ἐν αὐτῇ λεγόμενα διαρθρωτέον. p. 184b15 15 Ἀνάγκη δὲ ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους, καὶ εἰ μίαν, ἤτοι ἀκίνητον ὥς φησι Παρμενίδης καὶ Μέλισσος. Ὁ Ἀλέξανδρός φησιν ὅτι “εἰπὼν δεῖν ἀπὸ τῶν ἡμῖν γνωριμωτέρων ποιεῖσθαι τὴν ἀρχὴν, οὕτως καὶ ποιεῖ· ἤρξατο γὰρ ἀπὸ διαιρετικοῦ τελείου καὶ ἐναργοῦς καὶ πᾶσι φανεροῦ. τί γὰρ τῆς ἀντιφάσεως ἐναργέστερον τῆς λεγούσης μίαν ἢ οὐ μίαν τουτέστι πλείους;’’ ἀλλ’ ὅτι μὲν ἀπὸ διαιρετικοῦ ἐναργοῦς ἤρξατο, καλῶς εἴρηται, οὐ μέντοι τοῦτ’ ἔστιν ὅπερ εἶπεν ὁ Ἀρι- στοτέλης, ὅτι ἀπὸ τῶν φανερῶν ἐπὶ τὰς ἀφανεῖς ἀρχὰς χρὴ προιέναι. σύν- θετα γὰρ ἦν ἐκεῖνα τὰ φανερὰ καὶ τῇ αἰσθήσει γνωριμώτερα καὶ οὕτω καθόλου λεγόμενα ὡς ὅλα καὶ τῶν μερικωτέρων καὶ ἀφανεστέρων περι- ἑκτικά· ἀπὸ γοῦν τῶν αἰσθητῶν καὶ ἡμῖν γνωρίμων καὶ τὰς ψευδεῖς περὶ τῶν ἀρχῶν ἐλέγξει δόξας, ὡς μαθησόμεθα, καὶ βεβαιώσει τὰς ἀληθεῖς. “οὐχ ὡς Παρμενίδου δέ, φησὶν Ἀλέξανδρος, καὶ Μελίσσου μίαν ἀρχὴν τι- θεμένων καὶ ταύτην ἀκίνητον λεγόντων, οὕτως εἶπε τὸ ὡς Παρμενίδης καὶ Μέλισσος. οὗτοι γὰρ οὐδὲ ὅλως ἀρχὴν ἐτίθεντο· ἓν γὰρ ἔλεγον τὸ πᾶν, ὃ μαχόμενόν ἐστι τῷ ἀρχὴν λέγειν εἶναι· οἱ γὰρ ἀρχὴν τιθέμενοι ὁμολο- γοῦσι πλείω τὰ ὄντα εἶναι, τῇ ἀρχῇ καὶ τὰ ὧν ἐστιν ἀρχὴ συνεισάγοντες. ἀλλ’ εἰπὼν τὸ πρῶτον διαιρετικὸν τὸ ἢ μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους ἐπὶ τοῦ ἑτέρου τῶν ἐν τῇ διαιρέσει πάλιν διαιρετικῷ χρῆται τῷ εἰ μία ἡ ἀρχή, ἤτοι ἀκίνητος ἢ κινουμένη. ὂν δὲ ἀπίθανον τὸ ἀρχὴν μίαν καὶ ἀκίνητον ταύτην λέγειν, μετὰ παραμυθίας ἔθετο· οὐδὲν γὰρ ἧττον ἀπίθανον τούτου ὅν, ἀλλὰ καὶ μᾶλλον, τὸ ἓν τὸ πᾶν εἶναι καὶ ἀκίνητον, ὅμως προστάτας ἔχει Παρμενίδην καὶ Μέλισσον· καὶ εἰ μὴ ἄντικρυς γὰρ ταὐτὸν τοῦτο ἐκείνῳ, ἀλλ’ εἰς ταὐτόν γε συντρέχει.’’ ταῦτα οὖν αὐτῇ λέξει τοῦ Ἀλεξάνδρου λέγοντος τὸ μὲν τῆ μᾶλλον ἀπιθάνῳ παραμυθεῖσθαι τὴν ἀπίθανον θέσιν οὐκ ἦν οἶμαι τῆς Ἀριστοτέλους μεγαλονοίας. οὐ μέντοι οὐδὲ ὡς ἑτέρας ἀπιθάνου δόξης μέμνηται τῆς Παρμενίδου καὶ Μελίσσου παρὰ τὴν λέγουσαν μίαν καὶ ἀκίνητον τὴν ἀρχήν τούτους γὰρ τοὺς ἄνδρας ὡς τοῦτο λέγοντας ἐλέγχει), ἀλλ’ εὐγνωμόνως τοῦτο γοῦν Ἀριστοτέλους τούτων τῶν ἀνδρῶν ἀποδεξαμένου· “ὁμοίως γὰρ ζητοῦσι, φησί, καὶ οἱ τὰ ὄντα πόσα ζητοῦντες· ἐξ ὧν γὰρ τὰ ὄντα ἐστί, ζητοῦσι πρῶτον ταῦτα πότερον ἓν ἢ πολλά’’. ὥστε περὶ ἀρχῆς τῶν ὄντων οἴεται τούτους τοὺς ἄνδρας φιλοσοφεῖν, καὶ τὸ κατ’ αὐτοὺς τμῆμα τῆς διαιρέσεως ἀφω- ρίσατο μίαν καὶ ἀκίνητον ὑποθέμενος τὴν ἀρχήν. τὸ γὰρ ὄντως ὂν τὸ ἡνω- μένον, ὃ καὶ ἀρχὴ καὶ αἰτία τῶν πολλῶν καὶ διακεκριμένων ἐστὶν οὐχ ὡς στοιχειώδης ἀλλ’ ὡς προαγωγὸς ἐκείνων, ἓν ὂν ἔλεγον. ἀναγκαίῳ δὲ πάλιν διαιρετικῷ διελὼν τὸ ἕτερον τμῆμα τὸ λέγον μίαν εἶναι τὴν ἀρχὴν τῷ ἀκί- νῆτον ἢ κινουμένην εἷναι τὴν μίαν καὶ λαβὼν τὸ ἀκίνητον, ἅπερ ἔδει πρὸς τοὺς μίαν καὶ ἀκίνητον τὴν ἀρχὴν λέγοντας ἀντειπεῖν ταῦτα πρὸς τοὺς ἓν τὸ ὃν καὶ ἀκίνητον λέγοντας ἀντιλέγει· κἄν γὰρ ὀνόμασιν ἄλλοις χρῶνται, τὰ αὐτὰ | ὅμως κἀκεῖνοι λέγουσί τε καὶ ζητοῦσιν. ὁμολογεῖ δὲ ὁ Ἀλέξανδρος ἐν μὲν τοῖς πρὸς ἀλήθειαν, ἅπερ ἐστὶ περὶ τοῦ νοητοῦ ὄντος, τὸν Παρμε- νίδην ἓν τὸ ὂν καὶ ἀκίνητον καὶ ἀγένητον λέγειν· “κατὰ δὲ τὴν τῶν πολλῶν δόξαν καὶ τὰ φαινόμενα, φησί, φυσιολογῶν, οὔτε ἓν λέγων ἔτι εἶναι τὸ ὂν οὔτε ἀγένητον, ἀρχὰς τῶν γινομένων ὑπέθετο πῦρ καὶ γῆν, τὴν μὲν γῆν ὡς ὕλην ὑποτιθεὶς τὸ δὲ πῦρ ὡς ποιητικὸν αἴτιον· καὶ ὀνομάζει, φησί, τὸ μὲν πῦρ φῶς, τὴν δὲ γῆν σκότος’’. καὶ εἰ μὲν κατὰ τὴν τῶν πολλῶν δόξαν καὶ τὰ φαινόμενα οὕτως ὁ Ἀλέξανδρος ἐξεδέξατο, ὡς ὁ Παρμενίδης βούλεται δοξαστὸν τὸ αἰσθητὸν καλῶν, εὖ ἄν ἔχοι· εἰ δὲ ψευδεῖς πάντη τοὺς λόγους οἴεται ἐκείνους καὶ εἰ ποιητικὸν αἴτιον τὸ φῶς ἢ τὸ πῦρ νομίζει λέγεσθαι, οὐ καλῶς οἴεται. συμπληρώσας γὰρ τὸν περὶ τοῦ νοητοῦ λόγον ὁ Παρμενίδης ἐπάγει ταυτί, ἅπερ καὶ πρότερον παρεθέμην· ἐν τῷ σοι παύσω πιστὸν λόγον ἠδὲ νόημα ἀμφὶς ἀληθείης, δόξας δ’ ἀπὸ τοῦδε βροτείους μάνθανε, κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων. μορφὰς γὰρ κατέθεντο δό γνώμας ὀνομάξειν. τῶν μίαν οὐ χρεών ἐστιν, ἐν ᾧ πεπλανημένοι εἰσίν. ἀντία δ’ ἐκρίναντο δέμας καὶ σήματ’ ἔθεντο χωρὶς ἀπ’ ἀλλήλων, τῇ μὲν φλογὸς αἰθέριον πῦρ ἤπιον † ἀραιὸν ἐλαφρὸν ἑωυτῷ πάντοσε τῷ δ’ ἑτέρῳ μὴ τὠυτόν· ἀτὰρ κἀκεῖνο κατ’ αὐτὸ τἀντία νύκτ’ ἀδαῆ πυκινὸν δέμας ἐμβριθές τε. τόν σοι ἐγὼ διάκοσμον ἐοικότα πάντα φατίζω, ὡς οὐ μή ποτέ τις σε βροτῶν γνώμη παρελάσσῃ. δοξαστὸν οὖν καὶ ἀπατηλὸν τοῦτον καλεῖ τὸν λόγον οὐχ ὡς ψευδῆ ἁπλῶς, ἀλλ’ ὡς ἀπὸ τῆς νοητῆς ἀληθείας εἰς τὸ φαινόμενον καὶ δοκοῦν τὸ αἰσθη- τὸν ἐκπεπτωκότα. μετ’ ὀλίγα δὲ πάλιν περὶ τῶν δυεῖν στοιχείων εἰπὼν ἐπάγει καὶ τὸ ποιητικὸν λέγων οὕτως αἱ γὰρ στεινότεραι πλῆντο πυρὸς ἀκρήτοιο, αἱ δ’ ἐπὶ ταῖς νυκτός, μετὰ δὲ φλογὸς ἵεται αἶσα. ἐν δὲ μέσῳ τούτων δαίμων ἣ πάντα κυβερνᾷ. ταύτην καὶ θεῶν αἰτίαν εἶναί φησι λέγων πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσσατο πάντων καὶ τὰ ἑξῆς. καὶ τὰς ψυχὰς πέμπειν ποτὲ μὲν ἐκ τοῦ ἐμφανοῦς εἰς τὸ ἀειδές, ποτὲ δὲ ἀνάπαλίν φησιν. ἀλλὰ ταῦτα μὲν διὰ τὴν πολλὴν νῦν ἄγνοιαν τῶν παλαιῶν γραμμάτων μηκύνειν ἀναγκάζομαι. εἰκότως δὲ ἓν λέ- γοντες τὸ ὃν καὶ ἀκίνητον ἔλεγον, εἴπερ περὶ φυσικῶν διελέγοντο. συνεισ- ήγετο γὰρ τῇ κινήσει καὶ τὸ καθ’ ὃ ἡ κίνησις, εἴτε κατὰ ποιότητα εἴτε κατὰ ποσότητα ἢ κατ’ ἄλλο τι, συνεισήγετο δὲ καὶ ὁ τόπος, εἴπερ ἦν φυ- σικὴ κίνησις, ἄλλος ὢν παρὰ τὸ κινούμενον. ἀλλ’ ὁ μὲν Παρμενίδης περὶ τοῦ νοητοῦ λέγων ὄντος· αὐτὰρ ἀκίνητον, φησί, μεγάλων ἐν πείρασι δεσμῶν ἐστὶν ἄναρχον ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος τῇδε μάλ’ ἐπλάγχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής. καὶ τὴν αἰτίαν δὲ τῆς ἀκινησίας ἐπάγει οὕτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ἀνάγκη πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει, οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι· ἔστι γὰρ οὐκ ἐπιδευές, † μὴ ἐὸν δὲ ἂν παντὸς ὡς γὰρ τὸ μὴ ὄν, φησίν, ἐνδεὲς πάντων ἐστίν, οὕτως τὸ ὃν ἀνενδεὲς καὶ τέλειον. τὸ δὲ κινούμενον ἐνδεὲς ἐκείνου δι’ ὃ κινεῖται· τὸ ἄρα ὃν οὐ κι- νεῖται. καὶ Μέλισσος δὲ ἀκίνητον αὐτὸ ἀπέδειξε κατὰ τὴν αὐτὴν πάλιν ἔν. νοιαν διὰ τοῦ δεῖν, εἰ κινοῖτο τὸ ὂν, εἶναί τι κενὸν τοῦ ὄντος εἰς ὃ ὑπο- χωρήσει τὸ ὄν· κενὸν δὲ προαπέδειξε μὴ εἶναι. λέγει δὲ οὕτως ἐν τῷ ἑαυτοῦ συγγράμματι ‘‘οὐδὲ κενεόν ἐστιν οὐδέν· τὸ γὰρ κενεὸν οὐδέν ἐστιν· οὐκ ἄν οὖν εἴη τό γε μηδέν. οὐδὲ κινεῖται· ὑποχωρῆσαι γὰρ οὐκ ἔχει οὐδαμῇ· ἀλλὰ πλέων ἐστίν· εἰ μὲν γὰρ κενεὸν ἦν, ὑπεχώρει ἄν εἰς τὸ κενεόν. κενεοῦ δὲ μὴ ἐόντος, οὐκ ἔχει ὅκῃ ὑποχωρήσει”. πλέων οὖν ὂν οὐ κινεῖται οὐχ ὅτι διὰ πλήρους οὐκ ἔστι κινηθῆναι, ὡς ὁ Ἀλέξανδρος ἐνόησε τὸ Μελίσσου ῥητόν, ἀλλ’ ὅτι αὐτὸ τὸ ὂν πλέων ἐστίν, ὡς μηδὲν ἄλλο εἶναι παρ’ αὐτό. “κρίσιν, γοῦν φησιν ὁ Μέλισσος, ταύτην χρὴ ποι- ήσασθαι τοῦ πλέω καὶ τοῦ μὴ πλέω. εἰ μὲν οὖν χωρεῖ τι ἢ εἰσδέχεται, οὐ πλέων· εἰ δὲ μήτε χωρεῖ μήτε εἰσδέχεται, πλέων. ἀνάγκη τοίνυν πλέων εἶναι, εἰ κενεὸν μὴ ἔστιν· εἰ τοίνυν πλέων ἐστίν, οὐ κινεῖται.“ f. 184b16 Ἢ κινουμένην ὥσπερ οἱ φυσικοί. ‘Ἐκθέμενος τοὺς ἀκίνητον λέγοντας τὸ ὂν ἤτοι τὴν ἀρχὴν μεταβαίνει ἐπὶ τὸ ἕτερον τμῆμα καὶ φησὶν ἢ κινουμένην ὥσπερ οἱ φυσικοί, ἀν- τιδιαστέλλων τοὺς ἀκίνητον λέγοντας πρὸς τοὺς φυσικούς, ὡς μηδὲ φυσικῶν ὅλως ὄντων τῶν ἀναιρούντων τὴν κίνησιν, ὅπερ ἐφ’ ἐξῆς σαφέστερον ἐρεῖ καὶ δείξει· εἰ γὰρ ἀρχὴ κινήσεως ἡ φύσις, πῶς ἂν εἴη φυσικὸς ὁ τὴν φύσιν αὐτὴν ἀναιρῶν. εἰώθασι δὲ τοὺς περί τι μέρος φιλοσοφίας σπουδάσαντας ἢ μόνον ἢ μάλιστα ἀπ’ ἐκείνου καλεῖν, ὡς ἠθικὸν μὲν ἐκάλουν τὸν Σω- κράτην, φυσικοὺς δὲ τοὺς περὶ Θαλῆν καὶ Ἀναξίμανδρον καὶ Ἀναξιμένην καὶ Ἀναξαγόραν καὶ Δημόκριτον καὶ τοὺς τοιούτους’. παραιτοῦμαι δὲ κἀν- ταῦθα τὸν Ἀλέξανδρον πρότερον μὲν εἰπόντα ὅτι τοὺς φυσικοὺς ἀντιδιέστειλε πρὸς τοὺς ἓν καὶ ἀκίνητον λέγοντας, ὕστερον δὲ ὅτι ἔθος Ἀριστοτέλει φυ- σικοὺς καλεῖν τοὺς περὶ τῆς ἀληθείας φιλοσοφοῦντας, ἐπεὶ καὶ τῆς φυσικῆς τὸ τέλος οὐ πρᾶξις ἀλλὰ γνῶσίς ἐστι. τίς γὰρ ἠγνόει ὅτι καὶ Παρμενίδης, ἅ) πρὸς ὃν ἀντιδιεστάλθαι λέγει τοὺς φυσικούς, περὶ τῆς ἀληθείας ἐφιλοσόφει λέγων σαφῶς ἐν τῷ σοι παύσω πιστὸν λόγον ἠδὲ νόημα ἀμφὶς ἀληθείης; οὔσης δὲ καὶ ἄλλης διαιρέσεως ἐπὶ τῶν μίαν τὴν ἀρχὴν λεγόντων εἴτε ἀκί- νητον εἴτε κινουμένην τῆς εἰς τὸ ἄπειρον καὶ τὸ πεπερασμένον διαιρούσης καὶ γὰρ τῶν μίαν καὶ ἀκίνητον λεγόντων ἄπειρον αὐτὴν ὁ Μέλισσός φησιν ἐστὶν] ἐν τούτοις “ὅτε τοίνυν οὐκ ἐγένετο ἔστι δέ, ἀεὶ ἦν καὶ ἀεὶ ἔσται καὶ ἀρ|χὴν οὐκ ἔχει οὐδὲ τελευτήν, ἀλλ’ ἄπειρόν ἐστι’’ καὶ δὴ καὶ αὐτὸς Ἀριστοτέλης μετ’ ὀλίγον πρὸς τούτους ἀντιλέγων δείξει, ὅτι οὐ μόνον τὴν ἀρχὴν ἀδύνατον λέγειν ἄπειρον, ἀλλὰ καὶ τὸ ὄν, ὅπερ ἐδόκει Μελίσσω. ἀλλὰ καὶ τῶν μίαν καὶ κινουμένην λεγόντων Ἀναξίμανδρος ὁ Πραξιάδου Μιλήσιος ἄπειρόν τινα φύσιν ἄλλην οὖσαν τῶν τεττάρων στοιχείων ἀρχὴν ἔθετο, ἧς τὴν ἀίδιον κίνησιν αἰτίαν εἶναι τῆς τῶν οὐρανῶν γενέσεως ἔλεγεν, καὶ Ἀναξιμένης δὲ 5 Εὐρυστράτου Μιλήσιος καὶ αὐτὸς ἀρχὴν ἔθετο μίαν καὶ ἄπειρον ἀέρα ταύτην λέγων, ἐξ οὗ ἀραιουμένου καὶ πυκνουμένου τὰ ἄλλα γίνεσθαι), οὔσης δ’ οὖν καὶ τοιαύτης διαιρέσεως, παρῆκε νῦν αὐτὴν ὁ Ἀριστοτέλης, ὡς ὁ Ἀλέξανδρός φησι “διότι οὐδεμίαν ἡ διαίρεσις αὕτη διαφορὰν γενέσεως τοῖς ἐξ αὐτῆς γινομένοις παρέχει· οὐ γὰρ ἄλλα μὲν εἰ ἄπειρος, ἄλλα δὲ εἰ πε- περασμένη γενήσεται, ὥσπερ ἄλλα μὲν εἰ μία, ἄλλα δὲ εἰ πολλαί. εἰ μὲν γὰρ μία ἡ ἀρχή, κατ’ ἀλλοίωσιν ἀνάγκη γίνεσθαι τὰ γινόμενα, εἰ δὲ πολλαί, κατὰ σύγκρισιν. καὶ τὸ ἀκίνητον δὲ καὶ κινούμενον μεγάλην ποιεῖ διαφοράν· εἰ.μὲν γὰρ ἀκίνητος, οὐδ’ ἂν γένοιτό τι ἐξ αὐτῆς ὃ μὴ καὶ πρότερον ἦν, εἰ δὲ κινουμένη, οὐδὲν κωλύει γενέσθαι ἢ κατ’ εὐθεῖαν ἢ κατὰ ἀνακύ- κλησιν’’. ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος. μήποτε δὲ ὁ Μέλισσος οὐ τῇ οὐσίᾳ τὴν ἀρχὴν ἄπειρον εἶπεν, ἀλλὰ τῷ ἀνεκλείπτῳ τοῦ εἶναι· “ὅτε γὰρ οὐκ ἐγένετο, φησίν, ἔστι δέ, ἀεὶ ἦν καὶ ἀεὶ ἔσται καὶ ἀρχὴν οὐκ ἔχει οὐδὲ τελευτήν, ἀλλ’ ἄπειρόν ἐστι’’. μήποτε δὲ καὶ διάφορος ὁ τρόπος τῆς γενέσεως καὶ ἐπὶ ἀπείρου οὔσης ἢ πεπερασμένης τῆς ἀρχῆς γενήσεται· ἀπείρου μὲν γὰρ οὔσης τῆς ἀρχῆς κατὰ μέγεθος ἢ οὐ γίνεται ἢ δυνατὸν ἐπ’ ἄπειρον ἐπ’ εὐθείας ἀπ’ αὐτῆς γίνεσθαι τὰ γινόμενα, πεπερασμένης δὲ ἀνακυκλεῖσθαι τὴν γένεσιν ἀνάγκη ἡ ἐκλείπειν ποτέ. p. 181b18 Εἰ δὲ πλείους, ἢ πεπερασμένας ἢ ἀπείρους. ἐπὶ τῶν πλείους λεγόντων τὰς ἀρχὰς οὐκ ἔχει χώραν τὸ ἕτερον διαι- ρετικὸν τὸ ἀκίνητοι ἢ κινούμεναι· καὶ γὰρ καὶ ἀδύνατον ἐκ πλειόνων ἀρχῶν μὴ κινουμένων γίνεσθαί τι κοινωνεῖν γὰρ ἀλλήλαις δέονται), καὶ διὰ τὸ προφανῶς ἀδύνατον οὐδὲ ἔσχε προστάτην ἡ δόξα. τοιγαροῦν καὶ Δημόκριτος φύσει ἀκίνητα λέγων τὰ ἄτομα πληγῇ κινεῖσθαί φησιν. ὁ μέντοι Εὐφραδὴς Θεμίστιος παραφράζων τὸ ῥητὸν καὶ τὰς πλείους “ἢ κινουμένας, φησίν, ἢ ἀκινήτους καὶ ἢ πεπερασμένας κατ’ ἀριθμὸν ἢ πάλιν ἀπείρους’’. καὶ Εὔ- δῆμος δέ, ὡς καὶ πρότερον εἶπον, ἐν τοῖς Φυσικοῖς “ὡς ἄν ποτε ὑπάρ- χῶσιν αἱ ἀρχαί, φησίν, ἤτοι κινοῦνται ἢ ἀκίνητοί εἰσι’’. καὶ δῆλον ὅτι τὴν ἀνάγκην οὗτοι τῆς ἀντιφατικῆς διαιρέσεως ἀποδεδώκασιν. ἀλλ’ εἰ πλείους φησίν, ἢ πεπερασμένας ἢ ἀπείρους τῷ πλήθει ἀνάγκη εἶναι. “καὶ ἔοικε, φησὶν ὁ Ἀλέξανδρος, ἀμφοτέρας τὰς διαιρέσεις ἑκατέρῳ τῶν ἐκ τῆς πρώτης διαιρέσεως μὴ προσαγαγεῖν διὰ τὸ μὴ πολλάκις περὶ τῶν αὐτῶν λέγειν· ἀλλὰ δείξας ὅτι ἐπὶ τῆς μιᾶς οὐχ οἷόν τε ἀκίνητον τὴν ἀρχὴν εἶναι, ἐκ τούτου μᾶλλον συναποδείξει ὅτι οὐδὲ τὰς πλείους οἷόν τε εἶναι ἀκινήτους· διὸ ἐπὶ τῶν πολλῶν οὐκέτι ἐχρήσατο τῷ ἢ κινουμένας ἢ ἀκινήτους. πάλιν δὲ αὖ ἐπὶ τῶν πολλῶν δείξας ὅτι οὐχ οἷόν τε τὰς ἀρχὰς ἀπείρους εἶναι, συναποδείξει ὅτι οὐδὲ ὅλως ἀρχὴν ἄπειρον οἷόν τε εἶναι. οἰκειότερον μὲν γὰρ τῇ μιᾷ τὸ μὴ κινεῖσθαι, εἰ οἷόν τε ἦν, οἰκειότερον δὲ ταῖς πολλαῖς τὸ ἀπείρους εἶναι.’’ ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος ἐπιση- μαίνομαι, ὅτι ἄλλο ἐστὶ τὸ κατὰ πλῆθος ἄπειρον ἢ πεπερασμένον, ὃ τοῖς πολλὰς λέγουσι τὰς ἀρχὰς οἰκειότερον ἦν, καὶ ἄλλο τὸ κατὰ μέγεθος τοῖς μίαν λέγουσι καὶ αὐτὸ μᾶλλον προσῆκον. πλείονα γὰρ ἄπειρα τῷ μεγέθει πῶς ἄν εἴη, εἰ μὴ σῶμα διὰ σώματος χωροίη. ἀλλ’ ἔοικε συντομίας ἕνεκεν ὁ Ἀριστοτέλης οὕτω ποιήσασθαι τὴν διαίρεσιν· ἐν γοῦν τοῖς ἑξῆς Μέλισσον ὡς μίαν λέγοντα καὶ ἄπειρον τὴν ἀρχὴν εὐθύνει. τίνες δέ εἰσιν οἱ πλείους καὶ πεπερασμένας λέγοντες τὰς ἀρχὰς καὶ τίνες οἱ ἀπείρους, ἐκ τῆς προ- εκτεθείσης διαιρέσεως ἔγνωμεν. τὸν μέντοι Ἀλέξανδρον κἀνταῦθα ἀξιοῦ- μὲν ἀφερεπόνως τῶν Πλάτωνος ἀπομνημονεύειν δογμάτων. “δύο γὰρ ἀρχάς, φησί, δοκεῖ ποιεῖν ὁ Πλάτων’, τὸ μὲν ὑποκείμενον καὶ ὕλην προσαγορεύων, τὸ δὲ ὡς αἴτιον καὶ κινοῦν, ὃ θεὸν καλεῖ καὶ νοῦν τό τε ἀγαθόν. εἴη δ’ ἄν, φησί, καὶ τρίτη κατ’ αὐτὸν ἀρχή, ἡ παραδειγματική.’’ θαυμαστὸν γὰρ εἰ μὴ ἐπέστησεν ὁ Ἀλέξανδρος ὅτι σαφῶς ὁ Πλάτων’ τὴν τελικὴν αἰτίαν πάντων προέταξεν εἰπών “λέγωμεν δὴ δι’ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς συνέστησεν. ἀγαθὸς ἦν’’. εἰ οὖν διὰ τὴν ἀγαθότητα, δῆλον ὅτι ἡ ἀγαθότης ἦν τὸ τελικὸν καὶ κυριώτατον αἴτιον. οὐχὶ δὲ καὶ τῶν μορίων τὰς διαφόρους κατασκευὰς εἰς τὸ διάφορον τῆς χρείας ἀνάγει καὶ τὸ οὗ ἕνεκεν ἕκαστον αὐτῶν γέγονεν; ἀλλὰ καὶ τὸ εἰδικὸν αἴτιον σαφῶς ὁ Πλάτων’ παραδίδωσιν οὐ τὸ χωριστὸν μόνον τῆς ὕλης, ἀλλὰ καὶ τὸ ἀχώ- ριστον, ὅταν λέγῃ· “ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον, ἀγένητον καὶ ἀνώλεθρον, οὔτε αὐτὸ εἰσδεχόμενον ἄλλο οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν. τὸ δὲ ὁμώνυμον <ὅμοιόν> τε ἐκείνῳ δεύτερον, αἰσθητὸν γενητὸν μένον ἀεί’’. καὶ μετ’ ὀλίγα “οὕτω δὴ τότε πεφυκότα ταῦτα, φησί, πρῶτον διεσχηματίσατο εἴδεσι καὶ ἀριθμοῖς’’. καὶ δι’ ἐκείνων δὲ τῶν ῥητῶν διττὴ τῶν εἰδῶν αἰτία δηλοῦται, ἥ τε χωριστὴ καὶ ἡ ἀχώριστος. ᾗπερ οὗν νοῦς ἐνούσας ἰδέας τῷ ὅ ἐστι ζῷον οἷαί τε ἔνεισι καὶ ὅσαι καθορᾷ, τοσαύτας καὶ τοιαύτας διενοήθη καὶ τόδε τὸ πᾶν ἔχειν. p. 184b20 Καὶ εἰ ἀπείρους, ἢ οὕτως ὥσπερ Δημόκριτος τὸ γένος ἓν σχήματι δὲ ἢ εἴδει διαφερούσας ἢ καὶ ἐναντίας. Ὅτι μὲν τὸν Δημόκριτον ὁμογενεῖς ὑποθέσθαι τὰς ἀρχὰς καὶ ἐκ τῆς αὐτῆς οὐσίας λέγειν τὰς ἀτόμους τῷ σχήματι καὶ τῷ κατ’ αὐτὸ ειοει διαφερούσας ὁ Ἀριστοτέλης οἴεται, συμφωνοῦσιν οἱ ἐξηγηταὶ πάντες· τὸ δὲ ἢ καὶ ἐναντίας ὁ μὲν Πορφύριος καὶ ὁ Θεμίστιος ἀνταπόδοσιν οἴονται τοῦ ἢ οὕτως ὥσπερ Δημόκριτος περὶ Ἀναξαγόρου λεγομένην· καὶ γὰρ τῶν ἀπείρους τὰς ἀρχὰς ὑποθεμένων οἱ μὲν περὶ Δημόκριτον ὁμοουσίους τὰς ἀτόμους ὑποθέμενοι καθ’ ἓν γένος τὸ πλῆρες θεωρουμένας, σχήματι καὶ θέσει καὶ τάξει διαφέρειν αὐτάς φασιν, οἱ δὲ περὶ Ἀναξαγόραν καὶ ταῖς οὐσίαις ἐναντίας τίθενται· θερμότητας γὰρ καὶ ψυχρότητας ξηρότητάς τε καὶ ὑγρότητας μανότητάς τε καὶ πυκνότητας καὶ τὰς ἄλλας κατὰ ποιότητα ἐναν- τιότητας ἐν ταῖς ὁμοιομερείαις ὑποτίθενται, αἷς διαφέρειν τὰς ὁμοιομερείας ἀρχὰς κατ’ αὐτοὺς οὔσας φασί, κυρίως τῆς ἐναντιότητος ἐν ταῖς ποιότησι θεωρουμένης ἀλλ’ οὐκ ἐν τοῖς σχήμασιν. ὁ μέντοι Ἀφροδισιεὺς Ἀλέξαν- δρος οἶδε μὲν καὶ ταύτην τὴν ἐξήγησιν, οὐκ ἀποδέχεται δὲ αὐτήν, ἀλλ’ οἴεται μᾶλλον τὸ ὅλον περὶ Δημοκρίτου λέγεσθαι ὡς τὰς ἀρχὰς τούτου τιθεμένου τὸ μὲν γένος ἕν, τουτέστι κατὰ τὴν ὑποκειμένην φύσιν ἕν, σχήματι δὲ ἢ εἴδει διαφερούσας ἢ καὶ ἐναντίας. ὅτι γὰρ ὡς ἐναντίας λέγοντος τοῦ Δημοκρίτου τὰς ἀρχὰς ὁ Ἀριστοτέλης ἀπομνημονεύει, δι’ ἐκείνων δηλοῖ τῶν ῥητῶν· “καὶ Δημόκριτος τὸ πλῆρες καὶ τὸ κενόν, ὧν τὸ μὲν ὡς ὂν τὸ δὲ ὡς οὐκ ὂν εἶναί φησιν· ἔτι θέσει σχήματι τάξει· ταῦτα δὲ γένη ἐναντίων, θέσεως ἄνω κάτω πρόσθεν ὄπισθεν, σχήματος γωνία τὸ εὐθὺ καὶ τὸ περιφερές’’. κἂν γὰρ αὐτὸς Ἀριστοτέλης μή φησιν ἐναντίον εἶναι σχῆμα σχήματι, οὐκ ἤδη καὶ Δημόκριτον ἀνάγκη ταύτης εἶναι τῆς δόξης. οὕτω δὲ τῇ ἐξηγήσει ταύτῃ συμπέπονθεν ὁ Ἀλέξανδρος ὡς αἱρεῖσθαι δυοῖν τὸ ἕτερον λέγειν ἢ τὴν γραφὴν ἡμαρτῆσθαι, περιττῶς παρεγκειμένου ἢ οὕτως τοῦ τὴν πρὸς Δημόκριτον ἀνταπόδοσιν ἀπαιτοῦντος (ὀφείλειν εἶναι καὶ εἰ ἀπείρους, ὥσπερ Δημόκριτος, τὸ γένος ἕν, σχήματι δὲ ἢ εἴδει διαφερούσας ἢ καὶ ἐναντίας), “ἢ εἰ ὀρθῶς ἔχει, φησίν, ἡ γραφή, παρῆκε τὸ ἀνταποδοῦναι τοὺς λέγοντας μηδὲ τῷ γένει τὰς αὐτὰς εἶναι τὰς ἀρχάς, ὡς ἔλεγον οἱ περὶ Ἀναξαγόραν’’. εἰ οὖν καὶ τὸ τὰς γραφὰς ἀθετεῖν τὰς ἐν πάσι τοῖς ἀντιγράφοις συμφωνουμένας ἄτοπον, καὶ τὸ ἐλλιπῆ τὸν λόγον ἀποδεῖξαι καὶ κατὰ τὴν φράσιν καὶ κατὰ τὰ τμήματα τῆς διαιρέσεως οὐχ ἧττον ἄτοπον καὶ μάλιστα, ὅτι ἡ Ἀναξαγόρου δόξα παραλιμπάνεται, πρὸς ἣν πολλοὺς λόγους ὁ Ἀριστοτέλης κατατείνει· ἀλλὰ καὶ τὸ τὴν Ἀριστοτέλους περὶ Δημοκρίτου δόξαν ἀθετεῖν οἰομένου σαφῶς ἐναντίωσιν ἐν ταῖς ἀρχαῖς ὑποτίθεσθαι, ὅπερ οἱ ἕτεροι ποιοῦσιν ἐξηγηταί, οὐκ εὐπαράδεκτον φαίνεται. μήποτε τὸ μὲν σχήματι καὶ τῇ κατ’ αὐτὸ μορφῇ διαφέρειν ὡς τοῦ Δημοκρίτου ἰήιον ἀποδέδωκε κατ’ οὐσίαν μηδὲν λέγοντος διαφέρειν τὰς ἀτόμους, τὸ δὲ μὴ διαφέρειν μόνον τὰς ἀπείρους ἀρχὰς ἀλλὰ καὶ ἐναντίας εἶναι οὐ τῇ Δημοκρίτου μόνον θέσει ὑπάρχον ἀλλὰ καὶ τῇ Ἀναξαγόρου κοινῶς ἀμφοτέραις ἀποδέδωκεν, ἵν’ ἡ λέγων ἢ οὕτως ὥσπερ Δημόκριτος τὸ γένος ἓν σχήματι δὲ ἢ εἴδει διαφερούσας, ἢ οὐ μόνον σχήματι καὶ τῷ κατ’ αὐτὸ εἴδει διαφερούσας, ἀλλὰ καὶ ἐναντίας· ὡς Δημόκριτος μὲν κατὰ τὸ σχῆμα καὶ τὴν θέσιν τὴν ἐναντίωσιν ἐτίθετο, Ἀναξαγόρας δὲ καὶ κατὰ τὴν οὐσίαν καὶ τὸ γένος. εἰ γὰρ ἔχει τινὰ λόγον ἡ τοιαύτη τῶν λεγομένων ἀποδοχή, οὔτε τὴν γραφὴν διορθοῦν ἀνάγκη οὔτε τὸν λόγον ὡς ἀναπόδοτον αἰτιᾶσθαι οὔτε τὰ περὶ τῆς κατὰ Δημόκριτον ἐναντιώσεως κατανωτίζεσθαι. p. 1841)22 ‘Oμοίως δὲ ζητοῦσι καὶ οἱ τὰ ὄνια ζητοῦντες πόσα· ἐξ ὧν γὰρ τὰ ὄντα ἐστί, ζητοῦσι, ταῦτα πότερον ἓν ἢ πολλά. “Ὥσπερ ἡμεῖς, φησί, πρὸ τοῦ περὶ αὐτῶν τῶν φυσικῶν φιλοσοφεῖν ἠναγκάσθημεν τὰς ἀρχὰς τῶν φυσικῶν ζητεῖν πόσαι τε καὶ τίνες, οὕτω καὶ οἱ φυσικοί, καίτοι περὶ τῶν ὄντων προθέμενοι ζητεῖν πόσα ταῦτα, ἠναγκάσθησαν πρότερον περὶ τῶν ἀρχῶν τῶν ὄντων ζητεῖν, ὡς ἀπὸ τούτων τῆς γνώσεως τῶν ὄντων ἠρτημένης. τοῦτο δὲ αὐτῷ τείνει πρὸς δεῖξιν τοῦ ἀναγκαῖον εἶναι τὸν περὶ τῶν ἀρχῶν λόγον, εἴπερ καὶ τοῖς μὴ περὶ τούτων προθεμένοις ὅμως ἡ ζήτησις ἡ περὶ αὐτῶν ὑπήντα πρώτη, ὡς οὐκ ἄλλως εἰσομένοις περὶ τῶν ὄντων.’’ οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος ἐξηγεῖται τὴν λέξιν, καὶ περὶ πάντων φησὶ τοῦτο λέγεσθαι τῶν φυσικῶν. μήποτε δὲ οὔτε περὶ πάντων τῶν φυσιολόγων ἐστὶν ὁ λόγος, οὔτε ὡς ἄλλα μὲν προτιθε- μένων ζητεῖν, ἄλλης δὲ πρὸ ἐκείνων αὐτοῖς ζητήσεως τῆς τῶν ἀρχῶν ὑπαν- τώσης· ἀλλ’ ἐπειδὴ Παρμενίδης καὶ Μέλισσος περὶ τοῦ ὄντος ἐζήτουν πό- τερον ἓν ἢ πολλά, καὶ εἰ ὅν, ἀκίνητον ἢ κινούμενον, καὶ οὗτοι, φησίν, οὐ περὶ τῶν ὄντων ὡς ἄν τις οἰηθείη, ἀλλὰ περὶ τῆς ἀρχῆς τῶν ὄντων ἐζή- τουν, εὐγνωμόνως τοῦτο αὐτῶν ὁ Ἀριστοτέλης ἀποδεχόμενος. οὐ γὰρ ἄν ποτε ἐνόμισεν αὐτοὺς ἀγνοεῖν τὸ πλῆθος τὸ ἐν τοῖς οὖσιν ἢ τοῦτο γοῦν εἰ δύο πόδας εἶχον, ἀλλὰ περὶ τοῦ ὄντως ὄντος καὶ κυρίως ὄντος ἦν αὐτοῖς ὁ λόγος, ὅπερ ἀρχὴ καὶ αἰτία πάντων τῶν ὁπωσδηποτοῦν ὄντων ἐστί. διὰ τοῦτο δὲ καὶ τὴν Παρμενίδου καὶ Μελίσσου δόξαν εὐθὺς προχειρίζεται τῶν περὶ | τοῦ ὄντος φιλοσοφούντων. κἄν τε γὰρ περὶ ἀρχῆς ζητοῖεν εἰ μία ἢ πολλαὶ κἄν τε περὶ τοῦ ὄντος, τὰ αὐτὰ ζητοῦσιν, εἰ καὶ ὀνόμασιν ἄλλοις χρῶνται. τὰ γοῦν λεγόμενα πρὸς τοὺς ἓν λέγοντας τὸ ὄν, λέγοιτο ἄν καὶ πρὸς τοὺς λέγοντας μίαν εἶναι τὴν ἀρχήν. ἐπεὶ οὖν αὐτὸς ἐπὶ ἀρχῆς ἐποιήσατο τὴν διαίρεσιν εἰπών “ἀνάγκη δὲ ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους’’, εἰκότως προσέθηκεν, ὅτι καὶ οἱ τὰ ὄντα πόσα ζητοῦντες περὶ 5 ἀρχῶν ζητοῦσι, κἄν ὀνόμασιν ἄλλοις χρῶνται. διὸ καὶ ὡς μίν τιθεὶς ταύ- την ἀντιλέγει. p. 1841)25 Τὸ μὲν οὖν εἰ ἓν καὶ ἀκίνητον τὸ ὃν σκοπεῖν οὐ περὶ φύσεως ἐστι σκοπεῖν. “Διὰ τούτων δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ τὸ δοκοῦν παραλελεῖφθαι πρόβλημα, τὸ εἰ εἰσὶν ὅλως ἀρχαί, προστίθησιν, ἀντιλέγων πρὸς τοὺς μηδὲ ὅλως ἀρχὴν εἶναι τιθεμένους τῶν φυσικῶν. οἱ γὰρ ἓν λέγοντες τὸ ὂν καὶ ἀκίνητον ἀναιροῦσι τὰς φυσικὰς ἀρχὰς καὶ αὐτὴν τὴν φύσιν. καὶ γὰρ ἡ ἀρχὴ τινὸς ἢ τινῶν ἀρχὴ καὶ πλῆθος ἑαυτῇ συνεισάγει· καὶ εἰ μὴ ἔστι κίνησις, οὐδὲ φύσις· ἀρχὴ γὰρ κινήσεως ἡ φύσις ἀποδειχθήσεται.’’ μήποτε δὲ περινενοημένη μᾶλλόν ἐστιν ἡ τοιαύτη ἐξήγησις· οὐ γὰρ ὅτι εἰσὶν ἀρχαὶ φυσικαὶ διὰ τούτων ὁ Ἀριστοτέλης δεῖξαι προτίθεται, ἀλλ’ ὁμολογούμένον τοῦτο λαβὼν καὶ κατ’ αὐτούς, εἴπερ τὸ ὂν ἀντὶ τῆς ἀρχῆς ἔλαβον, ἐκ τού- του πειρᾶται τοὺς ἓν λέγοντας τὸ ὂν ὡς ἀρχὴν λέγοντας διασαλεύειν. οὐ γὰρ ἔτι ἀρχή ἐστιν, εἰ ἓν μόνον τὸ ὂν καὶ οὕτως ἕν ἐστιν, ὡς δοκεῖ τοῖς πολλοῖς ἓν λέγεσθαι τὸ ὄν, ὡς αὐτὸ μόνον· ἡ γὰρ ἀρχὴ τινὸς ἢ τινῶν ἀρχή ἐστιν, ὥστε καὶ πλῆθος αὑτῇ συνεισάγει. ἅμα οὖν ἀναιρῶν τὴν θέσιν αὐτῶν ἐπισκήπτει τοῖς θεμένοις, ὅτι περὶ φύσεως σκοπεῖν δοκοῦντες <τὴν φύσιν ἀνῄρουν. καὶ> τὰ πρῶτα τμήματα τῆς διαιρέσεως συλλαβών δὲ ταῦτα εἰ μία καὶ ἀκίνητος ἡ ἀρχή), προστάτας εὑρίσκει ταύτης τῆς δόξης Παρμενίδην καὶ Μέλισσον ἓν λέγοντας τὸ ὄν, ἀντὶ τῆς ἀρχῆς τὸ ὂν τιθέντας. καὶ πρὸς τούτους εὐθὺς ἀντιλέγει πρῶτον συμπλέξας τὴν τῆς ἀρχῆς καὶ τοῦ ὄντος ἔννοιαν, καθ’ ἣν ὑπώπτευεν αὐτοὺς λέγειν· εἶτα κτὰ τὴν τοῦ ὄντος, ὥσπερ εἰκὸς ἦν καὶ τοὺς πολλοὺς τοῦ ὀνόματος ἀκούοντας οἴεσθαι· καὶ τότε ἀπὸ τοῦ ἑνὸς ἐπιχειρεῖ. καὶ ἔοικε μέμφεσθαι εὐθύς, ὅτι τῷ μίαν τὴν ἀρχὴν τοῦ ὄντος εἰπεῖν ἓν τὸ ὂν εἶπον, καὶ τῇ τοῦ ὄντος ἐννοίᾳ ἀναι- ῥεῖται ἡ ἀρχή, καὶ περὶ τῆς τῶν ὄντων ἀρχῆς <λέγοντες> καὶ τὴν ἀρχὴν ἀναιροῦσι καὶ τὴν φύσιν ἓν καὶ ἀκίνητον λέγοντες τὸ ὄν, φύσεως δὲ ἀναι- ρεθείσης καὶ τῶν φυσικῶν ἀρχῶν ἀνῄρηται καὶ ἡ φυσικὴ πᾶσα θεωρία. ἐπειδὴ δὲ οὐ πᾶς λόγος ἄξιός ἐστιν ἀντιλογίας, μέλλων ἀντιλέγειν αὐτοῖς αὐτὸ τοῦτο πρῶτον ὑποδείκνυσι, κατὰ τί μὲν οὐκ ἄξιος ἀντιλογίας ὁ λόγος ἐστί, κατὰ τί δὲ καὶ οὕτως ἔχοντος αὐτοῦ οὐδὲν ὅμως κωλύει τὸ ἀντειπεῖν. οὐδεμία γὰρ τέχνη οὐδὲ ἐπιστήμη πρὸς τὸν ἀναιροῦντα τὰς ἀρχὰς αὐτῆς καὶ τὴν ὅλην σύστασιν ἐπιστημονικῶς ὑπαντᾶν δύναται τῷ ἑαυτῆς λόγῳ. εἰ γὰρ δεῖ τὸν φυσικὸν εἰ τύχοι ὡς φυσικὸν πάντα τὰ παρ’ αὐτοῦ δεικνύ- μένα ἐκ τῶν φυσικῶν ἀρχῶν καὶ φυσικῶς ἀποδεικνύναι, μὴ συγχωροῦνται δὲ αἱ ἀρχαὶ μηδὲ ἡ φυσικὴ θεωρία, πῶς ἄν ἔτι ἀποδείξοι ὁ φυσικὸς ᾗ φυσικός; ἀλλ’ οὐδὲ ὁ γεωμέτρης πρὸς τὸν ἀναιροῦντα τὰς γεωμετρικὰς ἀρχὰς καὶ τὴν σύστασιν τῆς γεωμετρίας ὡς γεωμετρικὸς διαλέξεται· οὐ γὰρ ἔχει ἀρχὰς ἀφ’ ὧν διαλεχθήσεται. συστήσαι δὲ βουλόμενος τὰς ἀρχάς, ἢ ἐκ προτέρων ἢ ἐξ ὑστέρων αὐτὰς συστήσει· ἀλλ’ εἰ ἐκ προτέρων, δῆλον ὅτι οὐ φυσικῶν οὐδὲ φυσικῶς· εἰ δὲ ἐξ ὑστέρων καὶ φυσικῶν, αἰτεῖν ἀνάγκη ταῦτα μήπω δῆλα ὄντα διὰ τὸ ἀναιρεῖσθαι τὰς ἀρχὰς ἐξ ὧν δείκνυσθαι δυνατὸν αὐτά· ὡς ἔχει τὰ παρὰ τοῖς γεωμέτραις καλούμενα αἰτήματα· ἀλλὰ ἀνάγκη τὰς ἑκάστων ἀρχὰς ἢ τὰς ἐπαναβεβηκυίας προσε- χῶς αὐτῶν ἐπιστήμας ἐπιδεικνύναι ὡς τὰς ἰατρικὰς τῆς φυσικῆς καὶ τὰς μηχανικὰς τῆς γεωμετρίας) ἢ πασῶν τινα κοινήν, οἵα ἐστὶν ἡ διαλεκ- τικὴ τῶν Περιπατητικῶν· καὶ γὰρ ἐν τοῖς τοπικοῖς χρήσιμον ἐκείνην εἶπε τὴν μέθοδον καὶ πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας· “ἐξεταστικὴ ἐξεταστικὴ γάρ, φησίν, οὖσα πρὸς τὰς ἀπασῶν τῶν ἐπιστημῶν ἀρχὰς ὁδὸν ἔχει.’’ καὶ τοῦτο εἰκότως, εἴπερ ὁ σκοπὸς τῆς διαλεκτικῆς ἐστι περὶ παντὸς τοῦ προ- τεθέντος πράγματος συλλογίσασθαι ἐξ ἐνδόξων. δείξει γὰρ ὁ διαλεκτικὸς εἰ τύχοι ὅτι τὸ σημεῖον ἀμερὲς καὶ ἡ γραμμὴ μῆκος ἀπλατὲς καὶ τὸ ἐπί- πεδον ὅτι μῆκος καὶ πλάτος μόνον ἔχει, προσλαμβάνων ἀξίωμα κοινόν, ὅτι τὸ σῶμα τριχῇ διαστατὸν καὶ ὅτι πᾶν τὸ περατοῦν τοῦ περατουμένου μιᾷ λείπεται διαστάσει. καὶ ἡ πρώτη δὲ φιλοσοφία πασῶν ἀποδείξει τὰς ἀρχάς· διὸ καὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν ἐκείνη ἀνευφημεῖται. οὐκ ἔστιν οὖν τοῦ φυσικοῦ διαλεχθῆναι πρὸς τὸν ἀναιροῦντα τὰς φυσικὰς ἀρχάς. πρὸς δὲ τοὺς καθόλου πάσαν ἀρχὴν ἀναιροῦντας τάχα οὐδενὸς ἄν εἴη δια- λεχθῆναι. ἀναιροῦσι δὲ πᾶσαν ἀρχὴν οἱ ἓν μόνον λέγοντες τὸ ὂν καὶ οὕτως ἓν ὡς μηδὲν ἄλλο παρ’ αὐτὸ εἶναι. ἡ γὰρ ἀρχὴ συνεισάγει πάντως ἑαυτῇ ἢ τὶ ἡ τινὰ ὧν ἐστιν ἀρχή. ζητεῖ δὲ ἐν τῇ Μετὰ τὰ φυσικὰ ὁ Ἀριστοτέλης, πότερον τὰς ἑκάστης ἐπιστήμης ἀρχὰς καθ’ ἑκάστην μία τίς ἐστιν ἡ δει- κνύουσα, ἢ μιᾶς ἐπιστήμης ἔστι θεωρῆσαι κοινῆς τινος περὶ πασῶν τῶν ἐπιστημῶν. καὶ Εὔδημος δὲ ἀρχόμενος τῶν Φυσικῶν ζητεῖ μὲν φιλοκάλως τὸ πρόβλημα, τὴν δὲ λύσιν εἰς ἄλ|λας πραγματείας τελεωτέρας ὑπερτίθεται. λέγει δὲ οὕτως· “πότερον δὲ ἑκάστη τὰς αὑτῆς ἀρχὰς εὑρίσκει τε καὶ κρίνει, ἢ καθ’ ἑκάστην ἑτέρα τις, ἢ καὶ περὶ πάσας μία τίς ἐστι, διαπο- ρήσειεν ἄν τις. οἱ γὰρ μαθηματικοὶ τὰς οἰκείας ἀρχὰς ἐνδείκνυνται καὶ τί λέγουσιν ἕκαστον ὁρίζονται· ὁ δὲ μηδὲν συνιδὼν γελοῖος ἄν εἶναι δόξειεν ἐπιζητῶν τί ἐστι γραμμὴ καὶ τῶν ἄλλων ἕκαστον· περὶ δὲ τῶν ἀρχῶν οἵας αὐτοὶ λέγουσιν οὐδὲ ἐπιχειροῦσιν ἀποφαίνειν, ἀλλ’ οὐδέ φασιν αὑτῶν εἶναι ταῦτα ἐπισκοπεῖν, ἀλλὰ τούτων συγχωρουμένων τὰ μετὰ ταῦτα δεικνύουσιν. εἰ δὲ ἔστιν ἑτέρα τις περὶ τὰς γεωμετρικὰς ἀρχάς, ὁμοίως δὲ καὶ τὰς ἀριθμητικὰς καὶ τῶν ἄλλων ἕκαστα, πότερον μία τις περὶ τὰς ἀπασῶν ἀρχάς ἐστιν ἢ καθ’ ἑκάστην ἄλλη; εἴτε δὲ μία ἐστὶ κοινή τις εἴτε καθ’ ἑκάστην ἰδία, δεήσει καὶ ἐν αὐταῖς ἀρχάς τινας εἶναι. πάλιν οὖν ἐπιζητή- σεται τὸν αὐτὸν τρόπον, εἰ καὶ τῶν οἰκείων ἀρχῶν εἰσιν αὗται ἢ ἄλλαι τινές. ἑτέρων μὲν οὖν ἀεὶ γινομένων, εἰς ἄπειρον πρόεισιν· ὥστε οὐκ ἔσονται τῶν ἀρχῶν ἐπιστῆμαι· ἀρχαὶ γὰρ εἶναι δοκοῦσιν αἱ ἀνώτεραι ἀεί. εἰ δὲ στήσονται καὶ ἔσονταί τινες ἢ καὶ μία τις οἰκεία τῶν ἀρχῶν ἐπιστήμη, ζητήσεται καὶ λόγου δεήσει, διὰ τί αὕτη μέν ἐστι τῶν τε ὑφ’ ἑαυτὴν καὶ τῶν οἰκείων ἀρχῶν, αἱ δὲ ἄλλαι οὔ· πλασματικῷ γὰρ ἔοικε τὸ ἴδιον, εἰ μὴ διαφορά τις ἐμφέρεται. ταῦτα μὲν οὖν ἑτέρας ἄν εἴη φιλοσοφίας οἰκειότερα διακριβοῦν.” ταύτην τὴν τοῦ Εὐδήμου λέξιν σαφῶς ἐκτιθεμένην τὴν τῷ προβλήματι προσήκουσαν ἀπορίαν ὅλην παρεθέμην τοῖς ζητητικωτέροις. καὶ ὁ μὲν Εὔδημος τὴν ἐπίκρισιν, ὡς εἶπον, εἰς τελειοτέρας πραγματείας ἀνεβάλετο. συντόμως δὲ ῥητέον, ὅτι τῶν καθ’ ἑκάστην τέχνην καὶ ἐπι- στήμην ἀρχῶν αἱ μέν εἰσιν αὐτόπιστοι καὶ διὰ τοῦτο γνώριμοι καὶ αὐταῖς ταῖς ἐπιστήμαις ὧν εἰσιν ἀρχαί, ὥσπερ ἐν γεωμετρίᾳ αἱ καλούμεναι κοιναὶ ἔννοιαι· καὶ οἱ ὅροι δέ· καὶ γὰρ καὶ αὐτοὶ ἀναπόδεικτοι βούλονται εἶναι. διὸ καὶ ἐξ ὁρισμῶν αἱ κυρίως εἰσὶν ἀποδείξεις ὡς ἐξ ἀμέσων προτάσεων· 20 αἱ δέ εἰσιν οἷον ἐξ ὑποθέσεως, οἷαί εἰσιν αἱ τῶν ὅρων ὑποστάσεις· τὸ μὲν γὰρ τὸ σημεῖον ἀμεροῦς τινος ἐννοίας παρέχεσθαι καὶ τὴν γραμμὴν ἀπλα- τοὺς μήκους, αὐτόπιστόν ἐστι, τὸ δὲ εἶναι ὅλως τι ἀμερὲς ἐν τοῖς μεριστοῖς καὶ ἀπλατὲς ἐν τοῖς πεπλατυσμένοις, τοῦτο ὁ γεωμέτρης ὡς ἀρχὴν λαμ- βάνει οὐκ ἀποδεικνὺς αὐτήν, ἀλλὰ ἀποδείκνυσιν αὐτὴν ὁ πρῶτος φιλόσοφος ἀπὸ αὐτοπίστων καὶ ἀναποδείκτων ἀρχῶν. οὗτος δέ ἐστιν ὁ κατὰ Πλάτωνα διαλεκτικός· ὁ δὲ κατὰ Ἀριστοτέλην ὁ περὶ παντὸς τοῦ προτεθέντος προ- βλήματος συλλογιζόμενος ἐξ ἐνδόξων, ὡς εἴρηται πρότερον, ἐνδόξοις ἀρχαῖς χρῆται. καὶ οὕτως οὔτε ἐπ’ ἄπειρον ἥξομεν ἀρχὰς πρὸ ἀρχῶν τιθέντες εἰς ἀναποδείκτους γὰρ καὶ αὐτοπίστους ἀρχὰς καταντήσουσιν) οὔτε ἐπιστήμη τῶν ἀρχῶν ἔσται ἐκείνῳ οὗ εἰσιν ἀρχαί, εἴπερ ἡ ἐπιστήμη συλλογισμὸς ἀποδεικτικός, ὁ δὲ συλλογισμὸς ἐξ ἀρχῶν ἐγνωσμένων· ἀλλ’ αἱ ἄλλου ἀρχαὶ ἄλλῳ κατ’ ἐπιστήμην εἰσὶν ἐγνωσμέναι, ὅτι ἐξ ἄλλων ἀρχῶν αὐτοπίστων καὶ ἀναποδείκτων ἀποδείκνυσιν. ὥστε πρὸς τοὺς ἀναιροῦντας τὰς φυσικὰς ἀρχὰς οὐκ ἄν εἴη τοῦ φυσικοῦ διαλεχθῆναι. ἢ γὰρ ἐκ προτέρων, ὡς εἴ- ρηται, καὶ οὐκέτι ὡς φυσικός, ἢ ἐξ ὑστέρων, καὶ αἰτήσεται εἶναι τὰς ἀρχὰς ὧν ὕστερα τὰ ἐξ ὧν ἀποδείκνυσι. μὴ γὰρ οὐσῶν τῶν ἀρχῶν, οὐδὲ τὰ ὕστερα τῶν ἀρχῶν ἔσται. ‘‘διόπερ, ὥς φησιν ὁ Ἀλέξανδρος, καὶ αὐτὸς Ἀριστοτέλης ἐπειδὰν λέγῃ πρὸς τοὺς ἓν καὶ ἀκίνητον τὸ ὂν λέγοντας εἶναι, οἵτινες ἀναιροῦσι τὰς φυσικὰς ἀρχάς, οὐχ ᾗ φυσικὸς ἐρεῖ, ἀλλ’ ᾗ φιλό- σοφος.’’ μήποτε δὲ ἐπιστημονικῶς μὲν ἀδύνατός ἐστιν ὁ φυσικὸς ἀντι- λέγειν πρὸς τὸν ἀναιροῦντα τὰς φυσικὰς ἀρχάς, ἐπιστημονικῶς δὲ οὕτως ὡς ἐξ ἀρχῶν τοῦ πράγματος. οὐ γὰρ οἶδεν αὐτὸς ᾗ φυσικὸς τῶν φυσικῶν ἀρχῶν ἄλλας ἀρχὰς ἀνωτέρω, ἐξ ἀρχῶν δὲ τῆς ἀποδείξεως δύναται δεικνύναι. ἀρχαὶ δὲ ἀποδείξεως καὶ τὰ φαινόμενα ἐκ τῆς ἐναργοῦς αἰσθήσεως καὶ τῶν κατὰ μέρος καὶ ὅλως ἡ ἐπαγωγὴ καλουμένη. τοιγαροῦν καὶ Ἀριστοτέλης πρὸς μὲν τοὺς ἓν τὸ ὂν λέγοντας ὑπαντᾷ δεικνὺς ὅτι ἐστὶ καὶ οὐσία καὶ ποσὸν καὶ ποιὸν ἐν τοῖς οὖσι, ταῦτα δὲ οὐχ ἕν, πρὸς δὲ τοὺς ἀκίνητον “ἡμῖν δὲ ὑποκείσθω, φησί, τὰ φύσει ἢ πάντα ἢ ἔνια κινούμενα. δῆλον δὲ ἐκ τῆς ἐπαγωγῆς’’. ὥστε ὁ φυσικὸς οὐ παντὸς ἀπορήσει λόγου πρὸς τὸν ἀναιροῦντα τὰς φυσικὰς ἀρχάς· οὐ γὰρ δὴ καὶ τοῦ ἐκ τῶν ἀρχῶν τῆς ἀποδείξεως, ἀλλὰ τοῦ ἐκ τῶν ἀρχῶν τῶν ἀρχῶν. ταύτην δὲ τὴν δόξαν, φησὶν ὁ Ἀλέξανδρος, πρῶτον Ἀριστοτέλης προχειρίζεται, διότι αὕτη τήν τε φύσιν καὶ τὰς φυσικὰς ἀρχὰς ἀναιρεῖ. ἀποσκευασάμενος οὖν αὐτὴν καὶ πιστωσάμενος τὸ εἶναί τε τὴν φύσιν καὶ ἀρχὰς εἶναι τῶν φυσικῶν, οὕτως ἐπὶ τὰς ἄλλας δόξας τὰς περὶ τῶν φυσικῶν ἀρχῶν εἰρημένας μετελεύσεται. p. 185a5 Ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἕν, ἕως τοῦ καὶ ἀσυλλόγιστοί εἰσιν. Πολλοὶ τρόποι λόγων εἰσὶν οἷς ἀντιλέγειν οὐ χρὴ τὸν φιλοσόφως καὶ νομίμως διαλεγόμενον· οὔτε γὰρ πρὸς τοὺς ἀναιροῦντας τὰς ἀρχὰς τῶν τοῖς προσδιαλεγομένοις ὑποκειμένων πραγμάτων, οὔτε πρὸς τοὺς παράδοξα καὶ ἀπεμφαίνοντα λέγοντας· τοιαῦται γὰρ αἱ θέσεις, ὡς Ἡράκλειτος ἐδόκει, τὸ ἀγαθὸν καὶ τὸ κακὸν εἰς ταὐτὸν λέγων συνιέναι δίκην τόξου καὶ λύρας· ὃς καὶ ἐδόκει θέσιν λέγειν διὰ τὸ οὕτως ἀδιορίστως φάναι. ἐνεδείκνυτο δὲ τὴν ἐν τῇ γενέσει ἐναρμόνιον μῖξιν τῶν ἐναντίων, ὡς καὶ ὁ Πλάτων’ ἐν Σοφιστῇ τῆς Ἡρακλείτου δόξης ἀπεμνημόνευσε παραθεὶς αὐτῇ καὶ τὴν Ἐμ- πεδοκλέους. λέγει δὲ οὕτως· “Ἰάδες δὲ καὶ Σικελαί τινες ὕστερον μοῦσαι ξυνενόησαν, ὅτι συμπλέκειν ἀσφαλέστατον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται. διαφερόμενον γὰρ δὴ συμφέρεται, φασὶν αἱ συντονώτεραι τῶν μουσῶν’’ Ἰάδας καὶ συντονω- τέρας τὰς Ἡρακλείτου καλῶν μούσας, “αί δὲ μαλακώτεραι” φησί, μαλακω- τέρας δὲ διοτιδήποτε καὶ Σικελὰς τὰς Ἐμπεδοκλέους καλεῖ, αὗται οὖν φησι, “τὸ μὲν ἀεὶ οὕτως ἔχειν ἐχάλασαν, ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπ’ Ἀφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός τι.” ἀσαφεστέρας δὲ οὔσης τῆς Ἡρακλείτου δόξης σαφέστερον ἐπήνεγκε παράδειγμα παραδοξολογίας καὶ ἅμα οἰκειότερον ὁ Ἀριστοτέλης εἰπών· ἢ ὡς εἴ τις ἕνα ἄνθρωπον τὸ ὃν λέγοι· τοῦτο γὰρ οἰκειότερον προκειμένης ἐστὶ παραδοξολογίας παράδειγμα. ἔστι δὲ καὶ ἄλλος τρόπος ὁ μὴ μόνον ἀποφαντικῶς παραδοξολογῶν, ἀλλὰ καὶ συλλογίζεσθαι δοκῶν, οὐκ ἐξ ἀληθῶν μέντοι οὐδὲ ἐξ ἐνδόξων προτάσεων ἀλλ’ ἐκ φαινομένων ἐνδόξων, οἷοί τινές εἰσιν οἱ σοφιστικοὶ παραλογισμοί. καὶ ἵνα συνελὼν εἴπω, ἕκαστος τῶν ψευδῆ δόξαν εἰσαγόντων ἢ φυλάττει τὰς ἀρχὰς τῶν ὑποκειμένων τῇ δόξῃ καὶ δεῖ πρὸς αὐτὸν τοὺς φυσικοὺς ἀγωνίζεσθαι, ἢ ἀναιρεῖ καὶ οὐδεὶς πρὸς αὐτὸν λόγος τῷ φυσικῷ. πάλιν δὲ ἢ ἀποφαντικῶς αὐτὴν εἰσάγει ἢ καὶ συλλογισμῷ δοκεῖ χρῆσθαι. καὶ εἰ ἀποφαντικῶς εἰσάγοι, ἢ τῶν εὐ- παραδέκτων τι ἐρεῖ καὶ πιθανῶν καὶ δεῖ πρὸς τοῦτον ἀντιλέγειν ὡς οὐκ αὐτόθεν ἔχοντα τὸ ἀπίθανον, κἄν ψευδῶς λέγοι, ἢ τῶν ἀπεμφαινόντων καὶ παραδόξων καὶ οὐδεὶς ἂν εἴη λόγος τῷ πρὸς ἀλήθειαν νεύοντι· οὐδὲ γὰρ τοῦ διαλεκτικοῦ ἄν εἴη διαλέγεσθαι πρὸς τὸν τὸ δίκαιον λέγοντα τὴν στοάν. εἰ δὲ καὶ συλλογίζεσθαι ἐπιχειροίη φιλονείκως ψευδόμενος, εἰ μὲν ἐξ ἐν- δόξων προτάσεων ποιοῖτο τὸν συλλογισμόν, ἐλεγκτέον τὴν ἀπάτην κἀν μὴ δι’ ἑαυτόν, ἀλλὰ διὰ τοὺς ἐπιπολαίους ἀκροατάς· εἰ δὲ μηδὲ τὸ ἔνδοξον ἔχοιεν αἱ προτάσεις, ἀλλ’ ἐριστικῶς μόνον προάγοιντο, σχολαζόντων μᾶλλον δὲ ἀσχόλων ἡ ἀντιλογία. εἰ τοίνυν ὁ Παρμενίδου καὶ Μελίσσου λόγος καὶ τὰς ἀρχὰς ἀναιρεῖ τὰς φυσικὰς καὶ παράδοξόν τι καὶ ἀπεμφαῖνον τίθεται ἓν λέγων εἶναι τὸ ὄν, καὶ ἐν τῷ συλλογίζεσθαι ὃ βούλεται οὐ μόνον ψευδεῖς λαμβάνει προτάσεις, ἀλλὰ καὶ ἀσυλλογίστως συνάγει, διὰ πάντα ταῦτα οὐκ ἄν ἄξιος ἀντιλογίας εἴη καὶ μάλιστα τῷ φυσικῷ, οὗ τὰς ἀρχὰς ἀναιρεῖ. διττῆς δὲ οὔσης τῆς τοῦ συλλογισμοῦ κακίας, μᾶλλον δὲ παντὸς συνθέτου, τῆς τε παρὰ τὰ ἐξ ὧν σύγκειται καὶ τῆς παρὰ τὴν σύνθεσιν, ἀμφοτέρας ἐγκαλεῖ τούτοις τοῖς λόγοις. καὶ γὰρ αἱ προτάσεις ψευδῶς εἰσιν εἰλημμέναι καὶ ὁ τρόπος τῆς συνθέσεως ὁ κατὰ τὸ σχῆμα τὸ συλλογιστικὸν ἡμάρτη- ται καὶ ἔστι τῶν μὴ ἀναγκαίως τι συναγόντων. ὁ μέντοι Ἀλέξανδρος οὕτως φησὶ ταῦτα λέγειν τὸν Ἀριστοτέλην, “ὡς θέσεως μὲν παραδόξου οὔσης τῆς Ἡρακλειτείου καὶ τοιαύτης ὡς εἴ τις ἄνθρωπον ἕνα τὸ ὂν λέγοι, ἐριστικὸν δὲ λόγον τουτέστι σοφισματώδη τοῦ τε Παρμενίδου καὶ Μελίσσου διὰ τὴν δεῖξιν, τῶν λόγου δὲ ἕνεκα λεγομένων τουτέστι τῶν μὴ μαρ- τυρουμένων ὑπὸ τῶν πραγμάτων περὶ ὧν λέγονται, ἀλλὰ ψευδῶν τε καὶ κενῶν’’. ταῦτα καὶ αὐτῇ λέξει τοῦ Ἀλεξάνδρου λέγοντος ἐπισημαίνομαι, ὅτι οὐ τὸν Ἡρακλείτου μόνον λόγον θέσιν οἴεται ὁμοίαν τῇ λεγούσῃ ἄν- θρωπον ἕνα τὸ ὄν, ἀλλὰ καὶ τούτους τοὺς λόγους ὡς θέσεις ὄντας ὁμοίας τῇ Ἡρακλειτείῳ ἢ ἔτι οἰκειότερον τῇ λεγούσῃ ἕνα ἄνθρωπον εἶναι τὸ ὂν ἀποσκευάζεται. λέγει γοῦν ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἓν καὶ πρὸς ἄλλην θέσιν ὁποιανοῦν διαλέγεσθαι καὶ τὰ ἑξῆς, ὡς δὴ καὶ ταύτης θέσεως οὔσης. θαυμάζω δὲ ὅτι καὶ λόγου ἕνεκεν μόνου νομίζων τούτους λέγεσθαι τοὺς λόγους ὁ Ἀλέξανδρος ὅμως θέσεις αὐτοὺς οὐκ οἴεται, ἀλλ’ ἐριστικοὺς μόνον λόγους, καίτοι τοῦ Ἀριστοτέλους σαφῶς οὕτως εἰπόντος τὰς θέσεις λόγου ἕνεκεν μόνου λέγεσθαι μὴ μαρτυρουμένου ὑπὸ τῶν πραγμάτων. p. 185a10 Μαλλὸν δὲ ὁ Μελίσσου φορτικὸς καὶ οὐκ ἔχων ἀπορίαν· Μαλλὸν δὲ φορτικὸν εἶναι τὸν Μελίσσου φησί, διότι μὴ μόνον ἓν οὗτος καὶ ἀκίνητον τὸ ὂν ἔλεγεν, ὥσπερ Παρμενίδης, ἀλλὰ πρὸς τούτῳ καὶ ἄπειρον αὐτὸ ἐτίθετο· τοιγαροῦν κοινῶς πρὸς αὐτοὺς ἀντειπὼν ἐπήγαγε “Μέλισσος δὲ τὸ ὃν ἄπειρον εἶναί φησι. ποσὸν ἄρα τι τὸ ὄν“. φορτικὸς οὖν, ὅτι τὸ ποσὸν εἰσαγαγὼν, ὅπερ ἀνάγκη ἐν ὑποκειμένῳ οὐσίᾳ] εἶναι, ἓν ὅμως ἐτίθετο τὸ ὄν. οὐκ ἔχειν δὲ ἀπορίαν εἶπεν ὡς εὐδιάλυτον μὴ ποιοῦντα ἀπορεῖν διὰ τὸ ἐπιπόλαιον εἶναι. ὁ γὰρ δριμὺς λόγος ἐστὶν ὁ δάκνων τε καὶ ἀπορεῖν ποιῶν, ὡς ἐν Σοφιστικοῖς ἐλέγχοις εἴρηται. ἀλλ’ ἑνός, φησίν, ἀτόπου δοθέντος, τὰ ἄλλα συμβαίνει. καὶ γὰρ καὶ ἀκίνητον ἀνάγκη εἶναι, εἰ ἕν ἐστι καὶ οὕτως ἓν ὡς αὐτὸ μόνον εἶναι· κινού- μενον γὰρ καὶ κίνησιν καὶ μεταβολὴν ἕξει καὶ τὸ πόθεν ποῖ, εἴτε ἀπὸ δια- θέσεως εἰς διάθεσιν εἴτε ἀπὸ τόπου εἰς τόπον εἴτε ὁπωσοῦν· καὶ ἄπειρον δὲ ἀνάγκη εἶναι· πέρας γὰρ ἔχον ἕξει τό τε πέρας καὶ τὸ περατούμενον. τοιγαροῦν καὶ ὁ Πλάτων’ ἐκ τοῦ ὅλον καὶ σφαίρᾳ ὅμοιον εἰπεῖν τὸ ὂν τὸν Παρμενίδην | πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, δείκνυσιν ὅτι οὐκ ἔστιν ἕν, ἔχον μέσον καὶ ἔσχατα καὶ μέρη. γέγραπται δὲ ἐν Σοφιστῇ τάδε “εἰ τοίνυν ὅλον ἐστὶν ὥσπερ καὶ Παρμενίδης λέγει πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὗτε τι μεῖζον οὕτε τι βαιότερον πελέναι χρεών ἐστι τῇ ἢ τῇ, τοιοῦτον γε ὃν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει, ταῦτα δὲ ἔχον πᾶσα ἀνάγκη μέρη ἔχειν· ἢ πῶς; οὕτως. Ἀλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δὴ πᾶν τε ὂν καὶ ὅλον < ἓν> εἶναι. Τί δὲ οὔ; To δὲ πεπονθὸς ταῦτ’ ἆρα οὐκ αὐτό γε τὸ ἓν αὐτὸ εἶναι;’’ οὐδὲν δέ φησι χαλεπόν ἐστιν ἀλλὰ ἀναγκαῖον τῷ ἑνὶ ἀτόπῳ τεθέντι ἄλλα ἄτοπα συμβαίνειν. ἡ ὅτι οὐδὲν δύσκολόν ἐστι συνιδεῖν, πῶς τῷ ἑνὶ δοθέντι ἀτόπῳ τὰ ἄλλα ἄτοπα συμβαίνει. Ἡμῖν δὲ ὑποκείσθω τὰ φύσει ἢ πάντα ἢ ἔνια κινού- μενα εἶναι. ἐκεῖνοι μὲν οὖν ἓν καὶ ἀκίνητον τὸ ὂν ὑποθέμενοι πολλοῖς περιπεπτώ- κασιν ἀτόποις· ἡμῖν δὲ ὑποκείσθω τὰ φύσει ἤ πάντα ἢ ἔνια ἡ δὲ ὑπόθεσις οὐκ ἔστι θέσις οὐδὲ παράδοξόν τι ἢ ἀπεμφαῖνον εἰσάγει οὐδὲ διὰ τὸ λῦσαι τοὺς ἐναντίους λόγους βεβαιοῦται, ἀλλ’ ἔστιν ἐκ τῆς ἐπαγωγῆς γνώριμος· καὶ γὰρ ὁρῶμεν πολλὰ κινούμενα τῶν φύσει. κινεῖται μὲν γὰρ πάντα τὰ φύσει, εἴπερ ἡ φύσις ἀρχὴ κινήσεως ἐστι· πλὴν τὸ ἀναμφίλεκτον ὑποκείσθω, ὅτι ἔνια τῶν φύσει κινεῖται. καὶ γὰρ ζῷα καὶ φυτὰ πάντα κινού- μενα φαίνεται καὶ τὰ ἀπλᾶ στοιχεῖα καὶ ὁ οὐρανὸς καὶ τὰ ἐν οὐρανῷ ἄστρα. εἰκὸς δὲ αὐτὸν τὸ πάντα ἢ ἔνια εἰπεῖν, διότι οἱ πόλοι καὶ τὰ κέντρα τοῦ παντὸς καὶ οἱ ἄξονες φύσει ὄντες καὶ οὗτοι ἀκίνητοί εἰσι. δῆλον <οὖν> ὅτι κινουμένων τὰ ὄντα ἤ, ὡς Ἀλέξανδρός φησιν, ἡ ψυχή. ὑποτίθεται δὲ νῦν κινεῖσθαι οὐχὶ τὰς φυσικὰς ἀρχὰς, ἀλλὰ τὰ φύσει, ὧν ζητεῖ τὰς ἀρχάς. ἀλλὰ κἀνταῦθα ὁ Ἀλέξανδρος ὁμολογεῖ ὅτι “ὡς ἀρχὴν τοῦτο λαμβάνει, οὐχὶ τὴν φύσει, ἀλλὰ τὴν πρὸς ἡμᾶς ἀρχήν, οὐ τοῦ πράγματος οὖσαν δηλονότι, οὐ γὰρ ἂν τῇ φύσει πρώτη), ἀλλὰ τῆς ἀποδείξεως, ἥτις καὶ ἀπὸ τῶν ὑστέρων, ἐναργῶς δὲ λαμβάνεται, ὥσπερ ἡ ἐπαγωγὴ ἐκ τῶν κατὰ μέρος τὸ καθόλου πιστοῦται, οὐ τὸ ὕστερον τῇ φύσει, ἀλλὰ τὸ πρότερον.’’ p. 185a14 Ἅμα δὲ οὐδὲ λύειν ἅπαντα προσήκει. Τῇ ἓν καὶ ἀκίνητον τὸ ὃν λεγούσῃ θέσει ἀντιθεὶς τὸ τὰ φύσει ἢ πάντα ἢ ἔνι κινεῖσθαι, μαρτυρούμενον ὑπὸ τῆς ἐναργείας, ἵνα μή τις εἴπῃ ὅτι τ,ὸ ζη- τούμενον ὡς ὁμολογούμενον ὑπέθου᾿ , τὴν αἰτίαν τοῦ ὑποθέσθαι, τὸ πρὸ τοῦ τὸ ψευδὲς ἐλέγξαι προστίθησιν, ὅτι ἅμα τῷ εὔκολον εἶναι καὶ μηδὲν ἔχειν χαλεπὸν τὸ συνιδεῖν τὰ συμβαίνοντα τῳ ὑποτεθέντι ἀτόπῳ οὐδὲ λύειν ἅπαντα προσήκει τὰ ψευδῶς λεγόμενα, ἀλλ’ ἐκείνα μόνα ὅσα ἐκ τῶν ἀρχῶν τοῦ προσδιαλεγομένου τις ἐπιδεικνὺς ψεύδεται ὅσα δὲ μή, οὔ. οἱ δὲ ἓν καὶ ἀκίνητον λέγοντες οὔτε ἀρχὴν οὔτε τὴν φύσιν φυλάττουσιν. οὐδὲν οὖν ἄτοπον καὶ πρὸ τοῦ λῦσαί τοὺς ἐναντίονς λόγους ὑποθέσθαι τὰ ἐκ τῆς ἐναργείας μαρτυρούμενα, εἴπερ οὐδὲ λύειν ἀπάντα ἀνάγκη. τὸ δὲ διάφορον τοῦτο τῶν τε ὀφειλόντων λύεσθαι ψευδῶν καὶ τῶν μή, δείκνυσιν ἐπί τινων ἐν γεωμετρίᾳ ψευδογραφημάτων. Τὸν γὰρ τετραγωνισμὸν τοῦ κύκλου πολλῶν ζητούντων (τοῦτο δὲ τὸ κύκλω ἴσον τετράγωνον θέσθαι) καὶ Ἀντιφῶν ἐνόμισεν εὑρίσκειν καὶ Ἱπποκράτης ὁ Χῖος ψευσθέντες. ἀλλὰ τὸ μὲν Ἀντιφῶντος ψεῦδος διὰ μὴ ἀπὸ γεωμετρικῶν ἀρχῶν ὡρμῆσθαι ὡς μαθησόμεθα οὐκ ἔστι γεωμε- τρικοῦ λύειν, τὸ δὲ Ἱπποκράτους, ἐπειδὴ τὰς ἀρχὰς φυλάξας τὰς γεωμετρικὰς ἐψεύσω, γεωμετρικοῦ λύειν. ἐκείνους γὰρ δεῖ λύειν μόνους τοὺς λόγους ὅσοι τηροῦντες τὰς οἰκείας ἀρχὰς τῆς μεθόδου οὕτως παραλογίζονται, τοὺς δὲ δι’ ὧν παρακρούονται ἀναιροῦντας τὰς ἀρχὰς οὐ λυτέον· Ὁ δὲ Ἀντιφῶν γράψας κύκλον ἐνέγραψέ τι χωρίον εἰς αὐτὸν πολύγωνον τῶν ἐγγράφε- σθαι δυναμένων. ἔστω δὲ εἰ τύχοι τετράγωνον τὸ ἐγγεγραμμένον. ἔπειτα ἑκάστην τῶν τοῦ τετραγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὰς περιφερείας πρὸς ὀρθὰς ἦγε γραμ- μάς, αἳ δηλονότι δίχα ἔτεμνον ἑκάστη τὸ καθ’ αὑτὴν τμῆμα τοῦ κύκλου. ἔπειτα ἀπὸ τῆς τομῆς ἐπεζεύγνυεν ἐπὶ τὰ πέρατα τῶν γραμμῶν Ἀντιφῶντος ψευδογράφημα τοῦ τετραγώνου εὐθείας, ὡς γίνεσθαι τέτταρα τρίγωνα τὰ ἀπὸ τῶν εὐθειῶν, τὸ δὲ ὅλον σχῆμα τὸ ἐγγεγραμμένον ὀκτάγωνον. καὶ οὕτως πάλιν κατὰ τὴν αὐτὴν θοδον, ἑκάστην τῶν τοῦ ὀκταγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὴν περιφέρειαν πρὸς ὀρθὰς ἄγων καὶ ἐπιζευγνὺς ἀπὸ τῶν σημείων, καθ’ ἃ αἱ πρὸς ὀρθὰς ἀχθεῖσαι ἐφήπτοντο | τῶν περιφερειῶν, εὐθείας ἐπὶ τὰ πέρατα τῶν διῃρημένων εὐθειῶν, ἑκκαιδεκάγωνον ἐποίει τὸ ἐγγραφόμενον. καὶ κατὰ τὸν αὐτὸν πάλιν λόγον τέμνων τὰς πλευρὰς τοῦ ἑκκαιδεκαγώνου τοῦ ἐγγεγραμμένου καὶ ἐπιζευγνὺς εὐθείας καὶ διπλασιάζων τὸ ἐγγραφόμενον πολύγωνον καὶ τοῦτο ἀεὶ ποιῶν ὥστε ποτὲ δαπανωμένου τοῦ ἐπιπέδου ἐγγραφήσεσθαί τι πολύγωνον τούτῳ τῷ τρόπῳ ἐν τῷ κύκλῳ, οὗ αἱ πλευρ·αὶ διὰ σμικρότητα ἐφαρμόσουσι τῇ τοῦ κύκλου περιφερείᾳ. παντὶ δὲ πολυγώνῳ ἴσον τετράγωνον δυνάμενοι θέσθαι, ὡς ἐν τοῖς Στοιχείοις παρελάβομεν, διὰ τὸ ἴσον ὑποκεῖσθαι τὸ πολύγωνον τῷ κύκλῳ ἐφαρμόζον αὐτῷ, ἐσόμεθα καὶ κύκλῳ ἴσον τιθέντες τετράγωνον. Καὶ δῆλον ὅτι ἡ συναγωγὴ παρὰ τὰς γεωμετρικὰς ἀρχὰς γέγονεν οὐχ ὡς ὁ Ἀλέξανδρός φησιν, τι ὅτι ὑποτίθεται μὲν ὁ γεωμέτρης τὸ τὸν κύκλον τῆς εὐθείας κατὰ σημεῖον ἅπτεσθαι ὡς ἀρχήν, ὁ δὲ Ἀντιφῶν ἀναιρεῖ τοῦτο.’’ οὐ γὰρ ὑποτίθεται ὁ γεωμέτρης τοῦτο, ἀλλ’ ἀποδείκνυσιν αὐτὸ ἐν τῷ τρίτῳ βιβλίῳ. ἄμεινον οὖν λέγειν ἀρχὴν εἶναι τὸ ἀδύνατον εἶναι εὐθεῖαν ἐφαρμόσαι περιφερεία, ἀλλ’ ἡ μὲν ἐκτὸς κατὰ ἓν σημεῖον ἐφάψεται τοῦ κύκλου, ἡ δὲ ἐντὸς κατὰ δύο μόνον καὶ οὐ πλείω, καὶ ἡ ἐπαφὴ κατὰ σημεῖον γίνεται. καὶ μέντοι τέμνων ἀεὶ τὸ μεταξὺ τῆς εὐθείας καὶ τῆς τοῦ κύκλου περιφερείας ἐπίπεδον οὐ δαπανήσει αὐτὸ οὐδὲ καταλήψεταί ποτε 15 τὴν τοῦ κύκλου περιφέρειαν, εἴπερ ἐπ’ ἄπειρόν ἐστι διαιρετὸν τὸ ἐπίπεδον. εἰ δὲ καταλαμβάνει, ἀνῄρηταί τις ἀρχὴ γεωμετρικὴ ἡ λέγουσα ἐπ’ ἄπειρον εἶναι τὰ μεγέθη διαιρετά. καὶ ταύτην καὶ ὁ Εὔδημος τὴν ἀρχὴν ἀναιρεῖ- σθαί φησιν ὑπὸ τοῦ Ἀντιφῶντος. τὸν δὲ διὰ τῶν τμημάτων, φησί, τετραγωνισμὸν γεωμετρικοῦ διαλύειν ἐστί. λέγοι δὲ ἂν τὸν διὰ τῶν τμημάτων τὸν διὰ τῶν μη- νίσκων, ὃν Ἱπποκράτης ὁ Χῖος ἐφεῦρε. κύκλου γὰρ τμῆμα ὁ μηνίσκος ἐστίν. ἡ δὲ δεῖξις τοιαύτη. Ἔστω, φησί, περὶ τὴν ΑΒ εὐθεῖαν ἡμικύκλιον περιγεγραμμένον τὸ ΑΓΒ. καὶ Γ τετμήσθω ἡ ΑΒ δίχα κατὰ τὸ Δ. καὶ ἀπὸ τοῦ Δ τῇ AB πρὸς ὀρθὰς ἤχθω ἡ ΔΓ, καὶ ἀπὸ τοῦ Γ ἐπεζεύχθω ἡ ΓΑ, ἥτις ἐστὶ τε- τραγώνου πλευρὰ τοῦ εἰς τὸν κύκλον ἐγγρα- φομένου, οὗ ἐστιν ἡμικύκλιον τὸ ΑΓΒ. περὶ τὴν ΑΓ ἡμικύκλιον περιγεγράφθω τὸ ΑΕΓ. καὶ ἐπεὶ ἔστι τὸ ἀπὸ τῆς ΑΒ ἴσον τῷ τε ἀπὸ τῆς ΑΓ καὶ τῷ ἀπὸ τῇς ἑτέρας τοῦ τετραγώνου πλευρᾶς τοῦ εἰς τὸ ΑΓΒ ἡμικύκλιον ἐγγραφο- μένου, τουτέστι τῆς ΓΒ ἔστι γὰρ ὀρθογωνίου τριγώνου ὑποτείνουσα ἡ ΑΒ· ὡς δὲ ἔχει τὰ ἀπὸ τῶν διαμέτρων τετράγωνα πρὸς ἄλληλα, οὕτως καὶ οἱ περὶ αὐτὰ κύκλοι πρὸς ἀλλήλους ἔχουσι καὶ τὰ ἡμικύκλια, ὡς δέδεικται ἐν τῷ ιβ βιβλίῳ τῶν Στοιχείων), διπλάσιον ἄρα ἐστὶ τὸ ΑΓΒ ἡμικύκλιον τοῦ ΑΕΓ ἡμικυκλίου. ἔστι δὲ τὸ ΑΓΒ ἡμικύκλιον διπλάσιον καὶ τοῦ ΑΓΔ τεταρτημορίου. ἴσον ἄρα ἐστὶ τὸ τεταρτημόριον τῷ ΑΕΓ ἡμικυκλίῳ. κοινὸν ἀφῃρήσθω τὸ ὑπὸ τῆς τοῦ τετραγώνου πλευρᾶς καὶ τῆς ΑΓ περιφερείας περιεχόμενον τμῆμα. λοιπὸς ἄρα ὁ ΑΕΓ μηνίσκος ἴσος ἐστὶ τῷ ΑΓΔ τρι- γώνῳ, τὸ δὲ τρίγωνον τετραγώνῳ. δείξας δὲ διὰ τούτων τὸν μηνίσκον τετρα- 35 γωνιζόμενον ἑξῆς πειρᾶται διὰ τοῦ προδεδειγμένου τὸν κύκλον ουτως. Εστω εὐθεῖα ἡ ΑΒ, καὶ περὶ αὐτὴν ἡμικύκλιον περιγεγράφθω. καὶ κείσθω τῆς ΑΒ διπλῆ ἡ ΓΔ, καὶ περὶ τὴν ΓΔ ἡμικύκλιον περιγεγράφθω, 2 περιγεγραμμένην Eb ΑΓΒ Spcngel: ΑΒΓ libii καὶ τετμήσθω ἡ ΑΒ aEb: ora. καὶ ἐγγραφέσθωσαν εἰς τὸ ἡμικύκλιον τοὐ εἰς τὸν κύκλον ἐγγραφομένου DF 3 post Δ add. τετμημένον D et mrg. F 7 ΑΓΒ DE: ΑΒΓ aF 1) καὶ τῶν ἀπὸ F 11 ἡ ὑποτείνουσα ἀπὸ DEb ιβ (2 cf. VI 20) DEF: δεκαδύῳ a 11 ΑΒΓ — ἔστι δὲ τὸ (15) om. F ἐστὶ τὸ ΑΒΓ a 15 ἡμικυκλίου om. Eb 17 ἀφαι- ρείσθω Eb ἀπὸ F 19 τὸν om. DEb 20 προδεδειγμένου DEbF: προαποδεδειγμένου a 22 περιγεγράφθω καὶ ἐγραφέσθωσαν εἰς τὸ ἡμικύκλιον F 23 τῆς DEbF cf. p. 57,4.9: τῇ a γεγράφθω D 24 ἐγγεγράφθωσαν a αὐτὸ post εἰς add. α τοῦ εἰς ’τον κύκλον ἐγγραφομένου om. a ἐπιγραφομένου F ἑξαγώνου πλευραὶ ἥ τε FE καὶ ἡ EZ καὶ ἔτι ἡ ZA. καὶ περὶ αὐτὰς ἡμι- κύκλια περιγεγράφθω τὰ THE, E8Z, ZKA. ἕκαστον ἄρα τῶν περὶ τὰς τοῦ ἑξαγώνου πλευρὰς ἡμικυκλίων ἴσον ἐστὶ τῷ ΑΒ ἡμικυκλίῳ ’ καὶ γὰρ ἡ ΑΒ ἴση ἐστὶ ταῖς τοῦ ἑξαγώνου πλευραῖς. τῶν γὰρ ἐκ τοῦ κέντρου διπλῆ ἐστιν ἡ διάμετρος, αἱ δὲ τοῦ ἑξαγώνου πλευραὶ ἴσαι εἰσὶ ταῖς ἐκ τοῦ κέντρου. καὶ τῆς ΑΒ δέ ἐστι διπλῆ ἡ ΓΔ· ὥστε τὰ τέτταρα ἡμι- κύκλια ἴσα ἐστὶν ἀλλήλοις. τετραπλάσια ἄρα τὰ τέτταρα τοῦ ΑΒ ἡμικυκλίου. ἔστι δὲ καὶ τὸ περὶ τὴν ΓΔ ἡμικύκλιον τετραπλάσιον τοῦ ΑΒ. ἐπεὶ γὰρ ἡ ΓΔ τῆς ΑΒ ἐστὶ διπλῆ, τετραπλάσιον τὸ ἀπὸ τῆς ΓΔ γίνεται τοῦ ἀπὸ τῆς ΑΒ· ὡς δὲ τὰ ἀπὸ τῶν διαμέτρων, οὕτως οἱ περὶ αὐτὰς κύκλοι πρὸς ἀλλήλους καὶ τὰ ἡμικύκλια πρὸς ἄλληλα. ὥστε τετραπλάσιόν ἐστι τὸ ΓΔ ἡμικύκλιον τοῦ ΑΒ. ἴσον ἄρα ἐστὶ τὸ ΓΔ ἡμικύκλιον τοῖς τέτρασιν ἡμικυκλίοις τῷ τε περὶ τὴν ΑΒ καὶ τοῖς τρισὶ τοῖς περὶ τὰς τοῦ ἑξαγώνου πλευρὰς ἡμικυκλίοις. κοινὰ ἀφῃρήσθω ἀπό τε τῶν περὶ τὰς τοῦ | ἑξαγώνου πλευρὰς ἡμικυκλίων καὶ ἀπὸ τοῦ περὶ τὴν ΓΔ τμήματα τὰ [τε] ὑπὸ τῶν ἑξαγωνικῶν πλευρῶν καὶ τῶν τοῦ ΓΔ ἡμικυκλίου περιφερειῶν περιεχόμενα. λοιποὶ ἄρα οἱ FHE, E0Z, ZKA μηνίσκοι μετὰ τοῦ ΑΒ ἡμικυκλίου ἴσοι εἰσὶν τῷ FEZA τραπεζίῳ. ἄν δὲ ἀπὸ τοῦ τραπεζίου τὴν ὑπεροχὴν ἀφέλωμεν, τουτέστι τὸ ἴσον τοῖς μηνίσκοις (ἐδείχθη γὰρ ἴσον εὐθύγραμμον μηνίσκῳ), καταλίπωμεν δὲ τὸ λοιπόν, ὅ ἐστιν ἴσον τῷ ΑΒ ἡμικυκλίῳ, καὶ τὸ καταλειφθὲν τοῦτο εὐθύγραμμον διπλασιάσωμεν καὶ τὸ διπλασιασθὲν τετραγωνισθῇ, τουτέστιν ἴσον αὐτῷ τετράγωνον λάβωμεν, ἴσον ἔσται τὸ τετράγωνον τῷ περὶ τὴν ΑΒ διάμετρον κύκλῳ. καὶ οὕτως ὁ κύκλος τετρα- γωνισθήσεται. 25 Καὶ ἔστι μὲν εὐφυὴς ἡ ἐπιχείρησις· τὸ δὲ φευδογράφημα γέγονε παρὰ τὸ τὸ μὴ καθόλου δεδειγμένον ὡς καθόλου λαβεῖν. οὐ γὰρ ἐδείχθη πᾶς μηνίσκος τετραγωνιζόμενος, ἀλλ’ εἰ ἄρα, ὁ περὶ τὴν τοῦ τετραγώνου πλευ- ’ρᾶν τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου • οὗτοι δὲ οἱ μηνίσκοι περὶ τὰς τοῦ ἑξαγώνου πλευράς εἰσι τοὐ εἰς τὸν κύκλον ἐγγραφομένου. Ἦν δέ τις καὶ τοιαύτη δεῖξις ἡ διὰ τῶν μηνίσκων τετραγωνίζειν οἰομένη τὸν κύκλον ἁπλουστέρα καὶ οὐκ ἐλεγχομένη παρ’ ὅτι γέγονεν ἐν αὐτῇ τὸ ψευδο- γράφημα τοιαύτη]· μηνίσκου γὰρ τετραγωνισμὸν εὑρόντες τοῦ περὶ τὴν τοῦ τετραγώνου πλευρὰν ᾤοντο καὶ οὗτοι διὰ τούτου τὸν τοῦ κύκλου τετραγωνισμὸν εὑρηκέναι, ὡς τοῦ κύκλου παντὸς εἰς μηνίσκους διαιρεῖσθαι δυναμένου. τὸ γὰρ ἴσον τῷ μηνίσκῳ τετράγωνον τοσαυταπλάσιον ποιοῦντες ὁσαπλάσιοι πάντες εἰσὶν οἱ μηνίσκοι εἰς οὓς ὁ κύκλος διῄρηται τοῦ ἑνός, ᾤοντο τὸ τούτοις ἴσον τετράγωνον τοῖς μηνίσκοις ἴσον εἶναι καὶ τῷ κύκλῳ, ψεῦδος λαμβάνοντες τὸ τὸν ὅλον κύκλον εἰς μηνίσκους διαιρεθῆναι δύνασθαι. ἐν γὰρ τῇ τοῦ κύκλου εἰς τοὺς μηνίσκους διαιρέσει ἀεὶ ὑπολείπεταί τι ἐντὸς μέσον ἀμφί- κυρτον, περιλαμβανόμενον ὑπὸ τῶν ἑκατέρωθεν τοῦ μηνίσκου γραμμῶν. οὗ μήτε μηνίσκου ὄντος μήτε τετραγωνιζομένου οὐδ’ ἄν ὁ πᾶς κύκλος τετρα- γωνίζοιτο. οὐχ ὑγιὴς δὲ ἡ ἔνστασις ἡ πρὸς τὸν τοιοῦτον τετραγωνισμόν· οὐ γὰρ χρεία τῷ τετραγωνίζοντι τὸν κύκλον διὰ τῶν μηνίσκων διελεῖν τὸν πάντα κύκλον εἰς μηνίσκους· οὐδὲ γὰρ οὐδὲ εἰ τοῦτο εἴη, οὐδὲ οὕτως ὁ κύκλος τετραγωνίζεται διὰ τῶν μηνίσκων· οὐ γὰρ πᾶς ἐδείχθη μηνίσκος τετραγωνιζόμενος. καὶ μὴ διαιρουμένου δὲ παντὸς εἰς μηνίσκους πάλιν τετραγωνισθήσεται, ἄν συγχωρηθῶσιν οἱ περὶ τὰς τοῦ ἑξαγώνου τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου πλευρὰς περιγραφόμενοι μηνίσκοι τετραγωνίζεσθαι καὶ μὴ μόνοι οἱ περὶ τὰς τοῦ τετραγώνου. κἀνταῦθα οὖν τοῦ ψευδουραφήματος αἴτιον τὸ μόνον τετραγωνίσαντας μηνίσκον τὸν περὶ τὴν τοῦ τετραγώνου πλευρὰν ὡς πάντων τετραγωνιζομένων μηνίσκων, ὁποῖοί ποτε ἄν ὦσιν, εἰς οὓς ὁ κύκλος διαιρεῖται, οὕτω ποιεῖσθαι τὴν δεῖξιν. ταῦτα μὲν οὖν περ) τῆς διὰ τῶν μηνίσκων ψευδογραφίας. “Τινὲς δέ, φησὶν Ἀλέξανδρος, ἡγοῦνται, εἰ δείξαιεν τετράγωνον κυκλικόν, καὶ ἐν τοῖς μεγέθεσι κύκλου τετραγωνισμὸν εὑρηκέναι. ἔστι δέ. φησί, τετράγωνος μὲν ἀριθμὸς ὁ ἰσάκις ἴσος· κυκλικοὺς δὲ ἔλεγον ἀριθμοὺς τοὺς συντιθεμένους ἐκ τῶν κατὰ τὰ ἑξῆς περιττῶν οἷον ἑνὸς τριῶν πέντε ἑπτὰ ἐννέα ἕνδεκα, εὑρόντες δὲ ἐκ τῶν οὕτω συντιθεμένων ἀριθμὸν τετρά- γωνόν τινα ἅμα καὶ κυκλικὸν ὄντα, οἷον τὸν λς (τετράγωνον μὲν ὄντα διότι ἀπὸ τοῦ ς͂ ἐφ’ ἑαυτὸν γινομένου γεννᾶται, κυκλικὸν δὲ διότι ἀπὸ τῆς τῶν περιττῶν ᾱ γ ε ζ θ ιᾱ συνθέσεως ἀποτελεῖται), ᾤοντο καὶ κύλλου τετραγωνισμὸν εὑρηκέναι. ἀλλ’ ἡ δεῖξις, φησίν, οὐκ ἐκ τῶν γεωμετρικῶν ἀρχῶν, ἀλλ’ ἐκ τῶν ἀριθμητικῶν· ἀριθμητικαὶ γὰρ ἀρχαὶ τὸ εἶναι τὸν τοιόνδε ἀριθμὸν κυκλικὸν καὶ τὸν τοιόνδε τετράγωνον”. ταῦτα τοῦ λέγοντος ἐφιστάνειν ἄξιον, ὅτι πρῶτον μὲν τὸν κυκλικὸν ἀριθμὸν | οὐ κατὰ σύνθεσιν τῶν ἐφεξῆς περιττῶν οἱ ἀριθμητικοὶ τίθενται, ἀλλὰ τὴν ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ κατάληξιν. κύκλος γὰρ ὁ Γε, ὅτι πεντάκις πέντε Γε καὶ ὁ λς ὅτι ἑξάκις ἓξ λς· οὔτε δὲ ὁ δ κύκλος οὔτε ὁ θ οὔτε ὁ ις καίτοι κατὰ σύνθεσιν τῶν ἐφεξῆς περιττῶν γινόμενοι, ἀλλὰ τετράγωνοι μόνον οὗτοι· κατὰ γὰρ τὴν ἐπισύνθεσιν τῶν περιττῶν οἱ τετράγωνοι γίνονται. καὶ ἴσως ὁ ἐξ ἀρχῆς τὴν μέθοδον παραδοὺς οὐκ εἶπε κυκλικοὺς ἁπλῶς εἶναι πάντας τοὺς κατὰ ἐπισύνθεσιν τῶν ἐφεξῆς περιττῶν, ἀλλ’ ὅτι ἐν τῇ ἐπι- συνθέσει τῶν ἐφεξῆς περιττῶν εὑρίσκονται οἱ κυκλικοὶ οὐδὲ τούτου ἀεὶ συμβαίνοντος· κυκλικὸς γὰρ ὢν ὁ ρκε ὡς ἀπὸ τοῦ ε ἐπὶ τὸν κε γενόμε- νος, καὶ ὁ σις ὡς ἀπὸ τοῦ ς ἐπὶ τὸν λς, ὅμως οὐκ ἐγένοντο κατὰ ἐπισύνθεσιν τῶν ἐφεξῆς περιττῶν· εἰ μὴ ἄρα οὐκ εἰσὶν οὗτοι κυκλικοί, ἀλλὰ σφαιρικοὶ ἐξ ἐπιπεδικῶν κύκλων κυκλικῶς βαθυνθέντες. καὶ ἐκείνῳ δὲ ἐφιστάνειν ἄξιον ὅτι οὐκ ἦν εἰκὸς τοὺς ἀριθμὸν εὑρηκότας κυκλικὸν ἅμ καὶ τετραγωνικὸν τὸν αὐτὸν διὰ τοῦτο οἴεσθαι καὶ ἐν μεγέθεσι τὸν τοῦ κύκλου τετραγωνισμὸν εὑρηκέναι. ἀλλ’ ἴσως εὑρόντες ἐν τοῖς ἀριθμοῖς τὸν αὐτὸν τετράγωνον ἅμα καὶ κύκλον, εἰς ἔννοιαν ἦλθον τοῦ καὶ ἐν τοῖς μεγέ- θεσι ζητεῖν τὸν τοῦ κύκλου τετραγωνισμόν. Ἔλεγε δὲ ὁ ἡμέτερος καθηγεμὼν Ἀμμώνιος ὡς οὐκ ἀναγκαῖον ἴσως, εἰ ἐπ’ ἀριθμῶν εὑρεθῇ τοῦτο, καὶ ἐπὶ μεγεθῶν εὑρίσκεσθαι. ἀνομοιογενῆ γὰρ μεγέθη ἐστὶν εὐθεῖα καὶ περιφέρεια. “καὶ οὐδέν, φησί, θαυμαστόν, μὴ εὑρεθῆναι κύκλον εὐθυγράμμῳ ἴσον, εἴπερ καὶ ἐπὶ τῶν γωνιῶν εὑρίσκομεν 15 τοῦτο. οὗτε γὰρ τῇ τοῦ ἡμικυκλίου γωνίᾳ οὔτε τῇ λοιπῇ εἰς τὴν ὀρθὴν τῇ κερατοειδεῖ λεγομένῃ γένοιτο ἄν εὐθύγραμμος ἴση γωνία. καὶ διὰ τοῦτο ἴσως, φησί, καὶ ὑπὸ οὕτως κλεινῶν ἀνδρῶν ζητηθὲν τὸ θεώρημα ἄχρι νῦν οὐχ εὑρέθη οὐδὲ ὑπ’ αὐτοῦ τοῦ Ἀρχιμήδους.’’ ἔλεγον δὲ ἐγὼ πρὸς τὸν καθηγεμόνα ὡς εἴπερ μηνίσκος τετραγωνίζοιτο ὁ ἀπὸ τῆς τοῦ τετραγώνου πλευρᾶς τοῦτο γὰρ ἀνεξαπατήτως συνῆκται), ὁμογενὴς δὲ ὁ μηνίσκος τῷ κύκλῳ ἐκ περιφερειῶν συγκείμενος, τί κωλύει καὶ τὸν κύκλον, ὅσον ἐπὶ τούτῳ, τετραγωνίζεσθαι; εἰ δὲ ἀνόμοιον τὸ τοῦ μηνίσκου ἐπίπεδον τῷ τοῦ " κύκλου διὰ τὰ κέρατα, ἀλλὰ καὶ τῷ εὐθυγράμμῳ ἀνόμοιος μηνίσκος πᾶς· καὶ ὅμως ὁ περὶ τὴν τοῦ τετραγώνου πλευρὰν μηνίσκος τετραγωνίζεται. αἱ μέντοι γωνίαι αἵ τε τοῦ ἡμικυκλίου καὶ αἱ κερατοειδεῖς ἐκ περιφερείας καὶ εὐθείας ἄμφω συγκείμεναι οὐ μόνον ἀνομογενεῖς εἰσὶ τῇ εὐθυγράμμῳ, ἀλλὰ καὶ ἀσύμβλητοι. οὐχ ἱκανὸν οὖν οἶμαι τὸ εἰρημένον εἰς ἀπόγνωσιν καταστῆσαι τῆς εὑρέσεως τοῦ τετραγωνισμοῦ. καὶ γὰρ ὁ Ἰάμβλιχος ἐν τῷ εἰς τὰς κατηγορίας ὑπομνήματι τὸν μὲν Ἀριστοτέλην, φησί, μήπω ἴσως εὑρηκέναι τὸν τοῦ κύκλου τετραγωνισμόν, παρὰ δὲ τοῖς Πυθαγορείοις εὑρῆ- σθαι, “ὡς δῆλόν ἐστι, φησίν, ἀπὸ τῶν Σέξτου τοῦ Πυθαγορείου ἀποδείξεων, ὃς ἄνωθεν κατὰ διαδοχὴν παρέλαβε τὴν μέθοδον τῆς ἀποδείξεως. καὶ ὕστερον δέ, φησίν, Ἀρχιμήδης διὰ τῆς ἑλικοειδοῦς γραμμῆς καὶ Νικομήδης διὰ τῆς ἰδίως Τετραγωνιζούσης καλουμένης καὶ Ἀπολλώνιος διά τινος γραμμῆς, ἣν αὐτὸς μὲν κοχλιοειδοῦς ἀδελφὴν προσαγορεύει, ἡ αὐτὴ δέ ἐστι τῇ Νικομήδους καὶ καρπὸς δὲ διά τινος γραμμῆς ἣν ἀπλῶς ‘ἐκ διπλῆς κινήσεως’ καλεῖ, ἄλλοι τε πολλοί, φησί, ποικίλως τὸ πρόβλημα κατεσκεύασαν”. καὶ μήποτε οὗτοι πάντες ὀργανικὴν ἐποιήσαντο τοῦ θεωρήματος τὴν κατα- σκευήν. ὁ μὲν οὖν Ἀλέξανδρος οὕτως ὡς εἶπον οἴεται τὸ ψευδογράφημα ἐλέγχεσθαι, παρ’ ὅσον τὸν περὶ τὴν τοῦ τετραγώνου πλευρὰν μόνον τετρα- γωνίσας μηνίσκον ὁ Ἱπποκράτης ὡς καὶ ἐπὶ τῆς τοῦ ἑξαγώνου πλευρᾶς αὐτῷ δεδειγμένῳ ἀπεχρήσατο. Ὁ μέντοι Εὔδημος ἐν τῇ Γεωμετρικῇ ἱστορίᾳ οὐκ ἐπὶ τετραγωνικῆς πλευρᾶς δεῖξαί φησι τὸν Ἱπποκράτην τὸν τοῦ μηνίσκου τετραγωνισμόν, καθόλου, ὡς ἄν τις εἴποι. εἰ γὰρ πᾶς μηνίσκος τὴν ἐκτὸς περιφέρειαν ἢ ἴσην ἔχει ἡμικυκλίου ἢ μείζονα ἢ ἐλάττονα, τετραγωνίζει δὲ ὁ Ἱπποκράτης καὶ τὸν ἴσην ἡμικυκλίου ἔχοντα καὶ τὸν μείζονα καὶ τὸν ἐλάττονα, καθόλου ἄν εἴη δεδειχὼς ὡς δοκεῖ. ἐκθήσομαι δὲ τὰ ὑπὸ τοῦ Εὐδήμου κατὰ λέξιν λεγόμενα ὀλίγα τινὰ προστιθεὶς <εἰς> σαφήνειαν ἀπὸ τῆς τῶν Στοιχείων ἀναμνήσεως διὰ τὸν ὑπομνηματικὸν τρόπον τοῦ Εὐδήμου κατὰ τὸ ἀρχα·ικὸν ἔθος συντόμους ἐκθεμένου τὰς ἀποδόσεις. λέγει δὲ ὧδε ἐν τῷ δευτέρῳ βιβλίῳ τῆς Γεωμετρικῆς ἱστορίας. ”Καὶ “Καὰ οἱ τῶν μηνίσκων δὲ τετραγωνισμοὶ δόξαντες εἶναι τῶν οὐκ ἐπιπολαίων διαγραμμάτων διὰ τὴν οἰκειότητα τὴν πρὸς τὸν κύκλον ὑφ’ Ἱπποκράτους ἐγράφησάν τε πρώτου καὶ κατὰ τρόπον ἔδοξαν ἀποδοθῆναι· διόπερ ἐπὶ πλέον ἁψώμεθά τε καὶ διέλθω- μὲν. ἀρχὴν μὲν οὖν ἐποιήσατο καὶ πρῶτον ἔθετο τῶν πρὸς αὐτοὺς χρησίμων, ὅτι τὸν αὐτὸν λόγον ἔχει τά τε ὅμοια τῶν κύκλων τμήματα πρὶς ἄλληλα πρὸς ἄλληλα καὶ αἱ βάσεις αὐτῶν δυνάμει. τοῦτο δὲ ἐδείκνυεν ἐκ τοῦ τὰς διαμέτρους δεῖξαι τὸν αὐτὸν λόγον ἐχούσας δυνάμει τοῖς κύκλοις)’’ ὅπερ Εὐκλείδης δεύτερον τέθεικεν ἐν τῷ δωδεκάτῳ τῶν Στοιχείων βιβλίῳ, τὴν πρότασιν εἰπὼν οὕτως “ οἱ κύκλοι πρὸς ἀλλήλους εἰσὶν ὡς τὰ ἀπὸ τῶν διαμέτρων τετράγωνα’’ ὡς γὰρ οἱ κύκλοι πρὸς ἀλλήλους ἔχουσιν, οὕτως καὶ τὰ ὅμοια τμήματα. ὅμοια γὰρ τμήματά ἐστι τὰ τὸ αὐτὸ μέρος ὄντα τοῦ κύκλου, οἷον ἡμικύκλιον ἡμικυκλίῳ καὶ τριτημόριον τριτημορίῳ· διὸ “λαὶ γωνίας ἴσας δέχεται τὰ ὅμοια τμήματα. αἱ γοῦν τῶν ἡμικυκλίων πάντων ὀρθαί εἰσι, καὶ x003E; τῶν μειζόνων ἐλάττονες ὀρθῶν καὶ τοσούτῳ ὅσῳ μεί- ζονα ἡμικυκλίων τὰ τμήματα, τὰ τμήματα, καὶ αἱ τῶν ἐλαττόνων μείζονες καὶ τοσούτῳ ὅσῳ ἐλάττονα τὰ τμήμάτα. Δειχθέντος δὲ αὐτῷ τού- του πρῶτον μὲν ἔγραφε μη- νίσχου|τὴνἐκτὸς περιφέρειαν ἔχοντος ἡμικυκλίου τίνα τρό- πον γένοιτο ἀπεδίδου δὲ τοῦτο περὶ τρί- γωνον ὀρθογώνιό ν τε καὶ ἰσο- σκελὲς ἡμικύκλιον περιγράψας καὶ περὶ τὴν βάσιν τμῆμα κύ- κλου τοῖς ὑπὸ τῶν ἐπιζευχ θεισῶν ἀφαιρουμίνοις ὅμοιον,’’ ὅπερ Εὐκλείδης λγ ἔθετο θεώρημα τοῦ τρίτου βιβλίου προτείνας οὕτως· ‘‘ἐπὶ τῆς δοθείσης εὐθείας γράψαι τμῆμα κύκλου δεχόμενον γωνίαν ἴσην τῇ δοθείσῃ γωνίᾳ εὐθυγράμμῳ’’. εἰ γὰρ τὸ περὶ τὴν βάσιν οὕτως περι- γράφει ὡς ἴσην δέξασθαι γωνίαν τῶν ἐν τοῖς τμήμασι τοῖς ὑπὸ τῶν ἐπι- ζευχθεισῶν ἀφαιρουμένοις, ὅμοιον ἔσται ἐκείνοις. ‘‘ὅμοια γὰρ τμήματα κύκλων, ὁ Εὐκλείδης ὡρίσατο ἐν τῷ τρίτῳ βιβλίῳ, τὰ δεχόμενα γωνίας ἴσας.“ “ὄντος δὲ τοῦ περὶ τὴν βάσιν τμήματος ἴσου τοῖς περὶ τὰς έτέρας ἀμφοτέροις“. διότι ὡς δέδεικται ἐν τῷ παρατελεύτῳ τοῦ πρώτου τῶν Εύκλείδου Στοιχείων θεωρήματι ἐν τοῖς ὀρθογωνίοις τριγώνοις ἡ τὴν ὀρθὴν ὑποτείνουσα ἴσον δύναται ταῖς τὴν ὀρθὴν περεχούσαις ἀμ- φοτέραις, ὡς δὲ τὰ ἀπὸ τῶν εὐθειῶν τετράγωνα, οὕτως ἔχει τὰ ὅμοια τῶν κύκλων τμήματα πρὸς ἄλληλα, “καἱ κοινοῦ προστεθέντος τοῦ μέ- ρους τοῦ τριγώνου τοῦ ὑπὲρ τὸ τμῆμα τὸ περὶ τὴν βάσιν, ἴσος ἔσται ὁ μηνίσκος τῷ τριγώνῳ. ἴσος οὖν ὁ μηνίσκος τῷ τριγώνῳ δειχθεὶς τετραγωνίζοιτο ἄν’’· δέδεικται γὰρ ἐν τῷ ἰδ’ θεωρήματι τοῦ δευτέρου βιβλίου τῶν Εὐκλείδου Στοιχείων, πῶς χρὴ “τῷ δοθέντι εὐ- θυγράμμῳ ἴσον τετράγωνον συστήσασθαι’’. “οὔτως μὲν οὖν ἡμικυ- κλίου τὴν ἔξω τοῦ μηνίσκου περιφέρειαν ὑποθέμενος ἐτετρα- γώνισεν ὁ Ἱπποκράτης τὸν μηνίσκον εὐκόλως. Εἰτα ἐφεξῆς μείζονα ἡμικυ- κλίου ὑποτίθεται συστησάμενος τραπέζιον τὰς μὲν τρεῖς ἔχον πλευρὰς ἴσας ἀλλήλαις, τὴν δὲ μίαν τὴν μείζω τῶν παραλλήλων τρι- πλασίαν ἐκείνων ἑκάστης δυνάμει, καὶ τό τε τραπέζιον περιλαβὼν κύκλῳ καὶ περὶ τὴν μεγίστην αὐ- τοῦ πλευρὰν ὅμοιον τμῆμα περι- γράψας τοῖς ὑπὸ τῶν ἴσων τριῶν ἀποτεμνομένοις ἀπὸ τοῦ κύκλου. καὶ ὅτι μὲν περιληφθήσεται κύκλῳ τὸ τραπέζιον, δείξεις οὕτως. διχοτομήσας τὰς τοῦ τραπεζίου γωνίας κατὰ τὸ ἔνατον τοῦ πρώτου τῶν Στοιχείων καὶ ἐπι- ζεύξας τὰς διαγωνίους ἐρεῖς ἐπεὶ ἡ ΒΑ Β τῇ ΑΓ ἴση, κοινὴ δὲ ἡ AE, <αἱ> γωνίαι καὶ τὰ ἑξῆς τῇ Al ἴση, κοινΤj δὲ ἡ AE, Ἴσαι x003E; γωνίαι καὶ τὰ ὑποτείνουσαν ἐστιν ἡμικυκλίου τὸ λεχθὲν τμῆμα, δῆλον ἀχθείης ἐν τῷ τραπεζίῳ διαμέτρου. ἀνάγκη γὰρ ταύτην ὑπὸ δύο πλευρὰς ὑποτείνουσαν τοῦ τραπεζίου τῆς ὑπολοίπου μιᾶς μείζονα ἤ δι- πλασίαν εἶναι δυνάμει. ἐπεὶ γὰρ μείζων ἐστὶν ἡ ΒΔ τῆς ΑΓ, αἱ ΔΓ ΒΑ ἴσαι οὖσαι καὶ ἐπιζευγνῦσαι αὐτάς, ἐκβαλλόμεναι συμ- πεσοῦνται κατὰ τὸ Z. εἰ γὰρ παράλληλοί εἰσιν αἱ ΒΑ ΔΓ ἴσαι οὖσαι, αἱ δὲ τὰς ἴσας τε καὶ παραλλήλους ἐπιζευγνῦσαι καὶ αὐ- ταὶ ἴσαι καὶ παράλληλοί εἰσιν, ἔσται ἡ ΑΓ ἴση τῇ ΒΔ, ὅπερ ἀδύνατον· συμπιπτουσῶν δὲ τῶν ΒΑ ΔΓ κατὰ τὸ Z αἱ ὑπὸ ZAF ΓAB γωνίαι δύο ὀρθαῖς ἴσαι ἔσονται’’ διὰ τὸ ιγ τοῦ πρώτου τῶν Εὐκλείδου. “μείζων δὲ ἡ ὑπὸ ΓAB τῆς ὑπὸ ΓAZ ἡ ἐκτὸς τοῦ τρι- γώνου τῆς ἐντὸς ??? διὰ τὸ λβ τοῦ πρώτου. ἡμίσεια ἄρα ἡ ὑπὸ ΓAZ γωνία ἐστὶ τῆς ὑπὸ ΒΑΓ, “ἡ ἄρα ΒΓ μεῖζον ἢ διπλάσιον δύ- ναται ἑκατέρας τῶν ΒΑ ΑΓ, ὥστε καὶ τῆς ΓΔ. καὶ τὴν μεγίστην ἄρα τῶν τοῦ τραπεζίου πλευρῶν τὴν ΒΔ ἀναγκαῖον ἔλαττον δύνασθαι τῆς τε διαμέτρου καὶ τῶν ἑτέρων πλευρῶν ἐκείνης, ὑφ’ ἣν ὑπο- τείνει μετὰ τῆς διαμέτρου ἡ λεχθεῖσα. αἱ γὰρ ΒΓ ΓΔ μεῖζον ἢ τριπλάσιον δύνανται τῆς ΓΔ, ἡ δὲ ΒΔ τριπλάσιον. ὀξεῖα ἄρα ἐστὶν ἡ ἐπὶ τῆς μείζονος τοῦ τραπεζίου πλευρᾶς βεβηκυῖα γωνία. μεῖζον ἄρα ἡμικυκλίου ἐστὶ τὸ τμῆμα ἐν ᾧ ἐστιν. ὅπερ ἐστὶν ἡ ἔξω περιφέρεια τοῦ μηνίσκου’’. Τὸν δὲ τοῦ μηνίσκου τούτου τετραγωνισμὸν παρῆκεν ὁ Εὔδημος ὡς σαφῆ οἶμαι. εἴη δὲ ἄν τοιόσδε. ἐπειδὴ ἴσα ἐστὶν ἀλλήλοις ὁ μηνίσκος μετὰ τοῦ ἐπὶ τῆς μείζονος τοὐ τραπεζίου πλευρᾶς τμήματος τῷ τραπεζίῳ καὶ τοῖς ὑπὸ τῶν τριῶν ἴσων αὐτοῦ εὐθειῶν ἀποτεμνομένοις τμήμασιν, ὧν τὸ ἐπὶ τῆς μείζονος τοῦ τραπεζίου πλευρᾶς τμῆμα ἴσον ἐστὶ τοῖς ὑπὸ τῶν ἴσων εὐθειῶν ἀφαιρουμένοις τοῦ κύκλου τρισὶ τμήμασιν, εἴπερ ἴσον ταῖς τρισὶ δύνασθαι ὑπόκειται ἡ μείζων τοῦ τραπεζίου πλευρά, τὰ δὲ ὅμοια τμήματα πρὸς ἄλληλά ἐστιν ὡς τὰ ἀπὸ τῶν εὐθειῶν τετράγωνα ? ἐὰν δὲ ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ τὰ καταλειπόμενά ἐστιν ἴσα· ἴσος ἄρα ὁ μηνίσκος τῷ τραπεζίῳ. ἢ καὶ οὕτω συντομώτερον ἐρεῖς· ἐπειδὴ ἴσον ἐστὶ τὸ περὶ τὴν μείζονα τοῦ τραπεζίου πλευρὰν τμῆμα τοῖς περὶ τὰς τρεῖς τὰς ἴσας περιγραφεῖσι διότι καὶ τὸ ἀπ’ αὐτῆς τετράγωνον τριπλάσιον τοῦ ἀπὸ " ἑκάστης), ἐὰν κοινὸν προστεθῇ τὸ περιεχόμενον ἐπίπεδον ὑπό τε τῶν τριῶν ἴσων εὐθειῶν καὶ τῆς τοῦ μείζονος τμήματος περιφερείας, ἔσται ὁ μηνίσκος ἴσος τῷ τραπεζίῳ· οὗ τετραγωνισθέντος διότι ἔχομεν πᾶν εὐθύγραμμον τετραγωνίσαι) τετραγωνισθήσεται καὶ ὁ μείζονα ἡμικυκλίου τὴν ἐκτὸς περι- φέρειαν ἔχων μηνίσκος. "Et δὲ ἐλάττων ἡμικυκλίου εἴη, προ- γράψας τοιόνδε τι ὁ Ἱπποκράτης τοῦτο κατεσκεύασεν· ἔστω κύκλος οὗ διάμετρος ἐφ’ ᾗ ἡ] ΑΒ, κέν- τρον δὲ αὐτοῦ ἐφ’ ᾧ Κ· καὶ ἡ μὲν ἐφ’ ᾗ ΓΔ δίχα τε καὶ πρὸς ὀρθὰς τεμνέτω τὴν ἐφ’ ᾗ ΒΚ· ἡ δὲ ἐφ’ ᾗ EZ κείσθω ταύτης μεταξὺ καὶ τῆς περιφερείας ἐπὶ τὸ Β νεύουσα τῶν ἐκ τοῦ κέντρου ἡμιολία οὖσα δυνάμει. ἡ δὲ ἐφ’ ᾗ EH ἤχθω παρὰ τὴν ἐφ’ ᾗ ΑΒ. καὶ ἀπὸ τοῦ Κ ἐπεζεύχθωσαν ἐπὶ τὰ E Z. συμπιπτέτω δὲ ἐκβαλλο- μένη ἡ ἐπὶ τὸ Z ἐπιζευχθεῖσα τῆ ἐφ’ γ̔͂ EH κατὰ τὸ Η καὶ πάλιν ἀπὸ τοῦ Β ἐπὶ τὰ Z Η ἐπεζεύχθωσαν. φανερὸν δὴ ὅτι ἡ μὲν ἐφ’ ᾗ EZ ἐκβαλλομένη ἐπὶ τὸ Β πεσεῖται ὑπόκειται γὰρ ἡ EZ ἐπὶ τὸ Β νεύουσα), ἡ δὲ ἐφ’ ἧ ΒΗ ἴση ἔσται τῇ ἐφ’ ᾗ EK. τοῦτο δὲ ἴσως μὲν ἄν τις καὶ προχειρότερον δείξειεν, ἐμοὶ δὲ ἐκ τῶν προωμολογημένων οὕτως ἐπῆλθεν δεῖξαι. ὑπόκειται ἡ ΔΓ τὴν ΒΚ δίχα τε καὶ πρὸς ὀρθὰς τέμνειν. ἐπὶ τῆς ΔΓ I ἄρα τὸ κέντρον ἐστὶ τοῦ περὶ τὸ τραπέζιον γραφησομένου κύκλου διὰ τὸ πόρισμα τοὐ πρώτου θεωρήματος τοῦ ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχείων. ἐπειδὴ δὲ παράλληλός ἐστιν ἡ EH τῇ ΚΒ καὶ εἰς αὐτὰς ἐμπέπτωκεν ἡ ΓΔ, τὰς ἐντὸς γωνίας δυσὶν ὀρθαῖς ἴσας ποιεῖ διὰ τὸ κθ τοῦ πρώτου. ὀρθαὶ δὲ αἱ πρὸς τῷ Γ. ὀρθαὶ ἄρα καὶ αἱ πρὸς τῷ Δ. ἡ οὖν ΓΔ 003E; διὰ τοῦ κέντρου τὴν EH μὴ διὰ τοῦ κέντρου] πρὸς ὀρθὰς τέμνουσα καὶ δίχα τέμνει διὰ τὸ τρίτον τοὐ τρίτου τῶν Στοιχείων. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΔΗ τῇ ΔΕ, κοινὴ δὲ ἡ ΔΖ καὶ ὀρθαὶ αἱ πρὸς τῷ Δ, καὶ βάσις ἄρα ἡ ΖΗ βάσει τῇ ZE ἴση. ἀλλὰ καὶ ἡ BZ τῇ ΖΚ ἐστὶν ἴση, διότι καὶ ἡ ΒΓ τῇ ΓΚ, κοινὴ δὲ ἡ ΓΕ καὶ ὀρθαὶ αἱ πρὸς τῷ Γ. ἐπεὶ οὖν δύο αἱ Ἦχ' χΒ δυσὶ ταῖς ΚΖ ZE ἴσαι καὶ γω- νίαι αἱ κατὰ κορυφὴν ἴσαι, καὶ βάσις ἡ ΗΒ βάσει τῇ EK ἴση. “περιγεράφθω δὴ περὶ τὸ EZH τρίγωνον τμῆμα κύκλου τὸ EZH] ὅμοιον ἑκάστῳ τῶν EK ΚΒ ΒΗ τμημάτων.’’ “Τούτων οὖν οὕτως ἐχόντων τὸ τραπέζιόν φημι ἐφ’ οὗ EKBH περιλήψεται κύκλος. τὸ μὲν γὰρ EKH τρίγωνον περιλήψεται κύκλος· ἔχομεν γὰρ ἐν τῷ πέμπτῳ τοῦ τετάρτου τῶν Στοιχείων περὶ τὸ δοθὲν τρίγωνον κύκλον περιγράψαι. “''ἐάν οὖν δείξω τῇ ἀπὸ τοῦ κέντρου ἐπὶ τὸ Κ ἴσην τὴν ἀπὸ τοῦ κέντρου ἐπὶ τὸ Β, δῆλον ὅτι τὸ γραφόμενον τμῆμα κύκλου διὰ τοῦ EKH ἥξει καὶ διὰ τοῦ Β, καὶ περιλήψεται κύκλου τμῆμα τὸ τραπέζιον.’’ ὅπερ τμῆμα καὶ τὸ τρίγωνον περιέξει τὸ ἐφ’ οὗ EZH. ληφθέντος οὖν κέντρου οἷον τοῦ Α καὶ ἐπιζευγνυμένων τῶν ΛΕ ΑΗ ΛΚ ΑΒ, ἐπειδὴ ἰσοσκελές ἐστι τὸ EAH τρί- γωνον ἐκ κέντρου γὰρ ἴσαι), x003E; εἰσὶν αἱ πρὸς τῇ βάσει γωνίαι ἡ ὑπὸ ΑΜ τῇ ὑπὸ ΛΕΗ διὰ τὸ πέμπτον τοῦ πρώτου τῶν Εὐκλείδου. ἔστι δὲ ἡ ὑπὸ BHE ἴση τῇ ὑπὸ KEH, διότι καὶ ἡ EB ἴση τῇ ΚΗ ὡς ἐδείχθη. καὶ ὅλη ἄρα ἡ ὑπὸ ΒΗΛ ὅλῃ τῇ ὑπὸ ΚΕΛ ἐστὶν ἴση· ἔστι δὲ καὶ ἡ KE τῇ ΒΗ ἴση. καὶ βάσις ἄρα ἡ ΚΛ τῇ ΛΒ ἴση ἐστίν· ἴση ἄρα τῇ ἀπὸ τοῦ κέντρου τῇ ΛΚ ἡ ΛΒ γεγράφθω οὖν τὸ τμῆμα. "Touxojv οὕτως ἐχόντων ὁ γενόμενος μηνίσκος οὗ ἐκτὸς περι- φέρεια ἡ ΕΚΒΗ ἴσος ἔσται τῷ εὐθυγράμμῳ τῷ συγκειμένῳ ἐκ τῶν τριῶν τριγώνων τῶν ΒΖΗ ΒχΚ EKZ. τὰ γὰρ ἀπὸ τῶν εὐ- θειῶν ἐφ’ αἷς EZ ΖΗ ἀφαιρούμενα ἐντὸς τοῦ μηνίσκου ἀπὸ τοῦ εὐθυγράμμου τμήματα ἴσα ἐστὶ τοῖς ἐκτὸς τοῦ εὐθυγράμμου τμήμασιν ἀφαιρουμένοις ὑπὸ τῶν EK ΚΒ ΒΗ. ἑκάτερον γὰρ τῶν ἐντὸς ἡμιόλιόν ἐστιν ἑκάστου τῶν ἐκτός· ἡμιολία γὰρ ὑπόκειται ἡ ΕΖ τῆς ἐκ τοῦ κέντρου, τουτέστι τῆς EK καὶ ΚΒ καὶ BH." ἐδείχθη γὰρ καὶ αὕτη ἴση τῇ EK. εἰ οὖν ἑκατέρα τῶν EZ ZH ἡμιολία ἐστὶ δυνάμει ἑκάστης τῶν εἰρημένων τριῶν, ὡς δὲ εὐθεῖαι πρὸς τὰς εὐ- θείς τμήματα πρὸς τὰ τμήματα, τὰ δύο ἄρα τμήματα τοῖς τρισίν ἐστιν ἴσα. “εἰ οὖν ὁ μὲν μηνίσκος τὰ τρία τμήματά ἐστι καὶ τοῦ εὐ- θυγράμμου τὸ παρὰ τὰ δύο τμήματα, τὸ δὲ εὐθύγραμμον μετὰ τῶν δύο τμημάτων ἐστὶ χωρὶς τῶν τριῶν, ἔστι δὲ τὰ δύο τμή- ματα τοῖς τρισὶν ἴσα, ἴσος ἄν εἴη ὁ μηνίσκος τῷ εὐθυγράμμῳ.’’ “Ὅτι δὲ οὗτος ὁ μηνίσκος ἐλάττονα ἡμικυκλίου τὴν ἐκτὸς ἔχει περιφέρειαν, δείκνυσι διὰ τοῦ τὴν EKH γωνίαν ἐν τῷ ἐκτὸς οὖσαν τμήματι ἀμβλεῖαν εἶναι.’’ δέδεικται γὰρ ἐν τῷ λᾶ τοῦ τρίτου τῶν Εὐχλείδου Στοιχείων, ὅτι “ἡ ἐν τῷ ἐλάττονι ἡμικυκλίου τμήματι μείζων ὀρ- θῆς “ὅτι δὲ ἀμβλεῖά ἐστιν ἡ ὑπὸ EKH γωνία, δείκνυσιν οὕτως· ἐπεὶ ἡ μὲν ἐφ’ ᾗ EZ ἡμιολία ἐστὶ τῶν ἐκ τοῦ κέντρου δυνάμει, ἡ δὲ ἐφ’ ᾗ ΚΒ μείζων τῆς ἐφ’ ἧ BZ. διότι καὶ γωνία ἡ πρὸς τῷ Z μείζων, ὡς δείξω, ἴση δὲ ἡ ΒΚ τῇ ΚΕ, φανερὸν ὅτι κἄν ἡ ἐφ’ ᾗ ΒΚ μείζων ᾖ τῆς ἐφ’ ᾗ BZ ἢ διπλασία μήκει, καὶ ἡ ἐφ’ ᾗ KE * * * ὥστε τῆς ἐφ’ ᾖ ΚΖ ἄρα μείζων ἢ διπλασία μήκει καὶ δυνάμει διὰ τὴν ὁμοιότητα τῶν τριγώνων τῶν BEK ΒΚΖ ἔστι γὰρ ὡς ἡ EB πρὸς ΒΚ, οὕτως ἡ EK πρὸς ΚΖ. ὥστε ἡ ἐφ’ ᾖ EK μείζων ἐστὶ τῆς ἐφ’ ᾗ KZ ἢ διπλασία δυνάμει· ἡ δὲ ἐφ’ ᾗ ΕΖ ἡμιολία δυνάμει τῆς ἐφ’ ᾗ ΕΚ· ἡ ἄρα ἐφ’ ᾗ EZ μείζων ἐστὶ δυνάμει τῶν ἐφ’ αἷς EK ΚΖ. εἰ μὲν γὰρ διπλασία ἦν δυνάμει ἡ EK τῆς ΚΖ, ἡμιολία δὲ ἡ ZE τῆς EK, ἦν ἄν ἡ EZ ἴση δυνάμει ταῖς EK ΚΖ ὡς ἐπὶ ἀριθμῶν τῶν ξ ἐπειδὴ δὲ μείζων ἢ διπλασία ἐστὶ δυνάμει ἡ EK τῆς ΚΖ ὡς ἔχει τὰ δ πρὸς τὸ a, (ἐπειδὴ τὰ ς τῶν ἑ μείζονά ἐστι) καὶ ἡ EZ τῶν EK KZ μείζων ἐστὶ δυνάμει· ἀμβλεῖα ἄρα ἐστὶν ἡ πρὸς τῷ Κ γωνία, ἔλαττον ἄρα ἡμικυκλίου τὸ τμῆμα ἐν ᾧ ἐστιν. οὕτως μὲν οὖν ὁ Ἱππο- κράτης πάντα μηνίσκον ἐτετραγώνισεν, εἴπερ καὶ τὸν ἡμικυκλίου καὶ τὸν μείζονα ἡμικυκλίου καὶ τὸν ἐλάττονα ἔχοντα τὴν ἐκτὸς περιφέρειαν.“ Ἀλλ’ οὐχὶ τὸν ἐπὶ τῆς τοῦ τετραγώνου πλευρᾶς μόνον, ὡς ὁ Ἁλέ- ξανδρος ἱστόρησεν, οὐ μέντοι οὐδὲ τὸν κύκλον ἐπεχείρησε τετραγωνίσαι διὰ τῶν περὶ τὴν τοῦ ἑξαγώνου πλευρὰν μηνίσκων, ὡς καὶ τοῦτο ὁ Ἁλέξαν- δρός φησιν. “’Αλλὰ μηνίσκον ἅμα καὶ κύκλον ἐτε- τραγώνισεν οὕτως· ἔστωσαν περὶ κέντρον ἐφ’ οὗ Κ δύο κύκλοι, ἡ δὲ τοῦ ἐκτὸς διά- μετρος ἑξαπλασία δυ- ν’άμει τῆς τοῦ ἐντός καὶ ἑξαγώνου ἐγγρα- φέντος εἰς τὸν ἐντὸς κύκλον τοῦ ἐφ’ οὗ ΑΒΓΔEχ αἵ τε ἐφ’ ὧν ΚΑ ΚΒ ΚΓ ἐκ τοῦ κέντρου ἐπιζευχθεῖ- ’σαι ἐκβεβλήσθωσαν ἕως τῆς τοῦ ἐκτὸς κύκλου περιφερείας καὶ x003E; ἐφ’ ὧν ΗΘ ΘΙ x003E; ἐπεζεύχθωσαν καὶ δῆλον ὅτι καὶ αἱ ΗΘ ΘΙ ἑξαγώνου εἰσὶ πλευραὶ τοῦ εἰς τὸν μείζονα κύκλον ἐγγραφομένου. καὶ περὶ τὴν ἐφ’ ᾗ HI τμῆμα ὅμοιον τῷ ἀφαιρουμένῳ ὑπὸ τῆς ἐφ’ ᾗ ΗΘ περιγεγράφθω. ἐπεὶ οὖν τὴν μὲν ἐφ’ ᾗ ΗΙ τριπλασίαν ἀνάγκη εἶναι δυνάμει τῆς ἐφ’ ᾗ ΘΗ τοῦ ἑξαγώνου πλευρᾶς ἡ γὰρ ὑπὸ δύο τοῦ ἑξαγώνου πλευρὰς ὑποτείνουσα μετὰ ἄλλης μιᾶς ὀρθὴν περιέχουσα γωνίαν τὴν ἐν ἡμικυκλίῳ ἴσον δύναται τῇ διαμέτρῳ, ἡ δὲ διάμετρος τετραπλά- σίον δύναται τῆς τοῦ ἑξαγώνου ἴσης οὔσης τῇ ἐκ τοῦ κέντρου διὰ τὸ τὰ μήκει διπλάσια εἶναι δυνάμει ι τετραπλάσια), ἡ δὲ ΘΗ ἑξαπλασία τῆς ἐφ’ ἡ ΑΒ, δῆλον ὅτι τὸ τμῆμα τὸ περὶ τὴν ἐφ’ ᾗ HI περιγραφὲν ἴσον εἶναι συμβαίνει τοῖς τε ἀπὸ τοῦ ἐκτὸς κύ- Κλοῦ ὑπὸ τῶν ἐφ' ΗΘ ΘΙ ἀφαιρουμένοις καὶ τοῖς ἀπὸ τοῦ ἐνί τὸς ὑπὸ τῶν τοῦ ἑξαγώνου πλευρῶν ἁπασῶν.” τὰ γὰρ ὅμοια τῶν κύκλων τμήματα πρὸς ἄλληλά ἐστιν ὡς τὰ ἀπὸ τῶν βάσεων τετράγωνα, διότι καὶ οἱ ὅμοιοι κύκλοι πρὸς ἀλλήλους εἰσὶν ὡς τὰ ἀπὸ τῶν διαμέτρων τετράγωνα. “ἡ γὰρ HI τῆς ΗΘ τριπλάσιον δύναται, ἴσον δὲ τῇ ΗΘ δύναται ἡ 01, δύναται δὲ ἑκατέρα τούτων ἴσον καὶ αἱ ἓξ πλευραὶ τοῦ ἐντὸς ἑξαγώνου, διότι καὶ ἡ διάμετρος τοῦ ἐκτὸς κύκλου ἑξαπλάσιον ὑπόκειται δύνασθαι τῆς τοῦ ἐντός· ὡς δὲ ἡ διάμετρος πρὸς τὴν διάμετρον, οὕτω καὶ αἱ ἐκ τοῦ κέντρου, ἡ δὲ ἐκ τοῦ κέντρου ἴση ἐστὶ τῇ τοῦ ἑξαγώνου πλευρᾷ’’, ὡς τὸ πόρισμα λέγει τοῦ προτελεύτου θεωρήματος ἐν τῷ τετάρτῳ βιβλίῳ τῶν Εὐκλείδου Στοιχείων, ὡς δὲ αἰ πλευραὶ οὕτω καὶ τὰ τμήματα, “ὥστε ὁ μὲν μηνίσκος ἐφ’ οὗ ΗΘΙ τοῦ τριγώνου ἐλάττων ἄν εἴη ἐφ’ οὗ τὰ αὐτὰ γράμματα τοῖς ὑπὸ τῶν τοῦ ἑξαγώνου πλευρῶν ἀφαιρου- μένοις τμήμασιν ἀπὸ τοῦ ἐντὸς κύκλου. τὸ γὰρ ἐπὶ τῆς HI τμῆ- μα ἴσον ἦν τοῖς τε ΗΘ 01 τμἡμασι καὶ τοῖς ὑπὸ τοῦ ἑξαγώνου ἀφαιρουμένοις. τὰ οὖν ΗΘ 91 τμήματα ἐλάττω ἐστὶ τοῦ περὶ τὴν ΗΙ τμήματος x003E; τμήμασι καὶ] τοῖς ὑπὸ τοῦ ἑξαγώνου ἀφαι- ρουμένοις. κοινοῦ οὖν προστεθέντος τοῦ ὑπὲρ τὸ τμῆμα τὸ περὶ τὴν HI μέρους τοῦ τριγώνου, ἐκ μὲν τούτου καὶ τοῦ περὶ τὴν HI τμήματος τὸ τρίγωνον ἔσται, ἐκ δὲ τοὐ αὐτοῦ καὶ τῶν ΗΘ ΘΙ τμημάτων ὁ μηνίσκος. ἔσται οὖν ἐλάττων ὁ μηνίσκος τοῦ τριγώνου τοῖς ὑπὸ τοῦ ἑξαγώνου ἀφαιρουμένοις τμήμασἱν. ὁ ἄρα μηνίσκος καὶ τὰ ὑπὸ τοῦ ἑξαγώνου ἀφαιρούμενα τμή- ματα ἴσα ἐστὶν τῷ τριγώνῳ. καὶ κοινοῦ προστεθέντος θέντος τοῦ ἑ ξα- γώνου τὸ τρίγωνον τοῦτο καὶ τὸ ἑξάγωνον ἴσα ἐστὶ τῷ τε μη- νίσκῳ τῷ λεχθέντι καὶ τῷ κύκλῳ τῷ ἐντός. τὸ γὰρ τρίγωνον ἴσον ἦν τῷ τε μηνίσκῳ καὶ τοῖς ὑπὸ τοῦ ἑξαγώνου ἀφαιρου- μένοις τμήμασι τοῦ ἐντὸς κύκλου. εἰ οὖν τὰ εἰρημένα εὐθύ- γραμμα δυνατὁν τετραγωνισθῆναι, καὶ τὸν κύκλον ἄρα μετὰ τοῦ μηνίσκου.’’ τὰ μὲν οὖν περὶ τοῦ Χίου Ἱπποκράτους μᾶλλον ἐπιτρεπτέον Εὐδήμῳ γινώσκειν ἐγγυτέρῳ τοῖς χρόνοις ὄντι καὶ Ἀριστοτέλους ἀκροατῇ. ὁ δὲ διὰ τῶν τμημάτων τειραγωνισμὸς τοῦ κύκλου, ὃν ὡς ψευδογραφοῦντα αἰτιᾶται ὁ Ἀριστοτέλης, ἢ τὸν διὰ τῶν μηνίσκων αἰνίττεται καλῶς γὰρ καὶ ὁ Ἀλέξανδρος ἐνεδοίασεν εἰπών “εἰ ὁ αὐτός ἐστι τῷ διὰ τῶν μηνίσκων”) ἢ οὐκ εἰς τὰς Ἱπποκράτους δείξεις ἀποβλέπει ἀλλά τινας ἄλλας, ὧν μίαν καὶ ὁ Ἀλέξανδρος παρέθετο, ἢ τὸν μετὰ τοῦ μηνίσκου τετραγωνισμὸν τοῦ κύκλου αἰτιᾶται τοῦ Ἱπποκράτους, ὃν τῷ ὄντι διὰ τῶν τμημάτων ἀπέδειξε τῶν τριῶν ἐν τῷ ἐλάττονι. τάχα γὰρ καὶ κυριώτερον αὕτη ἡ ἀπό- δειξις ῥηθείη ἡ διὰ τμημάτων ἤπερ ἡ διὰ τῶν μηνίσκων. τμῆμα γὰρ κύκλου καὶ ὁ Εὐκλείδης ἐν τῷ τρίτῳ τῶν ἑαυτοῦ Στοιχείων ὡρίσατο “τὸ περεχό- μένον σχῆμα ὑπό τε εὐθείας καὶ κύκλου πς̓ριφὀρο͂ίας’’. οἱ οὖν μηνίσκοι οὐδὲ κυρίως τμήματά εἰσι. καὶ εἴη ἄν ψευδογράφημα ἐν τούτῳ τὸ μετὰ τοῦ μηνίσκου τετραγωνίζειν τὸν κύκλον, ἀλλὰ μὴ καθ’ ἑαυτόν, ἐπεὶ πάντα τὰ ληφθέντα εἰς τὴν ἀπόδειξιν ἀπὸ γεωμετρικῶν ἀρχῶν ἐηπται. ἀλλ’ εἰ ὁ τοῦ μηνίσκου τετραγωνισμὸς καθολικὸς ὑπὸ τοῦ Ἱπποκράτους δοκεῖ παρα- δίδοσθαι πᾶς γὰρ μηνίσκος ἤτοι ἡμικυκλίου τὴν ἐκτὸς ἔχει περιφέρειαν ἢ μείζονος ἡμικυκλίου τμήματος ἢ ἐλάττονος), δυνατὸν φαίη ἄν τις ἐκ τοῦ ἴσου τετραγώνου τῷ τε μηνίσκῳ καὶ τῷ κύκλῳ, ἀφαιρεθέντος τετραγώνου ἴσου τῷ μηνίσκῳ, τὸ λοιπὸν εὐθύγραμμον τετραγωνίσαντα ἴσον τετράγωνον τῷ κύκλῳ ποιῆσαι μόνῳ. πῶς οὖν ἔτι ψευδογραφεῖσθαι δόξει ὁ τοὐ Ἱππο- κράτους τετραγωνισμός, εἰ μήπω εὑρῆσθαι ὑπὸ τοῦ Ἀριστοτέλους ἐνομίσθη λέγοντος ἐν Κατηγορίαις· “οἶον ὁ τοῦ κύκλου τετραγωνισμὸς εἰ ἔστιν ἐπι- στητός, ἐπιστήμη μὲν αὐτοῦ οὐκ ἔστι πω, τὸ δὲ ἐπιστητόν ἐστι’’, καίτοι τοῦ Χίου Ἱπποκράτους πρὸ Ἁριστοτέλους ὄντος, ὥστε καὶ τὸν Εὔδημον ἐν τοῖς παλαιοτέροις αὐτὸν ἀριθμεῖν. μήποτε οὖν οὐ καθόλου πᾶς μηνίσκος ὑπὸ τοῦ Ἱπποκράτους ἐτετραγωνίσθη. κἀν γὰρ ἡ ἐκτὸς τοῦ μηνίσκου περιφέ- ῥεῖα ὁρισθῇ, ἀλλ’ ἐκείνης κειμένης τὰς ἐντὸς τοῦ μηνίσκου περιφερείας ἀπείρους ἤτοι ἐπ’ ἄπειρον ἄλλην καὶ ἄλλην γράφειν δυνατὸν ἐπ’ ἄπειρον διαιρου- μένου τοῦ ἐπιπέδου, ὥστε τῆς ἐκτὸς τῆς αὐτῆς μενούσης τοὺς μὲν μείζονας τοὺς δὲ ἐλάττονας εἶναι τῶν μηνίσκων. αὐτὸς δὲ τὴν ἐντὸς περιφέρειαν ὡρισμένην ἔλαβεν· ὅμοιον γὰρ αὐτὴν τμῆμα ἀποτέμνουσαν τοῖς πρὸς τῇ ἐκτὸς περιφερείᾳ συνισταμένοις τμήμασιν ἔλαβεν· ᾧ τὰ μὲν τοῦ πρώτου θεωρήματος ἐπὶ τετραγωνικῆς ἦν πλευράς, τὰ δὲ ἐν τοῖς ἄλλοις ἐπὶ ἀο- ρίστων. ὥστε οὐ πᾶς ἐτετραγωνίσθη μηνίσκος, ἀλλ’ οἱ τὴν ἐντὸς περι- φέρειαν ὁμοίαν ἴσχοντες τοῖς πρὸς τῇ ἐκτὸς συνισταμένοις τμήμασι καὶ αὐτοῖς ὡρισμένοις πὼς οὖσιν. Ou μὴν ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς. Αἰτίας πλείονας ἀποδοὺς καθ’ ἃς οὐκ ἔστιν οἰκεῖος τῷ φυσικῷ ὁ πρὸς Παρμενίδην καὶ Μέλισσον λόγος, βουλόμενος δὲ ἀντειπεῖν, ὅτι μὴ διὰ κενῆς ποιεῖται τὴν ἀντιλογίαν πρῶτον παρεμυθήσατο. διχῶς δὲ στίξας ὁ Ἀλέξανδρος διττὴν ἐποιήσατο τὴν ἐξήγησιν. πρῶτον μὲν ἀκούσας ὅτι περὶ φύσεως μὲν λέγουσιν οὗτοι, οὐ φυσικὰ δὲ τὰ ὑπ’ αὐτῶν λεγόμενα. ὁ γὰρ ἀναιρῶν τι, εἰ καὶ μὴ χρῆται ἐκεί νψ, ἀλλ’ οὖν περὶ ἐκείνου τοὺς λόγους ποιεῖται. τῷ οὖν ὅλως περὶ φύσεως αὐτοῖς γεγονέναι τοὺς λόγους, εὔλογον ἄν εἴη λέγειν τι τὸν φυσικὸν πρὸς αὐτούς· καθόσον δὲ οὐ φυσικὰ λέγουσι, πρὸς ὀλίγον ἐνδιατρίψει τοῖς πρὸς αὐτοὺς λόγοις. καὶ ταύτῃ ἔοικεν ἀρέσκεσθαι τῆ στιγμῇ καὶ ὁ Πορφύριος οὕτως ἐπιτρέχων τὴν λέξιν· “οὐ μὴν ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν ὁ λόγος αὐτοῖς εἰ καὶ ἀναιροῦσιν ἀγνοοῦντες τὴν φύσιν, εἰ καὶ μὴ φυσικαὶ αὐτοῖς αἱ ἀπορίαι, δεῖ ἐπ’ ὀλίγον διαλεχθῆναι περὶ αὐτῶν”. καὶ ἔχει πολὺν λόγον ἡ ἐξήγησις, εἴπερ, ὡς καὶ πρότερον ἔφην, ὁ Μέλισσος καὶ τὴν ἐπιγραφὴν οὕτως ἐποιήσατο τοῦ συγγράμματος Περὶ φύσεως ἢ περὶ τοῦ ὄντος. “ ἔστι δέ, φησίν ὁ Ἀλέξανδρος. τὴν προειρημένην λέξιν καὶ οὕτως διαστέλλειν· οὐ μὴν ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὔ, εἶτα ἀπ’ ἄλλης ἀρχῆς, φυσικὰς δὲ ἀπορίας. ἔστι γάρ, φησί, καὶ ὁ τρόπος αὐτῷ τῆς ἑρμηνείας οὗτος συνήθης· ἐν γοῦν Σοφιστικοῖς ἐλέγχοις χρῆται αὐτῷ λέγων “ἔστι μὲν οὔ, φαίνεται δέ’’ καὶ πάλιν “οἱ δὲ τοῦτο ποιοῦσι μὲν οὔ, δοκοῦσι δέ’’. τὸ λεγόμενον, φησί, καταλλήλως ἂν ἔχοι· κυρίως γὰρ περί τινος λέγει ὁ διεξιὼν περὶ αὐτοῦ ὁποῖόν τί ἐστι· περὶ γοῦν ψυχῆς λέγειν οὐκ ἄν λέγοιτο ὁ ψυχὴν ἀναιρῶν. περὶ ψυχῆς μέντοι ἀπορεῖν δόξειεν ἂν ὁ πρὸς τὸ εἶναι ψυχὴν ἀπορῶν. οὕτως καὶ τὰ ἀπορούμενα πρὸς τὴν φύσιν φυσικὰς ἄν λέγοι τις ἀπορίας, οὐ μὴν περὶ φύσεως γε λέγειν τὸν τοιοῦτον φήσαιεν ἄν τις τὸν ἀναιροῦντα τὴν φύσιν. καὶ ἀκόλουθον δὲ τοῖς προειρημένοις, φησί, τὸ οὕτως διαστέλ- λεσθαι· εἴρηκε γάρ “τὸ μὲν οὖν εἰ ἓν καὶ ἀκίνητον τὸ ὂν σκοπεῖν οὐ περὶ φύσεως ἐστι σκοπεῖν.’’ ᾧ συνᾴδει τὸ ἀλλ’ ἐπεὶ περὶ φύ- σεως μὲν οὔ’’. ταύτῃ καλῶς εἰρημένῃ τῇ ἐξηγήσει συνᾴδει καὶ ἡ τοῦ Θεμιστίου παράφρασις. ἐπάγει δὲ τούτοις ὁ Ἁλἐξανδρος ὅτι ‘‘οὐδὲ εἰρήκασί τι περὶ φύσεως ἐκεῖνοι· οὐ γὰρ προθέμενοι περὶ φύσεως εἰπεῖν ἔπειτα ἀναι- ροῦσι τὴν φύσιν, ἀλλ’ ἠκολούθησεν αὐτοῖς ἐξ ὧν ἔλεγον τὸ τὴν φύσιν ἀναιρεῖν· ὁ μέντοι περὶ κινήσεως λόγος καὶ περὶ ἀπείρου καὶ κενοῦ, οἷς χρῶνται, φυσικὰς ἀπορίας ἔχει”. καὶ τοῦτο μὲν καλῶς εἴρηται. πῶς δὲ ἐνταῦθα λέγει ὁ Ἀλέξανδρος μηδὲ περὶ φύσεως εἰπεῖν ἐκείνους, καίτοι πρό- τερον αὐτῇ λέξει λέγων ὅτι “κατὰ τὴν τῶν πολλῶν δόξαν καὶ τὰ φαινό- μενα φυσιολογῶν ὁ Παρμενίδης, οὔτε ἓν λέγων ἔτι εἶναι τὸ ὂν οὔτε ἀγέ- νητον, ἀρχὰς τῶν γινομένων ὑπέθετο πῦρ καὶ γῆν”; καὶ Μέλισσος δέ, εἰ καὶ μὴ περὶ τῆς κυρίως φύσεως, < ἀλλὰ φυσικὰς ἀπορίας εἶπε τὸ σύγγραμμα ἐπιγράψας Περὶ φύσεως> ἢ περὶ τοῦ ὄντος. εἰπὼν δὲ τὴν αἰτίαν δι’ ἣν χρὴ βραχέα πρὸς αὐτοὺς διαλεχθῆναι, κἄν οἱ πρότερον εἰρημένοι λόγοι τὴν ἀντιλο- γίαν ἐκώλυον, καὶ ταύτην πάλιν τὴν αἰτίαν εἰς ἄλλην τελικωτέραν ἀνήγαγεν. δεῖ μὲν γὰρ ὅλως ἀντειπεῖν πρὸς αὐτούς, ἐπειδὴ περὶ φύσεως ἢ ὅτι φυ- σικὰς ἀπορίας λέγουσι· πρὸς δὲ τὰ τοιαῦτα δεῖ ἀντειπεῖν, ἐπειδὴ ἔχει τινὰ φιλοσοφίαν ἡ σκέψις. ἡ γὰρ περὶ τοῦ ὄντος ὅλως ζήτησις καὶ ἡ περὶ φύσεως ἢ τῶν φυσικῶν ἀποριῶν οὐδενὸς ἄλλου ἐστὶν ἢ φιλοσόφου. p. Ἀρχὴ Ἀρχὴ δὲ οἰκειοτάτη πασῶν, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ὄν. Ὁ πρός τινα δόξαν ἀντιλέγων διχῶς ἐπιχειρεῖ· ἢ γὰρ τοὺς κατασκευά- ζοντας αὐτὴν λόγους ἀνατρέπει, ἢ καθολικὴν αὐτῆς ποιεῖται τὴν ἀναίρεσιν. ἀλλ’ ὁ μὲν τοὺς κατασκευάζοντας λόγους μόνους ἀναιρῶν οὔπω τὸ δόγμα ἀνῄρηκε· τί γὰρ εἰ καὶ ἄλλοι τινές εἰσιν αὐτοῦ κατασκευαστικοὶ λόγοι τῶν ἀνῃρημένων ἐρρωμενέστεροι; οἱ δὲ μὴ πρὸς τοὺς κατασκευάζοντας λόγους, ἀλλὰ πρὸς αὐτὸ τὸ δόγμα ἐνιστάμενοι καὶ καθολικὴν αὐτοῦ ποιούμενοι τὴν ἀναίρεσιν, τὸ μὲν δόγμα ἀναιροῦσι βεβαίως, ἀπορίας δὲ καταλιμπάνουσιν, ἄν μὴ καὶ τοὺς λόγους αὐτοὺς τοὺς κατασκευάζοντας ἀνατρέψωσι. διὸ τὸν Παρμενίδου καὶ Μελίσσου λόγον ἐλέγχειν ὁ Ἀριστοτέλης προθέμενος πρῶιον μὲν καθολικὴν ποιεῖται πρὸς αὐτὸν ἔνστασιν, τὸ μὴ ἓν εἶναι τὸ ὂν εἴ τις κατὰ τὸ πρόχειρον ἀκούοι, ἐκ διαιρέσεως ἀνασχευάζων, εἶτα καὶ τοὺς λόγους αὐτῶν ἀνατρέπων, εἴ τις αὐτοὺς ὡς κατασκευαστικοὺς τοιούτου ἑνὸς ὄντος ἀποδέχοιτο. γίνεται δὲ διαλεκτικὴ αὐτῷ ἡ ἐπιχείρησις ἀπὸ τῆς τῶν ὄντων διαιρέσεως ὁρμηθεῖσα· τῇ γὰρ διαλεκτικῇ χρωμένους ἔστι τὰς τῶν ἐπιστη- μῶν ἀρχὰς κατασκευάζειν. καὶ ἔστιν ἡ ὅλη τοῦ λόγου μεταχείρισις τοιαύτη· ἐπειδὴ ἓν λέγουσι τὸ ὄν, ἑκάτερον δὲ τούτων τό τε ὃν καὶ τὸ ἓν πολλαχῶς λέγεται, ἰδίᾳ I διαιρετέον αὐτά. ἐπεὶ οὖν τὸ ὂν δεκαχῶς δέδεικται λεγό- μενον ἢ ὡς οὐσία ἢ ὡς ποιὸν ἢ ὡς ποσὸν ἢ ὡς ἄλλη τις τῶν δέκα κα- τηγοριῶν, οἱ λέγοντες ἓν εἶναι τὸ ὄν, πότερον ὀνόματι μόνον ἓν λέγουσι, πράγματι δὲ πολλά, ὥστε οὐσίαν λέγεσθαι τὰ πάντα δέκα ὄντα τοῖς πράγμασιν ἢ πλείονά τινα ἐξ αὐτῶν προσκείσθω γὰρ καὶ τοῦτο τῇ διαιρέσει) ἢ καὶ τῷ πράγματι ὅν ἐστιν, οἷον οὐσία ἢ ποιὸν ἢ ποσόν, ὡς εἶναι μίαν οὐσίαν τῷ ἀριθμῷ τὰ πάντα; εἰ γὰρ γένει ἡ εἴδει λέγοιεν, δῆλον ὅτι πολλὰ τῶ ἀριθμῶ ἔσται. εἰ οὖν μίαν οὕτως λέγουσιν οἷον ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα ἢ ψυχὴν μίν, ἢ ποιόν, οὐ τὸ γένος πολλὰ γὰρ ἄν πάλιν εὐθύς), ἀλλ’ ἓν τοῦτο οἷον λευκὸν ἢ θερμὸν ἢ τῶν ἄλλων τι τῶν τοιούτων. οὗτοι γὰρ πάντες οἱ τῶν ἐκδοχῶν τρόποι καὶ διαφέ- ρουσιν ἀλλήλων πολὺ καὶ εἰσὶ πάντες ἀδύνατοι. εἰ μὲν γὰρ τὸ λεγό- μενον ὂν ὀνόματι μόνον ἓν ὑπάρχον, τῷ πράγματι δὲ καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν ἐστι καὶ πάντα τὰ γένη ἤ τινα ἐξ αὐτῶν, εἴτε κεχωρισμένα ἀλ- λήλων εἴτε σὺν ἀλλήλοις ὑπάρχοντα, πολλὰ τὰ ὄντα ἔσται. εἰ δὲ ὅν τι γένος τῶν δέκα τὰ πάντα ἐστίν, οἷον οὐσία ἢ ποιὸν ἢ ποσόν, καὶ διὰ τοῦτο ἐν, ὅτι εἰς ἓν τῶν δέκα γενῶν ὑπέσταλται τὰ πάντα, εἴτε οὔσης τῆς οὐσίας εἴτε μὴ οὔσης, ἄτοπόν τι ἀκολουθήσει. εἰ μὲν γάρ, ὡς πέ- φυκε προϋποκειμένης οὐσίας, τούτων τι περὶ ἐκείνην τυγχάνει, πάλιν οὐχ ἓν τὸ ὄν, ἀλλὰ καὶ οὐσία καὶ ποιὸν ἢ ὅπερ ἂν θῶνται εἶναι τῶν δέκα τὸ ὄν· εἰ δὲ μὴ οὔσης οὐσίας, καὶ τοῦτο ἀδύνατον· οὐδὲν γὰρ τῶν ἄλλων γε- νῶν χωρὶς τῆς οὐσίας ὑφίστασθαι δύναται, διότι ὑπόκειται τοῖς ἄλλοις γέ- νεσιν ἡ οὐσία καὶ ἐν αὐτῇ τὸ εἶναι ἔχει ἐκεῖνα· προσκείσθω γὰρ καὶ οὕτως. κατὰ μέντοι Μέλισσον καὶ Παρμενίδην, κἄν τε ποιὸν ὑποτεθείη τὸ ὂν κἄν τε οὐσία κοινὸς γὰρ ἔσται καὶ ἐπὶ ταύτης ὁ λόγος), ἐπειδὴ ὁ μὲν ἄπειρόν φησι τὸ ὄν, ὁ δὲ πεπερασμένον, εὐθὺς καὶ τὸ ποσὸν εἰσαχθήσεται. τὸ γὰρ ἄπειρον καὶ τὸ πεπερασμένον ἐν τῷ ποσῷ, καὶ οὔτε οὐσίαν οὔτε ποιό- τητᾷ ἢ πάθος ἐνδέχεται ἄπειρα εἶναι ἢ πεπερασμένα εἰ μὴ κατὰ συμβεβηκός, εἰ ἅμα καὶ ποσὰ εἴη. ὁ γὰρ τοῦ ἀπείρου καὶ πε- περασμένου λόγος τῷ ποσῷ προσχρῆται, ἀλλ’ οὐκ οὐσίᾳ οὐδὲ ποιῷ. ἀλλ’ ἐγὼ μὲν τῷ Πορφυρίῳ τὸ πλέον κατακολουθῶν οὕτως τήν τε διαίρεσιν τοῦ Ἀριστοτέλους ἐποιησάμην καὶ τὴν καθ’ ἕκαστον τμῆμα τῆς διαιρέσεως ἔνστασιν. ὁ μέντοι ἐπιμελέστατος Ἀλέξανδρος συνῆψε τὴν κατὰ τὸ ὂν καὶ τὴν κατὰ τὸ ἓν διαίρεσιν οὕτως “οἱ ἓν λέγοντες τὸ ὄν, ἤτοι διὰ 25 τὸ ὄνομα λέγουσιν, ὅτι κατὰ πάντων τῶν ὄντων τὸ ἓν ὄνομα κατηγορεῖται, ἢ τῷ πράγματι. καὶ εἰ μὲν τῷ ὀνόματι, ἐπεὶ τὸ 003E; ὄνομα πολλαχῶς τὸ γὰρ ὂν δεκαχῶς λέγεται), ἔσται πολλὰ τὰ ὄντα κατὰ τὴν ὑπόστασιν καὶ τὰ πράγματα. εἰ δὲ τῷ πράγματι ἓν λέγουσιν, ἤτοι τῷ γένει ἡ τῷ εἴδει < 'ἢ τῷ ἀριθμῷ>. ἀλλ’ εἰ μὲν τῷ γένει ἢ τῷ εἴδει, πολλὰ τὰ ὄντα γὰρ τούτων κατὰ πολλῶν), εἰ δὲ τῷ ἀριθμῷ, ἐπεὶ τὸ ἓν τῷ ἀριθμῷ τρι- χῶς, διελεῖ ἢ ὡς τὸ συνεχὲς ἢ ὡς τὸ ἀδιαίρετον ἢ ὡς ὧν ὁλόγος ὁ αὐτός, καίτοι τοῦ Ἀριστοτέλους μετὰ τὴν τοῦ ὄντος ὅλην διαίρεσιν τὴν τοῦ ἑνὸς ἐπαγαγόντος, ἐν οἷς φησιν ἔτι ἐπεὶ καὶ αὐτὸ τὸ ἓν πολλαχῶς λέγεται ὥσπερ καὶ τὸ ὄν, καὶ μηδὲ ἀξιώσαντος τὸ γένει ἢ εἴδει ἓν λαβεῖν ὡς ἐναργῶς τὸ πλῆθος εἰσάγοντα, ἀλλ’ ἐπὶ τοῦ ἀριθμῷ ἑνὸς ποιη- σαμένου τὴν πρὸς τὸ ὂν ἀπάντησιν. ἔλαθε δὲ τοῦτο τὸν Ἀλέξανδρον οὐ- κέτι οἰκείως τῇ ἑαυτοῦ διαιρέσει τὰ τοῦ Ἀριστοτέλους ἐκδεξάμενον. πυ- θέσθαι γὰρ αὐτὸν ἐξ ἀρχῆς οἴεται, πῶς λέγουσιν ἓν τὸ ὄν, πότερον κατὰ τὸ γένος, ὡς λέγειν οὐσίαν πάντα ἢ ποσὰ πάντα ἢ ποιὰ πάντα ἤ τι ἄλλο τῶν δέκα γενῶν· καὶ εἰ οὕτως, πάλιν πῶς ἕκαστον τούτων; οἷον εἰ μίαν λέγοιεν οὐσίαν, πῶς λέγουσιν ὡς ἄνθρωπον ἕνα λέγειν τὴν οὐσίαν ἢ ἵππον ἕνα ἢ ψυχὴν μίαν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ποιοῦ καὶ ἐπὶ τῶν ἄλλων, ἐπι- δεικνύμενος ἅμα διὰ τῆς τοιαύτης ἐρωτήσεως τὸ καθ’ ἕκαστον γένος πλῆθος καὶ τὴν ἀτοπίαν τοῦ ὑπ’ αὐτῶν εἰρημένου λόγου’. ταῦτα ὁ Ἀλέξανδρος εἰπών, εἰ μὲν ἐπ’ αὐτῶν ἔμεινε, τάχα ἂν παρέσχεν ὑπονοεῖν ὡς τὸ πό- τερον κατὰ τὸ γένος ὡς λέγειν οὐσίαν πάντα’ οὐχὶ περὶ τῆς γένει ἓν λεγούσης ὑποθέσεως ἐξεδέξατο, ἀλλ’ ἐξηγησάμενος αὐτὸς καλῶς τὸ εἰ μὲν γὰρ ἔσται καὶ οὐσία καὶ ποσὸν καὶ ποιόν, ἐπάγει “οὐ δοκεῖ δὲ κα- ταλλήλως τοῦτο ἐπενηνοχέναι τοῖς προειρημένοις. προειπὼν γὰρ ὡς ἐρω- τῶν ‘πῶς λέγουσιν οἱ ἓν λέγοντες τὸ ὄν, πότερον ὡς οὐσίαν ἢ ὡς ποιότητα ἡ ἄλλὀ τι τῶν δέκα γενῶν, ἢ ὡς ἕν τι τῶν ὑπό τι τούτων τῶν γενῶν, ὡς μίαν ἀριθμῷ οὐσίαν ἡ ἓν ποσὸν ἢ ἓν ποιόν’, παρεὶς τὸ καθ’ ἑκάτερον ἐκείνων ἄτοπον δεῖξαι ἄλλο τι λαμβάνει, ὃ οὔτε ἤρετο οὔτε ἦν πιθανὸν λέγειν τοὺς λέγοντας ἓν τὸ ὄν· ἀλλ’ ἔμελλε, φησί, τὸ κατὰ τὴν ἐρώτησιν αὐτῷ διαιρετικὸν τέλειον ἔσεσθαι· ἓν γὰρ ἢ τῷ ὀνόματι ἣ τῷ σημαινομένῳ; οὐκ ἐπιφέρει οὖν, φησίν, ὡς προηρωτημένῳ τούτῳ τὰ ἄτοπα, ἀλλ᾿ εἰς πίστωσιν τοῦ δεῖν πάντως τι τούτων λέγειν αὐτους’’. κάλως ’δε ὁ Πορ- φύριος τὴν ἐξ ἀρχῆς ἐρώτησιν τὴν λέγουσαν, πότερον οὐσίαν τἂ πιάντα ἢ ποσὰ τὰ πάντα, τοῦτο ἐνδείκνυσθαί φησιν, πότερον ὄνομα ἕν εἶναι φησι πολλῶν ὄντων πραγμάτων τῶν πάντων, ἢ καὶ πρᾶγμα ἐν τι λέγουσιν εἶναι πάντα καὶ δηλονότι ἄτομον, οἷον ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα· γένος γὰρ ἢ εἶδος λέγοντες, ἐπειδὴ κατὰ πολλῶν ἕκαστον τούτων λέγεται, καὶ τὸ πλῆθος τῶν ὄντων ὁμολογήσουσιν. εἰ γὰρ μὴ οὕτως ἠρώτα, τίς ἦν χρεί,α προ- λαβεῖν ὅτι πολλαχῶς λέγεται τὸ ὄν. εἰ δὲ τοῖς οὕτως ὑποτιθεμένοις ἐναργές τὸ ἄτοπον ἦν, πολλῶν εὐθὺς πραγμάτων τιθεμένων ὑφ’ | ἓν ὄνομα, οὐ χρὴ θαυμάζειν, εἰ καὶ τὸ ἐναργῶς ἄτοπον ὑπέθετο διὰ τὸ τῆς διαιρέσεως τέλειον· διατί δὲ ἀντέλεγε μὲν πρὸς αὐτό, ἐρωτῆσαι δὲ αὐτὸ οὐκ ἠνέσχετο; ὅλως δὲ ἡ ὅλη θέσις τῶν ἓν τὸ ὂν λεγόντων εἴτις οὕτως ἐπιπολαίως αὐτὴν ἐκ- δέχοιτο, παράδοξός ἐστι καὶ ἀπεμφαίνουσα, καὶ ὅμως φειδοῖ τῶν ἀπλου- στέρων ἀντιλογίας ἠξίωται παρὰ τοῦ Ἀριστοτέλους. ὁ μέντοι Εὔδημος συν- τομώτερον οὕτως ἐπιχειρεῖ τῷ λόγῳ· “ἐπειδὴ γάρ, φησί, πολλαχῶς τὸ ὂν λέγεται καὶ γὰρ οὐσίαν καὶ ποιὸν καὶ ποσὸν καὶ τὰ λοιπὰ τῶν κατὰ τὰς διαιρέσεις εἶναί φαμεν), παρὰ ποῖον ἄρα τούτων οὐκ ἔσται τι ἄλλο; τουτέστι τίνος ὄντος δυνατὸν τὰ ἄλλα μὴ εἶναι. “καὶ δηλονότι, φησί, παρὰ τὴν οὐσίαν μάλιστα ἂν εἴποι τις. τὰ μὲν γὰρ ἄλλα ἔν τινι φαίνεται ἀεί, ὥστε ἐκείνων ὄντων ἔσται καὶ τὸ ἐν ὧ· οὐσίας δὲ μὴ οὔσης οὐθὲν δοκεῖ ὑποκεῖσθαι. εἰ δὲ ὑπόκειται μὲν μηδέν, ζῷα δὲ ἔσται, ἆρα τὸ βαδίζειν οὐκ ἔσται οὐδὲ τὸ πράσσειν καὶ κινεῖσθαι οὐδὲ καλὸν οὐδὲ ἄλλο τῶν τοιούτων οὐθέν., πῶς οὖν οὐκ ἄτοπον; τὸ δὲ δὴ ποσὸν οὐκ ἐνδέχεται μὴ ποιεῖν αὐτοῖς τῶν ὄντων· οὔτε γὰρ ἄπειρον οὔτε πεπερασμένον ἀποφαίνουσι τὸ ὄν, εἴπερ ἐστὶ ταῦτα ποσότητος πάθη.” ἀλλ’ ἐπειδὴ καὶ τὰ τοῦ Εὐδήμου προσι- στόρηται, τὰ κατὰ τὴν λέξιν ἐπιστάσεως ἄξια προσθετέον. τὸ μὲν οὖν πρὸ πάντων τὰ σημαινόμενα τοῦ ὄντος, ὅπερ νῦν εἰς ζήτησιν πρόκειται, δια- στείλασθαι καὶ τὸ οἰκεῖον παράγγελμα φυλάττοντός ἐστι τὸ δεῖν πρῶτον ἐπὶ παντὸς προβλήματος τί σημαίνει τοὔνομα διορίζεσθαι καὶ τί ἐστιν ἕκαστον μανθάνειν. ἀκολουθεῖ δὲ καὶ τῷ Πλάτωνι λέγοντι ἐν Φαιδρῷ· “περὶ παντός, ὦ παῖ, μία ἀρχὴ εἰδέναι περὶ οὗ ἂν ᾖ ἡ βουλή, ἢ παντὸς ἁμαρτάνειν ἀνάγκη’’. ὁ γὰρ ἀγνοῶν αὐτὸ οὐδ’ ἄν ἐνστῆναι πρὸς αὐτὸ δύναιτο. τὸ δὲ ἐπεὶ πολλαχῶς λέγεται τὸ ὄν οὐκ ἐρωτῶντός ἐστιν, ἀλλ’ ἐκ τῆς ἐναργείας λαμβάνοντος καὶ τῇ ἐν Κατηγορίαις διαιρέσει θαρ- ροῦντος καὶ ζητοῦντος λοιπόν, εἰ πολλαχῶς λεγομένου τοῦ ὄντος δυνατὸν καθ’ ὅντινα οὖν τρόπον ἀληθεύειν ἐκείνους τοὺς ἓν τὸ ὂν λέγοντας. καλῶς δὲ ἄτοπον εἰπὼν τὸ πάντα ποιὸν ἢ ποσὸν εἶναι ἐπήγαγεν εἰ δεῖ ἄτοπον λέγειν τὸ ἀδύνατον. καὶ γὰρ ἄτοπον μὲν καὶ τὸ ἁπλῶς ψεῦδος, ἐπίτασις δὲ τοῦ ψεύδους τὸ ἀδύνατον· καὶ γὰρ τὸ μὲν ἄτοπον τῷ εὐλόγῳ ἀντίκειται σημαῖνον ἤτοι τὸ παράδοξον, ὃ μὴ τοπάσαι ἄν τις, ἢ τὸ χώραν μὴ ἔχον· τὸ δὲ ἀδύνατον τῷ ἀναγκαίῳ ἀντίκειται. πῶς οὖν τοῦτο ἀδύνατον; ὅτι οὔσης μὲν οὐσίας ἤτοι ταὐτὸν ἔσται οὐσία καὶ ποιὸν ἢ ἅμα ὅν τε καὶ οὐχ ἓν τὸ ὄν· μὴ οὔσης δέ, ἐπειδὴ μὴ ἔστι τῆς οὐσίας χωριστὸν τὸ ποιόν, οὐδ’ ἄν αὐτὸ εἴη. ὡς οὖν τοῦ εὐλόγου τὸ ἀναγκαῖον ἐπίτασίς ἐστιν, οὕτως καὶ τοῦ ἀτόπου τὸ ἀδύνατον. πρῶτον δὲ εἶπε τὰ ἑπόμενα ἄτοπα τοῖς ποιὸν εἶναι λέγουσι τὰ πάντα ἤ τι τῶν ἄλλων γενῶν, εἴτε οὔσης οὐσίας εἴτε μὴ οὔσης. καὶ γὰρ οὔσης μὲν ἔσται καὶ αὐτὴ καὶ τὸ ἄλλο γένος, μὴ οὔσης δὲ χωρὶς οὐσίας ἔσται τὰ συμβεβηκότα. ὅτι δὲ γέ- γονέ τις ὑπόνοια ἄλλο τι γένος παρὰ τὴν οὐσίαν εἶναι τὸ ὄν, πιστοῦται ἐκ τοῦ Μέλισσον ἄπειρον λέγειν τὸ ὄν, ὅπερ τοῦ ποσοῦ ἐστιν ἴδιον. καὶ τοὺς ἄλλο τι παρὰ τὸ ποσὸν λέγοντας τὸ ὂν εὐθύνει ὡς οὐ συμφωνοῦντας Παρ- μενίδῃ καὶ Μελίσσω, τῷ μὲν πεπερασμένον, τῷ δὲ ἄπειρον ὑποθεμένῳ τὸ ὄν. καὶ οὕτως τοὺς τὴν οὐσίαν ὑποτιθεμένους τὸ ὂν ἐλέγχει τῷ αὐτῷ ἐπι- χειρήματι, ᾧ καὶ τοὺς ποιὸν ἤ τι ἄλλο παρὰ τὸ ποσόν, τῷ μηκέτι δύνασθαι ἄπειρον λέγειν. δῆλον δὲ ὅτι οὐδὲ πεπερασμένον, ὅπερ ἴσως ὡς σαφὲς πα- ρῆκε νῦν· μετ’ ὀλίγα δὲ καὶ τοῦτο προσέθηκεν. ἐπάξει δὲ καὶ ἄλλα ἄτοπα τοῖς ἓν τὸ ὂν ὡς οὐσίαν λέγουσιν, ὅταν τὸ ὅπερ ὂν πρόθηται σκοπεῖν· τῷ δὲ καθ’ ὑποκειμένου χρῆται νῦν οὐ < τῷ> τὸ καθόλου σημαίνοντι, ἀλλ’ ἀντὶ τοῦ ἐν ὑποκειμένῳ· εἴωθε γὰρ τὰ μὴ καθ’ αὑτὰ ὄντα ἀλλ’ ἑτέρου πρὸς τὸ εἶναι δεόμενα καθ’ ὑποκειμένου λέγειν, ὡς λεγόμενα κατὰ τῶν ὑποκει- μένων. οὐ γὰρ τὰ ὑποκείμενα κατὰ τῶν συμβεβηκότων κατηγορεῖται, ἀλλὰ τὰ συμβεβηκότα κατὰ τῶν ὑποκειμένων. “λέγεται οὖν, φησὶν ὁ Ἀλέξανδρος, καθ’ ὑποκειμένου πάντα οἷς πρὸς τὸ εἶναι ὑποκειμένου τινὸς δεῖ. τοιαῦτα γὰρ καὶ τὰ κυρίως καθ’ ὑποκειμένου φησίν, ἐπειδὴ οὐδὲν οἶδε καθόλου χωριστόν. ἀλλὰ πῶς τὸ ἄπειρον ἐν τῷ ποσῷ φησιν εἶναι; ἢ ὡς ἐν γένει τῷ ποσῷ· τοῦ γὰρ ποσοῦ τὸ μὲν ἄπειρον, τὸ δὲ πεπερασμένον· ἢ ὅτι τὸ ἄπειρον μόνου τοῦ ποσοῦ καθ’ αὑτὸ κατηγορεῖται, τῶν δὲ ἄλλων γενῶν οὐδενός. καθ’ αὑτὰ γὰρ κατηγορεῖται ὅσα τε ἐν τῷ ὁριστικῷ λόγῳ τινὸς παραλαμβάνεται, ὡς ἀνθρώπου καθ’ αὑτὸ κατηγορεῖται τὸ ζῷον, καὶ τὰ ἐν τῷ ὁριστικῷ λόγῳ τῶν ὑπαρχόντων αὐτοῖς παραλαμβανόμενα, ὡς τὸ ἄρτιον τῷ ἀριθμῷ καθ’ αὑτὸ ὑπάρχει, ἐπεὶ ἐν τῷ τοῦ ἀρτίου λόγῳ ὁ ἀριθμὸς παραλαμβάνεται. ὁριζόμενοι γὰρ τὸ ἄρτιον λέγομεν ἀριθμὸς εἰς ἴσα διαιρούμενος. καὶ δέδεικται ταῦτα ἐν τοῖς Υστέρις ἀναλυτικοῖς. εἰ δέ τις τὸ ἄρτιον ὡς εἶδος τοῦ ἀριθμοῦ λαμβάνων οὐκ ἀξιοῖ συμβεβηκὸς αὐτοῦ εἶναι, τὴν ῥῖνα λαμβανέτω καὶ τὴν σιμότητα εἰς παράδειγμα. ἐν γὰρ τῷ τῆς σιμότητος ὁρισμῷ παραλαμβάνεται ἡ ῥίς, ὅταν λέγωμεν σιμότητα εἶναι κοιλότητα ἐν ῥινί. καὶ τὸ ἄπειρον δὲ τοῦ ποσοῦ κατηγορεῖται καθ’ αὑτό, διότι ἐν τῷ τοῦ ἀπείρου λόγῳ τὸ ποσὸν παραλαμβάνεται. διττὸν δὲ τὸ ἄπειρον ὥσπερ καὶ τὸ λευκόν· καὶ τὸ μὲν ἄπειρον τὸ σημαῖνον τὴν ἀπειρίαν πάθος ἐστὶ ποσότητος, τὸ δὲ ἄπειρον τὸ πεπονθὸς τὴν ἀπειρίαν ποσόν ἐστιν ἀδιεξί- τητον. πανταχόθεν οὖν προσχρῆται τῷ ὁρισμῷ τοῦ ποσοῦ τὸ ἄπειρον. καθ’ αὑτὸ ἄρα αὐτῷ ὑπάρχει, ὥστε καὶ μόνῳ· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ πλείοσιν ἀνομογενέσι καθ’ αὑτὸ ὑπάρχειν. διὸ ὡς αὐτός φησιν ὁ τοῦ ἀπείρου λόγος τῷ ποσῷ προσχρῆται, ἀλλ’ οὐκ οὐσίᾳ οὐδὲ τῷ ποιῷ. εἰ δέ τις οὐσίαν λέγων τὸ ὂν ἄπειρον λέγοι, κατὰ συμβεβηκὸς ἂν ὑπάρχοι τῇ οὐσίᾳ τὸ ἄπειρον. οὐ γὰρ καθὸ οὐσία, ἀλλὰ καθὸ ποσόν· ὥστε οὐκ ἔστιν ἓν τὸ ὄν, εἴπερ ποσὸν καὶ οὐσία. ἀλλὰ πῶς καθολικὴν νῦν ποιούμενος τὴν ἀπάντησιν, ὕστερον δὲ μέλλων πρὸς τοὺς περὶ Μέλισσον ἀντερεῖν, ὅταν λέγῃ “καὶ ἐξ ὧν ἐπιδεικνύουσι λύειν οὐ χαλεπόν’’, νῦν ὅμως τὴν Μελίσσου δόξαν ἀτοπίᾳ περιβάλλειν δοκεῖ; ἢ νῦν οὐ προηγουμένως αὐ- τῆς ἐμνήσθη, ἀλλ’ ὑποθέμενος ποσόν τι ἢ ποιὸν λέγειν τὸ ὅν, ἵνα μὴ τὸ μηδενὶ δοκοῦν ὑποτιθέμενος φαίνηται, τὸν Μελίσσου λόγον παρήγαγε. μήποτε δὲ ἡ μὲν ἐπιχείρησις αὐτῷ καθολικὴ γέγονεν· ἀνάγκη γὰρ τὸ ὂν ἢ πεπερασμένον ἡ ἄπειρον ὑποτίθεσθαι, ἑκατέρως δὲ ποσὸν ἀνάγκη λέγειν τὸ ὄν, μάρτυρα δὲ τῆς ὑποθέσεως παραφέρει τὸν Μέλισσον• ἐφεξῆς δὲ καὶ τὸν Παρμενίδην συντάττει. ἔν τισι δὲ τῶν ἀντιγράφων οὕτως γέγραπται Μέλισσος δὲ τὸ ἓν ἄπειρον εἶναί φησι· ποσὸν ἄρα τι τὸ ὅν. καὶ εἴη ἄν τὸ ἓν τὸ παρ’ αὐτοῖς λέγων, ὅπερ ἦν τὸ ὄν. Ἐπειδὴ δὲ ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος καὶ δι’ οἰκείων ἐπιχειρημάτων ἀντιλέγειν ἀξιοῖ τοῖς ἓν τὸ ὂν λέγουσι, φέρε συντόμως ἴδωμεν, πῇ καὶ αὐτὸς εὖ λέγειν δοκεῖ καὶ ἡ παλαιὰ φιλοσοφία μένει ἀνέλεγκτος. “πρὸς γὰρ τοὺς λέγοντας, φησί, μὴ εἶναι τὰ ἄλλα τὰ ἐν γενέσει καὶ x003E ὡς ποτὲ μὲν ὄνια ποτὲ δὲ μὴ ὄντα, μόνην δὲ εἶναι τὴν ἀίδιον οὐσίαν διὰ τὸ μηδαμῶς τοῦ μὴ εἶναι μετέχειν, πρῶτον ἀπὸ τῆς ἐναργείας καὶ τῆς κοινῆς ἐννοίας καὶ χρήσεως ῥητέον. πᾶσι γὰρ ὄντα τε εἶναι δοκεῖ καὶ οὕτως φρονοῦσί τε καὶ λέγουσιν. ἔπειτα, εἰ διότι γίνεται καὶ φθείρεται οὔ φασιν αὐτὰ εἶναι, ἐπειδὴ καὶ τὸ γινόμενον ὄν τι γίνεται καὶ τὸ φθειρόμενον ἐξ ὄντος φθείρεται, εἴη ἄν καὶ τὸ γινόμενον καὶ τὸ φθειρόμενον τῶν ὄντων. οὐ γὰρ εἰ μὴ ὁμοίως ἐστὶ τοῖς ἀιδίοις, διὰ τοῦτο οὐκ ἔστι. καὶ εἰ διὰ τοῦτο μὴ ἔστι, φησίν, ὅτι φθείρεται, ὅτε μὴ φθείρεται καὶ καθ’ ὃ μὴ φθείρεται, κατὰ τοῦτο ἄν εἴη καὶ τότε.’’ πρὸς δὴ ταῦτα καὶ τὰ τοιαῦτα κοινὸς λεγέσθω ὁ λόγος, ὅτι ὥσπερ λευκὸν λέγομεν καὶ τὸ ὁπωσοῦν λευ- κότητι παρακεχρωσμἐνον, κἀν πλείονι τῷ ἐναντίῳ συναναπέφυρται, λευκὸν δὲ καὶ τὸ ἀμιγὲς τοῦ ἐναντίου, καὶ καλὸν ὁμοίως, καὶ κυρίως μὲν τούτων ἕκαστον λέγεται τὸ εἱλικρινῶς τοιοῦτον, ὁλοσχερῶς δὲ καὶ καταχρηστικῶς τὸ τῷ ἐναντίῳ συμμεμιγμένον, οὕτως καὶ τὸ ὂν κυρίως μὲν ἄν λέγοιτο τὸ κατὰ πάντα ὂν ὁμοῦ πᾶν. τὸ δὲ γινόμενον καὶ φθειρόμενον πρὸ μὲν τοῦ γενέσθαι οὔπω ἔστι, μετὰ δὲ τὸ φθαρῆναι οὐκέτι ἔστιν· καὶ ὅτε δὲ εἶναι δοκεῖ τοῦτο, ἐπειδὴ ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἔχει μηδέποτε ἱέν ταὐτῷ μένον’, οὐδὲ τότε ὂν ἄν λέγοιτο κυρίως, ἀλλὰ γινόμενον καὶ φθειρόμενον διὰ τὴν συνεχῆ ῥοὴν τὴν πάντα ἐναλλάσσουσαν• ἣν ὁ Ἡράκλειτος ᾐνίξατο διὰ τοῦ ἱείς τὸν αὐτὸν ποταμὸν δὶς μὴ ἄν ἐμβὴναι’ τῇ ἐνδελεχεῖ τοῦ ποταμοῦ ῥοῇ τὴν γένεσιν ἀπεικάζων πλέον τὸ μὴ ὂν ἔχουσαν τοῦ ὄντος· τὸ γὰρ ὄν, ὥς φησιν ὁ Παρμενίδης, ἄλλα ἔχει σημεῖα. κάλλιον δὲ αὐτῶν ἀκούειν τῶν περὶ τοῦ κυρίως ὄντος ὑπ’ αὐτοῦ λεγομένων καὶ ἀποδεικνυμένων. μεμψάμενος γὰρ τοῖς τὸ ὂν καὶ τὸ μὴ ὂν συμφέρουσιν ἐν τῷ νοητῷ οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται κοὐ ταὐτὸν, καὶ ἀποστρέψας τῆς ὁδοῦ τῆς τὸ μὴ ὂν ζητούσης ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα, ἐπάγει μοῦνος δ’ ἔτι μῦθος ὁδοῖο λείπεται, ὡς ἔστι. ταύτῃ δ’ ἐπὶ σήματ’ ἔασι πολλὰ μάλα· καὶ παραδίδωσι λοιπὸν τὰ τοῦ κυρίως ὄντος σημεῖα· ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν, οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀτέλεστον, οὐδέ ποτ’ ἦν οὐδ’ ἔσται, ἐπεὶ νῦν ἐστιν ὁμοῦ πᾶν ἓν συνεχές· τίνα γὰρ γέννην διζήσεαι αὐτοῦ; τῆ πόθεν αὐξηθέν; οὔτ’ ἐκ μὴ ἐόντος ἐάσω φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητὸν ἐστὶν ὅπως οὐκ ἔστι. τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν ὕστερον ἢ πρόσθεν τοῦ μηδενὸς ἀρξάμενον φῦν; οὕτως ἢ πάμπαν πέλεναι χρεών ἐστιν ἢ οὐχί, οὐδέ ποτ’ ἐκ μὴ ἐόντος ἐφήσει πίστιος ἰσχὺς γίνεσθαί τι παρ’ αὐτό. τοῦ εἵνεκεν οὔτε γενέσθαι οὔτ’ ὄλλυσθαι ἀνῆκε δίκη χαλάσασα πέδησιν. ταῦτα δὴ περὶ τοῦ κυρίως ὄντος λέγων ἐναργῶς ἀποδείκνυσιν, ὅτι ἀγέ- νῆτον τοῦτο τὸ ὄν· οὔτε γὰρ ἐξ ὄντος, οὐ γὰρ προὐπῆρχεν ἄλλο ὄν· οὔτε ἐκ τοῦ μὴ ὄντος, οὐδὲ γὰρ ἔστι τὸ μὴ ὄν. καὶ διὰ τί δὴ τότε, ἀλλὰ μὴ καὶ πρότερον ἢ ὕστερον ἐγένετο; ἀλλ’ οὐδὲ ἐκ τοῦ πῇ μὲν ὄντος πῇ δὲ μὴ ὄντος, ὡς τὸ γενητὸν γίνεται· οὐ γὰρ ἄν τοὐ ἀπλῶς ὄντος προυπάρχοι τὸ τῆ μὲν ὂν πῇ δὲ μὴ ὄν, ἀλλὰ μετ’ αὐτὸ ὑφέστηκε. καὶ ὁ παρὰ Πλάτωνι δὲ Τίμαιος “τό τε ἦν ἔσται τε, φησί, χρόνου γεγονότα εἴδη, ἀναφέροντες " λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν οὐκ ὀρθῶς. λέγομεν γὰρ δὴ ὡς ἦν ἔστι τε καὶ ἔσται· τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει. τὸ δὲ ἦν καὶ τὸ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι’’. ὥστε εἰ μὲν ὁπωσοῦν ὑφεστηκότα τὰ ἐν γενέσει καὶ διὰ τοῦτο κατα- χρηστικῶς ὄντα λεγόμενα, κἄν πλείονι τῷ μὴ ὄντι συναναπέφυρται, βού- λεται δεῖξαι ὁ Ἀλέξανδρος καὶ τῇ παρὰ τοῖς πολλοῖς τοῦ ὀνόματος χρήσει ἐπαναπαύεται, οὐ πολλῶν δεήσεται λόγων. εἰ δὲ οἴεται κυρίως ὂν εἶναι τὸ γινόμενον καὶ φθειρόμενον, ἐν ᾧ πλέον τοῦ ὄντος τὸ μὴ ὄν, οὔτε τοῖς ὑπὸ τοῦ Παρμενίδου ῥηθεῖσι σημείοις τοῦ ὄντος παρηκολούθησεν, οὔτε τῷ Ἀρι- στοτέλει προσέχει τὸν νοῦν καλῶς τὸ Παρμενίδειον “ὄπερ ὂν’’ καλέσαντι τουτέστι κυρίως ὄν. μέμφεται δὲ ὁ Ἀλέξανδρος τοῖς περὶ Παρμενίδην καὶ Μέλισσον καὶ ὅτι ἀκίνητον δεικνύουσι τὸ ὄν, διότι τὸ κινούμενον ἐξίστασθαι δοκεῖ τούτου ἐν ᾧ ἐστιν· εἰ οὖν καὶ τὸ ὃν κινοῖτο, ἐκσταίη ἄν τούτου ἐν ᾧ ἐστιν· ἔστι δὲ ἐν τῷ εἶναι. τὸ δὲ ἐξιστάμενον τοῦ εἶναι I φθείρεται· ἄφθαρτον δὲ τὸ ὄν. “ἀλλ’ εἰ μὲν ἡ κατ’ οὐσίαν, φησίν, ἦν μόνη κίνησις, ἣν μεταβολὴν ἄν τις κυριώτερον ἀλλ’ οὐ κίνησιν λέγοι, ἴσως εὐλόγως ἄν ταῦτα αὐτοῖς ἐλέγετο. καίτοι οὐδὲ τὸ κατ’ οὐσίαν τὴν αὑτοῦ μεταβάλλον εἰς τὸ μὴ εἶναι ἀπλῶς, ἀλλ’ εἰς τὸ μὴ τοῦτο εἶναι ὃ ἦν, ἄλλο δέ τι, μετα- βάλλει· ἀλλ’ εἴπερ ἄρα, τὸ κατ’ οὐσίαν μεταβάλλον ἁπλῶς οὐ τήνδε. ἐπεὶ δὲ πλείους εἰσὶ κινήσεις, ὧν καὶ ἡ κατὰ ποιότητα οὐκ οὖσα κατ’ οὐσίαν, κενόν, ὥς φησι, καὶ μάταιον τὸ δέος αὐτῶν’’. καὶ θαυμαστὸν ὅτι αὐτὸς ὁμολογήσας ὅτι “τὸ κατ’ οὐσίαν μεταβάλλον οὐ τήνδε ἀλλ’ ἀπλῶς’’ εἰς τὸ μὴ ὂν ἄν οἴχοιτο, μέμφεται τοῖς λέγουσιν, εἰ μεταβάλλοι τὸ ἁπλῶς ὂν καὶ κυρίως ὄν, φθείρεσθαι. εἰ μὲν γὰρ τοιόνδε ὃν ἦν, ἐξιστάμενον τοῦ τοιοῦδε οὐδὲν ἐκώλυε τὸ 003E; ἄλλο τοιόνδε• ἐπεὶ δὲ ἁπλῶς ὄν, ἐξιστάμενον τούτου τί ἄν γένοιτο; πῶς < δ᾿> ἄν ἐκεῖνο τὸ ὂν ἀλλοιοῖτο ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, τὸ μήτε αὐτὸ συμβεβηκὸς ἄλλῳ μήτε ἄλλο τι συμβεβηκὸς ἔχον, ἀλλ’ αὐτὸ τοῦτο ὃν ὅπερ ἐστί; καλῶς οὖν ὁ Παρμενίδης προδείξας διὰ τῶν πρότερον εἰρημένων ὅτι ἀγένητον καὶ ἄφθαρ- τόν ἐστι τὸ ὄν, ἐπήγαγεν αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν ἐστὶν ἄναρχον ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος ἐξ οὗ καὶ δῆλον, ὅτι ἄλλο τὸ αἰσθητὸν οἶδεν, ἐν ᾧ γένεσις καὶ ὄλεθρος, καὶ ἄλλο τὸ νοητὸν ὄν. καὶ Μέλισσος δὲ τὸ ἀκίνητον δείκνυσι προανελὼν τὸ κενὸν τοῦ ὄντος, τουτέστι τὸ μὴ ὄν. εἰ γὰρ ἐκινεῖτο, φησί, τὸ ὄν, ἦν ἄν τι κενὸν τοῦ ὄντος εἰς ὃ ἐκινεῖτο τὸ ὄν. ἀλλ’ οὐκ ἔστι· πλῆρες γάρ ἐστι τὸ ὄν. γράφει δὲ οὕτως ‘‘οὐδὲ κενεόν ἐστιν οὐδέν· τὸ γὰρ κενεὸν οὐ- δέν ἐστιν. οὐκ ἄν οὖν εἴη τό γε μηδέν. οὐδὲ κινεῖται· ὑποχωρῆσαι γὰρ οὐκ ἔχει οὐδαμῇ, ἀλλὰ πλέων ἐστίν. εἰ μὲν γὰρ κενεὸν ἦν, ὑπεχώρει ἄν εἰς τὸ κενεόν. κενεοῦ δὲ μὴ ἐόντος, οὐκ ἔχει ὅκῃ ὑποχωρήσει’’. εἶτα δείξας ὅτι οὔτε πυκνὸν οὔτε ἀραιόν ἐστιν, ἐπάγει “χρὀσιν δὲ ταύτην χρὴ ποιήσασθαι τοῦ πλέω καὶ τοὐ μὴ πλέω· εἰ μὲν οὖν χωρεῖ τι ἢ εἰσδέ- χεται, οὐ πλέων· εἰ δὲ μήτε χωρεῖ μήτε εἰσδέχεται, πλέων· ἀνάγκη τοίνυν πλέων εἶναι, εἰ κενὸν μὴ ἔστιν. εἰ τοίνυν πλέων ἐστίν, οὐ κινεῖται’’. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἠναγκάσθην μηκῦναι διὰ τὸ τὸν γνησιώτερον τῶν Ἀριστοτέλους ἐξηγητῶν τὸν Ἀλέξανδρον ξηρότερον καὶ ἀφερεπόνως τῶν πα- λαιῶν ἀκούειν δογμάτων. ὧν καὶ Ἀριστοτέλης ζηλωτὴς γενόμενος ἀκίνητον ἀπέδειξε καὶ αὐτὸς τὸ πρῶτον. p. 185b5 Ἔτι ἐπεὶ καὶ αὐτὸ τὸ ἓν πολλαχῶς λέγεται. Πολλαχῶς τὸ ὂν ὑποθέμενος καὶ ἐκ διαιρέσεως λαβὼν τὰς δόξας καθ’ ἃς οἷόν τε ἦν ἓν λέγειν τὸ ὄν, πάλιν τὸ ἓν ὡς πολλαχῶς καὶ αὐτὸ λεγό- μενον ὑποτίθεται καὶ δείκνυσι καθ’ ἕκαστον τοῦ ἑνὸς σημαινόμενον ἀδύ- νατον τὸ ἒν λέγειν τὸ ὄν. οἰκείᾳ δὲ τοῦ ἑνὸς χρῆται διαιρέσει ἀρε- σκόμενος οἶμαι τοῖς ὑπὸ τοῦ Πορφυρίου λεγομένοις ἐνταῦθα· λέγει γὰρ ὅτι “καὶ τὸ ἓν πολλὰ σημαίνει, πρῶτον μὲν ὅσα καὶ τὸ ὄν, καὶ διελομένοις τὸ ἓν εἰς τὰ αὐτὰ τῷ ὄντι παραπλησίως ἔστιν ἐπιχειρεῖν ἀπαιτοῦντας, πῶς ἓν λέγουσιν εἶναι τὸ ὄν, πότερον ὡς οὐσίαν ἢ ὡς ποιὸν ἢ κατά τι τῶν ἄλλων”. ἀκριβέστερον γὰρ ὁ Ἀριστοτέλης ἄλλην μὲν τοῦ ὄντος, ἄλλην δὲ τοῦ ἑνὸς τῶν σημαινομένων οἰκείαν πεποίηται τὴν διαίρεσιν· τὸ γὰρ ἓν ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ ἓν ἔσται. ἀλλὰ τὸ μὲν γένει ἢ εἴδει ἓν οὐκ ἠξίωσεν ὁ Ἀριστοτέλης θέσθαι νῦν, ὡς προφανῶς εἰσάγοντα τὸ πλῆθος. εἰ γὰρ γένει ἓν ἐροῦσιν εἶναι τὸ ὄν, τοῖς εἴδεσι πολλὰ ἔσται καὶ ἔτι γε μᾶλλον τῷ τῶν καθέκαστα ἀριθμῷ. εἰ δὲ τῷ εἴδει ἕν, πρῶτον μὲν αὐτῷ τούτῳ δῆλον ὅτι πολλά· τὸ γὰρ εἶδος γένους ἐστὶν εἶδος, τὸ δὲ γένος κατὰ πλειόνων καὶ διαφερόντων εἰδῶν ἐν τῷ τί ἐστι ·κατηγορεῖται· ἔπειτα καὶ εἰ τῷ εἴδει ὅν, ἀριθμῷ ἔσται πλείονα· τὸ γὰρ ἓν εἶδος κατὰ πλειόνων τῷ ἀριθμῷ κατηγορεῖται. ταῦτα μὲν οὖν ἐναργῆ καὶ τοῖς τὰ πρῶτα τῶν λογικῶν εἰση- γμένοις, καὶ εἰκότως οὐκ ἠξίωσε μνήμης. τὸ δὲ ἓν τῷ ἀριθμῷ καὶ αὐτὸ πολλαχῶς λέγεται· ἢ γὰρ ὡς τὸ συνεχές, ὡς μίαν εἴποιμι ἂν τὴν γραμμήν, ἢ ὡς τὸ ἀδιαίρετον φύσει, ὡς τὸ σημεῖον καὶ ἡ μονάς, ἢ ὡς τὰ τὸν αὐτὸν ἔχοντα λόγον κἄν ὀνόμασι διαφέρῃ, ὡς λώπιον καὶ ἱμάτιον. κατ’ ἄλλην δὲ πάλιν διαίρεσιν τὸ μὲν δυνάμει ἓν λέγεται, τὸ δὲ ἐνεργείᾳ, καὶ οὕτως ἔχει ταῦτα πρὸς ἄλληλα ἐν τῇ γενέσει ὡς τὸ μὲν ἐνερ- γείᾳ ἓν δυνάμει πολλὰ εἶναι, τὸ δὲ δυνάμει ἓν ἐνεργείᾳ πολλά, ὡς ἐπὶ τοῦ κηροῦ, ὃς συνεχὴς μὲν ὢν | καὶ ἓν ἐνεργείᾳ, δυνάμει πολλά ἐστιν, ὅτι δύ- ναται εἰς πολλὰ διαιρεθῆναι· διεσπασμένος δὲ καὶ πολλὰ ὢν ἐνεργείᾳ, δυ- νάμει ὅν ἐστιν, ὅτι δύναται συνεχισθῆναι. Διὰ δὴ ταῦτα εἰ μὲν ὡς συνεχὲς ἐροῦσιν ἓν τὸ ὄν, ἔσται ἐνεργείᾳ μὲν ἕν, δυνάμει δὲ πολλὰ καὶ ἄπειρα. συνεχὲς γάρ ἐστιν οὗ τὰ μόρια συνά- πτει πρὸς ἕνα κοινὸν ὅρον, καὶ ὃ διαιρετόν ἐστιν εἰς ἀεὶ διαιρετά. εἰ οὖν διότι ἥνωται αὐτοῦ τὰ μόρια, διὰ τοῦτο ἓν αὐτὸ λέγουσι, διότι πολλὰ τὰ ἡνωμένα μέρη, διὰ τοῦτο πολλὰ ἐροῦσι, καὶ διότι εἰς ἄπειρον διαιρετόν, διὰ τοῦτο ἄπειρα φήσουσιν ἢ ἐπ’ ἄπειρον πληθυνόμενον. εἰ οὖν τὸ ὂν ἓν ὡς τὸ συνεχές, τὸ δὲ συνεχὲς πολλά, τὸ ἓν πολλὰ ἔσται. τὰ δὲ πολλὰ οὐχ ἕν· τὸ αὐτὸ ἄρα ἕν τε καὶ οὐχ ἓν ἔσται. ἔτι δὲ ἐπεὶ πλείω τὰ συ- νεχῆ, πῶς ἐστιν ἓν τὸ ὄν, εἴπερ ὡς συνεχές; πότερον ὡς γραμμή τις ἢ ὡς ἐπιφάνεια ἢ ὡς σῶμα ἢ ὡς τόπος ἢ ὡς κίνησις ἢ ὡς χρόνος; πάντα γὰρ ταῦτα συνεχῆ. καὶ τούτων δὲ ἑκάστου πολλὰ εἴδη. καὶ γὰρ τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι, αἱ δὲ περιφερεῖς· καὶ ἐπιφανείας ἡ μὲν ἐπίπεδος, ἡ δὲ κοίλη, ἡ δὲ κυρτή· καὶ τῆς ἐπιπέδου πλεῖστα σχήματα· καὶ στερεῶν δὲ σωμάτων καὶ τῶν συσχηματιζομένων αὐτοῖς τόπων πολλὰ εἴδη· ὁμοίως δὲ καὶ χρόνου τὸ παρεληλυθὸς καὶ τὸ μέλλον καὶ τὸ ἐνεστηκός, καὶ ὧραι καὶ ἡμέραι καὶ μῆνες καὶ ἐνιαυτοί· καὶ κίνησις ἡ μὲν ἐπ’ εὐθείας, ἡ δὲ κύκλῳ• καὶ πάντα ταῦτα συνεχῆ, καὶ πάντα ἅμα ἐνεργείᾳ πολλὰ καὶ ἕκαστον δυνάμει πολλά. Ελ δὲ δὲ οὕτως ἓν τὸ ὂν ὡς ἀδιαίρετον, ἐπεὶ τὸ ἀδιαίρετον πολλα- χῶς, ἢ τὸ μήπω διῃρημένον οἷόν τε δὲ διαιρεθῆναι καθάπερ ἕκαστον τῶν συνεχῶν, ἢ τὸ μηδὲ ὅλως πεφυκὸς διαιρεῖσθαι τῷ μὴ ἔχειν μέρη εἰς ἅ <ἂν> διαιρεθῇ, ὥσπερ στιγμὴ καὶ μονάς, ἢ τῷ μόρια μὲν ἔχειν καὶ μέ- γεθος, ἀπαθὲς δὲ εἶναι διὰ στερρότητα καὶ ναστότητα, καθάπερ ἑκάστη τῶν Δημοκρίτου ἀτόμων. εἰ μὲν ὡς τὸ συνεχὲς ἓν τὸ ὄν, πολλὰ πάλιν ἔσται τὸ ὄν, εἰ δὲ ὡς ἡ ἄτομος, πρῶτον μὲν ἄτοπον καὶ ἀπεμφαῖνόν ἐστι τὸ μίαν λέγειν ἄτομον τὰ πάντα, εἶτα καὶ αὐτὴ συνεχὴς καὶ διαιρετὴ ἐπ’ ἄπειρον καὶ διὰ τοῦτο δυνάμει πολλά. ἔτι δὲ καὶ ποσότητα ἕξει τοῦ με- γέθους καὶ ποιότητα τοῦ σχήματος οἷον γωνίαν εὐθὺ περιφερὲς καὶ κί- νησιν, καὶ οὕτως πάλιν πολλὰ ἔσται. εἰ δὲ ὡς μονὰς καὶ ὡς στιγμὴ ἓν καὶ ἀδιαίρετον τὸ ὄν, οὔτε ποιόν τι ἔσται τῶν ὄντων τὸ γὰρ ποιὸν συν- διαιρεῖται τοῖς σώμασι καὶ μάλιστά γε τοῖς φυσικοῖς) οὔτε ποσόν· τὸ γὰρ ἀδιαίρετον πέρας ποσοῦ. ὥστε οὔτε ἄπειρον τὸ ὄν, ὥσπερ Μέλισσός φησιν, οὔτε πεπερασμένον, ὡς Παρμενίδῃ δοκεῖ. καὶ γὰρ πᾶν μὲν ἄπειρον καὶ πεπερασμένον ποσόν τι, οὐδὲν δὲ ἀδιαίρετον κατὰ πλῆθος ἢ κατὰ μέγεθος ποσόν· τὸ γὰρ πέρας ἀδιαίρετον, ἀλλ’ οὐ τὸ πεπερα- σμένον. κἀνταῦθα δὲ ὁ Ἀριστοτέλης τοῦτο μόνον τοῦ ἀδιαιρέτου τὸ ση- μαινόμενον ἠξίωσεν ἀντιλογίας, ὡς τῶν ἄλλων εὐδιαλύτων ὄντων. καὶ πρὸς τοῦτο δὲ οὐχ ὡς πρὸς σημεῖον ἀντεῖπεν, ὥσπερ οἱ ἐξηγηταί, ἀλλ’ ὡς πρὸς τοιοῦτον οἷον ἂν ὑπέθεντο καὶ οἱ περὶ Παρμενίδην, τὸ ἄποσόν τε καὶ ἄποιον. Εἰ δὲ οὕτως ἓν τὸ ὂν ὡς μέθυ καὶ οἶνος ἢ λώπιον καὶ ἱμάτιον ἢ ὅλως τὰ πολυώνυμα τοῦτο γὰρ ἔτι ὑπολείπεται τοῦ ἑνὸς σημαινόμενον), μία πολυωνυμία γενήσεται πάντα, καὶ τὸ ποιὸν τῷ ποσῷ καὶ πάντα ἀλλή- λοις τὰ αὐτὰ ἔσται, καὶ ὁ τοῦ Ἡρακλείτου λόγος ἀληθὴς ὁ λέγων ’τὸ ἀγαθὸν καὶ τὸ κακὸν ταὐται, εἶναι. καὶ συνδραμεῖται ἡ ἀντίφασις· ταὐτὸν γὰρ ἔσται ἀγαθὸν καὶ οὐκ ἀγαθόν, εἴπερ τὸ κακὸν οὐκ ἀγαθόν. καὶ ἐπίστησον ὅτι καὶ ἐνταῦθα ἀπὸ τῆς τοῦ ἐναντίου καταφάσεως ὡς ἐπὶ μείζονα ἀνιί- θέσιν τὴν τῆς ἀποφάσεως μειῆλθεν. ἔσται δὲ ὁ αὐτὸς καὶ ἄνθρωπος καὶ ἵππος· ὥστε καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, καὶ ἓν καὶ οὐχ ἕν·. ὥστε οὐκέτι περὶ τοῦ ἓν εἶναι τὸ ὂν γενήσεται ὁ λόγος καὶ ἡ ζήτησις, ἀλλὰ περὶ τοῦ μηδέν, εἴπερ ὁμοίως ἐφ’ ἑκάστου ἀληθὴς ἥ τε ἀπόφασις αὐτοῦ καὶ ἡ κατάφασις, ἢ ὡς ὁ Πορφύριος συνάγει, εἴπερ τὸ ὂν οὐκ ἔστι. καὶ γὰρ ὥσπερ τὸ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος συναληθεύει, οὕτως καὶ τὸ ὂν καὶ οὐκ ὄν. τοῦτο δὲ οἶμαι συνήγετο, εἴ τι τῶν πάντων ἓν ἦν τὸ ὂν ὥσπερ ἄνθρωπος· τὰ γὰρ ἄλλα πάντα ἦν οὐκ ὄντα. ἀπλῶς δ’ οὗν οὐδὲ οὕτως ἓν τὸ ὄν. εἰ τοίνυν κατὰ 18r μηδὲν τῶν τοῦ ἑνὸς σημαινομένων ἓν εἶναι δύναται τὸ ὄν, ὅλως οὐ χρὴ λέγειν ἓν τὸ ὄν, ἀλλὰ πλείω τὰ ὄντα, καθάπερ τὰ φαινόμενα μαρτυρεῖ. οὕτως μὲν οὖν τὸ ἑξῆς ἄν εἴη τῆς διαιρέσεως καὶ τῶν πρὸς τὰ τμήματα τῆς διαιρέσεως ἀπαντήσεων. Αὐτὸς δὲ πρὸς τὸ πρῶτον τμῆμα τῆς διαιρέσεως τὸ οὕτως ἓν τὸ ὂν ὡς συνεχὲς λέγον ἀπαντήσας πρὸ τοῦ τὰ λοιπὰ διαλῦσαι ἀπορίαν τινὰ παρεμβαλὼν περὶ τοῦ ὅλου καὶ τοῦ μέρους, εἰ ταὐτὸν ἢ ἕτερόν ἐστι, μᾶλλον δὲ εἰ ἓν ἄμφω, ἀσαφέστερον τὸν λόγον πεποίηκε. τὴν δὲ ἀπορίαν ταύτην Πορφύριος προβεβλῆσθαί φησιν ὥς τινων ἐνστησομένων αὐτῷ τρεῖς εἰπόντι τρόπους τῆς τοῦ ἑνὸς ὑποστάσεως καὶ μὴ προσθέντι τὸν τέταρτον, ὅν τινες εἰσῆγον νομίζοντες τὸ μέρος τὸ μὴ συνεχὲς ἄλλῳ μέρει καὶ τὸ ὅλον ἓν εἶναι, οἷον τὴν χεῖρα τοῦ Σωκράτους καὶ τὸν Σωκράτη ἓν εἶναι, ὅπερ οὐδενὶ τῶν εἰρημένων πρότερον τοῦ ἑνὸς τρόπων τὸ αὐτό ἐστιν. ἐλέγχει οὖν τούτους πρῶτον ὡς ἀτόπως οἰομένους καὶ οὕτως ἐπὶ τὸν ἔλεγχον μεταβαίνει τοῦ ὡς ἀδιαιρέτου ἑνός. ὁ δὲ τούτων ἔλεγχος, ὅτι ἱεῖ ἡ χεὶρ τοῦ Σωκράτους ἡ δεξιὰ καὶ ὁ Σωκράτης ἓν καὶ ἡ ἀριστερὰ πάλιν καὶ ὁ Σωκράτης ἐν, καὶ ἡ ἀριστερὰ καὶ ἡ δεξιὰ ἓν ἔσονται· τοῦτο γάρ ἐστι τὸ εἰ καὶ τῷ ὅλῳ ἓν ἑκάτερον ὡς ἀδιαίρετον, ὅτι καὶ αὐτὰ αὐτὰ. ὁ δὲ Ἀλέξανδρος λῦσαι τὴν περὶ τοὐ μέρους καὶ τοῦ I ὅλου ἀπορίαν φησὶν αὐτὸν τὴν λέγουσαν τὸ μέρος τῷ ὅλῳ ταὐτὸν εἶναι, ἵνα δείξας μὴ ὂν ταὐτὸν βεβαιότερον ἔχῃ, ὅτι οὐ μόνον διαιρεθέντα τὰ μέρη ἀπὸ τοῦ ὅλου πλείω γίνεται, ἀλλὰ καὶ ἐν τῇ συνεχείᾳ λαμβανόμενα, εἴ γε καὶ ἀλλήλων καὶ τοῦ ὅλου ἕτερά ἐστι. τὸ δὲ ἴσως οὐ πρὸς τὸν λόγον, καίτοι πρὸς λόγον ὄντων τῶν εἰρημένων, λέγεσθαί φησι, διότι ἱκανὰ ἦν καὶ τὰ προλελεγμένα τοὺς οὕτως ἓν τὸ ὃν λέγοντας ὡς συνεχὲς διελέγξαι. ἴσως δὲ καὶ ὅτι ἡ ἐφ’ ἑκάτερα ἀπορία τοῦ λόγου ἐξωτερική τις ἦν, ὡς καὶ Εὔδημός φησι, διαλεκτικὴ μᾶλλον οὖσα. Παραθήσομαι δὲ μετ’ ὀλίγον καὶ τὴν τοῦ Εὐδήμου λέξιν ἐναργῶς τὸν σκοπὸν τοὐ λόγου δηλοῦσαν· νῦν δὲ τὰ τοὐ Ἀλεξάνδρου προκείσθω. λέγει δὲ ὅτι “ἔστω μὲν ἐπὶ τοῦ ταὐτοῦ συνηθέστερον τὸ δεδειγμένον· τὰ γὰρ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἐστὶ ταὐτά”. διὸ καὶ ὁ Εὔδημος οὕτως ἐχρήσατο τῇ ἀποδείξει καὶ οἱ τοὐ Ἀριστοτέλους ἐξηγηταὶ τὸ ταὐτὸν ἀντὶ τοῦ ἑνὸς λαβόντες. ὁ μέντοι Ἀριστοτέλης ἀκριβέστερον ὡς οἶμαι ποιῶν τὸ ἓν ἐφύ- λαξε· πολλῷ γὰρ μᾶλλον τὰ τῷ αὐτῷ ἓν καὶ ἀλλήλοις ἕν ἐστιν ἤπερ τὰ τῶ αὐτῶ ταὐτὰ καὶ ἀλλήλοις ταὐτά ἐστι. διὸ καὶ ἓν ἑκάτερον ὡς ἀδιαά- ρετον εἶπεν· τὸ γὰρ ἓν τοῦ ταὐτοῦ μᾶλλον ἑνίζει ἐκεῖνα οἷς ἄν παραγίνηται. ἔτι τε πολλὰ τὸ ἕν, εἴ γε ἕκαστον αὐτοῦ τῶν μερῶν τῷ ὅλῳ ταὐτὸν καὶ τό τε ὅλον ἐκ πολλῶν ὅλων ἔσται συγκείμενον καὶ ἑαυτοῦ μέρος ἔσται. τὸ γὰρ μέρος ὅλου μέρος· εἰ οὖν ἓν τὸ μέρος καὶ τὸ ὅλον, ἑαυτοῦ μέρος ἔσται τὸ ὅλον καὶ τὸ μέρος δὲ ἐπεὶ ταὐτὸν τῷ ὅλῳ, ἐκ πολλῶν ὅλων καὶ αὐτὸ ἔσται, καὶ τὸ ὅλον τοῦ μέρους μέρος ἔσται. καὶ ὅτι μὲν οὐ ταὐτὸν τὸ μέρος τῷ ὅλῳ, ἐκ τούτων δέδεικται· ὅτι δὲ κἄν ἕτερον ὑποτεθῇ, καὶ οὕτως ἄπορος ὁ λόγος, ἐφεξῆς δεικτέον, ἵνα ᾖ δῆλον διὰ τί προσέθηκέν ὁ Ἀριστοτέλης τὸ ἔχει δὲ ἀπορίαν περὶ τοῦ μέρους καὶ τοῦ ὅλου, ἴσως οὐ πρὸς τὸν λό- γον ἀλλ’ αὐτὴν καθ’ αὑτήν. εἰ γὰρ ἕτερον ὑποτεθῇ τὸ μέρος τοῦ ὅλου, δῆλον ὡς ἕκαστον τῶν μερῶν ἕτερον τοῦ ὅλου ἔσται·. ὥστε καὶ πάντα· τὰ δὲ πάντα μέρη τὸ ὅλον· ὥστε τὸ ὅλον αὐτὸ αὑτοῦ ἕτερον ἔσται. ἔτι τὰ ἕτερα δοκεῖ χωρίζεσθαι ἀλλήλων· τὸ δὲ ὅλον ἀχώριστον τῶν μερῶν. Ἀρξάμενος δὲ ὁ Ἀριστοτέλης τῆς ἀπορίας ἀπὸ τῶν συνεχῶν μερῶν ὁμοίαν φησὶν αὐτὴν καὶ ἐπὶ τῶν διωρισμένων· ταῦτα γάρ ἐστι τὰ μὴ συ- νεχῆ· καὶ γὰρ ἡ πλίνθος ἤτοι ἡ αὐτή ἐστι τῇ οἰκίᾳ ἢ ἑτέρα. καὶ εἰ μὲν ἡ αὐτή, ἔσται ἡ πλίνθος οἰκία καὶ ἡ οἰκία πλίνθος· εἰ δὲ ἑτέρα, οὕτως δὲ καὶ τὰ πάντα μέρη ἐξ ὧν ἡ οἰκία εἴη ἄν ἄλλα τῆς οἰκίας. ἀλλὰ μὴν τὰ πάντα μέρη ἡ οἰκία δοκ·εῖ· αὐτὴ ἄρα ἑαυτῆς ἄλλη ἔσται ἡ οἰκία. ἐπεὶ δὲ πρόχειρον ἐννοεῖν ὅτι οὐχ ἁπλῶς τὰ μέρη τὸ ὅλον ἐστὶν ἀλλὰ μετὰ τῆς τάξεως καὶ τῆς συνθέσεως, φιλοτίμως ὁ Ἀλέξανδρος καὶ οὕτως τὴν ἀπορίαν ἐρωτᾷ. “εἰ ἕτερον ὁ θεμέλιος ὁ οὕτω πὼς ἔχων καὶ τεταγμένος τῆς οἰκίας, ἀλλὰ καὶ ὁ ἐπὶ τῷ θεμελίῳ τοῖχος ἕτερος τῆς ὅλης οἰκίας, ἀλλὰ καὶ ἡ ὀροφὴ ἡ οὕτως ἐπικειμένη τοῖς τοίχοις ἑτέρα τῆς ὅλης οἰκίας ἐστί, καὶ ἕκαστον ἄρα τῶν μερῶν μετὰ τῆς οἰκείας τάξεως ἕτερόν ἐστι τῆς οἰκίας, ὥστε καὶ πάντα ία μέρη μετὰ τῆς οἰκείας τάξεως ἕτερα τῆς οἰκίας ἐστίν. ἀλλὰ μὴν ἡ οἰκία πάντα ἐστὶ τὰ μέρη μετὰ τῆς τοιᾶσδε αὐτῶν τάξεως. καὶ ἡ ὅλη ἄρα οἰκία ἑτέρα ἑαυτῆς ἔσται. μήποτε δὲ οὐ μάτην τοῦτο προσέ- θῆκεν ὁ Ἀριστοτέλης καὶ ἐπὶ τῶν διωρισμένων μερῶν τὴν τοιαύτην εἶναι ἀπορίαν. εἰ γὰρ καὶ ἐφ’ ὧν ὁμολογουμένως ἄλλα τὰ μέρη ἐστὶ παρὰ τὸ ὅλον καὶ πλῆθος ὁρᾶται ἡ αὐτὴ ἀπορία ἁρμόζει, οὐ χρὴ οὐδὲ ἐπὶ τῶν συνεχῶν μερῶν διὰ τὴν ἀπορίαν τὸ πλῆθος ἀναιρεῖν. ἡ μὲν οὖν ἀπορία 35 οὕτως ἐφ’ ἑκάτερα πρόεισιν· ἡ δὲ λύσις, ὅτι οὐχ ὑγιές ἐστι τὸ εἰ ἕκαστον κατ’ ἰδίαν λαμβανόμενον τῶν μερῶν ἄλλο ἐστὶ τοῦ ὅλου, ἤδη καὶ πάντα ἅμα ληφθέντα ἕτερα γίνεσθαι τοῦ ὅλου. τὰ γὰρ πάντα ἑκάστου τῶν ἐν αὐτῷ ἕτερα, ὥσπερ καὶ τὸ ὅλον.’’ “δύναται δέ, φησίν ὁ Ἀλέξανδρος, τοῦ καὶ περὶ τῶν μερῶν τῶν μὴ συνεχῶν οὕτως ἀκούειν τις ὡς ἐπ’ ἐκείνων εἰρημένου τῶν τοῦ συνεχοῦς μορίων τῶν μὴ συνεχισμένων πρὸς ἄλληλα οἷον χειρὸς καὶ ποδός, εἰ ταὐτὰ καὶ ταῦτα ἀλλήλοις ἡ οὔ. εἰ μὲν γὰρ οὐ ταὐτά, ἕτερα, καὶ τὸ συνεχὲς ἄν πλείω εἴη· εἰ δὲ ταὐτὸν τὸ ἐκ τούτων συνεχὲς λεγόμενον τοῖς τοιούτοις μέρεσι, καὶ ταῦτα ἄν ταὐτὰ ἀλλήλοις εἴη• ὃ δοκεῖ ἄτοπον εἶναι, τὸ τὴν χεῖρα τῷ ποδὶ λέγειν τὴν αὐτήν.’’ ὁ μέντοι Π[ορφύριος τὴν τὴν ὅλην ἀπορίαν ἐπὶ τούτων λέγεσθαι νομίζει τῶν μερῶν, καί- τοι σαφῶς τοῦ Ἀριστοτέλους ὡς περὶ ἄλλων ἐπάγοντος τὸ καὶ περὶ τῶν μερῶν τῶν μὴ συνεχῶν. εἰ δέ τις λέγοι, φησὶν Ἀλέξανδρος, τῷ ὅλῳ τὸ μέρος ἐπὶ μὲν τῶν συνεχῶν τῶν ὁμοιομερῶν ταὐτὸν εἶναι, ἐπὶ δὲ τῶν ἀνομοιομερῶν μηκέτι, καὶ ἐπὶ τῶν ὁμοιομερῶν εὑρήσει μὴ ταὐτὸν ὄν, ἂν ὡς μέρους καὶ ὅλου τὴν ταὐτότητα λαμβάνῃ, καθὸ καὶ συνεχές ἐστι. καὶ γὰρ εἰ μὲν καθὸ συνεχές ἐστι, κατὰ τοῦτο ἓν καὶ ταὐτὸν τοῖς ἑαυτοῦ μέ- ρεσι τὸ ὅλον λέγει, καὶ ἐπὶ τῶν ἀνομοιομερῶν ὁ αὐτὸς ἄν εἴη λόγος· καὶ γὰρ καὶ ταῦτα συνεχῆ· εἰ δὲ διαιρεθείη ἀπ’ ἀλλήλων, ὁμολογουμένως πολλὰ ἔσται καὶ τὰ ὁμοιομερῆ. εἰ δὲ ἐπὶ τῶν ἀνομοιομερῶν συνεχῶν ὄντων οὐ λέγουσι τὰ αὐτὰ εἶναι, οὐδὲ ἐπὶ τῶν ὁμοιομερῶν τὰ αὐτὰ ἐροῦσι διὰ τὴν συνέχειαν.” ταῦτα μὲν ὁ Ἀλέξανδρος. Ὁ μέντοι Εὔδημος, ὅτι μὲν διὰ τὸ δειχθῆναι τὸ συνεχὲς μὴ ὂν ἓν εἴρηκε, σαφῶς λέγει, μερῶν δὲ καὶ αὐτὸς ποτὲ μὲν διωρισμένων ποτὲ δὲ συνεχῶν μέμνηται. ἔχει δὲ οὕτως ἡ τοῦ Εὐδήμου λέξις· μετὰ τὸ δεῖξαι ὅτι οὐκ ἔστι τὸ ὂν οὕτως ἓν ὡς ἀδιαίρετον, ὅπερ αὐτὸς ἄτομον ἐκάλεσεν, ἐπάγει λέγων “ἀλλὰ μὴν οὐδὲ κατὰ συνέχειάν γε· τὰ γὰρ διωρισμένα τῶν μερῶν οὐκ ἔσται τὰ αὐτά. ἔχει δὲ αὐτὸ τοῦτο ἀπορίαν ἐξωτερικήν. εἰ μὲν γάρ ἐστι τῆς γραμμῆς τῶν μορίων ἕκαστον ταὐτὸν τῇ ὅλῃ, καὶ αὑτοῖς ταὐτὰ ἔσται· τὰ γὰρ ἑνὶ τὰ αὐτὰ ὡσαύτως καῖ † ὅλοις τὰ αὐτά. εἰ δὲ ἕτερον τῆς ὅλης ἕκαστον, ἆρά γε καὶ πάντα; εἰ δὲ τοῦτο, πῶς ὅλη ταῦτά ἐστιν; ἀλλὰ ταῦτα μὲν ἀφείσθω.’’ ἐν δὴ τούτοις ὅτι μὲν οὐδὲ εἰ ὡς συ- νεχὲς λέγοιτο τὸ ὄν, οὕτως ἕν ἐστι, δείκνυσι κατ’ ἄλλην ὡς οἶμαι ἐπιβο- λήν· “τὰ γὰρ διωρισμένα, φησί, τῶν μερῶν οὐκ ἔσται τὰ αὐτὰ’’ τοῖς συ- νεχέσιν. ὥστε κἀν συγχωρήσῃ τις ἓν εἶναι τὸ συνεχές, ἐπειδὴ τὰ διω- ρισμένα μέρη ἄλλα παρὰ τὰ συνεχῆ ἐστι, πολλὰ τὰ ὄντα καὶ οὐχ ἕν. καὶ περὶ τῶν μερῶν δὲ ἀπορία τίς ἐστιν. ἣν οὔτος μὲν "ἐξωτερικὴν" καλεῖ, ὁ δὲ Ἀριστοτέλης “οὐδὲν πρὸς τὸν λόγον” φησί. καὶ γὰρ διαλεκτικὴ μᾶλλόν ἐστιν, ἐφ’ ἑκάτερα ἐνδόξως ἐπιχειροῦσα, καὶ οὐχ ἱκανὴ τὸν τοῦ συ- νεχοῦς λόγον ἐνοχλεῖν τὸν λέγοντα συνεχὲς εἶναι τὸ διαιρετὸν εἰς ἀεὶ διαι- ρετά. εὐδιάλυτος γάρ, ὡς δέδεικται, ἡ ἀπορία· πλὴν ὁ, μὲν Εὔεημος ἔπι τῶν συνεχῶν μερῶν μόνων τὴν ἀπορίαν ἐκτίθεται, τὰ ἐφ’ ἑκάτερα ἐπιχει- οήματα καὶ τὰ συναγόμενα ἀπ’ αὐτῶν ἄτοπα τιθείς, ὁ δὲ Ἀριστοτέλης καὶ ἐπὶ τῶν μὴ συνεχῶν μερῶν ἀλλὰ διωρισμένων δηλονότι τὴν αὐτὴν εἶναί φησιν ἀπορίαν. καὶ μόνον τίθησι τὸ ἑπόμενον ἄτοπον τοῖς τὸ αὐτὸ λέγουσι καὶ ἓν τὸ μέρος τῷ ὅλῳ. ὃ καὶ τὸν Πορφύριον οἶμαι πεποίηκεν εἰπεῖν, ὅτι πρὸς τοὺς τὸν τέταρτον τρόπον τοῦ ἑνὸς εἰσάγοντας ἀπαντᾷ μεταξύ· ἔστι δὲ οὐ τέταρτος τρόπος, ἀλλ’ ἀπορίας μέρος ἓν δεῖξαι βουλόμενον τὸ συ- νεχές. διὸ μέμνηται μὲν τῆς ὅλης ἀπορίας Ἀριστοτέλης λέγων ἔχει δὲ ἀπορίαν περὶ τοῦ μέρους καὶ τοῦ ὅλου πότερον ἓν ἢ πλείω τὸ μέρος καὶ τὸ ὅλον, μόνον δὲ τὸ ἑπόμενον ἄτοπον τοῖς ἓν λέγουσιν ἐπάγει, ὅτι καὶ οἱ τοιοῦτοι σφάλλονται οἱ γὰρ ἕτερα λέγοντες κατορθοῦσι) καὶ ὅτι οὗτος ὁ λόγος ἐλέγχειν ἐδόκει τὸ πολλὰ εἶναι τὸ συνεχὲς καὶ διαιρετὸν εἰς ἀεὶ διαιρέτα. Θαυμάζω δὲ ἔγωγε τοῦ Ἀριστοτέλους πρὸς ἐκεῖνα τοῦ ἑνὸς τὰ σημαι- νόμενα ἀντειρηκότος, ἃ καὶ ὁ Παρμενίδης τῷ ἑνὶ ὄντι προσεῖναί φησι· καὶ γὰρ συνεχὲς αὐτὸ ἀνυμνεῖ τῷ ξυνεχὲς πᾶν ἐστιν· ἐὸν γὰρ ἐόντι πελάζει, καὶ ἀδιαίρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον. ἀλλὰ καὶ τὸ πάντων ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον τὸν τοῦ ὄντος ὁ Παρ- μενίδης φησὶν ἐν τούτοις χρὴ τὸ λέγειν τε νοεῖν τ’ ἐὸν ἔμμεναι· ἔστι γὰρ εἶναι, μηδὲν δ’ οὐκ ἔστιν. εἰ οὖν ὅπερ ἄν τις ἢ εἴπῃ ἢ νοήσῃ τὸ ὄν ἐστι, πάντων εἷς ἔσται λόγος ὁ 30 τοῦ ὄντος, οὐδὲν γὰρ ἔστιν ἢ ἔσται πάρεξ] ἄλλο πάρεξ τοὐ ἐόντος, ἐπεὶ τό γε μοῖρ’ ἐπέδησεν οὖλον ἀκίνητόν τ’ ἔμεναι• τῷ πάντ’ ὄνομ’ ἔσται. καὶ τὰ ἐπαγόμενα δὲ ὑπὸ τοὐ Ἀριστοτέλους ὡς ἄτοπα ταύταις ταῖς ὑπο- θέσεσι δέξαιντο ἄν οἱ ἄνδρες ἐκεῖνοι, εἴ τις εὐγνωμόνως αὐτῶν ἀκούσειεν. ἀδιαίρετον γὰρ ὂν τὸ παρ’ αὐτοῖς ἓν ὂν οὔτε πεπερασμένον οὔτε ἄπειρον ὡς σῶμα ἔσται• καὶ γὰρ καὶ ὁ Παρμενίδης τὰ σώματα ἐν τοῖς δοξαστοῖς τίθησι, καὶ ὁ Μέλισσος “ἔν ἐόν, φησί, δεῖ αὐτὸ σῶμα μὴ ἔχειν. εἰ δὲ ἔχοι πάχος, ἔχοι ἄν μόρια καὶ οὐκέτι ἕν εἴη.’’ καὶ τὸ ἀδιαίρετον οὖν τὸ πέ- ῥᾶς οὐχ ὡς πέρας ἕξει σώματος, ἀλλ’ ὡς τέλος πάντων καὶ ἀρχὴν τῶν ὄντων, καὶ ἀπλῶς οὕτως ὡς καὶ Ἀριστοτέλης τὸν παρ’ αὐτῷ νοῦν ἤτοι τὸ πρῶτον αἴτιον ἕν τε εἶναί φησιν, “οὐκ ἀγαθὸν πολυκοιρανίη’’ βοῶν, καὶ ἀμέριστον δεικνὺς καὶ ἀκίνητον καὶ τέλος πάντων καὶ τὸ αὐτὸ νοῦν καὶ νοητὸν καὶ νόησιν, καὶ τοῦτο οὐ παρὰ Πλάτωνος μόνου ἀλλὰ καὶ παρὰ Παρμενίδου λαβὼν λέγοντος, ταὐτὸν δ’ ἐστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα. οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ᾧ πεφατισμένον ἐστίν, εὑρήσεις τὸ νοεῖν. ἕνεκα γὰρ τοῦ νοητοῦ, ταὐτὸν δὲ εἰπεῖν τοῦ ὄντος, ἐστὶ τὸ νοεῖν τέλος ὂν αὐτοῦ. ἀλλὰ καὶ τὸ ὅλον καὶ τὰ μέρη καὶ τὸ συνεχὲς ὡς ἐπὶ σώματος λαμβάνων ὁ Ἀριστοτέλης τὰ ἄτοπα ἐπήγαγεν. εἰ δὲ κατὰ τὴν ἐκείνων ἔννοιαν λαμβάνοιντο, δέξαιντο ἂν ἐν τάξει τινὶ τοῦ ὄντος καὶ τὸ μέρη ἔχειν, εἴπερ ὅλον αὐτό φησιν “οὗλον μουνογενές τέ’ καὶ τὸ διὰ τὴν συνέχειαν ἐπ’ ἄπειρον εἶναι διαιρετόν, τῷ ξυνεχὲς πᾶν ἐστιν• ἐὸν γὰρ ἐόντι πελάζει. σαφέστερον δὲ τοῦτο τὸ ἄτοπον ὁ παρὰ τῷ Πλάτωνι Παρμενίδης ἐπὶ τοῦ ἑνὸς ὄντος προσήκατο κατὰ τὴν δευτέραν τῶν ὑποθέσεων εἰπών “Τί οὖν, τῶν μορίων ἑκάτερον τούτων τοὐ ἑνὸς ὄντος, τό τε ἓν καὶ τὸ ὄν, ἆρα ἀπο- λείπεσθον ἢ τὸ ἓν τοῦ εἶναι μόριον ἢ τὸ ὂν τοῦ ἑνὸς μορίου; οὐκ ἂν εἴη. πάλιν ἄρα καὶ τῶν μορίων ἑκάτερον τό τε ἓν ἴσχει καὶ τὸ ὄν, καὶ γίνεται τοὐλάχιστον ἐκ δυοῖν αὖ μορίοιν τὸ μόριον, καὶ κατὰ τὸν αὐτὸν λόγον οὕ- τὼς ἀεί, ὅτιπερ ἂν μόριον γεννᾶται, τούτῳ τὼ μορίω ἀεὶ ἴσχει. τό τε γὰρ ὂν τὸ ἓν ἀεὶ ἴσχει καὶ τὸ ἓν τὸ ὄν. ὥστε ἀνάγκη δύο ἀεὶ γινόμενον μηδέποτε ἓν εἶναι. Παντάπασι μὲν οὖν. οὐκοῦν ἄπειρον ἄν τι πλῆθος οὕτω τὸ ἓν ὂν εἴη. Ἕοιχέ γε’’. ἀλλὰ καὶ τὸ πάντα ἐκεῖ ἕνα καὶ τὸν αὐτὸν λόγον τὸν τοῦ ὄντος ἔχειν καὶ ἀλλήλοις εἶναι τὰ αὐτὰ οὐδὲν ἄτοπον. εἰ γὰρ αἴτιον ἐκεῖνο πάντων καὶ ἔστι πάντα πρὸ πάντων, δῆλον ὅτι προείληπται ἐν αὐ- τῶ τὰ πάντα κατὰ μίαν ἕνωσιν περιεχόμενα τὴν τοῦ ἑνὸς ὄντος, δι’ ἣν ἀμερίστως διακριθέντα ἕκαστον τὰ πάντα ἐστί. καὶ ταῦτα καὶ αὐτῷ οἶμαι τῶ Ἀριστοτέλει δοκεῖ πάντων αἴτιον τὸν παρ’ αὐτῷ πρῶτον νοῦν λέγοντι καὶ διττὴν φαμένῳ τὴν τάξιν, τὴν μὲν ἐν τῷ αἰτίῳ, τὴν δὲ ἐν τῷ ἀποτε- λέσματι. καὶ εἰ μὴ δοκῶ τισι τῶν ἐντευξομένων γλίσχρως μετάγειν, εἴποιμι ἄν καὶ τὸν Ἀριστοτέλην ἦς τρίτης τοῦ ἑνὸς ὄντος τοῦ Παρμενίδου τάξεως συναισθόμενον οὕτως πρὸς αὐτὴν ἀποτείνεσθαι· τὸ μὲν ἄκρον ἀδιαιρέτως ἥνωται· τὸ δὲ μέσον εἰς συνοχὴν τὴν ἕνωσιν χαλάσαν ὅλον γέγονε καὶ μέρη διὸ καὶ Ἀριστοτέλης ἐν τῷ περὶ συνεχοῦς λόγῳ τὴν περὶ τοῦ ὅλου τέθεικεν ἀπορίαν)· τὸ δὲ δὴ τρίτον ἡνωμένως τὴν εἰδητικὴν διάκρισιν προ- βαλλόμενον πάντα μὲν ἐν ἑαυτῷ προέδειξε κατ’ αἰτίαν, διὰ δὲ τὸ νοητὴν εἶναι τὴν διάκρισιν πάντα τῇ τοὐ ἑνὸς ὄντος ἑνώσει κεκράτηται, καὶ ὅπερ ἄν λάβῃ τις ὡς διακριθέν, τοῦτο φυλάττων εὑρίσκει τὴν τοῦ ἑνὸς ὄντος νοητὴν ἕνωσιν, διακρίσεως δὲ ὁπωσοῦν κατ’ αἰτίαν ἀναφανείσης καὶ ἡ ἐπ’ ἄπειρον τῶν τῆς γενέσεως μερῶν πρόοδος ἐκεῖθεν ἔλαχε τὸν ἀνέκλειπτον πληθυσμόν. πῶς οὗν, φαίη ἄν τις, ἀντιλέγειν τοῖς θείοις τούτοις δόγμασιν ὁ Αρτστοτεέλης δοκεῖ; ἢ ὅτι ὡς εἰς φυσικὴν θεωρίαν προαγόμενα παραλλάττειν δοκεῖ τῆς ἀληθείας. οὐ γὰρ ἐπιδέχεται τὴν νοητὴν ἕνωσιν ὁ αἰσθητὸς δια- σπασμός, οὐδὲ ὥσπερ ἐν τοῖς νοητοῖς ἡ ἡνωμένη ὕπαρξις αἰτιωδῶς τὴν πεπληθυσμένην περιέχει διάκρισιν, ὡς δύνασθαι καὶ ταύτην ἐκεῖ θεωρεῖν, οὕτως ἐν τοῖς αἰσθητοῖς τὴν παντελῆ τοῦ ἑνὸς ἕνωσιν ὁρᾶν δυνατόν. τὸ οὖν ἐνταῦθα ἀδιαίρετον καὶ τὸ συνεχὲς καὶ ἡ κατὰ τὸν ἕνα λόγον κοινωνία οὐκ ἐφαρμόττει τῷ ἑνί. Ὄτι δὲ οὐ διὰ φιλεριστίαν ἡ πρὸς Παρμενίδην ἀντιλογία γέγονε, δηλοῖ καὶ Πλάτων, ἐν μὲν τῷ Παρμενίδῃ τὸ ἓν ὂν τοὐ Παρμενίδου δεχόμενος καὶ ἀπ’ ἐκείνου τὸ ὑπὲρ ἐκεῖνο ἀνευρίσκων, ὅπερ οὐδὲ ἓν καλεῖν ἀξιοῖ, καὶ τὰς μετ’ ἐκεῖνο τάξεις τοῦ ἑνὸς παραδιδούς· ἐν δὲ τῷ Σοφιστῇ σαφῶς ἀντι- λέγων πρὸς αὐτὸν ἓν τὸ ὂν λέγοντα, καὶ τὸ μὲν ἓν χωρίζων τοῦ ὄντος ὡς ὑπέρτερον τοῦ ὄντος, τὸ δὲ ὂν δεικνὺς τὸ μὲν πρῶτον κατὰ μέθεξιν τοῦ ἑνὸς ἡνωμένον, τὸ δὲ ἐφεξῆς τῇ ἑτερότητι διακρινόμενόν τε καὶ πληθυνό- μενον. οὐδὲν δὲ ἴσως χεῖρον τροπαρασκευῆς εἵνεκα τῶν τοῦ Πλάτωνος ἐννοιῶν τὰ ὑπ’ αὐτοῦ ῥηθέντα ἐν τῷ Σοφιστῇ παραγράψαι. “Τί δέ; παρὰ τῶν ἓν τὸ πᾶν λεγόντων, ἆρα οὐ πευστέον εἰς δύναμιν τί ποτε λέγουσι τὸ ὄν; Πῶς γὰρ οὔ; τόδε τοίνυν ἀποκρινέσθωσαν. ἕν πού φατε μόνον εἶναι; φαμὲν γάρ, φήσουσιν. ἦ γάρ; Ναί. Τί δέ; ὂν καλεῖτέ τι; Ναί. Πότερον ὅπερ ἕν, ἐπὶ τῷ αὐτῷ προσχρώμενοι δυοῖν ὀνόμασιν, ἢ πῶς; τίς οὖν αὐτοῖς ἡ μετὰ τοῦτ’, ὧ ξένε, ἀπόκρισις; Δῆλον, ὦ Θεαίτητε, ὅτι τῷ ταύτην τὴν ὑπό- θέσιν ὑποθεμένῳ πρὸς τὸ νῦν ἐρωτηθὲν καὶ πρὸς ἄλλο δὲ ὁτιοῦν οὐ πάντων ῥᾷστον ἀποκρίνασθαι. Πῶς; Τό τε δύο ὀνόματα ὁμολογεῖν εἶναι μηδὲν θέ- μένον πλὴν ἓν καταγέλαστόν που. Πῶς δὲ οὔ; Καὶ τὸ παράπαν γε ἀπο- δέχεσθαί του λέγοντος, ὡς ἔστιν ὄνομά τι, λόγον οὐκ ἄν ἔχον. Πῇ; Τι- θείς τε τοὔνομα τοῦ πράγματος ἕτερον δύο λέγει πού τινε. Ναί. Καὶ μὴν ἄν ταὐτόν γε αὐτῷ τιθῇ τοὔνομα ἢ μηδενὸς ὄνομα ἀναγκασθήσεται λέγειν· εἰ δέ τινος αὐτὸ φήσει, συμβήσεται τὸ ὄνομα ὀνόματος ὄνομα μόνον, ἄλλου δὲ οὐδενὸς ὄν. οὕτως. Καὶ τὸ ἕν γε ἑνὸς ἓν ὂν μόνον, καὶ τοῦ ὀνόματος αὗ τὸ ἓν ὄν. ’Ανάγκη. Τί δέ; τὸ ὅλον ἕτερον τοῦ ὄντος ἑνὸς ἢ ταὐτὸν φή- σουσι τούτῳ; Πῶς γὰρ οὐ φήσουσί τε καὶ φασίν; Εἰ τοίνυν ὅλον ἐστίν, ὥσπερ καὶ Παρμενίδης λέγει πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ίσοπαλὲς πάντῃ• τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον πέλεναι χρεών ἐστι τῇ ἢ τῇ, τοιοῦτόν γε ὂν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει, ταῦτα δὲ ἔχον πάσα ἀνάγκη μέρη ἔχειν· ἢ πῶς; οὕτως. Ἀλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δὴ πᾶν τε ὂν καὶ ὅλον ἓν εἶναι. Τί δ’ οὔ; Τὸ δὲ πεπονθὸς ταῦτα, ἆρα οὐκ ἀδύνατον αὐτό γε τὸ ἓν αὐτὸ εἶναι; Πῶς; Ἀμερὲς δή που δεῖ παντελῶς τό γε ἀληθῶς ἓν κατὰ τὸν ὀρθὸν λόγον εἰρῆσθαι. Δεῖ γὰρ οὖν. Τὸ δὲ τοιοῦτον ἐκ πολλῶν μερῶν ὂν οὐ συμφωνήσει τῷ λόγῳ ὅλῳ· Μανθάνω· Πότερον δὴ πάθοις ἔχον τὸ ὅλον τοδ ἑνὸς οὕτως ἕν τε ἔσται καὶ ὅλον, ἢ παντάπασι μὴ λέ γωμεν ὅλον εἶναι τὸ ὄν; Χαλεπὴν προβέβληκας αἵρεσιν· ’Αληθέστατα μέν- τοι λέγεις. πεπονθός τε γὰρ τὸ ὃν ἓν εἶναί πὼς οὐ ταὐτὸν ὂν τῳ ἔνι φα- νεῖται, καὶ πλέονα δὴ τὰ πάντα ἑνὸς ἔσται; Ναί. Καὶ μὴν ἐάν γε τὸ ὂν ᾖ μὴ ὅλον διὰ τὸ πεπονθέναι τὸ ὑπ’ ἐκείνου πάθος, ᾖ δὲ αὐτὸ τὸ ὅλον, ἐνδεὲς τὸ ὂν ἑαυτοῦ ξυμβαίνει. Πάνυ γε. Καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ἑαυτοῦ στερόμενον οὐκ ὂν ἔσται τὸ ὄν. οὕτως. Καὶ ἑνός γε οὐ πλείω τὰ πάντα γίνεται, τοῦ τε ὄντος καὶ τοῦ ὅλου χωρὶς ἰδίαν ἑκατέρου φύσιν εἰ· ληφότος; Ναί. Μῆ ὄντος δέ γε τὸ παράπαν τοῦ ὅλου, αὐτά τε ταῦτα ὑπάρχει τῷ ὄντι καὶ πρὸς τῷ μὴ εἶναι μηδ’ ἂν γενέσθαι ποτὲ τὸ ὂν· Τί δή., Τὸ γενόμενον ἀεὶ γέγονεν ὅλον, ὥστε οὔτε οὐσίαν οὔτε γενομένην οὗτε οὖσαν δεῖ προσαγορεύειν τὸ ἓν ἢ τὸ ὅλον ἐν τοῖς οὖσι μὴ τιθέντα· Παντάπασιν ἔοικε ταῦθ’ οὕτως ἔχειν. Καὶ μὴν οὐδ’ ὁποσονοῦν τι δεῖ τὸ μὴ ὅλον εἶναι. ποσόν τι γὰρ ὄν, ὁπόσον ἦν τοσοῦτον ὅλον ἀναγκαῖον αὐ- τὸ εἶναι. Κομιδῇ γε. Καὶ τοίνυν ἄλλα μυρία ἀπεράντους ἀπορίας ἕκαστον εἰληφὸς φανεῖται τῶ τὸ ὂν εἴτε δύο τινὲ εἴτε ἓν μόνον εἶναι λέγοντι. Δῆλοί σχεδ̣́ὸν καὶ τὰ νῦν ὑποφαίνοντα. συνάπτεται γὰρ ἕτερον ἐξ ἄλλου μείζω καὶ χαλεπωτέραν φέρον περὶ τῶν ἔμπροσθεν ἀεὶ ῥηθέντων πλάνην.” ἀλλὰ ταῦτα μὲν κἀν παρέκβασίν τινα μακροτέραν ἔσχεν, κεχαρίσθω τῷ περὶ αὐτὰ ἔρωτι· ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον. p. 185 b 25 ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων. Εἰπὼν ὅτι καθ’ ἕκαστον τῶν τοῦ ἑνὸς σημαινομένων τὸ αὐτὸ ἓν καὶ πολλὰ δείκνυται καὶ γὰρ τὸ ὡς συνεχὲς ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, καὶ ὅλον ὂν πλῆθος ἔχει μερῶν ἑτέρων ὄντων παρὰ τὸ ὅλον, καὶ τὰ τῷ λόγῳ τὰ αὐτὰ ἓν καὶ πολλὰ δείκνυσιν ἕκαστον, εἴπερ ὁ ἄνθρωπος ἄνθρωπος ὢν καὶ ἵππος ἐστὶ καὶ βοῦς καὶ τὰ ἄλλα τὸν αὐτὸν ἔχοντα ἐκείνοις λόγον τὸν τοῦ ὄντος, καὶ τὸ ἀδιαίρετον δὲ καὶ ἀμερές ἐστι καὶ πέρας καὶ ἀρχὴ καὶ ἄλλα πολλά) ταῦτα οὖν εἰπὼν καὶ ὅτι ἀντιφάσει περιπίπτουσιν, ἐπάγει ὅτι τοῦτο τὸ ἄτοπον τὸ τοῖς ἓν τὸ ὂν λέγουσι ἑπόμενον τὸ τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι, οὐ μόνον ἐκείνους προτεινόμενον ἐθορύβει, ἀλλὰ καὶ τοὺς μετ’ ἐκεί- νους γεγονότας. κἀν γὰρ μὴ ἔλεγον ἓν τὸ ὂν οὗτοι, ἀλλὰ τιθέμενοι ἕκαστον τῶν αἰσθητῶν ἓν εἶναι οἷον τὸν Σωκράτην, ἔπειτα διὰ τὰς κατηγορίας τῶν συμβεβηκότων πολλὰ αὐτὸν λέγοντες εἶναι καὶ γὰρ ὅτι σιμός ἐστι καὶ ὅτι φιλόσοφος καὶ λευκὸς εἰ τύχοι), ἐθορυβοῦντο πῶς ἂν εἴη δυνατὸν τὸ αὐτὸ ἓν ἅμα καὶ πολλὰ εἶναι. καὶ διὰ τοῦτο τῆς μὲν οὐσίας τὸ τί ἐστι κατη- γόρουν λέγοντες Σωκράτης ἐστί, τῶν δὲ συμβεβηκότων τῇ οὐσία ἀφῄρουν τὸ ἔστι· μετὰ μὲν γὰρ τῆς οὐσίας τὸ ἔστι μὴ ποιεῖν πλῆθος αὐτὸ γὰρ περὶ αὐτοῦ λέγεσθαι), τοῖς δὲ συμβεβηκόσι προσκείμενον τὸ εἶναι καὶ αὐτὰ ποιοῖ καὶ οὐσιοῖ, καὶ ταῦτα μετὰ τῆς οὐσίας συμπλέκον, ὡς ὅταν εἴπω Σωκράτης λευκός ἐστι· δύο γὰρ ὄντα γίνεται. διὸ Λυκόφρων ἀφῄρει τὸ ἔστι τῶν κατηγορημάτων λέγων Σωκράτης λευκός, ὡς αὐτῶν καθ’ αὑτὰ τῶν συμ- βεβηκότων ἄνευ τοὐ ἔστι μὴ ποιούντων ὄντος προσθήκην· καίτοι εἰ μὴ προσθήκην ἐποίει, ταὐτὸν ἄν ἦν Σωκράτης λέγειν καὶ Σωκράτης λευκός· ἔπειτα ἡ τοιαύτη προφορὰ ἀποφαντικὸν λόγον οὐ ποιεῖ· οὔτε γὰρ ἀλήθειαν οὔτε ψεῦδος δηλοῖ. οὐ μέντοι οὐδὲ ἄλλο εἶδος λόγου ποιεῖ, οὐδὲ λόγος ἔσται· οὔτε γὰρ προστακτικὸς οὔτε ἐρωτηματικὸς οὔτε εὐκτικός· καὶ πρὸς τῷ τὸ ἐξ ἀρχῆς ἄπορον μὴ φυγεῖν καὶ ἄλλοις περιπεπτώκασιν. ἄλλοι δὲ ἀποφαντικὸν λόγον ποιεῖν βουλόμενοι εἰς ῥήματα μετέπλαττον τὰ κατηγο- ρούμενα, ἄνθρωπος οὐ λευκός ἐστι λέγοντες ἀλλὰ λελεύκωται καὶ οὐ βαδίζων ἐστὶν ἀλλὰ βαδίζει, ἵνα μὴ τὸ ἔστι προσάπτοντες πολλὰ ποιῶσι τὸ ὄν, ἀλλ’ ᾖ δῆλον, ὅτι ὑφειμένην ἔχει φύσιν τὰ συμ- βεβηκότα, ὥσπερ καὶ τὸ ῥῆμα ἐνέργειαν ἢ πάθος δηλοῖ ὑφειμένα τῆς ού- σίας ὄντα. καὶ δῆλον ὅτι οὐδὲ οὗτοι τὴν ἀπορίαν ἐξέφυγον, κἄν ἐκκλίνοντες καὶ μεταρρυθμίζοντες τὴν λέξιν τὴν κατηγορίαν ἐποιοῦντο· πᾶν γὰρ ῥῆμα εἰς μετοχὴν καὶ τὸ ἔστιν ἀναλύεται· βαδίζει, βαδίζων ἐστίν. οἱ δὲ ἐκ τῆς Ἐρετρίας οὕτως τὴν ἀπορίαν ἐφοβήθησαν ὡς λέγειν μηδὲν κατὰ μηδενὸς κατηγορεῖσθαι, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ ἕκαστον λέγεσθαι, οἷον ὁ ἄνθρωπος ἄνθρωπος, καὶ τὸ λευκὸν λευκόν. καὶ οὐδὲ οὗτοι μὲν ἐξέφυγον τὴν ἀπο- ρίαν. καὶ γὰρ ὁ ἄνθρωπος πολλά ἐστι καὶ τὸ λευκὸν πολλά, ὡς οἱ ὁρισμοὶ δηλοῦσι· καὶ τῷ ἑτέρῳ δὲ τῶν ἀτόπων περιπεπτώκασι τῷ τὸν ἀποφαντικὸν λόγον ἀναιροῦντι• πλὴν οὗτοι τὸ μὴ εἶναι πολλὰ ἕκαστον τῶν αἰσθητῶν τῷ πολλὰ αὐτῶν κατηγορεῖσθαι οὕτως ᾤοντο διαφεύγειν οὐκ ἐννοοῦντες ὅτι οὐ κατὰ μόνην τὴν κατηγορίαν τὸ ὂν καὶ τὸ ἓν πολλὰ γίνεται, ἀλλὰ καὶ οὕτως μὲν ὅταν τῶ λόγῳ διαφέροντά τινα καὶ διὰ τοῦτο πολλὰ ὄντα τῷ αὐτῷ καὶ ἑνὶ ὑπάρχῃ καὶ κατηγορῆται τοῦ αὐτοῦ ὑποκειμένου, καὶ κατ’ ἄλλον δὲ τρόπον τῷ τὸ συνεχὲς καὶ ὅλον ἓν ὃν ἐνεργείᾳ δυνάμει πολλὰ εἶναι τῷ δύνασθαι εἰς μέρη διαιρεθῆναι πολλά, καὶ αὖ πάλιν τῷ τὰ πολλὰ καὶ διῃ- ρημένα ἐνεργείᾳ δυνάμει ἓν εἶναι συνεχές, ὅτι δύναται συνεχίζεσθαι, ὡς οἱ πολλοὶ κηροί. καὶ πρὸς μὲν ἐκεῖνο ἔδοξαν ἀποφυγὰς εὑρεῖν τὰς εἰρημένας· πρὸς δὲ τοῦτο μηδὲν δυνάμενοι λέγειν ἐνεδίδοσαν καὶ ὡμολόγουν τὸ ἄτοπον τὸ αὐτὸ ἓν καὶ πολλὰ εἷναι. τῆς δὲ πλάνης αὐτοῖς καὶ τοὐ τῇ ἀπορίᾳ ἐν- δοῦναι αἴτιον τὸ μὴ συνιδεῖν ὅτι ἐνδέχεται τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι, οὐ κατὰ τὸ αὐτὸ δέ, ἀλλ’ οὕτως ὡς τῷ μὲν ὑποκειμένῳ ἕν, πολλὰ δὲ τοῖς συμβεβηκόσιν, ἅπερ οὐκ ἀντίκειται ἀλλήλοις, ἢ ὡς ἐνεργείᾳ μὲν ἓν δυνάμει " δὲ πολλά, ὡς τὸ συνεχές. οὐδὲ γὰρ τὰ ἀντικείμενα ἀλλήλοις ἐστί, διότι οὐκ ἐπὶ τοῦ αὐτοῦ, καὶ διὰ τοῦτο δύναται συνυπάρχειν. ἀντίκειται γὰρ τὰ τῷ αὐτῷ ἢ κατὰ τὸ αὐτὸ ἐνεργείᾳ ἄμφω ὑπάρχοντα, ὡς ὅταν τις τὸν Σω- κράτην ἐν τῷ αὐτῷ χρόνῳ ἕνα δάκτυλον καὶ πλείονας λέγῃ ἔχειν. ἐν ἄλλῳ γὰρ καὶ ἄλλῳ χρόνῳ κατὰ τὸ αὐτὸ μόριον οὐδὲν ἄτοπον τὸ ἓν καὶ πολλὰ συνίστασθαι, οὐδὲ ἐν τῷ αὐτῷ χρόνῳ κατ’ ἄλλο καὶ ἄλλο μόριον. τὰ μέν- τοι δυνάμει καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ κατὰ τὸ αὐτὸ δύναται συνίστασθαι. ὁ γὰρ ἐνεργείᾳ ἄπαις δυνάμει καὶ ἓν καὶ πολλὰ τέκνα ἔχειν λέγοιτο ἄν· διὸ οὔτε τῷ ἐνεργείᾳ ἑνὶ ἀντίκειται οὔτε ἀλλήλοις· διὸ καὶ συνυπάρχει· εἰ γάρ τι καθεύδει καὶ ἕστηκε δυνάμει, τοῦτο ἐγρηγορέναι καὶ καθῆσθαι δυνάμει λέγοιτο ἄν. τοιαύτη μὲν ἡ κατὰ τὸ πρόχειρον ἔννοια τῆς Ἀριστοτελικῆς λέ- ξεως εἶναι δοκεῖ. τοὐ δὲ Πορφυρίου καινοπρεπῶς αὐτὴν ἐπιδραμόντος, ἄξιον ἄν εἴη μηδὲ τὰ ἐκείνῳ δοκοῦντα παραλιπεῖν, τὰ μὲν συντέμνοντα τῶν λεγομένων, τὰ δὲ ἐπ’ αὐτῆς τῆς λέξεως παρατιθέντα. Λέγει τοίνυν ὅτι ‘συμπληρώσας τὰ καθ’ ἕκαστον σημαινόμενον τῶν ἑνὸς προσαγόμενα ἄπορα ἐπάγει ἄλλην ἀπορίαν γενομένην πρὸς ἑαυτόν. ἔφη γὰρ ἄν τις ὅτι ‘ταῦτα προσηπόρησας πολλαχῶς λέγεσθαι τὸ ἓν ὑποθέμενος καὶ πολλαχῶς τὸ ὄν· εἰ δὲ μὴ τοῦτο, ἴσως ἄν τὰ ἄπορα ταῦτα οὐ προσή- γαγες.’ πρὸς οὓς ἀπάντησιν βιαίαν ἅμα καὶ μὴ συνεωραμένην τοῖς ἐξη- γηταῖς πᾶσι πεποίηται, λέγων ὅτι ἐὰν μὴ δεκαχῶς λέγεσθαι ὑποτεθῇ τὸ | ὄν, οὐχ οἱ περὶ Παρμενίδην μόνοι καὶ Μέλισσον, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες θορυβήσονται. ἴδωμεν γὰρ τὸ κυρίως ἓν ποδαπὸν ἡμῖν προσπίπτει. ἆρα ὁμοῦ δῆλον ὡς ἁπλοῦν τι καὶ ἀμερὲς καὶ ἀδιαίρετον, καθόσον ἓν ἐπινοεῖται; ὅταν οὖν λέγωσιν ὅτι τὸ ζῷον ἓν μὲν τῷ γένει εἴδει δὲ πολλά, καὶ ὁ ἄνθρωπος εἷς τῷ εἴδει τῷ ἀριθμῷ δὲ πολλά, Σωκράτης τε ἐνεργείᾳ εἷς δυνάμει δὲ καὶ μέρεσι καὶ συμβεκηκόσι πολλά, ἆρα οὐκ ὀνόματι μὲν τὸ ἓν ὀνομάζουσι, τῇ δὲ ἐννοίᾳ τῇ τοῦ ἑνὸς οὐδαμῶς ὁμολογοῦσι; πολὺς γὰρ ὁ ἐπὶ τούτων ὁρώ- μένος μερισμός, κἄν ἑνικῶς γένος ἢ εἶδος λέγηται, ὥσπερ τὸ πλῆθος αὐτὸ καὶ ἡ ἵππος κἀν ἑνικῶς λέγηται πλῆθος ἐμφαίνει. εἰκότως οὗν ἐπὶ τούτων ἀπορία τις ἦν, οἷον πρῶτον ἐπὶ τῶν ὑποκειμένων καὶ τῶν συμβεβηκότων. εἰ γὰρ Σωκράτης λευκός ἐστι, πῶς τοῦτο ἕν; ἢ γὰρ οὐδέν ἐστι τὸ λευκόν, καὶ οὐ- ’δεν πλέον ἔσται κατηγορεῖν αὐτὸ Σωκράτους· ἢ εἴπερ ἔστι καὶ τὸ λευκόν, διὰ τί οὐ δύο τὸ Σωκράτης λευκός; εἰ γὰρ ὅτι κατηγορεῖται οὐδέν ἐστι, τί μᾶλλον ὅτι Σωκράτης ὑπόκειται οὐδὲν ἔσται; ἑκάτερον γὰρ ἔστιν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐνεργείᾳ ἑνὸς δυνάμει δὲ πολλῶν. τί γὰρ δὴ φήσομεν; μηδὲν εἶναι τὰ μέρη; καὶ πῶς οὐχὶ καὶ τὸ ὅλον οὐδέν, ὅτι ἐκ τῶν μερῶν συνέστηκε τὸ ὅλον; ἀλλ’ ἔστι τὰ μέρη· καὶ πῶς ὁ Σωκράτης οὐ πολλά; ἐπί τε τοὐ ὡς γένους καὶ ὡς εἴδους. τὸ γὰρ ζῷον τῷ ἀνθρώπῳ καὶ ὁ ἄνθρωπος τῷ Σω- κράτει πότερον ὡς οὐδὲν συμβέβηκε; καὶ πῶς τὸ ζῷον τοῦ μὴ ζῴου διαφέρειν φαμὲν καὶ τὸν ἄνθρωπον τοῦ ἵππου; ἀλλ’ ἔστι τὸ ζῷον τί· καὶ πῶς οὐ πολλὰ ὁ ἄνθρωπος καὶ ζῷον ὢν καὶ ἄνθρωπος; διὰ τί δὲ τῷ Σω- κράτει ὁ ἄνθρωπος συμβέβηκεν, ἀλλ’ οὐχὶ τῷ ἀνθρώπῳ ὁ Σωκράτης; πολὺς οὖν θόρυβος οὐ πρὸς τοὺς περὶ Παρμενίδην μόνον, ἀλλ’ ἁπλῶς πρὸς πάντας τοὺς συνώνυμον ὑποθεμένους τὸ ὂν καὶ ὡς ἓν μὲν αὐτὸ ὑποτιθε- μένους, σῴζειν δὲ μὴ δυναμένους ἐπ’ αὐτοῦ τὴν τοῦ ἑνὸς καθαρὰν πρό- ληψιν. διὰ ταῦτα δὴ Λυκόφρων μὲν τὸ ἔστιν οὐ συνῆπτεν ὡς δή τινος ἐκ τούτου συμβαίνοντος ἀτόπου· τινὲς δὲ εἰς ῥήματα μετέπλασσον τὰ κατη- γορούμενα ἐμφαίνοντες τὸ ἐλάττονα αὐτὰ εἶναι καὶ συμβεβηκότα μᾶλλον. οἱ δὲ ἐκ τῆς Ἐρετρίας μηδὲν κατὰ μηδενὸς κατηγορεῖσθαι λέγουσιν, ἀλλὰ μόνον αὐτό τι καθ’ αὑτοῦ, οἷον ὁ ἄνθρωπος ἄνθρωπος. ἀλλ’ οὐδὲ οἱ πρό- τεροι οὐδὲ οὗτοι ἐξέφυγον τὴν ζήτησιν. αὐτὸς γὰρ ὁ ἄνθρωπος ἐζητήθη ἄν· ἀλλ’ οὔ φασιν ἄξιον εἶναι ζητεῖν· πολλὰ γάρ, ἐὰν διαιρεθῇ ἐνεργείᾳ· νῦν δὲ εἶναι ἕν. ἀλλ’ ὁ λόγος ἦν καὶ ἡ ζήτησις περὶ τοῦ ἀδιαιρέτου <καὶ> μερῶν. ἆρα ἔστι τι ἡ οὐδέν, ἕως ἔτι ἐν αὐτοῖς ἐστιν; ὥστε οὐ λύεται ἡ Τὴν τοίνυν τοιαύτην καὶ τηλικαύτην ἀπορίαν μόνος ὁ Ἀριστοτέλης συνεῖδεν ὅπως λύειν χρή. τὰ γὰρ ὄντα φησὶ μὴ ὁμοίως ὄντα εἶναι· διὸ μὴ εἶναι αὐτῶν γένος τὸ ὄν· ἀλλὰ τὸ μὲν τοιοῦτον εἶναι ὃ καὶ αὐτὸ καθ’ ἑαυτὸ ὑποστῆναι δύναται χαρακτῆρα ἐμφαῖνον ἴδιον, τὰ δὲ ὄντα μέν, οὐχ ὁμοίως δὲ μετειληφότα τοῦ ὄντος, ἀλλὰ κατ’ ἄλλον τρόπον τῷ ἐν ἐκείνοις εἶναι καὶ ἠρτῆσθαι ἀπ’ ἐκείνων πρὸς τὸ εἶναι. ὁ μὲν γὰρ πατὴρ καὶ ὁ υἱὸς κατὰ τύχην ὑπέστησαν, καὶ ὁ δεπότης καὶ ὁ δοῦλος. διὸ πολλαχῶς ἔφη τὸ ὄν· πλὴν ὅτι τὰ ἄλλα ἐπὶ τῇ οὐσίᾳ συμβέβηκε, καθ’ ἣν καὶ χα- ρακτηρίζεται τὸ ὑποκείμενον. διὸ οἱ μὲν ἀνῄρουν τὰ ἄλλα, καθάπερ οἱ ἀπὸ τῆς Στοᾶς ἐποίουν, παρὰ τὰ ἐναργῆ· ὁ δὲ ὁμοίως τῇ οὐσίᾳ καὶ τἆλλ’ εἰπὼν ἓν μᾶλλον ἁμαρτάνει. πολλὰ γὰρ ποιήσει τὰ ὄντα καὶ σωρεύσει ὡς τὰ ἄτομα σώματα· ὁ δὲ πῶς μὲν λέγων εἶναι τῷ ἐπὶ τῇ οὐσίᾳ θεωρεῖσθαι καὶ μετ’ ἐκείνης εἶναι, πῶς δὲ μὴ εἶναι τῷ μὴ ἄνευ αὐτῆς ὑποστῆναι δύνασθαι, οὗτος ἐπείληπται τοῦ ὀρθοῦ. ἐπιόντες τοίνυν τοὺς τρόπους τοῦ ἑνός, οὐκέτι πολλὰ φήσομεν τὸ ὅν, διότι τὰ μέρη ἄλλως καὶ οὐχ ὡς Σωκράτης ἓν λέγεται· ὁ μὲν γὰρ καθ’ ἑαυτὸν ἰδιότητα ἐμφαίνει τοῦ χαρακτῆρος, τὰ δὲ μέρη ἄνευ τοῦ ὅλου οὐκ ἄν ὑπο- σταίη, ἀλλ’ ἔστιν οὕτως ὡς σὺν τῷ ὅλῳ εἶναι. μένει τοίνυν ὁ Σωκράτης εἷς. ὁμοίως καὶ κατὰ τὸ εἶδος οὐ πληθύνεται ἅμα καὶ ἄνθρωπος γενόμενος τῷ τὸ εἶδος μὴ ἄν ποτε καθ’ ἑαυτὸ ὑποστῆναι, μηδὲ ὑφεστάναι τὸν ἄν- θρωπον οὕτως ὡς αἱ πρῶται οὐσίαι, ἀλλ’ ἄλλως. ἀλλὰ μὴν οὐκ ἄν εἴποι τις παντελῶς μηδὲν εἶναι παρὰ τὸν Σωκράτην τουτὶ τὸ πλεόνασμα, εἰ καὶ μὴ τοιοῦτόν ἐστιν ὁποῖον αὐτὸς ὁ Σωκράτης, ἀλλὰ κατ’ ἐκεῖνον καὶ μετ’ ἐκείνου. οὐδὲ γὰρ οὕτως ὁμώνυμον τὸ ὂν ὡς τὰ ἀπὸ τύχης, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνός. καὶ τὸ λευκὸν τότε ἐστίν, ὅταν ἄλλου ᾖ κἀν τούτῳ ἔχῃ τὸ εἶναι ἐν τῷ ἄλλου εἶναι. ὥσπερ γὰρ ἡ ἐπιφάνεια σώματος οὖσα τὸ οἷον σῶμα εἶναι ἀπὸ τοῦ σώματος ἔλαβεν, οὕτως δεῖ νοεῖν καὶ τὴν τῶν ἄλλων ὄντων ὑπόστασιν· τῷ γὰρ ἄλλου εἶναι τὴν ὑπόστασιν ἔχει. διὸ οὐκέτι πολλὰ ὁ λευκὸς Σωκράτης, ἢ αὐτός τε καὶ τὰ μέρη• οὐ γὰρ ἄλλα τινὰ συνελθόντα, ὡς οἱ βόες εἰς τὸ ζεῦγος καὶ οἱ ἄνθρωποι εἰς τὴν χώραν, συνεστήσαντο Σωκράτην, ἀλλ’ ὄντος αὐτοῦ ὑποκειμένου, τὰ συμβεβηκότα αὐτῷ ἔστι ταύτῃ ἡ ὑφεστηκότα ἢ ἄλλου ἐστί, καὶ δι’ ἐκεῖνο καὶ ἔστιν· ὡς εἴ γε πολλὰ καὶ μετὰ ἑτέρου ἄλλου ἦν, λέγω δὲ τὰ συμβεβηκότα, ἔμενεν ἄν τὸ ζήτημα. ἐκ δὲ τούτου ἀνακύπτει ἡ τοῦ ὄντος καὶ μὴ ὄντος ἀπορία. ὂν μὲν γὰρ ἡ οὐσία, ὡς δ’ ἐν αὐτῇ ὄντα τὰ συμβεβηκότα οὐκ ὄντα, ἄλλως δὲ καὶ ὡς ταύτης ὄντα, ταύτῃ ἐστὶ καὶ ὄντα· καὶ τὸ αὐτὸ ἓν ἄν εἴποις καὶ πολλά, ἀλλ’ οὐχ ὡς τὸ ἓν οὕτως καὶ τὰ πολλά· οὐ γὰρ πεπλήθυνται ἐκ τοιούτων ἑνάδων. ὁμοίως δὲ καὶ ἐπὶ τῶν μερῶν τοῦ Σωκράτους· οὐ γὰρ ὡς Σω- κράτης καὶ ταῦτα ὄντα· ἀλλ’ ὡς τούτου καὶ τῷ ἐκείνου εἶναι ὄντα, οὐχ ὡς ἐκεῖνο οὕτως καὶ ζῷον καὶ ἄνθρωπος ὁ Σωκράτης, οὐχ ὅτι καὶ Σω- κράτης καὶ ἄνθρωπος καὶ ζῷον· ὅπερ ἐποίουν οἱ συνώνυμον τιθέντες τὸ ὄν, ἢ ὅπερ οἱ ἀναιροῦντες ἐκ τῶν ὄντων τὰ ἄλλα, οἱ ἓν εἰπόντες τὸ ὄν. οὐ τρία οὖν ὁ Σωκράτης οὐδὲ ἓν μόνον. οὐδὲ γὰρ οὐδὲν τὰ ἄλλα ἐστίν, ὅτι καὶ ταῦτα τῷ εἶναι Σωκράτους ἔστιν οὐ μὴν οὕτως ὡς Σωκράτης. καὶ οὕτως πάλιν πολλὰ καὶ οὐ πολλὰ ὁ Σωκράτης ἀλλὰ ἕν, ἓν δὲ οὐκ ἐκεῖνο ὃ παντελῶς καθαρεύει καὶ τῆς κατ’ ἐπίνοιαν συθέσεως, ἀλλ’ ὃ μίαν ὑφί- στησιν ὑπόστασιν καὶ παράγει μίαν οὐσίαν, οὐχ ὡς ἡ πλίνθος μία τῷ ἓν ὄνομα εἶναι, ἀλλὰ τῷ ἑνότητα ὑπάρχειν καὶ τὴν τοὐ τόδε δεῖξιν ἐπιδέχεσθαι. ἓν γὰρ τὰ πολλά, ἐὰν ὁμωνύμως τις τὸ ἓν ἐξηγῆται, καθάπερ πρῶτος ’Αρι- στοτέλης ἐνόησε. πολλὰ οὖν τὰ ὄντα πρῶτον μὲν ταῖς κατηγορίαις, οἷον οὐσία ποιότητι ταῖς ἄλλαις, καὶ κατὰ πάσας τὰ μὲν δυνάμει, τὰ δὲ ἐνερ- γείᾳ, καὶ ἔτι ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ· πρὸς δὲ τούτοις διαιρέσει ἢ λόγῳ ἢ ὀνόματι. καὶ οὐδὲν ἄτοπον τὸ αὐτὸ κατ’ ἄλλον μὲν τρόπον φαίνεσθαι καὶ λέγεσθαι ἕν, κατ’ ἄλλον δὲ πολλά, καὶ ἅμα ἓν καὶ πολλά, μὴ μέντοι τὰ ἀντικείμενα. αἴτιον δὲ τὸ μήτε τὸ ὂν μήτε τὸ ἓν μοναχῶς λέγεσθαι, ἀλλ’ ἕκαστον πλεοναχῶς. ὃ μὴ συνιδόντας τοὺς πρὸ Ἀριστοτέλους θορυ- βεῖσθαι, τοὺς μὲν πολλὰ καὶ ἄπειρα λέγοντας τὰ ὄντα διηρτημένα δὲ ἀπ’ ἀλλήλων, τοὺς δὲ ἓν οὔτε ἑνὸς ὄντος ὡς τὸ ἁπλοῦν καὶ ἀδιάστατον οὔτε πολλῶν ὡς χορός, ἀλλ’, ὡς εἴρηται, καὶ ἑνὸς ὄντος καὶ οὐχ ἑνὸς ὡς ἐξη- γησάμεθα.’ ταῦτα τοίνυν αὐτὰ μὲν καθ’ αὑτὰ πολλῆς οἶμαι σπουδῆς ἄξια καὶ πρὸς τὰς φυσικὰς ζητήσεις καὶ πρὸς τὴν τῶν κατηγοριῶν διαίρεσιν καλῶς ὁ φιλοσοφώτατος ἀνέγραψε Πορφύριος ἀφορμὴν ἴσως πρὸς ταύτην τὴν ἐπι- βολὴν λαβὼν τὸ ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος· πολλὰ δὲ τὰ ὄντα. ἀλλ’ εἰ μὲν πολλὰ ταῖς κατηγορίαις ἐπήγαγεν, εἰκὸς ἦν τὴν τοῦ ὄντος ὡς πολλαχῶς λεγομένου διαίρεσιν εἰς λύσιν τῆς ἀπορίας παραλαμβάνειν. νῦν δὲ πολλὰ τὰ ὄντα φησὶ καὶ ἓν ἢ λόγῳ μὲν πολλὰ τῷ δὲ ὑποκειμένῳ ἕν, ὡς ἐπὶ τῆς οὐσίας καὶ τῶν ἐπ’ αὐτῇ συμβεβηκότων διὸ καὶ ἄμφω τὰ τοῦ συμβεβηκότος παραδείγματα ἀπὸ ἑνὸς γένους τῆς ποιότητος ἔλαβεν) ἢ δυνάμει καὶ ἐνεργείᾳ. εἰ μέντοι τις προσηπόρησεν, εἰ καὶ ἡ οὐσία καὶ τὰ καλούμενα συμβεβηκότα ὁμοίως ὄντα ἐστί, πῶς οἷόν τε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὂν ἓν καὶ πολλὰ εἶναι, ταὐτὸν δὲ εἰπεῖν ἓν καὶ οὐχ ἕν, εἰ- κότως ἄν ταύτην τις τὴν ἐπίλυσιν τῆς ἀπορίας ἐπήγαγε τὴν ἀπὸ τῆς τοῦ ὄντος κατά τε τὴν οὐσίαν καὶ κατὰ τὰ συμβεβηκότα διαφορᾶς· ὅπερ ἴσως καὶ νῦν ᾐνίξατο μηδὲν ἄτοπον εἰπὼν τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι, πολλὰ μὲν κατὰ τοὺς τῶν πολλῶν συμβεβηκότων λόγους, ἓν δὲ κατὰ τὸ ὑποκεί- μενον καὶ τὴν οὐσίαν, ὅπερ τὸ αὐτὸ μένον ἓν πολλά ἐστι κατ’ ἐκεῖνα. Δυοῖν γὰρ οὐσῶν ἀποριῶν τὸ αὐτὸ ἓν καὶ πολλὰ συναγουσῶν, τῆς μὲν ἀπὸ τοῦ πλήθους τῶν τῇ μιᾷ οὐσίᾳ ὑπαρχόντων συμβεβηκότων, τῆς δὲ ἀπὸ τοῦ συνεχοῦς, ὅπερ ἓν μέν ἐστι τῷ ὅλῳ, τῇ δὲ διαιρέσει πολλά, τοῦτο μὲν ἀπὸ τῆς τοῦ δυνάμει καὶ ἐνεργείᾳ διαφορᾶς λύεται· καὶ γὰρ ἐνεργείᾳ μὲν ἕν ἐστι, δυνάμει δὲ πολλά· τὸ δὲ ἕτερον οὐ λέλυται κατὰ τοὺς ἄλλους ἐξηγητάς· οὐδὲ γὰρ ὡς λύσιν τῆς ἀπορίας ἀκούουσι τὸ πολλὰ δὲ τὰ ὄντα ἢ λόγῳ. ὁ γοῦν Ἀλέξανδρος ταύτην προθεὶς τὴν ῥῆσιν εἰς ἐξήγησιν ἐπάγει τάδε· “ἤτοι αὐτὸς διαίρεσιν ποιεῖται, καθ’ οὓς τρόπους ἕκαστον ἓν ἅμα καὶ πολλά ἐστι, δεικνὺς ὅτι μὴ μοναχῶς τὸ ἓν ὡς προεῖπεν ἢ πῶς χηνῶν ἕκαστον τῶν αἰσθητῶν πολλὰ εἶναι ἐδείκνυε λέγει, ὑφ’ οὗ λόγου ἐθορυβοῦντο. ἢ γὰρ τῷ λόγῳ μὲν πολλά ἐστι τῷ ὑποκειμένῳ ὄντα ἕν, οἷον ὁ μουσικὸς καὶ ὁ λευκὸς Σωκράτης τῷ λόγῳ μέν εἰσι πολλοί ἄλλος γὰρ λόγος τοῦ μουσικοῦ καὶ ἄλλος τοῦ λευκοῦ), κατὰ μέντοι τὸ ὑποκείμενον εἷς ἐστιν ὁ Σωκράτης· ἢ πολλά ἐστι τὸ αὐτὸ ἅμα καὶ ἓν ὡς τὸ ὅλον καὶ τὰ μέρη· ὡς μὲν γὰρ ὅλον ἕν, ὡς δὲ μέρη ἐξ ὧν τὸ ὅλον πολλά, ἐπεὶ μὴ ταὐτὸν δέδεικται τὸ μέρος τῷ ὅλῳ”. ταῦτα εἰπὼν ὁ Ἀλέξανδρος ἐπάγει λοιπὸν δι’ ὧν ἐνδείκνυται, ὅτι οὐ λέλυται ἡ ἀπὸ τῶν συμβεβηκότων ἀπορία, ἀλλὰ μόνη νη’ ἡ ἀπὸ τῆς διαιρέσεως, λέγων ‘‘ἐπὶ μὲν οὖν τῶν τῷ λόγῳ πολλῶν, ὡς εἴρηται, ᾤοντό τι ποιεῖν οὓς ὑστέρους εἴρηκε τῶν ἀρχαίων, οἱ μὲν ἀφαιροῦντες τὸ ἔστιν ἀπὸ τῶν συμβεβηκότων, οἱ δὲ παρεκκλίνοντες καὶ μεταρρυθμίζοντες τὴν λέξιν· ἐπὶ δὲ τοῦ ὡς ὅλου καὶ μέρους οὐκ ἔχοντες τοιαύτην ἔνστασιν πρὸς τὸ σόφισμα ἐνεδίδοσαν. ἔστι δέ, φησί, τὸ ὅλον ὅν τε καὶ πολλά, οὐ κατὰ ταὐτὸν δέ, ἀλλ’ ἐντελεχείᾳ μὲν ἕν, δυνάμει δὲ πολλά. ὥστε εἰ μέλλοι καὶ ἡ ἀπὸ τῶν συμβεβηκότων ἀπορία λύεσθαι, καλῶς ὁ Πορφύριος τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ᾐνιγμένον διὰ τοῦ ὡς μο- ναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος· πολλὰ δὲ τὰ ὄντα ἐνό- ησέ τε καὶ ἐξέφηνεν, ἐνδειξαμένου μέν πὼς καὶ τοῦ Εὐδήμου τὸ τοιοῦτον, καὶ αὐτοῦ δὲ τὴν λύσιν εἰς τὸ δυνάμει καὶ ἐνεργείᾳ κατακλείσαντος. οὐδὲν δὲ ἴσως χεῖρον καὶ τὰ τοῦ Εὐδήμου παραθέσθαι πλείονος τῶν λεγομένων ἐπιστάσεως ἕνεκεν. ἔχει δὲ ὧδε ἡ μετὰ τὰς ἀπαντήσεις λέξις τὰς πρὸς τὰ τοῦ ἑνὸς σημαινόμενα· “ἆρα οὖν τοῦτο μὲν οὐκ ἔστιν ἕν], ἔστι δέ τι ὅν; τοῦτο γὰρ ἠπορεῖτο· καὶ Ζήνωνά φασι λέγειν, εἴ τις αὐτῷ τὸ ἓν ἀποδοίη τί ποτέ ἐστιν, ἕξειν τὰ ὄντα λέγειν. ἠπόρει δὲ ὡς ἔοικε διὰ τὸ τῶν μὲν αἰσθητῶν ἕκαστον κατηγορικῶς τε πολλὰ λέγεσθαι καὶ με- ρισμῷ, τὴν δὲ στιγμὴν μηδὲ ἓν τιθέναι· ὃ γὰρ μήτε προστιθέμενον αὔξει, μήτε ἀφαιρούμενον μειοῖ, οὐκ ᾤετο τῶν ὄντων εἶναι. εἰ δέ τις καὶ τὰς λοιπὰς κατηγορίας προσεπιθείη, πιστότερον ἄν κατασκευάσειεν ἔτι τὸν λόγον· οὐ φαίνεται γὰρ οὕτε οὐσίαν οὔτε ποιὸν ἡ στιγμὴ ποιοῦσα οὔτε ἄλλο τῶν κατὰ τὰς διαιρέσεις οὐδέν. εἰ δὲ ἡ μὲν στιγμὴ τοιοῦτον, ἡμῶν δὲ ἕκαστος πολλὰ λέγεται εἶναι οἷον λευκὸς μουσικὸς καὶ πολλὰ ἕτερα, ὁμοίως δὲ καὶ ὁ λίθος, ἄπειρος γὰρ ἡ θραῦσις ἑκάστου), πῶς ἄν εἴη τὸ ἕν; | πρὸς μὲν οὖν τὰς κατηγορίας ἔνιοι μὲν οὐκ ᾤοντο δεῖν τὸ ἔστιν ἐπιλέγειν, ὧν καὶ Λυ- κόφρων ἦν, ἀλλ’ ἄνθρωπον μὲν ἔλεγον εἶναι, ἄνθρωπον δὲ εἶναι λευκὸν οὐκ ἔφασαν· ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον. οὐδαμοῦ γὰρ τὸ εἶναι προσῆπτον, ἀλλ’ ἑνὶ καθέκαστον. Πλάτων’ δὲ τὸ ἔστιν οὐκ ᾤετο σημαίνειν ὅπερ ἐπὶ τοῦ ἀνθρώπου, ἀλλ’ ὥσπερ τὸ φρόνιμός ἐστι τὸ φρονεῖν καὶ τὸ καθήμενός ἐστι τὸ καθῆσθαι, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχειν, καὶ εἰ μὴ κεῖται ὀνόματα. πρὸς μὲν οὖν τὰ κατηγορικῶς πολλὰ ποιοῦντα τὸ ἓν τοῦ· ’τον ἀπήντων τὸν τρόπον, πρὸς δὲ τὰ κατὰ μερισμὸν οὐκ εὐπόρουν. ἔστι δὲ ὡς ἔοικε τὸ διορίζειν ἕκαστον, ποσαχῶς λέγεται, πρῶτον πρὸς ἀλήθειαν. Πλάτων’ τε γὰρ εἰσάγων τὸ δισσὸν πολλὰς ἀπορίας ἔλυσε πραγμάτων † ὦν νῦν οἱ σοφισταὶ καταφεύγοντες ὥσπερ ἐπὶ τὰ εἴδη, καὶ πρὸς τούτοις τοὔ- νομα τῶν λόγων ἀφώρισε. πρὸς δὲ τὴν του ἑνὸς ἀπορίαν ἄκος ἐφάνη ἡ τοῦ ὄντος διαίρεσις. ἦν δὲ αὕτη τοῖς φιλοσοφοῦσιν ἐμπόδιος, καὶ ἐπὶ μι- κρὸν ἐχρῶντο αὐτῇ· ἔστι δὲ σοφὸν τὸ καλῶς ἑκάστῳ χρῆσθαι. οἵ τε γὰρ ταῖς ἀρχαῖς χρώμενοι οὐδὲν προάγουσιν ἡ γὰρ ἀρχὴ πολύχουν), οἵ τε τὰς μὴ ἀρχὰς ποιούμενοι ἀδυνατοῦσι προϊέναι διὰ τὸ μὴ ἔχειν ἀφ’ οὗ. ἐνερ- γείᾳ δὲ καὶ δυνάμει ἐπιστήμονας μὲν ἔλεγον καὶ ἀνδρείους καὶ ὅσα τοιαῦτα, ἓν δὲ οὐκ ἔλεγον οὐδὲ πολλά. φαίνεται δὲ περὶ πάντα ὡς εἰπεῖν ἡ διαί- ρεσις αὕτη. εἰ γὰρ δέοι ἡμὰς τὰ καθεύδοντα ἀριθμεῖν, ἄνθρωπον μὲν καὶ ἵππον εὐθέως καταριθμήσομεν καίπερ πολλῶν οὐ καθευδόντων, εἰς τὴν δύ- ναμιν αὐτῶν ἀποβλέποντες. περὶ δὲ ἰχθύων ἀπορήσομεν καὶ βαδιούμεθα πρὸς τοὺς ἁλιεῖς· ἐν δὲ τῇ οἰκίᾳ τοὺς καθεύδοντας ἀριθμοῦντες πολλοὺς παραλεί- ψομεν ἀνθρώπους καὶ ἵππους, ἂν παρῶσι καὶ μὴ καθεύδωσι. δῆλον οὖν ὡς πρότερον εἰς τὴν δύναμιν, ὕστερον δὲ εἰς τὴν ἐνέργειαν ἀποβλέπομεν. οὕτω δὴ καὶ ἕν τε καὶ πολλὰ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἐστίν. ἐνεργείᾳ μὲν οὖν ἄμφω οὐδέποτε τῷ αὐτῷ ὑπάρχει. τὸ δὲ ἐνεργείᾳ ἓν δυνάμει πολλά ἐστιν, εἴπερ τῶν μεριστῶν ἐστιν. φαίνεται δὲ τοῦτο ἄτοπον. οὐδὲν δὲ ἄτοπον· οὐ γὰρ ἐναντία ταῦτά ἐστιν. οὕτω δὲ καὶ ἐν τῷ αὐτῷ λίθῳ πολλὰ ἔσται, οἷον ‘Ερμῆς Ἡρακλῆς μυρία ἕτερα· δυνάμει γάρ ἐστι ταῦτα πάντα ἐν τούτῳ, ἐνεργείᾳ δὲ ἓν μόνον. τὰ δὲ ἐνεργείᾳ πολλὰ οὐκ ἔστιν ὁμοίως δυνάμει ἕν· ἀλλ’ ὅσα σύγκειται τάδε, λέγω δὲ οἷον ἑστάναι κα- θῆσθαι, δυνάμει μὲν ἅμα περὶ τὸ ἓν εἴη ἄν, ἐνεργείᾳ δὲ οὕ. εἰ δὲ παρῆν ἡμῖν χηνῶν, ἐλέγομεν ἄν πρὸς αὐτὸν περὶ τοῦ ἑνὸς ἐνεργείᾳ ὅτι οὐκ ἔστι πολλά· τὸ μὲν γὰρ κυρίως αὐτῷ ὑπάρχει, τὰ δὲ κατὰ δύναμιν. οὕτως οὖν ἓν καὶ πολλὰ τὸ αὐτὸ γίνεται, ἐνεργείᾳ δὲ θάτερον μόνον, ἅμα δὲ ἄμφω οὐδέποτε. εἰ δὲ συνεπείθομεν αὐτὸν ταῦτα λέγοντες, ἠξιοῦμεν ἂν τὴν ὑπόσχεσιν ἀποδιδόναι.” ’Εν ᾗ ὁ μὲν τοῦ Ζήνωνος λόγος ἄλλος τις ἔοικεν οὗτος εἶναι παρ’ ἐκεῖνον τὸν ἐν βιβλίῳ φερόμενον, οὗ καὶ ὁ Πλάτων’ ἐν τῷ Παρμενίδῃ μέμνηται. ἐκεῖ μὲν γὰρ ὅτι πολλὰ οὐκ ἔστι δείκνυσι βοηθῶν ἐκ τοῦ ἀντι- κειμένου τῷ Παρμενίδῃ ἓν εἶναι λέγοντι· ἐνταῦθα δέ, ὡς ὁ Εὔδημός φησι, καὶ ἀνῄρει τὸ ἕν τὴν γὰρ στιγμὴν ὡς τὸ ἓν λέγει), τὰ δὲ πολλὰ εἶναι συγχωρεῖ. ὁ μέντοι Ἀλέξανδρος καὶ ἐνταῦθα τοῦ Ζήνωνος ὡς τὰ πολλὰ ἀναιροῦντος μεμνῆσθαι τὸν Εὔδημον οἴεται. “ὡς γὰρ ἱστορεῖ, φησίν, Εὔ- δημος. Ζήνων ὁ Παρμενίδου γνώριμος ἐπειρᾶτο δεικνύναι, ὅτι μὴ οἷόν τε τὰ ὄντα πολλὰ εἶναι τῷ μηδὲν εἶναι ἐν τοῖς οὖσιν ἕν, τὰ δὲ πολλὰ πλῆθος εἶναι ἑνάδων.” καὶ ὅτι μὲν οὐχ ὡς τὰ πολλὰ ἀναιροῦντος τοῦ Ζήνωνος Εὔδημος μέμνηται νῦν, δῆλον ἐκ τῆς αὐτοῦ λέξεως· οἶμαι δὲ μηδὲ ἐν τῷ Ζήνωνος βιβλίῳ τοιοῦτον ἐπιχείρημα φέρεσθαι, οἷον ὁ Ἀλέξανδρός φησι. καὶ τοῦτο δὲ ἐκ τῶν εἰρημένων οἶμαι δῆλον, ὅτι καὶ ὁ Εὔδημος τὴν ἀπο- ρίαν ἀπὸ τῆς τοῦ δυνάμει καὶ ἐνεργείᾳ διαφορᾶς ἔλυσεν. ἐνδείκνυται δὲ ἴσως καὶ τὴν ἀπὸ τῆς τοῦ ὄντος διαφορᾶς λύσιν ὁ Εὔδημος ἐν οἷς φησι “πρὸς δὲ τὴν τοῦ ἑνὸς ἀπορίαν ἄκος ἐφάνη ἡ τοῦ ὄντος διαίρεσις. ἦν δὲ αὕτη τοῖς φιλοσοφοῦσιν ἐμπόδιος καὶ ἐπὶ μικρὸν ἐχρῶντο αὐτῇ”, “ἐμπόσιος” ἴσως διὰ τὸ μὴ καλῶς διελέσθαι, ἀλλ’ ἐπὶ μικρὸν χρῆσθαι. καὶ ταῦτα μὲν εἴτε οὕτως εἴτε ἄλλως ἔχει, ζητεῖν ἄξιον. τοῦ δὲ Εὐδήμου λέγοντος ὅτι Πλάτων’ ἐν τῇ τῶν συμβεβηκότων κατηγορίᾳ τὸ ἔστιν οὐκ ᾤετο σημαίνειν οὐσίας μέθεξιν, ἀλλὰ μόνον τὴν κατὰ τὸ συμβεβηκὸς διάθεσιν, ὥσπερ τὸ φρόνιμός ἐστιν οὐδὲν ἄλλο σημαίνει ἢ τὸ φρονεῖν καὶ τὸ καθήμενός ἐστι τὸ καθῆσθαι, ταῦτα οὖν τοῦ Εὐδήμου λέγοντος ὁ Ἀλέξανδρος Πλάτωνά φησιν εἶναι τὸν τὴν λέξιν μεταρρυθμίζοντα τῶν συμβεβηκότων, καὶ ἴσως διότι ὁ Εὔδημος μετὰ τοὺς ἀφαιροῦντας τὸ ἔστι ταύτης ἐμνήσθη τῆς δόξης. Ὅτι δὲ οὐκ ἦν τῶν ἐπὶ τῇ ἀπορίᾳ θορυβηθέντων ὁ Πλάτων’ οὐδὲ τοὺ- ’τον ὁ Ἀριστοτέλης αἰνίττεται, δῆλον ἐξ ὧν ἐν Θτλήβῳ μὲν παίδων ἐρε- σχελοόντων ἀδολεσχίαν εἶναι τὴν τοιαύτην ἀμφισβήτησίν φησιν, ἐν Σοφιστῇ δὲ καὶ τὴν ὅλην ἀπορίαν σαφῶς ἐκτίθεται καὶ διαπαίζει πάνυ τοὺς ἐσπου- δακότας περὶ αὐτὴν γράφων οὕτως “λέγομεν ἄνθρωπον δήπου πολλὰ ἄττα ἐπονομάζοντες, τά τε χρώματα ἐπιφέροντες αὐτῷ καὶ τὰ σχήματα καὶ με- γέθη καὶ κακίας καὶ ἀρετάς, ἐν οἷς πᾶσι καὶ ἑτέροις μυρίοις οὐ μόνον ἄν- θρωπον αὐτὸν εἶναί φαμεν ἀλλὰ καὶ ἀγαθὸν καὶ ἕτερα ἄπειρα καὶ τἆλλα δὴ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἓν ἕκαστον ὑποθέμενοι πάλιν αὐτὸ καὶ πολλοῖς ὀνόμασι λέγομεν. ’Αληθῆ λέγεις. Ὅθεν γε οἶμαι τοῖς τε νέοις καὶ τῶν γερόντων τοῖς ὀψιμαθέσι θοίνην παρεσκευάκαμεν. εὐθὺς γὰρ † εἰ λα- βέσθαι παντὶ πρόχειρον, ὡς ἀδύνατον τά τε πολλὰ ἓν καὶ τὸ ἓν πολλὰ εἶναι, καὶ δήπου χαίρουσιν οὐκ ἐῶντες ἀγαθὸν λέγειν ἄνθρωπον, ἀλλὰ τὸν μὲν ἀγαθὸν ἀγαθόν, τὸν δὲ ἄνθρωπον ἄνθρωπον. ἐντυγχάνεις γάρ, ὦ Θεαί- τητε, ὡς ἐγᾦμαι, πολλάκις | τὰ τοιαῦτα ἐσπουδακόσι πρεσβυτέροις ἀνθρώποις, καὶ ὑπὸ πενίας τῆς περὶ φρόνησιν κτήσεως τὰ τοιαῦτα τεθαυμακόσι, καὶ δή τι καὶ πάνσοφον οἰομένοις τοῦτο ἀνευρηκέναι”. ταύτην δὲ τὴν ἀπορίαν αὐτὸς λύει καὶ μετέχειν ἀλλήλων τὰ εἴδη δεικνὺς καὶ αὐτὰ καθ’ αὑτὰ οἰ- κείους ἔχειν χαρακτῆρας καὶ περιγραφὰς οἰκείας, καὶ κατὰ μὲν τὴν μέθεξιν καὶ τὴν μῖξίν τε καὶ σύγκρασιν τὴν ἐν ἀλλήλοις ἓν γίνεσθαί τι ὅλον, ὡς ἀπὸ πολλῶν γραμμάτων μιγνυμένων ἀλλήλοις ὄνομα ἢ ῥῆμα ἢ καὶ λόγον ὅλον, κατὰ δὲ τὸ ἐφ’ ἑαυτὸ ἕκαστον διακεκριμένον τῶν ἄλλων καὶ μὴ ὂν ὅπερ τὰ ἄλλα, πλῆθος ποιεῖ· τῷ γὰρ ὄντι, ὅπου πλῆθος, ἐκεῖ καὶ τὸ μὴ ὄν. διὸ καὶ ὁ Παρμενίδης ἓν βουλόμενος δεῖξαι τὸ ὄντως ὄν, τάχα δὲ καὶ τὸ ὑπὲρ τὸ ὄν, πρῶτον ἀνεῖλε τὸ μὴ ὄν· καὶ ὁ Πλάτων’ δὲ δεῖξαι βουλό- μενος τὸ μὴ ὂν ἐν τοῖς οὖσι καὶ οὐκ ἐν τῷ αἰσθητῷ μόνον ὄντι ἀλλὰ 25 καὶ ἐν τῷ νοερῷ, τὴν διάκρισιν πρῶτον καὶ τὸ πλῆθος τῶν εἰδῶν παρα- δίδωσι· καὶ ἐν Παρμενίδῃ δὲ μηδὲν σπουδαῖον ἔχειν λέγων τὴν ἀπορίαν τὴν ἀποροῦσαν, πῶς τὸ αὐτὸ ἐν τοῖς αἰσθητοῖς ἓν καὶ πολλά ἐστι, λύει λέγων ἓν μὲν εἶναι διὰ τὴν τοῦ ἑνὸς μέθεξιν, πολλὰ δὲ διὰ τὴν τῶν πολλῶν. οὐ χεῖρον δὲ αὐτῶν ἀκοῦσαι τῶν τοῦ Πλάτωνος λόγων· δὲ ἐμὲ ὅν τις ἀποδείξει ὄντα καὶ πολλά, τί θαυμαστόν, λέγων, ὅταν μὲν βούληται πολλὰ ἀποφῆναι, ὡς ἕτερα μὲν τὰ ἐπὶ δεξιά μού ἐστιν, ἕτερα δὲ τὰ ἐπ’ ἀριστερά, καὶ ἕτερα μὲν τὰ πρόσθεν, ἕτερα δὲ τὰ ὄπισθεν, καὶ ἄνω καὶ κάτω ὡσαύ- τὼς· πλήθους γὰρ οἶμαι μετέχω· ὅταν δὲ ἕν, ἐρεῖ ὡς ἑπτὰ μὲν ὄντων εἷς εἰμι ἄνθρωπος, μετέχων καὶ τοῦ ἑνός. ὥστε ἀληθῆ ἀποφαίνει ἀμφότερα. ἐὰν οὖν τις τοιαῦτα ἐπιχειρῇ πολλὰ καὶ ἓν ταὐτὸ ἀποφαίνειν, λίθους καὶ ξύλα καὶ τὰ τοιαῦτα, τί φήσομεν αὐτὸν πολλὰ καὶ ἓν ἀποδεικνύναι, οὐ τὸ ἓν πολλὰ οὐδὲ τὰ πολλὰ ἕν, οὐδέ τι θαυμαστὸν λέγει, ἀλλ’ ἅπερ ἂν πάντες ὁμολογοῖμεν· ἐὰν δέ τις, ὃ νῦν δὴ ἐγὼ ἔλεγον, πρῶτον μὲν διαιρῆται χωρὶς αὐτὰ καθ’ αὑτὰ τὰ εἴδη, οἷον ὁμοιότητά τε καὶ ἀνομοιότητα καὶ πλῆθος καὶ ἓν καὶ στάσιν καὶ κίνησιν καὶ πάντα τὰ τοιαῦτα, εἶτα ἐν ἑαυτοῖς ταῦτα δυνάμενα συγκεράννυσθαι καὶ διακρίνεσθαι ἀποφαίνῃ, ἀγαίμην ἄν ἐγὼ γε, ἔφη, θαυμαστῶς, ὦ Ζήνων.” ὁρᾶς οὖν ὅτι τὸ μὲν ἐν τοῖς αἰσθητοῖς τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι οὐδὲν θαυμαστόν φησιν, ὥσπερ οὐδὲ τὸ ὅμοια καὶ ἀνόμοια· τὸ δὲ ἐν τοῖς νοεροῖς παραδείγμασι τούτων ἐπιδεῖξαι τὴν τοιαύτην μῖξιν καὶ σύγκρασιν, ὅπερ αὐτὸς ἐν Σοφιστῇ πεποίηκε φιλοσόφου ἴδιον λέ- γῶν, τοῦτο ἄν εἴη πολλοῦ λόγου ἄξιον. ἀνάγκη γὰρ τήν τε ἕνωσιν τὴν ἀσύγχυτον καὶ τὴν ἀδιάσπαστον διάκρισιν τῶν εἰδῶν θεάσασθαι τὸν ταῦτα ἀποδεικνύντα. τῆς οὖν ἀπορίας ταύτης, πῶς τὸ αὐτὸ ἓν καὶ πολλά ἐστιν, ἔχομεν καὶ παρὰ Πλάτωνι τὰς λύσεις, τὴν μὲν ἐπὶ τῶν νοερῶν εἰδῶν ἐν Σοφιστῇ λεγομένην καὶ τὸ μὲν ἓν κατὰ τὴν ἀντιμέθεξιν μᾶλλον δὲ τὴν ταὐτότητα καὶ ἕνωσιν καθ’ ἣν ἕκαστον οὐ μόνον μετέχει τῶν ἄλλων οὐδὲ μόνον ταὐτόν ἐστιν ἐκείνοις ἀλλ’ ἡνωμένον πρὸς αὑτά ἐστιν ἓν ἕκαστον πάντα, ὅπερ ὁ ἐν Παρμενίδῃ Σωκράτης ἐπιδειχθῆναι βούλεται), πολλὰ δὲ κατὰ τὴν ἑαυτοῦ ἰδιότητα ἑκάστου θεωρουμένου· ἄλλην δὲ ἔχομεν ἐπὶ τῶν αἰσθητῶν ἐν Παρμενίδῃ λύσιν κατὰ τὴν τῶν παραδειγμάτων τοῦ τε ἑνὸς καὶ τῶν πολλῶν ἐν τῷ αὐτῷ μέθεξιν. Ἡ δὲ τοῦ Ἀριστοτέλους λύσις, ἣν ὁ Πορφύριος ἐξέφηνεν, ἔστι μὲν ἐπὶ τῶν αἰσθητῶν καὶ αὐτή, γίνεται δὲ καὶ ἀπὸ τῆς τῶν ὄντων ὄντων ὁρᾶς οὐ συνωνύμων ὄντων ἀλλ’ ὡς ἀφ’ ἑνός. καὶ διὰ τοῦτο ἡ μὲν οὐσία καθ’ 35 ἑαυτὴν ὑφεστάναι πεφυκυῖα καὶ διὰ τοῦτο ὑποκειμένη μένει ὅπερ ἐστί, καὶ δι’ αὐτὴν ἓν τὸ ὅλον· τὰ δὲ συμβεβηκότα ἢ τὰ μέρη περὶ τὴν οὐσίαν καὶ τὸ ὅλον ὑφεστηκότα κατὰ τὸ πλῆθος παρέχεται, οὐ τοῦ ἑνὸς πληθυνομένου, (οὐ γὰρ προστίθησί τι ἐκείνῳ τῷ μὴ δύνασθαι ταῦτα καθ’ ἑαυτὰ ὑποστῆναι), ἀλλ’ οἷον ὑφειμένη τις τοῦ ὄντος ὑπόστασίς ἐστιν ἡ πεπληθυσμένη· οὐ γὰρ πεπλήθυνταί ἐκ τοιούτων ἑνάδων ἡ οὐσία. καὶ ἐπιστῆσαι ἄξιον, ὅτι ἡ λύσις αὔτη καὶ τὴν αἰτίαν παρίστησι καλῶς, δι’ ἣν οὐ περὶ τὸ ποιὸν ἡ οὐσία, ἀλλὰ τὸ ποιὸν περὶ τὴν οὐσίαν, καὶ τοδὶ μὲν οὐσία, ταδὶ δὲ συμβεβηκότα· ἀλλ’ εἰ καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ τὰ συμβεβηκότα δεύτερα τῆς ἀτόμου οὐσίας ἐστὶν ὡς ἐν ἐκείνῃ ὑφεστῶτα, τί ἂν εἴη καθ’ αὑτὴν ἡ ἄτομος οὐ- σία χωρὶς τούτων θεωρουμένη; Σωκράτης γὰρ ἄνευ ἀνθρώπου καὶ ζῴου καὶ τῶν ὡς Σωκράτην συμπληρούντων συμβεβηκότων πῶς ἄν εἴη, εἰ οὕτως δεύτερα ταῦτα ὡς τὰ μέρη δεύτερα τοῦ ὅλου καίτοι συμπληρωτικὰ τοῦ ὅλου ὄντα., ἔστι γὰρ καὶ ταῦτα μέρη τῆς ἀτόμου οὐσίας, συμφορητῆς οὔσης καὶ κατὰ τοῦτο οὐσιωμένης. διὸ οὐδὲ παράδειγμα πρωτουργὸν τῆς τῶν ἀτόμων ἐστὶν ὁλότητος, ὅτι κτὰ συμφόρησιν ὑφέστηκε ταῦτα, καὶ ἡ ψυχὴ γινώσκει αὐτὰ κατὰ τὴν ἀπὸ τῆς αἰσθήσεως πληγὴν τὴν συνδρομὴν αὐτῶν εἰς ἑνὸς νοήματος σύστασιν προβαλλομένη. p. 186 a 4 τόν τε δὴ τρόπον τοῦτον ἐπιοῦσιν ἀδύνατον φαίνεται τὰ ὄντα ἓν εἶναι, καὶ ἐξ ὧν ἐπιδεικνύουσι, λύειν οὐ χαλεπόν ἕως 50 τοῦ εἰ τὸ γενόμενον ἔχει ἀρχὴν ἅπαν, ὅτι καὶ τὸ μὴ γενόμενον οὐκ ἔχει. τὴν καθολικὴν ἀναίρεσιν τῆς ὑποθέσεως προλαβών, ἵνα μὴ δοκῇ διὰ σαθρότητα τῶν παρισταμένων αὐτῇ λόγων ἐλέγχεσθαι, μέτεισι λοιπὸν ἐπὶ τὸ καὶ τοὺς λόγους διελέγχειν αὐτοὺς οἷς πιστεύοντες ἓν ἀπεφήναντο τὸ ὄν, οὐ τὸ δόγμα διὰ τούτου πιστούμενος, ἀλλὰ τοὺς ἐκ τῶν λόγων ἀπορεῖν ἀναγκαζομένους παραμυθούμενος. εἰ γὰρ καὶ καθόλου τὸ δόγμα ἀνατραπῇ καὶ οἱ κατασκευάζοντες αὐτὸ λόγοι διαλυθεῖεν, ἀναντιρρήτως λοιπὸν ἡ ἀντι- κειμένη δόξα βεβαιωθήσεται. εἰ γὰρ τῶν ἀντικειμένων τις ᾖ ἀνασκευὴ προ- ἡγουμένη, αὕτη κατασκευὴ κατὰ συμβεβηκὸς τῶν ἀντικειμένων γίνεται· ὥστε ἀναιρεθέντος τοῦ ἓν εἶναι τὸ ὂν τὸ πολλὰ εἶναι κατασκευάζεται. οὕτως γὰρ καὶ ὁ Ζήνωνος λόγος διὰ τοῦ δεικνύναι πολλὰ ἄτοπα ἑπόμενα τοῖς πολλὰ τὰ ὄντα λέγουσι βοηθῶν τῷ Παρμενίδῃ ἓν λέγοντι τὸ ὂν οὐ διέλαθε τὸν Σωκράτην. οὐ χαλεπὸν δὲ λύειν τοὺς λόγους αὐτῶν φησι, διότι δείξει τά τε λήμματα ψευδῆ καὶ τὰ σχήματα τῶν συμπλοκῶν ἀσυλλόγιστα. μᾶλλον δὲ αἰτιᾶται τὸν Μελίσσου λόγον, ὡς εἴρηται καὶ πρότερον, ἡ ὅτι πρὸς τοῖς ἄλλοις καὶ ἄπειρον οὗτος τὸ ὄν φησιν, ἢ ὅτι οὗτος μὲν καὶ τὰ λήμματα δοκεῖ λαμβάνειν ψευδῆ καὶ ἀσυλλογίστως συντιθέναι λέγων εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον οὐκ ἔχει ἀρχὴν δέον τὴν ἀναίρεσιν ἀπὸ τοῦ ἑπομένου ποιούμενον λέγειν ‘τὸ μὴ ἀρχὴν ἔχον οὐ γέ- γονεν’· οὕτως γὰρ ὁ δεύτερος τρόπος τῶν ὑποθετικῶν συλλογισμῶν συμ- περαίνεται. ὁ δὲ Παρμενίδης τίθησι μὲν τὰς προτάσεις ἐν τάξει, ἐπιφέρει δὲ οὐ τὸ ἑπόμενον ταῖς προτάσεσι συμπέρασμα ἀλλά τι ἄλλο λέγων ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν’ καὶ μὴ ἐπάγων τὸ ‘παρὰ τὸ ὂν οὐ- δέν’, ὅπερ ἕπεται, ἀλλ’ ‘ἓν ἄρα τὸ ὄν’. ἀλλὰ ταῦτα μὲν ὕστερον τεύξεται βασάνου. Νῦν δὲ τὸν Μελίσσου λόγον ἴδωμεν, πρὸς ὃν πρότερον ὑπαντᾷ. τοῖς γὰρ τῶν φυσικῶν ἀξιώμασι χρησάμενος ὁ Μέλισσος περὶ γενέσεως καὶ φθορᾶς ἄρχεται τοὐ συγγράμματος οὕτως. “Εἰ μὲν μηδὲν ἔστι, περὶ τούτου τί ἄν λέγοιτο ὡς ὄντος τινός; εἰ δέ τι ἐστίν, ἤτοι γινόμενόν ἐστιν ἢ ἀεὶ ὄν. ἀλλ’ εἰ γενόμενον, ἤτοι ἐξ ὄντος ἢ ἐξ οὐκ ὄντος· ἀλλ’ οὔτε ἐκ μὴ ὄντος οἷόν τε γενέσθαι τι οὔτε ἄλλο μὲν οὐδὲν ὄν, πολλῷ δὲ μᾶλλον τὸ ἀπλῶς ὄν) οὔτε ἐκ τοῦ ὄντος. εἴη γὰρ ἄν οὕτως καὶ οὐ γίνοιτο. οὐκ ἄρα γινόμενόν ἐστι τὸ ὄν. ἀεὶ ὂν ἄρα ἐστίν, οὔτε φθαρήσεται τὸ ὄν. οὔτε γὰρ εἰς τὸ μὴ ὂν οἷόν τε τὸ ὂν μεταβάλλειν συγχωρεῖται γὰρ καὶ τοῦτο ὑπὸ τῶν φυσικῶν) οὔτε εἰς ὄν. μένοι γὰρ ἄν πάλιν οὕτω γε καὶ οὐ φθεί- ροιτο. οὔτε ἄρα γέγονε τὸ ὂν οὕτε φθαρήσεται· ἀεὶ ἄρα ἦν τε καὶ ἔσται. ’Αλλ’ ἐπειδὴ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, τὸ δὲ ὂν οὐ γέγονεν, οὐκ ἄν ἔχοι ἀρχήν. ἔτι δὲ τὸ φθειρόμενον τελευτὴν ἔχει. εἰ δέ τί ἐστιν ἄφθαρτον, τελευτὴν οὐκ ἔχει. τὸ ὂν ἄρα ἄφθαρτον ὂν τελευτὴν οὐκ ἔχει. τὸ δὲ μήτε ἀρχὴν ἔχον μήτε τελευτὴν ἄπειρον τυγ- χάνει ὄν. ἄπειρον ἄρα τὸ ὄν. Εἰ δὲ ἄπειρον, ἕν. εἰ γὰρ δύο εἴη, οὐκ ἄν δύναιτο ἄπειρα εἷναι, ἀλλ’ ἔχοι ἂν πέρατα πρὸς ἄλληλα. ἄπειρον δὲ τὸ ὄν· οὐκ ἄρα πλείω τὰ ὄντα· ἓν ἄρα τὸ ὄν. Ἀλλὰ μὴν εἰ ὅν, καὶ ἀκίνητον. τὸ γὰρ ἓν ὅμοιον ἀεὶ ἑαυτῷ· τὸ δὲ ὅμοιον οὔτ’ ἄν ἀπόλοιτο οὔτ’ ἂν μεῖζον γίνοιτο οὔτε μετακοσμέοιτο οὔτε ἀλγεῖ οὔτε ἀνιᾶται· εἰ γάρ τι τού- τῶν πάσχοι, οὐκ ἂν ἓν εἴη. τὸ γὰρ ἡντιναοῦν κίνησιν κινούμενον ἐκ τινος καὶ εἰς ἕτερόν τι μεταβάλλει. οὐθὲν δὲ ἦν ἕτερον παρὰ τὸ ὄν, οὐκ ἄρα τοῦτο κινήσεται. καὶ κατ’ ἄλλον δὲ τρόπον οὐδὲν κενόν ἐστι τοῦ ὄντος. τὸ γὰρ κενὸν οὐδέν ἐστιν. οὐκ ἂν οὖν εἴη τό γε μηδέν· οὐ κινεῖται οὖν τὸ ὄν. ὑποχωρῆσαι γὰρ οὐκ ἔχει οὐδαμῇ κενοῦ μὴ ὄντος. ἀλλ’ οὐδὲ εἰς ἑαυτὸ συσταλῆναι δυνατόν. εἴη γὰρ ἄν οὕτως ἀραιότερον αὑτοῦ καὶ πυκνό- τερον. τοῦτο δὲ ἀδύνατον. τὸ γὰρ ἀραιὸν ἀδύνατον ὁμοίως πλῆρες εἶναι τῷ πυκνῷ. ἀλλ’ ἤδη τὸ ἀραιόν γε κενότερον γίνεται τοῦ πυκνοῦ• τὸ δὲ κε- νὸν οὐκ ἔστιν. εἰ δὲ πλῆρές ἐστι τὸ ὂν ἢ μή, κρίνειν χρὴ τῷ εἰσδέχεσθαί τι αὐτὸ ἄλλο ἢ μή· εἰ γὰρ μὴ εἰσδέχεται, πλῆρες. εἰ δὲ εἰσδέχοιτό τι, οὐ πλῆρες. εἰ οὖν μὴ ἔστι κενόν, ἀνάγκη πλῆρες εἶναι· εἰ δὲ τοῦτο, μὴ κινεῖσθαι, οὐχ ὅτι μὴ δυνατὸν διὰ πλήρους κινεῖσθαι, ὡς ἐπὶ τῶν σωμάτων λέγομεν, ἀλλ’ ὅτι πᾶν τὸ ὂν οὕτε εἰς ὂν δύναται κινηθῆναι οὐ γὰρ ἔστι τι παρ’ αὐτό) οὔτε εἰς τὸ μὴ ὄν· οὐ γὰρ ἔστι τὸ μὴ ὄν.’’ ταύτα μὲν οὖν ἀρκεῖ τῶν Μελίσσου ὡς πρὸς τὴν Ἀριστοτέλους ἀν- τίρρησιν· τὰ δὲ λήμματα αὐτοῦ ὡς συνελόντι φάναι τοιαῦτα· ‘τὸ ὃν οὐ γέ- γονε· τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, ἐπειδὴ τὸ γενόμενον ἀρχὴν ἔχει· τὸ μὴ ἔχον ἀρχὴν ἄπειρον· τὸ ἄπειρον μεθ’ ἑτέρου δεύτερον οὐκ ἂν εἴη, ἀλλ’ ἕν· τὸ δὲ ἓν καὶ ἄπειρον ἀκίνητόν ἐστιν’. ἐν δὴ τούτοις πρῶτον εὐ- θύνει τὸν πρῶτον λόγον τὸν λέγοντα, ‘εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει’. κἀν τούτῳ πρῶτον μὲν ἐλέγχει τὸ ἀσυλλό- γιστον, εἶτ’ αὐτὸ τὸ ψεῦδος αἰτιᾶται τῶν λημμάτων· μεῖζον γὰρ ἐν συλλο- γισμῷ πταῖσμα τὸ κατὰ τὸ σχῆμα τοὐ κατὰ τὰς προτάσεις. σὴ μεῖον δὲ τὸ ἐκ μὲν σχήματος ἡμαρτημένου μηδέποτε γίνεσθαι συλλογισμόν, ἐκ δὲ προτάσεων ψευδῶν γίνεσθαι, ἐὰν τεθῆναι μόνον συγχωρηθῶσιν ‘ὁ ἄνθρωπος πτηνός. τὸ πτηνὸν γελαστικόν. ὁ ἄνθρωπος γελfiτικός’• τὸ μὲν ἀσυλλόγιστον ἐκ τοῦ τὴν ἀκολουθίαν ἀνάπαλιν ἤπερ ἐχρῆν λαβεῖν ᾐτιάσατο· οὐ γὰρ ἕπε- τια τῷ ‘τὸ γενόμενον ἀρχὴν ἔχει’ τὸ ‘τὸ μὴ γενόμενον ἀρχὴν μὴ ἔχει’, ἀλλὰ τὸ ‘τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονεν’. ἐν γὰρ τοῖς συνημμένοις τότε ὑγιὴς ἡ κατὰ ἀντιστροφὴν ἀκολουθία, ὅταν τὸ ἀντικείμενον τοῦ ἑπομένου λαβόντες ἐπενέγκωμεν τὸ τοῦ ἡγουμένου ἀντικείμενον. τῆς γὰρ προτάσεως τῆς λε- γούσης ‘εἱ ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν’ ἡ ἀντιστροφ ἡ ‘εἰ μὴ ζῷον, οὐ- δὲ ἄνθρωπος’, τὸ δὴ πρῶτον, τὸ ἄρα δεύτερον· ἀλλ’ οὐχί ἱεῖ μὴ ἄνθρωπος, οὐδὲ ζῷον’. ὥστε καὶ ἐπὶ τοῦ Μελίσσου λόγου ὑγιὴς ἄν ἦν ἡ ἀκολουθία, εἰ τὸ ἀντικείμενον τῷ ἑπομένῳ λαβόντες ‘τὸ ἀρχὴν μὴ ἔχον’ συνηγάγομεν τὸ ἀντικείμενον τῷ ἡγουμένῳ τὸ ἰού γέγονε’. καὶ ἦν ἄν τὸ ὅλον τοιοῦτον· ‘ εἰ εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονε τὸ δὴ πρῶτον, τὸ ἄρα δεύτερον. ἀλλ’ οὐδὲν ἦν τοῦτο τῷ Μελίσσω λυσιτελές. εἰ γὰρ προσληφθῇ πρότασις ἡ λέγουσα ‘τὸ δὲ ὂν οὐ γέγονεν’, ἔσται (0) ὅλος συλ- λογισμός ‘τὸ ὂν οὐ γέγονε τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονε’. καὶ ἔστι τὸ μὲν σχῆμα δεύτερον, ἀσυλλόγιστος δὲ ἡ συζυγία, διότι κἂν μὴ ὦσιν ἀπο- φάσεις ἀλλ’ ἐκ μεταθέσεως καταφάσεις, ἐν δευτέρῳ σχήματι ἐκ δύο ὁμοιο- σχημόνων οὐ συνάγεταί τι ἀναγκαῖον. λαβὼν δὲ ὁ Μέλισσος ὅτι ‘τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει’ καὶ προδείξας ὅτι τὸ ὂν οὐ γέγονεν, οὔτε γὰρ ἐξ ὄντος οὔτε ἐκ μὴ ὄντος αὐτὸ γενέσθαι δυνατόν’, συνήγαγεν ὅτι ‘τὸ ὂν ἀρχὴν οὐκ ἔχει’. ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι καὶ ἡ ἀπὸ τοῦ ἡγουμένου ἀντιστροφὴ ἀληθής ἐστι πολλάκις, ἐφ’ ὧν ἐξισάζει τὸ ἑπόμενον τῷ ἡγουμένῳ· εἰ γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητόν, καὶ εἰ μὴ ἄνθρωπος, οὐ ζῷον λογικὸν θνητόν. ἀλλ’ ἐπὶ τούτων ὧν ἔλαβεν ὁ Μέλισσος οὐ δοκεῖ ἐξισάζειν· κἂν γὰρ τὸ γενόμενον πᾶν ἀρχὴν ἔχῃ τὴν κατὰ τὸ πρᾶγμα πεπερασμένον ὄν, ἀλλὰ τὸ πεπερασμένον οὐ πᾶν γέγονεν, ὡς ἥλιος καὶ σελήνη καὶ οὐρανός. ὁ μέντοι Εὔδημος καὶ διὰ τούτων τῶν λημμάτων οὐδὲν ἄλλο δείκνυσθαί φησιν ἢ ὅπερ ἐξ ἀρχῆς, ὅτι τὸ ὄν ἀγὲνητόν ἐστιν· ἡ γὰρ ὑγιὴς ἀντιστροφή ἐστι ‘τὸ μὴ ἔχον ἀρχὴν ἀγένητόν ἐστι, τὸ δὲ ὃν οὐκ ἔχει ἀρχήν’. λέγεται δὲ οὕτως “οὐ γὰρ εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει· μᾶλλον δὲ τὸ μὴ ἔχον ἀρχὴν οὐκ ἐγένετο. οὕτω γὰρ ἐπὶ τῶν ἀποφάσεων ἡ ἀκολούθησις γίνεται. ἀγένητον οὖν αὐτῷ γίνεται τὸ ὄν. οὐ γὰρ ἔχει ἀρχήν’’. p. 186 a 13. εἶτα καὶ τοῦτο ἄτοπον τὸ παντὸς εἶναι ἀρχὴν τοῦ πράγματος καὶ μὴ τοῦ χρόνου, καὶ γενέσεως μὴ τῆς ἁπλῆς ἀλλὰ καὶ ἀλλοιώσεως, ὥσπερ οὐκ ἀθρόας γινομένης μεταβολῆς· Δείξας τὸ τῆς συμπλοκῆς ἀσυλλόγιστον ἐφεξῆς τὸ ψεῦδος διαβάλλει τῶν λημμάτων, τὸ συνημμένον αἰτιώμενος τὸ τὸ γενόμενον ἀρχὴν ἔχει, ὡς ἀληθὲς ὑποτιθέῳνον μὲν ἐπὶ τῆς χρονικῆς, μεταλαμβανόμενον δὲ ἐπὶ τῆς κατὰ τὸ πρᾶγμα ἀρχῆς καὶ παρὰ τὴν ὁμωνυμίαν σεσοφισμένον· δέον γὰρ τὴν κατὰ τὸν χρόνον ἀρχὴν λαβόντα ὡς τῷ γινομένῳ παντὶ ὑπάρ- χουσαν, ἐφ’ ἧς καὶ τὸν λόγον ἐποόησατο ὁ Μέλισσος, φυλάξαι ταύτην ἐν τῇ ἀποδείξει, ὁ δὲ τὴν κατὰ τὸ πρᾶγμα ἀντ’ ἐκείνης ἔλαβεν, ὡς δῆλον ἐκ τοῦ προσλαβεῖν τῷ ‘τὸ μὴ ἔχον ἀρχὴν’ τὸ ἄπειρον εἶναι· ἀρχὴ γὰρ ἡ μέν τις ἰσαχῶς τῇ αἰτίᾳ λέγεται, ὡς τὸ ποιοῦν καὶ ὅθεν ἡ κίνησις καὶ τὸ ἐξ οὗ καὶ ἡ ὕλη, καὶ ὡς τὸ εἶδος καὶ ὁ λόγος τῆς οὐσίας, πρὸς δὲ τούτοις τὸ οὗ ἕνεκα καὶ τὸ τέλος. κατ’ ἄλλον δὲ τρόπον ἀρχὴ λέγεται τοῦ μεγέ- θους, ἣν καὶ πέρας προσαγορεύομεν· καὶ εἴ τι μὲν ἔχοι τοῦτο, πεπεράνθαι λέ- γομεν αὐτό, εἰ δέ τι ὑποτεθείη μὴ ἔχειν, ἄπειρον εἶναί φαμεν· καὶ ἐστιν οὕτως ἀρχὴ στιγμὴ μὲν γραμμῆς, γραμμὴ δὲ ἐπιπέδου, καὶ τοῦτο τοῦ στερεοῦ· καὶ μέρη τὰ πρῶτα τῇ τάξει, οἷον καρδία ἢ κεφαλὴ ἢ ῥίζα· καὶ γὰρ καὶ κατὰ ταῦτα περαίνεται. ἄλλον δὲ τρόπον ἀρχὴ λέγεται τῆς κατὰ χρόνον ἑκάστου γενέσεως αὐτὸς ὁ χρόνος ἐν ᾧ πρώτῳ ἤρξατο γίνεσθαι, ὃν οὐδὲ ὁρίσαι ῥᾴδιον διὰ τὸ ἐπ’ ἄπειρον διαιρετὸν εἶναι τὸν χρόνον. λέγεται δὲ καὶ κατ’ ἄλλους τρόπους ἀρχή· νῦν δὲ ἀρκοῦσιν οὗτοι. τὸ τοίνυν γενητὸν λεγό- μενον κατὰ τὴν συνήθειαν ἅπαν μὲν τὴν κατὰ τὸν χρόνον ἀρχὴν ἔχει ἀφ’ ἧς ἤρξατο γίνεσθαι, ἥτις ἐστὶ καὶ γενέσεως ἀρχή, οὐχ ἅπαν δὲ τὴν κατὰ τὸ πρᾶγμα, ἀλλὰ τὰ μὲν κατ’ οὐσίαν γινόμενα καὶ ἡ τούτων γένεσις ἥ- τις ἁπλὴ λέγεται διὰ τὸ καθ’ αὑτὰ γίνεσθαι τῶν κατὰ τὰς ἄλλας κατη- γορίας οὐχ ἁπλῶς λεγομένων γίνεσθαι. Σωκράτης μὲν γὰρ αὐτὸς καθ’ αὑτὸν γίνεται, θερμὸν δὲ οὐ καθ’ αὑτό, ἀλλὰ θερμὸν σῶμα, καὶ φωτεινὸς ἀήρ) τὰ μὲν οὖν κατ’ οὐσίαν γινόμενα καὶ ἡ γένεσις αὐτῶν ἔχει οὐ μόνον τὴν κατὰ χρόνον ἀρχήν, ἀλλὰ καὶ ἀπὸ μορίου τινὸς τοῦ πράγματος ἄρχε- ται, ὡς ἡ μὲν τῶν ζῴων ἀπὸ ὀμφαλοῦ ἢ καρδίας, τῶν δὲ φυτῶν ἀπὸ ῥιζῶν, τοῦ δὲ οἴκου ἀπὸ θεμελίου. ἐπειδὴ δὲ καὶ τὰ ἀλλοιούμενα γίνεσθαι λέγεται καὶ γένεσίς τίς ἐστι καὶ ἡ ἀλλοίωσις γίνεται γὰρ λευκὸν ἐκ μέλανος καὶ θερμὸν ἐκ ψυχροῦ), ἐπὶ τούτων οὐκ ἀληθὲς ὅτι πᾶν τὸ γινόμενον ἀρχὴν ἔχει τὴν κατὰ τὸ πρᾶγμα, ἀλλ’ ἔνια καὶ ἀθρόως καθ’ ὅλα τὰ μέρη αὐτῶν ἄρχεται ἀλλοιοῦσθαι, ὡς ἔχει τὰ πηγνύμενα, ὧν οὐκ ἀπό τινος μέρους ἡ κατὰ τὴν τῆξιν ἄρχεται μεταβολή, ἀλλ’ ὅλα ἀθρόως ἄρχεται τῆς πήξεως καὶ προκόπτει κατ’ αὐτὴν ἀθρόως πάντα, τοῦ ἀθρόου ὡς οἶμαι οὐ τὸ ἄχρονον δηλοῦντος, ὡς Πορφύριος ἤκουσε, καὶ πειρᾶται ἄχρονον κατσκευάζειν τὴν ἀλλοίωσιν, ἀλλὰ τὸ ὁμοῦ πάντων τῶν μερῶν. ἡ γὰρ πῆξις καὶ ὁ φωτισμὸς τοῦ ἀέρος οὐκ ἄχρονος γίνεται, ἀλλ’ ἔχει τὴν κατὰ τὸν χρόνον ἀρχὴν τόδε τοῦ χρόνου τὸ μέρος, ἀθρόα δὲ πάντα πάσχει τὰ μόρια τὸ πάθος· ἢ ὁτιοῦν μέρος ἀθρόως ἀλλοιοῦται καὶ αὐτὸ ἐπ’ ἄπειρον ὂν διαιρετὸν καὶ οὐ κατὰ μόριόν τι πρῶτον πάσχον, ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῷ Z ταύτης τῆς πραγματείας δείξει λέγων “οὐδὲ δὴ τοῦ μεταβεβλη- κότος ἐστί τι πρότερον ὃ μεταβέβληκεν’’ ἔτι δὲ σαφέστερον ἐν τῷ τελευ- ταίῳ βιβλίῳ ταῦτα γέγραφεν “ὁμοίως δὲ καὶ ἐπ’ ἀλλοιώσεως ὁποιασοῦν· οὐ γὰρ εἰ μεριστὸν εἰς ἄπειρον τὸ ἀλλοιούμενον, διὰ τοῦτο καὶ ἡ ἀλλοίωσις, ἀλλ’ ἀθρόα γίνεται πολλάκις ὥσπερ ἡ πἡξις’’. Καὶ ὁ Θεόφραστος δὲ ἐν τῷ ᾱ Περὶ κινήσεως ταὐτὰ περὶ τούτου δοξάζων φαίνεται. λέγει δὲ οὕτως. ‘‘ὑπὲρ δὲ τοῦ κινεῖσθαι τὸ κινούμενον καὶ κεκινῆσθαι τὸ κεκινημένον δεῖν ἆρα γε ἐνδέχεται λέγειν, ὃ καὶ ἐπὶ τῶν σωμάτων κατὰ τὴν ι ἀλλοίωσιν, ὡς οὐκ ἀεὶ τὸ ἥμισυ πρῶτον ἀλλ’ ἐνίοτε ἀθρόον γε’’. διὰ δὴ ταῦτα πάντα δοκεῖ μὴ καλῶς εἰληφέναι τὸ γενό- μένον πᾶν ἀρχὴν ἔχειν τὴν κατὰ τὸ πρᾶγμα· ὥστε οὐκ ἀληθὴς ἡ πρόσληψις ἡ λέγουσα ‘ ἀλλὰ μὴν τὸ γενόμενον ἀρχὴν ἔχει’, καὶ ἡ κατὰ τὴν ἀντιστρο- φὴν δὲ γινομένη πρότασις ἡ λέγουσα ‘ τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει οὐ μόνον κατὰ τὸ εἶδος τῆς ἀντιστροφῆς ἡμαρτῆσθαι δοκεῖ ἀπὸ τοῦ ἡγου- μένου γινομένη, ἀλλὰ καὶ αὐτὴ ψευδὴς εἶναι, εἴ τις πάλιν τὴν ἀρχὴν κατὰ τὸ πρᾶγμα λάβοι ἀλλὰ μὴ κατὰ τὸν χρόνον. ἥλιος γὰρ καὶ σελήνη καὶ οὐρανὸς καὶ τὰ ἐν οὐρανῷ καὶ αὐτὸς ὁ ὅλος κόσμος, ἀγένητα ὄντα κατὰ τὸν χρόνον, ἔχει ὅμως ἀρχὴν τὴν κατὰ τὸ πρᾶγμα πεπερασμένα ὄντα. καὶ Παρμενίδης δὲ ἀγένητον ἀποφαίνων τὸ ὂν μεσσόθεν ἰσοπαλὲς πάντῃ ποιεῖ· τὸ δὲ τοιοῦτον πεπερασμένον ὂν ἀρχὴν ἔχει τὴν κατὰ τὸ πρᾶγμα. ὥστε ἄμφω ψευδεῖς αἱ προτάσεις· δέδεικται δὲ καὶ τὸ σχῆμα ἀσυλλόγιστον. Καὶ ταῦτα μὲν καλῶς ὁ Ἀριστοτέλης ἀντείρηκε, πρὸς τὸ φαινόμενον ὑπαντῶν. ἐπεὶ δὲ σοφὸς ἀνὴρ Μέλισσος, ὡς τοιούτου χρὴ καὶ τῆς ἐννοίας στοχαζόμενον τὰ ἐπαχθέντα αὐτῷ ἐγκλήματα ἀπολύσασθαι. καὶ ὅτι μὲν οὐ σωματικὸν ἐλάμβανε τὸ ὄν, δῆλον ἐκ τοῦ ἀκίνητον καὶ ἀδιαίρετον αὐτὸ " δεικνύναι τῶν σωμάτων ἐναργῆ τὴν κίνησιν καὶ τὴν διαίρεσιν ἐμφαινόντων. ἀλλ’ ἀντὶ μὲν τοῦ αἰσθητοῦ καὶ διαστατοῦ τὸ γενητὸν παραλαμβάνει, ὥσπερ καὶ ὁ παρὰ Πλάτωνι Τίμαιος λέγων “γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων’’, ἀντὶ δὲ τοῦ νοητοῦ καὶ ἀμεροῦς τὸ ἀγένητον, ὡς καὶ τοῦτο πάλιν ὁ Πλάτων’ “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον’’. ὅταν οὖν λέγῃ τὸ γενητὸν ἀρχὴν ἔχειν, τὸ αἰσθητόν φησι καὶ διαστατὸν ἅτε πε- ρανθὲν ἀρχὴν ἔχειν καὶ πέρας· οὐ γάρ ἐστιν ἄπειρον σῶμα· καὶ συντί- θεται καὶ Εὔδημος, ὅτι κἂν ἐπ’ ἄλλων τινῶν ὀλίγων γενητῶν οὐκ εἰσὶν ἀρχαὶ αἱ κατὰ τὸ πρᾶγμα, ἀλλ’ ἐφ’ οὗ σημαινομένου λαμβάνει Μέλισσός εἰσι. γράφει δὲ οὕτως “ἀλλ' ἀλλ’ ἴσως ὀλίγων μὲν οὔκ εἰσιν ἀρχαί, ἐφ’ ὧν δὲ λαμβάνει εὔλογον εἶναι. διὸ τοῦτο μὲν παραχωρητέον, τὴν δὲ ἀκολούθησιν ἐπισκεπτέον’’. ὅταν δὲ ὁ Μέλισσος ἐπιφέρῃ “τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει’’, τότε λέγει ὅτι τὸ ὄντως ὂν ἀμερές ἐστι καὶ οὔτε ἀρχὴν οὕτε τελευ- τὴν ἔχει· διὸ καὶ ἄπειρον. καὶ οὕτως οὐδέτερον τῶν ἀξιωμάτων ψευδῶς εἴληπται. κἄν γάρ ἐστιν ἀθρόως γινομένη ἀλλοίωσις, μάλιστα μὲν εἰ καὶ πάντα τὰ μέρη ἅμα ἀλλοιοῦται, ἀλλ’ οὐχ ἅμα πᾶσα ἡ ἀλλοίωσις γίνεται, ἀλλ’ ἔχει καὶ αὐτὴ ἀρχὴν καὶ τελευτήν. ἔπειτα καὶ ἐν τῇ ἀλλοιώσει τὸ ἀλλοιούμενον οὐχὶ ἡ λευκότης ἐστίν, ἀλλὰ τὸ σῶμα κατὰ τὴν λευκότητα. τὸ δὲ σῶμα ἀρχὴν ἔχει καὶ πέρας τὸ ἀλλοιούμενον καὶ γινόμενον οὕτως ὡς ἀλλοιούμενον. καὶ τὸ ἀγένητον δὲ κατὰ τοῦτο τὸ σημαινόμενον ἀληθῶς εἴρηται ἀρχὴν μὴ ἔχειν, ἀδιάστατον καὶ ἀμερὲς ὑπάρχον· ὁ γὰρ οὐρανὸς καὶ ὅδε ὁ κόσμος πολλῶν καὶ μακαρίων τετύχηκε παρὰ τοῦ γεννήσαντος, ἀτὰρ κενοινώνηκέ γε καὶ σώματος· διὸ μέρη ἔχει καὶ ἀρχὴν καὶ τέλος. τὸ δὲ ἀγένητον τὸ ὂν εἶναι καὶ Ἀριστοτέλης συγχωρεῖ καὶ αὐτὸ τὸ δόγμα ἀσμενίζων καὶ τὴν Μελίσσου περὶ τοῦ δόγματος ἀπόδειξιν. καὶ Εὔδημος δὲ τὸ ἁπλῶς ὂν ἀγένητον εἶναι συγχωρεῖ λέγων “τὸ μὲν γὰρ ἅπαν τὸ ὂν ἀθρόον μὴ γίνεσθαι καλῶς ἔχει συγχωρεῖν, ἐπειδὴ οὐχ οἷόν τε ἐκ μὴ ὄντος αὐτὸ γίνεσθαι• ἀλλὰ κατὰ μέρος γίνεσθαι πολλὰ καὶ φθείρεσθαι εὔλογον δήπου ἐστὶ καὶ ὁρῶμεν ιοῦτο’’. καὶ οὕτως μὲν αἱ προτάσεις ἐλήφθησαν ἀληθῶς καὶ ἡ ἀντιστροφὴ δὲ ἐπὶ τῶν ἐξισαζόντων οὐ κωλύεται ἀπὸ τοῦ ἡγουμένου γίνεσθαι· ὡς ὅταν εἴπωμεν ἱεῖ ἄνθρωπός ἐστι, καὶ ζῷον λογικὸν θνητόν ἐστι’, καὶ ἱεῖ μὴ ἔστιν ἄνθρωπος, οὐδὲ ζῷον λογικὸν θνητόν’. εἰ τοίνυν τὸ γενητὸν ἐξισάζει πρὸς τὸ ἀρχὴν ἔχον καὶ τέλος, οὐδὲν διαφέρει καὶ ἀπὸ τοῦ ἡγουμένου ἀντιστρέψαι. ἐξισάζει γὰρ καὶ τὸ ἀγένητον τῷ ἀρ- χὴν μὴ ἔχοντι, οὐκέτι τοῦ κατὰ τὸν οὐρανὸν καὶ ὅλως τὰ ἀίδια σώματα παραδείγματος ἐνοχλοῦντος ἡμᾶς. ἀγένητα γὰρ ταῦτα οὐχ ὡς ἀμερῆ, ἀλλ’ ὡς μὴ ἀπ’ ἀρχῆς χρόνου γεγενημένα. ἐγκαλεῖται δὲ ὁ Μέλισσος καὶ ὡς τῆς ἀρχῆς πολλαχῶς λεγομένης ἀντὶ τῆς κατὰ τὸν χρόνον ἀρχῆς, ἥτις ὑπάρχει τῷ γενητῷ, τὴν κατὰ τὸ πρᾶγμα λαβών, ἥτις καὶ τοῖς ἀθρόως μεταβάλλουσιν οὐχ ὑπάρχει. ἔοικε δὲ αὐτὸς καὶ πρὸ τοῦ Ἀριστοτέλους τεθεᾶσθαι καλῶς ὅτι πᾶν σῶμα, καὶ τὸ ἀίδιον, πεπερασμένον ὑπάρχον πεπερασμένην ἔχει δύναμιν καὶ ὅσον ἐφ’ ἑαυτῷ ἀεὶ ἐν τέλει χρόνου ἐστί, διὰ δὲ τὴν ἀεικίνητον τοῦ παράγοντος ἐπιστασίαν καὶ ἐν ἀρχῇ ἀεί ἐστι καὶ ἀίδιον ὑπάρχει, ὥστε τὸ κατὰ μέγεθος ἀρχὴν καὶ τέλος ἔχον καὶ κατὰ χρόνον ἔχει ταῦτα καὶ ἀνάπαλιν. τὸ γὰρ ἀρχὴν ἔχον χρόνου καὶ τέλος οὐχ ἅμα πᾶν ἐστι. διὸ ποιεῖται μὲν τὴν ἀπόδειξιν ἀπὸ τῆς κατὰ χρόνον ἀρχῆς καὶ τελευτῆς. ἄναρχον δὲ οὕτως καὶ ἀτελεύτητον οὔ φησιν εἶναι ὃ μὴ πᾶν ἐστι, τουτέστιν ὃ μὴ ἅμα ὅλον ἐστίν· ὅπερ τοῖς ἀμερέσιν ὑπάρχει καὶ τῷ ὄντι ἀπείροις, τῷ δέ γε ἀπλῶς ὄντι καὶ κυριώτατα· τῷ γὰρ ὄντι πᾶν ἐκεῖνό ἐστι. λέγει δὲ ταῦτα οὕτως ὁ Μέλισσος “ὄτε τοίνυν οὐκ ἐγένετο, ἔστι δέ, ἀεὶ ἦν καὶ ἀεὶ ἔσται καὶ ἀρχὴν οὐκ ἔχει οὐδὲ τελευτήν, ἀλλ’ ἄπειρόν ἐστιν. εἰ μὲν γὰρ ἐγένετο, ἀρχὴν ἄν εἶχεν ἤρξατο γὰρ ἄν ποτε γινόμενον) καὶ τελευτήν ἐτελεύτησε γὰρ ἄν ποτε γινόμενον)• εἰ δὲ μήτε ἤρξατο μήτε ἐτελεύτησεν ἀεί τε ἦν καὶ ἀεὶ ἔσται, οὐκ ἔχει ἀρχὴν οὐδὲ τελευτήν· οὐ γὰρ ἀεὶ εἶναι ἀνυστὸν ὅ τι μὴ πᾶν ἐστι’’. καὶ ὅτι μὲν τὸ “ποτὲ” χρονικόν ἐστι, δῆλον· ὅτι δὲ “γινόμενον” τὸ κατ’ οὐσίαν γενητὸν εἶπεν, ὃ ἕως ἂν ᾖ γινόμενόν ἐστι καὶ οὐκ ὄν, δῆλον ἐκ τοῦ ἐτελεύτησε γὰρ ἄν ποτε γινόμενον ὄν” καὶ ἐκ τοὐ “οὐ γὰρ ἀεὶ εἶναι ἀνυστὸν ὅ τι μὴ πάν ἐστι’’, ὡς τοῦ | ἀεὶ ὄντος, ὃ καὶ πᾶν ἐστιν, ἀντικειμένου τῷ γενητῷ. ὅτι δὲ ὥσπερ τὸ “ποτὲ γενόμενον πεπερασμένον τῇ οὐσίᾳ φησίν, οὕτω καὶ τὸ ἀεὶ ὂν ἄπειρον λέγει τῇ οὐσίᾳ, σαφὲς πεποίηκεν εἰπών “ἀλλ’ ὥσπερ ἔστιν ἀεί, οὕτω καὶ τὸ μέγεθος ἄπειρον ἀεὶ χρὴ εῖναι”. μέγεθος δὲ οὐ τὸ διαστατόν φησιν· αὐτὸς γὰρ ἀδιαίρετον τὸ ὂν δείκνυσιν· “εἰ γὰρ διῄρηται, φησί, τὸ ἐόν, κινεῖται. κινούμενον δὲ οὐκ ἄν εἴη ἅμα.’’ μέγεθος τὸ δίαρμα αὐτὸ λέγει τῆς ὑποστάσεως. ὅτι γὰρ ἀσώματον εἶναι βούλεται τὸ ὄν, ἐδήλωσεν εἰπών “εἰ μὲν ὂν εἴη, δεῖ αὐτὸ ἓν εἶναι. ἓν δὲ ὂν δεῖ αὐτὸ σῶμα μὴ ἔχειν’’. καὶ ἐφεξῆς δὲ τῷ ἀιδίῳ τὸ ἄπειρον κατὰ τὴν οὐσίαν συνέταξεν εἰπών “ἀρχήν τε καὶ τέλος ἔχον ἀπὸ δὲ τοῦ ἀπείρου τὸ ἓν συνελογίσατο ἐκ τοῦ “εἰ μὴ ἓν εἴη, περανεῖ πρὸς ἄλλο’’. τοῦτο δὲ αἰτιᾶται Εὔδημος ὡς ἀδιορίστως λεγόμενον γράφων οὕτως· “εἰ δὲ δὴ συγχωρήσειέ τις ἄπειρον εἶναι τὸ ὄν, διὰ τί καὶ ἓν ἔσται; οὐ γὰρ δὴ διότι πλείονα, περανεῖ πῃ πρὸς ἄλληλα. δοκεῖ γὰρ καὶ ὁ παρελη- λυθὼς χρόνος ἄπειρος εἶναι περαίνων πρὸς τὸν παρόντα. πάντῃ μὲν οὖν ἄπειρα τὰ πλείω τάχα οὐκ ἂν εἴη, ἐπὶ θάτερα δὲ φανεῖται ἐνδέχεσθαι. χρὴ οὖν διορίσαι, πῶς ἄπειρα οὐκ ἂν εἴη, εἰ πλείω.“ p. 186 a 16 ἔπειτα διὰ τί ἀκίνητον, εἰ ἕν; “Ὀ Μέλισσος δείξας τὸ ἄπειρον ἐκ τοῦ μήτε ἀρχὴν μήτε τέλος ἔχειν, ἐκ δὲ τοῦ ἀπείρου τὸ ἓν εἶναι, ἐφεξῆς καὶ ὅτι ἀκίνητον δείκνυσιν, ὡς ὁ Ἀλέξαν- δρός φησι, τῷ τὸ κινούμενον ἢ διὰ πλήρους ὀφείλειν κινεῖσθαι ἡ διὰ κενοῦ, οὕτω δὲ καὶ ἄλλο τι ἔσεσθαι). ὅτι δὲ διὰ μὲν πλήρους οὐχ οἷόν τέ τι κι- νηθῆναι, κενὸν δὲ μὴ δύνασθαι ἐν τοῖς οὖσιν εἶναι μηδὲν γὰρ εἶναι τὸ κενόν, ὄντος τε μηκέτι ἔσεσθαι ἄπειρον τὸ ὄν· εἰ γὰρ εἴη μεθίστασθαι δυνάμενον ἐν ἑαυτῷ, δῆλον ὡς μεῖζον ἄν αὐτοῦ εἴη, οὐδὲν δὲ μεῖζον τοὐ ἀπείρου) ..." ταῦτα μὲν οὖν οὕτως αὐτῇ λέξει φησὶν ὁ Ἀλέξανδρος, καὶ ὡς τὴν κατὰ τόπον κίνησιν ἀναιροῦντος τοῦ Μελίσσου μόνην, οὐ μὴν καὶ τὴν ἀλλοίωσιν, οὕτως ποιεῖται τὴν ἐξήγησιν διὰ τὸ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένον τὸ ἔπειτα ἀλλοίωσις διὰ τί οὐκ ἂν εἴη. ἐμοὶ δὲ δοκεῖ συμπεραινόμενος ὁ Μέλισσος τὰ περὶ τοῦ ὄντος εἰρημένα, ὅτι ἀγένητον καὶ ἀίδιον καὶ ἄπειρον καὶ ἓν καὶ ὅμοιον, ἐκ τούτων καὶ τὰς ἄλλας πάσας κινήσεις τὰς περὶ τὴν γένεσιν ἀφαιρεῖν ἀπὸ τοῦ ὄντος, καὶ πρῶτον μὲν δεικνύναι ὅτι οὔτε ὡς ἀπολλύμενον οὔτε ὡς αὐξόμενον ἢ μειούμενον οὔτε ὡς ἀλλοιούμενον κι- νεῖται τὸ ὂν ἢ ὅλως ἑτεροιούμενον, ὅπερ κοινὸν αὐξήσεως ἂν εἴη καὶ ἀλ- λοιώσεως. οὔτε γὰρ ἀίδιον οὔτε ἄπειρον οὔτε ἓν οὔτε ὅμοιον ἄν εἴη ταῦτα πάσχον· εἶτα ὅτι οὐδὲ κενόν· τὸ γὰρ κενόν, οὐχὶ σώματος ἀλλὰ κενὸν τοῦ ὄντος, οὐδέν ἐστι. προλαβὼν οὖν ὅτι τὸ ὂν πλέων ἐστί, ταὐτὸν δὲ εἰπεῖν πλῆρες, καὶ δείξας ὅτι κενὸν οὐκ ἔστι, συνάγει ὅτι οὐκ ἄν κινοῖτο κατὰ τόπον οὔτε ὡς εἰς ἄλλον παρ’ ἑαυτὸ τόπον, οὐ γάρ ἐστί τι κενὸν τοῦ ὄντος εἰς ὃ κινηθῇ, οὔτε εἰς ἑαυτό. ἐξ ἀραιοτέρου γὰρ πυκνότερον ἦν ἀνάγκη γενέσθαι. πυκνὸν δὲ καὶ ἀραιὸν οὐκ ἄν εἴη. τὸ γὰρ ἀραιὸν κενόν τι ἔχει, τὸ δὲ κενὸν οὐκ ἔστιν οὕτε ὅλως οὔτε ἐν αὐτῷ μάλιστα, διότι πλέων ἐστίν. ὅτι δὲ πλέων ἐστὶ τὸ ὄν, δείκνυσιν ἐκ τοῦ μηδὲν εἰς ἑαυτὸ εἰσδέχεσθαι• εἰ γὰρ εἰσδέχοιτο, κενόν τι εἶναι του ὄντος, κενὸν δὲ μὴ εἶναι. Ὅτι δὲ οὐχ ὡς ὁ Ἀλέξανδρος ἤκουσεν, οὕτως ἡ ἀπόδειξις προῆλθεν ἐκ τοῦ τὸ κινούμενον ἢ διὰ πλήρους ὀφείλειν κινεῖσθαι ἢ διὰ κενοῦ, ἀλλ’ ὅτι δεῖ αὐτὸ τὸ ὂν πλῆρες εἶναι, δηλοῖ καὶ ὁ Εὔδημος λέγων “ἀκίνητον δὲ δὴ πῶς; ἢ ὅτι πλῆρες. πλῆρες δέ, ὅτι οὐκ ἔστιν ἄπειρον κενοῦ μετέχον.’’ ἀλλ’ ἐπειδὴ κἄν ἀρχαιοπρεπῶς ἀλλ’ οὐκ ἀσαφῶς ταῦτα καὶ ὁ Μέλισσος ἔγραψε, παρακείσθω καὶ αὐτὰ τὰ ἀρχαῖα γράμματα πρὸς τὸ δύνασθαι τοὺς ἐντυγχάνοντας ἀκριβεστέρους γίνεσθαι κριτὰς τῶν προσφυεστέρων ἐξηγήσεων. λέγει δ’ οὖν ὁ Μέλισσος οὕτως τὰ πρότερον εἰρημένα συμπεραινόμενος καὶ οὕτως τὰ περὶ τῆς κινήσεως ἐπάγων. “Οὔτως οὕτως οὖν ἀίδιόν ἐστι καὶ ἄπειρον καὶ ἓν καὶ ὅμοιον πᾶν. καὶ οὔτ’ ἀν’ ἀπόλοιτο οὔτε μεῖζον γίνοιτο οὔτε μετακοσμέοιτο οὔτε ἀλγεῖ οὔτε ἀνιᾶται. εἰ γάρ τι τούτων πάσχοι, οὐκ ἄν ἔτι ἓν εἴη. εἰ γὰρ ἑτεροιοῦται, ἀνάγκη τὸ ἐὸν μὴ ὅμοιον εἶναι, ἀλλὰ ἀπόλ- λυσθαι τὸ πρόσθεν ἐόν, τὸ δὲ οὐκ ἐὸν γίνεσθαι. εἰ τοίνυν τριχὶ μιῇ μυ- ρίοις ἔτεσιν ἑτεροῖον γίνοιτο τὸ πᾶν, ὀλεῖται ἄν ἐν τῷ παντὶ χρόνῳ. Ἀλλ’ οὐδὲ μετακοσμηθῆναι ἀνυστόν· ὁ γὰρ κόσμος ὁ πρόσθεν ἐὼν οὐκ ἀπόλλυται οὔτε ὁ μὴ ἐὼν γίνεται. ὅτε δὲ μήτε προσγίνεται μηδὲν μήτε ἀπόλλυται μήτε ἑτεροιοῦται, πῶς ἄν μετακοσμηθὲν τῶν ἐόντων τι ᾖ. εἰ μὲν γάρ τι ἐγίνετο ἑτεροῖον, ἤδη ἄν καὶ μετακοσμηθείη· οὐδὲ ἀλγεῖ· οὐ γὰρ ἄν πᾶν εἴη ἀλγέον· οὐ γὰρ ἄν δύναιτο ἀεὶ εἶναι χρῆμα ἀλγέον οὐδὲ ἔχει ἴσην δύ- ναμιν τῷ ὑγιεῖ· οὔτ’ ἄν ὅμοιον εἴη, εἰ ἀλγέοι· ἀπογινομένου γάρ τευ ἄν ἀλγέοι ἢ προσγινομένου, κοὐκ ἄν ἔτι ὅμοιον εἴη. οὐδ’ ἄν τὸ ὑγιὲς ἀλγῆσαι δύναιτο· ἀπὸ γὰρ ἄν ὄλοιτο τὸ ὑγιὲς καὶ τὸ ἐὸν, τὸ δὲ οὐκ ἐὸν γένοιτο. καὶ περὶ τοῦ ἀνιᾶσθαι ωὐτὸς λόγος τῷ ἀλγέοντι. οὐδὲ κενεόν ἐστιν οὐδέν• τὸ γὰρ κενεὸν οὐδέν ἐστιν· οὐκ ἄν οὖν εἴη τό γε μηδέν. οὐδὲ κινεῖται· ὑποχωρῆσαι γὰρ οὐκ ἔχει οὐδαμῇ, ἀλλὰ πλέων ἐστίν. εἰ μὲν γὰρ κενεὸν ἦν, ὑπεχώρει ἄν εἰς τὸ κενόν· κενοῦ δὲ μὴ ἐόντος οὐκ ἔχει ὅκῃ ὑποχω- ῥήσει. πυκνὸν δὲ καὶ ἀραιὸν οὐκ ἂν εἴη· τὸ γὰρ ἀραιὸν οὐκ ἀνυστὸν πλέων εἶναι ὁμοίως τῷ πυκνῷ, ἀλλ’ ἤδη τὸ ἀραιόν γε κενεώτερον γίνεται τοῦ πυκνοῦ. κρίσιν δὲ ταύτην χρὴ ποιήσασθαι τοῦ πλέω καὶ τοῦ μὴ πλέω· εἰ μὲν οὖν χωρεῖ τι ἢ εἰσδέχεται, οὐ πλέων• εἰ δὲ μήτε χωρεῖ μήτε εἰσ- δέχεται, πλέων. ἀνάγκη τοίνυν πλέων εἶναι, εἰ κενὸν μὴ ἔστιν. εἰ τοίνυν πλέων ἐστίν, οὐ κινεῖται.’’ ταῦτα μὲν οὖν τὰ τοῦ Μελίσσου. Ο δὲ Ἀριστοτέλης αἰτιᾶται πρῶτον μὲν διὰ τί ἀνάγκη, εἰ ὅν ἐστι μὴ κινεῖσθαι κατὰ τόπον, εἴπερ δύναται καὶ ὅλα ἐν ἑνὶ καὶ τῷ αὐτῷ τόπῳ μένοντα κινεῖσθαι τῇ τῶν μορίων ἀντιπεριστάσει, κενοῦ τινος μὴ δεόμενα, καθάπερ καὶ τόδε τὸ ὕδωρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ μένον ἀγγείῳ δονούμενον. τί οὖν κωλύει καὶ τὸ πᾶν μήτε ἀπολιμπάνον τὸν τόπον μήτε ἐπιλαμβάνον κινεῖσθαι, τῶν ἐν αὐτῷ μορίων κινουμένων τῇ ἀντιπεριστάσει τῇ πρὸς ἄλ- ληλα, καθάπερ καὶ ἡ ὅλη σφαῖρα περὶ μένοντας τοὺς πόλους καὶ τὸν ἄξονα κινουμένη φαίνεται, καὶ πᾶσα σφαῖρα καὶ κῶνος καὶ κύλινδρος; δύναται γὰρ κινεῖσθαί τι κατὰ τόπον καὶ μὴ ἀμεῖβον τόπον ἐκ τόπου, ὡς εἴρηται. ὥσπερ δέ φησι μέρος ὕδατος κινεῖται ἐν ἑαυτῷ, οὕτως τί κωλύει καὶ τὸ πᾶν ὄν; ἐπεὶ δὲ καὶ τὴν ἀλλοίωσιν ἀνεῖλεν ἐκ τοῦ ἓν εἶναι ὁ Μέλισσος, διὰ τί, φησίν, οὐκ ἄν εἴη ἀλλοίωσις ἑνὸς ὄντος, εἴπερ δυνατὸν τὸ αὐ- τὸ ἓν κατὰ τὴν οὐσίαν ὑπομένον ποιότητα ἄλλοτε ἄλλην μεταλαμβάνειν, οἷον ἐκ θερμοῦ ψυχρὸν γενόμενον ἢ ἐκ λευκοῦ μέλαν ἢ ἐξ ὑγιαίνοντος νο- σοῦν. ἔοικε δὲ ἡ τοῦ Ἀριστοτέλους βραχυλογία σφάλλειν πολλαχοῦ τοὺς ἐξηγητάς· εἰπόντος γὰρ αὐτοῦ ἔπειτα ἀλλοίωσις διὰ τί οὐκ ἄν εἴη, ὁ Ἀλέξανδρος οὕτως ἐξηγεῖται “ὡς Μελίσσου διὰ τοῦ δεῖξαι μὴ δυνάμενον τὸ ὂν τὴν κατὰ τόπον κίνησιν κινεῖσθαι τὸ πάντῃ ἀκίνητον αὐτοῦ κατη- 003E; 003E; Torstrik ἀλγεινόν a 2 ἀλγεινόν a 3 εἰ (post εἴη) om. D λοι γοροῦντος’’ ταῦτα γὰρ αὐτῇ λέξει γέγραφεν ὁ Ἀλέξανδρος), καίτοι τοῦ Μελίσσου καὶ πρὸ τῆς κατὰ τόπον κινήσεως τὰς ἄλλας ἀναιροῦντος, ὡς ἡ προεκτεθεῖσα ῥῆσις δηλοῖ. ὡς δὲ τοῦ ἑνὸς ἀλλοιοῦσθαι καὶ ἑτεροιοῦσθαι δυναμένου καὶ μένοντος ἔτι ἑνὸς κατὰ τὴν οὐσίαν, οὕτως νῦν ὑπήντησεν ὁ Ἀριστοτέλης τὸ ἓν ὁλοσχερῶς κατὰ τὴν συνήθειαν λαβών λέγομεν γὰρ ἕνα καὶ τὸν αὐτὸν μένοντα Σωκράτην ὀδυνᾶσθαί τε τὸ σκέλος καὶ ἀναπαύ- ἕσθαι), τοὐ Μελίσσου κυριώτερον τὸ ἓν λαβόντος ἀλλ’ οὐχ ὁλοσχερέστερον, ὡς δηλοῖ τά τε ἄλλα τὰ εἰρημένα καὶ οὐχ ἥκιστα τὸ “εἰ τοίνυν τριχὶ μιῇ μυρίοις ἔτεσιν ἑτεροῖον γίνοιτο τὸ πᾶν, ὀλεῖται ἄν ἐν τῷ παντὶ χρόνῳ’’, ὡς δέον ὂν εἰ ἕν ἐστι, καὶ ὅμοιον καὶ ἀίδιον κυρίως· ὥστε κατὰ πάντ·α μένον οὐκ ἄν ἔχοι τι καθ’ ὃ μεταβολὴν ὑποδέξεται. ἀνάγκη γὰρ ἦν τὸ ἀλλοιούμενον καὶ τὸ ἑτεροιούμενον ὁπωσοῦν ἀπ’ ἄλλης διαθέσεως εἰς ἄλλην μεταβάλλειν. κατὰ τόπον δὲ εἰ κινοῖτο περιδινούμενον ὥσπερ τὸ ὕδωρ, κενοῦ μὴ ὄντος ἀνάγκη σχῆμα ἔχειν περιφερές, οἷον σφαιρικὸν ἢ κωνικὸν ἢ κυ- λινδρικόν· τὰ γὰρ ἄλλα σχήματα περιδινούμενα ἄλλοτε ἄλλον τόπον ἐπι- λαμβάνει· ἐσχηματισμένον δὲ πεπερασμένον ἂν εἴη καὶ οὐκ ἄπειρον. εἰ δὲ ἀκίνητον πρότερον ὂν κινοῖτο ἐν τῷ αὐτῷ τόπῳ, ἀνάγκη πυκνουμένου καὶ ἀραιουμένου μέρους τινὸς γίνεσθαι τὴν ἀρχὴν τῆς κινήσεως. ὅλως δὲ σω- μάτων κίνησις ἡ περιδίνησις• ἀσώματον δὲ δέδεικται τὸ ὂν ὑπὸ Μελίσσου. p. 186 a 19 ’Αλλὰ μὴν οὐδὲ τῷ εἴδει οἷόν τε ἓν εἶναι ἕως τοῦ καὶ τὰ ἐναντία ἀλλήλων. ’Ev τοῖς καθόλου λόγοις τριῶν τοῦ ἑνὸς σημαινομένων ἀφορισθέντων, τοῦ τε κατὰ συνέχειαν καὶ τοῦ ὡς ἀδιαιρέτου καὶ τοῦ τῷ λόγῳ ἑνός, δείξας ὅτι κατ’ οὐδὲν τῶν σημαινομένων τούτων ἓν εἶναι δύναται τὸ ὂν καὶ ὑπαν- τήσας καὶ πρὸς αὐτοὺς τοὺς τοῦ Μελίσσου λόγους, κοινὸν οἶμαι τοῦτον ἐπάγει λόγον, ὅτι ὅλως τῷ εἴδει ἓν οὐχ οἷόν τε τὸ ὂν εἶναι πλὴν τῷ ἐξ οὗ, τουτέστι πλὴν κατὰ τὴν ὑλικὴν αἰτίαν. ‘‘κατὰ ταύτην γάρ, ὡς ὁ Ἀλέξανδρος ἐξηγεῖται, δυνατὸν ἓν τῷ εἴδει λέγειν τὸ ὄν, ὥσπερ καὶ ἄλλοι τινὲς τῶν φυσικῶν ἔλεγον, Θαλῆς μὲν Ἵππων ὕδωρ λέγοντες, Ἀναξιμένης δὲ ἀέρα, Ἡράκλειτος δὲ πῦρ· αὐτὰ μέντοι τὰ ὄντα ἓν τῷ εἴδει λέγειν αὐ- τόθεν ἄτοπον. ἄν μὲν γὰρ οὕτως τις λέγοι ἓν εἶναι τὰ ὄντα καθὸ ἐξ ἑνός τινος καὶ μιᾶς ἀρχῆς τὰ πάντα γέγονε, λέγοι ἄν τινα λόγον καὶ ὑπὸ φυ- σικῶν τινων εἰρημένον· καθ’ οὓς γὰρ ἡ ἀρχὴ τῶν ὄντων μία, κατὰ τούτους ἓν τῷ λόγῳ τὰ πάντα γένοιτο ἄν, καθὸ ἐξ ἑνός, ἀλλ’ οὐ καθὸ ἔστι· κατὰ γὰρ τοῦτο διαφόρους ἔχοντα λόγους, τινὰ δὲ καὶ ἐναντίους, πῶς ἄν εἴη τὰ αὐτὰ ἀλλήλοις; οἷον ἄνθρωπος καὶ ἵππος ἡ λογικὸν ζῷον καὶ ἄλογον κατὰ μὲν τὴν ὕλην τὰ αὐτὰ ἄν εἴη, κατὰ δὲ τὸ εἶδος οὐκέτι. δῆλον δὲ ὅτι τοῦ τὰ διάφορα τὰ αὐτὰ εἶναι μᾶλλον ἄτοπόν ἐστι τὸ τὰ ἐναντία τὰ αὐτὰ εἶναι.’’ ἐπιστῆσαι δὲ ἄξιον εἰς ὃ ὁ Ἀλέξανδρος ἀποβλέψας ἓν τῷ εἴδει τῷ κατὰ τὴν ὕλην φησὶ δυνατὸν λέγειν τὰ ὄντα. ἢ τοῦτο μὲν βίαιον τὸ λέγειν τῷ εc̓οει τῆς ὕλης, ἄμεινον δὲ λέγειν ὅτι ὅλως τῷ εἵδει οὐχ οἷόν τε ἓν εἶναι, ἀλλ’ εἴπερ ἄρα, κατὰ κοινότητά τινα χρὴ λαβεῖν τὸ ἕν, οἷον τὴν ὕλην καὶ τὸ ἐξ οὗ, ὥσπερ τινὲς τῶν φυσικῶν ἔλεγον. διὸ καὶ ἐπήγαγεν ἄνθρωπος γὰρ ἵππου ἕτερον τῷ εἴδει καὶ τὰ ἐναντία ἀλλήλων ὡς εἶδος λέγων τὸ καθὸ ἕκαστόν ἐστιν, ἀλλ’ οὐχὶ τὸ ἐξ οὗ. δῆλον δὲ ὅτι εἰ οὕτως εἶδός τις λέγει ὡς τὸ σύνθετον, οὗ καὶ ὁ ὁρισμὸς σύνθετος ἀποδίδοται, οὐκ ἄν δέξαιτο Μέλισσος εἶδος εἶναι τὸ ὄν· εἰ δὲ οὕτως ὡς τὸ ἄυλον καὶ ἀπλού- στατον, τάχα ἄν δέξαιτο· πολλὰ γὰρ αὐτοῦ καὶ αὐτὸς κατηγορεῖ, τὸ ἀγέ- νῆτον, τὸ ἀκίνητον, τὸ ἄπειρον καὶ ἄλλα πολλά. ἀλλ’ οὔτε οὕτως ἓν ὡς τὸ ἐξ οὗ καὶ τὸ ὑλικὸν λέγοι ἄν Μέλισσος οὔτε ὡς οἱ φυσικοί ἀσώματον γὰρ λέγει τὸ ὄν) οὔτε κατὰ τὴν κυρίως ὕλην, εἴπερ μήτε εἰσδέχεσθαί τι λέγει τὸ ὂν μήτε μὀτακ̓οσυεῖσθαι, ἡ δὲ ὕλη καὶ εἰσδέχεται καὶ μεταχοσμεῑται. ἔτι δὲ “τοῦ ἐόντος ἀληθινοῦ, φησί, κρεῖσσον οὐδέν’’. ἡ δὲ ὕλη τὸ χείριστον. p. Καὶ πρὸς Παρμενίδην δὲ ὁ αὐτὸς τρόπος τῶν λόγων ἕως τοῦ τῇ δὲ ὅτι οὐ συμπεραίνεται. Καὶ ἐν τῇ δόξῃ καὶ ἐν τῇ τῆς δόξης κατασκευῇ τὰ μέν ἐστι κοινὰ Παρ- μενίδη καὶ Μελίσσω, τὰ δὲ ἴδια· κοινὰ μὲν ἐν τῇ δόξῃ τὸ ἓν εἶναι τὸ ὃν καὶ ἀκίνητον, ἴδια δὲ τὸ Μέλισσον μὲν ἄπειρον λέγειν τὸ ὄν, Παρμενίδην δὲ πεπερασμένον• κατὰ δὲ τὴν κατασκευὴν κοινὸν μὲν πάλιν αὐτοῖς τό τε ἀσυλλογίστως ἐρωτᾶν καὶ τὸ ψευδεῖς λαμβάνειν προτάσεις· ἴδιον δὲ αὐταὶ αἱ προτάσεις, αἷς ἑκάτερος αὐτῶν ἐχρήσατο· οὐ γὰρ διὰ τῶν αὐτῶν ἄμφω τὰς ἀποδείξεις πεποίηνται. καὶ τῆς ἀντιλογίας οὖν τῆς πρὸς αὐτοὺς τὰ μὲν κατὰ τὸν αὐτὸν τρόπον γενήσεται, τὰ δὲ κατὰ ἄλλον καὶ ἄλλον. ὅσα μὲν γὰρ καθόλου ἀναιρετικὰ ἐρρήθη τοῦ ἓν εἶναι τὸ ὄν, ταῦτα ὁμοίως πρὸς ἑκάτερον εἴρηται, ὥσπερ καὶ ὅτι παρ’ ἀμφοτέροις ὁ λόγος ἡμάρτηται καὶ ὅτι ψευδῆ λαμβάνει καὶ ὅτι οὐ συμπεραίνει· καὶ γὰρ καὶ τοῦτο κοινῶς ἐπῆκται πρὸς λύσιν• ὅσα δὲ πρὸς τὰς οἰκείας ἑκατέρου προτάσεις λέγεται, ταῦτα ἰδίᾳ πρὸς ἑκάτερον ὑπαντᾷ. καὶ καθὸ δὲ ἐν τῇ δόξῃ διαφέρονται τοῦ μὲν ἄπειρον τοῦ δὲ πεπερασμένον λέγοντος τὸ ὄν, καὶ κατὰ τοῦτο διαφόρους τὰς ἀντι- λογίας ἀνάγκη γίνεσθαι. p. 186 a 24 Ψευδὴς μὲν ἡ ἁπλῶς λαμβάνει τὸ ὂν λέγεσθαι. τὸν Παρμενίδου λόγον, ὡς ὁ Ἀλέξανδρος ἱστορεῖ, ὁ μὲν Θεόφραστος οὕτως ἐκτίθεται ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἱστορίας “τὸ παρὰ τὸ ὂν οὐκ ὄν· τὸ οὐκ ὂν οὐδέν· ἓν ἄρα τὸ ὄν’’, Εὔδημος δὲ οὕτως “τὸ παρὰ τὸ ὂν οὐκ ὄν, ἀλλὰ καὶ μοναχῶς λέγεται τὸ ὄν· ἓν ἄρα τὸ ὄν.’’ τοῦτο δὲ εἰ μὲν ἀλλαχοῦ που γέγραφεν οὕτως σαφῶς Εὔδημος, οὐκ ἔχω λέγειν· ἐν δὲ τοῖς Φυσικοῖς περὶ Παρμενίδου τάδε γράφει, ἐξ ὧν ἴσως συναγαγεῖν τὸ εἰρημένον δυνατόν• Παρμενίδης δὲ οὐ φαίνεται δεικνύειν ὅτι ἓν τὸ ὄν, οὐδὲ εἴ τις αὐτῷ συγχωρήσειε μοναχῶς λέ- γεσθαι τὸ ὄν, εἰ μὴ τὸ ἐν τῷ τί κατηγορούμενον ἑκάστου ὥσπερ τῶν ἀνθρώπων ὁ ἄνθρωπος. καὶ ἀποδιδομένων τῶν λόγων καθ’ ἕκαστον ἐνυπάρξει ὁ τοῦ ὄντος λόγος ἐν ἅπασιν εἷς καὶ ὁ αὐτὸς ὥσπερ καὶ ὁ τοῦ ζῴου ἐν τοῖς ζῴοις. ὥσπερ δὲ εἰ πάντα εἴη τὰ ὄντα καλὰ καὶ μηθὲν εἴη λαβεῖν ὃ οὐκ ἔστι κα- λόν, καλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἕν γε τὸ καλὸν ἀλλὰ πολλά τὸ μὲν γὰρ χρῶμα καλὸν ἔσται τὸ δὲ ἐπιτήδευμα τὸ δὲ ὁτιδήποτε), οὕτω δὴ καὶ ὄνια μὲν πάντα ἔσται, ἀλλ’ οὐχ ἓν οὐδὲ τὸ αὐτό· ἕτερον μὲν γὰρ τὸ ὕδωρ, ἄλλο δὲ τὸ πῦρ. Παρμενίδου μὲν οὖν ἀγασθείη τις ἀναξιοπίστοις ἀκολουθήσαντος λόγοις καὶ ὑπὸ τοιούτων ἀπατηθέντος, ἃ οὔπω τότε διεσαφεῖτο οὔτε γὰρ τὸ πολλαχῶς ἔλεγεν οὐδείς, ἀλλὰ Πλάτων’ πρῶτος τὸ δισσὸν εἰσήγαγεν, οὔτε τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός)· φαίνεταί τε ὑπὸ τούτων διαψευσθῆναι. ταῦτα δὲ ἐκ τῶν λόγων καὶ ἐκ τῶν ἀντιλογιῶν ἐθεωρήθη καὶ τὸ συλλογίζεσθαι· οὐ γὰρ συνεχωρεῖτο, εἰ μὴ φαίνοιτο ἀναγκαῖον· οἱ δὲ πρότερον ἀναποδείκτως ἀπεφαί- νοντο’’. καὶ μέχρι τούτου τὰ περὶ Παρμενίδου προαγαγὼν ἐπὶ Ἀναξαγόραν μετέβη. Πορφύριος δὲ καὶ αὐτὸς τὰ μὲν ἐκ τῶν Παρμενιδείων ἐπῶν ὡς οἶμαι τὰ δὲ ἐκ τῶν Ἀριστοτέλους καὶ ὧν ἄν τις πιθανῶς ἐκθέσθαι τὴν Παρμενίδου δόξαν βουλόμενος εἴποι γράφει ταῦτα. ἔχει δὲ αὐτοῦ ὁ λόγος οὕτως· “εἴ τι παρὰ τὸ λευκόν ἐστιν, ἐκεῖνο οὐ λευκόν ἐστι, καὶ εἴ τι παρὰ τὸ ἀγαθόν ἐστιν, ἐκεῖνο οὐκ ἀγαθόν ἐστι, καὶ εἴ τι παρὰ τὸ ὄν ἐστιν, ἐκεῖνο οὐκ ὄν ἐστι. τὸ δὲ οὐκ ὂν οὐδέν· τὸ ὂν ἄρα μόνον ἐστίν· ἓν ἄρα τὸ ὄν. καὶ γὰρ εἰ μὴ ἕν ἐστιν ἀλλὰ πλείω τὰ ὄντα, ἤτοι τῷ εἶναι διοίσει ἀλλήλων ἢ τῷ μὴ εἶναι• ἀλλ’ οὔτε τῷ εἶναι διαφέροι ἄν κατὰ γὰρ αὐτὸ τὸ εἶναι ὅμοιά ἐστι, καὶ τὰ ὅμοια ἡ ὅμοια ἀδιάφορα καὶ οὐχ ἕτερα τυγχάνει ὄντα, τὰ δὲ μὴ ἕτερα ἕν ἐστιν) οὔτε τῷ μὴ εἶναι· τὰ γὰρ διαφέροντα πρότερον εἶναι δεῖ, τὰ δὲ μὴ ὄντα οὐδὲν διαφέρει ἀλλήλων· εἰ τοίνυν πλείω φησὶν ὑποτιθέμενα μήτε τῷ εἶναι μήτε τῷ μὴ εἶναι διαφέρειν οἷόν τε καὶ ἕτερα εἶναι ἀλλήλων, δῆλον ὡς ἓν πάντα ἔσται καὶ τοῦτο ἀγένητόν τε καὶ ἄφθαρτον’’. ὁ μέντοι Ἀριστοτέλης ἐν τοῖς ἑξῆς ἔοικεν οὕτω πὼς ἀπομνημονεύειν τοῦ Παρμενιδείου λόγου· εἰ ἓν σημαίνει τὸ ὂν καὶ μὴ οἷόν τε εἶναι ἅμα τὴν ἀντίφασιν, οὐκ ἔσται οὐδὲν μὴ ὅν. ταὐτὸν δὲ καὶ οὗτος ἐννοεῖ τοῖς προτέροις. εἰ γὰρ ἓν ση- μαίνει τὸ ὄν, τὸ παρ’ ἐκεῖνο οὐκ ὂν καὶ οὐδέν ἐστι. καὶ εἰ μὴ συνυπάρχει ἡ ἀντίφασις, ὥστε ταὐτὸν καὶ ὂν ἅμα καὶ οὐκ ὂν εἶναι, δῆλον ὅτι τὸ παρὰ τὸ ὂν οὐκ ὂν ἔσται καὶ τὸ οὐκ ὂν οὐδέν. Εἰ δέ τις ἐπιθυμεῖ καὶ αὐτοῦ τοῦ Παρμενίδου ταύτας λέγοντος ἀκοῦσαι τὰς προτάσεις, τὴν μὲν τὸ παρὰ τὸ ὂν οὐκ ὂν καὶ οὐδέν’ λέγουσαν, ἥτις ἡ αὐτή ἐστι τῇ τὸ ὂν μοναχῶς λέγεσθαι, εὑρήσει ἐν ἐκείνοις τοῖς ἔπεσιν· ἡ μὲν ὅπως ἔστι τε καὶ ὡς οὐκ ἔστι μὴ εἶναι πειθοῦς ἐστι κέλευθος ἄλη θείη γὰρ ὀπηδεῖ), ἡ δ’ ὡς οὐκ ἔστι τε καὶ ὡς χρεών ἐστι μὴ εἶναι τὴν δή τοι φράζω παναπευθέα ἔμμεν ἀταρπόν. οὔτε γὰρ ἄν γνοίης τό γε μὴ ἐόν οὐ γὰρ ἀνυστόν) οὔτε φράσαις. ὅτι δὲ ἡ ἀντίφασις οὐ συναληθεύει, δι’ ἐκείνων λέγει τῶν ἐπῶν, δι’ ὧν 5 μέμφεται τοῖς εἰς ταὐτὸ συνάγουσι τὰ ἀντικείμενα. εἰπὼν γάρ ἔστι γὰρ εἶναι, μηδὲν δ’ οὐκ ἔστι, τά γ’ ἐγὼ φράζεσθαι ἄνωγα, πρώτης γάρ σ’ ἀφ’ ὁδοῦ ταύτης <εἴργω>, <ἐπάγει> αὐτὰρ ἔπειτ’ ἀπὸ τῆς, ἣν δὴ βροτοὶ εἰδότες οὐδέν πλάττονται δίκρανοι· ἀμηχανίη γὰρ ἐν αὐτῶν στήθεσιν ἰθύνει πλαγκτὸν νόον. οἱ δὲ φοροῦνται κωφοὶ ὁμῶς τυφλοί τε τεθηπότες ἄκριτα φῦλα, οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται κοὐ ταὐτόν, πάν|των δὲ παλίντροπός ἐστι κέλευθος. τούτου δὴ τοῦ λόγου πρῶτον μὲν τὸ ψεῦδος ἐλέγχει τῶν προτάσεων ὁ " Ἀριστοτέλης, εἶτα τὸ ἀσυλλόγιστον. καὶ ψεύδεσθαι μέν φησιν ὅτι μοναχῶς λαμβάνει τὸ ὂν λεγόμενον πολλαχῶς, καθ’ ὅσους ἐν κατηγορίαις ἐπιδέδεικται τρόπους λεγόμενον. τὸ γὰρ ‘εἴ τι παρὰ τὸ ὃν ἔστιν, ἐκεῖνο οὐκ ὄν ἐστιν’ εἰ μοναχῶς ἐλέγετο τὸ ὄν, ἴσως ὀρθῶς ἂν ἐλέγετο, ἐπὶ δὲ τῶν πολλαχῶς λεγομένων οὐκέτι· οἷον εἰ λέγοι τις· εἴ τι παρὰ τὸν καρκίνον ἐστίν, ἐκεῖνο οὐ 5 καρκίνος ἐστί· πευσόμεθα γὰρ τὸ παρὰ ποῖον καρκίνον. ὁ μὲν γὰρ παρὰ τὸν ἔνυδρον καρκίνον οὐράνιος καρκίνος ἐστὶν ἢ ὁ τοῦ χαλκέως· καὶ ὁ παρὰ τὸν οὐράνιον δὲ ἄλλο τι εἶδος καρκίνου οὐ κωλύεται εἶναι· ὁμοίως δὲ καὶ εἴ τι παρὰ τὸ ὄν ἐστιν, οἱονεὶ παρὰ τὴν οὐσίαν, ἐκεῖνο οὐκ οὐσία μέν, ποιότης μέντοι γε ἢ ποσότης εἶναι οὐ κωλύεται, καὶ εἴ τι παρὰ τὴν ποιό- τητᾷ, οὐ ποιότης, οὐσία μέντοι γε ἢ ποσότης. καὶ οὕτως οὐδὲν κωλύει πολλὰ εἶναι τὰ ὄντα, καὶ αὐτό γε τὸ ὂν οὐκ ὂν εἶναι, ἀλλ’ οὐχὶ τὰ ἀντι- κείμενα. Σωκράτης γὰρ ἄνθρωπος μέν ἐστιν, ἵππος δὲ οὔ, καὶ οὐσία μέν, ποιότης δὲ οὔ. καὶ ἄλλως δὲ ἄτοπον τὸ λῆμμα. τὸ γὰρ ‘εἴ τι τὸ ὂν ἔστιν, οὐκ ὄν ἐστιν’ ἅμα διδόντων ἐστὶν εἶναί τι τὸ αὐτὸ καὶ μὴ εἶναι· τοῦτο δὲ ἐπὶ τοῦ καθ’ αὑτὸ λεγομένου εἶναι ἄτοπον. εἴ τις δὲ οὕτω προφέροι τὴν πρώτην πρότασιν ὡς πολλαχῶς τοῦ ὄντος λεγομένου, αὕτη μὲν ἀληθὴς ἔσται, ἡ μέντοι ἐφεξῆς αὐτῇ οὐκέτι ἀληθὴς ἡ λέγουσα τὸ οὐκ ὂν οὐδέν· ἴσον γάρ ἐστι τοῦτο τῷ ‘τὸ παρὰ τὴν οὐσίαν οὐδέν ἐστι’, καίτοι πολλῶν ὄντων ἃ οὐκ εἰσὶν οὐσίαι. οὕτως μὲν οὖν αἱ κατὰ Θεόφραστον προτάσεις ὡς ψευδεῖς οὖσαι διελέγχονται· ὡς δὲ ἀσυμπέραντοι, ὅτι τὸ μὲν ἀκολούθως ἐπαγόμενον συμπέρασμα ἦν ‘τὸ παρὰ τὸ ὂν οὐδέν’. ὁ δὲ ἐπή- γαγεν ‘ἓν ἄρα τὸ ὄν’. κἂν μοναχῶς δέ τις ὑπόθηται τὸ ὂν λέγεσθαι, ὡς μνημονεύει Εὔδημος, ψεῦδος καὶ οὗτος λαμβάνει· οὐ γὰρ μοναχῶς τὸ ὄν, εἴ γε δεκαχῶς. ἔπειτα οὐδὲ οὕτως συμπεραίνει ὅτι ἓν τὸ ὄν. κἂν ὑπόθη- τᾶι δέ τις μηδὲν ἄλλο παρὰ τὴν οὐσίαν εἶναι, οὐδὲν κωλύει οὐσίας μὲν εἶναι μόνας, πολλὰς δὲ ταύτας, ὅπερ καὶ ὁ Εὔδημος ἐδήλωσε διὰ τοῦ “αὐδὲ εἴ τις αὐτῷ συγχωρήσειε μοναχῶς λέγεσθαι τὸ ὄν’’ καὶ τὸ ἑξῆς “ώς γὰρ εἰ πάντα τὰ ὄντα καλὰ εἴη καὶ μηθὲν εἴη λαβεῖν ὃ οὐκ ἔστι καλόν, καλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἕν γε τὸ καλὸν ἀλλὰ πολλά τὸ μὲν γὰρ χρῶμα καλὸν ἔσται τὸ δὲ ἐπιτήδευμα τὸ δὲ ὁτιδήποτε)’’, τὸ δὲ αὐτὸ ἐπὶ τοῦ λευκοῦ ἔδειξεν ὁ Ἀριστοτέλης, “οὒτω δὴ καὶ ὄντα μὲν πάντα ἔσται, ἀλλ’ οὐχ ἓν οὐδὲ τὸ αὐτό’’• καὶ ψευδὴς ἡ ἐπιφορὰ ἡ λέγουσα ‘ἓν ἄρα τὸ ὂν’ καὶ οὐκ ἐκ τῶν κειμένων συνηγμένη. κἄν γὰρ μοναχῶς τὸ ὄν, οὐκ ἤδη ἓν τὸ ὄν· μοναχῶς γὰρ λέγεται καὶ γένει καὶ εἰἡει· ἑκατέρως δὲ πολλά. καὶ συμβήσεται τὸ ἐπὶ τοῦ κατὰ τὸ καλὸν παραδείγματος ὑπὸ τοῦ Εὐδήμου εἰρημένον “ὄτι καλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἓν τὸ καλόν’’ τῷ ἀριθμῷ• τὰ γὰρ τῷ λόγῳ ἓν οὐκ ἤδη καὶ τῷ ἀριθμῷ ἕν. τὰ δὲ αὐτὰ ἐπὶ τοῦ λευκοῦ συνήγαγεν ὁ Ἀριστοτέλης. εἰ δέ τις λέγοι μὴ τῷ ἀριθμῷ συνάγειν ἓν τὸ ὄν, ἀλλὰ τῷ εἰἡει ἢ τῷ γένει, οὗτος αὐτόθεν ὁμολογεῖ πολλὰ λέγειν τὰ ὄνια τῷ ἀριθμῷ· τὰ δὲ κατὰ γένος ἓν καὶ τῷ λόγῳ πολλά ἐστιν. εἰ δὲ οὕτως ἓν τὸ ὂν λέγουσι, πῶς ἔτι διὰ τὸ ἓν εἶναι ἀκί- νῆτον ἐροῦσιν; p. 186 a 25 Ἀσυμπέραντος δέ, ὅτι εἰ μόνα τὰ λευκὰ ληφθείη. Κἂν συγχωρήσῃ τις αὐτῷ, φησίν, τὸ ὂν μὴ πολλαχῶς λέγεσθαι ἀλλὰ μοναχῶς, ὡς εἶναι τὴν πρότασιν ἀληθῆ τὴν λέγουσαν ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν’, σημαίνοι δὲ ἓν τὸ ὄν, οὐδὲ οὕτως ἓν τῷ ἀριθμῷ συνάγεται τὸ ὄν. τὸ γὰρ συναγόμενόν ἐστιν ὅτι ‘τὸ παρὰ τὸ ὂν οὐδὲν εἰ οὐχ ἕν’. εἰ δέ τις τὸ ἀντίστροφον τούτῳ βούλεται συναγαγεῖν ὡς ἑπόμενον τῷ συναγομένῳ, " ὅπερ δοκεῖ ποιεῖν ὁ Παρμενίδης, ἐπειδὴ σὺν ἀντιθέσει ἡ ἀντιστροφή, τὸ συναγόμενον ἔσται ‘τὸ ἓν ἄρα ὄν’. εἰ γὰρ ἡ ἀκολουθία ἦν ‘τὸ παρὰ τὸ ὄν, τουτέστι τὸ μὴ ὄν, οὐχ ἕν’, γίνεται ἐκ τῆς ἀντιστροφῆς τὂ τὸ ἓν ἄρα ὅν’· ὅπερ ἄλλο ἐστὶ τοῦ τὸ ὂν ἓν ἢ ἓν τὸ ὄν’. αὐτὸς δὲ ἐπὶ τοῦ λευκοῦ δείκνυσι τὸ ἀσυμπέραντον νῦν μὲν ὡς συμβεβηκός τι λαμβάνων τὸ ὄν, μετ’ ὀλίγον δὲ ὡς οὐσίαν καὶ καθ’ ἑκάτερον δεικνὺς μὴ δυνάμενον ἓν εἶναι τὸ ὄν. εἰ γὰρ μόνον εἴη τὸ λευκὸν καὶ μηδὲν ἄλλο, ὡς πᾶν τὸ παρὰ τὸ λευκὸν μὴ ὂν εἶναι καὶ τὸ μὴ ὂν μηδέν, οὐδὲ οὕτως ἓν τῷ ἀριθμῷ δείκνυται τὸ λευκόν, ἀλλ’ εἴπερ ἄρα, ἢ τῷ γένει ἢ τῷ εἰἡει, ὅπερ καὶ πολλά ἐστιν. ὅτι δὲ οὐκ ἔστιν ἓν τῷ ἀριθμῷ, δείκνυσιν ὑπομιμνήσκων τῆς προληφθείσης τοῦ τοιούτου ἑνὸς διαιρέσεως. εἰ γὰρ ἦν ἓν τῷ ἀριθμῷ, ἢ ὡς συνεχὲς ἔμελλεν εἶναι ἓν ἢ ὡς ἀδιαίρετον ἢ ὡς τῷ λόγῳ τὸ αὐτό. ἀλλ’ οὔτε ὡς συνεχὲς ἀνάγκη ἓν εἶναι· δύναται γὰρ πολλὰ εἶναι καὶ διωρισμένα τὰ λευκὰ τούτων κειμένων τῶν προτάσεων. οὐδὲ γὰρ τῇ συνεχείᾳ ἓν λευκόν ἐστι χιὼν καὶ κύκνος καὶ ψιμύθιον, ἀλλὰ διῄρηται. καίτοι κἀν συνεχές τις αὐτὸ συγχωρήσῃ, πολλὰ δέδεικται τὸ συνεχὲς τῇ διαιρέσει. καὶ ἄλλως δὲ κἂν συνεχές τις εἶναι συγχωρήσῃ τὸ λευκόν, οὐκ ἔσται τῷ λόγῳ ἕν, ἕκαστον γὰρ τῶν λευκῶν ἰδίᾳ λαμβανόμενον διαιρεῖται εἴς τε τὸ ὑποκεί- μένον ὃ μετέχον λευκότητος λευκὸν λέγεται, καὶ εἰς αὐτὸ τὸ χρῶμα τὸ με- τεχόῳνον. καὶ γὰρ καὶ τοῦτο λευκὸν λέγεται καὶ λευκὸν εἶναι καὶ εἶδος λευκότητος. καὶ ἔσται ἑκατέρου ἴδιος ὁ λόγος, τοῦ μὲν ὡς ὑποκειμένου, οἷον τοῦ κύκνου ὅτι ἐστὶ ζῷον τοιόνδε λελευκωμένον, τοὐ δὲ ὡς καθ’ ὑπο- κειμένου ἢ ἐν ὑποκειμένῳ, ἑκατέρως | γὰρ ὑπ’ αὐτοῦ λέγεται τὸ συμβε- βηκός, ὅτι ἐστὶ χρῶμα διακριτικὸν ὄψεως. ὥστε πολλὰ ἔσται τὰ λευκὰ καὶ μενούσης ἀληθοῦς τῆς λεγομένης προτάσεως ‘παρὰ τὸ λευκὸν οὐδέν’· ἄλλος γὰρ ἑκατέρου λόγος, καίτοι λευκῶν ἀμφοῖν λεγομένων. καὶ οὐ δεῖ ταραχθῆναι μὴ ἀναγκασθῶμεν ἕτερον τῷ λόγῳ λέγοντες τὸ συμβεβηκὸς παρὰ τὸ ὑποκείμενον χωριστὴν αὐτῷ δοῦναι τοῦ ὑποκειμένου τὴν ὑπόστασιν. οὐ γὰρ ἀνάγκη, ὧν ὁ λόγος ἕτερος, ταῦτα καὶ καθ’ ὑπόστασιν ἀλλήλων κεχωρίσθαι. καὶ γὰρ τὰ συνυφιστάμενα ἀλλήλοις ἔχει λόγους οἰκείους, καὶ ἐπέρεισιν οἰκείαν δέχεται τῆς ψυχῆς, ὡς ἐπιφάνεια καὶ σῶμα. οὐδὲ γὰρ καθὸ χωριστόν,. κατὰ τοῦτο λόγον οἰκεῖον ἔχει. τοῦτο δέ, φησί, Παρμενί- δης ἦς οὔπω ἑώρα, ὅτι δυνατὸν τὰ τῇ ὑποστάσει ἓν ὄντα λόγους διαφόρους ἔειν καὶ κατὰ τοῦτο πολλὰ εἶναι. καὶ οὐδὲν μὲν ἦν θαυμαστὸν τοὺς κανόνας τῶν λόγων μήπω τότε διακεκρίσθαι, ἀλλὰ ὕστερον φωραθέντας ἐξ αὐτῶν τῶν πραγμάτων οὕτως ἐξενεχθῆναι πρὸς πλείονα συντελοῦντας ἀκρίβειαν· ὡς καὶ ὁ Εὔδημος μαρτυρεῖ λέγων “Παρμενίδου μὲν οὖν ἀγα- σθείη τις ἀναξιοπίστοις ἀκολουθήσαντος λόγοις καὶ ὑπὸ τοιούτων ἀπατηθέντος ἃ οὔπω τότε διεδαφεῖτο. οὔτε γὰρ τὸ πολλαχῶς ἔλεγεν οὐδείς, Πλάτων πρῶτος τὸ δισσὸν εἰσήγαγεν, οὔτε τὸ καθ’ αὐτὸ καὶ κατὰ συμβε- βηκός· φαίνεται δὲ ὑπὸ τούτων διαψευσθῆναι. ταῦτα δὲ ἐκ τῶν λόγων καὶ τῶν ἀντιλογιῶν ἐθεωρήθη καὶ τὸ συλλογιστικόν. οὐ γὰρ συνεχωρεῖτο, εἰ μὴ φαίνοιτο ἀναγκαῖον· οἱ δὲ πρότερον ἀναποδείκτως ἀπεφαίνοντο.’’ διὰ δὲ τὴν περὶ ταῦτα ἄγνοιαν καὶ οἱ Μεγαρικοὶ κληθέντες φιλόσοφοι, λαβόντες ὡς ἐναργῆ πρότασιν ὅτι ὧν οἱ λόγοι ἕτεροι, ταῦτα ἕτερά ἐστι, καὶ ὅτι τὰ ἕτερα κεχώρισται ἀλλήλων, ἐδόκουν δεικνύναι αὐτὸν αὑτοῦ κεχωρ·ισμένον ἕκαστον. ἐπεὶ γὰρ ἄλλος μὲν λόγος Σωκράτους μουσικοῦ, ἄλλος δὲ Σωκράτους λευκοῦ, εἴη ἂν καὶ Σωκράτης αὐτὸς αὑτοῦ κεχωρισμένος. δῆλον δὲ ὅτι κατὰ μὲν τὸ ὑποκείμενον, καθ’ ὃ καὶ ἔστι Σωκράτης, ὁ αὐτός ἐστι, κατὰ δὲ τὰ συμβεβηκότα ἕτερος, ὥσπερ καὶ ἓν καὶ πολλὰ κατ’ ἄλλο καὶ ἄλλο. ὅτι μέντοι Παρμενίδης μάλιστα πάντων οὐκ ἠγνόει τὴν τοιαύτην διαφορὰν δῆλον, εἴπερ ἓν λέγων τοσαῦτα κατηγόρει αὐτοῦ. ἔστι γὰρ οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον καὶ ἀκίνητον καὶ ἀίδιον καὶ ἀδιαίρετον καὶ μυρία ἄλλα, ἅπερ διὰ τὴν ἀδιά- κριτὸν τούτων ἐκεῖ ἕνωσιν τῶν κατηγορηθέντων αὐτοῦ ἓν πάντα ἦν ὡς πάντων ἑνὶ αἰτίῳ τῶν μετ’ αὐτὸ διακριθέντων, ἀφ’ ὧν ἐπ’ ἐκεῖνο τὰς δια- κεκριμένας κατηγορίας ἀναφέρομεν. τὸν μέντοι κανόνα αὐτὸν οὐδαμοῦ Παρ- μενίδης ἐξήνεγκεν· οὐδὲ γὰρ ἦν οἰκεῖον τὸ κανονικὸν τοῦτο τῆς τῶν ἀρχαίων βραχυλογίας. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης βιαιότερόν πὼς ἐβουλήθη καὶ ἐπὶ τοῦ αὐτοῦ τῇ ὑποστάσει, ὡς ἐπὶ τοῦ λευκοῦ σώματος, δεῖξαι, ὅτι τὸ λευκὸν πολλά ἐστι τῷ λόγῳ, τό τε ὡς ὑποκείμενον καὶ τὸ ὡς ἐν ὑποκειμένῳ. καίτοι οὐδὲ ὄνομα τούτων τὸ αὐτό. τὸ γὰρ ὑποκείμενον λευκὸν οὐκ ἔστιν οὐδὲ λέγεται καθ’ αὑτό, εἰ μὴ ὅτε σὺν τῇ λευκότητι ληφθῇ· ὥστε εἴπερ ἄρα, τὸ αὐτὸ ὄνομά ἐστιν ἐν διαφόροις λόγοις, οὐχὶ τοῦ ὑποκειμένου καὶ τοῦ ἐν ὑποκειμένῳ, ἀλλὰ τοῦ συναμφοτέρου, διότι καὶ τὸ μετέχον λευκὸν λέγομεν μετὰ τῆς μεθέξεως καὶ αὐτὸ τὸ χρῶμα τὸ μετεχόμενον. ἀκριβο- λογουμένῳ δὲ οὐδὲ τούτων τὸ αὐτό ἐστιν ὄνομα, εἴπερ τὸ μὲν λευκόν, τὸ δὲ λευκότης, καὶ τὸ μὲν ποιόν, τὸ δὲ ποιότης. διὸ καὶ ὁριζόμεθα τὴν μὲν λευκότητα χρῶμα διακριτικὸν ὄψεως, τὸ δὲ λευκὸν σῶμα λευκότητος με- τέχον. ταῦτα δὴ συνιδὼν ὡς ἔοικεν ὁ Εὔδημος οὐκ ἐβιάσατο ἐπὶ ταὐτοῦ τῇ ὑποστάσει ἑνὸς δεῖξαι τὴν τῶν λόγων διαφοράν, ἀλλ’ ἐπὶ κοινοῦ τινος τοῦ καλοῦ τὴν δεῖξιν ἐποιήσατο πολλοῖς κατὰ λόγον διαφέρουσιν ἐφαρμότ- τοντος, ὥστε πάλιν τὸ δοκοῦν ἓν εἶναι τοῦτο κατὰ τὴν κοινότητα, πολλὰ δὲ κατὰ τοὺς λόγους. γράφει δὲ οὕτως· ‘‘ὥσπερ δὲ εἰ πάντα εἴη τὰ ὄντα καλὰ καὶ μηθὲν εἴη λαβεῖν ὃ οὐκ ἔστι καλόν, καλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἕν γε τὸ καλὸν ἀλλὰ πολλά τόδε μὲν γὰρ χρῶμα καλὸν ἔσται, τόδε δὲ ἐπιτήδευμα ὁτιδήποτε), οὕτω δὲ] δὴ καὶ ὄντα μὲν πάντα ἔσται, ἀλλ’ οὐχ ἓν οὐδὲ τὸ αὐτό· ἕτερον μὲν γὰρ τὸ ὕδωρ, ἄλλο δὲ τὸ πῦρ.” ἴσως δὲ τοῦ- ’τον παρῃτήσατο τῆς ἀποδείξεως τὸν τρόπον Ἀριστοτέλης, διότι εἰ ὡς κοινὸν ἓν ὑπετέθη τὸ ὄν, εἴτε ὡς γένος εἴτε ὡς εἶδος εἴτε ὡς ὁμώνυμος φωνή, εὐθὺς καὶ τὰ πολλὰ συνεισήγετο’ τὸ γὰρ κοινὸν πλειόνων εἶναι κοινὸν ἀνάγκη. διὸ καὶ ὡς ἀριθμῷ ἓν ὑποθέμενος, ἐπειδὴ τὸ τοιοῦτον ἓν ἢ ὡς συνεχές ἐστιν ἓν ἢ ὡς τῷ λόγῳ τὸ αὐτὸ ἢ ὡς ἀδιαίρετον, ἔδειξεν ὅτι οὗτε ὡς συνεχὲς οὔτε ὡς τῷ λόγῳ τὸ αὐτό, τὸ δὲ ὡς ἀδιαίρετον ὡς ἐναργῶς ἄτοπον παρῆκεν εὐθύνειν, ὡς σωματικοῦ πέρατος ὑποτεθέντος τοῦ ἀδιαιρέτου. pp. 186 a 32’Ανάγκη δή λαβεῖν μὴ μόνον ἓν σημαίνειν τὸ ὄν, καθ’ οὗ ἂν κατηγορηθῇ, ἀλλὰ καὶ ὅπερ ὂν καὶ ὅπερ ἕν. Δυνατὸν καὶ τὰ προσεχῶς εἰρημένα καὶ ταῦτα μὴ πρὸς Παρμενίδην λέγεσθαι μόνον, ἀλλὰ καὶ πρὸς Μέλισσον. ἐπειδὴ γὰρ τῶν ὄντων τὰ μὲν ουτως ἐστὶν ὡς συμβεβηκότα, τὰ δὲ ὡς ὑποκείμενα, οἷς τὰ συμβεβηκότα συμβέβηκε, καὶ ταῦτα οὐ μόνον τὰ αὐτὰ οὐκ ἔστιν ἀλλήλοις ἀλλὰ καὶ ὑπε- ναντία πὼς, τό τε καθ’ αὑτὸ ὑφεστὼς καὶ τὸ ἐν ἄλλῳ τὸ εἶναι ἔχον, ἀνάγκη τὸ ἕτερον τούτων τὸ ὂν λέγειν ἢ τὸ συμβεβηκὸς ἢ τὸ τούτῳ ὑπο- κείμενον. διὸ καὶ ἀρχόμενος τῆς πρὸς αὐτοὺς ἀντιλογίας “ἀρχὴ δὲ οἰκειο- τάτη πασῶν, φησίν, ἐπεὶ πολλαχῶς λέγεται τὸ ὄν, πῶς λέγουσιν οἱ λέ- γοντες ἓν εἶναι τὰ πάντα, πότερον οὐσίαν ἅπαντα ἢ ποσὰ ἢ ποιά’’· ὑποθέ- μένος οὖν πρότερον διὰ τοῦ λευκοῦ τὴν τοῦ συμβεβηκότος φύσιν εἶναι τὸ ὄν, ἔδειξεν ὅτι κατὰ ταύτην τὴν ὑπόθεσιν οὐ δυνατὸν ἓν εἶναι τὸ ὄν. ὧν μὲν γὰρ ἕτεροι οἱ λόγοι, ταῦτα ἕτερα ἀλλήλων καὶ οὐχ ἓν ἀλλὰ πολλά· ἕτερος δὲ ὁ λόγος τοὐ τε συμβεβηκότος καὶ ᾧ τοῦτο συμβέβηκεν, εἰ καὶ ἀχώριστα ἀλλήλων. δεῖ δὲ εἶναι καὶ τὸ ὑποκείμενον, εἰ μέλλοι καὶ τὸ συμ- βεβηκὸς εἶναι· τοιαύτη γὰρ αὐτοῦ ἡ φύσις. ἀμφοῖν δὲ ὄντων οὐκ ἔστιν ἓν τὸ ὄν. καὶ τοῦτο μὲν δέδεικται πρότερον, προστίθησι δὲ καὶ τοιαύτην τοῦ αὐτοῦ νῦν ἀπόδειξιν. εἰ γὰρ τὸ συμβεβηκός ἐστι τὸ ὄν, ἐκεῖνο ᾧ τοῦτο συμβέβηκε καὶ ὂν ἔσται καὶ οὐκ ὂν κατὰ τὸ αὐτό. καθόσον γὰρ συμβέ- βηκεν αὐτῷ τὸ ὂν ἕτερον ὂν τοὐ ὄντος, οὐκ ὄν ἐστι μόνον γὰρ ἦν τὸ συμβεβηκὸς ὄν), πάλιν δὲ καθόσον αὐτῷ συμβέβηκε τὸ ὄν, κατὰ τοῦτο ὄν ἐστι. τὸ γὰρ ὑποκείμενόν τινι τὴν τοὐ συμβεβηκότος αὐτῷ κατηγορίαν ἢ ὁμωνύμως ἢ παρωνύμως ἀναδέχεται. διὸ καὶ ᾧ τὸ λευκὸν συμβέβηκε, τοῦτο λευκόν φαμεν, ὥστε καὶ ᾧ τὸ ὂν τοῦτο ἔσται. ἔσται τι ἄρα τὸ ὂν καὶ οὐκ ὂν κατὰ ταὐτόν διὰ γὰρ τὸ ὑποκείμενον εἶναι), ὅπερ ἄτοπον. ὥστε ἀδύνατον τὸ ὂν λέγειν τὸ συμβεβηκός. ἅμα δὲ καὶ ἄτοπον ἦν οὕτω κλεινοῖς ἀνδράσιν ἐγκαλεῖν ὡς ἀγνοοῦσιν ὅτι τὸ συμβεβηκὸς συνεισάγει πάν- τὼς ἑαυτῷ καὶ ἄλλο τι ᾧ συμβέβηκε. δεῖ τοίνυν ὑποθέσθαι τὸ ὂν λέγειν αὐτοὺς τὸ κυρίως ὂν καὶ μάλιστα ὄν, καὶ ὡς ἄν Πλάτων’ μὲν εἴποι τὸ αὐ- τοόν, Ἀριστοτέλης δὲ τὸ ὅπερ ὄν· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ κυρίως ὂν καὶ μάλιστα ὄν, ὅπερ νομίζει τὴν οὐσίαν, ὡς καὶ καθ’ ἑαυτὴν ὑφεστῶσαν καὶ τοῖς ἄλλοις τοῦ εἶναι αἰτίαν. οὔτε οὖν τὸ ὂν ὡς συμβεβηκὸς εἰκὸς λέγειν αὐτοὺς οὔτε τὸ ἕν, ἀλλὰ καὶ τὸ ὃν ὅπερ ὂν καὶ τὸ ἓν ὅπερ ἕν, καὶ τὸ συναμφότερον, εἴ τί ποτε εἴη, τοιοῦτον εἶναι, μὴ ἑτέρῳ τινὶ συμβεβηκός, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ ὑφεστώς. ‘Ο δὲ Ἄδραστος βουλόμενος δηλῶσαι, τί σημαίνει τὸ ὅπερ ὄν, παρεξ- ἦλθε μὲν ὀλίγον τῶν προκειμένων• χρήσιμα δὲ ὄντα τὰ παρ’ αὐτοῦ ῥη- θέντα, ὧν καὶ Πορφύριος ἐμνημόνευσε, κάλλιον οἶμαι μὴ παραδραμεῖν. λέγει δὲ τῶν πραγμάτων ἀπάντων τὰ μὲν εἶναι ὑποκείμενα, τὰ δὲ τούτοις ὑπάρχειν καθ’ ὑποκειμένων αὐτῶν. κυρίως μὲν δὴ ὑποκεῖσθαι ἑκάστην τῶν πρώτων οὐσιῶν, οἷον τὸν τινὰ ἄνθρωπον οἷον τὸν Σωκράτην, ἢ τόνδε τὸν λίθον· κοινότερον δὲ πᾶν καθ’ οὗ πέφυκεν ἕτερόν τι κατηγορεῖσθαι. τὸ γὰρ τὶ λευκὸν καὶ ἡ τὶς γραμματικὴ καθ’ αὑτὰ μὲν οὐδαμοῦ ὑπόκειται, ἀλλ’ ἔστιν ἐν ὑποκειμένῳ, τὸ μὲν ἐν τῷδε τῷ σώματι, ἡ δὲ ἐν τῇδε τῇ ψυχῇ• ὑποκειμένων μέντοι καὶ αὐτὰ λόγον ἔχει, ἐπειδὰν τοῦ μὲν τὸ λευκὸν ἢ τὸ χρῶμα κατηγορῶμεν, τῆς δὲ τὴν γραμματικὴν ἢ ἁπλῶς τὴν ἐπιστήμην. ἀλλ’ οὖν πάντων τῶν κατά τινων λεγομένων τὰ μὲν ὡς οἰκεῖα καὶ καθ’ αὑτὸ κατηγορεῖται τῶν ὑποκειμένων, τὰ δὲ ἔξωθέν πὼς καὶ ὡς συμβεβηκότα· καθ’ αὑτὸ μὲν καὶ οἰκείως ὅσα τὸ τί ἐστι καὶ τὴν οὐσίαν σημαίνει τῶν ὑποκειμένων, οἷον οἱ ὅροι καὶ ὅσα συμπληρωτικὰ τῆς οὐσίας αὐτῶν ἐστι καὶ ἐν τοῖς ὅροις παραλαμβάνεται, καθάπερ τὰ γένη καὶ αἱ διαφοραί· καὶ αὐτὰ δὲ τὰ εἴδη καὶ τὰ ἰήια καὶ τὰ τοῖς ὀνόμασι μόνοις διαφέροντα, οἷον ἐπὶ τῶν πολυωνύμων. ἐν πᾶσι γὰρ τούτοις τρόπον τινὰ αὐτὸ ἕκαστον αὑτοῦ κατηγορεῖται καὶ συν- ώνυμος αὐτοῦ γίνεται ἡ κατηγορία ἐπιδεχομένου τοῦ ὑποκειμένου τό τε ὄνομα καὶ τὸν λόγον τοῦ κατηγορουμένου, ὥστε εἶναι καὶ λέγεσθαι τὸ ὑποκείμενον ὅπερ τὸ κατηγορούμενον. Σωκράτης γὰρ ζῷον λογικὸν θνητὸν λέγεται καὶ ὅπερ ζῷον λογικὸν θνητόν· καὶ πάλιν Σωκράτης ζῷον προσαγορεύεται καὶ ἔστιν ὅπερ ζῷον καὶ ὅπερ λογικὸν καὶ ἄνθρωπος καὶ ὅπερ ἄνθρωπος. καὶ ὁμοίως τὸ λευκόν, οἷον τὸ τουδὶ τοῦ κύκνου, λευκὸν λέγεται καὶ ὅπερ λευκόν, καὶ χρῶμα διακριτικὸν ὄψεως καὶ ὅπερ χρῶμα διακριτικὸν ὄψεως. εἰ μέντοι τὸ λευκὸν ὡς συμβεβηκὸς καὶ κατὰ συμβεβηκὸς ἑτέρου τινὸς κατηγορηθῇ οἷον τοῦ ἱματίου, τὸ ἱμάτιον τοῦτο λευκὸν μὲν ῥηθήσεται, οὐκέτι δὲ καὶ ὅπερ λευκόν· οὐ γὰρ ἂν εἴποι τις αὐτὸ χρῶμα διακριτικὸν ὄψεως. παρα- πλησίως οὐδὲ ἐπ’ ἄλλου τινὸς τῶν κατὰ συμβεβηκὸς κατηγορουμένων καὶ ‘ὅπερ’ ἔστι κατηγορεῖν. συμβέβηκε γὰρ Σωκράτει σιμῷ εἶναι καὶ ζεσθαι ἢ διαλέγεσθαι καὶ ἄλλα πλείω· ἀλλὰ σιμὸς μὲν λέγεται Σωκράτης, σιμότης δὲ οὐ λέγεται οὐδὲ ὅπερ σιμότης· οὐ γάρ ἐστι Σωκράτης κοιλότης ἐν ῥινί. καὶ γραμματικὸς μὲν εἰ τύχοι λέγεται, οὐκ ἐπιδέχεται δὲ τὸν ὅρον τῆς γραμματικῆς· οὐδέποτε γὰρ τὸ ὑποκείμενον ἐπιδέχεται τὸν τοῦ συμ- βεβηκότος ὅρον οὐδὲ λέγεται ὅπερ τὸ συμβεβηκός’. ἐπιστῆσαι δὲ οἶμαι χρή, μήποτε ὥσπερ τὸ τοῦ συμβεβηκότος μετέχον οὐκ ἔστιν ὅπερ τὸ συμ- βεβηκός, διότι ὁ γραμματικὸς οὐκ ἔστιν ὅπερ ἡ γραμματική, οὕτω καὶ τὸ τῆς διαφορᾶς μετέχον οὐκ ἔστιν ὅπερ ἡ διαφορά· τὸ γὰρ λογικὸν οὐκ ἔστιν ὅπερ ἡ λογικότης, καὶ ὅλως τὸ παρωνύμως λεγόμενον οὐκ ἔστιν ἐκεῖνο ἀφ’ οὗ παρωνόμασται. ὁ μέντοι ἄνθρωπός ἐστιν ὅπερ τὸ ζῷον, ὅτι οὐ παρω- νύμως λέγεται. “τῶν δὲ συμβεβηκότων, φησί, τὰ μὲν ἀεὶ πάρεστι τούτοις οἷς ἂν ᾖ συμβεβηκότα, οἷον τὸ σιμὸν ἢ | τὸ βλαισόν· τὰ δὲ ὁτὲ μὲν πά- ρεστιν ὁτὲ δὲ οὔ, καθάπερ τὸ κοιμᾶσθαι ἢ περιπατεῖν καὶ ὅσα ἐνδέχεταί τινι τῷ αὐτῷ ὁτὲ μὲν ὑπάρχειν ὁτὲ δὲ μή· οὐδενὸς δὲ τῶν συμβεβηκότων τὸν ὅρον ἐπιδέχεται τὸ ὑποκείμενον, ἀλλ’ οὐδὲ ἐν τῷ ὅρῳ τῶν ὑποκειμένων παραλαμβάνεταί τι τῶν συμβεβηκότων. ὅθεν οὐδὲ λέγεται τὸ ὑποκείμενον ὅπερ τὸ συμβεβηκός. οὐ γὰρ λέγεται ἡ ῥὶς ὅπερ σιμότης οὐδὲ ὁ Σωκρά- της ὅπερ ὅπερ διαλέγεσθαι. ἐν μέντοι τοῖς τῶν ἀεὶ συμβεβηκότων ὅροις παρα- λαμβάνεται τὸ ὑποκείμενον οἷον ἐν τῷ τῆς σιμότητος ἡ ῥὶς καὶ ἐν τῷ τῆς βλαισότητος τὰ σκέλη. λέγεται γὰρ ἡ μὲν σιμότης κοιλότης ἐν ῥινί, ἡ δὲ βλαισότης κοιλότης ἐν σκέλεσιν. οὐ μέντοι οὐδὲ ἐπὶ τούτων οὔτε τὸ ὑπο- κείμενόν ἐστιν ὅπερ τὸ κατηγορούμενον οὔτε τὸ κατηγορούμενον ὅπερ τὸ ὑποκείμενον. ἔτι καὶ ταῦτα διοριστέον, ὡς ἁπλῶς γε πᾶς λόγος ἔκ τινων μερῶν ἐστιν οἷον ὀνομάτων καὶ ῥημάτων· ἐν γὰρ τῷ ‘Σωκράτης διαλέγεται’ μέρη ἐστὶν αὐτοῦ τὸ ‘Σωκράτης’ καὶ τὸ ‘διαλέγεται’• καὶ ὁμοίως ὁ τοῦ εἶναι καὶ τῆς οὐσίας λόγος· καὶ γὰρ οὗτος ἐκ τοῦ γένους καὶ τῶν διαφο- ρῶν συμπληροῦται. καὶ ἐν μὲν τῷ ὅλῳ λόγῳ ἑκάστῳ τὰ μέρη αὐτοῦ καὶ οἱ τούτων πάλιν λόγοι τουτέστιν ὅροι περιέχονται καὶ παραλαμβάνονται, ἐν δὲ τοῖς μέρεσι καὶ τοῖς τούτων λόγοις οἱ τῶν ὅλων οὐκέτι. οἷον ἐν μὲν τῷ τοῦ ἀνθρώπου ὅρῳ, λέγω δὲ τῷ ζῴῳ λογικῷ θνητῷ ἢ πεζῷ δίποδι τοῦτον γὰρ τίθησιν Ἀριστοτέλης ἀνθρώπου λόγον ὡς οὕτως ὁρισαμένου Πλάτωνος), ἔνεστι καὶ ὁ τοῦ ζῴου λόγος καὶ ὁ τοῦ δίποδος, καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων· ἐν δὲ τῷ ζῴῳ ἢ ἐν τῷ δίποδι ἢ ἐν τοῖς τούτων ὅροις οὐκέτι ἐνυπάρχει οὐδὲ παραλαμβάνεται ὁ τοὐ ἀνθρώπου ὅρος. παραπλήσιος δέ ἐστι λόγος, οὐ μὴν ὁρικός γε, ὁ λέγων ὅτι Σωκράτης περιπατεῖ. καὶ ἐν μὲν τῷ ὅλῳ τούτῳ λόγῳ ἔνεστι καὶ ὁ τοῦ Σωκράτους λόγος καὶ ὁ τοὐ περιπατεῖν, ἐν δὲ τούτων ἑκατέρῳ οὐκέτι ὁ τοῦ ὅλου. τούτων δὴ διωρι- σμένων δῆλον ὡς εἰ ἕν ἐστι τὸ ὄν, καθάπερ οἱ περὶ τὸν Παρμενίδην φασίν, οὐδὲν ἔσται ἕτερον ᾧ τοῦτο συμβέβηκεν, ἀλλὰ καθ’ οὗ ἄν κατηγορῆται, ἀνάγκη τοῦτο εὐθὺς καὶ ὅπερ ὂν λέγεσθαι καὶ ὅπερ ὅν, ὡσανεὶ αὐτοῦ καθ’ ἑαυτοῦ κατηγορουμένου τοῦ ὄντος. εἰ γὰρ μὴ οὕτως ἀλλ’ ὡς συμβεβηκὸς κατ’ ἄλλου τινὸς ῥηθήσεται τὸ ὄν, ἔσται ἐκεῖνο ἕτερόν τι τοῦ ὄντος, καὶ διὰ τοῦτο οὐκ ὂν ἅμα καὶ ὄν· ὅπερ ἄτοπον. εἶναι γάρ τι καὶ τὸ αὐτὸ μὴ εἶναι ἀδύνατον. ὥστε εἰ ἕν ἐστι τὸ ὄν, καὶ ὅπερ ὂν ἔσται καὶ οὐθενὶ ἑτέρῳ συμβήσεται. οὐ γὰρ ἔσται ὄντι εἶναι ἐκείνῳ ᾧ συμβέβηκεν, εἴπερ ἕτερον τοῦ ὄντος ἐστίν, εἰ μὴ πολλὰ εἴη τὰ ὄντα οὕτως ὥστε καὶ ἕτερόν τι εἶναι παρὰ τὸ ὄν, οἷον παρὰ τὴν οὐσίαν τὸ συμβεβηκός. ἀλλ’ ὑπόκειται αὐτοῖς ἓν σημαίνειν τὸ ὄν. λείπεται τοίνυν οὐσίαν μᾶλλον καὶ τὸ ὑποκείμενον τῷ συμβεβηκότι εἶναι τὸ κυρίως ὄν, εἴπερ μὴ ἔστι τὸ συμβεβηκός· τοῦτο γὰρ καὶ ἀκολουθότερον. ὃ γὰρ καὶ τοῖς ἄλλοις τοῦ εἶναι αἴτιόν ἐστι, τοῦ- το ἄν εἴη μάλιστα ὄν· τοιοῦτον δὲ ἡ οὐσία. πάντα γὰρ τὰ ἄλλα ἤτοι καθ’ ὑποκειμένου λέγεται τῆς οὐσίας ἢ ἐν ὑποκειμένῳ αὐτῇ ἐστιν, ὡς ἐν Κα- τηγορίαις μεμαθήκαμεν. ἀλλὰ καὶ ἓν ἡ οὐσία κυρίως μόνη. τῶν γὰρ ἄλλων ἓν ἕκαστον κατὰ συμβεβηκὸς καλεῖται τῷ τὴν οὐσίαν ᾗ συμβέβηκε μίαν εἶναι ταύτην. ἀλλὰ καὶ τὸ οὐσίαν εἶναι ἀδύνατον. εἰ γὰρ τὸ κυρίως ὄν, ὃ καλοῦμεν ὅπερ ὄν, μηδενὶ ἄλλῳ συμβέβηκεν, ἀλλ’ ἐκείνῳ ἄλλο τι συμβέβηκεν, εἴπερ τὸ ὑποκείμενόν ἐστι, τί μᾶλλον τὸ ὂν τὸ ὅπερ ὂν ση- μαίνει, ἀλλ’ οὐχὶ τὸ μὴ ὄν; εἰ γὰρ μόνον τὸ ὑποκείμενον καὶ τὸ ὅπερ ὂν τοῦτό ἐστιν ὄν, τὸ συμβεβηκὸς αὐτῷ οὐκ ὂν ἔσται, οἷον τὸ λευκόν. εἰ οὖν τὸ ὅπερ ὂν καὶ λευκόν ἐστι διὰ τὸ συμβεβηκέναι αὐτῷ τὸ λευκόν, τὸ δὲ συμβεβηκὸς αὐτῷ τὸ λευκὸν ὃ λευκῷ εἶναι λέγομεν, τουτέστιν ἡ λευκό- της, οὐκ ὄν ἐστιν, οὐχὶ τὶ μὴ ὄν, ἀλλ’ ἀπλῶς μὴ ὄν οὐδὲν γὰρ ὂν ὃ οὐχ ὅπερ ὂν), καὶ τὸ μετέχον ἄρα καὶ ᾧ συμβέβηκεν οὐκ ὂν ἔσται ἁπλῶς· ᾧ γὰρ τὸ μὴ ὂν συμβέβηκεν οὐκ ὄν ἐστιν, ὥσπερ ᾧ τὸ ὂν συμβέβηκεν ὄν. καὶ ἡ οὐσία οὖν ἤτοι τὸ ὅπερ ὂν οὐκ ὂν ἔσται ἀπλῶς, καὶ τὸ αὐτὸ κυρίως ὂν καὶ κυρίως μὴ ὅν· ὃ γὰρ τῷ ὑποκειμένῳ συνέβαινεν, εἰ συμβεβηκὸς ἦν τὸ ὅπερ ὄν, λέγω δὲ τὸ εἶναι ἅμα καὶ μὴ εἶναι, τοῦτο αὐτὸ τῷ ὅπερ ὄντι συμβαίνει ἐὰν ὑποκείμενον ὑποτεθῇ· πλὴν ὅτι ἐκείνῳ μὲν τῷ ὑπο- κειμένῳ τὸ μὲν εἶναι διὰ τὸ συμβεβηκὸς ὑπάρχει, τὸ δὲ μὴ εἶναι δι’ ἑαυ- τό, τούτῳ δὲ ἀνάπαλιν, ἐπειδὴ τὸ ὅπερ ὂν ἐνταῦθα μὲν ὑποκείμενον, ἐκεῖ δὲ συμβεβηκὸς ἐηπται. εἰ οὖν ταῦτα ἀδύνατα καὶ ἔστιν ὃν τὸ ὅπερ ὂν ὥσπερ ὑπόκειται, ἀνάγκη καὶ τὸ συμβεβηκὸς αὐτῷ ὃν εἶναι καὶ ὅπερ ὄν, εἴπερ μηδὲν ἄλλο ἐστὶ παρὰ τὸ ὅπερ ὄν. ὥστε πλείω σημαίνει τὸ ὂν καὶ οὐκέτι ἓν τὸ ὂν ἀλλὰ καὶ τὰ συμβεβηκότα οὐσίᾳ. καί μοι δοκεῖ διὰ τού· τῶν ὁ Ἀριστοτέλης ἐνδείκνυσθαι τῷ Παρμενίδῃ, ὅτι βουλόμενος τὸ μὴ ὂν ἀνελεῖν καὶ διὰ τοῦτο ἓν τὸ ὂν ὑποτιθέμενος, ἐπειδὴ τὸ παρὰ τὸ ὃν οὐδέν ἐστιν, οὐ μόνον εἰσάγει τι μὴ ὂν διὰ τῆς ὑποθέσεως, ἀλλὰ καὶ αὐτὸ τὸ ὃν μὴ ὂν εἶναι δείκνυσι. καὶ τοῦτο μὲν ἤδη καὶ παρὰ τοῦ Πλάτωνος ἐν Σοφιστῇ δέδεικται, καὶ ὅτι τὸ ὂν ἓν μέν ἐστι, πολλὰ δὲ οὐκ ἔστιν. οὔτε γὰρ κίνησις οὔτε στάσις οὔτε ἄλλα γένη ἐστὶ τὸ ὄν· ὁ μέντοι Ἀριστοτέλης, ὅτι τοῖς λέγουσιν ἓν τὸ ὃν οὐχὶ τὶ μὴ ὂν μόνον δειχθήσεται τὸ ὄν, ἀλλ’ ἁπλῶς μὴ ὄν. ἐν δὲ τῇ λέξει πολλὴν ἀσάφειαν ἐποίησε τὸ ὑποθέμενον αὐτὸν οὐσίαν τὸ ὃν πάλιν ὅτι μὴ συμβεβηκὸς δεικνύναι ἐν τῷ τὸ γὰρ συμβεβηκὸς καὶ τοῖς ἑξῆς.” p. 186 b 12 οὐ τοίνυν οὐδὲ μέγεθος ἕξει τὸ ὄν ὂν <ὂν εἴπερ> ὅπερ ὄν· ἑκατέρῳ γὰρ ἕτερον τὸ εἶναι τῶν μορίων. Ἐφεξῆς ὅτι οὐδὲ πεπερασμένον ἢ ἄπειρον δεῖ λέγειν τὸ ἓν ὂν δείκνυσιν, ἅμα πρὸς Παρμενίδην καὶ πρὸς Μέλισσον ὑπαντῶν. εἰ γὰρ ὅν ἐστι, φησί, τὸ ὄν, οὐδὲ μέγεθος ἕξει. μέγεθος δὲ μὴ ἔχον, δῆλον ὅτι οὐδὲ I πεπερασμένον οὐδὲ ἄπειρον ἔσται· ὁ δὲ Παρμενίδης καὶ μέ- γεθος αὐτοῦ κατηγορεῖν αὐτόθεν δοκεῖ καὶ τῷ ὅλον εἶναι καὶ μέρη ἔχειν λέγων πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ μεσσόθεν ἰσοπαλές. ὅτι οὖν εἰ ἕν ἐστιν οὐχ ἕξει μέγεθος δῆλον, εἴπερ τὸ μὲν ἓν οὐκ ἔστι πολλὰ οὐδὲ ἔχει πολλά, τὸ δὲ μέγεθος ἔχον μέρη ἔχει· τὸ δὲ μέρη ἔχον πολλὰ ἔχει καὶ πολλά ἐστι, διότι τῶν μερῶν ἑκάστῳ τερον τὸ εἶναι· οἷς δὲ ἕτερον τὸ εἶναι, ταῦτα διαφέρουσι ἀλλήλων καὶ πολλά ἐστιν. ἀλλ’ οὕτως μὲν ὡς πρὸς τὸ ἕτερον ἡ ἐπιχείρησις γίνεται, δεικνῦσα ὅτι πολλά ἐστιν. ἔοικε δὲ ὁ Ἀριστοτέλης καὶ ὡς πρὸς τὸ ὅπερ ὂν ὑταντᾶν· καὶ οὐσίαν ὑπέθετο νῦν τὸ ἓν ὄν καὶ προσέθηκεν εἴπερ ὅπερ ὄν ἐστιν, οὐδὲν ἄλλο οἶμαι λέγων ἢ ὅτι εἰ οὐσία μόνον ἐστίν, οὐκ ἔσται διαιρετόν· τὸ γὰρ εἰς πλείονα μέρη διαιρούμενον ποσοῦ μετέχει. ἐπειδὴ δὲ ἑκατέρῳ τῶν μορίων ἕτερον τὸ εἶναι εἶπεν, ὁ Ἀλέξανδρός φησιν οἰκειότερον εἶναι μὴ ὡς μεγέθους μόρια ἀκούειν, ἀλλ’ ὅτι εἰ καὶ μέγεθος καὶ οὐσία δύο μέρη ἔσται τοῦ ὄντος τό τε ποσὸν καὶ ἡ οὐσία. μήποτε δὲ ἑκατέρῳ εἶπε, διότι τὸ πρῶτον ἐκ μερῶν συντεθὲν ἐξ ἐλαχίστων ὤφειλε συγκεῖσθαι• ἐκ δυοῖν ἄρα καὶ οὐ πλειόνων. ἴσως δὲ τὸ ἑκάτερον εἶπε καὶ ὡς ὡρισμένου ἀριθμοῦ τοῦ δύο δηλωτικόν, καὶ διὰ τοῦτο ποσοῦ μέθεξιν σημαῖνον ἐν τῷ ὄντι ἐναργῶς. μήποτε δὲ οὐ τοῦτο αὐτοῖς ἐπάγει τὸ ἄτοπον Ἀριστοτέλης, ὅπερ οἱ πολλοὶ τῶν ἐξηγητῶν οἴονται, τὸ μὴ ἔχειν ἄν μέγεθος τὸ ὂν καί- τοι ἄπειρον ἢ πεπερασμένον ὑπ’ αὐτῶν λεγόμενον οὐ γὰρ ἠγνόει ὅτι ἀμέ- γεθες αὐτὸ καὶ ἀδιαίρετον ἠβούλοντο εἶναι καὶ ἀπεδείκνυσαν), ἀλλ’ ὅτι εἰ ἓν μόνον ὑποτεθῇ τὸ ὄν, οὐδὲν ἐν τοῖς οὖσιν ἔσται μέγεθος ἔχον οὐδὲ ὅλον καὶ μέρη. πολὺ δὲ τοῦτο παρὰ τὴν ἐνάργειάν ἐστι διὰ τὸ τὰ αἰσθητὰ καὶ φυσικὰ πάντα σώματα εἶναι μέγεθος ἔχοντα. p. 186 b 14 Ὅτι δὲ διαιρεῖται τὸ ὅπερ ὃν εἰς ὅπερ ὄν τι ἄλλο καὶ τῷ λόγῳ φανερόν. Ὁ Ἀλλ́ξανδρός φησιν ὅτι “δείξας συνεισάγεσθαι καὶ τὰ συμβεβηκότα τῷ ὅπερ ὄντι νῦν δείκνυσιν ὅτι κἀν δοθῇ αὐτοῖς τὸ ὅπερ ὃν μόνον εἶναι τῷ κυρίως τοῦτο εἶναι, τὰ δὲ συμβεβηκότα ἄλλον τρόπον, καὶ οὕτως αὐτὸ τὸ ὃν οὐχ ἓν ἔσται, ἀλλὰ πολλὰ ὅπερ ὄντα· ἥ τε γὰρ ὡς μεγέθους αὐτοῦ διαίρεσις, ἧς ἐμνημόνευσεν, εἰς ὅπερ ὄντα ἔσται. ἀνάγκη δὲ καὶ κατὰ τὸν λόγον διαιρεῖσθαι εἰς ὅπερ ὄντα πλείω, τουτέστι κατὰ τὸν ὁρισμόν. δείξας οὖν κατὰ τὸ μέγεθος καὶ τὴν εἰς τὰ μέρη τούτου διάληψιν πλείω καὶ ἀνομοειδῆ γινόμενον τὸ ὄν, εἴπερ ἕτερος ἑκάστου τῶν μερῶν ὁ λόγος, ἐπήνεγκε λοιπὸν καὶ τὴν κατὰ τὸν ὁρισμόν’’ ἐν δὴ τούτοις ὡς ἀπο- δείξαντος τοῦ Ἀριστοτέλους μέγεθος ἔχειν τὸ ὅπερ ὂν οὕτως ὁ Ἀλέ- ξανδρος ἐξηγήσατο, καίτοι τοὐναντίον οὐδὲ μέγεθος ἕξει, φησί, τὸ ὄν, εἴπερ ὅπερ ὄν ἐστι. μήποτε οὖν τὴν μὲν ἐκείνων ὑπόθεσιν ὑποθέ- μένος τὸ ἓν εἶναι τὸ ὄν, ἀναιρεῖ ἐκ ταύτης τὸ πεπερασμένον ἢ ἄπειρον "/> εἶναι ἢ μεσσόθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, ὡς ὁ Παρμενίδης φησί· τὰ γὰρ τοιαῦτα μέγεθος ὄντα καὶ διαιρεθέντα πολλά ἐστι καὶ οὐχ ἕν. διὰ δὲ τοῦ καὶ τοῦτο ὅπερ ὑποτίθενται ἓν ὃν τὸ ὅπερ ὂν διαιρεῖσθαι. κατὰ τὸν ὁρισμὸν εἰς ὅπερ ὄντα δείκνυσιν ὅτι οὐκ ἔστιν ὅν, ὡς ἄφυκτον αὐτοῖς πανταχόθεν τὸν ἔλεγχον ποιεῖν δυνάμει συλλογιζόμενον οὕτως κατὰ τὴν σὺν ἀντιθέσει καλουμένην ἀντιστροφήν· ἱεῖ ἓν ὄν ἐστιν, οὐκ ἔχει μέγεθος, διότι οὐ διαιρεῖται. εἰ δὲ διαιρεῖται, ὥσπερ φαίνεται κατὰ τὸν ὁρισμόν, οὐκ ἐστιν ἕν’. καὶ τὸ μὲν συνημμένον ἔδειξε διὰ τοῦ τὸ μέγεθος διαιρεῖσθαι, τὸ δὲ διαιρεῖσθαι τὸ ὅπερ ὂν διὰ τοῦ ‘ὄτι δὲ δι- αιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄντα πλείονα καὶ τῷ λόγῳ διαφέροντα δῆλον, φησίν, ἐκ τοῦ ὁρισμοῦ’. ὡς γὰρ ἔχει ὁ ὁρισμὸς οὕτως ἔχει καὶ τὸ ὁριστόν. εἰ οὖν ἀνθρώπου λόγος ὁριστικός ἐστι ζῷον πεζὸν δίπουν, καὶ τὰ μέρη τούτου, λέγω δὲ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν, ὅπερ τινὰ καὶ οὐσία ἐστὶ καὶ τοῖς λόγοις ἕτερα. ἢ γὰρ οὐσία εἰσὶν ἢ συμβεβηκότα, τουτέστιν ἢ ἐν ὑποκειμένῳ ἢ οὐκ ἐν ὑποκειμένῳ, καὶ παρὰ ταῦτα οὐκ ἔστι. καὶ εἰ συμβεβηκότα, ἤτοι αὐτῷ τῷ ἀνθρώπῳ ἢ ἄλλῳ τινί· ἄμφω δὲ ἀδύ- νατα. εἰ γὰρ αὐτῷ συμβέβηκε τῷ ἀνθρώπῳ, ἤτοι ὡς χωριστὰ αὐτοῦ συμ- βέβηκεν αὐτῷ, ὡς τὸ καθῆσθαι, καὶ ἔσται ποτὲ ὁ ἄνθρωπος μὴ ζῷον ἢ μὴ πεζὸν ἢ μὴ δίπουν, ὅπερ ἄτοπον· ἢ ὡς ἀχώριστα· ἔστι δὲ ἀχώριστον συμβεβηκός, οὗ ἐν τῷ λόγῳ ὑπάρχει τὸ ᾧ συμβέβηκε· τὸ γὰρ σιμὸν ἀχώριστον συμβεβηκός ἐστι τῆς ῥινός· διὸ τὴν σιμότητα ὁριζόμενοι τὴν ῥῖνα παραλαμβάνομεν• σιμότης γάρ ἐστι κοιλότης ἐν ῥινί. ταῦτα δὲ καὶ καθ’ αὑτὰ ὑπάρχειν ἐν τοῖς Υστέροις ἀναλυτικοῖς φησι. καὶ γάρ ἐστι καὶ συμ- βεβηκότα καθ’ αὑτὰ ὑπάρχοντα. εἰ οὖν ἐν τῷ λόγῳ τοῦ ζῴου καὶ τοὐ πεζοῦ καὶ τοὐ δίποδος καὶ ὅλων τῶν συμ πληρούντων τὸν ὁρισμὸν μὴ πα- "/> ραλαμβάνεται ὁ ἄνθρωπος ὁριζόμενοι γὰρ τὸ ζῷον οὐ παραλαμβάνομεν τὸν ἄνθρωπον. ἀλλ’ ἀνάπαλιν τὸν ἄνθρωπον ὁριζόμενοι τὸ ζῷον παραλαμβάνομεν) δῆλον ὅτι οὐδὲ ὡς ἀχώριστα συμβεβηκότα τοὐ ἀνθρώπου ἔσται ταῦτα. εἰ δὲ ἄλλῳ τινὶ συμβήσεται ταῦτα, ἤδη μὲν πλείω τὰ ὄντα. καὶ γὰρ ἐκεῖνο ᾧ συμβέβηκεν οὐσία ἔσται καὶ ὅπερ ὄν. ὁ δὲ οὐκ ἐπὶ τοῦτο ἤγαγε τὸν λόγον, ἀλλ’ ἐφ’ ὃ προέθετο δεῖξαι, ὅτι τὸ ὅπερ ὂν εἰς ὅπερ ὄντα διαιρεῖται τῷ λόγῳ. εἰ οὖν ἄλλῳ τινὶ συμβέβηκε, δῆλον ὡς καὶ τὸ ἐκ τούτων συμπλη- ρούῳνον ὅλον, τουτέστιν ὁ ἄνθρωπος, ἐκείνῳ συμβήσεται. εἰ γάρ τινι ζῴῳ εἶναι ὑπάρχει καὶ πεζῷ καὶ δίποδι, τούτῳ καὶ ἀνθρώπῳ εἶναι ὑπάρξει. ἀλλ’ ἔστιν ὁ ἄνθρωπος οὐσία καὶ ὅπερ ὄν. τὸ δὲ ὅπερ ὂν καὶ ἡ οὐσία ὑπόκειται μηδενὶ συμβεβηκός, ὥστε οὐδὲ τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα συμβεβηκότα ἔσται, ἀλλὰ πάντα ὅπερ ὄντα τινά. ὥστε εἰ διαιρεῖται τὸ ὃν εἰς ὄντα, πολλὰ πάλιν οὕτως ἔσται τὰ ὄντα. εἰ δὲ μὴ πολλὰ ἀλλὰ ἓν τὸ ὂν ἕκαστον, οὔτε διὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν μέγεθος ἕξει, οὔτε ὅλον οὔτε μέρη ἔσται. ἀλλ’ οὐδὲ ὁρισμὸς ἔσται τινός. οὐδὲ γὰρ ὁ λόγος ἕξει μέρη, ἀλλὰ καὶ αὐτὸς ἀδιαίρετος ἔσται. ἐξ ἀδιαιρέτων ἄρα τῶν κατὰ μέρος ὄντων οἷον ἀνθρώπου καὶ ἵππου καὶ τῶν ἄλλων ἔσται Τὸ πᾶν, εἴπερ τούτων μηδὲν διαιρετόν. καὶ δῆλον ὅτι ἀδιαίρετον καὶ αὐτὸ τὸ πᾶν ἔσται † καὶ τὸ πᾶν ὂν καὶ λεγόμενον. οὔτε γὰρ τὰ ἀδιαίρετα πολλὰ ἔσται πλή- θους μὴ ὄντος ἐν τῷ ἑνὶ ὄντι, καὶ εἰ πολλὰ δὲ εἴη, τὸ ἐξ αὐτῶν συντι- θέμενον ἀδιαίρετον ἔσται. πολλῶν γὰρ σημείων συνελθόντων ἓν γίνεται σημεῖον τὰ πάντα, ὡς καὶ αὐτὸς δείξει. ταῦτα δὲ ἄτοπα. καὶ γὰρ φαί- νεται καὶ δέδεικται διαιρετὸν οὐ μόνον τὸ πᾶν, ἀλλὰ καὶ ἕκαστον τῶν ὄντων. ᾧ καὶ ἔοικεν ἐκ περιουσίας δεικνύναι, ὅτι οὐ μόνον τὸ ὅλον ὂν πολλὰ ἔσται, ἀλλὰ καὶ ἕκαστον τῶν πάντων. ’0 δὲ Ἀλέξανδρος τὸ ἐξ ἀδιαιρέτων ἆ ῥα τὸ πᾶν ἀξιοῖ καὶ οὕτως ἀκούειν· ὡς ἐκ μὴ συμβεβηκότων μηδὲ χωρίζεσθαι δυναμένων ἀπ’ αὐτοῦ μηδὲ ἄλλης ὄντων φύσεως ἀλλὰ τῆς αὐτῆς τῷ παντί. οὐσία δὲ τὸ πᾶν καὶ τὸ ὄν, καὶ τὰ μέρη ἄρα αὐτοῦ οὐσίαι, ὡσανεὶ ἔλεγεν ‘ἐξ οὐσιῶν ἄρα τὸ πᾶν’• ἐξ ὧν δέ ἐστι καὶ διαιρεῖται εἰς ταῦτα. ὥστε δέδεικται τὸ προ- κείμενον, ὅτι διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄντα. ὥστε μὴ ὡς ἄτοπον ἐπῆχθαι τὸ ἐξ ἀδιαιρέτων ἄρα τὸ πᾶν, ἀλλ’ ὡς ἀκόλουθον μόνον τοῖς εἰρημένοις. Αὕτη μὲν ἡ ὅλη τῶν εἰρημένων ἔννοια. κατὰ δὲ τὴν λέξιν, ὅταν λέγῃ ὅσα ἐν τῷ ὁριστικῷ λόγῳ ἔνεστιν ἢ ἐξ ὧν ἐστι, δηλοῖ ὅτι καὶ ἐν οἷς μὴ ἔστιν ὁρισμὸς ὥσπερ ἐν ταῖς ἀτόμοις οὐσίαις, ἔστιν ὅμως τινὰ τὰ ἐξ ὧν ἐστι. τὸ δὲ καθ’ οὗ ἄμφω καὶ τὸ ἐκ τούτων λεγέσθω ἤτοι καθόλου τὸ ἐκ τῶν μερῶν συγκείμενον τοῦτο ἔστω καὶ λεγέσθω, ὅπερ καὶ τὰ μέρη ἄμφω καὶ ἑκάτερον] εἰ τὰ μέρη συμβεβηκότα, καὶ τὸ ὅλον. ἢ μᾶλλον ἀνάπαλιν, ὅτι καὶ τὰ μέρη λεγέσθω τοῦτο ὃ καὶ τὸ ἐκ τῶν μερῶν· τὸ δὲ ἐκ τῶν μερῶν οὐσία ἦν καὶ ὅπερ ὂν καὶ οὐδενὶ συμβεβηκὸς ὄν· καὶ τὰ μέρη ἄρα οὐσίαι καὶ ὅπερ ὄντα καὶ οὐ συμβεβηκότα. γράφεται δὲ καὶ καθ’ οὗ ἄμφω καὶ ἑκάτερον καὶ τὸ ἐκ τούτων, τουτέστι καθ’ οὗ ἄν λέγηται ἄμφω καὶ ἑκάτερον ἢ ἕκαστον τῶν μερῶν, κατὰ τούτου καὶ τὸ ἐκ τῶν μερῶν λεγέσθω. τούτῳ δὲ ἄν εἴη ἀκόλουθον τὸ καὶ ὁ ἄνθρωπος ἄν εἴη τῶν συμβεβηκότων. ὧν μεταξὺ παρέλαβε τὸ ἀλλὰ τὸ ὅπερ ὂν ἔστω μηδενὶ συμβεβηκός. ἐν τούτοις δὲ καὶ τοῦτο προσθετέον• ὅτι τὸ διαιρούμενον νῦν ὅπερ ὂν οὔτε ὡς γένος οὔτε ὡς εἶδος διῄρηται, δῆλον ἐκ τοῦ τὸν ἄνθρωπον οὐκ εἰς τοὺς ἀτόμους, ἀλλ’ εἰς τὸν ὁρισμὸν διελεῖν. ἐπειδὴ δὲ φιλοπόνως ὁ Ἀλέξανδρος συνήγαγε τοὺς εἰς τὸν τόπον συλ- · λογισμούς, φέρε καὶ ἡμεῖς αὐτοὺς ἐκθώμεθα κατὰ τὸ δοκοῦν ἔχοντας οὕτως ἐξ ἀρχῆς τοῦ λόγου· “οί τὸ ὂν ἓν λέγοντες ἢ πολλαχῶς λέγεσθαι τὸ ὅν φασιν ἢ μοναχῶς. ἀλλ’ εἰ μὲν πολλαχῶς, ὁμολογήσουσι πολλὰ εἶναι τὰ ὄντα, καὶ γὰρ οὐσίαν καὶ ποσὸν καὶ ποιὸν καὶ τὰ ἄλλα, εἰς ὅσα διῄρηται τὸ ὄν), ἀλλ’ οὐχ ὅν· ὥστε οὐ πολλαχῶς· μοναχῶς ἄρα κατὰ τὸν πέμπτον καλού- μένον ἀναπόδεικτον. εἶτα ὁ δεύτερος συλλογισμὸς μοναχῶς ὑποτεθέντος λέ- γεσθαι τοῦ ὄντος διαιρετικὸς καὶ αὐτὸς τοιοῦτος ’τὸ ἓν ὂν ἤτοι οὐσία ἐστὶν ἢ συμβεβηκὸς κατὰ τὴν διχῇ γενομένην ἐν κατηγορίαις τῶν ὄντων διαίρεσιν, εἴς τε τὸ ἐν ὑποκειμένῳ καὶ τὸ οὐκ ἐν ὑποκειμένῳ. ἀλλὰ μὴν συμβεβηκὸς οὐκ ἔστιν· οὐσία ὰ́ρα’ κατὰ τὸν πέμπτον ἀναπόδεικτον καὶ οὗτος συναχθείς. ὅτι δὲ οὐ συμβεβηκὸς τὸ ἓν ὄν, ὁ τρίτος δείκνυσι συλλογισμὸς οὕτως· ‘εἰ συμβεβηκὸς τὸ ὄν, τὸ ὑποκείμενον αὐτῷ ἔστιν ἅμα καὶ οὐκ ἔστιν. ἀλλὰ μὴν τοῦτο ἀδύνατον. οὐκ ἄρα συμβεβηκὸς τὸ ὄν’ δευτέρῳ ἀναποδείκτῳ. ἔδειξε δὲ τὸ συνημμένον ἐκ τοῦ τὸ ὑποκείμενον τῷ ἑνὶ καὶ μόνῳ ὄντι διὰ μὲν τὸ ἄλλο παρ’ αὐτὸ εἶναι μὴ ὂν εἶναι οὐ γὰρ ἦν ἄλλο τι παρὰ τὸ ὄν), διὰ δὲ τὸ ὑπάρχειν αὐτῷ τὸ ὂν καὶ αὐτὸ ὂν γίνεσθαι. ὅτι δὲ οὐδὲ ἡ οὐσία ἐστὶ τὸ κυρίως ὄν, ἢ ὡς αὐτός φησι τὸ ὅπερ ὄν, δείκνυσι πάλιν οὕτως. ‘εἰ ἡ οὐσία τὸ ὅπερ ὄν, οὐδὲν μᾶλλον ὂν σημαίνει τὸ ὅπερ ὂν ἢ μὴ ὄν. ὥστε τὸ ὅπερ ὂν ὁμοίως ὂν καὶ μὴ ὂν ἔσται. καὶ πλείω σημαίνει τὸ ὄν, ἓν μόνον ὑποτεθὲν σημαίνειν. ἀλλὰ μὴν ταῦτα ἀδύνατα· οὐκ ἄρα ἡ οὐσία ἐστὶ τὸ ὅπερ ὄν’. ὅτι δὲ οὐδὲν μᾶλλον ὂν ἢ μὴ ὃν ἔσται τὸ ὅπερ ὄν, δείκνυσιν οὕτως· ‘εἰ εἰ τὸ ὅπερ ὂν οὐσία καὶ ὑποκείμενόν ἐστι, τῇ δὲ οὐσίᾳ τὰ συμβεβηκότα ὑπάρχει, ἅπερ ἐστὶ μὴ ὄντα διὰ τὸ παρὰ τὸ ὄν εἶναι, ᾧ δὲ τὸ μὴ ὂν ὑπάρχει μὴ ὂν τοῦτο, ἡ οὐσία καὶ τὸ ὑποκείμενον μὴ ὂν ἔσται, καὶ οὐδὲ τὶ μὴ ὄν, ἀλλ’ ὅλως μὴ ὄν. τοιοῦτο γὰρ ἦν μὴ ὃν τὸ ὑπάρχον αὐτῇ συμβεβηκός’. ὅτι δὲ καὶ πλείω σημαίνει τὸ ὅπερ ὄν, δείκνυσιν οὕτως• ἱεῖ ὑποκείμενόν ἐστι τὸ ὅπερ ὄν, δυνατὸν καὶ ἀπὸ τοὐ συμβεβηκότος αὐτὸ ὀνομάζειν οἷον λευκόν. ὥστε καὶ λευκὸν ῥηθήσεται εἶναι, ἓν δὲ εἶναι καὶ ὅπερ ὂν εἶναι οὐ γάρ ἐστιν ἄλλο τι παρὰ τοῦτο), καὶ οὕτως πολλὰ τὸ ὂν ἔσται.’ ὅτι δὲ οὐδὲ μέγεθος ἕξει τὸ ἓν ὅν, δεί1κνυσιν οὕτως· ’τὸ ὅπερ ὃν αὐτὸ μόνον ὑποκείμενον πολλὰ οὐκ ἔστιν οὐδὲ ἔχει πλῆθος· τὸ μέγεθος ἔχον πολλά ἐστι· τὸ ἄρα ὅπερ ὂν μέγεθος οὐχ ἕξει’. ὅτι δὲ τὸ μέγεθος ἔχον πολλά ἐστι δείκνυσιν οὕτως· τὸ μέγεθος μέρη ἔχει· τὸ μέρη ἔχον ἕτερα " τῷ λόγῳ ἔχει· τὸ ἕτερα τῷ λόγῳ ἔχον πολλὰ ἐν ἑαυτῷ ἔχει καὶ πολλά ἐστι'. καὶ ἐπὶ τέλει λοιπὸν ὅτι τὸ ὅπερ ὂν εἰς ὅπερ ὄντα διαιρεῖται καὶ τῷ λόγῳ διαφέροντα, δείκνυσιν ἐπί τινος ὅπερ ὄντος τὸν ὁρισμὸν αὐτοῦ λαβὼν 5 καὶ συναγαγὼν ὅτι τὰ τοῦ ὁρισμοῦ μέρη καὶ αὐτὰ ὅπερ ὄντα ἐστί. συνάγει δὲ οὕτως· ‘ἀνάγκη ἢ οὐσίας αὐτὰ εἶναι ἢ συμβεβηκότα. ἀλλὰ μὴν συμβεβη- κότα οὐκ ἔστιν· οὐσία ἄρα’ κατὰ τὸν πέμπτον ἀναπόδεικτον καὶ τοῦτο. εἰ τοίνυν τὸ ἕν, ὡς εἴρηται πρότερον, ἢ ὡς συνεχές ἐστιν ἓν ἢ ὡς ὧν ὁ λόγος ὁ αὐτὸς ἢ ὡς τὸ ἀδιαίρετον, δέδεικται δὲ τὸ ἓν ὂν μήτε μέγεθος ἔχειν δυνάμενον μήτε ὁρισμὸν μήτε ἀδιαίρετον ὄν, δῆλον ὅτι κατ’ οὐδὲν τῶν τοῦ ἑνὸς σημαινομένων ἓν ἄν εἴη τὸ ὄν.” Ἀλλ’ ἐπεὶ παρ’ ὅλην τὴν ἐξήγησιν τὸ ὅπερ ὂν ὡς οὐσίαν καὶ αὐτὸς ἐξεδεξάμην καὶ οὐσίαν τὴν ἄτομον καὶ ἀριθμῷ μίαν, τινὲς δὲ τῶν τοῦ Ἀρι- στοτέλους ἐξηγητῶν, ὧν καὶ Ἀσπάσιός ἐστι, τὸ ὅπερ ὂν τὸ γένος τῶν ὄντων λαμβάνουσι, πρὸς οὓς ἱκανῶς ἀντείρηκεν Ἀλέξανδρος ὁ Ἀφροδισιεύς, ἐπι- τετμημένως ἐκκείσθω τὰ παρ’ ἐκείνου λεγόμενα. “τινὲς γάρ, φησίν, οὕτως ἤκουσαν τῆς λέξεως ὡς λέγοντος αὐτοῦ ἀναγκαῖον εἶναι τοῖς μοναχῶς λέ- γουσι τὸ ὂν λέγεσθαι κοινόν τι γένος πάντων τῶν ὄντων λαμβάνειν, εἰς ὃ πάντα τὰ κατὰ μέρος ὄντα χωρεῖ, καὶ τοῦτο λέγειν εἶναι τὸ ὂν καὶ οὕτως ἕν, ἐπεὶ μηδὲν τῶν ὑπὸ τὸ ὂν λαμβάνοντες ἓν ἔτι τὸ ὂν δύνανται λέγειν τῷ καὶ τὰ ἄλλα τῷ τεθέντι συνεισάγεσθαι. καὶ γὰρ τῇ οὐσίᾳ τὰ συμβεβη- κότα καὶ τοῖς συμβεβηκόσιν ἡ οὐσία συνεισάγεται, ὡς ἔδειξε. πιστοῦται δὲ τὸν λόγον καὶ ἀπὸ τοῦ ἐν τοῖς τοπικοῖς τὸ ὅπερ ὂν ἐπὶ τοῦ γένους τιθέναι λέγοντα “ὁ ἄνθρωπος ὅπερ ζῷον” ἀντὶ τοῦ ἐν γένει τῷ ζῴῳ. ὅτι δὲ οὐχ οὕτως νῦν λέγει τὸ ὅπερ ὂν ἀλλὰ τὴν οὐσίαν σημαίνει, δηλοῖ ἐκ τῶν προ- ειρημένων. κἀν γὰρ δεῖ πρὸς τὴν τοιαύτην ἀντειπεῖν ὑπόθεσιν, εἴρηκεν ἤδη ἐν οἷς ἔλεγεν “εἰ μὲν γὰρ ἔσται καὶ οὐσία καὶ ποσὸν καὶ καὶ ποιόν, καὶ ταῦτα εἴτε ἀπολελυμένα ἀπ’ ἀλλήλων εἴτε μή, πολλὰ τὰ ὄντα.” πάντα γὰρ ταῦτα εἶναι τίθεται ὁ τὸ ὂν ὡς γένος λέγων. ὥστε εἰρη- μένον καὶ πρὸς ταύτην τὴν δόξαν, εἴπερ ἄρα ἐδεῖτό τινος ἀντιλογίας· ἔοικε γὰρ ὡς προφανῶς ἐναντιολόγου καταφρονῆσαι. ὁ γὰρ ἕν τι μόνον εἶναι βουλόμενος οὕτως ὡς ἀριθμῷ ἕν, οὐκ ἂν εἴποι γένος ἓν εἶναι τοῦτο, διότι τὸ γένος πλῆθος εὐθὺς καὶ εἰδῶν καὶ ἀτόμων ἑαυτῷ συνεισάγει. ἀλλὰ πόθεν δῆλον, φαίη ἄν τις, ὅτι ὡς ἀριθμῷ ἓν ἔλεγεν ὁ Παρμενίδης; ἀλλὰ καὶ ἐξ ἐκείνου δῆλον, ὅτι οὐχ ὡς γένος λέγει τὸ ὅπερ ὄν, ἀλλ’ ὡς οὐσίαν. δείκνυσι γὰρ ὅτι οὐκ ἔστι συμβεβηκὸς ἐκ τοῦ τὸ συμβεβηκὸς καθ’ ὑποκει- μένου λέγεσθαι, ὥστε αὐτὸ οὐ καθ’ ὑποκειμένου ἀλλ’ ὑποκείμενον, ὅπερ ἐστὶν οὐσία καθ’ ἑαυτὴν ὑφεστῶσα καὶ μὴ δεομένη τινὸς ἄλλου πρὸς τὸ εἶναι. τὸ δὲ γένος καὶ αὐτὸ τῶν καθ’ ὑποκειμένου ἐστίν· ὥστε οὐκ ἄν εἴη γένος τὸ ὅπερ ὄν, εἰ σαφῶς αὐτῷ τὸ καθ’ ὑποκειμένου ἀντιδιέστειλεν. ἔτι μετ’ ὀλίγον αὐτὸς ἐρεῖ “τίς γὰρ μανθάνει αὐτὸ τὸ ὂν εἰ μὴ τὸ ὅπερ ὄν τι εἶναι’’; εἰ οὖν τὸ αὐτὸ ὂν μὴ τῷ γένει ἀλλὰ τῇ οὐσίᾳ προσή- κει, οὐσία ἄν εἴη τὸ ὅπερ ὄν. πρὸς δὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι τὸ ‘αὐτὸ’ κατὰ τῶν γενῶν ὁ Πλάτων’ φέρει ἀλλ’ οὐχὶ τῶν ὑστερογενῶν, ἀλλὰ τῶν διὰ πάντων χωρούντων κατὰ μίαν κοινὴν φύσιν. ἔτι δὲ εἰ τὸ ἀντικείμενον τῷ συμβεβηκότι λαμβάνει, ὡς δῆλον ἐκ τοῦ ἀλλὰ τὸ ὅπερ ὂν ἔστω μη- δενὶ συμβεβηκός, ἀντίκειται δὲ τῷ συμβεβηκότι οὐ τὸ γένος ἀλλ’ ἡ οὐσία, αὕτη ἂν εἴη τὸ ὅπερ ὄν. ἔτι ἐκ διαιρέσεως τὴν ἀντιλογίαν ποιού- μένος εἰς συμβεβηκὸς καὶ τὸ ὅπερ ὂν διεῖλεν. οὐ γὰρ ἦν ἀναγκαία ἐρώ- τησις τί λέγουσι τὸ ὄν, συμβεβηκὸς ἡ γένος· ἔστι γάρ τι παρὰ ταῦτα. ὥστε εἰς οὐσίαν• οὐσία ἄρα τὸ ὅπερ ὄν. ἔτι τὸ ἓν ποσαχῶς λέγεται διαιρῶν τὸ κατὰ τὸν ἀριθμὸν ἓν διεῖλεν. τοῦ δὲ τῷ γένει ἢ εἴδει ἑνὸς οὐκ ἐμνη- μόνευσεν, ὡς προφανῶς εἰσάγοντος τὸ πλῆθος. ἔτι τὸ μὲν γένος δύο ἔχει τό τε οὐσιῶδες καὶ τὸ κοινόν, ἡ δὲ οὐσία τὸ εἶναι οὐσία μόνον. εἰ οὖν οὐδαμοῦ πρὸς κοινότητα ἀλλ’ ὡς πρὸς οὐσίαν μόνον ἀντιλέγει, οὐ γένος ἀλλ’ οὐσία τὸ ὅπερ ὄν. ἔτι αὐτὸς προελθὼν λέγει “εἰ οὖν τὸ ὅπερ ὂν δενὶ συμβέβηκε’’, γένη δέ ἐστί τινα συμβεβηκότα, καὶ εἰ μὴ τούτοις ὧν ἐστι γένη, ἀλλὰ τῇ γε οὐσίᾳ τῶν συμβεβηκότων γένη συμβεβηκέναι λέγεται, οἷον ἀνθρώπῳ τὸ χρῶμα. εἰ τοίνυν ἐν μὲν τῷ γένει ἔστι τι καὶ συμβεβηκός, ἐν δὲ τῇ οὐσίᾳ οὐδέν ἐστι τοιοῦτον, αὐτὸς δὲ τὸ ὅπερ ὂν ὡς ἀντικείμενον τῷ συμβεβηκότι τίθησι, τὴν οὐσίαν ἂν λέγοι τὸ ὅπερ ὄν, οὐ τὸ γένος, ὃ καὶ τῆς τοῦ συμβεβηκότος φύσεως ἐφάπτεται. ἔτι αὐτὸς προελθὼν λέγει “εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμβέβηκεν, ἀλλ’ ἐκείνῳ’’. εἰ οὖν ᾧ συμβέβηκε τὰ συμβεβηκότα ἡ οὐσία ἐστὶν ἀλλ’ οὐχὶ τὸ γένος, ἡ οὐσία ἄν εἴη τὸ ὅπερ ὄν, οὐ τὸ γένος. ἔτι δὲ διαιρῶν τὸ ὅπερ ὂν οὐκ εἰς τὰ εἴδη καὶ τὰ ἄτομα αὐτὸ διαιρεῖ, ἥπερ γένους διαίρεσις, ἀλλ’ εἰς τὸν ὁρισμὸν καὶ τὰ ἐν τούτῳ, τουτέστιν εἰς γένος καὶ διαφοράς, ἥπερ διαίρεσις οὐσίας ἄν εἴη, ἀλλ’ οὐχὶ γένους. διότι τῆς μὲν οὐσίας ἔστι γένος, τοῦ δὲ ἀνωτάτω πάντων γένους οὐδέν ἐστιν ἐπαναβεβηκὸς γένος. ἔτι τὰ γένη καὶ τὰς διαφορὰς δείκνυσιν ὅπερ ὄντα εἶναι, διότι μέρη τοῦ ὅπερ ὄντος ἐστίν. εἰ οὖν τὸ γένος δι’ ἄλλο τί ἐστιν ὅπερ ὄν, οὐκ ἄν εἴη αὐτὸ ὅπερ ὄν, ἀλλ’ ἡ οὐσία, δι’ ἣν καὶ τὸ γένος τὸ τῆς οὐσίας οὐσιοῦται, ὡς τὸ τοῦ συμβεβηκότος συμβε- βηκός ἐστιν. ἔτι οὐδὲ θέσις ἄν τὸ τοιοῦτον οὐδὲ παράδοξος ὑπόληψις ἔδοξε· πολλοῖς γὰρ δοκεῖ τῶν φιλοσόφων ἓν εἶναι τὸ ὂν ὡς γένος. ἔτι εἰ τὸ ὅπερ ὂν γένος ὑπετίθετο, πῶς τὸ λευκὸν ἢ ἄλλο τι τῶν συμβεβηκότων μὴ εἶναι ἔλεγεν; εἴδη γὰρ ταῦτα τοὐ ὄντος ὥσπερ καὶ ἡ οὐσία. αὐτὸς δὲ μὴ εἶναι I ἐκεῖνα λαβὼν οὕτως μὴ ὂν συνήγαγε καὶ τὸ ὅπερ ὄν, ᾧ ταῦτα ὑπάρχει, καὶ μὴ ὂν οὐ τὶ μὴ ὂν, ἀλλ’ ἀπλῶς μὴ ὄν. καίτοι πῶς ἄν ἁπλῶς μὴ ὂν εἴη τὸ συμβεβηκός, εἰ γένος αὐτοῦ τὸ ὅπερ ὂν ἦν; ἔτι εἰ τὸ ὅπερ ὂν γένος, διὰ τί πάντα τὰ ὑπ’ αὐτὸ ἢ οὐκ ὄντα ἢ ὅπερ ὄντα ἔσται; οὐ γὰρ πάντα τὰ ὑπὸ τὸ γένος γένη καὶ αὐτά ἐστιν. ἔτι ἱεῖ γάρ, φησίν, ἔστι τὸ ὅπερ ὂν ταὐτὸν καὶ λευκόν”. καίτοι τὸ μὲν γένος οὐκ ἄν τις εἴποι λευκόν, τὴν δὲ οὐσίαν τὴν μετέχουσαν λέγομεν· ἐξ οὗ δῆλον ὅτι καὶ οὐσίαν τὴν ὡς ἄτομον λέγει, ἀλλ’ οὐχὶ τὴν γενικήν. ἔτι προχειρότατον ἦν δεῖξαι πολλὰ τὰ ὄντα διὰ τοῦ ἐκθέσθαι τὸν τοῦ γένους ὁρισμόν· κατὰ πλειόνων γὰρ τὸ γένος. ὁ δὲ μηδαμοῦ μνημονεύσας τούτου ἐναργῶς δεικνύντος πολλὰ εἶναι τὰ ὄντα, δῆλός ἐστι τὸ ὅπερ ὂν μὴ ὡς γένος λαμβάνων. εἰ δέ τις διὰ τοῦτο ἀξιοῖ τὸ ὅπερ ὄν τὸ γένος λέγειν, διότι τὸ γένος ἐν ἄλλοις ὅπερ ὂν καλεῖ, ὥρα αὐτῷ καὶ τὴν διαφορὰν ὅπερ ὃν λέγειν. καὶ γὰρ καὶ ταύτην ἐνταῦθα ὡς συμπληρωτικὴν τοῦ ὅπερ ὄντος ὅπερ ὂν καλεῖ. καὶ ἐν οἷς μέντοι τὸ γένος ὅπερ ὂν καλεῖ, ὡς οὐσιωδῶς κατηγορούμενον καὶ ποιοῦν ἐκεῖνο οὗ κατηγορεῖται ὅπερ αὐτό, οὕτως ὅπερ ὂν καλεῖ. καὶ ὁ Εὔδημος δὲ τῷ Ἀριστοτέλει πάντα κατακολουθῶν τοῦ ὅπερ ὄντος οὐκ ἤκουσεν ὡς γένους. ἐν γοῦν τῷ πρώτῳ τῶν Φυσικῶν περὶ Παρμενίδου λέγων ταῦτα γέγραφεν ὡς Ἀλέξανδρός φησιν· ἐγὼ γὰρ οὐχ εὗρον ἐν τῷ Εὐδημείῳ λέξιν ταύτην)· τὸ οὖν κοινὸν οὐκ ἄν λέγοι. οὔτε γὰρ ἐζητεῖτό πω τὰ τοιαῦτα, ἀλλὰ ὕστερον ἐκ τῶν λόγων προῆλθεν, οὔτε ἐπιδέχοιτο ἄν ἃ τῷ ὄντι ἐπιλέγει. πῶς γὰρ ἔσται τοῦτο ‘μεσσόθεν ἰσοπαλὲς καὶ τὰ τοιαῦτα; τῷ δὲ οὐρανῷ, φασί, σχεδὸν πάντες ἐφαρμόσουσιν οἱ τοιοῦτοι λόγοι,,.’’ p. 187 a 1 Ἔνιοι δὲ ἐνέδοσαν τοῖς λόγοις ἀμφοτέροις. Ἐλέγξας τὸν Παρμενίδου λόγον αὐτὸς ὡς καὶ τὰς προτάσεις ψευδεῖς λαμβάνοντα ἦν δὲ ἡ πρότασις τὸ μοναχῶς λέγεσθαι τὸ ὂν ἤτοι τὸ ‘παρὰ τὸ ὂν οὐκ ὄν’ ἢ τὸ οὐκ ὂν οὐδέν’, ταῦτα γὰρ ἰσοδυναμεῖ) καὶ ὡς ἀσυλλο- " γίστως συνάγοντα μὴ γὰρ ἀκολουθεῖν τὸ ἐπιφερόμενον συμπέρασμα), ἐνίους φησὶν ἀμφοτέροις ἐνδοῦναι τοῖς λόγοις τῷ τε εἰρημένῳ τοῦ Παρμε- νίδου καὶ τῷ τοῦ Ζήνωνος, ὃς βοηθεῖν ἐβούλετο τῷ Παρμενίδου λόγῳ πρὸς τοὺς ἐπιχειροῦντας αὐτὸν κωμῳδεῖν ὡς εἰ ἕν ἐστι πολλὰ καὶ γελοῖα συμ- βαίνει λέγειν τῷ λόγῳ καὶ ἐναντία αὑτῷ, δεικνὺς ὁ Ζήνων ὡς ἔτι γελοιό- τερα πάσχοι ἄν αὐτῶν ἡ ὑπόθεσις ἡ λέγουσα πολλά ἐστιν ἤπερ ἡ τοῦ ἓν εἷναι, εἴτις ἱκανῶς ἐπεξίοι. ταῦτα γὰρ αὐτὸς ὁ Ζήνων ἐν τῷ Πλάτωνος Παρ- μενίδῃ μαρτυρῶν φαίνεται τῷ λόγῳ· καὶ ὁ μὲν τοῦ Παρμενίδου λόγος ἐστίν, ὅτι πάντα ἓν τὸ ὄν ἐστιν, εἴπερ τὸ ὂν ἓν σημαίνει. τὸ γὰρ παρ’ αὐτὸ οὐδὲν ἔσται. ὡς δὲ Θεόφραστος προήγαγε τὸ παρὰ τὸ ὂν οὐκ ὄν. τὸ οὐκ ὂν οὐδέν’. καὶ τούτῳ φησὶν ἐνδοῦναι τῷ λόγῳ τινάς. ἐνδοῦναι δέ ἐστι λόγῳ τὸ συγχωρῆσαι ταῖς προτάσεσι ταῖς κατασκευαζούσαις αὐτὸν ἢ τῇ συμπλοκῇ. τὸν οὖν Πλάτωνά φασιν ἐνδοῦναι τῇ προτάσει τῇ λεγούσῃ τὸ παρὰ τὸ ὂν οὐκ ὄν καὶ γὰρ τὴν κίνησιν καὶ τὴν στάσιν καὶ ταὐτὸν καὶ ἕτερον ἐν Σοφιστῇ ἕτερα τοῦ ὄντος εἶναί φησι), τὸ δὲ οὐκ ὂν οὐδὲν οὐκέτι συγχωρεῖν· καὶ γὰρ τὰ ἕτερα τοῦ ὄντος, κἂν μὴ ὄντα ᾖ, ἀλλ’ ὅμως εἶναί φησι καὶ ταύτῃ τὸ μὴ ὂν εἰσάγει. Καὶ ὁ μὲν Ἀλέξανδρός φησιν αὐτὸν τὸ μὲν εἰ ἓν τὸ ὂν συγχωρεῖν, πάντα δὲ ἓν εἶναι μηκέτι συγχωρεῖν τιθέντα τῶν πάντων μὴ μόνον τὸ ὄν, ἀλλὰ καὶ τὸ μὴ ὄν. “καὶ οὐχ οὕτως, φησί, τὸ μὴ ὂν εἶναι ἔλεγεν ὡς ὄν τι τῶν ὑπὸ τὸ ὄν. οὐ γὰρ τὸ τὶ μὲν μὴ ὂν τὶ δὲ ὄν, οὐδὲ τὸ ἐν τῷ κειμένῳ ὄντι περιεχόμενον, ἀλλὰ τὸ ἄλλην φύσιν ἔχον παρὰ τὸ ὡμολογημένον καὶ κείμενον ἔλεγεν εἶναι δεξάμενος τὸ ὂν ἕν τε εἶναι καὶ μοναχῶς λέγεσθαι. ὁ δὲ συγχωρήσας τῇ προτάσει τῇ παρὰ τὸ ὃν οὐκ ὄν, λέγων δὲ εἶναι ἄλλο τι τοῦ ὄντος τοῦ εἰλημμένου ἐν τῇ προτάσει, εἶναι τὴν ἀντίφασιν λέγει. δοὺς γὰρ τὸ παρὰ τὸ ὂν μὴ εἶναι λέγει πάλιν τὸ παρὰ τὸ ὂν εἶναι καὶ τῇ ἀντιφάσει περιπίπτει τῇ τὸ μὴ ὂν ἁπλῶς εἶναι λεγούσῃ. καίτοι εἴ τις λέγοι μὲν εἶναι τὸ μὴ ὄν, μὴ τὸ ἁπλῶς δὲ μὴ ὄν, ἀλλὰ τὸ τὶ μὴ ὄν, οὐ περιπίπτει τῇ ἀντι- φάσει. τὸ γὰρ ἄλλο τι ὂν ἄλλο οὐκ ἔστιν. οὐ γὰρ ἓν κατὰ τὸν ἀριθμὸν τὸ ὂν ἐδείχθη διὰ τοῦ ληφθῆναι μοναχῶς λέγεσθαι.’’ ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος. Φησὶ δὲ ὁ Πορφύριος τὸν Πλάτωνα καὶ τὸ μὴ ὂν λέγειν εἶναι, οὕτως μέντοι εἶναι ὡς μὴ ὄν. τὸ μὲν γὰρ ὄντως ὂν ἀπεφήνατο εἶναι τὴν ἰδέαν καὶ ταύτην ὄντως εἶναι οὐσίαν, τὴν δὲ ἀνωτάτω πρώτην ἄμορφον καὶ ἀνείδεον ὕλην ἐξ ἧς τὰ πάντα ἐστὶν εἶναι μέν, μηδὲν δὲ εἶναι τῶν ὄντων. αὐτὴ γὰρ ἐφ’ ἑαυτῆς ἐπινοουμένη δυνάμει μὲν πάντα ἐστίν, ἐνεργείᾳ δὲ οὐδέν. τὸ δὲ ἐκ τοῦ εἴδους καὶ τῆς ὕλης ἀποτέλεσμα καθ’ ὅσον μὲν εἴδους μετέχει, κατὰ τοῦτο εἶναί τι καὶ προσαγορού-ασθαι κατὰ τὸ εἶδος, καθ’ ὅσον δὲ τῆς ὕλης καὶ διὰ ταύτην ἐν συνεχεῖ ῥύσει καὶ μεταβολῆ τυγχάνει, πάλιν μὴ ἁπλῶς μηδὲ βεβαίως εἶναι. ἀντιδιαιρούμενος γοῦν αὐτὰ ἐν τῷ Τιμαίῳ φησί “τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε’’. καὶ τὸ μὴ ὂν εἶναι ἔφη, οὐ τὸ ὂν μὴ ὂν εἶναι, καὶ τὸ μὴ ὂν εἶναι ὄν· οὐ μὴν τὰ κατὰ τὴν ἀντίφασιν ἀντικείμενα. τὸν μὲν γὰρ ἄν- θρωπον οὐχ οἷόν τε ἅμα καὶ μὴ ἄνθρωπον εἶναι, μὴ ἵππον δὲ ἀλη- θὲς εἰπεῖν. Ἀλλὰ πρὸς μὲν τὸν Ἀλέξανδρον ἀρκεῖ τὴν Πλάτωνος παραθέσθαι ῥῆσιν, ἧς αὐτὸς Ἀλέξανδρος ἐμνημόνευσε, δεικνῦσαν οἶμαι σαφῶς, ὡς Πλάτων’ οὐ τὸ ἁπλῶς μὴ ὄν, ἀλλὰ τὸ τὶ μὴ ὂν εἰσῆγεν. ἔχει δὲ ἡ ῥῆσις ὧδε· “Οἶσθα οὖν ὅτι Παρμενίδῃ μακροτέρως τῆς ἀπορρήσεως ἠπιστήκαμεν; Τίδή δή; Πλεῖον ἢ κεῖνος ἀπεῖπε σκοπεῖν ἡμεῖς εἰς τὸ πρόσθεν ἐπιζητήσαντες ἀπεδείξαμεν αὐτῷ. Πῶς; Ὅτι ὁ μέν πού φησιν οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ὄντα, ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα. 5 Λέγει γὰρ οὖν οὕτως. Ἡμεῖς δέ γε οὐ μόνον ὡς ἔστι τὰ μὴ ὄντα ἀπεδείξαμεν, ἀλλὰ καὶ τὸ εἶδος ὃ τυγχάνει ὂν τοῦ ὄντος ἀπεφηνάμεθα. τὴν γὰρ θατέρου φύσιν ἀποδείξαντες οὖσάν τε καὶ κατακεκερματισμένην ἐπὶ πάντα τὰ ὄντα πρὸς ἄλληλα, τὸ πρὸς τὸ ὂν ἑκάστου μόριον αὐτῆς ἀντιτι- θέμενον ἐτολμήσαμεν εἰπεῖν ὡς αὐτὸ τοῦτό ἐστιν ὄντως τὸ μὴ ὄν. Μῆ τοίνυν ἡμᾶς εἴπῃ τις, ὅτι τοὐναντίον τοῦ ὄντος τὸ μὴ ὂν ἀποφαινόμενοι τολμῶμεν λέγειν ὡς ἔστιν. ἡμεῖς γὰρ περὶ μὲν ἐναντίου τινὸς αὐτῷ χαίρειν πάλαι λέγομεν, εἴτε ἔστιν εἴτε μή, λόγον ἔχον ἢ καὶ παντάπασιν ἄλογον. ὃ δὲ νῦν εἰρήκαμεν εἶναι τὸ μὴ ὄν, ἢ πεισάτω τις ὡς οὐ καλῶς λέγομεν ἐλέγξας, ἢ μέχριπερ ἂν ἀδυνατῇ, λεκτέον καὶ ἐκείνῳ καθάπερ ἡμεῖς λέ- γομεν, ὅτι συμμίγνυταί τε ἀλλήλοις τὰ γένη καὶ τό τε ὃν καὶ θάτερον διὰ πάντων καὶ δι’ ἀλλήλων διεληλυθότε τὸ μὲν ἕτερον μετασχὸν τοῦ ὄντος ἔστι μὲν διὰ ταύτην τὴν μέθεξιν, οὐ μὴν ἐκεῖνό γε οὗ μετέσχεν ἀλλ’ ἕτερον, ἕτερον ’δε του ὄντος ὃν ἐστι σαφέστατα ἐξ αναγκης εἶναι μὴ ὄν. τὸ δὲ ὂν αὖ θατέρου μετειληφὸς ἕτερον τῶν ἄλλων ἄν εἴη γενῶν. ἕτερον δὲ ἐκείνων ἁπάντων ὂν οὐκ ἔστιν ἕκαστον αὐτῶν οὐδὲ ξύμπαντα τὰ ἄλλα πλὴν αὐτό, ὥστε τὸ ὂν ἀναμφισβητήτως αὖ μυρία ἐπὶ μυρίοις οὐκ ἔστι, καὶ τὰ ἄλλα δὴ καθ’ ἕκαστον οὕτω καὶ ξύμπαντα πολλαχῇ μὲν ἔστι, πολλαχῇ δὲ οὐκ ἔστιν.’’ ἐκ δὴ ταύτης τῆς ῥήσεως ὁ Ἀλέξανδρος ᾠήθη τὸν Πλάτωνα τὸ ἁπλῶς μὴ ὂν εἰσάγειν, ὡς τὸ ἀπλῶς ὂν εἰληφότα τὸ ὡς γένος ὄν. καὶ ἤρκει μὲν αὐτοῦ τοῦ Πλάτωνος ἀκοῦσαι λέγοντος “μὴ τοίνυν ἡμᾶς εἴπῃ τις, ὅτι τοὐναντίον τοῦ ὄντος τὸ μὴ ὂν ἀποφαινόμενοι τολμῶμεν λέγειν’’ καὶ ὅτι ‘ἔστι μὲν ἕκαστον διὰ τὴν τοῦ ὄντος μέθεξιν, οὐ μὴν τὸ ὄν ἐστι’. καὶ πρὸ ταύτης δὲ τῆς ῥήσεως, ὁποῖον μὴ ὂν εἰσάγει, σαφῶς ἐδήλωσεν εἰπὼν “ὸπόταν τὸ μὴ ὂν λέγωμεν, ὡς ἔοικεν, οὐκ ἐναντίον τι λέγομεν τοῦ ὄντος, ἀλλ’ ἕτερον μόνον’’. ἤρκει δὲ καὶ τὰ περὶ τοῦ ἁπλῶς μὴ ὄντος καὶ ἐναν- τίου τῷ ὄντι εἰρημένα ἀκοῦσαι, ὡς καὶ τὸν ὁποιονοῦν περὶ αὐτοῦ λόγον παραιτεῖται ὁ I λάτων. οὐδὲ γὰρ ὁ εἶναι οὐδὲ ὁ μὴ εἶναι λέγων αὐτὸ ἀνεύ- θυνος. οὐδὲ τὸ λέγειν τι περὶ αὐτοῦ ἀσφαλές. ἤρκει μὲν οὖν ὅπερ εἶπον καὶ ταῦτα. ἐννοῆσαι δὲ χρὴ ὅτι τὸ ὑπὸ τοῦ Πλάτωνος εἰλημμένον ὄν ἐστι τὸ κατ’ αὐτὴν τοὐ εἶναι τὴν ἰδιότητα ψιλὴν θεωρούμενον, ὃ καὶ ἀντιδιῄ- ρηται πρός τε τὰ ἄλλα γένη καὶ πρὸς τὸ μὴ ὄν· καὶ γὰρ τοῦτο γένος εἶναί φησιν, ἀλλ’ οὐχὶ τὸ παντελῶς ὂν τὸ καὶ τὰ γένη πάντα ἐν ἑαυτῷ συνῃ- ρηκός· ᾧ τὸ παντελῶς μὴ ὂν ἀντικέοιτο, εἰ καὶ τὸ ἀντικεῖσθαι δυνατὸν ἐπ’ αὐτοῦ λέγειν. τὸ δὲ τοιοῦτον ὂν οὐκ ἄν εἴη γένος, εἴπερ τὰ γένη ἐναντία διαιρέσει ἐστὶ τῇ πρὸς ἄλληλα. καὶ κατὰ μίαν ἰδιότητα περιγέγραπται δια- κεκριμένα ἤδη ταῦτα ἀπὸ τῆς νοητῆς ἑνώσεως, ἐν ᾗ πάντα ἓν ἦν, ὡς ὁ Παρμενίδης φησί, καὶ ὑπελθόντα πρῶτον μὲν εἰς τὴν νοερὰν διάκρισιν, ἀμε- ρίστως μερισθεῖσαν καὶ εἰς τὸν αἰσθητὸν διασπασμὸν καὶ μεταξὺ τούτων εἰς τὴν ψυχικὴν ἀλληλουχίαν. ὥστε πολλοῦ δεῖ τὸ ἀπλῶς μὴ ὂν εἰσάγειν τὸ τῷ ἁπλῶς ὄντι ἀντικείμενον ὁ Πλάτων’. ‘Ο δέ γε Πορφύριος ὅτι μὲν οὐ τὸ ἁπλῶς μὴ ὂν ὁ Πλάτων’ καλῶς ἐθεάσατο, ὅτι δὲ μὴ ὂν τὸ γενητὸν ὂν ἐν Σοφιστῇ φησι παραδιδόναι, περὶ οὗ λέγει ἐν τιμίῳ “καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε’’, τοῦτο ἐπιστάσεως ἄξιον εἶναί μοι δοκεῖ. οὐ γὰρ ἐν τῇ τῶν αἰσθητῶν, ἀλλ’ ἐν τῇ τῶν νοερῶν εἰδῶν διακρίσει τὸ μὴ ὂν ὁ Πλάτων’ ἀνευρίσκειν δοκεῖ. πότε γὰρ ἄν περὶ τῶν ἐνύλων καὶ αἰσθητῶν ἔλεγε ταῦτα “τί δὲ πρὸς Δῖός; ὡς ἀληθῶς κίνησιν καὶ ζωὴν καὶ ψυχὴν καὶ φρόνησιν ἦ ῥᾳδίως πεισθη- σόμεθα τῷ παντελῶς ὄντι μὴ παρεῖναι μηδὲ ζῆν αὐτὸ μηδὲ φρονεῖν, ἀλλὰ σεμνὸν καὶ ἅγιον, νοῦν οὐκ ἔχον, ἀκίνητον ἑστὼς εἶναι;” κοινῇ δὲ πρὸς τὸν Ἀλέξανδρον λέγω καὶ τὸν Πορφύριον, ὅτι οὐκ ἂν οὕτω σάφ’ ὡς τοῦ Πλάτωνος τὸ τὶ μὴ ὂν λέγοντος εἶναι τὸ ὑπ’ αὐτοῦ εἰσαγόμενον, ὡς τὸ ἁπλῶς μὴ ὂν εἰσάγοντι ὁ Ἀριστοτέλης ἐνεκάλει. καὶ ἔτι μέντοι οὐκ ἂν πρὸς Πλά- τωνα ἐν τούτοις ἀποτείνοιτο ὡς μάτην δείσαντα. εἰ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, μὴ πάντα ἓν εἴη, καὶ διὰ τοῦτο τὸ μὴ ὂν εἰσάγοντα. οὐ γὰρ διὰ τοῦ τὸ μὴ ὂν εἰσαγαγεῖν πολλὰ τὰ ὄντα δείκνυσιν ὁ Πλάτων’, ἀλλὰ τοῦτο μὲν ἔδειξεν ἄλλο μὲν τὸ ἕν, ἄλλο δὲ τὸ ὂν ἀποδείξας καὶ ἐκ τοὐ ὁλομελὲς εἶναι πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, 45 μεσσόθεν ἰσοπαλές. τὸ δὲ μὴ ὂν ἐδεήθη † δὲ καὶ τὸν σοφιστὴν ‘εἰδωλοποιὸν’ εἰπών, τὸ δὲ εἴδωλον ψεῦδός τι ἔχειν, ψεῦδος δὲ μὴ εἶναι, εἰ μὴ τὸ μὴ ὂν ἔστιν. ὁ γὰρ " ψευδόμενος ἢ τὸ ὂν μὴ εἶναι λέγει ἢ τὸ μὴ ὂν εἶναι. Ταῦτα μὲν οὖν περὶ τῆς ἑτέρας ἐνδόσεως, τοῦ Ἀριστοτέλους μήτε τὸ μοναχῶς λέγεσθαι τὸ ὂν συγχωροῦντος μήτε ἐνδιδόντος τῇ λεγούσῃ προτά- σει τὸ παρὰ τὸ ὂν οὐκ ὄν· εἰ μή τις τὸ οὐκ ὂν λέγοι, ὡς οὐσία μὲν οὐκ ἔστιν, ἄλλο δέ τι εἶναι οὐ κωλύεται. ὅπερ καὶ Πλάτων’ πρὸ τοῦ Ἀριστοτέλους ἐβόα. δῆλος δέ ἐστι καὶ Ἀριστοτέλης συνιδὼν ὅτι τῷ πλήθει τὸ μὴ ὂν συνεισέρχεται. οὐδὲν γὰρ κωλύει, φησί, μὴ ἀπλῶς εἶναι, ἀλλὰ μὴ ὄν τι εἶναι τὸ μὴ ὄν. ἐφεξῆς μέντοι κἄν ἀληθής, φησίν, εἴη ἡ πρότασις, ἡ λέγουσα τὸ παρὰ τὸ ὂν οὐκ ὄν, οὐκ ἤδη διὰ τοῦτο ἀνάγκη ἓν πάντα εἶναι τῷ ἀριθμῷ. τὸ γὰρ αὐτοόν, ὅπερ αὐτοὶ ὑποτίθενται, οὐδεὶς ἄν ἄλλο τι λεγόμενον ἀκούοι ἢ τὸ ὅπερ ὄν, τουτέστι τὸ κυρίως ὄν, τουτέστι τὴν οὐσίαν. τούτου δὲ οὕτως ἔχοντος, | δέδεικται πρότερον, ὅτι εἴτε μετέχοι τὸ ὅπερ ὄν συμβεβηκότος, πολλά ἐστι τὰ ὄντα, εἴτε μὴ μετέχοι, καὶ αὐτὰ καθ’ αὑτὰ τὰ ὅπερ ὄντα πολλά ἐστι διὰ τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὅπερ ὄντος οὐσιωδῶς παραλαμβανό- μενα. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τὸ ὅπερ ὂν καὶ αὐτοὸν κέκληκε κατὰ τὴν Πλτωνικὴν συνήθειαν. Tὸν δὲ δεύτερον λόγον τὸν ἐκ τῆς διχοτομίας τοῦ Ζήνωνος εἶναί φησιν ὁ Ἀλέξανδρος λέγοντος, ὡς εἰ μέγεθος ἔχοι τὸ ὂν καὶ διαιροῖτο, πολλὰ τὸ ὂν καὶ οὐχ ἓν ἔτι ἔσεσθαι, καὶ διὰ τούτου δεικνύντος ὅτι μηδὲν τῶν ὄντων ἔστι τὸ ἕν. περὶ δὲ τοῦ λόγου τούτου καὶ διὰ τῶν ἔμπροσθεν εἰρηκέναι φησὶ τὸν Ἀριστοτέλην, ἐν οἷς ἔλεγεν “ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀαίων’’ οὗ καὶ τὴν λύσιν παρέθετο διὰ τοῦ “ὥσπερ οὐκ ἐνδεχόμενον ταὐτὸν ἓν καὶ πολλὰ εἶναι, μὴ τὰ ἀντικείμενα δέ. ἔστι δὲ τὸ ὂν καὶ ἓν δυνάμει καὶ ἐντελεχείᾳ". “τοὐτψ δὲ τῷ λόγῳ, φησί, τῷ περὶ τῆς διχο- τομίας ἐνδοῦναι Ξενοκράτη τὸν Καλχηδόνιον δεξάμενον μὲν τὸ πᾶν τὸ διαι- ρετὸν πολλὰ εἶναι τὸ γὰρ μέρος ἕτερον εἶναι τοῦ ὅλου) καὶ τὸ μὴ δύνασθαι ταὐτὸν ὅν τε ἅμα καὶ πολλὰ εἶναι διὰ τὸ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν, μηκέτι δὲ συγχωρεῖν πᾶν μέγεθος διαιρετὸν εἶναι καὶ μέρος ἔχειν· εἶναι γάρ τινας ἀτόμους γραμμάς, ἐφ’ ὧν οὐκέτι ἀληθεύεσθαι τὸ πολλὰς ταύτας εἶναι. οὕτως γὰρ ᾤετο τὴν τοῦ ἑνὸς εὑρίσκειν φύσιν καὶ φεύγειν τὴν ἀντίφασιν διὰ τοῦ μήτε τὸ διαιρετὸν ἓν εἶναι ἀλλὰ πολλά, μήτε τὰς ἀτόμους γραμμὰς πολλὰ ἀλλ’ ἓν μόνον.’’ ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος ἐφιστάνειν ἄξιον πρῶτον μέν, εἰ Ζήνωνος οἰκεῖον τοῦτο τὸ μηδὲν τῶν ὄντων λέγειν τὸ ἕν. ὅς γε τοὐναντίον πολλὰ γέγραφεν ἐπιχειρήματα τὸ πολλὰ εἶναι ἀναιρῶν, ἵνα διὰ τῆς τῶν πολλῶν ἀναιρέσεως τὸ ἓν εἶναι πάντα βεβαιωθῇ, ὅπερ καὶ ὁ Παρμενίδης ἐβούλετο. ἔπειτα ἔδει τὴν χρείαν εἰπεῖν τῆς μνήμης τοῦ Ζή- νωνος λόγου καὶ τῶν μάτην ἐνδεδωκότων αὐτῷ, ὥσπερ τῶν ἐνδόντων μὲν τῷ Παρμενίδου λόγῳ, τὸ δὲ μὴ ὂν εἰσαγαγόντων ἡ χρεία δήλη ἦν· ἵνα γὰρ πολλὰ δειχθῇ τὰ ὄντα, ὅπερ ὁ Παρμενίδης οὐκ ἐβούλετο. εἰ δὲ αὐ- τὸς ὁ Ζήνων ἀνῄρει τὸ ἓν πολλὰ εἶναι δεικνύς, οὐκ ἐδεῖτό τινος συνηγορίας ὁ λόγος, εἰ μὴ ἄρα λέγοι τις ὅτι ὡς ἀντιθέτου τούτου τοῦ λόγου τοῦ λέ- γοντος πολλὰ μόνον εἶναι τὰ ὄντα ἐμνημόνευσεν. Ἀλλ’ ἔοικεν ἀπὸ τῶν Εὐδήμου λόγων ὁ Ἀλέξανδρος δόξαν περὶ τοῦ Ζήνωνος λαβεῖν ὡς ἀναιροῦντος τὸ ἕν· λέγει γὰρ ὁ Εὔδημος ἐν τοῖς Φυ- σικοῖς ‘‘ἆρα οὖν τοῦτο μὲν οὐκ ἔστιν, ἔστι δέ τι ἕν; τοῦτο γὰρ ἠπορεῖτο. καὶ Ζήνωνά φασιν λέγειν, εἴ τις αὐτῷ τὸ ἓν ἀποδοίη τί ποτέ ἐστιν, ἕξειν τὰ ὄντα λέγειν. ἠπόρει δὲ ὡς ἔοικε διὰ τὸ τῶν μὲν αἰσθητῶν ἕκαστον κατηγορικῶς τε πολλὰ λέγεσθαι καὶ μερισμῷ, τὴν δὲ στιγμὴν μηθὲν τιθέναι. ὃ γὰρ μήτε προστιθέμενον αὔξει μήτε ἀφαιρούμενον μειοῖ, οὐκ ᾤετο τῶν ὄντων εἶναι’’. καὶ εἰκὸς μὲν ἦν τὸν Ζήνωνα ὡς ἐφ’ ἑκάτερα γυμναστικῶς ἐπιχειροῦντα διὸ καὶ ‘ἀμφοτερόγλωσσος’ λέγεται) καὶ τοιούτους ἐκφέρειν λόγους περὶ τοῦ ἑνὸς ἀποροῦντα· ἐν μέντοι τῷ συγγράμματι αὐτοῦ πολλὰ ἔχοντι ἐπιχειρήματα καθ’ ἕκαστον δείκνυσιν, ὅτι τῷ πολλὰ εἶναι λέγοντι συμβαίνει τὰ ἐναντία λέγειν· ὧν ἕν ἐστιν ἐπιχείρημα, ἐν ᾧ δείκνυσιν ὅτι εἰ πολλά ἐστι, καὶ μεγάλα ἐστὶ καὶ μικρά· μεγάλα μὲν ὥστε ἄπειρα τὸ μέγεθος εἶναι, μικρὰ δὲ οὕτως ὥστε μηθὲν ἔχειν μέγεθος. ἐν δὴ τούτῳ δείκνυσιν, ὅτι οὗ μήτε μέγεθος μήτε πάχος μήτε ὄγκος μηθείς ἐστιν, οὐδ’ ἄν εἴη τοῦτο. “εἰ γὰρ ἄλλῳ ὄντι, φησί, προσγένοιτο, οὐδὲν ἂν μεῖζον ποιήσειεν· μεγέθους γὰρ μηδενὸς ὄντος, προσγενομένου δὲ οὐδὲν οἷόν τε εἰς μέγεθος ἐπιδοῦναι. καὶ οὕτως ἄν ἤδη τὸ προσγινόμενον οὐδὲν εἴη. εἰ δὲ ἀπογινομένου τὸ ἕτερον μηδὲν ἔλαττόν ἐστι, μηδὲ αὖ προσγινομένου αὐξήσεται, δῆλον ὅτι τὸ προσγενόμενον οὐδὲν ἦν οὐδὲ τὸ ἀπογενόμενον.’’ καὶ ταῦτα οὐχὶ τὸ ἓν ἀναιρῶν ὁ Ζήνων λέγει. ἀλλ’ ὅτι μέγεθος ἔχει ἕκαστον τῶν πολλῶν καὶ ἀπείρων τῷ πρὸ τοῦ λαμβανομένου ἀεί τι εἶναι διὰ τὴν ἐπ’ ἄπειρον τομήν· ὃ δείκνυσι προδείξας ὅτι οὐδὲν ἔχει μέγεθος ἐκ τοῦ ἕκαστον τῶν πολλῶν ἑαυτῶ ταὐτὸν εἶναι καὶ ἕν. καὶ ὁ Θεμίστιος δὲ τὸν Ζήνωνος λόγον ἓν εἶναι τὸ ὂν κατασκευάζειν φησὶν ἐκ τοῦ συνεχές τε αὐτὸ εἶναι καὶ ἀδιαίρετον “εἰ γὰρ διαιροῖτο, φησίν, οὐδὲ ἔσται ἀκριβῶς ἓν διὰ τὴν ἐπ’ ἄπειρον τομὴν τῶν σωμάτων". ἔοικε δὲ μᾶλλον ὁ χηνῶν λέγειν ὡς οὐδὲ πολλὰ ἔσται. ‘Ο μέντοι Πορφύριος καὶ τὸν ἐκ τῆς διχοτομίας λόγον φησὶν εἶναι ἓν τὸ ὂν ἐκ ταύτης πειρωμένου δεικνύναι. γράφει δὲ οὕτως· “ἕτερος δὲ ἦν λόγος τῷ Παρμενίδῃ ὁ διὰ τῆς διχοτομίας οἰόμενος δεικνύναι τὸ ὂν ἓν εἶναι μόνον καὶ τοῦτο ἀμερὲς καὶ ἀδιαίρετον. εἰ γὰρ εἴη, φησί, διαιρετόν, τετμήσθω δίχα, κἄπειτα τῶν μερῶν ἑκάτερον δίχα, καὶ τούτου ἀεὶ γενομένου δῆλόν φησιν, ὡς ἤτοι ὑπομενεῖ τινὰ ἔσχατα μεγέθη ἐλάχιστα καὶ ἄτομα, πλήθει δὲ ἄπειρα, καὶ τὸ ὅλον ἐξ ἐλαχίστων, πλήθει δὲ ἀπείρων συστήσεται· ἢ φροῦδον ἔσται καὶ εἰς οὐθὲν ἔτι διαλυθήσεται καὶ ἐκ τοῦ μηδενὸς συστήσεται• ἅπερ ἄτοπα. οὐκ ἄρα διαιρεθήσεται, ἀλλὰ μενεῖ ἕν. καὶ γὰρ δὴ ἐπεὶ πάντῃ ὅμοιόν ἐστιν, εἴπερ διαιρετὸν ὑπάρχει, πάντῃ ὁμοίως " ἔσται διαιρετόν, ἀλλ’ οὐ τῇ μέν, τῇ δὲ οὔ. διῃρήσθω δὴ πάντῃ· δῆλον οὖν πάλιν ὡς οὐδὲν ὑπομενεῖ, ἀλλ’ ἔσται φροῦδον, καὶ εἴπερ συστήσεται, πάλιν ἐκ τοῦ μηδενὸς συστήσεται. εἰ γὰρ ὑπομενεῖ τι, οὐδέ πω γενήσεται πάντη διῃρημένον. ὥστε καὶ ἐκ τούτων φανερόν φησιν, ὡς ἀδιαίρετόν τε καὶ ἀμερὲς καὶ ἓν ἔσται τὸ ὄν. οἱ δὲ περὶ τὸν Ξενοκράτην τὴν μὲν πρώ- την ἀκολουθίαν ὑπεῖναι συνεχώρουν, τουτέστιν ὅτι εἰ ἕν ἐστι τὸ ὂν καὶ ἀδιαίρετον ἔσται, οὐ μὴν ἀδιαίρετον εἶναι τὸ ὄν. διὸ πάλιν μηδὲ ἓν μόνον ὑπάρχειν τὸ ὄν, ἀλλὰ πλείω. διαιρετὸν μέντοι μὴ ἐπ’ ἄπειρον εἶναι, ἀλλ’ εἰς ἄτομά τινα καταλήγειν. ταῦτα μέντοι μὴ ἄτομα εἶναι ὡς ἀμερῆ καὶ ἐλάχιστα, ἀλλὰ ι κατὰ μὲν τὸ ποσὸν καὶ τὴν ὕλην τμητὰ καὶ μέρη ἔχοντα, τῷ δὲ εἴδει ἄτομα καὶ πρῶτα, πρώτας τινὰς ὑποθέμενος εἶναι γραμμὰς ἀτόμους καὶ τὰ ἐκ τούτων ἐπίπεδα καὶ στερεὰ πρῶτα. τὴν οὖν ἐκ τῆς· διχοτομίας καὶ ἁπλῶς τῆς ἐπ’ ἄπειρον τομῆς καὶ διαιρέσεως ὑπαντῶσαν ἀπορίαν ὁ Ξενοκράτης οἴεται διαλύεσθαι τὰς ἀτόμους εἰσαγαγὼν γραμμὰς καὶ ἁπλῶς ἄτομα ποιήσας μεγέθη, φεύγων τὸ <τὸ> ὂν εἴπερ ἐστὶ διαιρετὸν εἰς τὸ μὴ ὂν διαλυθῆναι καὶ ἀναλωθῆναι τῶν ἀτόμων γραμμῶν ἐξ ὧν ὑφίσταται τὰ ὄντα μενουσῶν ἀτμήτων καὶ ἀδιαιρέιων.’’ ἐν δὴ τούτοις τοῖς ὑπὸ τοῦ Πορφυρίου ῥηθεῖσιν ὅτι μὲν πρὸς ἔπος ἡ μνήμη γέγονε τοῦ ἐκ τῆς διχοτομίας λόγου διὰ τοῦ τῇ διαιρέσει ἀκολουθοῦντος ἀτόπου τὸ ἀδιαίρετον καὶ ἓν εἰσάγοντος, εὖ ἄν ἔχοι. ἐφιστάνειν δὲ ἄξιον, εἰ Παρμενίδου καὶ μὴ Ζήνωνός ἐστιν ὁ λόγος, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ. οὔτε γὰρ ἐν τοῖς Παρμενιδείοις λέγεταί τι τοιοῦτο καὶ ἡ πλείστη ἱστορία τὴν ἐκ τῆς διχοτομίας ἀπορίαν εἰς τὸν Ζήνωνα ἀναπέμπει. καὶ δὴ καὶ ἐν τοῖς περὶ κινήσεως λόγοις ὡς Ζήνωνος ἀπο- μνημονευεται. Καὶ τί δεῖ πολλὰ λέγειν, ὅτε καὶ ἐν αὐτῷ φέρεται τῷ τοῦ Ζήνωνος συγγράμματι; πάλιν γὰρ δεικνύς, ὅτι εἰ πολλά ἐστι, τὰ αὐτὰ πεπερασμένα ἐστὶ καὶ ἄπειρα, γράφει ταῦτα κατὰ λέξιν ὁ χηνῶν· “εἰ πολλά ἐστιν, ἀνάγκη τοσαῦτα εἶναι ὅσα ἐστὶ καὶ οὔτε πλείονα αὐτῶν οὗτε ἐλάττονα. εἰ δὲ το- σαῦτά ἐστιν ὅσα ἐστί, πεπερασμένα ἄν εἴη. εἰ πολλά ἐστιν, ἄπειρα τὰ ὄντα ἐστίν. ἀεὶ γὰρ ἕτερα μεταξὺ τῶν ὄντων ἐστί, καὶ πάλιν ἐκείνων ἕτερα μεταξύ. καὶ οὕτως ἄπειρα τὰ ὄντα ἐστί.’’ καὶ οὕτως μὲν τὸ κατὰ τὸ πλῆθος ἄπειρον ἐκ τῆς διχοτομίας ἔδειξε. τὸ δὲ κατὰ μέγεθος, πρό- τερον κατὰ τὴν αὐτὴν ἐπιχείρησιν. προδείξας γὰρ ὅτι ἱεῖ μὴ ἔχοι μέγεθος " τὸ ὂν οὐδ’ ἄν εἴη’’, ἐπάγει “εἰ δὲ ἔστιν, ἀνάγκη ἕκαστον μέγεθός τι ἔχειν καὶ πάχος καὶ ἀπέχειν αὐτοῦ τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου. καὶ περὶ τοῦ προύχοντος ὁ αὐτὸς λόγος. καὶ γὰρ ἐκεῖνο ἕξει μέγεθος καὶ προέξει αὐτοῦ τι. ὅμοιον δὴ τοῦτο ἅπαξ τε εἰπεῖν καὶ ἀεὶ λέγειν· οὐδὲν γὰρ αὐτοῦ τοι- οῦτον ἔσχατον ἔσται οὔτε ἕτερον πρὸς ἕτερον οὐκ ἔσται. οὕτως εἰ πολλά ἐστιν, ἀνάγκη αὐτὰ μικρά τε εἶναι καὶ μεγάλα, μικρὰ μὲν ὥστε μὴ ἔχειν μέγεθος, μεγάλα δὲ ὥστε ἄπειρα εἶναι’’. μήποτε οὖν Ζήνωνος μέν ἐστιν ὁ ἐκ τῆς διχοτομίας λόγος, ὡς Ἀλέξανδρος βούλεται, οὐ μέντοι τὸ ἓν ἀναι- ροῦντος ἀλλὰ τὰ πολλὰ μᾶλλον τῷ τἀναντία· συμβαίνειν τοῖς ὑποτιθεμένοις αὐτὰ καὶ ταύτῃ τὸν Παρμενίδου λόγον βεβαιοῦντος ἓν εἶναι λέγοντα τὸ ὄν. ὥστε καὶ ἡ μνήμη νῦν εὔλογος τοῦ ἐκ τῆς διχοτομίας λόγου καὶ τῶν οὐ καλῶς ἐνδεδωκότων αὐτῷ, ὡς εἰ μὴ εἴη τινὰ ἄτμητα μεγέθη, ἀνάγκη ἄπειρα καὶ πλήθει καὶ μεγέθεσιν εἶναι τὰ ὄντα, καὶ διὰ τοῦτο ἀτόμους γραμμὰς ὑποθεμένων, ἵνα καὶ πολλὰ εἴη τὰ ὄντα καὶ μὴ ἐπ’ ἄπειρον τὸ πλῆθος καὶ τὸ μέγεθος προχωροίη. καίτοι πάλιν ἀντιφάσει δοκοῦσι περι- πίπτειν μέγεθος ἀμέγεθες λέγοντες. διὸ ταύτην μὲν τὴν ἔνδοσιν ὁ Ἀριστο- τέλης οὐκ ἀποδέχεται. οὐ γὰρ εἰ ἐπ’ ἄπειρον διαιρετόν ἐστι τὸ μέγεθος, ἤδη καὶ ἄπειρά ἐστιν αὐτοῦ ἐνεργείᾳ τὰ μέρη, ἀλλ’ ἓν μὲν ἐνεργείᾳ, δυνάμει δὲ πολλά. διὸ οὐ τὰ ἀντικείμενα ἢ τὴν τοιαύτην λύσιν ἐπὶ τῶν ἓν καὶ πολλὰ τὸ αὐτὸ λεγόντων καλῶς ὁ Ἀριστοτέλης ἐπήγαγεν. ἐπὶ μέντοι τῶν ἄπειρα δεικνύντων οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι δυνάμει ἄπειρά ἐστι τὰ τοῦ συνεχοῦς μέρη. ἦ γὰρ ἄν καὶ ἐνεργείᾳ ποιὲ ἐγένετο ἄπειρα, εἰ μὴ τὸ δυ- νάμει μάτην ἔχοι. ἀλλὰ ῥητέον ὡς ὁ Πορφύριός φησιν ὅτι “ἕτερόν τὸ ἐπ’ ἄπειρον εἶναι διαιρετὸν τὸ συνεχὲς καὶ ἄλλο τὸ εἰς ἄπειρα διῃρῆσθαι’’. γίνεσθαι μὲν γὰρ ἡ διαίρεσις ἀεὶ δύναται καὶ τοῦτό ἐστι τὸ ἐπ’ ἄπειρον αὐτὴν εἶναι, γεγενῆσθαι δὲ καὶ καταλῆξαι οὐδέποτε δύναται, ἐπεὶ παυσα- μένη γε πεπέρανται. διαφέρει γὰρ τὸ εἰς ἄπειρά τι διῃρῆσθαι καὶ τὸ ἐπ’ ἄπειρόν τι διαιρεῖν. τὸ μὲν γὰρ οὐκ ἄν ποτε γένοιτο οὐδ’ ἂν συμπερανθείη, τὸ δὲ οὐκ ἄν ποτε ἐπιλίποι ἀεὶ γινόμενον· διὰ γὰρ τὸ θάτερον ἀεὶ γίνεσθαι καὶ μὴ οἷόν τε εἶναι καταλῆξαι, οὐκ ἄν θάτερον ἐπιτελεσθείη. μὴ τοίνυν ταραττέσθω τις, πῶς τὸ ἐπ’ ἄπειρον διαιρετὸν δυνάμει ἔχον τὸ διαιρεῖσθαι διαιρετὸν γὰρ τὸ δυνάμενον διαιρεῖσθαί ἐστιν) οὐδέποτε ὅμως εἰς ἄπειρα διαιρεῖται· δόξει γὰρ μάτην ἔχειν τὸ δυνάμει, ὃ μὴ ἐκβαίνει μηδέποτε εἰς ἐνέργειαν. τοῦτο οὖν μὴ ταραττέτω· τὸ γὰρ ἐπ’ ἄπειρον διαιρετὸν οὐκ ἔστι δυνάμει εἰς ἄπειρα διῃρημένον, ἀλλ’ ἐπ’ ἄπειρα διαιρούμενον. τοῦτο δὲ καὶ ἐνεργείᾳ ἀεὶ ἔχει, εἴπερ πᾶν τὸ ληφθὲν θὲν διαιρετόν ἐστι, καὶ διαιρεῖταί " γε εἰ μηδὲν κωλύει, κἄν μὴ ὑφ’ ἡμῶν, ὑπὸ τῆς φύσεως καὶ προστιθείσης ἀεὶ καὶ διαιρούσης. ὅτι δὲ παντὸς συνεχοῦς ἐπ’ ἄπειρον διαιρουμένου βε- βαιοῦται τὸ μηδὲν εἶναι μέγεθος μήτε εἰς μεγέθη ἀδιαίρετα μήτε εἰς ἀμεγέθη διαιρούμενον, δῆλον· παντὸς γὰρ τοῦ ληφθέντος συνεχοῦς ἔστι τι μέρος καὶ αὐτὸ συνεχὲς ὄν, εἴπερ ἐπ’ ἄπειρον· καὶ εἰ εἰς μεγέθη δὲ πᾶσα διαίρεσις, δῆλον ὅτι ἐπ’ ἄπειρον ἡ διαίρεσις. ὅτι δὲ εἰς μεγέθη, φανερόν, εἴπερ τὰ σημεῖα μήτε ἅπτεσθαι ἀλλήλων δύναται μήτε διάστασιν ποιεῖν. σημεῖον γὰρ σημείῳ προστιθέμενον σημεῖον ποιεῖ, ἀλλ’ οὐ μέγε- θος. οὔτε οὖν ἐκ σημείων σύγκειται οὔτε εἰς σημεῖα διαιρεῖται· ἀλλ’ οὐδὲ εἰς ἄπειρα μεγέθη ποτὲ διαιρεθήσεται πεπερασμένον ὑπάρχον· εἰς ἃ γὰρ διαιρεῖται, καὶ σύγκειται ἐξ ἐκείνων· τὸ δὲ ἐξ ἀπείρων τῷ πλήθει μεγεθῶν, ἄπειρον ἂν εἴη τῷ μεγέθει. εἰ γὰρ πεπερασμένον, δέξαιτο ἄν προσθήκην ἄλλου τινὸς ὁμοίου τοῖς συνθεῖσιν αὐτό. καὶ οὕτως οὐκ ἦν ἄπειρα τῷ πλήθει ἐκεῖνα. Ἐπειδὴ δὲ καὶ Ξενοκράτης σοφὸς ἦν ἀνήρ, πῶς ἄρα τὰς ἀτόμους γραμμὰς ὑπετίθετο; ι οὐ γὰρ δὴ τὴν φύσιν τοὐ μεγέθους ἠγνόει, ἀλλ’ οὐδὲ " τῶ εἴδει διαιρετὸν ἔλεγε. τοῦτο γὰρ οὐ μόνον αἱ ἐλάχισται γραμμαὶ ἔχουσιν, ἀλλὰ καὶ τὰ μέγιστα σώματα. μήποτε οὖν οὐ πρὸς τὴν ἐπ’ ἄπειρον το- μὴν ἐνίσταται ὁ Ξενοκράτης οὐ γὰρ ἂν γεωμετρικὴν ἀρχὴν ἀνεῖλε μετρικὸς ὢν ἀνήρ), ἀλλὰ πρὸς τὸ εἰς ἄπειρα διῃρῆσθαι ὄντων ἀεί τινων ἀτμήτων μεγεθῶν· ἅτινα οὐδ’ ὑπὸ τῆς φύσεως ἰσχύει καθ’ αὑτὰ διαι- ρεῖσθαι διὰ σμικρότητα, ἀλλ’ ἑνωθέντα πάλιν ἄλλοις σώμασιν, οὕτω τοῦ ὅλου διαιρουμένου, ἐν ἑαυτοῖς ἐκεῖνα δέχεται τὴν διαίρεσιν, ἣν μόνα ὄντ’ οὐκ ἄν ὑπέμεινεν. ὡς οὖν ὁ Πλάτων’ ἐπίπεδα εἶπεν εἶναι τὰ πρῶτα καὶ ἐλάχιστα σώματα, οὕτως ὁ Ξενοκράτης γραμμὰς ἀδιαιρέτους μὲν διὰ σμι- κρότητα, διαιρετὰς δὲ καὶ αὐτὰς οὔσας τῇ φύσει. Ἀλλ’ ἐπειδὴ πρὸς πέρας ἤδη τῶν πρὸς Παρμενίδην λόγων ἀφίγμεθα, καλῶς ἂν ἔχοι τήν τε Παρμενίδου δόξαν αὐτοῦ περὶ τοῦ ἑνὸς ὄντος ὡς σύμμετρον τοῖς προκειμένοις ἀνιχνεῦσαι καὶ τὰς ἀντιλογίας πρὸς τί γεγό- νασιν ἐπισκέψασθαι. ὅτι μὲν οὖν οὐ τῶν γινομένων τι καὶ φθειρομένων ὁ Παρμενίδης τὸ ἓν ὂν τίθεται, δηλοῖ τὸ σημεῖον αὐτοῦ ἓν τὸ ἀγένητον ἄφθαρτον λέγον, ἐν οἷς φησι μόνος δ’ ἔτι μῦθος ὁδοῖο λείπεται ὡς ἔστι. ταύτῃ δ’ ἐπὶ σήματ’ ἔασι πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν. οὐ μὴν οὐδὲ σωματικὸν ὅλως τὸ ἓν ὃν εἶναι βούλεται, εἴπερ ἀδιαίρετον αὐτό " φησι λέγων οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον. ὥστ’ οὐδὲ τῷ οὐρανῷ ἐφαρμόττει τὰ παρ’ αὐτοῦ λεγόμενα, ὥς τινας ὑπο- λαβεῖν ὁ Εὔδημός φησιν ἀκούσαντας τοῦ πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ. οὐ γὰρ ἀδιαίρετος ὁ οὐρανός, ἀλλ’ οὐδὲ ὅμοιος σφαίρᾳ, ἀλλὰ σφαῖρά ἐστιν ἡ τῶν φυσικῶν ἀκριβεστάτη. ὅτι δὲ οὐδὲ ψυχικὸν τὸ ἓν ὂν ὁ Παρμενίδης λέγει, δηλοῖ τὸ ἀκίνητον αὐτὸ φάναι οἶον. ἀκίνητον τελέθει· τῷ πάντ’ ὄνομα εἶναι, τῆς ψυχικῆς οὐσίας καὶ κατὰ τοὺς ’Eλεατικοὺς κίνησιν ἐχούσης. λέγει δὲ καὶ ὁμοῦ πᾶν εἶναι τὸ ὄν ἐπεὶ νῦν ἐστιν ὁμοῦ πᾶν, καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ταὐτὸν ὂν ἐν ταὐτῷ τε μένον καθ’ ἑαυτό τε κεῖται. καὶ δηλονότι καὶ κατ’ οὐσίαν καὶ κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν ἔχει τό τε ‘ὁμοῦ πᾶν’ καὶ τὸ ‘κατὰ ταὐτά’, ἅπερ ἐπέκεινα τῆς ψυχικῆς ὑποστάσεως. μήποτε δὲ οὐδὲ νοερὸν αὐτό φησι· τὸ μὲν γὰρ νοερὸν κατὰ τὴν ἀπὸ τοῦ νοητοῦ διάκρισιν καὶ τὴν πρὸς τὸ νοητὸν ἐπιστροφὴν ὑπέστη, τὸ δὲ ἓν ὂν ταὐτὸν εἶναί φησι νοεῖν τε καὶ νοητὸν καὶ νοῦν δηλονότι γράφων οὕτως, ταὐτὸν δ’ ἐστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα. οὐ γὰρ ἄνευ τοῦ ἐόντος τουτέστι τοῦ νοητοῦ), ἐν ᾧ πεφατι- σμενον εὑρήσεις τὸ νοεῖν. ἔτι δὲ τὸ νοερὸν διακεκριμένον ἐστὶν εἰς εἴδη, ὥσπερ τὸ νοητὸν τὴν τῶν εἰδῶν διάκρισιν προείληφεν. ὅπου δὲ διάκρισις, ἐκεῖ καὶ ἑτερότης· ταύτης δὲ οὔσης καὶ τὸ μὴ ὂν παραφαίνεται. τὸ γὰρ ἕτερον οὐκ ἔστιν ὅπερ τὸ ἕτερον, ὁ δὲ Παρμενίδης τὸ μὴ ὂν ἐκ τοῦ ἑνὸς ὄντος παντάπασιν ἐξορίζει. οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ὄντα, ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα. ἀλλ’ οὐδὲ κοινότητά τινα εἶναι βούλεται τὸ ἓν ὄν, οὕτε τὴν ὑστερογενῆ καὶ ἐξ ἀφαιρέσεως ἐν ταῖς ἡμετέραις ἐννοίαις ὑφισταμένην οὔτε γὰρ ἀγέ- νητὸς οὔτε ἀνώλεθρός ἐστιν αὕτη), ἀλλ’ οὐδὲ ἡ ἐν τοῖς πράγμασίν ἐστι κοινότης· αἰσθητὴ γὰρ αὕτη καὶ τῶν δοξαστῶν καὶ ἀπατηλῶν, περὶ ὧν ὕστερον λέγει, καὶ ἄλλη παρὰ τὰς διαφοράς ἐστιν, ὡς ἤδη πεπονθέναι τὴν ἑτερότητα καὶ τὸ μὴ ὄν. πῶς δ’ ἄν ἐπὶ ταύτης ἀληθεύοι τὸ νῦν εἶναι ὁμοῦ πᾶν ἢ τὸ συνῃρηκέναι ἐν ἑαυτῇ τὸν νοῦν καὶ τὸ νοητόν; ἀλλ’ ἆρα μὴ οὐσίαν λέγει τὴν ἄτομον τὸ ἓν ὄν ἢ αὕτη πλέον ἀπᾴδει; καὶ γὰρ γενητὴ ἡ ἄτομος οὐσία καὶ ἑτερότητι διειλημμένη καὶ ἔνυλος καὶ αἰσθητὴ καὶ ἄλλη παρὰ τὸ συμβεβηκός. ἔστι δὲ καὶ διαιρετὴ καὶ ἐν κινήσει. λείπεται οὖν τὸ νοητὸν πάντων αἴτιον, δι’ ὃ καὶ ὁ νοῦς ἐστι καὶ τὸ νοεῖν, ἐν ᾧ πάντα κατὰ μίαν ἕνωσιν συνῃρημένως προείληπται καὶ ἡνωμένως, τοῦτο εἶναι τὸ Παρμενίδειον ἓν ὄν, ἐν ᾧ μία φύσις καὶ τοῦ ἑνὸς καὶ ὄντος ἐστί· διὸ καὶ χηνῶν ἔλεγεν, εἴ τις αὐτῷ τὸ ἓν ἐπιδείξοι, αὐτὸς ἀποδώσειν τὸ ὄν, οὐχ ὡς ἀπογινώσκων τοῦ ἑνός, ἀλλ’ ὡς ἅμα τῷ ὄντι συνυφεστῶτος. τούτῳ δὴ τῷ ἑνὶ ὄντι πάντα ἁρμόττει τὰ εἰρημένα συμπεράσματα· καὶ γὰρ τὸ ἀγένητον καὶ ἀνώλεθρον καὶ τὸ ὁλόκληρον μονογενές. τῷ γὰρ ὄντι μεθ’ ἑτέρου δεύ- τερον οὐκ ἂν εἴη τὸ πρὸ πάσης ὂν διακρίσεως. τούτῳ δὲ καὶ τὸ ὁμοῦ πᾶν προσήκει καὶ τὸ μηδαμῇ χώραν ἔχειν ἐν αὐτῷ τὸ μὴ ὄν, ἔτι δὲ τὸ ἀδιαίρετον καὶ ἀκίνητον κατὰ πᾶν εἶδος διαιρέσεως καὶ κινήσεως καὶ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ὄν τε καὶ πέρατι τῶν πάντων ἑστάναι. εἰ δὲ τοῦτό ἐστιν οὗ ἕνεκα τὸ νοεῖν, δῆλον ὅτι τὸ νοητόν ἐστι· τοῦ γὰρ νοητοῦ ἕνεκα καὶ τὸ νοεῖν καὶ ὁ νοῦς. εἰ δὲ ταὐτὸν ἐν ταὐτῶ καὶ τὸ νοεῖν καὶ τὸ νοητόν, ἄφατος ἂν εἴη ἡ τῆς ἑνώσεως ὑπερβολή. καὶ εἴ τῳ μὴ δοκῶ γλίσχρος, ἡδέως ἂν τὰ περὶ τοῦ ἑνὸς ὄντος ἔπη τοῦ Παρμενίδου μηδὲ πολλὰ ὄντα τοῖσδε τοῖς ὑπομνήμασι παραγράψαιμι διά τε τὴν πίστιν τῶν ὑπ’ ἐμοῦ λεγομένων καὶ διὰ τὴν σπάνιν τοῦ Παρμενιδείου συγγράμματος· ἔχει δὲ οὑτωσὶ τὰ μετὰ τὴν τοῦ μὴ ὄντος ἀναίρεσιν· μοῦνος δ’ ἔτι μῦθος ὁδοῖο λείπεται, ὡς ἔστι. ταύτῃ δ’ ἐπὶ σήματ’ ἔασι πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν, οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀτέλεστον. οὐδέ ποτ’ ἦν οὐδ’ ἔσται, ἐπεὶ νῦν ἐστιν ὁμοῦ πᾶν ἓν συνεχές· τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ; πῇ πόθεν αὐξηθέν; οὔτ’ ἐκ μὴ ὄντος ἐάσω φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητὸν ἐστὶν ὅπως οὐκ ἔστι. τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν ὕστερον ἢ πρόσθεν τοῦ μηδενὸς ἀρξάμενον φ.ῦν; οὕτως ἢ πάμπαν πέλεναι χρεών ἐστιν ἢ οὐχί. οὐδέ ποτ’ ἐκ μὴ ὄντος ἐφήσει πίστιος ἰσχὺς γίγνεσθαί τι παρ’ αὐτό. τοῦ εἵνεκεν οὔτε γενέσθαι οὔτ’ ὄλλυσθαι ἀνῆκε δίκη χαλάσασα πέδησιν, ἀλλ’ ἔχει. ἡ δὲ κρίσις περὶ τούτων ἐν τῷδ’ ἔνεστιν· ἔστιν ἢ οὐκ ἔστιν· κέκριται δ’ οὖν ὥσπερ ἀνάγκη, τὴν μὲν ἐᾶν ἀνόητον, ἀνώνυμον οὐ γὰρ ἀληθὴς ἐστὶν ὁδός), τὴν δ’ ὥστε πέλειν καὶ ἐτήτυμον εἶναι. πῶς δ’ ἄν ἔπειτα πέλοι τὸ ἐόν, πῶς δ’ ἄν κε γένοιτο; εἰ γὰρ ἔγεντ’ οὐκ ἔστ’ οὐδ’ εἴ ποτε μέλλει ἔσεσθαι. τὼς γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὄλεθρος. οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον· οὐδέ τι τῇ μᾶλλον, τό κεν εἴργοι μιν συνέχεσθαι, οὐδέ τι χειρότερον, πᾶν δ’ ἔμπλεον ἐστιν ἐόντος. τῷ ξυνεχὲς πᾶν ἐστιν· ἐὸν γὰρ ἐόντι πελάζει. αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν ἔστιν ἄναρχον, ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος τῇδε μάλ’ ἐπλάγχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής. ταὐτόν τ’ ἐν ταὐτῷ τε μένον καθ’ ἑαυτό τε κεῖται. χοὔτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ἀνάγκη πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει. οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι. ἔστι γὰρ οὐκ ἐπιδευές, μὴ ὂν δ’ ἄν παντὸς ἐδεῖτο. ταὐτὸν δ’ ἐστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα. οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ᾧ πεφατισμένον ἐστίν, εὑρήσεις τὸ νοεῖν. οὐδ’ εἰ χρόνος ἐστὶν ἢ ἔσται ἄλλο πάρεξ τοῦ ἐόντος. ἐπεὶ τό γε μοῖρ’ ἐπέδησεν οὖλον ἀκίνητόν τ’ ἔμεναι. τῷ πάντ’ † ὠνόμασται ὅσσα βροτοὶ κατέθεντο πεποιθότες εἶναι ἀληθῆ, γίγνεσθαί τε καὶ ὄλλυσθαι, εἶναί τε καὶ οὐχί, καὶ τόπον ἀλλάσσειν διά τε χρόα φανὸν ἀμείβειν. αὐτὰρ ἐπεὶ πεῖρας πύματον, τετελεσμένον ἐστὶ πάντοθεν, εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον πέλεναι χρεών ἐστι τῇ ἢ τῇ. οὔτε γὰρ οὔτ’ ἐὸν ἔστι, τό κεν παύῃ μιν ἱκνεῖσθαι εἰς ὁμόν, οὔτ’ ἐὸν ἔστιν ὅπως εἴη κεν ἐόντος τῇ μᾶλλον τῇ δ’ ἧσσον, ἐπεὶ πᾶν ἐστιν ἄσυλον· † οἱ γὰρ πάντοθεν ἶσον, ὁμῶς ἐν πείρασι κύρει. ἐν τῷ σοι παύω πιστὸν λόγον ἠδὲ νόημα ἀμφὶς ἀληθείης· δόξας δ’ ἀπὸ τοῦδε βροτείας μάνθανε, κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων. ταῦτα μὲν οὖν τὰ περὶ τοῦ ἑνὸς ὄντος ἔπη τοῦ Παρμενίδου. μεθ’ ἃ λοιπὸν περὶ τῶν δοξαστῶν διαλέγεται ἄλλας ἀρχὰς ἐν ἐκείνοις ὑποτιθέμενος, ὧν καὶ Ἀριστοτέλης ἐν τοῖς ἑξῆς μνημονεύει λέγων “καὶ γὰρ Παρμενίδης θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ, ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν’’. εἰ δ’ εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ τὸ ἓν ὄν φησι, μὴ θαυμάσῃς· διὰ γὰρ τὴν ποίησιν καὶ μυθικοῦ τινος παράπτεται πλάσματος. τί οὖν διέφερε τοῦτο εἰπεῖν ἢ ὡς ’Oρφεὺς εἶπεν ὤεον ἀργύφεον’’; καὶ δῆλον ὅτι τινὰ μὲν τῶν εἰρημένων ὁλοσχερέστερον λεγόμενα καὶ ἄλλοις ἐφαρμόττει τοῖς μετ’ αὐτό· ὥσπερ τὸ “ἀγέντητον καὶ ἀνώλεθρον’’ καὶ τῇ ψυχῇ καὶ τῷ νοὶ· προσήκει καὶ τὸ “ἀκίντητον καὶ ἐν ταὐ- τῷ μένον’’ τῷ νοί· πάντα δὲ ἅμα καὶ εἱλικρινῶς ἀκουόμενα ἐκείνῳ πρέπει. κἄν γὰρ κατά τι σημαινόμενον ἀγένητός ἐστιν ἡ ψυχὴ καὶ ὁ νοῦς, ἀλλὰ πρὸς τοῦ νοητοῦ παρήχθη. καὶ τὸ ἀκίνητον ἔχει κυρίως, ἐν ᾧ οὐδὲ ἡ κατὰ τὴν ἐνέργειαν κίνησις διακέκριται καὶ τὸ ἐν ταὐτῷ μένειν κυρίως τῷ μένοντι προσήκει. ψυχὴ δὲ καὶ ὁ πολυτίμητος νοῦς ἀπὸ τοῦ μένοντος προελήλυθε καὶ ἐπέστραπται πρὸς αὐτό. δῆλον δὲ ὅτι ὅσα ὑπάρχειν ἐκείνῳ λέγεται ἡνωμένως μὲν ἐν αὐτῷ προείληπται, διακεκριμένως δὲ καὶ ὡς κατὰ τὸν λόγον ἐμφαίνεται ἀπ’ αὐτοῦ μετ’ αὐτὸ προελήλυθε. καὶ δοκεῖ μὲν ὡς πρῶτον αἴτιον ὑπὸ τοῦ Παρμενίδου παραδίδοσθαι, εἴπερ ὅν ἐστι “ὁμοῦ τὸ πᾶν’’ καὶ “πεῖρας πύματον’’• εἰ δὲ μὴ ἀπλῶς ἓν αὐτό, ἀλλὰ ἓν ὂν εἶπε, καὶ εἰ “μονογενές’’, καὶ εἰ πέρας μὲν “τετελεσμένον’’ δέ, τάχα ἐνδείκνυται τὴν ἄρρητον τῶν πάντων αἰτίαν ὑπὲρ αὐτὸ ἱδρῦσθαι. πῶς οὖν καὶ Πλάτων’ καὶ Ἀριστοτέλης ἀντιλέγοντες φαίνονται πρὸς τὸν Παρμενίδην; ἢ ὁ μὲν Πλάτων’, διχῶς ἀντιλέγων αὐτῷ κατά τε τὸ ἓν λέγειν τὸ ὃν καὶ κατὰ τὸ τελέως ἀναιρεῖν τὸ μὴ ὄν, ἀπὸ τοῦ νοεροῦ καὶ διακεκριμένου διακόσμου τὴν ἀντι- λογίαν πεποίηται, ἐν ᾧ καὶ τὸ ὂν ἀπὸ τοῦ ἑνὸς διεκρίθη καὶ οὐκ ἔμεινεν ἄμφω ἓν καὶ τὰ μέρη ἀπὸ τοῦ ὅλου. ἐκ τούτων γὰρ ἔδειξεν ὁ Πλάτων’, ὅτι οὐχ ἓν ἀλλὰ πλείω τοῦ ἑνὸς τὰ ὄντα· τὸ δὲ μὴ ὂν ἔδειξεν ἐκ τῆς ἐν τοῖς διακεκριμένοις εἴδεσιν ἑτερότητος, δι’ ἣν τὸ ἐκεῖ ὂν κατὰ μίαν ἰδιότητα εἰλημμένον ὂν μέν ἐστι, κίνησις δὲ ἢ στάσις οὐκ ἔστι. καὶ τῶν ἄλλων ἕκαστον ἔστι μὲν ὅ ἐστι, τὰ δὲ ἄλλα οὐκ ἔστι. καὶ δῆλον ὅτι τοῦτο ἐκεῖ πάντως ἐστίν, ὅπου καὶ διάκρισις ἐξεφάνη καὶ ἑτερότης, ἐν μὲν τοῖς νοεροῖς εἰδη- τικῶς, ἐν δὲ τοῖς αἰσθητοῖς διαστατικῶς. τοῦτο δὲ τὸ μὴ ὂν καὶ αὐτὸς ὁ Παρμενίδης ἐν τοῖς δοξαστοῖς συγχωρῶν φαίνεται, εἴπερ ἀπατηλὸν καλεῖ τῶν ἐπῶν τὸν κόσμον τὸν περὶ τὰς βροτείους δόξας· ὅπου δὲ ἀπάτη, ἐκεῖ τὸ μὴ ὄν. ἀπατᾶται γὰρ ὁ τὸ μὴ ὂν εἶναι ἢ τὸ ὂν μὴ εἶναι ἡγούμενος. τὸ μέντοι παντελῶς μὴ ὂν οὐχ ὁ Παρμενίδης μόνος ἀναιρεῖ, ἀλλὰ καὶ ὁ Πλάτων’, ὅς γε καὶ τὴν ζήτησιν ἀποφεύγει τὴν περὶ αὐτοῦ λέγων “μὴ τοίνυν ἡμᾶς εἴπῃ τις, ὅτι τοὐναντίον τοῦ ὄντος τὸ μὴ ὂν ἀποφαινόμενοι τολμῶμεν λέγειν ὡς ἔστιν· ἡμεῖς γὰρ περὶ μὲν ἐναντίου τινὸς αὐτῷ χαίρειν πάλαι λέγομεν, εἴτε ἔστιν εἴτε μή, λόγον ἔχον ἢ καὶ παντάπασιν ἄλογον. ὃ δὲ νῦν εἰρήκαμεν εἶναι τὸ μὴ ὄν, ἢ πεισάτω τις ὡς οὐ καλῶς λέγομεν ἐλέγξας, ἢ μέχριπερ ἀδυνατεῖ, λεκτέον καὶ ἐκείνῳ καθάπερ ἡμεῖς λεγόμεν’· καὶ οὐδὲν θαυμαστὸν ἐν τῷ τοιούτῳ ὄντι τ·ῷ κατὰ μίαν ἰδιότητα ἀφωρισμένῳ τὸ τοιοῦτον μὴ ὂν ἐπιδεῖξαι, ἐν τῷ ὁλοτελεῖ καὶ νοητῷ καὶ πάντα ὄντι πρὸ πάντων ἡνωμένως μηδεμίαν χώραν ἔχοντος μηδὲ τοῦ τοιούτου μὴ ὄντος· ὁ μέντοι Ἀριστοτέλης ἐκ διαιρέσεως προσαγαγὼν τὴν ἀντιλογίαν· ἢ πολλαχῶς, φησί, λέγεται τὸ ὂν καὶ οὕτως πολλὰ ἔσται ἢ μοναχῶς, καὶ ἢ οὐσία ἢ συμβεβηκός. καὶ δῆλον ὅτι οὐδὲν τούτων τῷ νοητῷ προσήκει, ἐν τῇ γενέσει τῆς διαιρέσεως ταύτης ἀναφαινομένης καὶ εἴπερ ἄρα κατ’ αἰτίαν ἐν τῇ νοερᾷ διακρίσει προεημμένης. μηδεὶς δὲ τῷ Πλάτωνι καὶ τῷ Ἀριστοτέλει μεμ- φέ σθω πρὸς ἄλλας ἐννοίας ἀντέγοντι. φιλανθρώπως γὰρ τὰς γενησομένας παρακοὰς προαναστέλλουσιν· ἐπεὶ ὅτι σοφὸν οἴονται τὸν Παρμενίδην δη- λοῦσιν ὁ μὲν Πλάτων’ “βάθος παντάπασι γενναῖον’’ τῇ διανοίᾳ τοῦ ἀνδρὸς μαρτυρῶν, καὶ διδάσκαλον αὐτὸν τοῦ Σωκράτους τῶν ἀκροτάτων μαθημάτων παραδιδούς, ὁ δὲ Ἀριστοτέλης ἀλλαχοῦ που βλέπειν αὐτὸν ὑπονοῶν καὶ πρὸς τοὺς φυσικοὺς αὐτὸν ἀντιδιαστέλλων. ἐπεὶ καὶ ὁ Πλάτων’ τὸ ἓν ὂν τοῦτο παραδέδωκεν ἐν τῷ Παρμενίδῃ τὴν ὑπεροχὴν αὐτοῦ ἀνυμνῶν καὶ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ ἓν αὐτὸ εἶναι διατεινόμενος καὶ ἀνα- βοῶν “οὐκ ἀγαθὸν πολυκοιρανίη’’ πρότερον αὐτοῦ καὶ οὗτος τὴν ἕνωσιν ἀνυμνήσας καὶ ὅτι ταὐτὸν ἐκεῖ νοῦς καὶ νοητὸν καὶ οὐσία καὶ δύναμις καὶ ἐνέργεια καλῶς θεασάμενος. ἀλλὰ τούτων μὲν ἅλις, μὴ καί τῳ δόξωμεν ‘ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν’ κατὰ τὴν παροιμίαν ἐν φυσικῇ πραγματείᾳ τῶν θεολογικῶν τὰ ἀκρότατα ἐπεμβάλλοντες. p. 187 a 12 Ως δὲ οἱ φυσικοί φασι, δύο τρόποι εἰσίν. Αποσχεθυασάμενος τὴν δόξαν τῶν ἓν τὸ ὂν καὶ οὕτως ἓν λεγόντων ὡς αὐτὸ μόνον ὃν καὶ τοῦτο δὲ ἀκίνητον, ἥτις οὐδὲ φυσικῶν ἐστι δόξα, ἀλλὰ τῶν τὰ ὑπὲρ φύσιν σκοπούντων εὐγνωμόνως γὰρ ὁ Ἀριστοτέλης διὰ τῆς πρὸς τοὺς φυσικοὺς ἀντιδιαστολῆς καὶ πρὸς τοὺς σῶμα τὸ ὂν ποιοῦντας πάλιν ὅτι μὴ περὶ φύσεως οὗτοι διαλέγονται ἐνεδείξατο, καὶ μέντοι ἐκ τοῦ ταὐτὸν τὸ ὂν καὶ τὴν ἀρχὴν λαμβάνειν ὅτι καὶ ἐκεῖνοι περὶ ἀρχῆς ἔλεγον δηλοῖ), δείξας οὖν ὅτι οὕτως ἓν εἶναι τὸ ὃν ἀδύνατον, ἐφεξῆς πῶς οἱ φυ- σικοὶ ἓν λέγουσιν εἶναι τὸ ἐξ οὗ καὶ τὸ στοιχεῖον προτίθεται ζητεῖν. καὶ γὰρ τῶν φυσικῶν οἱ μὲν ἕν, οἱ δὲ πολλὰ λέγουσι. καὶ τῶν ἓν λεγόντων δύο τρόπους εἶναί φησι τῆς ἐκ τούτου τῶν ὄντων γενέσεως. πάντες μὲν γὰρ σωματικόν τι τὸ ἓν ὑποτίθενται τοῦτο, ἀλλ’ οἱ μὲν ἕν τι τῶν τριῶν στοιχείων, ὥσπερ Θαλῆς μὲν καὶ Ἵππων τὸ ὕδωρ, Ἀναξιμένης δὲ καὶ Διο- γένης τὸν ἀέρα, Ἡράκλειτος δὲ καὶ Ἵππασος τὸ πῦρ τὴν γὰρ γῆν οὐδεὶς ἠξίωσεν ὑποθέσθαι μόνην διὰ τὸ δυσαλλοίωτον), τινὲς δὲ ἄλλο τι τῶν τριῶν ὑπέθεντο, ὅ ἐστι πυρὸς μὲν πυκνότερον, ἀέρος δὲ λεπτόιερον, ἢ ὡς ἐν ἄλλοις φησίν, ἀέρος μὲν πυκνότερον, ὕδατος δὲ λεπτότερον. καὶ ὁ μὲν Ἀλέξανδρος Ἀναξίμανδρον οἴεται τὸν ἄλλην τινὰ φύσιν σώματος παρὰ τὰ στοιχεῖα τὴν ἀρχὴν ὑποθέμενον, ὁ μέντοι Πορφύριος ὡς τοῦ Ἀριστοτέλους ἀντιδιαιροῦντος τοὺς σῶμα τὸ ὑποκείμενον ἀδιορίστως ποιήσαντας πρὸς τοὺς ἢ τῶν τριῶν τι στοιχείων ἓν ἢ ἄλλο τι τὸ μεταξὺ πυρὸς καὶ ἀέρος, σῶμα μὲν τὸ ὑπο- κείμενον ἀδιορίστως Ἀναξίμανδρον λέγειν φησὶν ἄπειρον οὐ διορίσαντα τὸ εἶδος εἴτε πῦρ εἴτε ὕδωρ εἴτε ἀήρ, τὸ δὲ μεταξὺ καὶ αὐτός, ὥσπερ Νικόλαος ὁ Δαμασκηνός, εἰς Διογένην τὸν Ἀπολλωνιάτην ἀνέπεμψεν. αὐτο- φυέστερον δέ μοι δοκεῖ κατὰ τὴν λέξιν μὴ ὡς ἀντιδιῃρημένου τοῦ σώματος πρὸς τὰ στοιχεῖα καὶ τὸ μεταξὺ ἀκούειν, ἀλλ’ ὡς διῃρημένου μᾶλλον εἴς τε τὰ τρία καὶ τὸ μεταξύ· σῶμα γὰρ τὸ ὑποκείμενόν φησιν ἢ τῶν τριῶν τι ἢ ἄλλο ὅ ἐστι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, καὶ μέντοι κοινῶς περὶ τῶν προειρημένων ἐπήγαγεν, ὅτι τὰ ἄλλα γεννῶσι μανότητι καὶ πυκνότητι, καίτοι τοὐ Ἀναξιμάνδρου, ὡς αὐτός φησι, μὴ οὕτως γεννῶντος, ἀλλὰ κατὰ ἔκκρισιν τὴν ἀπὸ τοῦ ἀπείρου. πῶς οὖν εἰ τοῦ- τον ἔλεγεν εἶναι τὸν σῶμα ἀδιορίστως ὑποθέμενον κοινῶς ἐπήγαγε τὴν κατὰ ἀλλοίωσιν γένεσιν; κοινωνοῦντες δὲ οὗτοι πάντες κατὰ τὸ μίαν λέγειν τὴν ἀρχὴν διχῇ διαιροῦνται κατὰ τοὺς τρόπους τῆς γενέσεως. καὶ γὰρ οἱ μὲν ἐκ· τοῦ ὑλικοῦ ἑνὸς τὰ ἄλλα γεννῶσι μανότητι καὶ πυκνότητι, ὡς Ἀναξιμένης ἀραιούμενον μὲν τὸν ἀέρα πῦρ γίνεσθαί φησι, πυκνούμενον δὲ ἄνεμον, εἶτα νέφος, εἶτα ἔτι μᾶλλον ὕδωρ, εἶτα γῆν, εἶτα λίθους, τὰ δὲ ἄλλ’ ἐκ τούτων. ἐπὶ γὰρ τούτου μόνου Θεόφραστος ἐν τῇ Ἱστορίᾳ τὴν μάνωσιν εἴρηκε καὶ πύκνωσιν. δῆλον δὲ ὡς καὶ οἱ ἄλλοι τῇ μανότητι καὶ πυκνότητι ἐχρῶντο. καὶ γὰρ Ἀριστοτέλης περὶ πάντων τούτων εἶπε κοίνως, ὅτι τὰ ἄλλα γεννῶσι πυκνότητι καὶ μανότητι πολλὰ ποιοῦντες τὰ ἐκ τῆς μιᾶς ὕλης. εἰ δὲ ἡ μάνωσις καὶ ἡ πύκνωσις ἐναντία, ὥσπερ ἔτι καθολικωτέρα ἐναντίωσις ἥ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ὡς καὶ ὁ Πλάτων’ τὸ μέγα καὶ μικρὸν ἔλεγε, δῆλον ὅτι οὗτοι πάντες οὐκέτι μίαν ἔλεγον τὴν ἀρχήν, ἀλλὰ τρεῖς, καὶ ἐναντιότητι ἐχρῶντο, ὃ καὶ αὐτὸς ποιήσει· πλὴν ὁ μὲν Πλάτων μέγα καὶ μικρὸν τὴν ὕλην ἔλεγεν, ἐκ μιᾶς ἀντιθέσεως | πάσας αὐτῇ δυνάμει τὰς ἀντιθέσεις προσεῖναι μαρτυρῶν, οἱ δὲ ἄλλοι ἓν μὲν ἔλεγον τὸ ὑποκείμενον τὴν ὕλην, τὴν δὲ μάνωσιν καὶ πύκνωσιν ἐναντία ὄντα δια- φορὰς καὶ εἴδη. ὥστε πάντες οὗτοι τρεῖς ἔλεγον τὰς ἀρχὰς τά τε ἐναντία καὶ ἄλλο τι ἕν. εἰ μὴ ἄρα ὁ Πλάτων’ οὐχ ὡς δύο ἀρχὰς μέγα καὶ μικρὸν τὴν ὕλην ἔλεγεν, ἀλλὰ συμβολικῶς, ὥσπερ καὶ δυάδα ἀόριστον καὶ ἀσυμ- μετρίαν, ἧς μέρη ὑπερβολὴ καὶ ἔλλειψις καὶ τὸ πολὺ καὶ ὀλίγον καὶ ἡ ἀνι- σότης πάντα τῇ ὕλῃ προσήκοντα. ἅπερ ἴσως διὰ τοῦ μεγάλου καὶ μικροῦ ὁ Πλάτων ἐνεδείκνυτο, ὡς τῆς ὕλης ἀσωμάτου μὲν καὶ ἀμεγέθους οὔσης καὶ διὰ τοῦτο μικρᾶς ἂν λεγομένης, παντὸς δὲ ὄγκου καὶ πάσης διαστάσεως αἰτίας καὶ διὰ τοῦτο μεγάλης. καὶ οὗτος μὲν εἷς τρόπος τῶν ἓν τὸ ὂν ὑποτιθεμένων τὸ μανότητι καὶ πυκνότητι τὸ πλῆθος τῶν ὄντων ὑφιστάνειν· ἕτερος δὲ τρόπος καθ’ ὃν οὐκέτι τὴν μεταβολὴν τῆς ὕλης αἰτιῶνται οὐδὲ κατὰ ἀλλοίωσιν τοῦ ὑποκειμένου τὰς γενέσεις ἀποδιδόασιν, ἀλλὰ κατὰ ἔκ- κρισιν· ἐνούσας γὰρ τὰς ἐναντιότητας ἐν τῷ ὑποκειμένῳ, ἀπείρῳ ὄντι σώματι, ἐκκρίνεσθαί φησιν ’Αναξίμανδρος, πρῶτος αὐτὸς ἀρχὴν ὀνομάσας τὸ ὑποκείμενον. ἐναντιότητες δέ εἰσι θερμὸν ψυχρὸν ξηρὸν ὑγρὸν καὶ τὰ ἄλλα. καὶ ἡ μὲν ὅλη τῶν εἰρημένων ἔννοια τοιαύτη. Ἱστέον δὲ ὅτι ὁ Ἀριστοτέλης συντρέχειν ἀξιοῖ τῷ μὲν λεπτῷ τὸ μανόν, τῷ δὲ παχεῖ τὸ πυκνόν. διὸ τὸ πῦρ ὡς μανὸν ἅμα καὶ λεπτὸν λαμβάνει λέγων πυρὸς μὲν πυκνότερον, ἀέρος δὲ λεπτότερον, ὡς τοῦ ἀέρος παχυτέρου καὶ πυκνοτέρου ὄντος ἢ κατὰ τὸ πῦρ. Πλάτων’ δὲ παχ·ύτερον μὲν εἶναί φησι καὶ αὐτὸς τὸν ἀέρα τοῦ πυρὸς καὶ ἀπλῶς τὰ κατωτέρω καὶ πρὸς τῷ κέντρῳ στοιχεῖα τῶν ἀνωτέρω καὶ πρὸς τῷ πέριξ παχυμερέστερά φησι· διὸ καὶ † δυσκινητότερον οὐ μὴν ἔτι πυκνότερά φησι, διότι τὸ μανὸν καὶ τὸ πυκνὸν ταῖς τῶν μορίων θέσεσιν ὁρίζεσθαι ἀξιοῖ, καθάπερ καὶ Ἀριστοτέλης εἶπεν ἐν Κατηγορίαις. τούτου δὲ οὕτως ἔχοντος ἀνάγκη τῶν μὲν μειζόνων μερῶν μείζονα εἶναι τὰ μεταξὺ διαστήματα, διὸ μανότερον τὸ ὅλον ὡς ἀραιότερον καὶ μὴ ἓν ὂν οἷον ἐπὶ σωροῦ λίθων ἢ καρύων· τῶν δὲ ἐλαττόνων ἐλάττονα, διὸ πυκνότερον τὸ ὅλον ὡς συχνὸν οἷον ἐπὶ σωροῦ ψάμμου. λέγει δὲ ὁ Ἀλέξανδρος ὅτι ‘‘κατὰ Πλάτωνα πάντων ἀρχαὶ καὶ αὐτῶν τῶν ἰδεῶν τό τε ἕν ἐστι καὶ ἡ ἀόριστος δυάς, ἣν μέγα καὶ μικρὸν ἔλεγεν, ὡς καὶ ἐν τοῖς Περὶ τἀγαθοῦ Ἀριστοτέλης μνημονεύει’’. λάβοι δὲ ἄν τις καὶ παρὰ Σπευσίππου καὶ παρὰ Ξενοκράτους καὶ τῶν ἄλλων, οἳ παρεγένοντο ἐν τῇ Περὶ τἀγαθοῦ Πλάτωνος ἀκροάσει· πάντες γὰρ συνέγραψαν καὶ διεσώσαντο τὴν δόξαν αὐτοῦ καὶ ταύταις αὐτὸν ἀρχαῖς χρῆσθαι λέγουσι. καὶ τὸν μὲν Πλάτωνα ἀρχὰς πάντων λέγειν τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα πάνυ εἰκός Πυθαγορείων γὰρ ὁ λόγος, καὶ πολλαχοῦ φαίνεται Πυθαγορείοις ὁ Πλάτων’ ἀκολουθῶν), τὸ δὲ τὴν ἀόριστον δυάδα καὶ τῶν ἰδεῶν ἀρχάς, λέγοντα μέγα καὶ μικρόν, εἰπεῖν διὰ τούτων τὴν ὕλην σημαίνοντα, πῶς ἔτι ἀκόλουθον, τὴν ὕλην ἐν μόνῳ τῷ αἰσθητῷ κόσμῳ τοῦ Πλάτωνος ἀφορί- ζοντος καὶ σαφῶς ἐν Τιμαίῳ λέγοντος, ὅτι τῆς γενέσεως ἐστιν οἰκεία, καὶ ἐν αὐτῇ γίνεται τὸ γινόμενον; καὶ τὰς μὲν ἰδέας νοήσει γνωστὰς ἔφατο, τὴν δὲ ὕλην ‘νὀθῳ λογισμῷ πιστήν’. ἐπειδὴ δὲ ἡ μὲν τῶν πλειόνων ἱστορία Διογένην τὸν Ἀπολλωνιάτην ὁμοίως Ἀναξιμένει τὸν ἀέρα τίθεσθαι τὸ πρῶτον στοιχεῖόν φησι, Νικόλαος δὲ ἐν τῆ Περὶ θεῶν πραγματείᾳ τοῦτον ἱστορεῖ τὸ μεταξὺ πυρὸς καὶ ἀέρος τὴν ἀρχὴν ἀποφήνασθαι, καὶ τῷ Νικολάῳ συνηκολούθησεν ὁ πολυμαθέστατος τῶν φιλοσόφων Πορφύριος, ἰστέον ὡς γέγραπται μὲν πλείονα τῷ Διογενεῖ τούτῳ συγγράμματα ὡς αὐτὸς ἐν τῷ Περὶ φύσεως ἐμνήσθη καὶ πρὸς φυ- σιολόγους ἀντειρηκέναι λέγων, οὓς καλεῖ καὶ αὐτὸς σοφιστάς, καὶ Μετεωρο- λογίαν γεγραφέναι, ἐν ἡ καὶ λέγει περὶ τῆς ἀρχῆς εἰρηκέναι, καὶ μέντοι καὶ Περὶ ἀνθρώπου φύσεως), ἐν δέ γε τῷ Περὶ φύσεως, ὃ τῶν αὐτοῦ μόνον εἰς ἐμὲ ἦλθε, προτίθεται μὲν διὰ πολλῶν δεῖξαι, ὅτι ἐν τῇ ὑπ’ αὐτοῦ τε- θείσῃ ἀρχῇ ἐστι νόησις πολλή. γράφει δὲ εὐθὺς μετὰ τὸ προοίμιον τάδε· "ἐμοὶ δὲ δοκεῖ τὸ μὲν ξύμπαν εἰπεῖν πάντα τὰ ὄντα ἀπὸ τοῦ αὐτοῦ ἑτε- ροιοῦσθαι καὶ τὸ αὐτὸ εἶναι. καὶ τοῦτο εὔδηλον. εἰ γὰρ τὰ ἐν τῷδε τῷ κόσμῳ ἐόντα νῦν, γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ τὰ ἀγλα’ ὅσα φαίνεται ἐν τῷδε τῷ κόσμῳ ἐόντα, εἰ τούτων τι ἦν ἕτερον τοῦ ἑτέρου, ἕτερον ὂν τῇ ἰδίᾳ φύσει, καὶ μὴ τὸ αὐτὸ ἐὸν μετέπιπτε πολλαχῶς καὶ ἡιεροιουτο, οὐδαμῇ οὔτε μίσγεσθαι ἀλλήλοις ἠδύνατο, οὔτε ὠφέλησις τῷ ἑτέρῳ οὔτε βλάβη, οὐδ’ ἄν οὔτε φυτὸν ἐκ τῆς γῆς φῦναι οὔτε ζῷον οὗτε ἄλλο γενέσθαι οὐδέν, εἰ μὴ οὕτω συνίστατο ὥστε ταὐτὸ εἶναι· ἀλλὰ πάντα ταῦτα ἐκ τοῦ αὐτοῦ ἑτεροιούμενα ἄλλοτε ἀλλοῖα γίνεται καὶ εἰς τὸ αὐτὸ ἀναχωρεῖ." τούτοις καὶ ἐγὼ πρώτοις ἐντυχὼν ᾠήθην ἄλλο τι λέγειν αὐτὸν παρὰ τὰ τέτταρα στοιχεῖα τὸ κοινὸν ὑτͅοκ̣είμὀνον, εἴπερ φησὶν μὴ ἀναμίγνυσθαι ταῦτα μηδὲ μεταπίπτειν εἰς ἄλληλα, εἴπερ ἕν τι αὐτῶν ἦν ἡ ἀρχὴ ἰδίαν φύσιν ἔχον, καὶ μὴ τὸ αὐτὸ πᾶσιν ὑπέκειτο, ἀφ’ οὗ πάντα ἑτεροιοῦται. ἐφεξῆς δὲ δείξας ὅτι ἐστὶν ἐν τῇ ἀρχῇ ταύτῃ νόησις πολλή ἰού γὰρ ἄν, φησίν, οἷόν τε ἦν οὕτω δεδάσθαι ἄνευ νοήσιος, ὥστε πάντων μέτρα ἔχειν χειμῶνός τε καὶ θέρους καὶ νυκτὸς καὶ ἡμέρας καὶ ὑετῶν καὶ ἀνέμων καὶ εὐδιῶν, καὶ τὰ ἄλλα εἴ, τις βούλεται ἐννοεῖσθαι, εὑρίσκοι ἄν οὕτω διακείμενα ὡς ἀνυστὸν κάλλιστα’’) ἐπάγει, ὅτι καὶ ἄνθρωποι καὶ τὰ ἄλλα ζῷα ἐκ τῆς ἀρχῆς ταύτης, ἥτις ἐστὶν ὁ ἀήρ, καὶ ζῇ καὶ ψυχὴν ἔχει καὶ νόησιν, λέγων οὕτως. “ἔτι δὲ πρὸς τούτοις καὶ τάδε μεγάλα σημεῖα. ἄνθρωποι γὰρ καὶ τὰ ἄλλα ζῷα ἀναπνέοντα ζώει τῷ ἀέρι. καὶ τοῦτο αὐτοῖς καὶ ψυ|χή ἐστι καὶ νόησις, ὡς δεδηλώσεται ἐν τῇδε τῇ συγγραφῇ ἐμφανῶς, καὶ ἐὰν τοῦτο ἀπαλλαχθῇ, ἀποθνῄσκει καὶ ἡ νόησις ἐπιλείπει.’’ εἶτα μετ’ ὀλίγα σαφῶς ἐπήγαγε “καί μοι δοκεῖ τὸ τὴν νόησιν ἔχον εἶναι ὁ ἀὴρ καλούμενος ὑπὸ τῶν ἀνθρώπων, καὶ ὑπὸ τούτου πάντας καὶ κυβερνᾶσθαι καὶ πάντων κρατεῖν· † ἀπὸ γάρ μοι τοῦτο ἔθος δοκεῖ εἶναι καὶ ἐπὶ πᾶν ἀφῖχθαι καὶ πάντα διατιθέναι καὶ ἐν παντὶ ἐνεῖναι. καὶ ἔστιν οὐδὲ ἓν ὅτι μὴ μετέχει τούτου• μετέχει δὲ οὐδὲ ἓν ὁμοίως τὸ ἕτερον τῷ ἑτέρῳ, ἀλλὰ πολλοὶ τρόποι καὶ αὐτοῦ τοῦ ἀέρος καὶ τῆς νοήσιός εἰσιν· ἔστι γὰρ πολύτροπος, καὶ θερμότερος καὶ ψυχρότερος καὶ ξηρότερος καὶ ὑγρότερος καὶ στασιμώτερος καὶ ὀξυτέρην κίνησιν ἔχων, καὶ ἄλλαι πολλαὶ ἑτεροιώσιες ἔνεισι καὶ ἡδονῆς καὶ χροιῆς ἄπειροι. καὶ πάντων τῶν ζῴων δὲ ἡ ψυχὴ τὸ αὐτό ἐστιν, ἀὴρ θερμότερος μὲν τοῦ ἔξω ἐν ᾧ ἐσμεν, τοῦ μέντοι παρὰ τῷ ἡλίῳ πολλὸν ψυχρότερος. ὅμοιον δὲ τοῦτο τὸ θερμὸν οὐδενὸς τῶν ζῴων ἐστίν ἐπεὶ οὐδὲ τῶν ἀν- θρώπων ἀλλήλοις), ἀλλὰ διαφέρει μέγα μὲν οὔ, ἀλλ’ ὥστε παραπλήσια εἶναι. οὐ μέντοι γε ἀτρεκέως γε ὅμοιον οὐδὲν οἷόν τε γενέσθαι τῶν ἑτε- ροιουμένων ἕτερον τῷ ἑτέρῳ, πρὶν τὸ αὐτὸ γένηται. ἅτε οὖν πολυτρόπου ἐούσης τῆς ἑτεροιώσιος πολύτροπα καὶ τὰ ζῷα καὶ πολλὰ καὶ οὔτε ἰδέαν ἀλλήλοις ἐοικότα οὔτε δίαιταν οὔτε νόησιν ὑπὸ τοῦ πλήθεος τῶν ἑτεροιώσεων. ὅμως δὲ πάντα τῷ αὐτῶ καὶ ζῇ καὶ ὁρᾷ καὶ ἀκούει, καὶ τὴν ἄλλην νόησιν ἔχει ἀπὸ τοῦ αὐτοῦ πάντα.’’ καὶ ἐφεξῆς δείκνυσιν ὅτι καὶ τὸ σπέρμα τῶν ζῴων πνευματῶδές ἐστι καὶ νοήσεις γίνονται τοῦ ἀέρος σὺν τῷ αἵματι τὸ ὅλον σῶμα καταλαμβάνοντος διὰ τῶν φλεβῶν, ἐν οἷς καὶ ἀνατομὴν ἀκριβῆ τῶν φλεβῶν παραδίδωσιν. ἐν δὴ τούτοις σαφῶς φαίνεται λέγων, ὅτι ὃν ἄνθρωποι λέγουσιν ἀέρα, τοῦτό ἐστιν ἡ ἀρχή. θαυμαστὸν δὲ ὅτι κατὰ ἑτεροίωσιν τὴν ἀπ’ αὐτοῦ λέγων τὰ ἄλλα γίνεσθαι ἀίδιον ὅμως αὐτό φησι λέγων “καὶ αὐτὸ μὲν τοῦτο καὶ ἀίδιον καὶ ἀθάνατον σῶμα, τῷ δὲ τὰ μὲν γίνεται, τὰ δὲ ἀπολείπει’’, καὶ ἐν ἄλλοις “ἀλλὰ τοῦτό μοι δῆλον δοκεῖ εἶναι, ὅτι καὶ μέγα καὶ ἰσχυρὸν καὶ ἀίδιόν τε καὶ ἀθάνατον καὶ πολλὰ εἰδός ἐστι’’. ταῦτα μὲν οὖν περὶ Διογενοῦς προσιστορήσθω· μέτεισι δὲ λοιπὸν ὁ Ἀριστοτέλης ἀπὸ τῶν ἓν λεγόντων ἐπὶ τοὺς ἓν καὶ πολλὰ τὴν ἀρχὴν λέγοντας. 25 p. 187a21 Καὶ ὅσοι δὲ ἓν καὶ πολλά φασιν εἶναι, ὥσπερ Εμπε- δοκλὴς καὶ Ἀναξαγόρας. Εἰπὼν περὶ τῶν μίαν κατὰ τὸ ὑποκείμενον λεγόντων τὴν ἀρχήν, οὗς φυσικοὺς καλεῖ, καὶ τὴν διαφορὰν παραδοὺς τὴν κατὰ τὸν διττὸν τρόπον τῆς ἐκ τοῦ ὑποκειμένου γενέσεως τόν τε κατ’ ἀλλοίωσιν καὶ τὸν κατ’ ἔκ- κρίσιν, μεταβαίνει λοιπὸν ἐπὶ τοὺς περὶ Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν ἓν καὶ πολλὰ τὴν ἀρχὴν λέγοντας. καὶ γὰρ Ἀναξαγόρας τὰς ὁμοιομερείας κατὰ τὸ ὑποκείῳνον ἀρχὰς θέμενος ἀπείρους ἔλεγε ταύτας, καὶ τὸ ποιητικὸν δὲ αἴτιον ἓν ἔλεγεν εἶναι τὸν διακρίνοντα νοῦν. καὶ Ἐμπεδοκλῆς δὲ πλείους κατὰ τὸ ὑποκεψͅνον ἀρχὰς ἔθετο τὰ τέτταρα στοιχεῖα, ἓν δὲ τὴν φιλίαν καὶ τὸ νεῖκος, ὅτι παρὰ μέρος ἑκάτερον αὐτῶν ἐπικρατεῖ καὶ ποιεῖ καὶ οὐχ ἅμα ἄμφω· αἰεὶ γὰρ αὐτῷ οὕτως ἓν τὸ ποιοῦν γίνεται. ἡ οὐχὶ τὸ ποιητι- κὸν αὐτοὺς ἓν λέγειν ῥητέον, ἀλλ’ αὐτὸ τὸ μῖγμα, ὃ ἦν κατὰ μὲν Ἀναξα- γὁραν ἐκ τῶν ὁμοιομερῶν ἀπείρων τῷ πλήθει μεμιγμένον, κατὰ δὲ Εμπεδοκλέα ἐκ τῶν τεττάρων στοιχείων ποτὲ μὲν συγκρινομένων ὑπὸ τῆς φιλίας καὶ ποιούντων τὸν σφαῖρον, ποτὲ δὲ διακρινομένων ὑπὸ τοῦ νείκους καὶ ποιούντων τόνδε τὸν κόσμον. καὶ Θεόφραστος δὲ τὸν Ἀναξαγόραν εἰς τὸν Ἀναξίμανδρον συνωθῶν καὶ οὕτως ἐκλαμβάνει τὰ ὑπὸ Ἀναξαγόρου λεγόμενα, ὡς δύνασθαι μίαν αὐτὸν φύσιν λέγειν τὸ ὑποκείμενον. γράφει 10 δὲ οὕτως ἐν τῇ Φυσικῇ ἱστορίᾳ· “οὔτω μὲν οὖν λαμβανόντων δόξειεν ἂν ποιεῖν τὰς μὲν ὑλικὰς ἀρχὰς ἀπείρους, ὥσπερ εἴρηται, τὴν δὲ τῆς κινήσεως καὶ τῆς γενέσεως αἰτίαν μίαν. εἰ δέ τις τὴν μῖξιν τῶν ἁπάντων ὑπολάβοι μίαν εἶναι φύσιν ἀόριστον καὶ κατ’ εἶδος καὶ κατὰ μέγεθος, ὅπερ ἄν δόξειε βούλεσθαι λέγειν, συμβαίνει δύο τὰς ἀρχὰς αὐτῷ λέγειν τήν τε τοὐ ἀπείρου φύσιν καὶ τὸν νοῦν, ὥστε πάντως φαίνεται τὰ σωματικὰ στοιχεῖα παραπλη- σίως ποιῶν Ἀναξιμάνδρῳ’’. εἰκότως δὲ μετὰ τοὺς μίαν λέγοντας τὴν ἀρχὴν ἀκίνητον ἢ κινουμένην πρὸ τῶν πολλὰς μόνον λέγειν δοκούντων ὡς τῶν περὶ Δημόκριτον τοὺς μίαν καὶ πολλὰς ἔταξε· μέσην γὰρ οὗτοι τάξιν ἀμφοῖν ἔχουσι. κοινωνοῦσι δὲ οὗτοι τῶν μίαν λεγόντων ἐκείνοις τοῖς συγ- κρίσει καὶ διακρίσει τὴν γένεσιν ποιοῦσιν· ὁ δὲ Ἀναξαγόρας τοῖς ἐκκρίσει μᾶλλον οἰκειότερος. διαφέρουσι δὲ ἐκείνων μὲν τῷ μίαν μόνην λεγόντων αὐτοὶ μίαν καὶ πολλὰς λέγειν, ἀλλήλων δὲ πρῶτον μὲν τῷ τὸν Ἀναξαγ.όραν λέγειν ἅπαξ γενόμενον τὸν κόσμον ἐκ τοῦ μίγματος διαμένειν λοιπὸν ὑπὸ τοῦ νοῦ ἐφεστῶτος διοικούμενόν τε καὶ διακρινόμενον, τὸν δὲ Ἐμπεδοκλέα παρὰ μέρος ἀεὶ κατὰ περιόδους τινὰς ποτὲ μὲν σύγκρισιν ὑπὸ] τῶν τεττάρων στοιχείων ὑπὸ τῆς φιλίας γινομένην ὑποτίθεσθαι, ποτὲ δὲ διάκρισιν ὑπὸ τοῦ νείκους. ἔπειτα δὲ τῷ τὰ πολλὰ ἐξ ὧν τὸ πᾶν τὸν μὲν Ἀναξαγόραν ἄπειρα ὑποτίθεσθαι τὰς ὁμοιομερείας, τὸν δὲ Ἐμπεδοκλέα πεπερασμένα· τέτταρα γὰρ τὰ καλούμενα στοιχεῖα. καὶ τὸν μὲν ὁμοιομερείας, τὸν δὲ | στοιχεῖα. “καὶ τἀναντία δὲ προσέθηκεν ἐπὶ Ἀναξαγόρου, φησὶν Ἀλέ- ξανδρος, διότι αἱ ἐναντιώσεις ἐν τῖς ὁμοιομερείαις εἰσὶν ὥσπερ καὶ αἱ δια- φοραὶ πᾶσαι. διό, φησί, καὶ τὸ ἐπάνω ῥηθὲν τὸ “ἤ καὶ ἐναντίας’’ ἐπὶ τῆς Ἀναξαγόρου δόξης ἀκουστέον μᾶλλον’’. μήποτε δὲ καὶ ἐν τοῖς στοι- χείοις εἰσὶν ἐναντιώσεις, θερμοῦ ψυχροῦ, ξηροῦ ὑγροῦ καὶ βαρέος καὶ κούφου καὶ τῶν τοιούτων, καὶ κοινῶς ἑκατέρᾳ δόξῃ προσήκει τὸ καὶ τἀναντία• εἰ μὴ ἄρα ἐν μὲν τοῖς στοιχείοις τινές εἰσιν ἐναντιώσεις, ἐν δὲ ταῖς ὁμοιο- μερείαις ἁπαξάπαντα τὰ ἐναντία ὥσπερ καὶ πᾶσαι αἱ διαφοραί, καὶ διὰ τοῦτο μᾶλλον τῇ Ἀναξαγόρου δόξῃ προσήκει μετὰ τοῦ ἄρθρου λεγόμενον καὶ τἀναντία. ἢ ἄρα καὶ ἐν τοῖς στοιχείοις πάντα τὰ ἐναντία, εἴπερ ἀρχαὶ τὰ στοιχεῖα, ἀλλ’ οὐ προσεχῶς πάντα ὡς ἐπὶ τῶν ὁμοιομερειῶν. γλυκὺ γὰρ καὶ πικρὸν εἰ τύχοι ἐπὶ μὲν τῆς κατὰ τὰ στοιχεῖα ὑποθέσεως οὐ πρώτως ἐνυπάρχει τοῖς στοιχείοις, ἀλλὰ διὰ θερμότητος καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος, ἐπὶ δὲ τῆς τῶν ὁμοιομερῶν ὡς πρῶτα καὶ καθ’ αὑτά, ὥσπερ καὶ αἱ κατὰ τὰ χρώματα ἐναντιώσεις. ἢ καὶ ἐπὶ τῶν ὁμοιο- μερῶν ἄλλαι πρὸ ἄλλων ἐναντιώσεις ὑπάρχουσι καὶ διὰ τὰς πρώτας αἱ δεύτεραι. Αέγει γοῦν Ἀναξαγόρας ἐν τῷ πρώτῳ τῶν Φυσικῶν “ἐκ μὲν γὰρ νεφελῶν ὕδωρ ἀποκρίνεται, ἐκ δὲ τοὐ ὕδατος γῆ, ἐκ δὲ τῆς γῆς λίθος συμ- πήγνυται ὑπὸ τοῦ ψυχροῦ οὗτοι δὲ ἐκχωρέουσι μᾶλλον τοῦ ὕδατος’’. ὅτι δὲ Ἀναξαγόρας ἐξ ἑνὸς μίγματος ἄπειρα τῷ πλήθει ὁμοιομερῆ ἀποκρίνεσθαί φησιν πάντων μὲν ἐν παντὶ ἐνόντων, ἑκάστου δὲ κατὰ τὸ ἐπικρατοῦν χα- ρακτηρι,́ομένου, δηλοῖ διὰ τοῦ πρώτου τῶν Φυσικῶν λέγων ἀπ’ ἀρχῆς “ὁμοῦ χρήματα πάντα ἦν ἄπειρα καὶ πλῆθος καὶ σμικρότητα· καὶ γὰρ τὸ σμικρὸν ἄπειρον ἦν. καὶ πάντων ὁμοῦ ἐόντων οὐδὲν ἔνδηλον ἦν ὑπὸ σμικρότητος· πάντα γὰρ ἀήρ τε καὶ αἰθὴρ κατεῖχεν ἀμφότερα ἄπειρα ἐόντα· ταῦτα γὰρ μέγιστα ἔνεστιν ἐν τοῖς σύμπασι καὶ πλήθει καὶ μεγέθει’’. καὶ μετ’ ὀλίγον “καὶ γὰρ ἀήρ τε καὶ αἰθὴρ ἀποκρίνονται ἀπὸ τοῦ πολλοῦ τοῦ περιέ- χοντος. καὶ τό γε περιέχον ἄπειρόν ἐστι τὸ πλῆθος’’· καὶ μετ’ ὀλίγα ‘‘τούτων δὲ οὕτως ἐχόντων, χρὴ δοκεῖν ἐνεῖναι πολλά τε καὶ παντοῖα ἐν πᾶσι τοῖς συγκρινομένοις καὶ σπέρματα πάντων χρημάτων καὶ ἰδέας παντοίας ἔχοντα καὶ χροιὰς καὶ ἡδονάς. πρὶν δὲ ἀποκριθῆναι, φησί, πάντων ὁμοῦ ἐόντων οὐδὲ χροιὴ ἔνδηλος ἦν οὐδεμία· ἀπεκώλυε γὰρ ἡ σύμμιξις πάντων χρημάτων τοῦ τε διεροῦ καὶ τοῦ ξηροῦ καὶ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ τοῦ λαμπροῦ καὶ τοῦ ζοφεροῦ καὶ γῆς πολλῆς ἐνεούσης καὶ σπερμάτων ἀπείρων πλήθους οὐδὲν ἐοικότων ἀλλήλοις. οὐδὲ γὰρ τῶν ἄλλων οὐδὲν ἔοικε τὸ ἕτερον τῷ ἑτέρῳ’’. ὅτι δὲ οὐδὲ γίνεται οὐδὲ φθείρεταί τι τῶν ὁμοιο- μερῶν, ἀλλ’ ἀεὶ τὰ αὐτά ἐστι, δηλοῖ λέγων “τούτων δὲ οὕτω διακεκριμένων γινώσκειν χρή, ὅτι πάντα οὐδὲν ἐλάσσω ἐστὶν οὐδὲ πλείω· οὐ γὰρ ἀνυστὸν πάντων πλείω εἶναι, ἀλλὰ πάντα ἴσα ἀεί’’. ταῦτα μὲν οὖν περὶ τοὐ μί- γματος καὶ τῶν ὁμοιομερειῶν. περὶ δὲ τοῦ νοῦ τάδε γέγραφε· ἰνοῦς δέ ἐστιν ἄπειρον καὶ αὐτοκρατὲς καὶ μέμικται οὐδενὶ χρήματι, ἀλλὰ μόνος αὐτὸς ἐφ’ ἑαυτοῦ ἐστιν. εἰ μὴ γὰρ ἐφ’ ἑαυτοῦ ἦν, ἀλλά τεῳ ἐμέμικτο ἄλλῳ, μετεῖχεν ἄν ἁπάντων χρημάτων, εἰ ἐμέμικτό τεῳ. ἐν παντὶ γὰρ παντὸς μοῖρα ἔνεστιν, ὥσπερ ἐν τοῖς πρόσθεν μοι λέλεκται, καὶ ἂν ἐκώλυεν αὐτὸν τὰ συμμεμιγμένα, ὥστε μηδενὸς χρήματος κρατεῖν ὁμοίως ὡς καὶ μόνον ἐόντα ἐφ’ ἑαυτοῦ. ἔστι γὰρ λεπτότατόν τε πάντων χρημάτων καὶ καθαρώτατον καὶ γνώμην γε περὶ παντὸς πᾶσαν ἴσχει καὶ ἰσχύει μέγιστον, καὶ ὅσα γε ψυχὴν ἔχει καὶ μείζω καὶ ἐλάσσω, πάντων νοῦς κρατεῖ. καὶ τῆς περιχωρήσιος τῆς συμπάσης νοῦς ἐκράτησεν, ὥστε περιχωρῆσαι τὴν ἀρχήν. καὶ πρῶτον ἀπὸ τοῦ σμικροῦ ἤρξατο περιχωρεῖν, ἐπεὶ δὲ πλεῖον περιχωρεῖ, καὶ περιχωρήσει ἐπὶ πλέον. καὶ τὰ συμμισγόμενά τε καὶ ἀπο- κρινόμενα καὶ διακρινόμενα, πάντα ἔγνω νοῦς. καὶ ὁποῖα ἔμελλεν ἔσεσθαι καὶ ὁποῖα ἦν καὶ ὅσα νῦν ἐστι καὶ ὁποῖα ἔσται, πάντα διεκόσμησε νοῦς, καὶ τὴν περιχώρησιν ταύτην ἣν νῦν περιχωρέει τά τε ἄστρα καὶ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ὁ ἀὴρ καὶ ὁ αἰθὴρ οἱ ἀποκρινόμενοι. ἡ δὲ περιχώρησις αὕτη ἐποίησεν ἀποκρίνεσθαι. καὶ ἀποκρίνεται ἀπό τε τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοὐ ψυχροῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρόν. μοῖραι δὲ πολλαὶ πολλῶν εἰσι. παντάπασι δὲ οὐδὲν ἀποκρίνεται οὐδὲ διακρίνεται ἕτερον ἀπὸ τοῦ ἑτέρου πλὴν νοῦ. νοῦς δὲ πᾶς ὅμοιός ἐστι καὶ ὁ μείζων καὶ ὁ ἐλάττων. ἕτερον δὲ οὐδέν ἐστιν ὅμοιον οὐδενί, ἀλλ’ ὅτῳ πλεῖστα ἔνι, ταῦτα ἐνδηλότατα ἓν ἕκαστόν ἐστι καὶ ἦν’’. ὅτι δὲ διττήν τινα διακόσμησιν ὑποτίθεται τὴν μὲν νοεράν, τὴν δὲ αἰσθη- τὴν ἀπ’ ἐκείνης, δῆλον μὲν καὶ ἐκ τῶν εἰρημένων, δῆλον δὲ καὶ ἐκ τῶν- ’δε· “ὁ δὲ νοῦς † ὅσα ἐστί τε κάρτα καὶ νῦν ἐστιν ἵνα καὶ τὰ ἄλλα πάντα, ἐν τῷ πολλὰ περιέχοντι, καὶ ἐν τοῖς προσκριθεῖσι, καὶ ἐν τοῖς ἀποκεκοι- μένοις.’’ καὶ μέντοι εἰπὼν “ἐνεῖναι πολλά τε καὶ παντοῖα ἐν πάσι τοῖς συγκρινομένοις, καὶ σπέρματα πάντων χρημάτων καὶ ἰδέας παντοίας ἔχοντα καὶ χροιὰς καὶ ἡδονάς, καὶ ἀνθρώπους γε συμπαγῆναι καὶ τὰ ἄλλα ζῷα ὅσα ψυχὴν ἔχει’’, ἐπάγει “καὶ τοῖς γε ἀνθρώποισιν εἶναι καὶ πόλεις συνημ- μένας καὶ ἔργα κατεσκευασμένα, ὥσπερ παρ’ ἡμῖν, καὶ ἥλιόν τε αὐτοῖς ἐνεῖναι καὶ σελήνην καὶ τὰ ἄλλα, ὥσπερ παρ’ ἡμῖν, καὶ τὴν γῆν αὐτοῖσι φύειν πολλά τε καὶ παντοῖα, ὧν ἐκεῖνοι τὰ ὀνήιστα συνενεικάμενοι εἰς τὴν οἴκησιν χρῶνται’’. καὶ ὅτι μὲν ἑτέραν τινὰ διαlκόσμησιν παρὰ τὴν παρ’ ἡμῖν αἰνίττεται, δηλοῖ τὸ ‘‘ὥσπερ παρ’ ἡμῖν’’ οὐχ ἅπαξ μόνον εἰρημένον. ὅτι δὲ οὐδὲ αἰσθητὴν μὲν ἐκείνην οἴεται, τῷ χρόνῳ δὲ ταύτης προηγησα- μένην, δηλοῖ τὸ “ὦν ἐκεῖνοι τὰ ὀνήιστα συνενεικάμενοι εἰς τὴν οἴκησιν χρῶνται’’. οὐ γὰρ ‘‘ἐχρῶντο’’ εἶπεν, ἀλλὰ “χρῶνται”. ἀλλ’ οὐδὲ ὡς νῦν κατ’ ἄλλας τινὰς οἰκήσεις ὁμοίας οὕσης καταστάσεως τῇ παρ’ ἡμῖν. οὐ γὰρ εἶπε “τὸν ἥλιον καὶ τὴν σελήνην εἶναι καὶ παρ’ ἐκείνοις ὥσπερ καὶ παρ’ ἡμῖν’’, ἀ̣λλ’ “ἤλιον καὶ σελήνην, ὥσπερ παρ’ ἡμῖν’’ ὡς δὴ περὶ ἄλλων λέγων. ἀλλὰ ταῦτα μὲν εἴτε οὕτως εἴτε ἄλλως ἔχει, ζητεῖν ἄξιον. δὲ Ἐμπεδοκλῆς· τὸ ἓν καὶ τὰ πολλὰ τὰ πεπερασμένα καὶ τὴν κατὰ περίοδον ἀποκατάστασιν καὶ τὴν κατὰ σύγκρισιν καὶ διάκρισιν γένεσιν καὶ φθορὰν οὕτως ἐν τῷ πρώτῳ τῶν Φυσικῶν παραδίδωσι• δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι. δοιὴ δὲ θνητῶν γένεσις, δοιὴ δ’ ἀπόλειψις· τὴν μὲν γὰρ πάντων σύνοδος τίκτει τ’ ὀλέκει τε, ἡ δὲ πάλιν διαφυομένων θρυφθεῖσα διέπτη. καὶ ταῦτ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα, ἄλλοτε δ’ αὖ δίχα πάντα φορεύμενα Νείκεος ἔχθει. ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον’ ἐκτελέθουσι, τῇ μὲν γίγνονταί τε καὶ οὕ σφισιν ἔμπεδος αἰών. ἧ δὲ διαλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον. ἀλλ’ ἄγε μύθων κλῦθι. μέθη γάρ τοι φρένας αὔξει. ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων, πείρατα μύθων δίπλ’ ἐρέω. τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἄπλετον ὕψος, Νεῖκός τ’ οὐλόμενον δίχα τῶν ἀτάλαντον ἕκαστον καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε. τὴν σὺ νόῳ δέρκου μηδ’ ὄμμασιν ἧσο τεθηπώς. ἥτις καὶ θνητοῖσι νομίζεται ἔμφυτος ἄρθροις, τῇ τε φίλα φρονέουσι καὶ ἄρθμια ἔργα τελοῦσι, γηθοσύνην καλέοντες ἐπώνυμον ἠδ’ Ἀφροδίτην, 20 τὴν οὔτις † μετ’ ὅσοισιν ἑλισσομένην δεδάηκε θνητὸς ἀνήρ. σὺ δ’ ἄκουε λόγου στόλον οὐκ ἀπατηλόν. ταῦτα γὰρ ἶσα τε πάντα καὶ ἥλικα γένναν ἔασι, τιμῆς δ’ ἄλλης ἄλλο μέδει, πάρα δ' ἦθος ἑκάστῳ. ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο χρόνοιο. καὶ πρὸς τοῖς οὔτ’ † ἄρτι ἐπιγίγνεται οὐδ’ ἀπολήγει. εἴτε γὰρ ἐφθείροντο διαμπερές, οὐκέτ’ ἂν ἦσαν. τοῦτο δ’ ἐπαυξήσειε τὸ πᾶν τί κε καὶ πόθεν ἐλθόν; πῇ δέ † κε καὶ κῆρυξ ἀπόλοιτο, ἐπεὶ τῶνδ’ οὐδὲν ἔρημον; ἀλλ’ αὔτ’ ἔστιν ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα γίνεται ἄλλοτε ἄλλα καὶ ἠνεκὲς αἰὲν ὁμοῖα. ἐν δὴ τούτοις ἓν μὲν τὸ ἐκ πλειόνων φησὶ τῶν τεττάρων στοιχείων, καὶ ποτὲ μὲν τῆς φιλίας δηλοῖ ἐπικρατούσης, ποτὲ δὲ τοῦ νείκους. ὅτι γὰρ οὐδέτερον τούτων τελέως ἀπολείπει, δηλοῖ τὸ πάντα ἴσα εἶναι καὶ ἥλικα κατὰ τὴν γένναν καὶ τὸ μηδὲν ἐπιγίνεσθαι μηδ’ ἀπολήγειν. πολλὰ δὲ τὰ πλείονα ἐξ ὧν τὸ ὅν· οὐ γὰρ ἡ φιλία τὸ ἕν ἐστιν, ἀλλὰ καὶ τὸ νεῖκος εἰς τὸ ἓν τελεῖ. πλείονα δὲ ἄλλα εἰπὼν ἐπάγει ἑκάστου τῶν εἰρημένων τὸν χαρακτῆρα, τὸ μὲν πῦρ ἥλιον καλῶν, τὸν δὲ ἀέρα αὐγὴν καὶ οὐρανόν, τὸ δὲ ὕδωρ ὄμβρον καὶ θάλασσαν. λέγει δὲ οὕτως· ἀλλ’ ἄγε τῶνδ’ ὀάρων προτέρων ἐπιμάρτυρα δέρκευ, εἴ τι καὶ ἐν προτέροισι λιπόξυλον ἔπλετο μορφῇ· ἠέλιον μὲν θερμὸν ὁρᾶν καὶ λαμπρὸν ἀπάντῃ, ἄμβροτα δ’ † ὅσσα ἐδεῖτο καὶ ἀργέτι δεύεται αὐγῇ, ὄμβρον δ’ ἐν πᾶσι δνοφέοντά τε ῥιγαλέον τε, ἐκ δ’ αἴης προρέουσι † θέλημά τε καὶ στερεωπά. ἐν δὲ Κότῳ διάμορφα καὶ ἄνδιχα πάντα πέλοντα. σὺν δ’ ἔβη ἐν Φιλότητι καὶ ἀλλήλοισι ποθεῖται. ἐκ τούτων γὰρ πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’ ἔστι καὶ ἔσται δένδρεα τ’ ἐβλάστησε καὶ ἀνέρες ἠδὲ γυναῖκες θῆρές τ’ οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς καί τε θεοὶ δολιχαίωνες τιμῇσι φέριστοι. αὐτὰ γάρ ἐστι ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα γίνεται ἀλλοιωπά. † τογον διὰ κρᾶσις ἀμείβει. καὶ παράδειγμα δὲ ἐναργὲς παρέθετο τοῦ ἐκ τῶν αὐτῶν γίνεσθαι τὰ διάφορα· ὡς δ’ ὁπόταν γραφέες ἀναθήματα ποικίλλωσιν οἵτ’ ἐπεὶ οὗν μάρψωσι πολύχροα φάρμακα χερσίν, ἐκ τῶν εἴδεα πᾶσιν ἀλίγκια πορσύνουσι δένδρεα τε κτίζοντε καὶ ἀνέρας ἠδὲ γυναῖκας θῆράς τ’ οἰωνούς τε καὶ ὑδατοθρέμμονας ἰχθῦς καί τε θεοὺς δολιχαίωνας τιμῇσι φερίστους, οὕτω μή σ’ ἀπάτα φρένα, καί νύ τῳ ἄλλοθεν εἶναι θνητῶν, ὅσσα γε δῆλα γεγάασιν ἄσπετα, πηγήν. ἀλλὰ τορῶς ταῦτ’ ἴσθι θεοῦ πάρα μῦθον ἀκούσας. καὶ ὅτι μὲν τὰ πολλὰ ταῦτα ἐν τῷ γενητῷ κόσμῳ θεωρεῖ, καὶ οὐ μόνον τὸ νεῖκος ἀλλὰ καὶ τὴν φιλίαν, δῆλον ἐκ τοῦ καὶ δένδρα καὶ ἄνδρας καὶ γυναῖκας καὶ τὰ θηρία ἐκ τούτων λέγειν γεγονέναι· ὅτι δὲ εἰς ἄλληλα με- ταβάλλει, δηλοῖ λέγων ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο καὶ φθίνει εἰς ἄλληλα καὶ αὔξεται ἐν μέρει αἴσης. ὅτι δὲ τῇ διαδοχῇ τὸ ἀίδιον ἔχει καὶ τὰ γινόμενα καὶ φθειρόμενα, ἐδή- λωσεν εἰπών ᾗ δὲ τάδ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον. καὶ ὅτι διττὸν καὶ οὗτος αἰνίττεται διάκοσμον, τὸν μὲν νοητὸν τὸν δὲ αἰσθη- τόν, καὶ τὸν μὲν θεῖον τὸν δὲ ἐπίκηρον, ὧν ὁ μὲν παραδειγματικῶς ἔχει ταῦτα, ὁ δὲ εἰκονικῶς, ἐδήλωσε μὴ μόνον τὰ γενητὰ καὶ φθαρτὰ λέγων ἐκ τούτων συνεστάναι, ἀλλὰ καὶ τοὺς θεούς, εἰ μὴ ἄρα τις τοῦτο κατὰ τὴν ’Euιπεὀοκλέου-́ συνήθειαν ἐξηγήσαιτο. καὶ ἐκ τούτων δὲ ἄν τις τὸν διττὸν αἰνίττεσθαι διάκοσμον οἴοιτο· ἄρθμια μὲν γὰρ ἑαυτὰ ἑαυτῶν πάντα μέρεσσιν ἠλέκτωρ τε χθών τε καὶ οὐρανὸς ἠδὲ θάλασσα, ὅσσα φιν ἐν θνητοῖσιν ἀποπλαγχθέν|τα πέφυκεν. ὡς δ’ αὕτως ὅσα κρᾶσιν ἐπαρκέα μᾶλλον ἔασιν, ἀλλήλοις ἔστερκται ὁμοιωθέντ’ Ἀφροδίτῃ. ἐχθρὰ πλεῖστον ἀπ’ ἀλλήλων διέχουσι μάλιστα γέννῃ τε κράσει τε καὶ εἴδεσιν ἐκμάκτοισι, πάντῃ συγγίνεσθαι ἀήθεα καὶ μάλα λυγρὰ νεικεογεννέστησιν, ὅτι σφίσι γένναν † ὀργά. καὶ γὰρ ὅτι καὶ ἐν τοῖς θνητοῖς ἥρμοσται ταῦτα, δεδήλωκεν, ἐν δὲ τοῖς νοητοῖς μᾶλλον ἥνωται καὶ “ἀλλήλοις ἔστερκται ὁμοιωθέντα Ἀφροδίτῃ”, καὶ ὅτι κἂν πανταχοῦ, ἀλλὰ τὰ μὲν νοητὰ τῇ φιλίᾳ ὡμοίωται, τὰ δὲ αἰσθητὰ ὑπὸ τοῦ νείκους κρατηθέντα καὶ ἐπὶ πλέον διασπασθέντα ἐν τῇ κατὰ τὴν κρᾶσιν γενέσει ἐν ἐκμάκτοις καὶ εἰκονικοῖς εἴδεσιν ὑπέστησαν τοῖς νεικεο- γενέσι καὶ ἀήθως ἔχουσι πρὸς τὴν ἕνωσιν τὴν πρὸς ἄλληλα. ὅτι δὲ καὶ οὗτος κατὰ σύγκρισίν τινα καὶ διάκρισιν τὴν γένεσιν ὑπέθετο, δηλοῖ τὰ εὐθὺς ἐν ἀρχῇ παρατεθέντα τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι. καὶ ἐκεῖνο μέντοι τὸ τὴν γένεσιν καὶ τὴν φθορὰν μηδὲν ἄλλο εἶναι, ἀλλὰ μόνον μῖξίν τε διάλλαξίν τε μιγέντων, καὶ “σύνοδον” διάπτυξίν τε γενέσθαι “αἴσης”. p. 187 a 26 Ἔοικε δὲ Ἀναξαγόρας ἄπειρα οὕτως οἰηθῆναι ἕως τοῦ οἱ δὲ σύγκρισιν καὶ διάκρισιν. Καὶ ἐν τούτῳ τὴν Πλάτωνος εὐγνωμοσύνην ὁ Ἀριστοτέλης ζηλῶν βού- λεται μὴ ὡς πάντῃ ἄλογα λέγοντας παλαιοὺς καὶ κλεινοὺς ἄνδρας εἰσάγειν, μηδὲ ἐρήμην καταψηψιζομένους περιοᾶν, ἀλλὰ λογισμοὺς ἐκτίθεταί τινας, καθ’ οὓς ἐπὶ τὰς ἀπεμφαίνειν δοκούσας δόξας προήχθησαν. πρῶτον δὲ προβάλλεται τὸν Ἀναξαγόραν, διότι μετὰ τοὺς ἓν τὸ ὂν λέγοντας τοὺς ἄπειρα τιθέντας βασανίζειν προθήσεται· ἀτοπωτέρα γὰρ ἡ δόξα δοκεῖ τῶν μίαν καὶ ἀκίνητον τὴν ἀρχὴν λεγόντων διὰ τὸ καὶ ἀρχὴν καὶ φύσιν ἀναιρεῖν, δευτέρα δὲ τῶν ἀπείρους τιθέντων διὰ τὸ ἀπεριόριστον καὶ ἄγνωστον. τούτων δὲ ἐλεγχθεισῶν εἰσάγεται λοιπὸν ἡ πλείους μέν, πεπερασμένας δὲ τιθεῖσα. τὸν δ’ οὖν Ἀναξαγόραν εἰς τὴν τῶν ὁμοιομερειῶν δόξαν ὑπαχθῆναί φησι διὰ δύο αἰτίας, ὧν μία μὲν τὸ νομίζειν ἀληθῆ τὴν κοινὴν τῶν φυσικῶν εἶναι δόξαν τὴν λέγουσαν μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἀλλὰ πάντα τὰ γινόμενα ἐξ ὄντος τὴν γένεσιν ἔχειν. καὶ γὰρ καὶ Παρμενίδης ὅτι ἀγένητον τὸ ὄντως ὂν ἔδειξεν ἐκ τοῦ μήτε ἐξ ὄντος αὐτὸ γίνεσθαι οὐ γὰρ ἦν τι πρὸ αὐτοῦ ὄν) μήτε ἐκ τοῦ μὴ ὄντος· δεῖ γὰρ ἔκ τινος γίνεσθαι· τὸ δὲ μὴ ὂν οὐδέν ἐστι. τὴν δὲ αἰτίαν τοῦ δεῖν πάντως ἐξ ὄντος γίνεσθαι τὸ γινόμενον, θαυμαστῶς ὁ Παρμενίδης προσέθηκεν. ὅλως γάρ, φησίν, εἰ ἐκ τοῦ μὴ ὄντος, τίς ἡ ἀποκλήρωσις τοῦ τότε γενέσθαι, ὅτε ἐγένετο, ἀλλὰ μὴ πρότερον ἢ ὕστερον; γράφει δὲ οὕτως· τίνα γὰρ γέννην διζήσεαι αὐτοῦ; πῇ πόθεν αὐξηθέν; οὕτ’ ἐκ μὴ ἐόντος ἐάσω φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητὸν ἐστὶν ὅπως οὐκ ἔστι. τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν 30 ὕστερον ἢ πρόσθεν τοῦ μηδενὸς ἀρξάμενον φῦν; καὶ Μέλισσος δὲ τὸ ἀγένητον τοῦ ὄντος ἔδειξε τῷ κοινῷ τούτῳ χρησά- μενος ἀξιώματι. γράφει δὲ οὕτως· “ἀεὶ ἦν ὅ τι ἦν καὶ ἀεὶ ἔσται. εἰ γὰρ ἐγένετο, ἀναγκαῖόν ἐστι πρὶν γενέσθαι εἶναι μηδέν. † εἰ τύχοι νῦν μηδὲν ἦν, οὐδαμὰ ἄν γένοιτο οὐδὲν ἐκ μηδενός.” τοῦτο οὖν ὡς ἀξίωμα προλαβὼν ὁ Ἀναξαγόρας τὸ μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, δοκεῖ τοιοῦτόν τινα τῇ δυνάμει λόγον ἐρωτᾶν. τὸ γινόμενον ἢ ἐξ ὄντος γίνεται ἢ ἐκ μὴ ὄντος· ἀλλ’ ἐκ μὴ ὄντος ἀδύνατον· ἐξ ὄντος ἄρα. εἰ δὲ τοῦτο, καὶ ἐν- ὑπάρχοντος τῷ ἐξ οὗ ἐστιν. οὐ γὰρ ἔξωθέν ποθεν ἐπεισιὸν φαίνεται, ὅταν ἐξ ἵππων γεννῶνται σφῆκες ἢ ἐξ ὕδατος ἀήρ. ἔνεστιν ἄρα ἐν τῇ ὁμοιο- μερείᾳ καὶ σὰρξ καὶ ὀστοῦν καὶ αἷμα καὶ χρυσὸς καὶ μόλυβδος καὶ γλυκὺ καὶ λευκόν, ἀλλὰ διὰ μικρότητα ἀναίσθητα ἡμῖν ἐστιν, ὄντα πάντα ἐν πᾶσι. πόθεν γὰρ πᾶν ἐκ παντὸς φαίνεται γινόμενον εἰ καὶ διὰ μέσων ἄλλων), εἰ μὴ πᾶν ἦν ἐν πᾶσι; φαίνεται δὲ καὶ προσαγορεύεται ἕκαστον ἐκ τοῦ μάλιστα ἐπικρατοῦντος. καὶ γὰρ εἱλικρινῶς μὲν τοῦτο λευκὸν ἢ μέλαν ἢ γλυκὺ ἢ σάρκα ἢ ὀστοῦν μὴ εἶναι, οὗ δὲ πλεῖστον ἔχει, τοῦτο δοκεῖ ἡ φύσις εἶναι τοῦ πράγματος ἀεὶ πάντων ἐν πᾶσιν ὄντων. “οὐδὲν γὰρ φησίν Ἀναξαγόρας, οὐδὲ γίνεται οὐδὲ ἀπόλλυται, ἀλλὰ ἀπὸ ἐόντων χρημάτων συμμίσγεταί τε καὶ διακρίνεται.” διὸ καὶ ἀρχόμενος εὐθὺς τοῦ συγγράμ- ματος “ἦν ὁμοῦ πάντα χρήματα” φησί. Τὸ δὲ καὶ τὸ γίνεσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι ὡς πρὸς Ἀναξαγόραν ὁ Ἀλέξανδρος εἰρῆσθαί φησι, διότι καὶ ἐν τῇ Περὶ γενέ- σεως ἐμέμψατο τῷ Ἀναξαγόρᾳ ὡς τὴν σύγκρισιν καὶ τὴν διάκρισιν, καθ’ ἃ λέγει γίνεσθαι τὰ γινόμενα, ἀλλοίωσιν καλέσαντι λέγων “καίτοι Ἀναξαγόρας γε τὴν οἰκείαν φωνὴν ἠγνόησε”. λέγει γοῦν ὡς τὸ γίνεσθαι καὶ τὸ ἀπόλλυσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι· οὐ γὰρ οἰκείῳ ὀνόματι τῷ τῆς ἀλλοιώσεως κατὰ τῆς συγκρίσεως καὶ τῆς διακρίσεως ἐχρήσατο. Πορφύριος δὲ τὸ μὲν ἦν ὁ μοῦ πάντα χρήματα εἰς Ἀναξαγόραν ἀναπέμπει, τὸ δὲ τὸ γίνεσθαι εἶναι τὸ ἀλλοιοῦσθαι εἰς Ἀναξιμένην, τὴν δὲ σύγ- κρίσιν τε καὶ τὴν διάκρισιν εἰς Δημόκριτόν τε καὶ Ἐμπεδοκλέα. σαφῶς δὲ ’Αναξαγόρας ἐν τῷ πρώτῳ τῶν Φυσικῶν τὸ γίνεσθαι καὶ συγκρίνεσθαι καὶ διακρίνεσθαι λέγει γράφων οὕτως· “τὸ δὲ γίνεσθαι καὶ ἀπόλλυσθαι οὐκ ὀρθῶς νομίζουσιν οἱ Ἕλληνες· οὐδὲν γὰρ χρῆμα γίνεται οὐδὲ ἀπόλλυται, ἀλλ’ ἀπὸ ἐόντων χρημάτων συμμίσγεταί τε καὶ διακρίνεται. καὶ οὕτως ἄν ὀρθῶς καλοῖεν τό τε γίνεσθαι συμμίσγεσθαι καὶ τὸ ἀπόλλυσθαι δια|κρίνεσθαι”. πάντα δὲ ταῦτα καὶ τὸ ἦν ὁμοῦ πάντα χρήματα καὶ τὸ κατ’ ἀλλοίωσιν ἢ κατὰ σύγκρισιν καὶ διάκρισιν τὴν γένεσιν εἶναι εἰς πίστιν εἴληπται τοῦ μηδὲν ἐκ μὴ ὄντος γίνεσθαι, ἀλλ’ ἐξ ὄντος γίνεσθαι τὰ γινό- μενα· ἥ τε γὰρ ἀλλοίωσις πάθος περὶ τὸ ὄν ἐστι καὶ ἡ σύγκρισις καὶ κρισις περὶ τὰ ὄντα. p. 187 a 31 Ἔτι δὲ ἐκ τοῦ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία· ἐνυπῆρχεν ἄρα. Δευτέραν ταύτην αἰτίαν ἀποδίδωσι τοῦ τὸν Ἀναξαγόραν ἀρχὰς θέσθαι τὰς ὁμοιομερείας. εἰ γὰρ φθαρτικὰ μὲν ἀλλήλων, ἀλλ’ οὐχὶ ποιητικὰ φύσει τὰ ἐναντία, φαίνεται δὲ ἐκ τῶν ἐναντίων τὰ ἐναντία γινόμενα, τί ἄν ἄλλο τις ὑποπτεύσειεν ἢ ἐνυπάρχοντα τοῖς ἐναντίοις ἐκκρίνεσθαι τὰ ἐναντία; μὴ γὰρ ἄν γίνεσθαι ἐξ ἐκείνων. καὶ δοκεῖ μὲν ἄτοπον τὸ τὰ ἐναντία τοῖς ἐναντίοις ἐνυπάρχειν. πολλαχοῦ δὲ σύνεστιν ἀλλήλοις τὰ ἐναντία, οὐ μόνον κατὰ παράθεσιν, ἀλλὰ καὶ κατὰ κρᾶσιν. τὸ μέντοι γίνεσθαι τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου εἰ ὡς ἀπὸ ποιητικοῦ τις λέγοι γίνεσθαι, ἄτοπον αὐτόθεν ἐστί. ποιεῖ γὰρ ἕκαστον τὸ ἑαυτῷ ὅμοιον. ἐπαγαγὼν δὲ καὶ τὴν δευτέραν ταύτην αἰτίαν τῇ προτέρᾳ τοῦ τὸν Ἀναξαγόραν οὕτως ἀποδοῦναι τὴν γένεσιν, τὰ ἐφεξῆς ταύτης εἰρημένα τὸν συλλογισμὸν καὶ τὴν ἀπόδειξιν περιέχοντα τοῦ ἐνυπάρχοντα ἐκκρίνεσθαι τὰ δοκοῦντα γίνεσθαι ἐξ ἀμφοτέρων λέγειν συνάγει ἔκ τε τοῦ μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι καὶ ἐκ τοῦ τὰ ἐναντία ἐκ τῶν ἐναντίων δοκεῖν γίνεσθαι. 10 p. 187b7 Et δὴ τὸ μὲν ἄπειρον ᾗ ἄπειρον ἄγνωστον. To πιθανὸν πρῶτον τῆς ’λναξαγόρου δόξης ἐκθέμενος, ἵνα μή τις οἰηθῇ δι’ ἀσθένειαν συνηγορίας ἐλέγχεσθαι τὸν λόγον, ἐπὶ τὴν ἀναίρεσιν αὐτοῦ τρέπεται. τοῦ δὲ Ἀναξαγόρου πολλὰ ἐκθεμένου συμπεράσματα ἢ ἀξιώματα, πρὸς ἕκαστόν μοι δοκεῖ νῦν σχεδὸν ὁ Ἀριστοτέλης ἀντιλέγειν. καὶ γὰρ ὅτι ἄπειρα ἦν, εὐθὺς ἀρχόμενος λέγει ‘‘ὁμοῦ πάντα χρήματα ἦν ἄπειρα καὶ πλῆθος καὶ σμικρότητα " . καὶ ὅτι οὔτε τὸ ἐλάχιστόν ἐστιν ἐν ταῖς ἀρχαῖς οὔτε τὸ μέγιστον, ιι οὔτε γὰρ τοῦ σμικροῦ, φησίν , ἐστὶ τό γε ἐλάχιστον, ἀλλ’ ἔλασσον ἀεί. τὸ γὰρ ἐὸν οὐκ ἔστι τὸ μὴ οὐκ εἶναι. ἀλλὰ καὶ τοῦ μεγάλου ἀεί ἐστι μεῖζον. καὶ ἴσον ἐστὶ τῷ σμικρῷ πλῆθος, πρὸς ἑαυτὸ δὲ ἕκαστόν ἐστι καὶ μέγα καὶ σμικρόν’’. εἰ γὰρ πᾶν ἐν παντὶ καὶ πᾶν ἐκ παντὸς ἐκκρίνεται, καὶ ἀπὸ τοῦ ἐλαχίστου δοκοῦντος ἐκκριθήσεταί τι ἔλασσον ἐκείνου, καὶ τὸ μέγιστον δοκοῦν ἀπό τινος ἐξεκρίθη ἑαυτοῦ μείζονος. λέγει δὲ σαφῶς ὅτι ιι ἐν παντὶ παντὸς μοῖρα ἔνεστι πλὴν νοῦ, ἔστιν οἷσι δὲ καὶ νοῦς ἔνι’’. καὶ πάλιν ὅτι ιιτὰ μὲν ἄλλα παντὸς μοῖραν μετέχει, νοῦς δέ ἐστιν ἄπειρον καὶ αὐτοκρατὲς καὶ μέμικται οὐδενί’’. καὶ ἀλλαχοῦ δὲ οὕτως φησί· ⸨καὶ ὅτε δὲ ἴσαι μοῖραί εἰσι τοῦ τε μεγάλου καὶ τοῦ σμικροῦ πλῆθος, καὶ οὕτως ἂν εἴη ἐν παντὶ πάντα· οὐδὲ χωρὶς ἔστιν εἶναι, ἀλλὰ πάντα παντὸς μοῖραν μετέχει. ὅτε τοὐλάχιστον μὴ ἔστιν εἶναι, οὐκ ἄν δύναιτο χωρισθῆναι, οὐδ’ ἄν ἐφ’ ἑαυτοῦ γενέσθαι, ἀλλ’ ὅπωσπερ ἀρχὴν εἶναι καὶ νῦν πάντα ὁμοῦ. ἐν πᾶσι δὲ πολλὰ ἔνεστι, καὶ τῶν ἀποκρινομένων ἴσα πλῆθος ἐν τοῖς μείζοσί τε καὶ ἐλάσσοσι”. καὶ τοῦτο δὲ ὁ Ἀναξαγόρας ἀξιοῖ τὸ ἕκαστον τῶν αἰσθητῶν ὁμοιομερῶν κατὰ τὴν τῶν ὁμοίων σύνθεσιν γίνεσθαί τε καὶ χαρακτηρίζεσθαι. λέγει γάρ· “ἀλλ' ὅτῳ τὰ πλεῖστα ἔνι, ταῦτα ἐνδηλότατα ἓν ἕκαστόν ἐστι καὶ ἦν.” δοκεῖ δὲ λέγειν καὶ ὅτι ὁ νοῦς ἐπιχειρῶν αὐτὰ διακρῖναι οὐ δύναται. πρὸς δὴ τὰ τοιαῦτα τοῦ Ἀναξαγόρου ἀξιώματα ἀντιλέγων ὁ Ἀριστοτέλης πρῶτον πρὸς τὸ ἀπείρους εἶναι τὰς ἀρχὰς ἀντείρηκε. “Κοινὴ δὲ ἡ ἐπιχείρησις ἂν εἴη, ὥς φησι Πορφύριος, καὶ πρὸς Λεύ- κιππον καὶ Δημόκριτον καὶ Μητρόδωρον καὶ πάντας τοὺς ἄπειρα τὰ στοιχεῖα λέγοντας.” διττοῦ δὲ ὄντος τοῦ ἀπείρου ἢ κατὰ ποσὸν ἢ κατὰ ποιόν, καὶ τοῦ κατὰ ποσὸν ἢ κατὰ πλῆθος ἢ κατὰ μέγεθος, κατὰ πλῆθος μὲν ἄπειρα τὰ στοιχεῖα πάντες οἱ εἰρημένοι φασί, κατὰ μέγεθος δὲ οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον τὸ κενὸν ἄπειρον εἶναι λέγοντες, κατ’ εἶδος δὲ ἀπείρους τὰς ὁμοιομερείας Ἀναξαγόρας δοκεῖ λέγειν, εἴγε “ἕτερον, φησίν, οὐδέν ἐστιν ὅμοιον οὐδενὶ” ἑτέρῳ ἀπείρων ὄντων. εἰ τοίνυν πᾶν τὸ ἄπειρον καθὸ ἄπειρον ἀπερίληπτόν ἐστι, τὸ δὲ ἀπερίληπτον ἄγνωστον, ἄγνωστοι ἂν εἶεν αἱ ἀρχαὶ καὶ τὰ στοι|χεῖα ἐξ ὧν σύγκειται τὰ πάντα· ὥστε καὶ τὰ ἐκ τῶν ἀρχῶν ἄγνωστα. “τότε γὰρ οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν καὶ τὰς ἀρχὰς τὰς πρώτας.” ὥστε συμβαίνει τούτοις βουλο- μένοις ἐπιστήμην τινὰ τῶν ὄντων ἐκ τῶν τοιούτων ὑποθέσεων λαβεῖν, τοὐ- ναντίον ἀγνωσίαν περιποιήσασθαι. ὁ δὲ λόγος ὁ ἐλεγκτικός, ὃν ὁ Ἀριστο- τέλης συντόμως τέθεικε, δυνάμει τοιοῦτός ἐστιν. αἱ ὁμοιομέρειαι καὶ κατ’ εἶδος καὶ κατὰ ἀριθμὸν ἄπειροι· τὸ ἄπειρον καθὸ ἄπειρον ἄγνωστον· αἱ ὁμοιομέρειαι ἄρα ἄγνωστοι. τούτῳ ἐὰν προσλάβῃς ὅτι ἀρχαὶ τῶν ὄντων αἱ ὁμοιομέρειαι, συνάξεις ὅτι τὰ ὄντα ἀρχὰς ἀγνώστους ἔχει. κἄν τούτῳ πάλιν προσλάβῃς τὸ ὧν αἱ ἀρχαὶ ἄγνωστοι καὶ αὐτὰ ἄγνωστα, συνάξεις ὅτι τὰ ὄντα ἄγνωστά ἐστιν, εἴπερ ἄπειροι αἱ ἀρχαὶ αὐτῶν. ὅτι δὲ ὧν αἱ ἀρχαὶ ἄγνωστοι καὶ αὐτὰ ἄγνωστα, ἔδειξεν ἐκ τοῦ οὕτως γὰρ εἰδέναι τὸ σύν- θετον ὑπολαμβάνομεν, ὅταν εἰδῶμεν ἐκ τίνων καὶ πόσων ἐστίν. ὅτι δὲ ἄπειρον οὕτως εἶπεν Ἀναξαγόρας τὸ τῶν ἀρχικῶν εἰδῶν πλῆθος, ὡς ἡμῖν ἀπερίληπτον, ἀλλ’ οὐχ ὡς φύσει ἄπειρον, δηλοῖ λέγων τάδε· “καὶ τὰ συμμισγόμενά τε καὶ τὰ ἀποκρινόμενα καὶ διακρινόμενα πάντα ἔγνω νοῦς, καὶ ὁποῖα ἔμελλεν ἔσεσθαι καὶ ὁποῖα ἦν καὶ ὁπόσα νῦν ἔστι καὶ ἔσται, πάντα διεκόσμησε νοῦς”. εἰ οὖν γνωστὰ τῷ νῷ ἐστιν, οὐκ ἂν εἴη φύσει ἄπειρα, πλὴν ὅτι τὸ τοῦ Ἀριστοτέλους ἀληθές, ὡς εἰ τὰ ἀρχῶν εἴδη ἄγνωστα, καὶ τὰ ἐξ αὐτῶν ἄγνωστα. ἰστέον δὲ ὅτι ὁ μὲν Πορφύριος κοινήν, ὡς εἶπον, οἴεται τὴν ἀπάντησιν πρὸς πάντας τοὺς ἄπειρα τὰ στοιχεῖα υπο- τιθεμένους. ὁ δὲ Ἀλέξανδρος ὡς πρὸς Ἀναξαγόραν μόνον εἰρημένην ἀκούει· καὶ τάχα οὕτως ἀκολουθότερον. οἱ μὲν γὰρ περὶ Δημόκριτον καὶ Λεύκιππον, εἰ καὶ ἀπείρους κατὰ πλῆθος ὑπέθεντο τὰς ἀρχάς, ἀλλὰ τὸ εἶδος αὐτῶν καὶ τὴν οὐσίαν ἓν ὑπέθεντο καὶ ὡρισμένον. ὥστε οὐκ ἂν εἴη κατ’ αὐτοὺς ἄγνωστος ἡ ἀρχή, εἰ μὴ ἄρα σχήματα αὐτοῖς ἢ ἄλλα τινὰ κατ’ εἶδος ἄπειρα περιτεθείκασιν. Ἀναξαγόρας δὲ οὐ τῷ πλήθει μόνον ἀπείρους, ἀλλὰ καὶ τῶ εἴδει ὑποθέμενος τὰς ἀρχάς, δέξεται τὸ δοκοῦν ἐπάγεσθαι ἄτοπον τὸ καὶ τὰ ἐκ τῶν ἀρχῶν ἄγνωστα εἶναι. p. 187 b 13 Ἔτι δὲ εἰ ἀνάγκη οὗ τὸ μόριον ἐνδέχεται ὀπηλικονοῦν εἶναι. εἰπόντος τοὐ Ἀναξαγόρου ὅτι “οὔτε τοῦ σμικροῦ ἐστι τοὐλάχιστον ἀλλὰ ἔλασσον ἀεί”, οὔτε τὸ μέγιστον ὡς καὶ αὐτὴ ἡ λέξις τοῦ Ἀναξαγόρου δηλοῖ, καὶ μέντοι καὶ Θεόφραστος ἐν τῷ Περὶ Ἀναξαγόρου δευτέρῳ τάδε γράφων “ἔπειτα τὸ διὰ τοῦτο λέγειν εἶναι πάντα ἐν παντί, διότι καὶ ἐν με- γέθει καὶ ἐν σμικρότητι ἄπειρα, καὶ οὔτε τὸ ἐλάχιστον οὔτε τὸ μέγιστόν ἐστι λαβεῖν, οὐχ ἱκανὸν πρὸς πίστιν”) ἅμα μὲν ἀναιρεῖ τοῦτο ὁ Ἀριστοτέλης, ἅμα δὲ ὡς χρήσιμον αὐτῷ τὸ εἶναι τὴν ἐλαχίστην πρὸς τὰ ἐφεξῆς σχεδὸν ἅπαντα προαποδείκνυσι διὰ τοιοῦδέ τινος συλλογισμοῦ· εἰ τὰ μόρια ὅλου τινὸς ἐνδέχεται ὁπηλικαοῦν εἶναι κατὰ μέγεθος καὶ κατὰ σμι- κρότητα τοῦτο γάρ ἐστι τὸ μήτε τὸ ἐλάχιστον ὡρίσθαι μήτε τὸ μέγιστον), καὶ αὐτ.ὸ τὸ ὅλον ἐνδέχεται ὁπηλικονοῦν εἶναι κατὰ μέγεθος καὶ κατὰ σμικρότητα· ἀλλὰ μὴν τὸ ὅλον οὐκ ἐνδέχεται ὁπηλικονοῦν εἶναι· οὐδὲ τὰ μέρη ἐνδέχεται κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν. καὶ τὸ μὲν συνημμένον ὡς ἐναργὲς τέθεικε. πρόδηλον γὰρ ὅτι εἰ σύγκειταί τι ἐκ μορίων τινῶν οἷον ποδῶν καὶ χειρῶν καὶ κεφαλῆς καὶ δυνατόν ἐστι ταῦτα καὶ μείζω ἀεὶ καὶ ἐλάττονα εἶναι, δῆλον ὡς καὶ τὸ ἐν τῇ τούτων συνθέσει τὸ εἶναι ἔχον μειζόνων μὲν ὄντων ἐκείνων μεῖζον ἔσται, ἐλαττόνων δὲ ἔλαττον. καὶ ἐπ’ ἄπειρον ἔσται τοῦτο, ἐπὶ τοσοῦτον τῆς κατὰ τὸ μεῖζον καὶ ἔλαττον παραλλαγῆς γινομένης, ἐφ’ ὅσον καὶ τὰ μέρη μειοῦται ἢ αὔξεται. τὴν δὲ πρόσληψιν ἐκ τῶν ἐναργῶν καὶ αὐτὴν κατασκευάζει. τὰ γὰρ ἐκ τῶν ὁμοιο- μερῶν συγκεκριμένα καὶ συγκείμενα ὅλα οἷον ζῷον ὁτιοῦν ἢ φυτὸν οὐχ οἷόν τε ὁπηλικονοῦν εἶναι οὐ γὰρ δυνατὸν ἄνθρωπον ἢ συκῆν μέγεθος ἔχειν ἢ ὄρους), ἀλλ’ ὥρισται αὐτῶν τὸ μέγεθος καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον· ὥρισται ἄρα καὶ τῶν μορίων αὐτῶν ἑκάστου τὸ μέ- γεθος εἰς ἃ διαιρεῖται. καὶ οὐ δυνατὸν σάρκα ὁπηλικηνοῦν λαβεῖν, εἴπερ ζῴου μόριον ἡ σάρξ. ἔσται γὰρ καὶ τὸ ζῷον ἐκεῖνο, οὗ μόριόν ἐστιν, ὁπηλικονοῦν. ἐκ τῶν τοιούτων δὲ ὁμοιομερῶν σύγκειται τὰ ζῷα καὶ εἰς ταῦτα διαιρεῖται κατὰ Ἀναξαγόραν. οὐδὲν γὰρ τούτων ἀνωτέρω κατ’ αὐτόν. ὥρισται ἄρα καὶ τούτων τὸ μέγεθος, μέχρι που προελθὸν ἐν τῷ οἰκείῳ εἴδει μενεῖ. εἰ δὲ λέγοι τις ὅτι πᾶν μέγεθος ἐπ’ ἄπειρόν ἐστι διαιρετὸν καὶ διὰ τοῦτο παντὸς τοῦ λαμβανομένου ἐστὶν ἔλαττον, ἴστω ὅτι αἱ ὁμοιομέρειαι οὐκ εἰσὶν ἀπλῶς μεγέθη, ἀλλ’ ἤδη τοιάδε μεγέθη, σὰρξ καὶ ὀστοῦν καὶ μόλυβδος καὶ χρυσὸς καὶ τὰ τοιαῦτα, ἅπερ οὐχ οἷόν τέ ἐστιν ἐπ’ ἄπειρον διαιρούμενα φυλάττειν τὸ εἶδος. ὡς μὲν γὰρ μεγέθη, ἐπ’ ἄπειρον διαιρεῖται καὶ ταῦτα· ὡς δὲ σὰρξ καὶ ὀστοῦν, οὐκέτι. τοιαύτας δὲ ὑπετίθετο τὰς ἀρχὰς Ἀναξαγόρας καὶ οὐδὲ διαιρετὰς ταύτας. καὶ τὸ | ὅλον δὲ ἐξ ἐκείνων σύγκειται τῶν μερῶν εἰς ἃ καὶ διαιρεῖται ἐνεργείᾳ χωριζόμενα οἷα τὰ ὁμοιο- μέρη, ἀλλ’ οὐχὶ τὰ σώματα καθὸ σώματα. διὸ καὶ ὁ Ἀριστοτέλης ἀσφαλῶς προσέθηκε λέγω δὲ τῶν τοιούτων τι μορίων, εἰς ὃ ἐνυπάρχον διαι- ρεῖται τὸ ὅλον. οὐ γὰρ διαιρεῖται εἰς σώματα ᾗ σώματα τὸ ὅλον, ἀλλ’ εἰς σάρκας καὶ ὀστᾶ καὶ τὰ τοιαῦτα, ἃ καὶ ἄφθαρτα κατὰ Ἀναξαγόραν ἐστίν. ὥστε οὐκ ἄν ὑπομένοι τὴν μέχρι φθορᾶς τοῦ οἰκείου εἴδους διαίρεσιν. οὐ μέντοι οὐδὲ ἐνυπάρχει ἐνεργείᾳ τὰ γινόμενα μόρια ἐκ τῆς ἐπ’ ἄπειρον διαιρέσεως, ἀλλὰ δυνάμει μόνον. ἔτι δὲ καὶ δι’ ἐκεῖνα προσέθηκε τὸ εἰρημένον ὁ Ἀριστοτέλης, ἅτινα λέγεται μὲν μόριά τινος, οὐ μὴν διαι- ρεθείη ἄν τὸ ὅλον εἰς αὐτά, οἷά ἐστιν ἡ ὕλη καὶ τὸ εἶδος τοῦ σώματος μόρια λεγόμενα. “Τὸ δὲ καὶ οἱ καρποὶ τῶν φυτῶν, φησὶν ὁ Ἀλέξανδρος, ἀντὶ τοῦ τὰ σπέρματα εἶπεν· ἐκ γὰρ τούτων ἡ τῶν φυτῶν σύνθεσις εἴη ἄν. καὶ διὰ τοῦτο μετ’ ὀλίγον ἀντὶ τοῦ καρποῦ τὸ σπέρμα ἔλαβεν ὡς μόριον τοὐ φυτοῦ, ἐν οἷς λέγει ὥστε οὔτε σὰρξ εἴη <ἂν> ὁπηλικοῦν οὔτε σπέρμα τῶν φυτῶν· ἐκ τούτων γὰρ ἑκάτερα αὐτῶν σύγκειταί ἀλλὰ τὰ μὲν εἰς ἐμὲ ἐλθόντα βιβλία τοῦτο τὸ ῥησείδιον οὐκ ἔχει, ὥσπερ οὐδὲ ἕτερον ὃ παρέθετο ὁ Ἀλέξανδρος ἔχον οὕτως “εἰ οὖν τὰ ζῷα καὶ τὰ φυτὰ μήτε πηλίκα ἐστὶ μήτε ποσά, τουτέστι, φησί, μήτε ὡς συνεχῆ μήτε ὡς διωρισμένα ἐπ’ ἄπειρον ἔχει τὴν ἐπίδοσιν, οὐδὲ τὰ μόρια αὐτῶν ὁπηλι- καοῦν ἔσται οὔτε αὔξησιν οὔτε ἐλάττωσιν ἐπ’ ἄπειρον ἕξει”. καὶ ὅρα ὅτι πρὸς τὸ πηλίκον ἀπεδόθη τὰ εἰρημένα μόνον, οὐκέτι δὲ καὶ πρὸς τὸ ποσόν, ὅπερ ὡς διωρισμένον ποσὸν ἀντιτεθῆναι τῷ πηλίκῳ φησὶν ὁ Ἀλέξανδρος· οὐκέτι γὰρ ἔδειξεν ἐν τούτοις, ὅτι οὐκ ἐξ ἀπείρων τῷ πλήθει σύγκειται, ἀλλὰ καὶ ἀκύρως ἄν ἡρμήνευτο, εἰ ἔλεγεν εἰ οὖν τὰ ζῷα καὶ τὰ φυτὰ μήτε πηλίκα ἐστὶ μήτε ποσά ἀντὶ τοῦ μήτε κατὰ μέγεθος μήτε κατὰ πλῆθος εἰς ἄπειρον ἐπεδίδου. οὐ γὰρ ταὐτόν ἐστι πηλίκον εἰπεῖν καὶ ὁπη- λικονοῦν, ὅπερ σημαίνει κατὰ τὸ πηλίκον εἰς ἄπειρον ἐνδιδόναι ἢ ἐπιδιδόναι. “τὸ δὲ σπέρμα, φησί, παρατίθεται, ὡς οὐσῶν τινῶν ὁμοιομερειῶν καὶ τοιούτων κατὰ Ἀναξαγόραν, ἐξ ὧν πλεοναζουσῶν τὰ φυτὰ γίνεται, καὶ τῶν φυτῶν διαφοραὶ παρὰ τὴν διαφορὰν τῶν ἐν αὐτοῖς πλεοναζόντων σπερμάτων.’’ καίτοι τὸ σπέρμα ἐξ οὗ γέγονε τὸ φυτόν, οὐκ ἔστι τῶν τοιούτων μορίων, εἰς ὃ ἐνυπάρχον διαιρεῖται τὸ ὅλον· οὐδὲ γὰρ ἐν τῷ ζῴῳ τὸ σπέρμα ἐξ οὗ γέγονε σῴζεται, ὡς διαιρεῖσθαι καὶ εἰς ἐκεῖνο τὸ ζῷον, ἀλλ’ ἔοικε τὰ πολλὰ τῶν ἀντιγράφων ὀρθῶς ἔχειν τὰ λέγοντα καὶ οἱ καρποὶ τῶν φυτῶν. ὡς γὰρ κλάδοι καὶ φύλλα, οὕτως καὶ καρπὸς καὶ περικάρπιον μέρη τῶν ἐγκάρπων φυτῶν ἐστι, καὶ διαιρεῖται τὸ ὅλον καὶ εἰς ταῦτα ἐνυ- πάρχοντα καὶ χωρίζεσθαι δυνάμενα. ἀλλὰ ταῦτα μὲν ἀρκείτω πρὸς τὸ τῆς γραφῆς παρηλλαγμένον. Ἴσως δὲ φαίη ἄν τις ὑπὲρ Ἀναξαγόρου λέγων, ὡς εἰ μὲν ἕκαστον τῶν ζῴων ἢ τῶν φυτῶν ἐξ ἑκάστου εἴδους τῶν ὁμοιομερειῶν μίαν εἶχεν ὁμοιο- μέρειαν τὴν συντιθεῖσαν οἷον μίαν σαρκὸς καὶ μίαν ὀστοῦ καὶ μίαν αἵματος, ἀναγκαῖον ἦν τῇ τῶν ὁμοιομερῶν αὐξήσει καὶ μειώσει τὰς κατὰ μέγεθος διαφορὰς ἀκολουθεῖν τῶν τε ζῴων καὶ τῶν φυτῶν. εἰ δὲ πλῆθος ἐξ ἑκάστου εἴδους τῶν ὁμοιομερῶν ἔχει οἷον σαρκία πολλά, τί ἄτοπον σάρκα μὲν ἐπ’ ἄπειρον καθαιρεῖν, ζῷον δὲ μηκέτι; ἀλλ’ εἰ πλείονά ἐστι σαρκία, ἢ πεπε- ρασμένα τῷ ἀριθμῷ ἢ ἄπειρα· καὶ εἰ μὲν πεπερασμένα οἷον τρία ἢ τέτταρα ἢ μύρια, ὡρισμένον ἄν εἴη τὸ μέγεθος καὶ τοῦ ἐλαχίστου καὶ τοῦ μεγίστου, εἰ δὲ ἄπειρα τῷ πλήθει, τὸ ἐξ ἀπείρων τῷ πλήθει μεγεθῶν μέγεθος ἄπειρον ἀνάγκη εἶναι. τὸ γὰρ πεπερασμένον εἰς πεπερασμένα διαιρεῖται, ὅπερ καὶ αὐτὸς Ἀριστοτέλης ἐπάγει αὐτοῖς. p. 187b22 Ἔτι εἰ ἅπαντα μὲν ἐνυπάρχει τὰ τοιαῦτα ἀλλήλοις ἕως τοῦ τοῦτο δὲ ἀδύνατον. ‘Ο μὲν Ἀλέξανδρός φησι τῷ δεδειγμένῳ προσεχῶς ἐπιχειρήματι προσ- χρώμενον τὸν Ἀριστοτέλην δεικνύναι νῦν, ὅτι οὕτε ἐκκρίσει ἡ γένεσις οὔτε πάντα ἐν πᾶσιν, ὡς τοῖς περὶ Ἀναξαγόραν ἐδόκει. λαβὼν οὖν ἐνταῦθα ὡς ὁμολογούμενον ὅτι ἔστιν ἐλάχιστον σῶμα διὰ τοῦ εἰπεῖν εἰ καὶ ἀεὶ ἐλάττων ἔσται ἡ ἐκκρινομένη, ἀλλ’ ὅμως οὐχ ὑπερβαλεῖ μέγεθός τι τῇ σμικρότητι οὐχ ὑπερβαλεῖ γὰρ τῇ σμικρότητι δηλονότι τὸ ἐλά- χιστον), εἰ οὖν ἐξ ὕδατος φέρε εἰπεῖν τὴν ἐλαχίστην ἐκκρίνοι τις σάρκα, ἐπειδὴ δέδεικται ὡρισμένη ἡ ἐλαχίστη, καὶ πάλιν ἄλλην ἐλαχίστην, καὶ ἀεὶ τοῦτο ποιοίη, ἢ ἐπιλείψει ποτὲ ἡ ἔκκρισις διὰ τὸ ὡρίσθαι τὴν ἐλαχίστην καὶ οὐ- κέτι ἕξει τὸ ὑπολειπόμενον ὕδωρ σάρκα καὶ οὕτως οὐ πᾶν ἐν παντὶ ἔσται οὐδὲ πᾶν ἀπὸ παντὸς ἐκκριθήσεται, ἢ εἰ μὴ ἐπιλείψει ποτέ, ἕξει τοδὶ τὸ ὕδωρ ἐξ οὗ ἡ σὰρξ ἐξεκρίθη ὡρισμένον τι μέγεθος, καὶ εἰ τοῦτο, ἄπειροι ἐν αὐτῷ ἔσονται τὸν ἀριθμὸν ἴσαι ἀλλήλαις· αἱ γὰρ ἐλάχισται σάρκες ἴσαι τὸ μέγεθος ἄπειροι ἐν αὐτῷ ἔσονται· τοῦτο δὲ ἀδύνατον διὰ τὸ ὡρίσθαι τὴν ἐλαχίστην | σάρκα, ἧς οὐκέτι ἐλάττων ἄν ἐκκριθείη. δέδεικται γὰρ ἐν τῷ πρὸ τούτου ὅτι ὥρισται ἡ ἐλαχίστη, τούτου δὲ ὄντος ἀδύνατον ἐπ’ ἄπειρον ἐκκρίνεσθαι σάρκα ἐκ τοῦ ὕδατος τούτου, ἀλλ’ ἀνάγκη στῆναι· ὥστε οὐ πᾶν ἐκ παντὸς ἐκκριθήσεται. εἰ δέ γε ἀεὶ τῆς προεκκριθείσης, φησίν, ἐλάττονα λαμβάνειν ἦν, οὐκ ἄν ἐπέλειπεν ἡ ἔκκρισις, ὡς ἐπὶ τῆς μεγίστης. οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος καὶ ὁ Θεμίστιος ἐξηγήσαντο. Μήποτε δὲ δυνατὸν ἀποδεῖξαι καὶ χωρὶς τοῦ προαποδεδειγμένου συμ- περάσματος τὸ νῦν ἐπιχείρημα, ἴσως τοῦ Ἀριστοτέλους, ὅπερ ἐκεῖ ἀπέδειξε τὸ ἀδύνατον ὁπηλικονοῦν εἶναι μέγεθος, νῦν συγχωροῦντός πὼς αὐτοῖς τίθεσθαι, ἐν οἷς φησιν, εἰ καὶ ἀεὶ ἐλάττων ἔσται ἡ ἐκκρινομένη, ἀλλ’ ὅμως οὐχ ὑπερβαλεῖ μέγεθός τι τῇ σμικρότητι. καὶ οὐχ ὅτι ἐπι- λείπει ἡ ἔκκρισις ἀπλῶς δείκνυσι νῦν ὁ Ἀριστοτέλης, ὡς οἶμαι, ἀλλ’ ὅτι καὶ τῷ ἐπιλείπειν καὶ τῷ μὴ ἐπιλείπειν ἄτοπόν τι ἀκολουθεῖ τοῖς πᾶν ἐν παντὶ λέγουσι καὶ πᾶν ἐκ παντὸς ἐκκρίνεσθαι, ταὐτὸν δὲ εἰπεῖν γίνεσθαι ἀξιοῦσι. τῷ μὲν γὰρ ἐπιλείπειν ἀναιρεῖται ἄμφω ταῦτα τὰ ἀξιώματα. εἰ γὰρ ἐπιλείποι ἀπὸ τουδὶ τοῦ ὕδατος ἐκκρινομένη ἡ σάρξ, οὐ πάντα ἐν παντὶ ἔσται οὐδὲ πᾶν ἐκ παντὸς ἐκκριθήσεται. ἐν γὰρ τῷ λοιπῷ ὕδατι οὐκ ἐνυ- πάρξει σάρξ· εἰ μέντοι λέγοιεν μὴ ἐπιλείπειν, ἀλλ’ ἀεὶ δύνασθαι ἀφαιρεῖν, ἐν πεπερασμένῳ μεγέθει τῷδε τῷ ὕδατι ἄπειρα τὸ πλῆθος μεγέθη ἐνέσται· ὅπερ ἀδύνατον. δοκεῖ δέ μοι τὸ ἴσα πεπερασμένα καὶ τὸ οὐχ ὑπερ- βαλεῖ μέγεθός τι τῇ σμικρότητι αἰτίαν γενέσθαι τῷ Ἀλεξάνδρῳ τῆς τοιαύτης ἐξηγήσεως. καθ’ ἑκάστην γάρ, φησίν, ἔκκρισιν ἀριθμός τις ἔσται ἐκκρινόμενος τῶν ἐλαχίστων, οὕτως τε ἔσται τρόπον τινὰ ἴσα ἀεὶ τὰ ἀφαι- ρούμενα διὰ τὸ ἐλάχιστα πάντα εἶναι. τίς δὲ ἄν εἴη ἡ ἀποκλήρωσις τὸ καὶ τὰ ἐλάχιστα πολλὰ εἶναι, ἀλλὰ μήποτε ἴσα, ἀντὶ τοῦ μεγέθη ὄντα καὶ αὐτὰ λέγειν; κἂν γὰρ ἀεί, φησίν, ἐλάττων ἔσται ἡ ἐκκρινομένη, ἀλλ’ οὐχ ὑπερβαλεῖ μέγεθός τι τῇ σμικρότητι. τουτέστι κἄν συγχωρήσῃ τις αὐτοῖς τὸ τῆς ἐλάττονος ἀεὶ ἐλάττονα λαμβάνειν, οὐκ ἄν διὰ τὴν σμι- κρότητα ὑπερβαίη τὸ εἶναι μέγεθος. καὶ γὰρ ἡ ἐπ’ ἄπειρον τῶν μεγεθῶν διαίρεσις εἰς μεγέθη γίνεται. ὁ μέντοι πάντα ἐν πᾶσι λέγων καὶ ἐνεργείᾳ αὐτὰ ἐνεῖναι λέγει, καὶ οὐ δυνάμει, ὡς ἐπὶ τῶν ἐπ’ ἄπειρον διαιρουμένων. δυνατὸν δὲ τὸ ἴσα πρὸς τὸ πεπερασμένα ἀκούειν ἀντὶ τοῦ ὅμοια πε- περασμένα. καὶ εἴπερ τὸ πεπερασμένον τοῦ ποσοῦ ἐστι πάθος, οἰκειότερον τὸ ἴσα πεπερασμένα ἤπερ ὅμοια πεπερασμένα εἰπεῖν. ἡ οὖν ὅλη ἐπιχεί- ῥῆσις ἀναιρεῖ τὸ πᾶν ἐν παντὶ εἶναι καὶ πᾶν ἐκ παντὸς γίνεσθαι ἤτοι ἐκ- κρίνεσθαι προλαβοῦσα ἀξίωμα, ὅτι πᾶν σῶμα πεπερασμένον ὑπὸ σώ- ματος πεπερασμένου καταμετρεῖται καὶ δαπανᾶται, ὅπερ αὐτὸς ἀναι- ῥεῖται εἶπε τοῖς προκειμένοις οἰκείως. ἐὰν γὰρ τοῦ πήχεως πεπερασμένου ὄντος ἀεί τι πεπερασμένον ἀφαιρῇς, ἀναιρεθήσεται ὁ πῆχυς. γινέσθω δὲ ἡ ἀφαίρεσις μὴ κατὰ τὸ λόγῳ θεωρητόν ἐπεὶ οὐδέποτε ἐκλείψει), ἀλλὰ κατὰ τὰ ἐνεργείᾳ ἐνυπάρχοντα μόρια, κἂν τὰ ἐλάχιστα ἴσως τοιάδε. τούτου οὖν προληφθέντος δείκνυσιν, ὅτι οὐκ ἐνδέχεται ἕκαστον ἐν ἑκάστῳ τουτέστι πᾶν ἐν παντὶ ὑπάρχειν οὐδὲ πᾶν ἐκ παντὸς ἐκκρίνεσθαι, οὕτως· εἰ ἐκκρίνοιτο ἐκ τοῦ ὕδατος σὰρξ καὶ πάλιν ἄλλη, κἀν ἀεὶ ἐλάττων ἔσται ἡ ἐκκρινομένη, ὅμως μέγεθός τι ἕξει. καὶ τοῦτο δὲ ὡς ἀξίωμα προλαμβάνεσθαι χρὴ τῆς ἀποδείξεως• ἢ οὖν στήσεται ἡ ἔκκρισις ἢ οὐ στήσεται. ἀλλ’ εἰ μὲν στῇ, οὐχ ἅπαν ἐν παντὶ ἔσται ἐν γὰρ τῷ λοιπῷ ὕδατι οὐκ ἐνυπάρξει σάρξ), εἰ δὲ μὴ στῇ, ἀλλ’ ἀεὶ ἕξει ἀφαίρεσιν, ἐν πεπερασμένῳ μεγέθει ἄπειρα τὸ πλῆθος ὁμοίως πεπερασμένα μεγέθη ἔσται· ὅπερ ἀδύνατον. τὸ γὰρ πε- " περασμένον μέγεθος ἀεί τινος τῶν ἐν αὐτῷ πεπερασμένου κατὰ πεπερασμένον ἀριθμὸν ἀναιρουμένου, ἀναιρεθήσεται καὶ αὐτὸ διὰ τὸ ἀξίωμα, ὥστε οὐκ ἔσται ἐν πεπερασμένῳ μεγέθει ἄπειρα τὸ πλῆθος. δῆλον δὲ ὅπερ εἶπον, ὅτι τὴν ἀφαίρεσιν οὐ κατὰ τὴν λόγῳ θεωρουμένην ἐπ’ ἄπειρον τομὴν ποιη- τέον. οὕτως γὰρ οὐδὲ ἐπέλειπεν ἂν οὐδὲ ἄτοπόν τι ἠκολούθει τὸ πεπερα- σμένον τι ἐκ τῶν ἐπ’ ἄπειρον διαιρουμένων συνεστάναι· δυνάμει γὰρ ἐπὶ τούτων τὸ ἄπειρον οὐκ ἐνεργείᾳ. ἡ δὲ κατὰ Ἀναξαγόραν ἔκκρισις τῶν ἐνερ- γείᾳ ἐνυπαρχόντων ἀπείρων ἐστίν. p. 187 b 35 Πρὸς δὲ τούτοις εἰ ἅπαν μὲν σῶμα ἕως τοῦ ἔσται γὰρ ἔλαττον τῆς ἐλαχίστης. Τὸ πᾶν ἐν παντὶ εἶναι καὶ πᾶν ἐκ παντὸς ἐκκρίνεσθαι καὶ διὰ τούτου σαλεύει τοῦ ἐπιχειρήματος. προλαβὼν κἀνταῦθα ἐναργὲς ἀξίωμα, ὅτι πᾶν σῶμα ἀφαιρεθέντος τινὸς ἔλαττον γίνεσθαι ἀνάγκη, ἐπειδὴ καὶ προστεθέντος μεῖζον, καὶ πρὸς τούτῳ τῷ ἀξιώματι τῷ ἤδη δεδειγμένῳ χρώμενος ἐνταῦθα τῷ μὴ ὁπηλικηνοῦν εἶναι σάρκα, ἀλλ’ εἶναι τὴν ἐλαχίστην ὡρισμένην, ὥσ- περ καὶ τὴν μεγίστην. τούτων δὲ προειλημμένων, συλλογίσαιο ἄν οὕτως· εἰ ἐκ τῆς ἐλαχίστης σαρκὸς ἐκκρίνεταί τι, ἔσται τις σὰρξ ἀφ’ ἧς ἐξεκρίθη ἐλάττων τῆς ἐλαχίστης· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ἐλαχίστη γὰρ ἦν ἧς ἐλάττων οὐκ ἔστι σάρξ· οὐκ ἄρα ἐκ τῆς ἐλαχίστης σαρκὸς ἐκκριθήσεταί τι σῶμα ὁποιονοῦν. καὶ τὸ μὲν συνημμένον ἀληθὲς διὰ τὸ ἀξίωμα. ἡ δὲ πρόσληψις ἐναργής. εἰ δὲ ἐκ τῆς ἐλαχίστης σαρκὸς ἀδύνατόν τι ἐκκρι- θῆναι σῶμα, οὐ πάν ἔσται ἐν παντὶ οὐδὲ πάν ἐκ παντὸς ἐκκριθήσεται. καὶ ἄλλο δὲ ἄτοπον ἕπεται τῷ ἐκ τῆς ἐλαχίστης σαρκὸς ἐκκρίνεσθαί τι. οὐ γὰρ ἔτι ἔσται σὰρξ μετὰ τὴν ἔκκρισιν· | τῆς γὰρ ἐλαχίστης σαρκὸς ἐλάττων οὐκ ἄν εἴη σάρξ· ἔφθαρται ἄρα ὡς σάρξ· φθαρταὶ ἄρα αἱ ὁμοιομέρειαι, ὅπερ οὐ βούλονται· οὐκ ἄρα πᾶν ἐν παντὶ οὐδὲ πᾶν ἐκ παντὸς γίνεται. p. 188 a 2 Ἔτι δὲ ἐν τοῖς ἀπείροις σώμασιν ἕως τοῦ τοῦτο δὲ ἄλογον. εἶναι τὰς ἀρχὰς καὶ πάντα ἐν πᾶσι μεμῖχθαι. ἅπερ εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος τίθησιν Ἀναξαγόρας λέγων “ὁμοῦ πάντα χρήματα ἦν καὶ πλῆθος καὶ σμικρότητα”. καὶ γὰρ τὸ σμικρὸν ἄπειρον ἦν· καὶ ὅτι “ἐν παντὶ παντὸς μοῖρα ἔνεστι πλὴν νοῦ” πολλάκις λέγει. εἰ οὖν ἀπείρων οὐσῶν τῶν ὁμοιομερειῶν ἐν ἑκάστῃ πάντα ὑπάρχοι, ἐνυπάρχοι ἄν ἤδη κατ’ ἐνέργειαν οὖσα σὰρξ ἄπειρος καὶ αἷμα καὶ ἐγκέφαλος· ἐν ταῖς ἀπείροις γὰρ ὁμοιομερείαις σάρκες ἄπειροι τῷ πλήθει οὖσαι, ἄπειρον τῷ μεγέθει ποιοῦσι τὴν ὅλην σάρκα καὶ αἷμα ὁμοίως καὶ ἐγκέφαλον καὶ χρυσὸν δηλονότι καὶ τῶν ἄλλων ἕκαστον. ἔσται οὖν ἄπειρα μεγέθη πλείονα κατ’ ἀριθμόν, μᾶλλον δὲ ἄπειρα καθ’ ἑκάστην γὰρ ὁμοιομέρειαν), ὅπερ ἄλογον· ἄπειρον γὰρ μέγεθος ἐκεῖνό ἐστιν, οὗ μηδὲν ἐκτός ἐστι μέγεθος. καὶ οὐ δυνάμει τὸ ἄπειρον, ὡς ἐπὶ τῶν ἐπ’ ἄπειρον γινομένων ἢ διαιρουμένων, ἀλλ’ ἐνεργείᾳ ἤδη τὸ ἄπειρον· ἤδη γὰρ ὑφέστηκε κεχωρισμένα ἀπ’ ἀλ- λήλων, καὶ οὐδὲν ἧττον ὄντα τῶν ἐν οἷς ἐστιν. ἔτι δὲ ἀλογώτερον τὸ κεχωρισμένα ὄντα ἄπειρα ὅμως εἶναι· τὰ γὰρ κεχωρισμένα ἀπ’ ἀλλήλων περαίνει πρὸς ἄλληλα. κεχωρισμένα δὲ ταῦτα τὰ ἄπειρα εἶναί φησιν, οὐ μόνον ὅτι ἐν κεχωρισμένοις ἐστὶ τοῖς ἀπείροις ὁμοιομερέσιν ἡ σὰρξ καὶ τὸ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον, ἀλλ’ ὅτι καὶ αὐτὸς Ἀναξαγόρας “ἕτερον, φησίν, οὐδέν ἐστιν ὅμοιον οὐδενί”. καὶ αὐτὰ οὖν τῇ οἰκείᾳ φύσει ἀπ’ ἀλλήλων κεχώρισται. καὶ κατ’ ἄλλον δὲ τρόπον ἔτι ἀτοπώτερον δόξει τὸ ὑπὸ τοῦ Ἀριστοτέλους συναγόμενον. εἰ γὰρ ἄπειρα τὰ ὁμοιομερῆ καὶ πάντα ἐν πᾶσιν, ἐν ἑκάστῳ ἂν τῶν ὁμοιομερῶν ἀπείρων ὄντων πάντα ἂν εἴη. καὶ ἐν ἑκάστῳ πάντων τῶν ἐν τούτῳ ἀπείρων πάντα. καὶ οὕτως ἐν ἑκάστῃ ὁμοιομερείᾳ σάρκες τε ἄν ἄπειροι ἐνεῖεν καὶ ὀστᾶ καὶ αἷμα καὶ ἐγκέφαλος καὶ πάντα τὰ ἄλλα ἄπειρα ὄντα. καὶ τοῦτο ἐπ’ ἄπειρον προχωροῦσιν ἀκο- λουθήσει ἑκάστου πάντα ἔχοντος καὶ τῶν ἐν αὐτῷ ἑκάστου πάντα, καὶ ἀεὶ τοῦτο καίτοι ἐνεργείᾳ εἶναι πάντων ὑποκειμένων, ἀλλ’ οὐ δυνάμει. πολλαχῶς οὗν τὸ ἄλογον ἐν τῇ τοιαύτῃ ὑποθέσει. καὶ ὅτι ἐν πεπερασμένῳ μεγέθει ἄπειρον εἶναι μέγεθος, ἄλογον, μᾶλλον δὲ ἄπειρα καὶ ἀπειράκις ἄπειρα. τὰ γὰρ ἄπειρα ἔνεστιν ἐν τῷδε τῷ σαρκίῳ καὶ ἐν ἑκάστῳ τῶν ἀπείρων ἄπειρα καὶ τοῦτο ἐπ’ ἄπειρον. ἄλογον δὲ καὶ τὸ ἄπειρα κεχωρισμένα ἀπ’ ἀλλήλων εἶναι, οὐ μόνον διότι τὰ κεχωρισμένα περαίνει πρὸς ἄλληλα, ἀλλ’ ὅτι οὐδὲ ἄπειρόν τι μέγεθος οἷόν τε ἐκ κεχωρισμένων εἶναι μερῶν. εἴη γὰρ ἄν οὕτως τι τοῦ ἀπείρου μεῖζον. τὸ γὰρ διάστημα τὸ μεταξὺ τῶν κεχωρι- σμένων τοῦ ἀπείρου μερῶν συντεθὲν τῷ ἀπείρῳ μεῖζον ἄν εἴη αὐτοῦ τοῦ ἀπείρου. ἔτι δὲ ὅτι καὶ κατὰ πλῆθος καὶ κατὰ μέγεθος πολὺ τὸ ἀπειράκις ἄπειρον ἔσται καὶ ἐνεργεία τοῦτο, εἴπερ κεχωρισμένα ἀπ’ ἀλλήλων. οὐδὲν ἧττον καὶ ἄπειρον ἕκαστόν ἐστι. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ " κεχωρισμένα μέντοι ἀπ’ ἀλλήλων, οὐδὲν δὲ ἧττον ὄντα καὶ ἄπειρον ἕκαστον. “’Αλλὰ μήποτε, φησὶν Ἀλέξανδρος, οὐχ οὕτως χρὴ τὸν λόγον εὐθύνειν· τὸ γὰρ πάντα ἐν πᾶσι μεμῖχθαι οὐκ ἐπὶ τῶν ἀρχῶν ἴσως ἔλεγεν ’Αναξα- γόρας, ὡς ἐν ἑκάστῃ τῶν ἀρχῶν πάντων ὄντων οὕτως γὰρ οὐδὲ ἀρχαὶ ἄν ἦσαν ἔτι, εἴπερ συγκρίματα ἦν), ἀλλ’ ἐν ἑκάστῳ τῶν αἰσθητῶν σωμάτων τῶν ἐκ τῶν ἀρχῶν συγκεκριμένων πάντα ἔλεγε μεμῖχθαι· ἐκ τούτων γὰρ καὶ αἱ γενέσεις καὶ αἱ ἐκκρίσεις· τὰ γὰρ στοιχεῖα τὰ εἱλικρινῆ μήτε αἰσθητὰ εἶναι τὴν ἀρχήν, ἀλλὰ μηδὲ εἶναι καθ’ αὑτά· μηδὲ γὰρ διακριθῆναι ταῦτα δύνασθαι· ἀλλ’ ὁ ταῦτα λέγων οὐδὲν ἄλλο ἢ μεταφέρει τὸν ἔλεγχον εἰς τὰ συγκρίματα· εἰ γὰρ ἕκαστον τῶν αἰσθητῶν μῖγμα ὂν ἐκ πάντων ἐστί, τόδε δέ τι εἶναι δοκεῖ κατὰ τὸ ἐπικρατοῦν ἐν τῇ μίξει, ἔστι δὲ πάντα καὶ ἐν τοῖς συγκρίμασι κατ’ ἐπικράτειαν ἑκάστης τῶν ὁμοιομερειῶν χαρακτηρι- ζόμενον ἀπείρων οὐσῶν ἄλλο κατ’ ἄλλην, ἅπερ καὶ ἐκκρίνεται, εἴπερ πάντα ἐκ πάντων• ἄπειρα ἄρα καὶ τὰ αἰσθητά. εἰ οὖν ἕκαστον αὐτῶν ἐκ πάντων μέμικται, ἄπειρος ἄν εἴη ἡ σὰρξ καὶ τῷ πλήθει καὶ τῷ μεγέθει. καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον ἄπειρον ὁμοίως. εἰ δὲ καὶ ἐκ παντὸς αἰσθητοῦ πᾶν γίνεται τῇ ἐκκρίσει, εἴη ἄν καὶ οὕτως ἀπειράκις τὸ ἄπειρον. ἐν γὰρ τῷ ἐκκρινομένῳ πάλιν πάντα ἐνέσται καὶ ἐκκριθήσεται. καὶ ἐπ’ ἐκείνων τῶν 25 ἐκκριμάτων τὰ αὐτὰ ῥηθήσεται. καὶ τοῦτο ἐπ’ ἄπειρον· τὰ γὰρ ἐκκρινό- μενα τὰ μικτὰ καὶ αἰσθητά ἐστι, διότι τὰ ἄμικτα τὴν ἀρχὴν οὐδὲ ἐκκρι- θῆναι οἷά τέ ἐστιν.’’ οὕτως μὲν τὴν δοκοῦσαν εἶναι τῷ λόγῳ βοήθειαν ἐνεγκὼν ἀνεῖλε καὶ ταύτην ὁ Ἀλέξανδρος. Μήποτε δὲ οὕτως μᾶλλον ἄν εἴη πιθανώτερος ὁ τοῦ Ἀναξαγόρου λόγος, εἰ μὴ ἐξ ἑνὸς αἰσθητοῦ λέγοι ἐκκριθήσεσθαί τι αἰσθητόν, οἷον ἐκ τῆσδε τῆς σαρκὸς μόνης ὀστοῦν αἰσθητὸν καὶ ἐκ τούτου πάλιν ἄλλο τι αἰσθητόν, ἀλλ’ ἐνεῖναι μὲν ἑκάστῳ τῶν αἰσθητῶν πάντα, ἀναίσθητα δέ, καὶ ἐκκρί- νεσθαι μὲν πάντα ἀπὸ ἑκάστου τῶν αἰσθητῶν, ἀλλ’ ἀναίσθητα μένειν, ἕως ἄν ἀπὸ πλειόνων αἰσθητῶν πλείονα | τὰ ὁμοειδῆ ἐκκριθέντα συγκριθῇ καὶ αἰσθητὰ γένηται, πάντων μὲν πάλιν ἐνόντων ἑκάστῳ τῶν συγκριμάτων, κατὰ δὲ τὴν ἐπικράτειαν ἑκάστου χαρακτηριζομένου. ἀλλ’ εἰ καὶ τοῦτο οὕτως ἔλεγον, πρῶτον μὲν ἢ οὐ πᾶν αἰσθητὸν ἐκ παντὸς αἰσθητοῦ γενήσεται, ὅπερ οὗτοι βούλονται, ἢ ὁμοίως τὸ ἀπειράκις ἄπειρον ἀκολουθήσει. ἔπειτα δὲ καὶ ἐπὶ τῶν στοιχείων ἀληθὲς εἰπεῖν ἀπείρων ὄντων τῷ πλήθει, εἰ ἐν πεπερασμένῳ τῷ αἰσθητῷ ἐνυπῆρχον αἱ ὁμοιομέρειαι ἄπειροι τὸ πλῆθος οὖσαι, ὁμοίως ἄλογον ἦν. εἰ μέντοι μὴ οὕτως ἄπειρα ἔλεγεν Ἀναξαγόρας τὰ στοιχεῖα ὡς τῇ φύσει ἄπειρα καὶ ἀνάριθμα, ἀλλ’ ὡς πρὸς ἡμᾶς ἀπε- ρίληπτα, ἐπεὶ καθ’ αὑτὰ πεπερασμένα καὶ ὡρισμένα τῷ εἴδει καὶ τῷ ἀριθμῷ εἴπερ, ὥς φησι, “καὶ τὰ συμμισγόμενά τε καὶ διακρινόμενα ἀποκρινόμενα πάντα ἔγνω νοῦς, καὶ ὁποῖα ἔμελλον ἔσεσθαι καὶ ὁποῖα ἦν, ὅσα νῦν μὴ ἔστι, καὶ ὁποῖα ἔσται, πάντα διεκόσμησε νοῦς’’. καίτοι εἴπερ ἄπειρα κατὰ πλῆθος ἦν ἐνεργείᾳ τῷ εἴδει καὶ τὰ στοιχεῖα καὶ τὰ ἐκ τῶν στοιχείων συγκρίματα, οὐκ ἄν αὐτὰ οὐδὲ ὁ νοῦς ἔγνω οὐδὲ διεκόσμησεν ἄν· τάξις γάρ τις ἡ διακόσμησις, ἡ δὲ τάξις οὐκ ἐν ἀπείροις, καὶ ἡ γνῶσις τοῦ νοῦ ὡρισμένη περίληψις, ἀλλ’ οὐκ ἀόριστος, καὶ κατ’ εἴδη ὡρισμένα γινομένη, ἀλλ’ οὐχὶ κατὰ ἄπειρα. ὅτι δὲ τὸ ἄπειρον οὐχ ὡς ἀδιεξίτητον πάντῃ τῷ πλήθει λέγει, δηλοῖ καὶ τὸν νοῦν ἄπειρον εἰπὼν ἐν οἷς ἔλεγε “νοῦς δέ ἐστιν ἄπειρον καὶ αὐτοκρατές’’), εἰ οὖν μὴ ἄπειρα τῷ εἴδει τὰ στοιχεῖα ἔλεγεν Ἀναξαγόρας, οὐδὲ τὰ ἐξ αὐτῶν συγκρίματα ἄπειρα ἦν, ἀλλὰ πεπερασμένα τῷ εἴδει καὶ ἑκάστῳ πεπερασμέναι ἔσονται ὁμοιομέρειαι. Ἀλλ’ οὐδὲ πᾶν ἐκ παντὸς ἁπλῶς ἔοικεν ἐκκρίνειν ὁ Ἀναξαγόρας, κἂν “ὁμοῦ πάντα χρήμαια’’ λέγῃ εἶναι. σαφῶς γὰρ ἐν τῆ ἐκκρίσει τὰ ἐναντία ἀπὸ τῶν ἐναντίων, ἀλλ’ οὐχὶ τὰ τυχόντα ἐκκρίνεσθαι λέγει ἐν οἷς φησιν “ἡ δὲ περιχώρησις αὕτη ἐποίησεν ἀποκρίνεσθαι. καὶ ἀποκρίνεται ἀπὸ τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρόν’’, ὥστε οὐ τὰ τυχόντα ἀπὸ τῶν τυχόντων, οὐδὲ ἐξ ὕδατος σὰρξ ἢ ἐγκέφαλος. καὶ οὕτως πάντα τὰ ἐπα- χθέντα ἐγκλήματα διαφεύξεται Ἀναξαγόρας. εἰ γὰρ μὴ ἄπειροι αἱ ἀρχαί, οὕτε αὐταὶ ἄγνωστοι οὔτε τὰ ἀπ’ αὐτῶν, οὔτε τὸ ἄπειρον τὸ ἔλαττον οὕτε τὸ μεῖζον ἔσται, οὔτ’ ἐπ’ ἄπειρον ἡ ἔκκρισις ὡς ἀπείρων ἐνυπαρχόντων εἰδῶν, ἀλλ’ εἴπερ ἄρα, ἑτέρων δεήσει πρὸς αὐτὸν λόγων. εἴπερ κατὰ ἔκ- κρίσιν τὴν γένεσιν λέγει. πῶς γὰρ ἐξ ὕδατος κυαθιαίου ἀὴρ ἐκκρίνοιτο τοσοῦτος, εἰ μὴ ἀλλοίωσις εἴη; τί δὲ τὸ ποιοῦν ἐστιν ἐκ σαρκῶν καὶ ὀστῶν καὶ τῶν τοιούτων ἄνθρωπον; οὐ γὰρ δὴ ἐνυπάρχει ἄνθρωπος. εἰ δὲ τὸν ἄνθρωπον ἐκ μὴ ἀνθρώπου γινόμενον ὁρῶμεν, τί κωλύει καὶ σάρκα μὴ ἐκ σαρκὸς γίνεσθαι ὑπὸ τοῦ καὶ τὸν ἄνθρωπον ποιοῦντος αἰτίου, εἴτε ὁ νοῦς εἴη εἴτε ἄλλο ὁτιοῦν αἴτιον; ὅλως δὲ εἰ τὰ ἀνομοιομερῆ οἷον ζῷα καὶ φυτὰ μὴ τολμῶσιν ἐκκρίσει ποιεῖν, τίς ἀνάγκη τὰ ὁμοιομερῆ τοῦτον γίνεσθαι τὸν τρόπον; ἢ διὰ τί τὰ μὲν ὁμοιομερῆ ἀγένητα καὶ ἄφθαρτα, τὰ δὲ ἐκ τούτων γενητὰ καὶ φθαρτά; καίτοι τὰ ὅλα τῶν μερῶν κρείττονα. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τὸν ἐγκέφαλον ὡς ὁμοιομερές τι παρέλαβεν ὁ Ἀριστοτέλης καίτοι ὀργανικὸν ὄντα μόριον, εἴπερ καὶ φλέβας ἔχει καὶ ἀρτηρίας τὰς συμπλη- ρούσας αὐτὸν καὶ ὑπὸ μηνίγγων διείληπται. p. 188 a 5 To δὲ μηδέποτε διακριθήσεσθαι οὐκ εἰδότως μὲν λέγεται, ὀρθῶς δὲ λέγεται. Εἰπόντος τοῦ Ἀναξαγόρου “οὐδὲ διακρίνεται οὐδὲ ἀποκρίνεται ἕτερον ἀπὸ τοῦ ἑτέρου’’ διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι, καὶ ἀλλαχοῦ “οὐδὲ ἀπο- κέκοπται πελέκει οὔτε τὸ θερμὸν ἀπὸ τοῦ ψυχροῦ οὔτε τὸ ψυχρὸν ἀπὸ τοῦ θερμοῦ” οὐ γὰρ εἶναί τι εἱλικρινὲς καθ’ αὑτό), τοῦτο, φησίν, οὐκ εἰ- δότως μὲν λέγεται· οὐ γὰρ διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι συμβαίνει τὸ μὴ διακρίνεσθαι, συμβαίνει μέντοι. διὸ κἀν μὴ εἰδότως, ἀλλ’ ὅμως ἀλη- θῶς λέγεται· τὰ γὰρ πάθη, τουτέστι τὰ συμβεβηκότα, ἀχώριστα τῆς οὐσίας ἐστίν, οἷον τὰ χρώματα καὶ αἱ ἕξεις· μεμιγμένης γὰρ τῆς οὐσίας καὶ τῶν συμβεβηκότων ἐὰν διακριθῇ τὸ συμβεβηκός, ἔσται οὐκέτι συμβε- βηκὸς ἀλλ’ οὐσία, ἅτε καθ’ ἑαυτὸ ὑφεστὼς καὶ οὐκ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχον· ὅπερ πάλιν οὐ καθ’ ὑποκειμένου ἐκάλεσεν. καὶ ὅπερ Εὔδημος καλῶς ἐπέστησεν, “οὐ μόνον τὰ πάθη τῶν οὐσιῶν οὐχ οἷόν τε χωρίσαι, ἀλλ’ οὐδὲ πάντα ὁμοῦ εἶναι τὰ πάθη δυνατόν, ὥστε πάντα ἐν πᾶσιν εἶναι. οὐ γὰρ δὴ θερμὸν καὶ ἐπιστήμη, ἀλλ’ ὅσα ἐνδέχεται μιχθῆναι, ὅλως δὲ ἡ μῖξις ἐκ τῶν κεχωρισμένων. χωρίζεται δὲ τὰ καθ’ αὑτὰ ὄντα ἢ δυνάμενά γε. τοιαῦται δὲ αἱ οὐσίαι· διὸ μίσγεται τὰ σώματα. τούτων δὲ τὰ μὲν ὑγρὰ κεράννυσθαι λέγομεν, τὰ δὲ ξηρὰ μεμῖχθαι οἷον σπέρματα καὶ πρό- βατα, λευκὸν δὲ καὶ ἄνθρωπον οὐ λέγομεν μεμῖχθαι οὐδὲ ἐπιστήμην καὶ ψυχήν. ὑπάρχειν δὲ μόνοις τούτοις τούτων ἕκαστα, καθ’ ὧν λέγεται. ποῖα δὲ μέμικται καὶ ὅπως ὁμοῦ πάντα ἦν, διώρισται βέλτιον, ἐπειδὴ οὐ πᾶν παντὶ μίσγεται, ὥσπερ οὐδὲ γίνεται πᾶν ἐκ παντός. ἐκ τοῦ λευκοῦ γὰρ οὐ γίνεται γραμμή, ἀλλὰ μέλαν ἢ φαιόν’’. ταῦτα γὰρ οἰκείως τῷ τόπῳ ὑπὸ Εὐδήμου λεγόμενα I παρεθέμην. ἀλλὰ πῶς βούλεται λέγεσθαι διακρῖναι τὰς ὁμοιομερείας ὁ νοῦς, εἴπερ ἐφέστηκε μὲν τοῖς οὖσιν ὡς διακρίνων αὐτὰ καὶ τοῦτο ἔχει ἔργον, ἀδύνατον δέ ἐστι τοῦτο; τὸ γὰρ ἀδυνάτῳ ἐγχειρεῖν ἀνοήτου μᾶλλον ἀλλ’ οὐχὶ νοῦ. ἀδύνατον γὰρ καὶ ποσῷ καὶ ποιῷ διακρι- θῆναι· ποσῷ μὲν γάρ, ὅτι οὐ φθάσει τὸ ἐλάχιστον, εἰ δὲ μή, στήσεται ἡ ἔκκρισις. ἐὰν γὰρ ἐλαχίστη σὰρξ ἀποκριθῇ, ταύτης ἐλάττων οὐ δύναται ἀποκριθῆναι. ποσοῦ δὲ διάκρισις ἡ ἐλαχίστου φύσις· ἕως μὲν γὰρ ἔστι τοῦ ληφθέντος ἔλαττον λαβεῖν, οὐ διακέκριται τὸ πηλίκον· ἐὰν δὲ στῇ ἐπὶ τὸ ἄτομον, διακέκριται. ὅπερ οὐκ ἔστιν· οὐ γὰρ στήσεται, οὐ διὰ τὴν ἐπ’ ἄπειρον τομήν, ὡς Ἀλέξανδρος ἤκουσεν, ἀλλ’ ὅτι στήσεται ἡ ἔκκρισις. ἀλλ’ οὐδὲ κατὰ τὸ ποιὸν δύναται διακρῖναι· ἀχώριστα γὰρ τὰ πάθη τῆς ὕλης. εἰ οὖν ἡ μὲν ποσοῦ διάκρισις ἐν ἐλαχίστῳ στάσις, ἡ δὲ ποιοῦ χωρισμὸς εἴδους ἀπὸ ὕλης, ἄμφω ἀδύνατα τὸ μὲν κατὰ Ἀναξαγόραν ἡ γὰρ ἐν ἐλα- χίστῳ στάσις τὸ πᾶν ἐν παντὶ ἀναιρεῖ), τὸ δὲ κατὰ Ἀριστοτέλην τὰς ποιό- τητας ἀχωρίστους νομίζοντα. ἄτοπος οὖν ὁ νοῦς ἡ τὸ ἀδύνατον ἀγνοῶν ἢ γινώσκων μὲν ὅτι ἀδύνατον, ἐγχειρῶν δὲ τοῖς ἀδυνάτοις. ταῦτα μὲν πρὸς τὴν σαφήνειαν τῶν ’Αριστοτέλους εἰρήσθω. οὐχ οὕτως δὲ ἄντικρυς Ἀναξαγόρας εἶπεν, ὅσον ἐμὲ εἰδέναι, ὅτι βού- λεται μὲν διακρῖναι τὰς ὁμοιομερείας ὁ νοῦς, τοῦτο δὲ ποιῆσαι ἀδύ- νατόν ἐστιν, ἀλλ’ ὅτι ὁ νοῦς ἐστιν ὁ κινῶν καὶ περιάγων καὶ διακοσμῶν καὶ τῆς ἐκκρίσεως πάσης αἴτιος. εἰπὼν γὰρ ὅτι τῆς περιχωρήσεως ἐστιν αἴτιος ὁ νοῦς, ἐπάγει “ἡ δὲ περιχώρησις αὕτη ἐποίησεν ἀποκρίνεσθαι, καὶ ἀποκρίνεται ἀπὸ τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρόν’’. εἶτα μετ’ ὀλίγον ἐπάγει ‘‘οὐδὲ διακρίνεται οὐδὲ ἀποκρίνεται ἕτερον ἀπὸ τοῦ ἑτέρου’’. δῆλον οὖν ὅτι ἄλλως μὲν εἴρηται τὸ ‘‘ἀποκρίνεται ἀπὸ τοῦ ἀραιοῦ τὸ πυκνὸν’’ καὶ τὰ ἑξῆς, ἄλλως δὲ τὸ ‘‘οὐδὲ ἀποκρίνεται ἕτερον ἀπὸ τοῦ ἑτέρου’’. καὶ τὸ μὲν ὡς ἐξ ἀλλήλων τῆς γενέσεως οὔσης οὐ πάντων οὐ γὰρ γραμμὴν εἶπεν ἀπὸ λευκοῦ ἀποκρίνεσθαι) ἀλλὰ τῶν ἐναντίων, τὸ δὲ ὅτι “οὐ κεχώρισται ἀλλήλων τὰ ἐν τῷ ἑνὶ κόσμῳ οὐδὲ ἀποκέκοπται πελέκει’’, ὡς ἐν ἄλλοις φησίν. ἀλλὰ σύνεστιν ἀλλήλοις καὶ ἐν ἀλλήλοις ἐστὶν ὡς ἡνωμένα. καὶ διακέκριται οὖν καὶ ἥνωται κατὰ Ἀναξαγόραν τὰ εἴδη καὶ ἄμφω διὰ τὸν νοῦν ἔχει, ὃν ἀξίως Ἀναξαγόρας ἐξύμνησε λέγων ‘‘νοῦς δέ ἐστιν ἄπειρον καὶ αὐτοκρατὲς καὶ μέμικται οὐδενὶ χρήματι, ἀλλὰ μόνον αὐτὸ ἐπ’ ἑωυτοῦ ἐστι’’ καὶ πάλιν “ἔστι γὰρ λεπτότατόν τε πάντων χρημάτων καὶ καθαρώτατον καὶ γνώμην περὶ παντὸς πᾶσαν ἔχει καὶ ἰσχύει μέγιστον, καὶ ὅσα ψυχὴν ἔχει καὶ τὰ μείζω καὶ τὰ ἐλάσσω, πάντων νοῦς κρατεῖ. καὶ τῆς περιχωρήσιος τῆς συμπάσης νοῦς ἐκράτησε. καὶ τὰ συμμισγόμενά τε καὶ διακρινόμενα καὶ ἀποκρινόμενα, πάντα ἔγνω νοῦς. καὶ ὁποῖα ἔμελλον ἔσεσθαι καὶ ὁποῖα ἦν, ἅσσα νῦν μὴ ἔστι, καὶ ὁποῖα ἔσται, πάντα διεκόσμησε νοῦς’’. ὥστε οὐκ ἐβουλήθη τὰ ἀδύνατα κατὰ Ἀναξαγόραν ὁ νοῦς, ἀλλὰ καὶ αὐτὸς τῇ νοερᾷ διακρίσει διέκρινε τὰ εἴδη τὰ ἐν τῷ κόσμῳ χωριστὸς ὢν ἀπ’ αὐτῶν. καὶ τὰ ἐν τῷ κόσμῳ εἴδη διά τε τὴν ἀρχέγονον ἑαυτῶν νοερὰν φύσιν καὶ διὰ τὴν ἐν τῇ γενέσει σύγχυσιν μέμικται ἀλλήλοις. καὶ ὅπερ δὲ ὁ ἐν Φαίδωνι Σωκράτης ἐγκαλεῖ τῷ Ἀναξαγόρᾳ, τὸ ἐν ταῖς τῶν κατὰ μέρος αἰτιολογίαις μὴ τῷ νῷ κεχρῆσθαι ἀλλὰ ταῖς ὑλικαῖς ἀποδό- σεσιν, οἰκεῖον ἦν φυσιολογίᾳ. τοιγαροῦν καὶ αὐτὸς ὁ Πλάτων’ ἐν Τιμαίῳ τὴν ποιητικὴν πάντων αἰτίαν ὁλικῶς παραδοὺς ἐν τοῖς κατὰ μέρος διαφορὰς ὄγκων καὶ σχημάτων αἰτιᾶται τῆς τε θερμότητος καὶ ψυχρότητος καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ὁ μέντοι Σωκράτης τὴν ἀπὸ τοῦ τελικοῦ ἀπόδοσιν ὑποδεῖξαι βουλόμενος ἐμνημόνευσεν Ἀναξαγόρου ὡς τῆ ὑλικῇ μᾶλλον ἀλλ’ οὐ τελικῇ αἰτία χρωμένου. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον. p. 188 a 13 οὐκ ὀρθῶς δὲ οὐδὲ τὴν γένεσιν λαμβάνει τῶν ὁμοειδῶν ἕως τοῦ καὶ εἰσὶ καὶ γίνονται. ‘Ο Ἀναξαγόρας ἐκκρίσει λέγων τὴν γένεσιν καὶ ἕκαστον ἀπὸ τοῦ ἐν αὐτῷ πλεονάζοντος χαρακτηρίζεσθαι πάντων ἐν πᾶσιν ὄντων δῆλός ἐστι τὴν γένεσιν ἑκάστου τῶν συνθέτων κατὰ τὴν τῶν ὁμοίων σύνθεσιν ἐπιτε- λεῖσθαι βουλόμενος, διότι καὶ διαιρούμενα εἰς τὰ ὅμοια ἑώρα σάρκα γὰρ εἰς σάρκας καὶ ὀστοῦν εἰς ὀστᾶ), δοκεῖ δὲ ἕκαστον εἰς ἐκεῖνα διαιρεῖσθαι, ἐξ ὧν σύγκειται. οὐ μέντοι ἀναγκαῖον τὴν γένεσιν ἐξ ὁμοειδῶν γίνεσθαι καὶ μάλιστα τὴν ὡς ἐκ στοιχείων, μᾶλλον δὲ ἀναγκαῖον μὴ οὕτω γίνεσθαι. ὅλα μὲν γὰρ ἐκ μερῶν γένοιτο ἄν τὰ ὁμοειδῆ ἐκ τῶν ὁμοειδῶν, ὥσπερ πηλὸς ὁ μείζων ἐκ πηλῶν πλειόνων τῶν βραχυτέρων. τὸ δὲ ὡς ἐκ στοι- χείων ἐκ τῶν ἀνομοίων καὶ ἁπλουστέρων τῆ φύσει γίνεται καὶ εἰς ταῦτα διαιρεῖται, ὡς ὁ πλίνθος ἐκ γῆς καὶ ὕδατος καὶ ἀχύρου, εἰς ἃ διαιρεῖται. καὶ ὅσῳ μᾶλλον εἰς στοιχεῖα γίνεται ἡ ἀνάλυσις, τοσούτῳ μᾶλλον εἰς τὸ ἀνόμοιον καθίσταται. σαρκὸς γοῦν τὰ μὲν ὡς μέρη ὅμοια σάρκες γάρ), τὰ δὲ στοιχειώδη οὐκέτι σάρκες, ἀλλ’ αἷμα καὶ τὰ ἔτι πορρωτέρω τὰ τέτταρα στοιχεῖα καὶ αἱ τούτων ποιότητες. οὐ κατὰ | σύνθεσιν οὖν ἡ γένεσις, ὡς 38v ἡ οἰκία ἐκ πλίνθων γίνεται, οὐδὲ εἰς τὰ συντιθέντα διαιρεῖται, ὡς εἰς πλίνθους ἡ οἰκία, ἀλλὰ ἄλλος ὁ τρόπος· κατ’ ἀλλοίωσιν γὰρ ἐξ ἀλλήλων ὕδωρ καὶ ἀὴρ γίνονται καὶ εἰσίν, ἀλλ’ οὐχὶ κατὰ σύνθεσιν οὐδὲ κατὰ ἔκκρισιν. ἐπεὶ πῶς ἄν ἐξ ὕδατος κυαθιαίου τοσοῦτος ἐγίνετο ἀήρ; ὥστε οὐκ ἐκκρίσει, ὡς Ἀναξαγόρας δοκεῖ λέγειν, ἀλλὰ μεταβολῇ καὶ ἀλλοιώσει, ὡς Ἀριστοτέλης καὶ ἄλλοι. διχῶς δὲ τὴν σύνταξιν τῆς λέξεως ὁ Ἀλέξανδρος ἐξηγήσατο· “ἢ γάρ, φησί, τοῦτο λέγει, ὅτι οὐκ ὀρθῶς τῶν ὁμοιομερῶν τὴν γένεσιν ποιεῖ συνθέσει, ἢ ὅτι οὐκ ὀρθῶς τὴν γένεσιν ποιεῖ ἐκ τῶν ὁμοιομερῶν ἵνα ᾖ λεῖπον τῇ λέξει τὸ ἐκ τῶν’’. p. 188 a 17 Βέλτιον δὲ ἐλάττω καὶ πεπερασμένα λαβεῖν, ὅπερ ποιεῖ Ἐμπεδοκλῆς. Εἰ καὶ ὁ τρόπος τῆς γενέσεως κοινὸς Ἐμπεδοκλεῖ καὶ Ἀναξαγόρᾳ, κα· θόσον ἄμφω κατὰ σύγκρισιν καὶ διάκρισιν τὴν γένεσιν ἀποδιδόασιν, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν στοιχείων διαφέρουσι. καὶ βέλτιον ἐλάττω καὶ πεπερασμένα λαβεῖν, ὡς Ἐμπεδοκλῆς ἔλαβεν, ἢ πλείω καὶ ἄπειρα, ὡς Ἀναξαγόρας. τὸ γὰρ πεπερασμένον τοῦ ἀπείρου βέλτιον, ὡς καὶ αἰσθήσει καὶ ἐπιστήμῃ ληπτόν, τὸ δὲ ἄπειρον οὔτε αἰσθητὸν οὔτε ἐπιστητόν. καὶ ἄλλως δὲ ἐφ’ ὧν δι’ ἐλαττόνων τὴν χρείαν γίνεσθαι δυνατόν, τί δεῖ πλειό- νων καὶ ἀπείρων; ἐπεὶ δὲ τῶν γενητῶν καὶ φθαρτῶν τὰ μὲν γεννᾶται τὰ δὲ φθείρεται, ἀρκοῦσιν αἱ τῶν προτέρων φθοραὶ ἀρχαὶ ἄλλοις γενέσεων εἶναι. καὶ ὅσοι μὲν κόσμους ἀπείρους ὑπέθεντο ὥσπερ Δημόκριτος, ἀναγ- καίως καὶ τὰ στοιχεῖα ἄπειρά φασιν εἶναι τῷ ἀριθμῷ· τῷ γὰρ εἴδει οὐδὲ οὗτοι ἄπειρα λέγειν ἀναγκάζονται. ὅσοι δὲ ἕνα τὸν κόσμον φασίν, ὥσπερ Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς, οὐδεμίαν τῆς ἀπειρίας ἀνάγκην ἔχουσι· διὸ ἄμεινον Ἐμπεδοκλῆς πεπερασμένα λέγει τὰ στοιχεῖα. καὶ γὰρ τὰ πρότερον ἐπαχθέντα ἄτοπα τῇ ἀπειρίᾳ ἐκπέφευγεν. ἀλλ’ ὅτι μὲν οὐχ οὕτως ἄπειρα ὡς ἀπεριήγητα τῷ πλήθει καὶ Ἀναξαγόρας τὰ στοιχεῖά φησι, πρότερον ἐπειράθην πιστώσασθαι. κἂν πεπερασμένα δὲ κατὰ τὰ εἴδη φησίν, ἀλλ’ ἀρχοειδέστερον Ἐμπεδοκλῆς ἁπλούστερα τῶν γινομένων στοιχεῖα γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ ὑπέθετο τοῦ καὶ ταῦτα ὁμοίως ἔχειν τοῖς ἐξ αὐ- τῶν συντεθεῖσιν νομίσαντος. εἰ μὴ ἄρα καὶ Ἀναξαγόρας τὰς ἁπλᾶς καὶ ἀρχοειδεῖς ποιότητας ὑπέθετο στοιχεῖα, ἀλλὰ τὰ σύνθετα, ἐν οἷς φησιν “ἡ δὲ περιχώρησις αὕτη ἐποίησεν ἀποκρίνεσθαι, καὶ ἀποκρίνεται ἀπὸ τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ θερμοῦ τὸ ψυχρὸν καὶ ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμ- πρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρόν”. καὶ μετ’ ὀλίγα δὲ “τὸ μὲν πυκνόν, φησί, καὶ διερὸν καὶ ψυχρὸν καὶ τὸ ζοφερὸν ἐνθάδε συνεχώρησεν ἔνθα νῦν <ἡ γῆ> τὸ δὲ ἀραιὸν καὶ τὸ θερμὸν καὶ τὸ ξηρὸν ἐξεχώρησεν εἰς τὸ πρόσω τοῦ αἰθέρος’’. καὶ τὰ μὲν ἀρχοειδῆ ταῦτα καὶ ἁπλούστατα ἀποκρίνεσθαι λέγει, ἄλλα δὲ τούτων συνθετώτερα ποτὲ μὲν συμπήγνυσθαι λέγει ὡς σύν- θετα, ποτὲ δὲ ἀποκρίνεσθαι ὡς τὴν γῆν. οὕτως γάρ φησιν τι ἀπὸ τουτέων ἀποκρινομένων συμπήγνυται γῆ· ἐκ μὲν γὰρ τῶν νεφελῶν ὕδωρ ἀποκρίνεται, ἐκ δὲ τοῦ ὕδατος γῆ, ἐκ δὲ τῆς γῆς λίθοι συμπήγνυνται ὑπὸ τοῦ ψυχροῦ”. οὕτως μὲν οὖν ἐπὶ τὰ ἀπλᾶ εἴδη ἀναδραμὼν Ἀναξαγόρας ἀρχοειδέστερον δόξει τοῦ Ἐμπεδοκλέους τὰ περὶ τῶν στοιχείων φιλοσοφεῖν. τελειότερον δὲ ἴσως Ἀριστοτέλης καὶ Πλάτων’ καὶ πρὸ ἀμφοῖν οἱ Πυθαγόρειοι στοι- χειώδεις ἀρχὰς τὴν ὕλην καὶ τὸ εἶδος ὑπέθεντο, καὶ ἔτι τελειότερον, ὅσοι τὴν κατὰ τὰ σχήματα διαφορὰν τοῦ ἀποίου σώματος προσεχεστέραν τῇ ὕλῃ νομίσαντες ὑπέθηκαν ταῖς κατὰ τὰς ποιότητας τῶν στοιχείων διαφοραῖς, πυραμίδα μὲν τῷ πυρί, ἄλλο δὲ ἄλλῳ τῶν σχημάτων· ὅπερ καὶ Δημόκριτος ἔοικε τεθεᾶσθαι καλῶς, ἐλλείπει δὲ τῷ μηκέτι εἰς εἶδος καὶ ὕλην ἀναλῦσαι τὰ ἁπλᾶ σώματα. p. 188α 19 Πάντες δὴ τἀναντία ἀρχὰς ποιοῦσιν ἕως τοῦ ὅτι μὲν οὖν τἀναντία πὼς πάντες ποιοῦσι τὰς ἀρχάς, <δῆλον>. Δείξας ὅτι οὔτε μία ἡ ἀρχὴ οὔτε ἄπειροι, καὶ συναγαγὼν ὅτι ἄμεινον λέγουσιν οἱ πλείονας καὶ πεπερασμένας τιθέντες ὥσπερ Ἐμπεδοκλῆς, ὤφειλε μὲν εὐθὺς ἀποδεῖξαι, πόσαι εἰσὶν αἱ πλείους αὗται. ὁ δὲ τοῦτο παρεὶς τίνες εἰσὶ πρῶιον δείκνυσιν, οὐκ ἀλόγως τοῦτο ποιῶν, ἀλλ’ ὅτι τῷ τίνες συναποδείκνυται καὶ τὸ πόσαι· εἰ γὰρ ἐναντίαι, δύο πάντως αἱ ἀνωτάτω. δείκνυσι δὲ ὅτι ἐναντίαι αἱ ἀρχαί, δηλονότι τῶν φυσικῶν πραγμάτων αἱ στοιχειώδεις, πρῶτον ἐκ τῆς πάντων σχεδὸν τῶν φυσικῶν κατὰ τοῦτο συμ- φωνίς, κἂν ἐν τοῖς ἄλλοις διαφωνῶσι. καὶ γὰρ οἱ ἓν τὸ ὂν καὶ ἀκίνητον λέγοντες, ὥσπερ Παρμενίδης, καὶ οὗτοι τῶν φυσικῶν ἐναντίας ποιοῦσι τὰς ἀρχάς. καὶ γὰρ οὗτος ἐν τοῖς πρὸς δόξαν θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ. ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν καὶ φῶς καὶ νύκτα ἤτοι σκότος. λέγει γὰρ μετὰ τὰ περὶ ἀληθείας· μορφὰς γὰρ κατέθεντο 1 δύο γνώμας ὀνομάζειν, τῶν μίαν οὐ χρεών ἐστιν, ἐν ᾧ πεπλανημένοι εἰσίν· ἀντία δ’ ἐκρίναντο δέμας καὶ σήματ’ ἔθεντο χωρὶς ἀπ’ ἀλλήλων, τῆ μὲν φλογὸς αἰθέριον πῦρ ἤπιον † ἀραιὸν ἐλαφρὸν ἑαυτῷ πάντοσε τωυτόν, τῷ δ’ ἑτέρῳ μὴ τὠυτόν· ἀτὰρ κἀκεῖνο κατ’ αὐτὸ τἀντία νύκτ’ ἀδαῆ πυκινὸν δέμας ἐμβριθές τε. καὶ μετ’ ὀλίγα πάλιν· αὐτὰρ ἐπειδὴ πάντα φάος καὶ νὺξ ὀνομασταὶ καὶ τὰ κατὰ σφετέρας δυνάμεις ἐπὶ τοῖσί τε καὶ τοῖς, πᾶν πλέον ἐστὶν ὁμοῦ φάεος καὶ νυκτὸς ἀφάντου, ἴσων ἀμφοτέρων, ἐπεὶ οὐδετέρῳ μέτα μηδέν. εἰ δὲ μηδετέρῳ μέτα μηδέν, καὶ ὅτι ἀρχαὶ ἄμφω καὶ ὅτι ἐναντίαι, δηλοῦται· καὶ οἱ ἓν δὲ καὶ κινούμενον τὴν ἀρχὴν ὑποθέμενοι, ὡς Θαλῆς καὶ Ἀνα- ξιμένης, μανώσει καὶ πυκνώσει τὴν γένεσιν ποιοῦντες, ἐναντίας καὶ οὗτοι ἀρχὰς ἔθεντο τὴν μάνωσιν καὶ τὴν πύκνωσιν. ποιεῖ δὲ καὶ Δημόκριτος τὰ ἐναντία ἀρχὰς τὸ πλῆρες καὶ τὸ κενὸν λαμβάνων, ὧν τὸ μὲν ὄν, τὸ δὲ οὐκ ὂν ἔλεγεν. ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ἀτόμοις ἐναντίωσιν θεωρεῖ. δια- φέρειν γὰρ αὐτὰς τρισὶ ταῖς ἀνωτάτω διαφοραῖς ἔλεγεν, ῥυσμῷ διαθιγῇ τροπῇ, ῥυσμὸν μὲν τὸ σχῆμα λέγων, διαθιγὴν δὲ τὴν τάξιν, τροπὴν δὲ τὴν θέσιν. διαφέρει γὰρ τὸ μὲν Α εἰ τύχοι στοιχεῖον τοῦ N σχήματι, τὸ δὲ Z τοῦ Ν θέσει, τὸ δὲ ΑΝ τοῦ NA τάξει. ἔστι δὲ ταῦτα τὰ τρία γένη ἐναντίων, ἡ μὲν θέσις τοῦ ἄνω καὶ κάτω δεξιὰ καὶ ἀριστερὰ ἔμπροσθεν καὶ ὄπισθεν, τὸ δὲ σχῆμα τοὐ γεγωνιωμένου καὶ ἀγωνίου καὶ εὐθέος καὶ περιφεροῦς, ἐν δὲ τάξει τὸ πρῶτον καὶ τὸ ἔσχατον ἐναντία. Ἐμπεδοκλέα δὲ καὶ Ἀναξαγόραν παρέλιπε νῦν, τὸν μὲν ὅτι πρόδηλος κατ’ αὐτὸν ἡ ἐναν- τίωσις ἔν τε τοῖς στοιχείοις καὶ κατὰ τὸ νεῖκος καὶ κατὰ τὴν φιλίαν, καὶ μέντοι κατὰ τὴν σύγκρισιν καὶ τὴν διάκρισιν· λέγει γὰρ ὅτι οὐδὲν ἄλλο ἐστὶν ἡ γένεσις ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων· Ἀναξαγόρου δὲ καὶ πρότερον ἐμνημόνευσεν ὡς τὰ ἐναντία τιθέντος ἐν ταῖς ἀρχαῖς, ὅτε τὴν διαφορὰν αὐτοῦ τὴν πρὸς Ἐμπεδοκλέα παρεδίδου λέγων “διαφέρουσι δὲ ἀλλήλων τῷ τὸν μὲν περίοδον ποιεῖν τούτων, τὸν δὲ ἅπαξ, καὶ τὸν μὲν ἄπειρα τά τε ὁμοιομερῆ καὶ τὰ ἐναντία, τὸν δὲ τὰ καλούμενα στοιχεῖα’’. σαφῶς δὲ καὶ αὐταῖς λέξεσι τὰς ἐναντιότητας ἐν τῇ γενέσει παραδίδωσιν ὁ Ἀναξαγόρας, ἐν οἷς φησι “ἡ δὲ περιχώρησις αὕτη ἐποίησεν ἀποκρίνεσθαι, καὶ ἀποκρίνεται ἀπὸ τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρόν’’. Καὶ οἱ Πυθαγόρειοι δὲ οὐ τῶν φυσικῶν μόνων ἀλλὰ καὶ πάντων ἀπλῶς μετὰ τὸ ἕν, ὃ πάντων ἀρχὴν ἔλεγον, ἀρχὰς δευτέρας καὶ στοιχειώδεις τὰ ἐναντία ἐτίθεσαν, αἷς καὶ τὰς δύο συστοιχίας ὑπέταττον οὐκέτι κυρίως ἀρ- χαῖς οὔσαις. γράφει δὲ περὶ τούτων ὁ Εὔδωρος τάδε· “κατὰ ἀνωτάτω λόγον φατέον τοὺς Πυθαγορικοὺς τὸ ἓν ἀρχὴν τῶν πάντων λέγειν, κατὰ δὲ τὸν δεύτερον λόγον δύο ἀρχὰς τῶν ἀποτελουμένων εἶναι, τό τε ἓν καὶ τὴν ἐναντίαν τούτῳ φύσιν. ὑποτάσσεσθαι δὲ πάντων τῶν κατὰ ἐναντίωσιν ἐπι- νοουμένων τὸ μὲν ἀστεῖον τῷ ἑνί, τὸ δὲ φαῦλον τῇ πρὸς τοῦτο ἐναντιου- μένῃ φύσει. διὸ μηδὲ εἶναι τὸ σύνολον ταύτας ἀρχὰς κατὰ τοὺς ἄνδρας. εἰ γὰρ ἡ μὲν τῶνδε ἡ δὲ τῶνδέ ἐστιν ἀρχή, οὐκ εἰσὶ κοιναὶ πάντων ἀρχαὶ ὥσπερ τὸ ἕν’’. καὶ πάλιν “διό, φησί, καὶ κατ’ ἄλλον τρόπον ἀρχὴν ἔφασαν εἶναι τῶν πάντων τὸ ὅν, ὡς ἄν καὶ τῆς ὕλης καὶ τῶν ὄντων πάντων ἐξ αὐτοῦ γεγενημένων. τοῦτο δὲ εἶναι καὶ τὸν ὑπεράνω θεόν’’. καὶ λοιπὸν ἀκριβολογούμενος ὁ Εὔδωρος ἀρχὴν μὲν τὸ ἓν αὐτοὺς τίθεσθαι λέγει, στοι- χεῖα δὲ ἀπὸ τοῦ ἑνὸς γενέσθαι φησίν, ἃ πολλοῖς αὐτοὺς ὀνόμασιν προσα- γορεύειν. λέγει γάρ· “φημὶ τοίνυν τοὺς περὶ τὸν Πυθαγόραν τὸ μὲν ἓν πάντων ἀρχὴν ἀπολιπεῖν, κατ’ ἄλλον δὲ τρόπον δύο τὰ ἀνωτάτω στοιχεῖα παρεισάγειν. καλεῖν δὲ τὰ δύο ταῦτα στοιχεῖα πολλαῖς προσηγορίαις• τὸ μὲν γὰρ αὐτῶν ὀνομάζεσθαι τεταγμένον ὡρισμένον γνωστὸν ἄρρεν περιττὸν δεξιὸν φῶς, τὸ δὲ ἐναντίον τούτῳ ἄτακτον ἀόριστον ἄγνωστον θῆλυ ἀριστερὸν ἄρτιον σκότος, ὥστε ὡς μὲν ἀρχὴ τὸ ἕν, ὡς δὲ στοιχεῖα τὸ ἓν καὶ ἡ ἀόριστος δυάς, ἀρχαὶ ἄμφω ἓν ὄντα πάλιν. καὶ δῆλον ὅτι ἄλλο μέν ἐστιν ἓν ἡ ἀρχὴ τῶν πάντων, ἄλλο δὲ ἓν τὸ τῇ δυάδι ἀντικείμενον, ὃ καὶ μο- νάδα καλοῦσιν’’. ἐπιστῆσαι δὲ ἄξιον, πῶς οὐχὶ τὰ ἐναντία πάντας ποιεῖν εἶπεν ἀρχὰς ὁ Ἀριστοτέλης, ἀλλὰ τὰ ἐναντία πὼς. οὐ γὰρ τὰ κυρίως ἐναντία λέγουσιν, ἀλλ’ ἅπερ ἡγοῦνται ἐναντία. οὐδὲ γὰρ τὸ κενὸν καὶ τὸ πλῆρες ἐναντία, ἀλλὰ μᾶλλον ὡς ἕξις καὶ στέρησις ἀντίκεινται, οὔτε τὸ γεγωνιωμένον καὶ ἀγώνιον καὶ εὐθὺ καὶ περιφερές. κἄν γὰρ σχῆμά τι τὸ εὐθὺ λέγοι, ἔδειξεν αὐτὸς ὅτι ἐν σχήμασιν οὐκ ἔστιν ἐναντίωσις. ἀλλ’ ἴσως οὐδὲ ἐκεῖνοι ὡς ἐναντία κυρίως ἐτίθεσαν, ἀλλ’ ὡς ἀντικείμενα. καὶ γὰρ αὐτός, ὡς μαθησόμεθα, τὰ ἐναντία λέγων ἀρχὰς τὴν πρωτίστην ἐναντίωσιν εἶδος καὶ στέρησιν θήσεται, ἅπερ οὐχ ὡς ἐναντία ἀλλὰ κατὰ ἄλλον ἀντί- κεῖνται τρόπον. τὸ οὖν ἐναντία πὼς τοῦτ’ ἔστι κατὰ διαφόρους τρόπους ἀντιθέσεως. p. 188 a 27 Καὶ τοῦτο εὐλόγως. δεῖ γὰρ τὰς ἀρχὰς ἕως τοῦ διὰ δὲ τὸ ἐναντία μὴ ἐξ ἀλλήλων. To τὰ ἐναντία ἀρχὰς εἶναι πιστωσάμενος διὰ τῆς τῶν ἄλλων συμφω- νίας, ὅπερ ἐκ τῶν κατὰ μέρος ἦν, καὶ καθόλου τὸ αὐτὸ πιστοῦται διὰ συλλογισμοῦ τοιούτου. τὰ πρῶτα ἐναντία οὔτε ἐξ ἄλλων | οὕτε ἐξ ἀλλήλων καὶ ἐκ τούτων τὰ ἄλλα· ἃ δὲ μήτε ἐξ ἄλλων μήτε ἐξ ἀλ- λήλων καὶ ἐκ τούτων τὰ ἄλλα, ταῦτα ἀρχαί• τὰ πρῶτα ἄρα ἐναντία ἀρχαί· πρῶτα μὲν οὖν ἐναντία λέγει τὰ γενικώτατα. καὶ ὅτι μὲν εἴ τι πρῶτον ἀπλῶς ἐστι τοῦτο οὐκ ἔστιν ἐξ ἄλλου, δῆλον· τὸ γὰρ πρῶτον καθὸ πρῶτόν ἐστιν οὐκ ἂν εἴη ἐξ ἄλλου. καὶ ὅτι τὸ μὴ ἐξ ἄλλου ἀρχή, πρόδηλον. ὅτι δὲ οὐκ εἰσὶν αἰ ἀρχαὶ ἐξ ἀλλήλων, καὶ τοῦτο δῆλον. ἱεῖ γὰρ ἔκ του ἀρχὴ εἴη, φησὶν ὁ Πλάτων’, οὐκ ἄν εἴη ἀρχή’’. καὶ ὅλως εἰ ἐξ ἀλλήλων, οὐδὲν μᾶλλον ἀρχαὶ ἢ ἀπὸ ἀρχῶν εἰσίν. ἀλλὰ πῶς τὰ ἐναντία οὐκ ἐξ ἀλλήλων; αὐτὸ γὰρ τοὐναντίον δειχθήσεται, ὅτι ἐξ ἀλλήλων τὰ ἐναντία. ἐκ γὰρ μέ- λανος τὸ λευκὸν καὶ ἐξ ἀμούσου τὸ μουσικόν. ἢ ὡς μὲν μετ’ ἄλληλα γι- νόμενα ἐξ ἀλλήλων λέγοιτο, ὡς δὲ ἐκ στοιχείων καὶ ὑπομενόντων ὡς ἐκ ξύλου κλίνη λέγεται γίνεσθαι) οὐκ ἂν γένοιτο τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου. οὗτος δέ ἐστιν ὁ κυρίως ἔκ τινος τῆς γενέσεως τρόπος. οὐ γὰρ οἷόν τε ὕλην εἶναι τῷ ἐναντίῳ τὸ ἐναντίον οὐ γὰρ δέχεται τὸ ἐναντίον ὑπομένον τὸ ἐναντίον. τὸ δὲ ἐκ τούτων τὰ ἄλλα ταῖς μὲν ἀρχαῖς ἀναμφιλέκτως προσήκει· ἀπὸ γὰρ τῆς ἀρχῆς τὰ μετὰ τὴν ἀρχήν, εἴπερ ὄντως ἀρχὴ εἴη. προσήκει δὲ καὶ τοῖς ἐναντίοις, διότι κατὰ μεταβολὴν ἡ γένεσις τῶν μετὰ τὰς ἀρχὰς γινομένων. πᾶσα δὲ μεταβολή, ὡς δειχθήσεται, ἀπὸ τοὐ ἐναντίου γίνεται εἰς τὸ ἐναντίον. ἀλλὰ πῶς τὰ ἐναντία ἀρχαί, εἴπερ αὐτὸς ἐν τῇ Μετὰ τὰ φυσικὰ ἐνθέως ἀνεβόησε τὸ “οὐκ ἀγαθὸν πολυκοιρανίη’’; ἡ φυ- σικῶν πραγμάτων ἀρχὰς ζητοῦμεν νῦν καὶ ταύτας οὐ τὰς ἐξῃρημένας ἀλλὰ τὰς στοιχειώδεις καὶ τὰς ἐξ ὧν ἐνυπαρχουσῶν γίνεται τὰ γινόμενα, ὡς καὶ αὐτὸς προελθὼν ἐνδείκνυται διὰ τοὐ “τὸ μὲν οὖν τρία φάναι στοι- χεῖα εἶναι”. τὰ δὲ φυσικὰ ἐν μεταβολῇ τὸ εἶναι ἔχει, πᾶσα δὲ μεταβολὴ ἀπό τινος εἴς τι περὶ κοινὸν ὑποκείμενον γίνεται, οὐκ ἄρα μία ἄν εἴη ἀρχή, ἀλλὰ πρὸς τῷ ὑποκειμένῳ δύο τοὐλάχιστον. ἀλλὰ μήποτε τὰ μὲν πρῶτα ἐναντία πάντως ἔχει τὸ μήτε ἐξ ἄλλων μήτε ἐξ ἀλλήλων, οὐ μόνα δέ, ἀλλὰ καὶ τὰ διάφορα μέν, οὐκ ἐναντία δέ. οὐ γὰρ πάντα τὰ διάφορα καὶ ἐναντία, οἷον εἴ τις λέγοι τὸ ποιὸν καὶ τὸ ποσὸν ἀρχάς. οὔτε γὰρ ἐξ ἄλλων εἴπερ ἀρχαί, οὔτε ἐξ ἀλλήλων εἴπερ ἄμφω ὁμοίως πρῶτα. ἢ οὐ πρῶται ἀρχαὶ τὸ ποσὸν καὶ τὸ ποιόν, ἀλλὰ τὸ ἐν ὑπο- κειμένῳ κοινὸν ὑπάρχον τῶν ἐννέα κατηγοριῶν καὶ τὸ οὐκ ἐν ὑποκει- μένω τῇ οὐσίᾳ προσῆκον. τὰ γὰρ πρῶτα καὶ ἰσοσθενῆ ἐν ἀντιθέσει τινὶ θεωρεῖται, διότι τὰ μὴ ἀντικείμενα ὑπάλληλά πώς ἐστιν, εἰ καὶ μὴ εὐσύνοπτος αὐτῶν ἡ τάξις. διὸ μετὰ τὴν μίαν τῶν πάντων αἰτίαν δυάδα πάντες ὑπέθεντο πάσης ἀντιθέσεως ἐξηγουμένην καὶ οἱ μυθικῶς καὶ οἱ φιλοσόφως τὰς θείας ἐκφαίνοντες τάξεις, ἥτις ἀντίθεσις ἐν μὲν τοῖς θείοις ὑπὸ τῆς ἑνώσεως τῆς ἐκεῖ κρατουμένη συγκέκρυπται, ἐνταῦθα δὲ πολυει- δῶς ἀναφαίνεται. ‘O δὲ ἡμέτερος καθηγεμὼν Ἀμμώνιος οὐκ ἠξίου τὸ μὴ ἐξ ἀλλήλων εἶναι τὰ ἐναντία οὕτως ἀκούειν, ὡς μὴ ἐξ ὑποκειμένων καὶ διὰ τοῦτο ὑπομενόντων, ἀλλὰ καθ’ ἣν ἔννοιαν εἴρηται τὸ μὴ ἐξ ἄλλων αὐτὰ εἶναι, ὡς οὐδ’ ἐνὸν τῶν πρώτων ἐναντίων ἄλλα λαμβάνειν ἀρχοειδέστερα, ἀφ’ ὧν ταῦτα διαιρεῖται, ἢ ὡς γενῶν ἢ ὡς ὅλων ἢ ὡς ἀπὸ ποιητικῶν αἰτίων γίνεται. τῶν γὰρ πρώτων πῶς ἄν εἴη πρότερόν τι; καὶ οὐ διὰ τὸ μὴ κεχρῆσθαι ἐκείνοις ὑποκειμένοις, ἀλλ’ ὅτι οὐχ ὥσπερ τοῦ θερμοῦ φέρε εἰπεῖν καὶ τοῦ ψυχροῦ πρότερά ἐστι τὸ μανὸν καὶ τὸ πυκνόν, τούτων δὲ ὑπεροχὴ καὶ ἔλλειψις, τούτων δὲ εἶδος καὶ στέρησις, οὕτως καὶ τούτων ἐνδέχεται πρότερα ἄλλα λαμβάνειν, ἐξ ὧν ἐροῦμεν ταῦτα εἶναι μερικώτερα ὄντα. διὸ σαφέστερον τούτῳ χρώμενος ἐν τοῖς ἑξῆς ἐρεῖ “ἔτι δέ ἐστιν ἄλλα ἄλλων πρότερα ἐναντία, καὶ γίνεται ἕτερα ἐξ ἄλλων” ὡς ἐκ καθολικωτέρων δηλονότι. κατὰ τοῦτο οὖν ἔοικε τὸ σημαινόμενον καὶ νῦν λέγεσθαι τὸ μὴ δεῖν ἐξ ἀλλήλων εἶναι τὰ ἐναντία, ὡς οὐ δυνατὸν ὂν θάτερον θατέρου ἀρχοειδέστερον καὶ καθο- λικώτερον εἶναι διὰ τὸ ἐναντία, φησίν, αὐτὰ εἶναι, τουτέστιν ἰσοσθενεῖν ἀλλήλοις, καὶ μηδὲν ἔχειν πλέον τὸ ἕτερον αὐτῶν τοῦ ἑτέρου πρὸς τὸν τῆς ἀρχῆς λόγον. p. 188 a 30 ’Αλλὰ δεῖ τοῦτο καὶ ἐπὶ τοῦ λόγου σκέψασθαι, πῶς συμβαίνει. Δείξας ὅτι τὰ ἐναντία ἀρχαὶ ἔκ τινος κοινῶς τοῖς τε πρώτοις ἐναντίοις καὶ ταῖς ἀρχαῖς ὑπάρχοντος, τοῦτο δὲ ἦν τὸ “μήτε ἐξ ἄλλων μήτε ἐξ ἀλλήλων καὶ τὰ ἄλλα ἐκ τούτων’’, βούλεται καὶ τὴν κυριωτάτην αἰτίαν παραδοῦναι τοῦ τὰ πρῶτα ἐναντία ἀρχὰς εἶναι τῆς γενέσεως λόγον γὰρ οἶμαι τὴν αἰτίαν καλεῖ), ἀλλὰ καὶ ὅτι ἐν τῷ προληφθέντι συλλογισμῷ τὸ μὲν τὰ πρῶτα ἐναντία “μήτε ἐξ ἀλλήλων εἶναι μήτε ἐξ ἄλλων” ριμον ἐγένετο (τὸ μὲν “μὴ ἐξ ἄλλων” ἐκ τοὐ πρῶτα, τὸ δὲ “μὴ ἐξ λων’’ ἐκ τοῦ ἐναντία), τῷ δὲ “καὶ τὰ ἄλλα ἐκ τούτων’’ λόγου τινὸς αἰ- τιώδους ἔδει. ὃν νῦν προστίθησι τοῦτον· ληπτέον δὴ πρῶτον ὅτι πάν- των τῶν τῶν ὄντων οὔτε ποιεῖν πέφυκεν οὔτε πάσχειν τὸ τυχὸν ὑπὸ τοὐ τυχόντος ἕως τοῦ ὥστε πάντα ἄν εἴη τὰ φύσει γινόμενα ἢ ἐναντία ἢ ἐξ ἐναντίων. προλαμβάνει ὡς ἀξιώματα καθολικὰ ἐπὶ πάσης γενέσεως τεχνικῆς τε καὶ φυσικῆς ἐκ τῆς ἐναργείας δοκοῦντα πιστά, ὅτι τὸ γινόμενον καὶ φθειρόμενον καθ’ αὑτὸ πᾶν ὑπὸ ποιοῦντος γίνεται καὶ φθεί- ρεται καὶ οὐχ ὑπὸ τοῦ τυχόντος τὸ τυχὸν ἀλλ’ ὑπὸ τοῦ ἀντικειμένου ποιη- τικοῦ αἰτίου καὶ εἰς τὸ ἀντικείμενον. δρᾷ γὰρ οὐ πᾶν εἰς ἅπαν, ἀλλὰ τὸ ἀντικείμενον εἰς τὸ ἀντικείμενον οἷον τὸ θερμὸν εἰς τὸ ψυχρὸν μεταβάλλον αὐτὸ ἀπὸ τῆς ἀντικειμένης ἑαυτῷ ἕξεως εἰς τὴν ἑαυτοῦ. ταῦτα μὲν οὖν πάλιν ἐπὶ τοῦ ποιοῦντος. ἐπὶ δὲ τοῦ γινομένου, ὅτι τὸ γινόμενον οὐκ ἐκ τοὐ μὴ ὄντος γίνεται, ἀλλ’ ἐξ ὄντος μεταβάλλει εἰς ὂν καὶ τοῦτο οὐκ ἐκ τοῦ τυχόντος εἰς τὸ τυχόν, ἀλλ’ ἐκ τοὐ ἀντικειμένου εἰς τὸ ἀντικείμενον, τουτέστιν εἰς τὸ ποιοῦν. ταῦτα προαξιώσας, εἶτα προσλαβὼν τὰ φύσει γι- νόμενα καὶ φθειρόμενα, συνάγει ὅτι πάντα τὰ φύσει, ὅταν καθ’ αὑτὰ γί- νηται ἢ φθείρηται, ὑπὸ τῶν ἀντικειμένων τὰ ἀντικείμενα τοῦτο πάσχει. ὅτι δὲ οὐδὲ ποιεῖν πέφυκε τὸ τυχὸν εἰς τὸ τυχὸν οὔτε πάσχειν ὑπὸ τοῦ τυχόντος, ὅταν τὸ μὲν καθ’ αὑτὸ ποιῇ τὸ δὲ καθ’ αὑτὸ πάσχῃ, ἀλλὰ τὸ ἀντικείμενον ὑπὸ τοῦ ἀντικειμένου, μάθοιμεν ἂν οὕτως· τὸ ποιοῦν κατὰ τὸ ἐν αὐτῷ εἶδος μορφοῦν τὴν οἰκείαν ἐνέργειαν δι’ αὐτῆς τῷ ὑποκειμένῳ τουτέστι τῷ ἐξ οὗ γίνεται τὸ γινόμενον) ἐντίθησι τὸ εἶδος, καθ’ ὃ γίνεται τὸ γινόμενον· τοῦτο δὲ ἦν τὸ ἐν τῷ ποιοῦντι, οἷον ὁ οἰκοδόμος τὴν ἐν αὐτῷ ἁρ- μονίαν καὶ τὸ σχῆμα τῆς οἰκίας ἐντίθησι τοῖς λίθοις μεταβάλλων αὐτῶν τὴν προτέραν διάθεσιν εἰς τὴν ἐν αὐτῷ. μεταβάλλεται δὲ οὔτε τὸ ὁμοειδὲς ἔστι γάρ) οὔτε τὸ διάφορον μέν, συνυπάρχειν δὲ δυνάμενον τί γὰρ δεῖται λευ- κὸν εἰς μουσικὸν μεταβάλλειν, ὅτε δύναται συνυπάρχειν ἄμφω;), ἀλλ’ ἐκεῖνα μεταβάλλει εἰς ἄλληλα, ὅσα πρὸ τοῦ μεταβάλλειν συνυπάρχειν ἀλλήλοις οὐ δύντι. ταῦτα δέ ἐστιν οὐ τὰ κυρίως ἐναντία μόνα, ἀλλὰ τὰ κατὰ πᾶσαν ἀντίθεσιν ἀντικείμενα. ὥστε ἀνάγκη πᾶν τὸ γινόμενόν τι ὃ μὴ πρότερον ἦν, ἐξ ἀντικειμένης τῆς πρόσθεν διαθέσεως εἰς ἀντικειμένην μεταβάλλειν ὑπὸ τοὐ ἀντικειμένου μὲν τῇ πρόσθεν διαθέσει τοῦ μεταβάλλοντος, ὁμοίου δὲ τῇ εἰς ἣν ἡ μεταβολὴ γίνεται· ἀπὸ γὰρ τοὐ ποιοῦντος αὕτη. οὕτως τὸ ψυχρὸν ὂν πρότερον σῶμα ὑπὸ θερμοῦ τινος γίνεται θερμόν. οὐ γὰρ ἐκ μουσικοῦ, φησί, λευκὸν γίνεται καθ’ αὑτό, ἀλλ’ ἐκ μέλανος· κατὰ συμβεβηκὸς μέντοι οὐδὲν κωλύει, ὅταν τύχῃ ὂν τὸ μουσικὸν μέλαν ἢ μὴ λευκόν, οὐ τὸ τυχόν, ἀλλὰ τὸ μεταξύ. τὸ γὰρ λευκὸν γίνεται καθ’ αὑτὸ ἐξ οὐ λευκοῦ· οὐ γὰρ δὴ ἐκ λευκοῦ· εἴη γὰρ ἄν πρὶν γενέσθαι λευκόν. ἐξ οὐ λευκοῦ δέ, οὐχ ὅτι καὶ ἐξ ἱπποκενταύρου, ἀλλὰ τοῦ τῷ λευκῷ ἀντικειμένου· τοῦτο δέ ἐστιν ἢ τὸ μέλαν ἢ τῶν μεταξύ τι οἷον ξανθὸν ἢ πυρρὸν ἢ μάλιστα φαιὸν καὶ ὅλως ὃ πρὸς τὸ λευκὸν τὴν μέλανος ἔχει τάξιν. καὶ τὸ μουσικὸν δὲ ἐξ οὐ μουσικοῦ γίνεται, οὐ τοῦ τυχόντος, ἀλλὰ τοῦ πεφυκότος. τοιοῦτον δὲ τὸ ἄμουσον καὶ εἴ τι μεταξὺ εἴη ἀμούσου καὶ μουσικοῦ. ζητεῖται γὰρ τὸ μεταξὺ ἀρετῆς καὶ κακίας καὶ μουσικῆς καὶ ἀμουσίας, ἐνίων μὲν τὸ οὐδέ- τερον λεγόντων μεταξὺ ὡς τὸ μεταξὺ τοῦ ἄρρενος καὶ τοῦ θήλεος, ἐνίων δὲ ἐκ τῆς ἑκατέρου μίξεως ὡς τὸ φαιὸν τοῦ λευκοῦ καὶ τοῦ μέλανος με. ταξύ, ἐνίων δὲ ὡς δύναμιν ἐπ’ ἄμφω πεφυκυῖαν. ὁμοίως δὲ οὐδὲ φθείρεται καθ’ αὑτὸ τὸ τυχὸν εἰς τὸ τυχόν, ἀλλ’ εἰς τὸ ἐναντίον καὶ εἰς τὸ μεταξύ. καὶ οὐκ ἐπὶ μόνων τῶν ἁπλῶν οὕτως ἔχει οἷον λευκοῦ καὶ μουσικοῦ καὶ τῶν τοιούτων, ἀλλὰ καὶ ἐπὶ τῶν συνθέτων οἷον οἰκίας ἀνθρώπου. καὶ γὰρ τούτων ἕκαστον ἐκ τοῦ ἀντικειμένου γίνεται οὐ τοὐ τυχόντος, ἀλλὰ τοῦ πεφυκότος εἰς ταῦτα μεταβάλλειν, καὶ φθείρεται εἰς ἐκεῖνα, λανθάνει δὲ διὰ τὸ μὴ κεῖσθαι ἐπὶ τούτων τοῖς ἀντικειμένοις ὀνόματα ὡς ἐκεῖ τὸ ἄμουσον καὶ τὸ λευκόν. κοινῶς δὲ ἄν ἐπὶ τῶν συνθέτων ἀντικεῖσθαι τὸ ἡρμο- σμένον καὶ τὸ ἀνάρμοστον λέγοιτο. γίνεται γὰρ πᾶν ἡρμοσμένον ἐξ ἀναρ- μόστου καὶ τὸ ἀνάρμοστον ἐξ ἡρμοσμένου καὶ φθείρεται εἰς ἄλληλα, οὐ τὰ τυχόντα δὲ εἰς τὰ τυχόντα. οὐ γὰρ ἂν ἡ ἀνθρώπου ἁρμονία εἰς τὴν λύρας ἀναρμοστίαν μεταβάλλοι, ἀλλὰ εἰς τὴν ἀνθρώπου, ἀλλ’ οὐδὲ ἡ Δώριος ἁρ- μονία εἰς τὴν Λύδιον ἀναρμοστίαν, ἀλλ’ εἰς τὴν οἰκείαν. Ταῦτα δὲ πάντα τὰ παραδείγματα οὐκ ἐκ τοῦ ποιοῦντος εἴληπται. ἀλλ’ ἐκ τοὐ πάσχοντος, ταὐτὸν δὲ εἰπεῖν ἐξ οὗ γίνεται τὸ γινόμενον καὶ εἰς ὃ φθείρεται τὸ φθειρόμενον. γί|νεται δὲ ἐξ ἀμούσου τὸ μουσικὸν ὑπὸ Δάμωνος ποιοῦντος, καὶ ἐκ ψυχροῦ τὸ θερμὸν γίνεται ὑπὸ τοῦ θερμοῦ ποιοῦντος· καὶ φθείρεσθαι λέγεται ἕκαστον ἐκείνων εἰς ὃ μεταβάλλει καὶ ὑπ’ ἐκείνου. εἰ δέ τις νομίζοι ἁρμονίαν καὶ ἀναρμοστίαν ἐπὶ μουσικῆς λέγεσθαι μόνης, οὐδὲν διαφέρει καὶ ἐπὶ τάξεως καὶ ἐπὶ συνθέσεως τὰ αὐτὰ λέγειν. ἡ γὰρ οἰκία σύνθετόν τι οὖσα γίνεται ἐκ τοῦ διῃρημένου καὶ μὴ συγκειμένου καὶ τὰ ἐσχηματισμένα ἐξ ἀσχημοσύνης, καὶ ὅσοι τοίνυν συνθέσει καὶ διαιρέσει ταὐτὸν δὲ εἰπεῖν συγκρίσει καὶ διακρίσει) τὴν γένεσιν ποιοῦσι, καὶ τούτοις ἐξ ἐναντίων καὶ εἰς ἐναντία ἡ γένεσις καὶ ἡ φθορά. ὥστε συγκεφαλαιω- θείσης τῆς ἐπαγωγῆς ἀληθὲς εἰπεῖν, ὅτι πᾶν ἄν γίνοιτο τὸ γινόμενον καὶ φθείροιτο τὸ φθειρόμενον ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ. μεταξὺ δὲ οὐ τὰ κεχωρισμένα ἀμφοῖν, ἀλλὰ τὰ ἐξ ἀμφοῖν συνεστῶτα, ἵνα συγγενῆ ὄντα τῶν ἐναντίων πρὸς ἑκάτερον ἔχῃ λόγον. καὶ τὰ φύσει οὖν πάντα οἷον ζῷον ἐκ μὴ ζῴου τὴν γένεσιν ἔχει, μὴ ζῴου δὲ τοιούτου ὃ πέ- φυκε πρὸς ζῴου γένεσιν. Δῆλον δὲ ὅτι ὁ παρακολουθήσας τοῖς εἰρημένοις οὐχ ὑποπτεύσει πρὸς ἑαυτὸν ἐναντιοῦσθαι τὸν Ἀριστοτέλην πρότερον μὲν εἰπόντα, ὅτι τὰ ἐναντία οὐ γίνεται ἐξ ἀλλήλων, νῦν δὲ ὅτι ἐκ τοῦ ἐναντίου γίνεται τὸ ἐναντίον. ἐκεῖ μὲν γὰρ ἐλέγετο μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία ὡς ἐξ ὕλης οὐ γὰρ ὡς ἐξ ὑπάρχοντος τοῦ λευκοῦ γίνεται τὸ μέλαν, ὡς ἐκ τοῦ ξύλου ἡ κλίνη) ἢ μᾶλλον ὅτι οὐ γίνεται ἐξ ἀλλήλων ὡς ἀπὸ ποιητικῶν αἰτίων οὐ γὰρ ποιητικὰ ἀλλήλων τὰ ἐναντία)· ἐνταῦθα δὲ ὅτι τοῦ ἐναντίου ἐκστάντος εἴδους ἐκ τοῦ ὑποκειμένου ἐπιγίνεται τὸ ἐναντίον ἐκείνῳ εἶδος ἀπὸ τοῦ ποιοῦντος. ἀλλ’ ὅτι μὲν οὐδὲν πέφυκε ποιεῖν εἰς τὸ τυχὸν οὐδὲ πάσχειν ὑπὸ τοῦ τυχόντος, ἔστω δῆλον· πόθεν δὲ δῆλον ὅτι τὰ ἐναντία ἐστὶ τὰ πε- φυκότα ποιεῖν εἰς ἄλληλα καὶ πάσχειν ὑπ’ ἀλλήλων; καὶ γὰρ ψυχὴ ὑπὸ θεοῦ ἐλλάμπεσθαι λέγεται, ἀλλ’ οὐκ ἐναντία οὖσα ὑπ’ ἐναντίου· ἢ ὡς ἐν- δεὴς ὑπὸ πλήρους πάσχει καὶ αὐτὴ καὶ μεταβάλλει ἀπὸ τοῦ ἀθέου εἰς τὸ ἔνθεον. ὅλως δὲ πᾶν τὸ γινόμενον οὐκ ἔστιν ὅπερ γίνεται· οὐ γὰρ ἄν ἐγί- νετο. ὥστε ἐκ μὴ τοιούτου γίνεται οὐ παντός, ἀλλὰ τοῦ πεφυκότος. πέ- φυκε δὲ τὸ αὐτὸ τῶν ἀντικειμένων εἶναι δεκτικόν. θερμοῦ γὰρ καὶ ψυχροῦ τὸ αὐτὸ σῶμα δεκτικόν ἐστι καὶ λευκοῦ καὶ μέλανος καὶ ἡ αὐτὴ ψυχὴ μουσικῆς καὶ ἀμουσίας. πότε οὖν ἡ ψυχὴ πέφυκεν εἰς τὸ μουσικὸν με· ταβάλλειν; ἆρα ὅταν μουσική ἐστιν; οὐδαμῶς. οὐκοῦν ὅταν μὴ μουσική, πέφυκε δὲ μουσικὴ γίνεσθαι. καὶ τὸ σῶμα πότε γίνεται λευκόν; ἆρα ὅταν λευκόν ἐστιν; οὐδαμῶς. ἀλλ’ ὅταν μὴ λευκὸν μέν, πεφυκὸς δὲ λευκὸν γίνεσθαι † ὅτι. εἰ οὖν τὸ πεφυκὸς τοῦτό ἐστι τὸ τῶν ἐναντίων δεκτικόν, μὴ ἔχει δὲ ἐκεῖνο ὃ λέγεται γίνεσθαι, δῆλον ὅτι τὸ ἀντικείμενον αὐτῷ ἔχει ἢ τὸ μεταξύ, καὶ ἀπ’ ἐκείνου μεταβάλλει εἰς ὃ γίνεται. καὶ προηγουμένως μὲν ἐκ τοῦ μὴ τοιούτου πεφυκότος δὲ ἡ γένεσις. διὸ ἀπὸ στερήσεως εἰς ἕξιν ἡ μεταβολή, ἤδη δὲ καὶ ἐκ τοὐ ἐναντίου, καθόσον καὶ τοῦτο μὴ τοι- οῦτον καὶ πεφυκός ἐστι, καὶ ὅλως ἐκ τοῦ ἀντικειμένου καθ’ ὁποιανοῦν τίθεσιν. οὐ γὰρ ἀνάγκη τὸ λευκὸν ἐκ μέλανος καθὸ μέλαν γίνεσθαι, ἀλλ’ ἐκ μὴ λευκοῦ, πεφυκότος δὲ λευκοῦ γίνεσθαι. τὸ δὲ πρὸς τὸ λευκὸν πε- φυκὸς καὶ πρὸς τὸ μέλαν πέφυκεν, ὥστε ὅταν μὴ ᾖ λευκόν, ἢ μέλαν ἢ τὸ μεταξύ ἐστι καὶ διὰ τοῦτο ἐκ μέλανος ἢ τοῦ μεταξύ. ἐξ οὗ δὲ γίνεταί τι, εἰς ἐκεῖνο καὶ φθείρεται. ἐπιστήσαι δὲ χρὴ ὅτι ἄλλο μέν ἐστι σύνθεσις ἄλλο δὲ τάξις· καὶ ἡ μὲν σύνθεσις ἐπὶ τῶν σύνθεσιν ἐχόντων λέγεται μετ’ ἀλλήλων, πλη- σιασμός τις οὖσα τῶν κειμένων εὐάρμοστος, κἀν μηδεμία τάξις ὡς ἐπὶ ξύλων ὅταν μὴ μέλῃ τῷ συντιθέντι, τί πρῶτον ἢ τί δεύτερον, εἰ μόνον συναρμόζοιντο. ἡ δὲ τάξις λέγεται μὲν καὶ ἐπὶ τῶν θέσιν ἐχόντων ἐν τάξει γὰρ δεῖ κεῖσθαι τὰ τοὐ ἀνδριάντος μέρη, ὥστε τὰ μὲν πρῶτα τὰ δὲ δεύτερα εἶναι τὰ δὲ ἐφεξῆς), λέγεται δὲ καὶ ἐπὶ τῶν μὴ ἐχόντων θέσιν ὡς ἐπὶ τῶν ἀριθμῶν. πρώτη γὰρ τέτακται ἡ μονὰς τῆς δυάδος. οὐδεμία δὲ ἢ τεχνικὴ ἢ φυσικὴ σύνθεσις ἄνευ τάξεως ἐστι. κἂν λέγῃ οὖν καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν, οὕτως λέγει ὡς καὶ τῆς οἰκίας καὶ τοὐ ἀνδριάντος κατὰ μέν τι τ·άξεως κατὰ δέ τι συνθέσεως μετεχόντων, ἀλλ’ οὐχὶ τῆς μὲν οἰκίας κατὰ μόνην σύνθεσιν ὑφισταμένης, τοῦ δὲ ἀνδριάντος κατὰ μόνην τάξιν. καλῶς δὲ ὁ Ἀλέξανδρος ἐπέστησεν, ὅτι “ᾧ μηδέν ἐστιν ἐναντίον ἢ ὃ μὴ ἔστι τῶν ἐναντίων δεκτικόν, τοῦτο ἀγένητον ἂν εἴη’’ καλῶς προσθεὶς τὸ δεύτερον διὰ τὴν ἄτομον οἶμαι οὐσίαν. ταύτῃ γὰρ ἐναντίον μὲν οὐδέν ἐστι, τῶν δὲ ἐναντίων ἐστὶ δε- κτική. καὶ διὰ τοῦτο οὐ μόνον τὸ εἶδος, ἀλλὰ καὶ τὴν στέρησιν τοῦ εἴδους δέχεται. p. 188 b 26 Μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασι καὶ τῶν ἄλλων οἱ πλεῖστοι ἕως τοῦ ὥσπερ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκασθέντες. Μέχρι τοῦ ἐν ταῖς ἀρχαῖς τὰ ἐναντία τιθέναι σχεδὸν συνηκολουθήκασι καὶ τῶν ἄλλων φυσικῶν οἱ πλεῖστοι. τὸ δὲ σχεδὸν ἢ πρὸς τὸ οἱ πλεῖστοι δι’ εὐλάβειαν φιλόσοφον πρόσκειται ἢ πρὸς τὸ συνηκολουθήκασιν, ὅτι οὐχ ἁπλῶς οὐδὲ ἐκεῖνοι τὰ ἐναντία ὡς ἐναντία ἔλεγον ἀρχάς, ἀλλ’ ἅπερ ἔλεγον, ταῦτα ἐναντία ἦν, ὡς φῶς καὶ σκότος καὶ νεῖκος καὶ φιλία καὶ σύγκρισις καὶ διάκρισις καὶ τὰ τοιαῦτα. δηλοῖ δὲ μάλιστα τὴν αὐτοφυῆ τοῦ δόγματος ἀλήθειαν καὶ τὴν κατὰ τὰς κοινὰς ἐννοίας | προειλημμένην " πεποίθησιν τὸ καὶ ἄνευ λόγου, τουτέστιν ἄνευ ἀποδεικτικῆς αἰτίας, λέγοντας αὐτοὺς ὅμως οὕτως λέγειν ὥσπερ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἐναγομένους. ἡμεῖς μὲν γὰρ καὶ τὴν αἰτίαν προστεθείκαμεν ὑποδείξαντες, ὅτι οὐ τὸ τυ. χὸν ἐκ τοῦ τυχόντος γίνεται, ἀλλὰ 〈τὸ ἐναντίον〉 ἐκ τοῦ ἐναντίου. καὶ διὰ τοῦτο τὰ φύσει γινόμενα ἢ ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων. ἐκεῖνοι δὲ καὶ τὴν αἰτίαν οὐ συννοοῦντες ἢ οὐ προστιθέντες ὅμως τὰ αὐτὰ λέγουσιν. p. 188 b 30 Διαφέρουσι δὲ ἀλλήλων ἕως τοῦ τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν τῶν καθέκαστον κατὰ τὴν αἴσθησιν. Δείξας τὴν τῶν παλαιῶν φυσιολόγων περὶ τὰς ἀρχὰς συμφωνίαν κατὰ τὸ ἐναντίας αὐτὰς τίθεσθαι γινομένην, ἐπειδὴ τοῖς πολλοῖς διαφωνεῖν δο- κοῦσι πρὸς ἀλλήλους ἄλλος ἄλλο τι λέγων τὴν ἀρχήν, καὶ τὴν διαφορὰν αὐτῶν παραδίδωσι. καὶ ὅπως εἰς συμφωνίαν καὶ αὕτη περιάγεται, καλῶς καὶ σαφῶς ἐπιδείκνυσι. καὶ τὴν μὲν διαφορὰν δηλοῖ τοὺς μὲν πρότερα τῇ φύσει τούς δὲ ὕστερα λαμβάνειν εἰπών, καὶ τοὺς μὲν γνωριμώ- τερα κατὰ τὸν λόγον, τοὺς δὲ κατὰ τὴν αἴσθησιν ἤτοι τὰ αὐτὰ λέγων τά τε πρότερα τῇ φύσει καὶ τὰ γνωριμώτερα κατὰ τὸν λόγον, καὶ αὗ πάλιν τὰ ὕστερα τῇ φύσει καὶ κατὰ τὴν αἴσθησιν γνωριμώτερα. καὶ τῶν παραδειγμάτων τὸ μὲν περιττὸν καὶ ἄρτιον καὶ νεῖκος καὶ φιλίαν ὡς πρότερα τῇ φύσει, καὶ κατὰ τὸν λόγον ἀλλ’ οὐχὶ κατὰ τὴν αἴσθησιν γνωριμώτερα τοῖς προτέροις προσήκοντα παρέθετο νοητὰ γὰρ ταῦτα· διὸ καὶ ’Εμπεδοκλῆς περὶ φιλίας λέγων ἀλλὰ νόῳ δέρκου, φησί, μηδ’ ὄμμασιν ἧσο τεθηπώς), τὸ δὲ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρὸν ὡς ὕστερα τῇ φύσει καὶ κατὰ τὴν αἴσθησιν γνωριμώτερα τοῖς ὑστέροις ἀπένειμε. καὶ τὸ μὲν θερμὸν καὶ ψυχρὸν Παρμενίδης φησί, τὸ δὲ ὑγρὸν καὶ ξηρὸν Ἀλέξανδρος μὲν ἤτοι αὐτόν φησιν εἰρηκέναι τὸν τὸ θερμὸν καὶ ψυχρὸν εἰπόντα ἢ ’Εμ- πεδοκλέα πρὸς τῷ νείκει καὶ τῇ φιλίᾳ τὰ τέτταρα στοιχεῖα ἀρχὰς θέμενον. ὁ μέντοι Πορφύριος οἰκειότερον εἰς † Ἀναξιμένην τὴν δόξαν ἀνέπεμψε ταύ- την εἰπόντα γῆ καὶ ὕδωρ πάντ’ ἐσθ’ ὅσα γίνοντ’ ἠδὲ φύονται. τὸ δὲ περιττὸν καὶ ἄρτιον ἀρχὰς οἱ Πυθαγόρειοι τίθενται, ὥσπερ τὸ νεῖκος καὶ τὴν φιλίαν μετὰ τῶν τεττάρων στοιχείων Ἐμπεδοκλῆς. μήποτε δὲ τῶν μὲν κατὰ τὸν λόγον γνωριμωτέρων καὶ τῶν πρὸς αἴσθησιν παραδείγματα τὰ εἰρημένα παρέθετο, τῶν δὲ προτέρων καὶ ὑστέρων οὐκέτι. πρότερα μὲν γὰρ δεῖ εἶναι τὰ ὁλικώτερα καὶ περιεκτικώτερα, ὕστερα δὲ τὰ μερικώτερα καὶ περιεχόμενα. τὰ δὲ ῥηθέντα οὐκ ἔχει οὕτως πρὸς ἄλληλα, ὥστε οὐκ ἄν ταύτῃ διαφέροι. ἢ ὅτι προείρηκεν ἤδη περὶ τῶν ἐναντίων τῶν κατὰ τὸ πρό- τερον καὶ ὕστερον διαφερόντων, ὅτε ἔλεγε “τὰ ἄλλα γεννῶσι πυκνότητι καὶ μανότητι πολλὰ ποιοῦντες. ταῦτα δέ ἐστιν ἐναντία, καθόλου δὲ ὑπεροχὴ καὶ ἔλλειψις. ὥσπερ τὸ μέγα φησὶ Πλάτων’ καὶ τὸ μικρόν”, εἰ μὴ ἄρα καὶ τούτων τὰ μὲν νοητὰ καὶ λόγῳ θεωρητὰ ὡς νεῖκος καὶ φιλία καὶ πε- ριττὸν καὶ ἄρτιον περιέχειν λέγοιντο ἄν ἅτε ἐπὶ πάντα φθάνοντα τὰ ἄλλα, τὰ δὲ αἰσθητὰ καὶ ὑλικὰ ἅτε ὑπ’ ἐκεῖνα τεταγμένα καὶ μετέχοντα αὐτῶν περιεχόμενα. θερμὸν γὰρ καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν μετέχει νείκους καὶ φιλίας καὶ ἀρτίου καὶ περιττοῦ κατὰ ἕνωσιν καὶ διάκρισιν καὶ τὸ συγ- κριτικὸν καὶ διακριτικόν. καὶ γὰρ τὸ θερμὸν ἐν τῇ Περὶ γενέσεως ὡς τῶν ὁμοίων συγκριτικὸν κατὰ τὸ συγκριτικὸν χαρακτηρίζει. οὐ μέντοι ὑπ’ ἐκείνων μετέχεται. ὁ δὲ Ἀλέξανδρος τὰ μὲν εἰδικώτερα τούτων περιέχειν φησί, τὰ δὲ ὑλικώτερα περιέχεσθαι, εἰδικώτερα μὲν ἐν ταῖς προειρημέναις ἐναντιώσεσι λέγων θερμὸν ξηρὸν περιττὸν φιλίαν, ὑλικώτερα δὲ τὰ τούτοις ἀντικείμενα. καίτοι τοὺς μὲν τὰ πρότερα καὶ περιέχοντα λαμβάνειν φησί, τοὺς δὲ τὰ ὕστερα καὶ περιεχόμενα, οὐδενὸς θερμὸν καὶ ξηρὸν εἰπόντος, οὐδὲ ἄλλου πάλιν ψυχρὸν καὶ ὑγρόν, ἀλλὰ τὰ ἀντικείμενα ἅμα. οὕτως γὰρ ἄν τὰ ἐναντία λέγοιεν ἀρχάς, ἀλλ’ οὐκ ἐκείνως, κοινῶς μὲν ἔχοντα πάντα τὴν ἀντίθετον φύσιν, διαφέροντα δὲ τῷ τὰ μὲν πρότερα, τὰ δὲ ὕστερα εἶναι. Διὸ καὶ οἱ τῶν δοξῶν τούτων προεστῶτες ταὐτὰ καὶ ἕτερα λέγου- σιν, ἕτερα μὲν κατὰ τὸ προφαινόμενον, ὅτι ὁ μὲν νεῖκος καὶ φιλίαν ὁ δὲ θερμὸν καὶ ψυχρὸν καὶ ἄλλος ἄλλην τινὰ λέγει τῶν ἀντιθέσεων, καίτοι δὲ διάφορα δοκοῦντες λέγειν τὰ αὐτὰ λέγουσι, καθόσον τὰ ἀνάλογον λαμ- βάνουσι. δυοῖν γὰρ οὐσῶν συστοιχιῶν ἀντικειμένων τῆς μὲν κρείττονος, ἐν ᾗ ἡ φιλία καὶ περιττὸν καὶ ὑπεροIχὴ καὶ μέγα καὶ μανὸν καὶ θερμόν, τῆς δὲ χείρονος, ἐν ᾗ τὰ ἐναντία τούτων, ἐκ τῆς αὐτῆς συστοιχίας, τῆς κρείττονος τὰ κρείττονα, πάντες τῆς οἰκείας ἀντιθέσεως λαμβάνουσι, καὶ ἐκ τῆς χείρονος τὰ χείρονα, εἰ καὶ οἱ μὲν ὁλικωτέρας καὶ περιεχούσας ἀντιθέσεις λαμβάνουσιν, οἱ δὲ μερικωτέρας καὶ περιεχομένας. ὑπεροχὴ γὰρ καὶ ἔλλειψις περιεκτικὰ μεγάλου καὶ μικροῦ καὶ ταῦτα μανοῦ καὶ πυκνοῦ καὶ ταῦτα θερμοῦ καὶ ψυχροῦ. ἀνάλογον δὲ ἔχει πρὸς ἄλ- ληλα· ὡς γὰρ ὑπεροχὴ πρὸς ἔλλειψιν, οὕτως μέγα πρὸς μικρὸν καὶ μανὸν πρὸς πυκνὸν καὶ θερμὸν πρὸς ψυχρόν. καὶ δῆλον ὅτι βέλτιον μὲν λέγουσιν οἱ τὰ πρότερα καὶ περιεκτικώτερα τιθέντες ἀρχάς, χεῖρον δὲ οἱ τὰ περιεχόμενα καὶ προσεχέστερα· κἄν γὰρ ἄλλων ὦσιν ἀρχαὶ ταῦτα, ἀλλὰ καὶ ἀπ’ ἀρχῶν εἰσι. γνωριμώτερα δὲ κατὰ μὲν τὸν λόγον λέγουσιν οἱ τὰ νοητὰ καὶ ὁλικώτερα καὶ περιεκτικώτερα τιθέντες, γνωριμώτερα δὲ κατὰ τὴν αἴσθησιν οἱ τὰ αἰσθητὰ καὶ μερικώτερα καὶ περιεχόμενα, διότι τὸ μὲν καθόλου λόγῳ ληπτόν ἐστι, τὸ δὲ καθέκαστα αἰσθήσει. πῶς δὲ τὸ μὲν μέγα καὶ τὸ μικρὸν καθόλου καὶ κατὰ λόγον ἀρχὰς εἶναί φησι, τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν τῶν καθέκαστον καὶ κατὰ τὴν αἴσθησιν; καὶ γὰρ ἑκάτερον τούτων καὶ καθόλου ἐστὶ καὶ καθέ- καστον. ἢ ὅτι τὸ μὲν μανὸν καὶ πυκνὸν φυσικώτερα καὶ ὑλικώτερα ὄντα ὥσπερ καὶ τὸ θερμὸν καὶ ψυχρὸν αἰσθητὰ μᾶλλόν ἐστι καὶ διὰ τοῦτο καὶ καθέκαστα, τὸ δὲ μέγα καὶ μικρὸν ἀυλότερα μᾶλλον ὡς καὶ ἐπὶ ἀσωμά- των θεωρούμενα καὶ διὰ τοῦτο καθολικώτερά τε καὶ λόγῳ μᾶλλόν ἐστι γνωστά. p. 189 a 11 ’Εχόμενον δὲ ἂν εἴη λέγειν πότερον δύο ἢ τρεῖς ἢ πλείους εἰσίν ἕως τοῦ τὰς δὲ ἀρχὰς ἀεὶ δεῖ μένειν. Προθέμενος τὰς ἀρχὰς τῶν φυσικῶν εὑρεῖν, πόσαι τε καὶ τίνες εἰσί, καὶ προβαλόμενος τὰς περὶ τούτου δόξας διαφόρους οὔσας, ἐνεῖδεν ἐν αὐταῖς μίαν κοινότητα τὸ τὰ ἐναντία ἐν ταῖς ἀρχαῖς τίθεσθαι. καὶ διὰ τοῦτο τὸ κοινὸν ὁμολόγημα εἰς πίστιν λαβών, πρῶτον τίνες αἱ ἀρχαί, ὅτι τὰ ἐν- αντία, δείκνυσι προσκατασκευάζων αὐτὸ καὶ αὐτὸς ἀποδεικτικῶς. τούτῳ δὲ καὶ τὸ πόσαι αἱ ἀρχαὶ συναποδείκνυται, ὅτι δύο μὲν αἱ ἐναντίαι, ἓν δὲ τὸ τοῖς ἐναντίοις ὑποκείμενον• ὅπερ ὕστερον προσθήσει. καὶ διὰ τοῦτο οὖν πρῶτον ἔδειξε τίνες αἱ ἀρχαί, καὶ τότε τὸ πόσαι προστίθησι. τέως δὲ καὶ ἐκ τοῦ δειχθῆναι, ὅτι τὰ ἐναντία ἀρχαί, συνάγει πάλιν ὅτι οὕτε μίαν οἷόν τε εἶναι τὴν ἀρχὴν οὔτε ἀπείρους· ὅτι μὲν οὐ μία, οὕτως συλλογιζόμενος· εἰ μία, οὐκ ἐναντία· αἱ ἀρχαὶ ἐναντίαι· εἰ μία ἄρα, οὐκ ἀρχή. καὶ ὅτι μὲν αἱ ἀρχαὶ ἐναντίαι, δέδεικται• ὅτι δὲ τὸ ἓν οὐκ ἐναντία, δείκνυσι νῦν ἐκ τοῦ ἀντιστρόφου. εἰ γὰρ τὰ ἐναντία οὐχ ὅν, τὸ ἓν οὐκ ἐναντία· εἰ γὰρ τὸ ἐναντίον ἐναντίῳ ἐναντίον ἐστίν, οὐκ ἄν εἴη ἐν ἑνὶ τὸ ἐναντίον. ὅτι δὲ οὔτε ἄπειροι αἱ ἀρχαί, δείκνυσι τῷ αὐτῷ χρησάμενος ἐπιχειρήματι, ᾧπερ καὶ πρότερον. εἰ γὰρ ἄπειροι αἱ ἀρχαί, καὶ αὐταὶ ἄγνωστοι ἔσονται διὰ τὸ ἄπειροι εἶναι καὶ τὰ ἀπ’ αὐτῶν ἄγνωστα ἔσται, διότι “τότε οἰόμεθα γινώ- σκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων’’. δευτέρῳ δὲ χρῆται ἐπιχειρήματι πρὸς τὸ μὴ εἶναι ἀπείρους τὰς ἀρχὰς τοιούτῳ· ἡ οὐσία ἕν τι γένος· ἐν παντὶ γένει ἑνὶ μία ἐναντίωσις· ἐν τῇ οὐσίᾳ ἄρα μία ἐναντίωσις· ἡ ἐναντίωσις δυοῖν ἐστι μεταξὺ τῶν ἐναντίων· ἡ ἄρα οὐσία δύο περὶ αὑτὴν ἀρχὰς ἔχει τὰ ἐναντία· οὐκ ἄρα ἄπειροι αἱ ἀρχ’ αἰ, εἴπερ ἐναντίαι. ’Ev δὴ τούτοις χρὴ ζητῆσαι πρῶτον μέν, τίς ἡ μία οὐσία καὶ τί ση- μαίνει νῦν τὸ τοῦ γένους ὄνομα, καὶ τίς ἡ μία ἐναντίωσις ἡ περὶ τὸ γένος τῆς οὐσίας θεωρουμένη, καὶ διὰ τίνα αἰτίαν πάντων κοινῶς τῶν φυσικῶν προθέμενος τὰς ἀρχὰς εὑρεῖν τὴν οὐσίαν μόνην καὶ τὴν κατ’ αὐτὴν ἐναν- τίωσιν παρέλαβε. πῶς γὰρ ταῖς κατὰ τὰς ἄλλας κατηγορίας γενέσεσιν ἐφαρ- μόσει ἡ κατὰ τὴν οὐσίαν ἐναντίωσις; ὁ μὲν οὖν Ἀλέξανδρος οὐσίαν μὲν ἀκούει τὸ ἔνυλον εἶδος, μᾶλλον δὲ τὸ σύνθετον ἐξ ὕλης καὶ εἴδους, ὅπερ ἐστὶν ἓν γένος τῆς οὐσίας τριῶν ὄντων αὐτῶν τῆς τε ὅλης καὶ τοῦ εἴδους καὶ τοῦ συνθέτου. καὶ γὰρ ἐν τούτῳ μόνῳ κατὰ τὴν οὐσίαν ἡ ἐναντίωσις θεωρεῖται. οὐδὲ γὰρ ἐν πάσῃ τῇ οὐσίᾳ καὶ ἐν 〈πάσαις〉 ταῖς ἄλλαις καιη- γορίαις ταῖς ἐχούσαις ἐναντίωσιν πολλαὶ αἱ ἐναντιώσεις• καὶ γὰρ καθ’ ἕκαστον τῶν ὑπὸ τὴν ποιότητα γενῶν μία ἐστὶν ἐναντίωσις, οἷον ἐν χρω- ματι ἑνὶ γένει ὄντι λευκὸν μέλαν, ἐν ἕξει ἀρετὴ κακία, ἐν χυμῷ γλυκὺ πικρόν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. οὕτως δὲ καὶ ἐν τῷ ἑνὶ γένει τῆς οὐσίας τῷ κατὰ τὸ ἔνυλον καὶ γενητὸν εἶδος μία ἐναντίωσις ἡ τοῦ εἴδους καὶ τῆς στερήσεως. ἓν δὲ γένος ἐκεῖνό ἐστί φησιν, οὗ ἡ τομὴ εἰς εἴδη καὶ οὐκέτι εἰς γένη. καὶ τὸ ἔνυλον δὲ εἶδος διαιρεῖται εἰς τὰς τῶν εἰδῶν διαφορὰς ὡς εἴδη πάσας. καὶ ᾗ γενητόν ἐστι, μίαν ἐναντίωσιν ἔχει τὴν κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν. εἰ δὲ ἐν παντὶ γένει ἑνὶ μία ἐναντίωσις, ἓν δὲ γένος καὶ ἡ ἐν γενέσει τε καὶ φθορᾶ οὐσία φυσική, μία ἄν καὶ ἐναντίωσις ἐν αὐτῇ εἴη φυσική, ἤτις ἂν ἀρχὴ εἴη τῶν γενητῶν οὐσιῶν· οὔ δὲ μία ἐναντίωσις, αὕτη δὲ αὐτὴ καὶ ἀρχή, οὐκ ἂν ἄπειροι εἶεν αἱ τῶν φυσικῶν τε καὶ ἐν γενέσει ἀρχαί. ἀλλ’ εἰ ἓν γένος τὴν οὐσίαν λέγει τὴν ἔνυλον, πρῶτον μὲν αὐτὸς ἀπεφήνατο μὴ εἶναι ἐν τῇ οὐσίᾳ ἐναντίωσιν, δεύτερον δέ, εἰ μὲν τῆς κατ’ οὐσίαν μόνης μεταβολῆς τὰς ἀρχὰς ἐζητοῦ- μεν, ἔδει μόνην τὴν ἐν | τῆ οὐσίᾳ ἐναντίωσιν ἀρχὴν τίθεσθαι, εἰ δὲ καὶ τῆς κατὰ τὸ ποιὸν καὶ τῆς κατὰ τὰς ἄλλας κατηγορίας, ἄλλην ληπτέον ἐναντίωσιν κοινήν. ἢ πρὸς μὲν τὸ μὴ εἶναί τι τῇ οὐσίᾳ ἐναντίον, χρὴ λέγειν ὅτι ἄλλην ἐναντίωσιν ἀνεῖλεν ἐκεῖ τὴν ὡς εἰδῶν ἀμφοῖν, ἄλλην δὲ ἐνταῦθα τίθησι τὴν ὡς εἴδους καὶ στερήσεως. ἴσμεν δὲ ὅτι ἡ στέρησις οὐδὲν τῶν ὄντων εἶναι δοκεῖ ἀπουσία τις οὖσα τοὐ ὄντος. ὥστε ὀρθῶς λέγεται καὶ τὸ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον καὶ μία εἶναι ἀντίθεσις ἐν τῇ οὐσίᾳ. Πρὸς δὲ τὸ δεύτερον ἔλεγεν ὁ ἡμέτερος καθηγεμὼν Ἀμμώνιος, ὅτι “τῆς τῶν οὐσιῶν ὑποστάσεως τὰς ἀρχὰς ζητοῦμεν, ἐν αἷς καὶ αἱ ἄλλαι κατηγορίαι τὸ εἶναι ἔχουσιν, ὅπερ καὶ ὁ Ἀλέξανδρος ἐπέστησεν ἐξηγούμενος τὸ ‘‘ἅμα δὲ καὶ ἀδύνατον πλείους εἶναι ἐναντιώσεις τὰς πρώτας· ἡ γὰρ οὐσία ἕν τι γένος ἐστὶ τὸ αὐτό,, καθάπερ γὰρ τὸ ὂν πρώτως μὲν ἔστιν ἐν οὐσία, δευτέρως δὲ ἀπὸ ταύτης καὶ τοῖς ἄλλοις γένεσιν ἐφήκει κατὰ τὰ ὡς ἀᾶ ἑνὸς καὶ πρὸς ἕν, οὕτως καὶ τῶν ἄλλων γενῶν αἱ ἐναντιώσεις παρὰ τῆς ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἕξουσι. τὸ οὖν εἶδος καὶ τὴν στέρησιν πρῶτον μὲν ἐπὶ τῆς κατὰ τὴν οὐσίαν ἐναντιώσεως ἁρμόσει λέγειν, κατὰ δεύτερον δὲ λόγον καὶ ἐπὶ τῶν κατὰ τὰς ἄλλας κατηγορίας μεταβολῶν· ἔστι γὰρ καὶ ἐπ’ ἐκείνων τὸ μὲν εἶδος, τὸ δὲ στέρησις. τὸ δὲ ἐν παντὶ γένει ἑνὶ οὐ περὶ τοῦ προσεχῶς εἰς εἴδη διαιρουμένου γένους λέγοιτο ἄν. ἡ γὰρ κατὰ τοῦτο ἐναντίωσις οὐκ ἂν εἴη πρώτη, εἴπερ μηδὲ τὸ γένος τοῦτο πρῶτόν ἐστιν· ἡ δὲ ἀρχικὴ ἐναντίωσις πρώτη ὤφειλεν εἶναι τῶν ἄλλων ἐναντιώσεων.’’ Ἀλλ’ ὁ μὲν μέγας Συριανός “μήποτε, φησί, γένος μὲν τὴν κτηγο- ρίαν λέγει, μίαν δὲ ἔχειν ἐναντίωσιν, ἐπεὶ κἀν ὦσι πολλαί, ὑπὸ μίαν ἀνά- γονται τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, ἥτις καθ’ ἑκάστην κατηγορίαν οἰκείως λαμβάνεται. ἀεὶ γὰρ τὸ κρεῖττον τῶν ἐναντίων ὑπεροχή, τὸ δὲ καταδεέστερον ἔλλειψις· ἄλλη οὖν ἐν ποσῷ ὑπεροχὴ καὶ ἄλλη ἐν ποιῷ καὶ ἄλλη ἐν τῷ ποῦ ἢ κεῖσθαι· ὁσαχῶς γάρ, φησὶν ὁ Πορφύριος, τὸ ὄν, τοσαυταχῶς καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις,,. ἴσως δέ, φησί, προσθείη ἄν τις, εἰ ἐπιδέχοιτο ἀντίθεσιν τοιαύτην πάσα κατηγορία.’’ ὁ δὲ Ἀμμώνιος ἔλεγε μὴ περὶ τοῦ κυρίως γένους λέγεσθαι νῦν, μήτε τοῦ προσεχῶς μήτε τοῦ ἀνωτάτω ἡ γὰρ ἐναντίωσις ἡ κατὰ τὰς διαφορὰς ὁποτέρου τούτων ποιεῖ τὴν γένεσιν καὶ τὴν φθοράν), ἀλλ’ ὅπερ, φησί, καὶ ὁ Ἀλέξανδρος πρὸς τῷ τέλει τῆς τοῦ ῥητοῦ τούτου ἐξηγήσεως ἐπέστησε, γένος ἓν καλεῖ νῦν τὸ ἓν ὑποκείμενον. ἔθος γὰρ αὐτῷ καὶ τὴν ὑποκειμένην ἑκάστῳ φύσιν γένος καλεῖν. καθάπερ οὖν περὶ τὸν ἀριθμὸν θεωρεῖται μία ἐναντίωσις ἡ τοῦ ἀρτίου καὶ περιττοῦ καὶ περὶ τὸν χυμὸν ἡ τοῦ γλυκέος καὶ πικροῦ καὶ περὶ τὴν ἐπιφάνειαν ἡ τοῦ λείου καὶ τραχέος, οὕτω καὶ περὶ τὴν οὐσίαν ἐναντίωσις μία θεωρεῖται ἡ τοῦ εἴδους καὶ τοῦ ἀνειδέου, ὃ καλεῖ αὐτὸς στέρησιν. καθάπερ οὖν ὁ ἀριθμὸς τῷ μὲν λόγῳ ἕτερός ἐστι τοῦ ἀρτίου καὶ περιττοῦ οὐδὲν γὰρ τούτων πρὸς τὸν τοῦ ἀριθμοῦ λόγον παραλαμβά- νεται), τῆ δὲ ἐνεργείᾳ μετὰ θατέρου τούτων πάντως ἐστὶ καὶ ἡ ἐπιφάνεια πρὸς τὸ ὁμαλὸν καὶ τὸ ἀνώμαλον ἔχει, οὕτως ἡ ὑποκειμένη τῇ οὐσίᾳ φύσις πρὸς τὸ εἶδος καὶ τὸ ἀνείδεον ἔχει. ’Ev δὴ τούτοις πρὸς μὲν τὰ τοῦ φιλοσοφωτάτου Συριανοῦ ῥητέον, ὡς εἰ μὲν τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν κυρίως ἀκούει, μόνης ἄν εἴη τῆς ποσότητος οἰκεία ἡ ἐναντίωσις· καὶ γὰρ ἐν ταῖς ἄλλαις κατηγορίαις διὰ τὴν ποσότητα ὑπάρχει. εἰ δὲ κατὰ τὸ κρεῖττον αὐτὴν καὶ καταδεέστερον ἀποδέχεται, πῶς ἐφιστάνει, εἰ ταύτην πᾶσα κατηγορία ἐπιδέχεται; καὶ γὰρ διαφοραὶ πάντως εἰσὶν ἑκάστης καὶ ἐν ταῖς διαφοραῖς ἡ μὲν κρείττων ἐστίν, ἡ δὲ καταδεεστέρα. πρὸς δὲ τὰ τοῦ ἡμετέρου καθηγεμόνος μαρτυρουμένου καὶ τὸν Ἀλέξανδρον πρῶτον μέν, πῶς ἡ τῆς οὐσίας ἐναντίωσις καὶ ταῖς ἄλλαις ὑπάρξει κατηγορίαις, ἑκάστης οἰκείαν ὀφειλούσης ἔχειν ἐναντίωσιν ὥσπερ καὶ γένος οἰκεῖον; εἰ γὰρ ἀπὸ τῆς οὐσίας ταῖς ἄλλαις καὶ τὸ εἶναι καὶ τὸ γένος καὶ ἡ ἐναντίωσις, ἓν ἄν εἴη πρῶτον γένος ἡ οὐσία καὶ οὐκέτι δέκα τὰ πρῶτα· οὐδὲ γὰρ οὐδὲ τὸ ὂν ἀπὸ τῆς οὐσίας ταῖς ἄλλαις ὑπάρχει, ἀλλὰ πρώτῃ μὲν τῇ οὐσίᾳ πάρεστι, μετ’ ἐκείνην δὲ ταῖς ἄλλαις, ὥσπερ καὶ ἡ τάξις οὐκ ἀπὸ τοὐ πρώτου τῷ δευτέρῳ, ἀλλὰ πᾶσιν ἀπὸ τῆς κοινῆς τάξεως. Πῶς δὲ γένος ἓν τὸ ὑποκείμενον ἔλεγε νῦν καὶ τὴν ὕλην μήπω δείξας, ὅτι δεῖ τινα τρίτην εἶναι ἀρχὴν τὴν τοῖς ἐναντίοις ὑποκειμένην, ὅπερ μετ’ ὀλίγον ποιήσει; ἀλλ’ ὅτι μὲν ἐναντίωσιν τὴν κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν βούλεται λαβεῖν διὰ τῶν ἐφεξῆς δῆλον· αὕτη δὲ οὐ περὶ τὴν οὐσίαν μόνην ὑφέστηκεν, ἀλλὰ περὶ πᾶσαν κατηγορίαν τὴν δεχομένην μετα- βολήν. καὶ γὰρ ἡ λευκότης ποτὲ μὲν πάρεστι τῷ ὑποκειμένῳ, ποτὲ δὲ ἄπεστι· καὶ παρούσης μὲν τὸ εἶδος λέγεται τῆς λευκότητος ὑπάρχειν αὐτῷ, ἀπούσης δὲ ἡ στέρησις. καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ὁμοίως· μή- ποτε οὖν ὅταν λέγῃ ἡ δὲ οὐσία ἕν τι γένος, οὐ τὴν οὐσίαν λέγει νῦν τὴν ταῖς ἄλλαις κατηγορίαις ἀντιδιῃρημένην, ἀλλὰ τὴν ὅλην τῆς φυσικῆς ὑπο- στάσεως τῆς ἐν μεταβολῇ οὔσης ὕπαρξιν, περὶ ἧς νῦν ὁ λόγος καὶ ἧς τὰς ἀρχὰς ζητοῦμεν. ἐφ’ ἧς πάσης ἡ κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν ἐναν- τίωσις θεωρεῖται διὰ τὴν μεταβολὴν ὑπάρχουσα. ὅτι δὲ ἐν τῆ τοιαύτῃ οὐσία μίαν εἶναι δεῖ τὴν ἀνωτάτω ἐναντίωσιν, δείκνυσι λαβών, ὅτι οἷον ἓν γένος τί ἐστιν ἡ τοιαύτη ὕπαρξις ἡ φυσικὴ καὶ γενητὴ καὶ ἔνυλος, ὥσπερ ἄν εἴποι ἕν τι γένος εἶναι καὶ τῆς νοητῆς καὶ ἀγενήτου καὶ ἀύλου παντε- λῶς ὑποστάσεως• εἶτα προσλαβών, ὅτι ἐν παντὶ γένει ἑνὶ μία ἐστὶν ἐναντίωσις ἡ ἀνωτάτω, συνήγαγεν ὅτι καὶ ἐν τῷ γένει τούτῳ τῷ νῦν ἡμῖν ὑποκειμένῳ, ἢ τῷ | τῆς φυσικῆς οὐσίας, μία ἑνὶ ἐναντίωσις ἡ ἀρχικὴ τοῦ γένους, καὶ διὰ τοῦτο οὐκ ἄν εἶεν ἄπειροι ἀρχαί. καὶ μὴ θαυμάσωμεν τὸ τῆς οὐσίας ὄνομα κοινῶς λεγόμενον. νῦν γὰρ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀκριβολογούμενος μὲν κατ’ οὐσίαν μεταβολὴν ἐρεῖ, πολλαχοῦ δὲ καὶ ἐπὶ ποιότητος αὐταῖς χρῆται λευκὸν ἐκ μέλανος γίνεσθαι λέγων καὶ φθείρεσθαι τὸ μέλαν εἰς τὸ λευκόν. καίτοι ἐν τῷ τὸ μέλαν γίνεσθαι λευκόν, οὐδεμία γίνεται κατ’ οὐσίαν μεταβολή, ἀλλὰ κατὰ ποιότητα. ὅτι δὲ ἐν παντὶ γένει ἑνὶ μία ἐστὶν ἐναντίωσις ἡ πρώτη, δῆλον ἐντεῦθεν. τὸ γένος κοινότητα φύσεως σημαίνει· ἡ δὲ κοινότης ἢ ἄνωθέν ἐστιν ὡς αἰτία εἶναι τῶν διαφορῶν, ὡς ἡ οὐσία καὶ αἱ λοιπαὶ δέκα κατηγορίαι, ἢ κά- τωθεν ὡς ὑποδέχεσθαι αὐτάς. εἴτε δὲ αἰτία, δῆλον ὅτι ἐν τῷ πλάτει τῆς τῶν διαφορῶν ἀπογεννήσεως δύο ἄκρα παρέξει τὰ πλεῖστον ἀλλήλων διε- στηκότα, ταὐτὸν δὲ εἰπεῖν ἐναντία· εἴτε ὑποκείμενον, ἕξει πάντως ἐν τοῖς περὶ αὐτὸ μεταβάλλουσι τὰ πλεῖστον ἀλλήλων διεστηκότα προσεχῶς οὐ πλέον ἢ δύο. τοῦτο δὲ καὶ ἐπ’ αὐτῶν φαίνεται τῶν πραγμάτων. ἐν γὰρ τῷ ποιῷ μία ἡ ἄνω ἐναντίωσις ὅμοιον καὶ ἀνόμοιον καὶ ἐν ποσῷ ἴσον καὶ ἄνισον, οὕτως δὲ καὶ ἐν οὐσίᾳ τῇ κοινῇ εἶδος καὶ στέρησις. ἢ οὗν οὕτως ἀκουστέον τὴν οὐσίαν ἢ κατὰ τὸ πανταχοῦ οὐσιῶδες. καὶ γὰρ τὸ χρῶμα καὶ τὸ συγκριτικὸν οὐσιωδῶς ὑπάρχειν τῷ μέλανι λέγομεν. οὕτως δὲ καὶ ἐπὶ πάσης κατηγορίας ἐστὶ τὸ οὐσιῶδες ἑκάστης, καθ’ ὃ καὶ γίνε- σθαι καὶ φθείρεσθαι λέγεται τὸ μέλαν ἢ τὸ τρίπηχυ ἢ τὸ δεξιόν. καίτοι ἡ ὑποκειμένη αὐτοῖς οὐσία, τούτων γινομένων καὶ φθειρομένων οὐ λέγεται γίνεσθαι ἢ φθείρεσθαι ἀλλὰ ἀλλοιοῦσθαι. οὐσία οὖν λέγεται νῦν, περὶ ἣν γένεσις καὶ φθορά, ἐν ᾗ καὶ ἡ κυρίως οὐσία ἡ καθ’ ἑαυτὴν ὑφεστάναι λεγομένη καὶ ἡ τῶν συμβεβηκότων τῇ τοιαύτῃ οὐσία ὑπόστασις. καὶ γὰρ καὶ αὕτη γενέσεως μετέχει καὶ φθορᾶς. Ποῖαν οὖν ὁ Ἀλέξανδρος οὐσίαν ἐνταῦθα τὴν κατὰ τὸ ἔνυλον εἶδος ἀκούει; εἰ μὲν τὴν κυρίως οὐσίαν τὴν ταῖς ἄλλαις κατηγορίαις ἀντιδιῃρη- μένην, ἐλλιπὴς ὁ λόγος, εἰ δὲ τὴν κοινῶς ἐπὶ πάντων τῶν γενητῶν εἰδῶν λεγομένην, εὖ ἄν ἔχοι. καὶ τὰ Εὐδήμου δὲ τοῦ ‘Ροδίου πρὸς ταύτην μοι δοκεῖ τὴν ἔννοιαν φέρεσθαι, εἰ καὶ ἀσαφῶς εἴρηται καὶ ἐκεῖνα. ἔχει δὲ οὕτως· ἱεῖ δὲ ἔστιν ἐναντιότης, δύο τοὐλάχιστον ἔσται. δύο δὲ ὑποκει- μένων τῶν πρώτων ἐναντίων, τούτων μὲν οὐδέτερον οἷόν τ’ εἶναι οὐσίαν, ἐπειδὴ οὐκ ἔστιν ἡ οὐσία τῶν ἐναντίων• εἰ δὴ ὁ φυσικὸς μὴ περὶ πάντων σκοπεῖ. διόπερ οὐδὲ ἀριθμεῖ πάντα τὰ ὄντα οὐδὲ ἀρχὰς κοινὰς πάντων λαμβάνει, ἀλλὰ τῶν οὐσιῶν καὶ τούτων τῶν σωματικῶν οἷον γένους τινὸς ἑνός. μὴ γίνεται δὲ τὸ τυχὸν ἐκ τοῦ τυχόντος, ἀλλ’ ὁμογενὲς οἷον χρῶμα ἐκ χρώματος, χυλὸς ἐκ χυλοῦ καὶ τὰ λοιπὰ ὁμοίως, οὐδ’ ἄν οὐσία γίνοιτο μὴ ἐξ οὐσιῶν οὐδὲ σῶμα μὴ ἐκ σωμάτων’’. ἐν δὴ τούτοις τὸ μὲν “οἷον γένους τινὸς ἑνὸς’’ καὶ τὸ “μὴ γίνεται δὲ τὸ τυχὸν ἐκ τοῦ τυχόντος, ἀλλ’ ὁμογενὲς οἷον χρῶμα ἐκ χρώματος’’ οὐσίαν εἰλῆφθαι σημαίνει οὐχὶ τὴν ἐν τοῖς δέκα γένεσι πρώτην· οὐ γάρ ἐστιν οἷον γένος ἐκείνη, ἀλλὰ γένος τῷ ὄντι· περὶ ἐκείνης δὲ ἄν λέγοιτο τῆς καὶ τὰ συμβεβηκότα περιεχούσης. p. 189 a 14 Καὶ ὅτι ἐνδέχεται ἐκ πεπερασμένων ἕως τοῦ ὥσπερ Ἀναξαγόρας ἐκ τῶν ἀπείρων. Τρίτον τοῦτον κομίζει λόγον δεικτικὸν τοῦ μὴ ἀπείρους ἀλλὰ πεπε- ρασμένας εἶναι τὰς ἀρχάς. εἰ γὰρ τὰ ἄλλα τὰ αὐτά ἐστι, βέλτιον ἐστι πε- περασμένας ἢ ἀπείρους εἶναι τὰς ἀρχάς· ἀλλὰ μὴν τὰ ἄλλα τὰ αὐτά ἐστι· βέλτιον ἄρα τὸ πεπερασμένον. καὶ τὸ μὲν συνημμένον δῆλον ἐκ τοῦ πρό- τερον ἀποδειχθέντος. εἰ γὰρ αἱ ἄπειροι ἀρχαὶ καὶ αὐταὶ ἄγνωστοι καὶ τὰ ἀπ’ αὐτῶν ἄγνωστα ποιοῦσιν εἶναι, δῆλον ὅτι βέλτιον τὸ πεπερασμένον καὶ μάλιστα τῶν ἄλλων τῶν αὐτῶν ὄντων ἐν ταῖς τῶν αἰτίων ἀποδόσεσιν. ὅτι δὲ καὶ πεπερασμένων οὐσῶν αἱ αἰτίαι τῶν γινομένων ἀποδίδονται, δῆλόν ἐστιν, ἐξ ὧν Ἐμπεδοκλῆς πεπερασμένα λέγων τὰ στοιχεῖα πάντα οἴεται ἀποδιδόναι, ὅσαπερ Ἀναξαγόρας ἐκ τῶν ἀπείρων. τοῦτο δὲ τὸ ἐπιχείρημα καὶ ἄλλο τι χρήσιμον ἔχει. πρὸς γὰρ τοὺς εἰπόντας ἄν ὅτι ἄγνω- στον μὲν τὸ ἄπειρον, οὐ μὴν δυνατὸν ἄλλως ὑποθέμενον τὰς αἰτίας τῶν γινομένων ἀποδιδόναι, εἴπερ καὶ ἐξ ὄντος δεῖ τὰ γινόμενα γίνεσθαι καὶ δοκεῖν ἐκ μὴ ὄντος, κἄν εὐσύνοπτον οὖν μᾶλλόν ἐστι τὸ πεπερασμένον, οὐ διὰ τοῦτο δεῖ παρέντας τὸ ἀληθὲς ἄλλο τι λέγειν· οὐ γὰρ αὐτοὶ ποιηταὶ γινόμεθα τῶν φύσει συνεστώτων, ἄλλ’ ὅπως ἔχει θεωροῦμεν αὐτά. πρὸς οὖν τοὺς ταῦτα λέγοντας τὸν Ἐμπεδοκλέα παρατίθησιν, ὃς πεπερασμένας λέγων τὰς ἀρχὰς πάντα ἀπεδίδου, ὅσα καὶ οἱ ἀπείρους λέγοντες. p. 189 a 17 ἔτι δέ ἐστιν ἄλλα ἄλλων πρότερα ἐναντία ἕως τοῦ τὰς δὲ ἀρχὰς ἀεὶ δεῖ μένειν. Ταύτην δευτέραν αἰτίαν ὁ Ἀλέξανδρος ἐπάγεσθαί φησι τοῦ δεῖν ἐν ταῖς ἀρχαῖς μίαν ἐναντίωσιν τιθέναι καὶ μὴ ἀπείρους. καὶ ὡς μὲν μίαν ἐναντίωσιν τὴν ἀρχὴν δεικνῦσα δευτέρα ἄν εἴη, ὡς δὲ ὅτι οὐκ ἄπειροι αἱ ἀρχαί, τετάρτη ἐστὶν ἡ ἐπιχείρησις. πρώτη μὲν γὰρ ἦν ἡ λέγουσα μὴ οἷόν τε εἶναι ἀπείρους, ὅτι μηδὲ ἐπιστητὸν ὄν, δεύτερα δὲ τὸ μία ἐναντίωσις ἐν παντὶ γένει ἑνὶ, τρίτη ’δε καὶ ὅτι ἐνδέχεται ἐκ πεπε- ρασμένων’’• ἐφ’ αἷς αὕτη τετάρτη ἅμα καὶ ἔνστασιν λύουσά τινα τὴν λέγουσαν ὅτι κἄν τὰ ἐναντία ἀρχαί, τί κωλύει ἄπειρα τὰ ἐναντία εἶναι πολλῶν ἀντιθέσεων προφερομένων. λύει δὲ δεικνῦσα, ὅτι πάντα τὰ ἐναν- τία εἰς μίαν ἀντίθεσιν ἀνάγεται τὴν ἀνωτάτω. ἅμα δὲ καὶ προσαποδεί- κνυσιν, ὅτι οὐ μόνον ἄπειρα οὐκ ἔστι τὰ ἐναντία, ἀλλ’ οὐδὲ πλείονα δυεῖν τὰ ἀνωτάτω καὶ ἀρχικά. κἄν γὰρ πολλά ἐστι τὰ ἐναντία, | ἀλλ’ ἔστιν ἄλλα ἄλλων ἀεὶ πρότερα ἐναντία καὶ τὰ μὲν περιέχοντα τὰ δὲ περιεχόμενα. καὶ γίνεται ἐκ τῶν προτέρων τὰ δεύτερα καὶ ἐκ τῶν περιεχόντων τὰ περιε- χόμενα. καὶ δῆλον ὅτι τὰ πρώτιστα καὶ περιέχοντα ταῦτα ἄν εἶεν ἀρχαί. δεῖ γὰρ τὰς ἀρχὰς καὶ πρώτας εἶναι καὶ πάντων κοινάς. καὶ ὅτι μὲν οὕτως ἔχει τὰ ἐναντία, ὡς τὰ μὲν περιέχειν τὰ δὲ περιέχεσθαι καὶ εἶναι ἄλλα ἄλλων πρότερα καὶ γίνεσθαι ἕτερα ἐξ ἄλλων, καὶ πρότερον εἶπεν, ὅτε ἔλεγε “λαμβάνουσι γὰρ ἐκ τῆς αὐτῆς συστοιχίας. τὰ μὲν πε- ριέχει, τὰ δὲ περιέχεται τῶν ἐναντίων.” τὰ γὰρ περιέχοντα καὶ πρότερα καὶ αἴτια. καὶ νῦν δὲ διὰ τῶν παραδειγμάτων ἐνεδείξατο. τὸ γὰρ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν ἐκ γῆς καὶ πυρὸς γίνονται καὶ ταῦτα ἐκ θερμοῦ καὶ ψυχροῦ, ὥσπερ ταῦτά τινες εἰς μάνωσιν καὶ πύκνωσιν ἀνέφερον καὶ ταύτας εἰς σύγκρισιν καὶ διάκρισιν. καὶ Δημόκριτος δὲ ἀπεί- ρους τὰς ἀτόμους ὑποθέμενος τὰς κατὰ ποιότητα αὐτῶν διαφορὰς ταῖς κατὰ τὴν θέσιν καὶ τὰ σχήματα καὶ τὴν τάξιν ἐναντιότησι γεννᾷ προτέρας ταύτας ἐκείνων ὑποτιθέμενος. δεῖ γὰρ τὰς κοινὰς πάντων ὡς ἀρχὰς λα- βεῖν. ἐὰν δὲ εἴπω λευκὸν καὶ μέλαν τὰς ἀρχάς, τῶν μὲν κεχρωσμένων ἔσονται ἀρχαί, τῶν δὲ ἀχρωμάτων οἷον σκληροῦ καὶ μαλακοῦ ἡ γλυκέος καὶ πικροῦ οὐκέτι· καὶ γλυκὺ δὲ καὶ πικρὸν τῶν ἀχύμων οὐκ ἄν εἶεν ἀρχαί. σύγκρισις δὲ καὶ διάκρισις πάντων κοιναὶ τῶν φυσικῶν καὶ πέρας καὶ ἄπειρον καὶ ταὐτὸν καὶ ἕτερον καὶ πάντων κοινότατον καὶ ὡς φυσικὸν κοινὸν τὸ εἶδος καὶ ἡ στέρησις. διὸ κάλλιον καὶ τὰς πολλὰς εἰς μίαν ἐν. αντίωσιν ἀνάγειν. καὶ Ἐμπεδοκλῆς γοῦν καίτοι δύο ἐν τοῖς στοιχείοις ἐναντιώσεις ὑποθέμενος θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ εἰς μίαν τὰς δύο συνεκορύφωσε τὴν τοῦ νείκους καὶ τῆς φιλίας, ὥσπερ καὶ ταύτην εἰς μονάδα τὴν τῆς ἀνάγκης. ἀλλ’ αὕτη μὲν ὡς ἕν, τὸ δὲ νεῖκος καὶ ἡ φιλία ὡς δύο, καὶ οὐχ ὡς ποιητικὰ μόνον, ἀλλὰ καὶ ὡς στοιχειώδη ὡς ἡ διάκρισις καὶ ἡ σύγκρισις• ἰσοδυναμεῖ γὰρ τούτοις. εἰ οὖν τινα τῶν ἐναν- τίων ἐξ ἄλλων ἐναντίων φαίνεται γινόμενα, οὐκ ἂν εἶεν πάντα τὰ ἐναντία ἀρχαί· αἱ γὰρ ἀρχαὶ πρῶτα, τὰ δὲ πρῶτα οὕτε ἐξ ἄλλων οὔτε ἐξ ἀλλή- λῶν. εἰ οὖν πάντα εἰς μίαν ἐναντίωσιν ἀνάγεται ἢ σύγκρισιν καὶ διάκρισιν ἢ ὑπερέχον καὶ ὑπερεχόμενον ἢ εἶδος καὶ στέρησιν, ἄλλων κατ’ ἄλλην ἐπι- βολὴν τὴν πρώτην ἐναντίωσιν θεασαμένων, εἴη ἂν ἡ πρώτη ἐναντίωσις ἀρχὴ μία οὖσα. Ἀλλὰ πῶς τὰ ἐναντία ἀρχὰς τῶν γινομένων καὶ φθειρομένων εἰπὼν ἐπήγαγε τὰς δὲ ἀρχὰς ἀεὶ δεῖ μένειν; ὁ μὲν οὖν Ἀλέξανδρος ἀιδίους φησὶν εἶναι τὰς ἀρχάς· εἰ γὰρ γίνοιντο πᾶν δὲ γινόμενον φθείρεται), φθεί- ροιντο ἄν αἱ ἀρχαί, ὥστε καὶ τὰ ἐκ τῶν ἀρχῶν. οὕτω δὲ καὶ ἐπιλείψει ποτὲ ἡ γένεσις μηδενὸς ὄντος, ἐξ οὗ τι γενήσεται· εἰ δὲ ἄτοπον τοῦτο, δεῖ τὰς ἀρχὰς ἀεὶ εἶναι. εἶτα καὶ τὴν Πλάτωνος ἀπόδειξιν προστίθησι περὶ τῶν ἀρχῶν. εἰ γὰρ γίνοιντο, ἐξ ἀρχῶν ἄν γίνοιντο, εἰ δὲ τοῦτο, οὐκ ἂν ἀρχαὶ εἶεν αὐταί. “διτταὶ δέ εἰσι, φησίν, ἀρχαὶ ὡς δειχθήσεται, αἱ μὲν προϋπάρχουσαί τε καὶ ἀγένητοι καὶ ἀίδιοι κατ’ ἀριθμόν ὡς τὸ ποιοῦν καὶ ἡ ὕλη, αἱ δὲ καθ’ ἁ ἡ γένεσίς τε καὶ φθορά· ἅπερ ἐστὶ τὰ ἐναντία, ἅπερ οὔτε ἀγένητα οὔτε ἀίδιά ἐστι κατ’ ἀριθμόν. ἔτι δέ, φησί, πολλῶν ἀρχῶν οὐσῶν οὐ πᾶσαι αἱ ἀρχαὶ ἀίδιοι, ἀλλὰ αἱ ἀρχικώταται, αἱ δὲ προσεχεῖς φθαρταί. ὥστε οὐ πᾶσα ἀρχὴ ἀίδιός ἐστιν. ἔτι ἐναντίων ὄντων τῶν μὲν καθόλου τῶν δὲ καθέκαστα, τὰ μὲν καθέκαστα, ἅ ἐστι γινόμενα, καὶ φθεί- ρεται· τὰ δὲ καθόλου ἐναντία ὑφ’ ἃ πάντα τὰ ἐναντία, ἃ καὶ γενικώτατά ἐστι, στέρησις καὶ εἶδος, οὐ φθείρεται. τὰ γὰρ καθόλου ἄφθαρτά ἐστι.’’ ταῦτα τοῦ Ἀλεξάνδρου καὶ ἐπ’ αὐτῆς τῆς λέξεως εἰπόντος, ἄξιον ἄν εἴη καὶ πρὸς αὐτὸν καὶ πρὸς Ἀριστοτέλην ζητεῖν, πῶς ἀρχὰς λαμβάνων τὰς προσεχεῖς 35 καὶ στοιχειώδεις ἀλλ’ οὐχὶ τὰς ποιητικὰς καὶ ἐξῃρημένας, πῶς δὲ τὰ ἐναντία ἐκ τῶν ἐναντίων γίνεσθαι λέγων καὶ φθείρεσθαι εἰς τὰ ἐναντία ταῦτα τι- θεὶς ἀρχάς, ὅμως ἀιδίους εἶναι λέγει τὰς ἀρχάς· καίτοι καὶ αὐτὸς Ἀλέ- ξανδρος τὰ καθ’ ἃ ἡ γένεσις καὶ ἡ φθορά, ἅπερ ἐστὶ τὰ ἐναντία, οὔτε ἀγένητα οὔτε ἀίδια κατ’ ἀριθμὸν εἶναί φησι. δῆλον δὲ ὅτι περὶ τῶν ὡς ἐναντίων ἀρχῶν ὁ Ἀριστοτέλης διαλεγόμενος ἐπήγαγε τὰς δὲ ἀρχὰς ἀεὶ δεῖ μένειν. ὥστε κἀν αἱ ἀρχικώταται, ὥς φησιν, ἀρχαὶ ἀίδιοί εἰσιν, αἱ δὲ προσεχεῖς φθαρταί, τῶν προσεχῶν ἄν εἶεν ἐναντίαι. πῶς δὲ τὰ καθόλου ἐναντία ἀίδια λέγων, τὰ δὲ καθέκαστα φθαρτά, οὐκ ἐπέστησεν ὅτι οὐ μόνον τῷ καθόλου εἴδει καὶ τῇ στερήσει ταῦτα ὑπάρχει, ἀλλὰ καὶ τῷ καθόλου λευκῷ καὶ τῷ καθόλου μέλανι, ὥστε καὶ ταῦτα ἀρχαί; ὅλως δὲ πρὸς τὸ μίαν δεῖξαι τὴν ἀρχικὴν ἐναντίωσιν τί συνετέλει τὸ ἀιδίους τὰς ἀρχὰς εἰπεῖν; οὐ γὰρ εἰ ἀίδιοι, ἤδη καὶ δύο. Μήποτε οὖν καὶ τοῦτο κάλλιον, ὡς ὁ ἡμέτερος διορθοῦται καθηγεμὼν λέγων τὸ ἀεὶ δεῖ μένειν οὐ τὸ ἀίδιον σημαίνειν οὐδὲ ἀγενήτους καὶ ἀφθάρτους δηλοῦν ταύτας τὰς ἀρχάς, περὶ ὧν ὁ λόγος· πῶς γὰρ ἔτι κατὰ τὴν τούτων μεταβολὴν ἡ γένεσις ἔσται καὶ φθορά; ὅπερ ἐστὶ τὸ ζητούμενον ἐν τούτοις· ἀλλὰ τὸ ἀεὶ δεῖ μένειν εἴρηται, ὡς δέον ὂν ἐπὶ ἑκάστου τῶν γινομένων καὶ φθειρομένων εὑρίσκεσθαι πάντως ἢ εἶδος ἢ στέρησιν ἐν τῷ μεταβάλλοντι, μᾶλλον δὲ καὶ εἶδος καὶ στέρησιν. καὶ γὰρ εἶδος ἔχει πᾶν καὶ στέρησιν ἀπουσίαν οὖσαν ἐκείνου τοῦ εἴδους, εἰς ὃ μεταβάλλειν πέφυκε. τὸ γὰρ λευκὸν σῶμα ἔχει μὲν τὸ λευκὸν εἶδος, στέρησιν δὲ τοῦ μέλανος, εἰς ὃ μεταβάλλειν πέφυκε. καὶ εἴη ἄν τοῦτο τῆς ἀρχικῆς ὄντως ἐναντιώσεως ἴδιον. διὸ καὶ ἐπήγαγεν αὐτὸ ὁ Ἀριστοτέλης ὡς αἰτίαν τοῦ τὰς ἄλλας ἐναντιώσεις μὴ εἶναι ἀρχάς, εἴπερ μὴ διὰ πάντων χωροῦσι. τῶν μὲν γὰρ μερικωτέρων ἀντιθέσεων οὐδεμίαν ἐπὶ τὰ φυσικὰ πάντα πράγματα ἐκτεταμένην εὑρήσεις· οὔτε γὰρ μέλανα πάντα οὔτε λευκὰ οὔτε γλυκέα οὔτε πικρὰ τὰ φυσικά ἐστιν, ἐν πᾶσι δέ ἐστιν εἶδος. πλὴν ἐπὶ μὲν τῶν ἀιδίων τοῦτο μόνον, ἐπὶ δὲ τῶν γενητῶν καὶ φθαρτῶν μετὰ τοῦ εἴδους καὶ ἡ στέρησις, οὐχὶ ἡ αὐτοῦ τοῦ εἴδους, ἀλλ’ ἡ τοῦ ἀντικειμένου, εἰς ὃ με|ταβάλλειν πέφυκεν. οὕτως οὖν ἀεὶ διαμένειν ἡ ἀντίθεσις ἡ ἀρχικὴ λέ- γεται, καίτοι τῶν ἄλλων ἀντιθέσεων μὴ διαμενουσῶν, ὡς εἰ καὶ τὴν ὕλην τις τὴν πρωτίστην ἀεὶ λέγοι διαμένειν ἐν πᾶσι τοῖς ἐνύλοις ὁρωμένην, καί- τοι τοῦ ξύλου καὶ τοῦ χαλκοῦ καὶ τῶν μερικῶν ὑλῶν οὐκ ἐν πᾶσι τῶν αὐτῶν ὄντων. μήποτε δὲ τὸ ἀεὶ οὐ μόνον τὴν τοῦ χρόνου παντότητα ἀλλὰ καὶ τὴν τῶν πραγμάτων δηλοῖ, ὥστε ἐπὶ τοῦ πανταχοῦ νῦν λέ- γεσθαι. p. 189 a 21 ἐπεὶ δὲ πεπερασμέναι, τὸ μὴ ποιεῖν δύο μόνον ἔχει τινὰ λόγον ἕως τοῦ ἐξ ὧν κατασκευάζουσι τὴν τῶν ὄντων φύσιν. Δείξας ὅτι τὰ πρῶτα ἐναντία ἀρχαὶ τῶν φυσικῶν εἰσι δύο ὄντα, εἴπερ πρῶτα ἐναντία, βούλεται λοιπὸν καὶ τρίτην ἀρχὴν εἰσαγαγεῖν τὸ τοῖς ἐναν- τίοις ὑποκείμενον, ὅπερ ἐστὶν ἡ ὕλη. εἰσάγει δὲ αὐτὴν δεικνὺς διὰ πλειό- νων ἐπιχειρημάτων μὴ ὄντα τὰ ἐναντία αὐτάρκη εἰς ἀρχῆς λόγον, μᾶλλον δὲ ὅτι οὐδὲ ἀρχαὶ ἄν εἶεν ὅλως καθ’ αὑτὰς λαμβανόμενα. καὶ τὸ μὲν πρῶτον ἐπιχείρημα δείκνυσιν, ὅτι οὐκ εἰσὶν ἀρχαὶ τὰ ἐναντία καθ’ αὑτὰ λαμβανόμενα, δυνάμει συλλογιζόμενον οὕτως· αἱ ἀρχαὶ ποιοῦσί τι, εἴπερ ἀρχαί· τὰ ἐναντία οὐδὲν ποιεῖ, εἴπερ καθ’ αὑτὰ εἴη· τὰ ἄρα ἐναντία οὐκ ἀρχαί. ὅτι δὲ οὐδὲν ποιεῖ τὰ ἐναντία μόνα ὄντα, δῆλον ἐκ τοὐ τὸ ποιοῦν εἴς τι ποιεῖν ὑπομένον τὴν πεῖσιν ὡς τὸ μέλαν εἰς τὸ σῶμα, τὰ δὲ ἐναντία εἰ καθ’ αὑτὰ εἴη εἰς μηδὲν ποιεῖν· οὐ γὰρ ὑπομένει ἄλληλα, οὐδὲ τὸ λευκὸν εἰς τὸ μέλαν τι ποιεῖ οὐδὲ ἡ φιλία εἰς τὸ νεῖκος. οὐ γὰρ τοῦ νείκους ἐστὶν ἡ φιλία συναγωγός, ἀλλὰ τῶν ὑποκειμένων στοιχείων. τὸ μὲν γὰρ ποιοῦν εἰς ὑπομένον τι ποιεῖ, τὸ δὲ ἐναντίον οὐχ ὑπομένει τὸ ἐναν- τίον· ἐπεὶ οὕτω γε νεῖκος μένον φιλία ἔσται. ἀλλ’ ἑκατέρου αὐτῶν περὶ τὸ ὑποκείμενον ἐνεργοῦντος, ὅσῳ μᾶλλον ἐγκρατὲς γίνεται τοῦ ὑποκειμένου τὸ ἕτερον, τοσούτῳ μᾶλλον ἐξίσταται τὸ λοιπόν. πρὸς πίστιν δὲ τοῦ καὶ τρίτου δεῖν τινος τοῖς ἐναντίοις, παρέθετο τό τινας μηδὲ ἓν μόνον ποιεῖν τοῖς ἐναντίοις ὑποκείμενον ἀλλὰ πλείονα, ὡς Δημόκριτος μὲν ἀπείρους ἀτόμους τοῖς ἐναντίοις ὑποθεὶς τοῖς κατ’ αὐτὸν τοῖς τε κατὰ τὸ σχῆμα καὶ τὴν θέσιν καὶ τὴν τάξιν, Ἐμπεδοκλῆς δὲ τὰ τέτταρα στοιχεῖα τῷ νείκει καὶ τῇ φιλίᾳ. p. 189 a 27 Πρὸς δὲ τούτοις ἔτι κἂν τόδε τις ἀπορήσειεν ἕως τοὐ τὸ γὰρ ὑποκείμενον ἀρχή, καὶ πρότερον δοκεῖ τοῦ κατηγορου- μένου εἶναι· τοῦτο τὸ ῥητὸν εἰς δύο συλλογισμοὺς ὁ Ἀλέξανδρος διεῖλε τὸ μὲν εἰ μή τις ἑτέραν ὑποθήσει τοῖς ἐναντίοις φύσιν ὡς ἕνα συνάγοντα οὕ- τὼς. τὰ ἐναντία οὐδενὶ ὑπόκεινται, αἱ δὲ ἀρχαὶ ὑπόκεινται, οὐκ ἄρα ἀρχαὶ τὰ ἐναντία. τὸν δὲ δεύτερον τοιοῦτον· αἱ ἀρχαὶ οὐ καθ’ ὑποκειμένου, τὰ ἐναντία καθ’ ὑποκειμένου, ὥστε τὰ ἐναντία οὐκ ἀρχαί. μήποτε δὲ τὸ μὲν ἔτι κἄν τόδε τις ἀπορήσειεν εἰ μή τις ἑτέραν ὑποθήσει τοῖς ἐναντίοις φύσιν οὐκ ἀπόδειξίς ἐστιν ἀλλὰ τὸ πρόβλημα, τὴν δὲ ἀπορίαν ἣν ἄν τις ἀπορήσοι πρὸς τοὺς μὴ ὑποτιθέντας ἑτέραν φύσιν, ἐφεξῆς ἐπάγει. διὸ καὶ τὸν γάρ προσέθηκεν οὐδενὸς γὰρ ὁρῶμεν τῶν ὄντων οὐσίαν τὰ ἐναντία, ὡς ταύτης οὔσης αἰτίας τοῦ ἀπορεῖν πρὸς τοὺς μὴ ὑποτιθέντας ἑτέραν φύσιν τοῖς ἐναντίοις. ὁ δὲ συλλογισμὸς οἶμαι τοιοῦτος· τὰ ἐναντία ἐν ὑποκειμένῳ καὶ συμβεβηκότα, αἱ ἀρχαὶ οὐ συμβεβηκότα, τὰ ἄρα ἐναντία οὐκ ἀρχαί. καὶ ὅτι μὲν τὰ ἐναντία συμβεβηκότα, προέλαβεν ἐκ τοῦ μη- δενὸς τῶν ὄντων ὁρᾶσθαι οὐσίαν τὰ ἐναντία· εἰ δὲ μὴ οὐσίαν, δῆλον ὅτι συμβεβηκός. τοῦτο δὲ δῆλον ἐκ τοῦ τὰ ἐναντία μὴ καθ’ αὑτὰ εἶναι, ἀλλ’ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχειν. διαφοραὶ γάρ τινές εἰσι τὰ ἐναντία. αἱ δὲ διαφοραὶ τινὸς διαφοραί. διὸ καὶ οὐδενὸς ὁρῶμεν, φησίν, οὐσίαν τὰ ἐναντία, ὡς ὀφείλοντα πάντως ὅτι ἂν ᾖ ἄλλου εἶναι. ὅτι δὲ ἡ ἀρχὴ οὐ καθ’ ὑποκειμένου, τουτέστιν οὐκ ἐν ὑποκειμένῳ οὐδὲ συμβεβηκός, δείκνυσιν οὕτως· τὸ καθ’ ὑποκειμένου ἀρχὴν ἔχει τὸ ὑποκείμενον• ἡ ἀρχὴ ἀρχὴν οὐκ ἔχει· ἡ ἀρχὴ ἄρα οὐ καθ’ ὑποκειμένου ἐστίν. εἰ γὰρ καθ’ ὑποκειμένου ἐστίν, ἔσται ἀρχὴ τῆς ἀρχῆς· ἀλλὰ μὴν ἀρχὴ ἀρχῆς οὐκ ἔστιν· οὐδ’ ἄρα τὸ καθ’ ὑποκειμένου ἀρχή. τὸ δὲ συνημμένον δείκνυσιν οὕτως. τοῦ καθ’ ὑποκειμένου τὸ ὑποκείμενον προυπάρχει· τὸ προυπάρχον ἀρχή ἐστι· τοῦ ἄρα καθ’ ὑποκειμένου τὸ ὑποκείμενον ἀρχή ἐστιν. p. 189 a 32 ἔτι οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ· πῶς οὖν ἐκ μὴ οὐσιῶν οὐσία <ἂν> εἴη; ἢ πῶς ἄν πρότερον μὴ οὐσίας εἴη; ’Ev τούτοις τρεῖς μοι δοκεῖ συλλογισμοὺς ἢ τέτταρας συνελεῖν, ὧν ὁ μὲν πρῶιος οἷον λῆμμα τῶν ἐφεξῆς ὢν δείκνυσιν, ὅτι τὰ ἐναντία οὐκ οὐσίαι εἰσίν, οἱ δὲ ἐφεξῆς δύο συνάγουσιν, ὅτι τὰ ἐναντία οὐκ εἰσὶν ἀρχαί. καὶ ὁ μὲν πρῶτος τοιοῦτος· ἡ οὐσία ἐναντίον οὐκ ἔχει· τὸ ἐναντίον ἐναντίον ἔχει· τὸ ἄρα ἐναντίον οὐκ ἔστιν οὐσία. ὁ δὲ δεύτερος λαβών, ὅτι τὰ ἐναντία οὐκ οὐσία, ὡς ἐκ μεταθέσεως κατάφασιν, καὶ προσλαβών, ὅτι ἡ μὴ οὐσία οὐκ ἔστιν οὐσίας αἰτία, συνάγει ὅτι τὰ ἐναντία οὐσίας οὐκ ἔστιν αἴτια· τὰ δὲ οὐσίας μὴ ὄντα αἴτια οὐκ ἂν εἶεν ἀρχαὶ τῶν φυσικῶν οὐσιῶν. ὁ δὲ τρίτος τοιοῦτος· τὰ ἐναντία οὐκ ἔστιν οὐσίας πρότερα· αἱ ἀρχαὶ τῆς οὐσίας πρότεραι τῆς οὐσίας εἰσί· τὰ ἄρα ἐναντία οὐκ εἰσὶν ἀρχαὶ οὐσίας. ὅτι δὲ τὰ ἐναντία οὐκ ἔστιν οὐσίας πρότερα, δείκνυσιν οὕτως· τὰ ἐναντία οὐκ οὐσία· ἡ μὴ οὐσία διὰ τὴν οὐσίαν καὶ ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἔχει· τὸ διὰ τὴν οὐσίαν καὶ ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἔχον πρότερον οὐσίας οὐκ ἔστιν. ἀλλὰ τίς ἡ οὐσία, ἣν τῶν ἐναντίων ἀποφάσκει; ὁ μὲν οὗν Ἀλέξανδρος τῷ οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ προσυπακούειν φησὶ δεῖν τῇ κατὰ | τὸ ὑποκείμενον. τῷ γὰρ εἴδει οὐσίᾳ ὄντι ἡ στέρησις δοκεῖ εἶναι ἐναντία. “εἰ μὴ ἄρα, φησί, κοινότερον ἡ στέρησις ἐναντίον εἴρηται”. θαυμάζω δὲ εἰ τὴν ὕλην ἀκούειν χρὴ τὴν οὐσίαν νῦν· οὐδὲ γὰρ ἡ ὕλη καθ’ αὑτὴν ἀρχή ἐστιν οὐδὲ οὐσία κυρίως, ἀλλ’ εἴπερ ἄρα, κατὰ τρίτον λόγον. οὐσία μὲν γὰρ κυρίως τὸ σύνθετον ἐξ ὕλης καὶ εἴδους, δευτέρως δὲ τὸ εἶδος, καὶ τρίτως ἡ ὕλη. καὶ οἶμαι ὅτι διὰ τῶν αὐτῶν ἐπιχειρημάτων ἔδειξεν ἄν τις, ὅτι οὐδὲ ἡ ὕλη καθ’ αὑτὴν ἀρχὴ ἄν εἴη, εἴπερ μὴ οὐσία καθ’ αὑτήν, ἐκ δὲ μὴ οὐσίας οὐσία οὐκ ἄν εἴη. καὶ τοῦτο δὲ αὐτὸ ζητήσεως ἄξιον εἶναί μοι δοκεῖ, πῶς εἴρηται τὸ πῶς ἐκ μὴ οὐσιῶν οὐσία ἂν εἴη. καὶ γὰρ οὐδὲ ἔδει οὐσίας εἶναι τὰ τῆς οὐσίας στοιχεῖα. εἰ γὰρ προυπάρχει τὰ στοι- χεῖα τοῦ στοιχειωτοῦ καὶ εἶεν οὐσία τὰ τῆς οὐσίας στοιχεῖα, πρὸ τοῦ γενέσθαι τὴν οὐσίαν εἴη ἄν οὐσία. καὶ ὅλως πανταχοῦ τὰ στοιχεῖα οὐκ ἔστιν, ὅπερ τὰ στοιχειωτά. οὕτε γὰρ τὰ τοῦ ἀνθρώπου στοιχεῖα ἄνθρωποι οὔτε τὰ τῆς σαρκὸς σάρξ. μήποτε οὖν ἡ ὕλη καὶ τὸ εἶδος ἤτοι ἡ ἀντί- θέσις στοιχεῖα ὄντα τῆς κυρίως οὐσίας αὕτη δέ ἐστιν ἡ σύνθετος) οὐσία μὲν καθ’ αὑτὰ ἑκάτερα οὐκ εἰσίν, ἀλλ’ οὐσιώδη μόνον, καὶ σώματα μὲν οὐκ ἔστι, σωματικὰ δέ, ὡς καὶ Εὔδημος δηλοῖ “σωματοειδῆ” καλῶν τὴν ὕλην• συνελθόντα δὲ οὐσία καὶ οὐσίας ἀποδοτικά ἐστι. διὸ οὐδέτερον καθ’ αὑτὸ οὔτε οὐσία ἐστὶν οὔτε οὐσίας ἀποδοτικόν. ἔχειν μέντοι τι δοκεῖ πλέον εἰς οὐσίας λόγον ἡ ὕλη τῆς ἐναντιώσεως, καθ’ ὅσον ἡ μὲν ὕλη δύναται " καθ’ ἑαυτὴν εἶναι, ὅπερ ἴδιον τῆς οὐσίας ἐστίν, ἡ δὲ ἀντίθεσις ἐν ἑτέρῳ πάντως ἔχει τὸ εἶναι καὶ ἐν ὑποκειμένῳ ἐστί, καὶ κατὰ τοῦτο πορρώτερον τῆς οὐσίας ἐστί. καὶ διὰ τοῦτο ἐκ τοῦ ἐν ὑποκειμένῳ εἶναι τὰ ἐναντία ἔδειξεν, ὅτι οὐκ ἀρχαί, μᾶλλον ἀρχὴν εἰπὼν εἶναι τὸ ὑποκείμενον, διότι προυπάρχει τοῦ κατηγορουμένου. Ἀλλ’ ἔτι μοι δοκεῖ ζητεῖν ὁ λόγος, τίς ὁ σκοπὸς ἄν εἴη τοῦ προκει- μένου ῥητοῦ. ὅτι μὲν γὰρ ἔτι βούλεται δι’ αὐτοῦ δεῖξαι μὴ οὖσαν αὐτάρκη τὴν ἐναντίωσιν εἰς ἀρχῆς λόγον, πρόδηλον· τίς δὲ ἡ οὐσία, ἧς τὰς ἀρχὰς ζητεῖ, καὶ πῶς μεθοδεύει τὸν λόγον, οὔπω νομίζω δῆλον ἐκ τῶν εἰρημένων γεγονέναι. μήποτε οὖν τῆς συνθέτου οὐσίας, ἣν καὶ κυρίως οὐσίαν ἐν τοῖς ἑξῆς ἐρεῖ, τὰ στοιχεῖα ζητῶν τὴν ἀντίθεσιν τοῦ εἴδους καὶ τῆς στερήσεως οὔ φησιν ἀρκεῖν, ὅτι κἄν τὸ εἶδος οὐσία πὼς, ἀλλὰ τὸ ἀντικείμενον αὐτῷ ἡ στέρησις οὐδαμῶς οὐσία. οὐσία γὰρ οὐσίᾳ οὐκ ἔστιν ἐναντία. χρεία οὖν ἄλλου τινὸς ὑποκειμένου, ὥστε μετὰ τοῦ εἴδους ποιεῖν τὸ σύνθετον τῆς στερήσεως οὐκ ἐνυπαρχούσης, ἀλλὰ πρὸς τὴν γένεσιν καὶ τὴν φθορὰν σὺν τελούσης. ὅτι δὲ οὐ τοῦτο δείκνυσιν ὅτι ἀπλῶς οὐκ εἰσὶν ἀρχαὶ τὰ ἐναν- τία ἀλλ’ οὐ καθ’ αὑτὰ ἀρχαί, καὶ διὰ τῶν ἑξῆς δηλοῖ αὐτὸ τοῦτο λέγων, 15 ὅτι οὐκ ἄλλως δυνατὸν καὶ τὰ πρότερον καὶ τὰ νῦν συναληθεύειν, εἰ μὴ πρὸς τοῖς ἐναντίοις καὶ τρίτον τι τοῖς ἐναντίοις ὑποκείμενον ὑποτεθῇ. διὰ τοῦτο δὲ καὶ ἀπορίας καλεῖ τὰς νῦν εἰρημένας ὡς προσδιορισμοῦ τινος δεο- μένας δεικνύντος ὅτι καθ’ αὑτὰ μὲν οὐκ ἔστιν ἀρχαί, τρίτῳ δέ τινι συν- ταχθέντα ἀρχαὶ γίνονται. p. 189 a 34 Διόπερ εἴ τις τόν τε πρότερον ἀληθῆ νομίσειεν λόγον εἶναι καὶ τοῦτον, ἀναγκαῖον, εἰ μέλλει διασώσειν ἀμφοτέρους αὐτούς, ὑποθεῖναί τι τρίτον. Δείξας πρότερον ὅτι τῶν φυσικῶν ἀρχαὶ τὰ ἐναντία ἐκ τοῦ τὸ γινό- μενον μὴ ἐκ τοῦ τυχόντος ἀλλ’ ἐξ ἐναντίου γίνεσθαι καὶ φθείρεσθαι μὴ εἰς τὸ τυχὸν ἀλλ’ εἰς ἐναντίον, εἶτα ἄλλους ἐπαγαγὼν λόγους ἀποροῦντας πρὸς τοῦτο καὶ τοὐναντίον δεικνύναι δοκοῦντας, ὅτι οὐκ εἰσὶν ἀρχαὶ τὰ ἐναντία καὶ δεικνύντας γε κατὰ συλλογιστικὴν ἀκρίβειαν, ἀλλ’ οὐ σοφιζο- μένους), εὑρίσκει μηχανήν, πῶς καὶ οἱ πρότερον λόγοι καὶ οἱ προσεχεῖς καίτοι τἀναντία λέγειν δοκοῦντες εἰς ταὐτὸ συμφωνήσουσιν. αὕτη δ’ ἐστὶ τὸ ἀρχὰς μὲν εἶναι τὰ ἐναντία τοῦτο γὰρ ἀληθῶς δέδεικται πρότερον), μὴ μέντοι καθ’ αὑτὰ ληφθέντα (καὶ γὰρ οἱ τοῦτο ἀναιροῦντες λόγοι ἀληθεῖς εἰσιν), ἀλλὰ μετά τινος ἄλλου τρίτου τοῦ τοῖς ἐναντίοις ὑποκειμένου. καὶ πάλιν εὑρίσκει συμφωνοῦντας αὑτοῦ τῷ λόγῳ τοὺς φυσικούς, οἳ μίαν φύσιν ὑποτιθέντες τοῖς ἐναντίοις, δι’ ἣν ἓν τὸ πὰν ἔλεγον, ἐκ ταύτης γεννῶσι τὰ πάντα, ὡς Θαλῆς μὲν ὕδωρ, Ἡράκλειτος δὲ πῦρ, Ἀναξιμένης δὲ ἀέρα, Διογενὴς δὲ τὸ μεταξύ. καὶ γὰρ οὗτοι πάντες τὴν μίαν ταύτην φύσιν τοῖς ἐναντίοις ὑπετίθεσαν συγκρίσει καὶ διακρίσει ἢ μανώσει καὶ πυκνώσει τὰ ἄλλα γίνεσθαι λέγοντες ἀπ’ αὐτῆς. ἐπαινεῖ δὲ μᾶλλον τοὺς τὸ μεταξὺ λέ- γοντς καὶ τὴν αἰτίαν προστίθησι. τὰ γὰρ τέτταρα στοιχεῖα μετ’ ἐναντιο- τήτων ἤδη ἐστί· πῦρ μὲν γὰρ θερμὸν καὶ ξηρόν, ἀὴρ δὲ θερμὸν καὶ ὑγρόν, ὕδωρ δὲ ψυχρὸν καὶ ὑγρόν, ἡ δὲ γῆ ψυχρὸν καὶ ξηρόν. πάντα δὲ μετὰ ἐναντιότητος· πάντα γὰρ ἐξ ὕλης καὶ εἴδους. τὸ δὲ μέλλον δέχεσθαι τὰ ἐναντία καὶ σὺν αὐτοῖς τὰς γενέσεις τῶν ὄντων καὶ τὰς φθορὰς ἀποδιδόναι δεῖ κατὰ τὴν ἑαυτοῦ φύσιν ἄμοιρον τῶν ἐναντίων ὑπάρχειν. εἰ γὰρ ἔχοι τι τῶν ἐναντίων κατ’ οὐσίαν, ἢ οὐ μεταβαλεῖ κατ’ αὐτὸ καὶ οὐδὲν ἀπ’ αὐτοῦ ἔσται ἢ φθαρήσεται, εἰ τὸ εἶναι αὐτῷ ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων, ἢ ἅμα ἕξει τὰ ἐναντία. ὅλως δὲ εἰ μετ’ ἐναντίου ἐστίν, οὐκέτι ἁπλοῦν ἔσται, ἀλλὰ σύνθετον. τὰ γὰρ ἐναντία ἐν ὑποκειμένῳ, ὥστε οὐδὲ ἀρχή. ἀρχαὶ γὰρ ἐκεῖνα ἐξ ὧν τοῦτό ἐστιν, ἀλλ’ οὐκ αὐτό. εἰ δέ τις ὅλως ἓν τῶν στοιχείων ἐπιθυμεῖ τὴν ἀρχὴν τίθεσθαι, ἄμεινον ἀέρα λέγειν, διότι ὡς πρὸς τὰ ἄλλα ἀναισθήτους ἔχειν δοκεῖ τὰς διαφοράς δόξει οὖν ὡς ἄποιον καὶ μηδεμίαν ἔχον ἐναντίωσιν καθ’ ἑαυτὸ ὑποτίθεσθαι), τῶν δὲ ἄλλων πάλιν τὸ ὕδωρ εἰς τὰ ἐναντία τρέπεσθαί ἐστιν εὐφυέστερον· θερμαίνεται γὰρ καὶ ψύχεται ῥᾳδίως καὶ δὴ καὶ | πήγνυται εἰς κρύσταλλον ὡς μηδὲ τὴν ὑγρότητα κατ’ οὐσίαν ἔχειν δοκοῦν. τὸ μέντοι πῦρ φανερὰς ἔχει τὰς ἐναντιώσεις, θερμότητα λέγω καὶ ξηρότητα καὶ μάλιστα τὴν θερμότητα, καὶ δέχεσθαι τὰ ἐναντία πῦρ μένον οὐ πέφυκε. τούτου δὲ αἴτιον τὸ δρα- στικὸν εἶναι μᾶλλον αὐτὸ καὶ εἴδει ἀναλογεῖν, ἀλλ’ οὐχὶ ὕλῃ. p. 189 b 8 Ἀλλὰ πάντες γε τὸ ἓν τοῦτο τοῖς ἐναντίοις σχηματίζουσιν. Καὶ ἐκ τῆς ἀνάγκης τοὐ λόγου καὶ ἐκ τῆς τῶν ἄλλων φυσικῶν μαρ- τυρίας τὸ ἓν εἰσαγαγών, ὅτι μηδὲ τοῦτο αὔταρκες καθ’ ἑαυτό, δείκνυσι λέ- γῶν, ὅτι μηδὲ ἐκεῖνοι μόνον ἐτίθεντο τὸ ἓν ἀλλὰ σὺν αὐτῷ τὰ ἐναντία, τὰς τρεῖς ἀρχὰς βουλόμενος καὶ κατ’ ἐκείνους συστῆσαι. καὶ λέγει ὅτι καὶ ἐκεῖνοι τὸ ἓν τοῖς ἐναντίοις σχηματίζουσι τὰς διαφορὰς τῶν γινομένων κατὰ τὰς τῶν ἐναντίων διαφορὰς ἀποδιδόντες, οἱ μὲν μανότητι καὶ πυκνότητι, οἱ δὲ τῷ μᾶλλόν τε καὶ ἧττον. καὶ οἱ μανότητι καὶ πυκνότητι τὰ ἄλλα γεννῶντες τῷ ἐπιτείνειν ἣν ἔχει ποιότητα ἢ ἀνιέναι ποιοῦσιν· ἡ μὲν γὰρ μάνωσις ἄνεσις, ἡ δὲ πύκνωσις ἐπίτασις, ὧν ἡ μὲν ἐπίτασις ὑπὸ τὸ μᾶλλον, ἡ δὲ ἄνεσις ὑπὸ τὸ ἧττον, πάντα δὲ εἰς ὑπεροχὴν ἀνάγεται καὶ ἔλλειψιν· καὶ ἔοικε, φησί, μὴ ὑφ’ ἡμῶν καινοτομεῖσθαι τὸ τρεῖς εἶναι τὰς ἀρχάς, ἀλλὰ παλαιά τις εἶναι αὕτη ἡ δόξα, ὅτι τὸ ἓν καὶ ἡ ὑπεροχὴ καὶ ἔλλειψις ἀρχαὶ τῶν ὄντων εἰσί. κἄν γὰρ μὴ πάντες τῷ αὐτῷ ὀνόματι ἐχρήσαντο τῆς ὑπεροχῆς καὶ τῆς ἐλλείψεως, ἀλλ’ οἱ μὲν σύγκρισιν καὶ διάκρισιν οἱ δὲ μάνωσιν καὶ πύκνωσιν ἢ τὸ μᾶλλον καὶ ἧττον ἢ τὸ μέγα καὶ μικρὸν ἐκά- λουν, ἀλλὰ πάντα γε ταῦτα εἰς ὑπεροχὴν ἀνάγεται καὶ ἔλλειψιν. καὶ ταύτῃ γε πάντες ἀλλήλοις συμφωνοῦσιν οἱ τρεῖς λέγοντες τὰς ἀρχάς. διαφέρουσι δὲ τῷ τοὺς μὲν ἀρχαιοτέρους τὰ μὲν δύο ἅπερ ἐστὶ τὰ ἐναντία ποιητικὰ λέγειν, τὸ δὲ ἓν παθητικὸν καὶ ὑλικόν, τῶν δὲ ὑστέρων τινὰς τὸ μὲν ἓν ποιητικὸν τὰ δὲ δύο τὰ ἐναντία παθητικὰ καὶ ὑλικά. δοκεῖ δὲ ὁ Πλάτων’ οὕτως λέγειν τὸ μὲν ποιοῦν ἓν τιθείς, τὸ δὲ πάσχον ἤτοι τὴν ὕλην ὑπερ- βολὴν καὶ ἔλλειψιν καλῶν καὶ μέγα καὶ μικρόν, καὶ ταύτῃ δύο λέγων αὐτό. δῆλον δὲ ὅτι εἰ μὲν τὸ κυρίως ποιητικὸν αἴτιον ἔλεγεν ἕν, οὐκ ἦν τοῦτο στοιχεῖον· εἰ δὲ τὸ εἶδος ἕν, τὴν δὲ ὕλην δύο κατὰ τὸ Πυθαγόρειον ἔθος διὰ τῶν ἀριθμῶν σημαίνων τὰ πράγματα, εἰκότως ἓν μὲν τὸ εἶδος ἔλεγεν ὡς ὁρίζον ὅπερ ἂν καταλάβῃ καὶ περατοῦν, δύο δὲ τὴν ὕλην ὡς ἀόριστον καὶ ὄγκου καὶ διαιρέσεως αἰτίαν καὶ πεφυκυῖαν πρὸς τὰ ἀντικείμενα· ἐπι- στῆσαι δὲ χρὴ μετ’ ὀλίγον ὅτι καὶ αὐτὸς Ἀριστοτέλης τὴν στέρησιν καὶ τὴν ὕλην εἰς ταὐτὸν ἄγει λέγων “ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο’’. καὶ δῆλον ὅτι καὶ αὐτὸς δύο μὲν ἐρεῖ τὸ ὑποκείμενον, ἓν δὲ τὸ εἶδος. p. 189 b 16 Τὸ μὲν οὖν τρία φάναι τά στοιχεῖα ἕως τοῦ περίεργος ἄν ἡ ἑτέρα τῶν ἐναντιώσεων εἴη. Πάνυ φιλανθρώπως οὐ μόνον κατὰ τὴν ἀποδεικτικὴν ἀνάγκην ἀλλὰ καὶ κατὰ τὴν τῶν ἄλλων φιλοσόφων συμφωνίαν ἀποδείξας τὸ τρεῖς ὀφείλειν εἶναι τὰς τῶν φυσικῶν στοιχειώδεις ἀρχάς, ἃς οὐδὲ ἀρχὰς ἁπλῶς ἀλλὰ στοιχεῖα κυριώτερον ἐκάλεσαν, ἀκριβείας πλείονος ἕνεκεν καὶ ὅτι οὐ πλείω τῶν τριῶν ἐστι τὰ στοιχεῖα προσαποδείκνυσιν. ἐπεὶ γὰρ ἀνάγκη καὶ ὑπο- κείμενον εἶναί τι ἓν καὶ δύο ἐναντία παρὰ τὸ ὑποκείμενον εἴπερ μήτε τὸ ἐναντίον εἰς τὸ ἐναντίον δρᾷ ἀλλ’ εἰς τὸ κοινὸν ὑποκείμενον, μήτε τὸ τυχὸν ἐκ τοῦ τυχόντος γίνεται), εἴ τις ὅλως πλεονάσαι βούλεται τὰς ἀρχάς, ἢ ἄλλο ὑποκείμενον προσθήσει ἡ ἄλλην ἐναντίωσιν. ἀλλ’ ὑποκείμενον μὲν ἀδύνατον ἕτερον προσθεῖναι. εἰ γὰρ ἡ αὐτὴ φύσις ἔσται τῶν αὐτῶν οὖσα δεκτική, ἥπερ καὶ κατ’ αὐτὸ τοῦτο ὑφέστηκε κατὰ τὸ ὑποδοχὴν εἶναι, μόνον ἔσται καὶ ἓν τὸ ὑποκείμενον· εἰ δὲ διαφέρουσιν ἀλλήλων, καὶ αἱ διαφοραὶ εἴδη ἔσονται. καὶ οὐκέτι ἔσται ὑποκείμενα, ἀλλὰ σύνθετα καὶ μετ’ ἐναντιώσεως· αἱ γὰρ διαφοραὶ κατ’ ἀντίθεσιν ὑφίστανται. ὅλως δὲ ἁπλούστερον εἶναι βούλεται τὸ ὑποκείμενον. ὡς περὶ ἑαυτὸ δεχόμενον τὴν μεταβολήν. προστι- θεῖ δὲ καὶ ὅτι ὥσπερ ἡ παράγουσα τὰ πρῶτα ἐναντία ἀρχὴ μία ἦν, οὕτως καὶ ἡ ὑποδεχομένη τὰ ἔσχατα μία ἔσται. τὸ γὰρ παράγον τὰ πρῶτα ἐναντία κρεῖττον αὐτῶν ὑπάρχον καὶ διὰ τοῦτο ἐπὶ πλέον φθάνον ταῖς ἀπο- γεννήσεσι μετὰ τὴν τῶν ἐσχάτων ἐναντίων ὑπόστασιν μίαν τινὰ ἀπογεννᾷ φύσιν ἀνομοίως ἑαυτὴν μιμουμένην· ὡς γὰρ ἐκείνη κατ’ αἰτίαν περιέχει τὰ ἐναντία, οὕτως αὕτη πέφυκε πρὸς ἄμφω· καὶ ὡς αὕτη γεννητικὴ τῶν ἐναν- τίων ἐστίν, οὕτως ἐκείνη δεκτική. ἓν οὖν εἶναι χρὴ τὸ ὑποκείμενον ἱκανὸν πρὸς τὸ πάσχειν ὑπάρχον. εἰ δὲ δύο τις ἐναντιώσεις λέγοι τέτταρα τὰ " ἐναντία τιθεὶς ἢ καὶ ὑποκείμενα δύο θήσεται καθ’ ἑκατέραν ὅν, καὶ οὕτως οὐκέτι ἓν ἔσται τὸ ὑποκείμενον, ὅπερ δέδεικται πρότερον. καὶ μέντοι ἢ ἐξ ἑκατέρου τῶν ὑποκειμένων ἑκατέρα τῶν ἐναντιώσεων γεννᾶν δύναται πάντα καὶ ἔσται περιττὴ ἡ ἑτέρα μία γὰρ οὕτως ἔστι ἐναντίωσις) ἢ ἑκατέρα ἴδιά τινα καὶ ἀφωρισμένα γεννήσει καὶ οὐκέτι πάντων αἱ αὐταὶ ἀρχαὶ ἔσονται. εἰ δὲ ἓν ὑποκείμενον ταῖς δύο ἐναντιώσεσιν ὑποτιθεὶς λέγοι δύνασθαι γεννᾶν αὐτὰς τὰ ὄντα ἐκ τοῦ ἑνὸς ὑποκειμένου, πάλιν ἢ ἄλλα μὲν ἥδε ἄλλα δὲ ἥδε ἢ τὰ αὐτὰ ἀμφότεραι, καὶ οὕτως πάλιν τὰ αὐτὰ ἔσται | ἄτοπα. εἰ μὲν γὰρ ἄλλα καὶ ἄλλα, κἄν ἐκ τοῦ αὐτοῦ ὑποκειμένου, τὸ μὲν ὑποκείμενον κοινὴ πάντων ἀρχὴ ἔσται, αἱ δὲ ἐναντιώσεις οὐκέτι κοιναί. εἰ δὲ ἐξ ἀλ- λήλων πάντα γεννῶσι, περιττὴ πάλιν ἡ ἑτέρα. μία γὰρ ἔσται ἡ ἐναντίωσις. εἰ δὲ καὶ πλείονάς τις δυεῖν ἐναντιώσεις ὑπόθηται, τὰ αὐτὰ ἄτοπα ἀκολου- θήσει καὶ ἔτι μᾶλλον. τούτων δὲ τῶν τῆς διαιρέσεως τμημάτων καὶ τῶν ἑπομένων αὐτοῖς ἀτόπων τὰ μὲν τέθεικε, τὰ δὲ ὡς σφὴ παρῆκεν ὁ ’Αρι- στοτέλης. τὸ μὲν γὰρ δύο καὶ ὑποκείμενα λέγειν τοὺς δύο τιθέντας ἐναν- τιώσεις αὐτὸ ὡς ἄτοπον τέθεικε διὰ τὸ προειλῆφθαι ὅτι πρὸς τὸ πάσχειν ἱκανὸν τὸ ἕν. πρὸς δὲ τὸ τὰ αὐτὰ γεννᾶν τὰς δύο ἐναντιώσεις, εἴτε ἑνὸς εἴτε δυεῖν ὑποκειμένων ὄντων κοινὸν ἐπήγαγεν ἄτοπον τὸ περιττὴν εἶναι τὴν ἑτέραν ἐναντίωσιν, καὶ ὅτι μία ἔσονται ἄμφω, καὶ ὅτι τὰ αὐτὰ γεννῶσι· " τὸ δὲ χωρὶς ἑκατέραν ἴδιά τινα γεννᾶν οὐδὲ ἠξίωσε λόγου περὶ κοινῶν ἀρχῶν διαλεγόμενος. ὁ μέντοι Πορφύριος τὸ ἐξ ἀλλήλων γεννᾶν οὕτως ἀκούει, ὡς εἰ ἡ ἑτέρα τῶν ἐναντιώσεων τὴν ἑτέραν γεννᾶ, οἷον εἴ τις λέγοι ἀραιὸν πυκνὸν θερμὸν ψυχρὸν ὡς πρῶτα, ἔπειτα τὸ μὲν θερμὸν ἐκ τοῦ ἀραιοῦ, τὸ δὲ ψυχρὸν ἐκ τοῦ πυκνοῦ· ἀρκέσει γὰρ ἡ τοῦ ἀραιοῦ καὶ πυκνοῦ ἐναντίωσις. καὶ εἰ μὲν ἐξ ἀλλήλων γεννᾶσθαι ἔλεγεν, εἶχεν ἄν τι ἀκόλουθον ἡ ἐξήγησις· νῦν δὲ γεννᾶν εἶπεν ἐξ ἀλλήλων. p. 189 b 22 Ἅμα δὲ καὶ ἀδύνατον πλείους εἶναι ἐναντιώσεις τὰς πρώτας. Δείξας ὅτι ἐὰν ὑπόθηταί τις δύο τὰς πρώτας ἐναντιώσεις, ἢ καὶ δύο ὕλας ὑποθήσει ἤ, εἰ μία ἡ ὕλη, περιττὴ ἔσται ἡ ἑτέρα τῶν ἐναντιώσεων, δείκνυσι νῦν ὅπερ καὶ πρότερον ἔλεγεν, ὅτι οὐδὲ δυνατὸν πλείους εἶναι μιᾶς τὰς πρώτας ἐναντιώσεις συλλογιζόμενος καὶ νῦν οὕτως· ἡ οὐσία ὅν τι γένος ἐστὶ τὸ αὐτό, ἐν δὲ ἑνὶ γένει μία ἐναντίωσις· ἐν ἄρα τῇ οὐσίᾳ μία ἐναντίωσις, ἀλλὰ μὴν ἡ οὐσία πρώτη τῶν ἄλλων γενῶν ἐστιν· ἡ δὲ ἐν τῷ πρώτῳ γένει ἐναντίωσις πρώτη τῶν ἐν τοῖς ἄλλοις γένεσιν ἐναντιώ- σεών ἐστιν· ἐστιν· ὥστε ἡ ἐν τῇ οὐσίᾳ ἐναντίωσις πρώτη τῶν ἐν τοῖς ἄλλοις γένεσιν ἐναντιώσεων ἐστι. καὶ οὕτως ἄν ἔχοιεν αἱ ἐν τοῖς ἄλλοις γένεσιν ἐναντιώσεις πρὸς τὴν ἐν τῇ οὐσίᾳ, ὡς αὐτὰ τὰ γένη πρὸς τὴν οὐσίαν. εἰ οὖν ἐκείνοις παρὰ τῆς οὐσίας τὸ εἶναι, καὶ ταῖς ἐναντιώσεσιν αὐτῶν παρὰ τῆς ἐν τῇ οὐσίᾳ ἐναντιώσεως· ὑστέρα ἄρα καὶ ὑπ’ ἐκείνην· μία ἄρα ἡ πρώτη ἡ ἐν τῇ οὐσίᾳ ἐναντίωσις καὶ ἡ ἀρχὴ αὐτή, ἐπειδὴ καὶ τὰς ἀρχὰς τὰς τῆς οὐσίας ζητοῦμεν. εἰκότως οὖν τὰς ἐναντιώσεις πάσας εἰς τὸ εἶδος καὶ τὴν στέρησιν συνεκορύφωσεν ὁ λόγος, διότι αὕτη τῆς οὐσίας μάλιστά ἐστιν ἰδία καὶ κατὰ ταύτην γένεσις ἐπιτελεῖται καὶ φθορά. εἰ δέ τις πλείους ἐναντιώσεις ἐν ταῖς ἀρχαῖς λαμβάνοι, οὗτος τῶν ἀρχῶν λέγοι ἄν τὰς μὲν πρώτας εἶναι, τὰς δὲ μετ’ ἐκείνας. οὕτως δὲ ὁμογενεῖς οὖσαι κατὰ τὸ πρότερον καὶ ὕστερον διοίσουσιν. εἰ γὰρ κοινὸν γένος ἡ οὐσί, γενικωτάτη ἄν εἴη ἡ τῆς οὐσίας ἐναντίωσις. τὸ δὲ πᾶσαι δὲ αἱ ἐναν- τιώσεις ἀνάγεσθαι δοκοῦσιν εἰς μίαν ἢ καὶ ἐκ τῆς τῶν φαινομένων ἐναργείας τὴν πίστιν παράγει ἐκ τῆς τῶν φυσικῶν μαρτυρίας πάντων μίαν τὴν πρώτην τιθέντων, ἢ ἐκ τῆς ἑαυτοῦ δόξης εἰς εἶδος καὶ στέρησιν πάσας ἀναγούσης τὰς ἐναντιότητας. καὶ γὰρ προσεχεῖς μὲν γενέσεως ἀρχαὶ κατ’ αὐτὸν δύο εἰσὶν ἐναντιώσεις, θερμότης ψυχρότης, ξηρότης ὑγρότης, ὡς ἐν τῷ δευτέρῳ τῆς Περὶ γενέσεως ἔδειξεν· ἐπεὶ δὲ καὶ αὗται ὑπὸ μίαν ἀνάγονται τὴν τῆς ἕξεως καὶ τῆς στερήσεως, διὰ τοῦτο μία ἡ ἀρχικὴ κατ’ αὐτὸν ἐναν- τίωσις. οὕτως ὁ Ἀλέξανδρος καὶ νῦν ἐξηγήσατο τὸ χωρίον· τὸ δὲ ἀεὶ γὰρ ἐν ἑνὶ γένει μία ἐναντίωσίς ἐστιν ἐπὶ τῆς προσεχοῦς τὴν γένεσιν ἐναντιώσεως ἀκούει. τὸ γὰρ λευκὸν καὶ μέλαν χρώματός ἐστι προσεχὴς ἐναντίωσις, οὐ ποιότητος· “τὸ δὲ ποιόν, φησίν, ἢ οὐκ ἔχει προσεχῆ ἐναν- τίωσιν, ἢ εἰ ἔχει, ὑπ’ αὐτὴν ἀναχθήσεται τὸ λευκὸν καὶ μέλαν καὶ τὰ ἄλλα ὁμοίως τὰ ἐν τῇ ποιότητι ἐναντία.’’ ὁ μέντοι Πορφύριος οὐσίαν ἀκούει τὴν ὕλην καὶ περὶ ταύτην μίαν λέγει ἐναντίωσιν τὴν πρώτην, διότι γένος ἡ οὐσία, ἐν παντὶ δὲ γένει μία ἐναντίωσις ἡ πρώτη. λέγει δὲ οὕτως·. “ἐν παντὶ γένει μία ἐναντίωσις ἡ πρώτη. γένος δὲ καὶ ἡ οὐσία· μία ἄρα καὶ περὶ ταύτην ἡ ἐναντίωσις. ἡ δὲ ὕλη οὐσία. ὥστε καὶ ἡ περὶ ταύτην μία ἐναντίωσις ἡ πρώτη, κἄν ὦσι πλείους, τῷ πρότερον καὶ ὕστερον διοίσουσιν, ἀλλ’ οὐ τῷ γένει· ἀεὶ γὰρ ἐν ἑνὶ γένει μία ἐναντίωσις’’. καὶ ἄμεινον οἶμαι οὕτως ἤπερ ἐπ’ ἐκείνης τῆς οὐσίας ἀκούειν τῆς ὅλης τῆς τοῖς ἄλλοις γένεσιν ἀντιδιῃρημένης. τὸ γὰρ λέγειν ὅτι αἱ τῶν ἄλλων γενῶν ἐναντιώσεις ὑπὸ τὴν τῆς οὐσίας ἐναντίωσίν εἰσι, διότι καὶ αὐτὰ τὰ γένη ἀπὸ τῆς οὐσίας ἔχει τὸ εἶναι, ἀπιθάνως εἰρῆσθαί μοι δοκεῖ. αἱ μὲν γὰρ ἄλλαι ἐναντιώσεις ὑπὸ τὴν πρώτην οὕτως ἀνάγονται, ὡς κατηγορεῖσθαι τῶν ἄλλων τὴν πρώιην. πᾶσα γὰρ ὑπεροχὴ καὶ ἔλλειψις, ταὐτότης καὶ ἑτερότης, ἢ ὅτι ἄν ἄλλο τις λέγοι τὴν πρώιην, οὐ μέντοι τὰ ἄλλα γένη οὐσίαι εἰσί. διότι γὰρ τὸ εἶναι ἐν τῇ οὐσίᾳ ἔχουσι, δι’ αὐτὸ τοῦτο οὐκ εἰσὶν οὐσίαι. κάλλιον οὖν ἴσως οὐσίαν καὶ ἓν γένος τὸ γενητὸν πᾶν ἀκούειν κοινὸν τῶν δέκα γενῶν ὑπάρχον. διὸ καὶ ἡ προσεχὴς αὐτῶν ἐναντίωσις κοινὴ τῶν δέκα γενῶν ἐστιν, ἡ ἕξις λέγω καὶ ἡ στέρησις. δυνατὸν δὲ καὶ τὴν ὕλην ἀκούειν, ὡς κατ’ αὐτὴν ὑφεστηκότος τοῦ γενητοῦ καὶ ἐνύλου παντός, οὐ μέντοι ὅτι κυρίως οὐσία ἐστὶν ἡ ὕλη. οὔτε γὰρ ἡ νοητὴ οὐσία ἐστὶν ἡ ὕλη οὔτε ἡ αἰσθητή. ἡ μὲν γὰρ παντάπασίν ἐστιν ἄυλος, ἡ δὲ καὶ αὐτὴ γένεσιν ἔχει καὶ φθορὰν ἥ γε κυρίως γενητὴ οὐσία. τὸ δὲ γινόμενον καὶ φθειρόμενον ὑποκειμένου δεῖται καὶ ὕλης, ὡς καὶ ἐν τοῖς ἑξῆς μαθησόμεθα. ὅλην δὲ ὕλης ποιεῖν ἄλογον. p. 189 b 27 Ὅτι μὲν οὖν οὔτε ἓν τὸ στοιχεῖον οὔτε πλείω δυεῖν ἢ τριῶν ἕως τοὐ | οὕτω τὰ περὶ ἕκαστον ἴδια θεωρεῖν. Δείξας ὅτι μιᾶς ἐναντιώσεως ἐν ταῖς ἀρχαῖς δεῖ καὶ ὑποκειμένου τινὸς τοῖς ἐναντίοις, συμπεραίνεται ὅτι οὔτε ἓν τὸ στοιχεῖον, εἴπερ ἐναντία καὶ ὑποκείμενόν τι τοῖς ἐναντίοις, οὔτε μέντοι πλείω δυεῖν ἢ τριῶν. τό τε γὰρ ὑποκείμενον ἕν ἐστι καὶ τὰ ἐναντία οὐ πλείω δυεῖν ἐστιν. εἴτε μέντοι δύο ἀρχ’ αἰ εἴτε τρεῖς τοῦτο γάρ ἐστι τὸ καθάπερ εἴπομεν) ζητήσεως ἄξιόν ἐστι. καὶ γὰρ εἰ μὲν ὡς μία ἀρχὴ τὰ ἐναντία λαμβάνοιτο, δύο ἄν εἶεν ἀρχαὶ ἥ τε ὕλη καὶ τὰ ἐναντία· εἰ δὲ ὡς δύο τὰ ἐναντία, τρεῖς εἰσιν αἱ ἀρχαί. ἄμεινον δὲ διὰ τὴν στέρησιν ἀμφιβόλως εἰρῆσθαι ἢ ταὐτὸν δοκοῦσαν τῇ ὕλῃ ἢ εἰ καὶ διαφέροι κατὰ συμβεβηκὸς ἀρχὴν οὖσαν. ἄπορον οὖν εἴτε δύο ἀρχαὶ τὸ εἶδος καὶ ἡ ὕλη, εἴτε τρεῖς καὶ τῆς στερήσεως προσλαμ- βανομένης, εἴτε πῶς μὲν δύο πῶς δὲ τρεῖς, ὅπερ καὶ ἀληθὲς φανήσεται. ταῦτα γάρ ἐστι τὰ ἐφεξῆς ὑπ’ αὐτοῦ διαρθρούμενα. καὶ περὶ ταῦτά ἐστιν ἡ πολλὴ ἀπορία, πότερον ὁμοίως τὰ ἐναντία ἀρχαί, ἢ τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός. καὶ δὴ καὶ συμπεραινόμενος τούτους τοὺς λόγους ἐπάγει “διὸ ἔστι μὲν ὡς δύο λεκτέον εἶναι τὰς ἀρχάς, ἔστι δὲ ὡς τρεῖς· καὶ ἔστι μὲν ὡς τὰ ἐναντία, ἔστι δὲ ὡς οὔ’’. ἐπειδὴ δὲ ἐκ τῆς μεταβολῆς μάλιστα καὶ τῆς γενέσεως τὰς ἀρχὰς εὑρεῖν τῶν γινομένων προέθετο, τῶν δὲ γινομένων τὰ μὲν κατά τι τῶν συμβεβηκότων γινόμενα πρόδηλον ἔχει ὑποκείμενον τὴν οὐσίαν, τὰ δὲ κατ’ οὐσίαν γινόμενα ἀδηλότερον ἔχει τὸ ὑποκείμενον, διὰ τοῦτο κοινῶς πρῶτον περὶ γενέσεως ποιησάμενος τὸν λόγον καὶ παραδείγματα παραθέμενος τῆς κατά τι τῶν συμβεβηκότων μεταβολῆς, ὕστερον τὴν κατ’ οὐσίαν γένεσιν διακρίνει ταύτης καὶ δείκνυσι καὶ ἐπ’ ἐκεί- νῆς τὴν τοῦ ὑποκειμένου χρείαν, καὶ ὅπως ἔχει καὶ πρὸς ἐκεῖνο ἡ στέρησις. κοινότερον δὲ τὸν λόγον εἶπε, καὶ ὅτι οὐ μόνον τῇ φυσικῇ ἀλλὰ καὶ τῆ τεχνικῇ προσχρῆται γενέσει· τοιαύτη γὰρ ἡ τοῦ μουσικοῦ. ὅτι δὲ ἡ τῶν κοινῶν καὶ ὁλοσχερῶν θεωρία ὡς πρὸς ἡμᾶς προτέρα τῶν ἰδίων ἐστίν, εἴρηκεν εὐθὺς τῆς πραγματείας ἀρξάμενος. καὶ δῆλον καὶ ἐκ τῶν ἐνταῦθα λεγο- μένων, ὅτι τὰ ἐκεῖ “καθόλου” εἰρημένα, ἐξ ὧν ἔλεγεν “εἰς τὰ καθέκασια δεῖν προϊέναι”, τὰ κοινὰ καὶ ὁλοσχερῆ ἦν, ἅπερ ἐστὶν ἡμῖν γνωρι- μώτερα. p. 189 b 32 Φαμὲν γὰρ γίνεσθαι ἐξ ἄλλου ἄλλο καὶ ἐξ ἑτέρου ἔτερον ἕως τοῦ καὶ γὰρ ἐξ ἀμούσου καὶ ὁ ἄμουσος γίνεται μουσικός. διὸ καὶ ἐπὶ του συγκειμένου ὡσαύτως· καὶ γὰρ ἐξ ἀμούσου ἀν’. θρώπου καὶ ἄμουσος ἄνθρωπος γίγνεσθαι λέγεται μουσικός. ἐντεῦθεν καὶ τὴν τοῦ ὑποκειμένου φύσιν εὑρεῖν ἐναργέστερον προτί- θεται, κἂν ἤδη ταύτην ὅτι ἔστιν εὗρέ τε καὶ διαφορὰν ἡμῖν τῆς στερήσεως πρὸς τὸ ὑποκείμενον παραδίδωσι, πρῶτον μὲν ἀτὸ τοῦ λέγεσθαι διαφόρως ἐπιχειρῶν, εἶτα καὶ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως. μεταχειρίζεται δὲ τὸν λόγον οὕτως· ἡ γένεσις καὶ ὅλως ἡ μεταβολὴ ἡ μέν ἐστιν ἁπλῆ, ἡ δὲ σύνθετος· ἁπλῆ μὲν ὡς ὅταν τὸν ἄν- θρωπον λέγωμεν γίνεσθαι μουσικόν, γινόμενον μὲν τὸν ἄνθρωπον λαβόντες, ὃ δὲ γίνεται τὸ μουσικόν· ἢ σύνθετος δέ, ὅταν τὸν μὴ μουσικὸν ἄνθρωπον λέγωμεν γίνεσθαι μουσικόν. ἄνθρωπον. διὰ πούτων οἶμαι τέως τὴν κοινωνίαν ὑποδεικνὺς τοῦ τε ὑπο- κειμένου καὶ τῆς στερήσεως ὑποκείμενον μὲν γὰρ ὁ ἄνθρωπος, στέρησις δὲ τὸ ἄμουσον, καὶ ἄμφω ὁμοίως λέγομεν γίνεσθαι ὅπερ τὸ εἶδος), εἶτα λοιπὸν τὰς διαφορὰς παραδίδωσι, καὶ πρώτην πάλιν τὴν ἀπὸ τοῦ λέγεσθαι· τούτων γάρ, φησί, τὸ μὲν ἄμουσον καὶ τὰ τοιαῦτα οὐ μόνον λέγεται τόδε τι γίνεσθαι οἷον τὸ ἄμουσον μουσικόν, ἀλλὰ καὶ ἐκ τούτου, οἷον ἐκ μὴ μουσικοῦ μουσικόν. ὁ δὲ ἄνθρωπος καὶ ὅλως τὰ τοιαῦτα οὐχ ὁμοίως ἔχει· οὐ γὰρ λέγομεν ἐξ ἀνθρώπου μουσικὸν γίνεσθαι, ἀλλὰ τὸν ἄνθρωπον μουσικόν. καὶ ἐστιν ἐν τοῖς λεγομένοις ἡ διαφορά. δευτέρα οε εκ των πραγματων, ὅτι τῶν γινομένων ὅπερ τὸ εἶδος τὰ μὲν ὐπομένοντα γίνεται (ὁ σταται τὸ γὰρ ἄμουσον οὐχ ὑπομένει τὸ μουσικόν). τούτων οὖν διωρισμένων τοῦ τε διχῶς λέγεσθαι τὰ γινόμενα ἡ ὡς ἀπλᾶ ἢ ὡς σύνθετα καὶ τοὐ δια- φέρειν τὸ γινόμενον κτά τε τὸ λέγεσθαι καὶ κατὰ τὸ ὑπομένειν ἢ μὴ ὑπο- μένειν, | πανταχόθεν τοῦτο ἔστι λαβεῖν, ὅτι δεῖ τι πάντως ὑποκεῖσθαι τὸ γινόμενον, τοῦτο δέ ἐστιν ἡ τὸ ἐξ οὗ λέγομεν γίνεσθαι οἷον τὸ ἄμουσον ἢ τὸ λεγόμενον γίνεσθαι οἷον τὸν ἄνθρωπον· ἅπερ καὶ εἰ ἀριθμῷ ὅν ἐστι διότι τὸ ἕτερον καθ’ ἑαυτὸ ὑποστῆναι οὐ δύναται), ἀλλὰ τῷ λόγῳ ἕτερα· οὐ ταὐτὸν ὁ ἄνθρωπος καὶ τὸ ἄμουσον. καὶ προσαρμόττει λοιπὸν τὰ τῷ ὑποκειμένῳ καὶ τῇ στερήσει. καὶ πρώτην τὴν κατὰ τὸ πρᾶγμα δια- φορὰν διανέμων λέγει, ὅτι τὸ μὲν ὑπομένον τὸ ὑποκείμενόν ἐστι, τὸ δὲ ἐξι- στάμενον ἡ στέρησις, μεγίστην ταύτην εὑρὼν διαφορὰν καὶ τὴν αἰτίαν πρό- δῆλον ἔχουσαν. τὸ μὲν γὰρ ὑποκείμενον ἅτε μηδὲ ἐναντίον ὑπάρχον τῷ εἴδει ὑπομένει προσιὸν αὐτό. ἡ δὲ στέρησις ἀντικειμένη καὶ ἀσύνακτος οὖσα πρὸς αὐτὸ ἐξίσταται πάντως ἐπεισιόντος τοῦ εἴδους. εἶτα τὴν κατὰ τὸ λέγεσθαι διαφορὰν ἐπάγει, τὸ μὲν ἐφ’ οὗ τὸ τόδε καὶ τὸ ἐκ τοῦδε λέγομεν τῇ στερήσει προσαρμόττων, τὸ δὲ ἐφ’ οὗ τὸ τόδε μόνον τῷ ὑποκειμένῳ. εἰ δέ ποτε καὶ ἐπὶ τούτου τὸ ἐκ τοῦδε λέγομεν, οἷον ἐκ χαλκοῦ ἀνδριάντα λέγοντες γίνεσθαι, οὐκέτι καὶ τὸ τόδε ἐπὶ τοῦ αὐτοῦ λέ- γομεν· οὐ γὰρ ὅτι ὁ χαλκὸς ἐγένετο ἀνδριάς. ὥστε εἰ ἡ μὲν στέρησις ἀμφοτέρως λέγεται καὶ τόδε καὶ ἐκ τοῦδε, τὸ δὲ ὑποκείμενον θατέρως μόνον καὶ ταύτῃ ἄν ἀλλήλων διαφέροι. εἰ δὲ χρὴ διορίζειν ὅλως, τὸ μὲν ἐκ τοῦδε γίνεσθαι μᾶλλον τῷ μὴ ὑπομένοντι, τουτέστι τῇ στερήσει, προσήκει· δύναται γὰρ καὶ τὸ μετὰ τόδε δηλῶσαι· τὸ μέντοι τόδε γίνεσθαι τόδε τῷ ὑπομέ- νοντι μᾶλλον ἁρμόττει. μένον γάρ τι δεῖ γίνεσθαι ὅπερ γίνεται. ἀμέλει καὶ ὅταν τὸ ἄμουσον λέγωμεν γίνεσθαι μουσικόν, κατὰ τὴν πρὸς τὸ ὑπο- κείμενον ἀναφορὰν λέγομεν· ἐκείνῳ γὰρ ἁρμόττει. οὐ γὰρ δὴ ἡ ἀμουσία αὐτὴ γίνεται μουσικόν, ἀλλὰ τὸ τῇ ἀμουσίᾳ ὑποκείμενον, καθ’ ὃ ταύτην ἔχει. ὥσπερ καὶ ὅταν ἐκ τοῦ χαλκοῦ λέγωμεν τὸν ἀνδριάντα γίνεσθαι, καθ’ ὃ ἐν τῷ χαλκῷ ἡ τοῦ ἀνδριάντος ἐστὶ στέρησις ἀνώνυμος, κατὰ τοῦτο λέγομεν. ἐπειδὴ γὰρ ἐκ στερήσεως ἡ γένεσις, ὅταν ἀπορήσωμεν τοῦ τῆς στερήσεως ὀνόματος, διὰ τοὐ ὑποκειμένου σημαίνομεν αὐτὴν ὡς ἐν τούτῳ καὶ τῆς στερήσεως οὔσης. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἁπλῶν ἔχει καὶ τῶν συνθέτων. καὶ γὰρ ἐπὶ τούτων τὸ μετὰ τῆς στερήσεως ὑποκείμενον οἷον ὁ ἄμουσος ἄνθρωπος οὐχ ὑπομένει τὸ μετὰ τοῦ εἴδους ὑποκείμενον, τουτέστι τὸν μουσικὸν ἄνθρωπον, διὰ τὸ ἀντικεῖσθαι τῷ ἀμούσῳ τὸ μουσικόν. καὶ μέντοι καὶ ἐξ ἀμούσου ἀνθρώπου καὶ τὸν ἄμουσον ἄνθρωπον γίνεσθαι λέ- γομεν μουσικὸν ἄνθρωπον. Αὕτη μὲν ἡ ὅλη τῶν λεγομένων ἔννοια. ἐν δὲ τοῖς κατὰ μέρος τὸ μὲν γινόμενον τὸ ὑποκείμενον καὶ τὴν στέρησίν φησιν οἷον τὸν ἄνθρωπον καὶ τὸ ἄμουσον, τὸ δὲ ὃ γίνεται τὸ εἶδος οἷον τὸ μουσικόν. ὑποκεῖσθαι δὲ τὸ γινόμενον εἶπεν, οὐ τὴν ὕλην μόνον νῦν ὑποκεῖσθαι λέγων, ἀλλ’ ὅλον τὸ γινόμενον ἐν ᾧ καὶ ἡ ὕλη καὶ ἡ στέρησις. τοῦτο οὖν, φησί, τὸ γινό- μενον εἰ καὶ ἀριθμῷ ἐστιν ἕν διότι συνδεδράμηκεν εἰς ταὐτὸν τό τε ὑποκείμενον καὶ ἡ στέρησις ὡς μὴ δυναμένης τῆς στερήσεως καθ’ ἑαυτὴν ὑποστῆναι), ἀλλὰ τῷ εἴδει γε διάφορά ἐστιν. ἐπειδὴ δὲ μὴ κυρίως ἐπ’ αὐτῶν εἴρηται τὸ τῷ εἴδει διαφέρειν καὶ τῆς ὕλης ἀνειδέου παντελῶς οὕσης καὶ τῆς στερήσεως ἀπουσίας οὔσης τοῦ εἴδους, γοργῶς τὸ τῷ εἴδει οὐχ ἓν μετέβαλεν εἰς τὸ τῷ λόγω διάφορον εἰπὼν τὸ γὰρ εἴδει λέγω καὶ λόγῳ ταὐτόν. οὐ γὰρ ὁ αὐτὸς λόγος ἀνθρώπου καὶ ἀμούσου. ὅτι δὲ ἡ στέ- ρησις καὶ ὑπάρχει τῇ ὕλῃ καὶ ὡς συμβεβηκὸς ὑπάρχει, καὶ προ·ιοῦσι μὲν ἔσται δῆλον λεγέσθω δὲ καὶ νῦν. μὴ ὑπαρχούσης μὲν γὰρ τῆς στερήσεως οὐκ ἄν εἴη γένεσις. ἐκ γὰρ μὴ τοιούτου ἡ γένεσις καὶ πεφυκότος· μὴ κατὰ συμβεβηκὸς δὲ ὑπαρχούσης ἀλλὰ καθ’ αὑτὸ, φθείροιτο ἂν τὸ ὑποκείμενον ἐν τῇ τῆς στερήσεως ἀποβολῇ, εἴπερ τὸ εἶναι αὐτῷ σὺν τῷ ἐστερῆσθαι ἦν. ἀλλ’ εἰ τὸ ὑποκείμενον δυνάμει, τὸ δὲ δυνάμει ἐν στερήσει, πῶς οὐ τῷ οἰκείῳ λόγῳ στέρησίς ἐστι τὸ ὑποκείμενον; ἤ φαμεν ἐνεργείᾳ ὑποκείμενον αὐτὸ εἶναι· οὐ γὰρ δὴ καὶ τοῦτο δυνάμει ἔχει· συμβέβηκε δὲ αὐτῷ τὸ δύ- νασθαι κοινωνεῖν τοῖς εἴδεσιν· ὥστε καὶ ἡ στέρησις τῶν εἰδῶν, ὧν μέλλει δέχεσθαι, συμβεβηκὸς ἄν αὐτῷ εἴη. “ὅταν γὰρ, φησὶν Ἀλέξανδρος, ὡς ὕλη τινὸς λαμβάνηται, τότε ἐστὶ μετὰ στερήσεως· ὅταν δὲ αὐτὸ καθ’ αὑτὸ τὸ ὑποκείμενον, οὐ μετὰ στερήσεως’’. ὁ μέντοι Βόηθος ἔλεγεν ὅτι “ἄμορφος μὲν οὖσα καὶ ἀνείδεος ὕλη λέγεται· ἡ γὰρ ὕλη πρὸς τὸ ἐσόμενον ὠνομάσθαι δοκεῖ· ὅταν δὲ δέξηται τὸ εἶδος, οὐκέτι ὕλη ἀλλ’ ὑποκείμενον λέγεται· ὑπο- κεῖσθαι γάρ τι λέγεται τῷ ἤδη ἐνόντι’’. μήποτε δὲ ὕλη μὲν ὡς ἐσχάτη λέγεται, ὑποκείμενον δὲ ὡς πρὸς τὸ εἶδος, εἴτε ἔχει ἤδη τὸ εἶδος εἴτε μέλλει δέχεσθαι αὐτό. “ἄποιος δέ, φησὶν ὁ Ἀλέξανδρος, κατὰ τὸν ἑαυτῆς λόγον ἡ ὕλη, οὐχ ὡς ἐν στερήσει οὖσα ποιότητος καὶ γὰρ ἡ στέρησις ποιότης), ἀλλ’ ὡς ἐν ἀποφάσει· ὥσπερ γὰρ τοὐ εἴδους οὕτως καὶ τῆς στε- ρήσεώς ἐστι δεκτική’’. ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος ἐπιστήσειεν ἄν τις, πρῶτον μέν, εἰ ἡ στέρησις ποιότης, ἡ δὲ ποιότης εἶδός τι, παντὸς δὲ εἴδους γενητοῦ ἐστι στέρησις, ἔσται καὶ τῆς στερήσεως στέρησις· εἰ δὲ ἡ στέρησις ἀπουσία, καὶ ἀπουσίας ἔσται ἀπουσία καὶ τοῦτο ἐπ’ ἄπειρον. ἔτι δὲ εἰ ὡς τοῦ εἴδους οὕτως καὶ τῆς στερήσεως ἐστι δεκτικὴ ἡ ὕλη, ὅταν τὸ εἶδος πάρεστι στέρησιν ἔχει τῆς στερήσεως. ἢ οὖν τὸ εἶδός ἐστιν ἡ στέρησις τῆς στε- ρήσεως, ὅπερ ἄτοπον, ἢ ἔσται τις ἄλλη στέρησις συνοῦσα τῷ εἴδει. καὶ τί ἔσται τὸ ἐκείνῃ ἀντικείμενον εἶδος, εἴπερ πᾶσα στέρησις πρὸς εἶδος ἀντί- κειται; μήποτε οὖν ἄλλη ἐστὶν ἡ ἐν κατηγορίαις στέρησις ἀντικειμένη τῇ ἕξει ὡς ἡ τυφλότης τῇ ὄψει, ἥτις οὐδὲ ἀνακάμπτει εἰς τὴν ἕξιν μετέχουσά πὼς τῆς ποιότητος καὶ αὐτὴ καὶ παρακεχρωσμένη τῷ εἴδει οὗ λέγεται στέ- ρησις. περὶ ἦς τάδε γέγραφεν ὁ Ἀριστοτέλης· “ἐπὶ δέ γε τῆς στερήσεως καὶ τῆς ἕξεως ἀδύνατον εἰς ἄλληλα μεταβολὴν γίνεσθαι. ἀπὸ μὲν γὰρ τῆς ἕξεως ἐπὶ τὴν στέρησιν γίνεται μεταβολή, ἀπὸ δὲ τῆς στερήσεως ἐπὶ τὴν ἕξιν ἀδύνατον. οὔτε γὰρ τυφλὸς γενόμενός τις πάλιν ἀνέβλεψεν, οὔτε φα- λακρὸς ὢν πάλιν κομήτης ἐγένετο, οὕτε νωδὸς ὢν πάλιν ὀδόντας ἔφυσεν’’. ἄλλη δέ τίς ἐστιν αὕτη ἡ στέρησις ἀντικειμένη τῷ εἴδει καὶ | ἀνακάμπτουσα εἰς αὐτό, ὥστε κατὰ τὴν εἰς ἄλληλα τούτων μεταβολὴν ἐπιτελεῖσθαι τὴν γένεσιν καὶ τὴν φθοράν. καὶ ἐκείνη μὲν μετὰ τὸ εἶδός ἐστι πήρωσις οὖσα τοῦ εἴδους, αὕτη δὲ καὶ πρὸ τοῦ εἴδους καὶ μετὰ τὸ εἶδος ὡς ἀπουσία τις μετὰ ἐπιτηδειότητος τῆς πρὸς τὸ εἶδος θεωρουμένη. ὥστε οὐδὲ στέρησις ἄν εἴη στερήσεως, ἀλλ’ εἶδος καὶ στέρησις μόνον ἀπουσία τις οὖσα τοῦ εἴδους· καὶ ὅταν παρῇ τὸ εἶδος, οὐ πάρεστιν ἡ στέρησις. οὐ μέντοι οὐδὲ ἀπουσία τῆς στερήσεως πάρεστιν ὡς ἄλλη στέρησις· εἴδους γὰρ ἀπουσία στέρησις ἀλλ’ οὐχὶ στερήσεως. καὶ τὸ μὲν εἶδος παρεῖναι καὶ ἀπεῖναι λέ- γοιτο ἄν, οὔτε δὲ ἡ παρουσία παρεῖναι ἢ ἀπεῖναι, ὡς ἄλλην γίνεσθαι πα· ρουσίαν τῆς παρουσίας, οὕτε ἡ ἀπουσία· καὶ γὰρ ὅταν συνάπτηταί τινα καὶ χωρίζηται ἀπ’ ἀλλήλων, οὐ λέγομεν τοῦ χωρισμοῦ χωρισμὸν εἶναι. p. 190 a 31 Πολλαχῶς δὲ λεγομένου τοῦ γίνεσθαι ἕως τοῦ τὰ δὲ ἄλλα πάντα κατὰ τῆς οὐσίας. Προθέμενος ἐπὶ πάσης γενέσεως τό τε ὑποκείμενον εὑρεῖν καὶ τὴν δια- φορὰν αὐτοῦ παραδοῦναι τὴν πρὸς τὴν στέρησιν καὶ ἀπὸ τῶν εὐκολωτέρων ἀρξάμενος προφανεστέρα γὰρ ἦν ἡ τῶν συμβεβηκότων γένεσις περὶ ὑποκει- μένην τὴν οὐσίαν ἐπιτελουμένη), μέτεισι λοιπὸν ἐπὶ τὸ δεῖξαι, ὅτι καὶ ἐπὶ τῆς οὐσίας ὑποκειμένου τινὸς δεῖ καὶ στερήσεως πρὸς τε τὴν γένεσιν τῆς οὐσίας καὶ πρὸς τὴν φθοράν. καὶ πρῶτον μὲν ἐπισημαίνεται, ὅτι πολλα- χῶς λεγομένου τοῦ γίνεσθαι καὶ τοσαυταχῶς ὅσα ἐστὶ τὰ γινόμενα, ἐπὶ μὲν τῶν ἐννέα κατηγοριῶν οὐ γίνεσθαι ἁπλῶς λέγομεν, ἀλλὰ τόδε τι γίνεσθαι. τὴν γὰρ ὑποκειμένην οὐσίαν οὐ γίνεσθαι ἀπλῶς, ἀλλὰ λευκὸν γίνεσθαι ἢ τρίπηχυ ἢ δεξιὸν λέγομεν, ἐπὶ δὲ τῆς οὐσίας οἷον τοῦ ἀνθρώπου, ὅτι γίνεται ἄνθρωπος λέγομεν, ἀλλ’ οὐ τόδε τι γίνεται. τούτου δὲ αἴτιον τὸ τὴν οὐσίαν μὲν αὐτὴν καθ’ αὑτὴν ὑφεστῶσαν καθ’ ἑαυτὴν γίνεσθαι. τῶν δὲ ἄλλων ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἐχόντων ἡ οὐσία κατ’ αὐτὰ λέγεται γίνεσθαι, ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ καθ’ ἑαυτήν. διὸ κατὰ μὲν τὰ ἄλλα τῆς γενέσεως ἐπιτελουμένης φανερὸν ὅτι ἀνάγκη ἐστὶν ὑποκεῖσθαι τὸ τὶ γινόμενον. δεῖ γὰρ εἶναι πάντως ὃ λέγομεν τόδε τι γίνεσθαι οἷον λευκὸν ἢ τρίπηχυ, διότι τὰ συμβεβηκότα πάντα ἐν ὑποκειμένῃ τῇ οὐσίᾳ ἐστίν. ἐπειδὴ δὲ ἡ οὐσία οὐκ ἔστιν ἐν ὑποκειμένῳ ὥσπερ τὰ ἄλλα, οὐχ οὕτως φανερόν ἐστιν αὐτῆς τὸ κατὰ τὴν γένεσιν καὶ τὴν φθορὰν ὑπο- κείμενον. p. 190 b 1 Ὅτι δὲ καὶ ἡ οὐσία ἕως τοῦ οἷον τὰ τρεπόμενα κατὰ τὴν ὕλην. Ὅτι μὲν αἱ ἄλλαι κατηγορίαι ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ οὖσαι τὸ γίνεσθαι καὶ φθείρεσθαι ἔχουσι προσεχῶς περὶ τὴν οὐσίαν ὡς ὑποκειμένην, δῆλον. καὶ αὐτὴ δὲ ἡ οὐσία ἡ γενητὴ καὶ ὅλως ὅσα παρὰ τὰ πρότερον εἰρημένα, ἃ τόδε τι εἶναι λέγομεν, ἁπλῶς ὄντα ἐστὶ καὶ οὐ τόδε τι ὄντα, τουτέστιν οὐσίαι καὶ οὐ συμβεβηκότα, κἄν μὴ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχῃ, ἀλλ’ ἔχει τι πάντως ἐν ἑαυτοῖς ὑποκείμενον κατ’ αὐτά, περὶ ὃ τὸ γίνεσθαι καὶ φθείρεσθαι συμβαίνει αὐτοῖς. τοῦτο δὲ πρῶτον μὲν δείκνυσι διὰ τῆς ἐπα- γωγῆς. ἀεὶ γὰρ ἔστι τι ὑποκείμενον ταῖς γενέσεσιν ὥσπερ ἐπὶ φυτῶν ζῴων τὸ σπέρμα. τούτου γὰρ ὑπομένοντος ἅμα καὶ ἀλλοιουμένου γίνεται τὰ φυτὰ καὶ τὰ ζῷα. μετὰ δὲ τὴν ἐπαγωγὴν καθολικῇ φησιν ὁ Ἀλέ- ξανδρος ἀποδείξει χρῆσθαι τὸν Ἀριστοτέλην δεικνύντα, ὅτι κατὰ πάντας τοὺς τοῦ γίνεσθαι τρόπους ἐξ ὑποκειμένου γίνεται τὰ γινόμενα, καὶ τῷ καθόλου συναποδεικνύντα καὶ τὸ ἐπὶ τῆς οὐσίας, εἴ γε καὶ ἡ ταύτης γένεσις ὑπὸ τοὺς ἐκτιθεμένους τρόπους ἐστί. διὸ καὶ τὰ γινόμενα ἁπλῶς ἀντὶ τοῦ καθόλου καὶ καθάπαξ ἀκούει, ὡς ἐπανιόντος αὐτοῦ πάλιν ἐπὶ τοὺς κοινοὺς τῆς γενέ- σεως τρόπους, ἐν οἷς καὶ ὁ κατ’ οὐσίαν συνείληπται• “τῇ γὰρ ἀλλοιώσει, φησίν, ὑποτάσσεται καὶ ἡ κατ’ οὐσίαν γένεσις, καὶ ἴσως εἴποι ἄν οὐχ ὅτι ἀλλοίωσίς ἐστιν, ἀλλ’ ὅτι οὐκ ἄνευ ἀλλοιώσεως”. οὕτως μὲν οὖν ὁ Ἀλέ- ξανδρος. καὶ ἔοικε καὶ Συριανὸς ὁ μέγας τὴν τοιαύτην ἐξήγησιν ἀποδέ- ξασθαι. μήποτε δὲ τῶν κατ’ οὐσίαν γινομένων ἐστὶν ἡ διαίρεσις αὕτη. καὶ γὰρ τὸ σχῆμα εἶδος καὶ οὐσία τοῦ ἀνδριάντος ἐστίν, ἀλλ’ οὐ ποιότης. ἄλλο γὰρ καὶ οὐκ ἀλλοῖον γίνεται τὸ εἶδος, εἰ ἐκ σφαίρας ἀνδριὰς γένοιτο. εἰ δὲ τὰ ἄλλα εἴδη παρελάμβανε, πῶς ἡ κυρίως ἀλλοίωσις κατὰ ποιότητα οὖσα μεταβολὴ μένοντος ἀτρέπτου τοῦ ὑποκειμένου κατατροπὴν αὐτοῦ ἐν- ταῦθα παρελαμβάνετο, ἥτις κατ’ οὐσίαν ἐστί; πῶς δὲ ἦν εὔλογον μετὰ τὸ ἀποσκευάσασθαι τὰς ἄλλας γενέσεις πάλιν ἐπ’ αὐτὰς ἐλθεῖν; εἰ δὲ καὶ ἐποίει τοῦτο, διὰ τί μὴ πάσας, ὧν ἔμπροσθεν ἐμνήσθη, παρέλαβεν ἐν τῆ ἀπαριθμήσει; καὶ γὰρ καὶ τοῦ πρός τι καὶ τοῦ ποτὲ καὶ τοῦ ποῦ ἐν ἐκεί- νοῖς ἐμνημόνευσε. καίτοι ἀπαράλειπτον καὶ ταύτην τὴν διαίρεσιν ὁ ἐξηγη- τῆς εἶναι ὁμολογεῖ. μήποτε οὖν καὶ ἐνταῦθα γινόμενα ἀπλῶς εἶπε τὰ κυρίως καὶ κατ’ οὐσίαν γινόμενα. καὶ γὰρ πρότερον εἶπεν, ὅτι ἀπλῶς γί- νεσθαι μόναι λέγονται αἱ οὐσίαι, τὰ δὲ ἄλλα οὐχ ἀπλῶς γίνεσθαι, ἀλλὰ τόδε τι γίνεσθαι· καὶ ἔχει οὕτως τὸ ἀκόλουθον ἡ διδασκαλία μετὰ τὴν ἐπα- γωγικὴν πίστιν τὴν διὰ τοῦ σπέρματος καὶ ἐκ τῆς διαιρέσεως τὴν ἀνάγκην προστιθεῖσα τοῦ ἐξ ὑποκειμένου καὶ στερήσεως μὴ μόνον τὰ συμβεβηκότα ὡς δέδεικται πρότερον, ἀλλὰ καὶ αὐτὰς γίνεσθαι τὰς οὐσίας. | καὶ εἴη ἄν ἡ διαί- ρεσις τοιαύτη· τῶν γινομένων κατ’ οὐσίαν τὰ μὲν ὡς ἁπλᾶ γίνεται τὰ δὲ ὡς σύνθετα. τὰ μὲν οὖν σύνθετα συνθέσει ὡς ἡ οἰκία, τῶν δὲ ἁπλῶν τὰ μὲν διὰ βάθους τὰ δὲ ἐπιπολῆς , καὶ τὰ μὲν ἐπιπολῆς μετασχηματίσει (καὶ γὰρ καὶ αὕτη οὐσιώδης γένεσις, ὅταν ἐκ σφαίρας ἀνδριὰς γένηται), τῶν δὲ διὰ βάθους τὰ μὲν καθ’ ὅλον ὡς ἄνθρωπος ἐκ σπέρματος ἀλλοιου- μένου, τὰ δὲ κατὰ μέρος· καὶ τούτων τὰ μὲν ἐν προσθέσει ὡς τὰ αὐ- ξανόμενα τὰ δὲ ἀφαιρέσει ὡς τὰ μειούμενα. καὶ γὰρ καὶ αὐξήσεις καὶ μειώσεις γενέσεις εἰσὶ καὶ φθοραὶ μερικαί. καὶ ἐπίστησον, ὅτι οὐ πα- ρέλαβεν ἀλλοίωσιν ἐνταῦθα τὴν κατὰ ποιότητα μόνον ἢ μεταβολήν, ἀλλὰ τὴν κατὰ τροπὴν τῆς ὕλης οἷον τοῦ σπέρματος ἐπὶ τῶν φυτῶν καὶ τῶν ζῴων, καθ’ ἣν ἡ κατ’ οὐσίαν γένεσις ἐπιτελεῖται. εἰ δὲ τὰς μεταβολὰς ἀπηριθμεῖτο, πῶς τὴν κατὰ τόπον οὐ παρελάμβανε ; πῶς δὲ τὴν κατὰ τὸ σχῆμα ἀντιδιῄρει πρὸς τὴν ἀλλοίωσιν; ζητήσας δὲ ὁ Ἀλέξανδρος, πῶς ὡς δύο τρόπους τέθεικε τόν τε μετάσχῃ ματ ίσει καὶ τὸν ἀλλοιώσει (εἰ γὰρ ποιότης καὶ τὸ σχῆμα, ἀλλοίωσίς ἐστι καὶ ἡ κατὰ τὸ σχῆμα μεταβολή), οὐχ ἁπλοῦν φησιν εἶναι τὸ τῆς ἀλλοιώσεως , ιιἀλλὰ τὸ μὲν μεταχηματιζό- μένον ἐν τγ͂ͅ τῆς τάξεως καὶ θέσεως τοῦ ὑποκειμένου ἀλλαγῇ τὴν γένεσιν ἔχει, τὸ δὲ ἀλλοιούμενον ποιότητα, φησί, τινὰ καὶ πάθος ἀλλάσσει, οὐδὲν τοῦ ὑποκειμένου , καθό ἐστιν ὑποκείμενον , μεταπίπτοντος ἐν τῆ ἀλλοιώσει. ἰδίως γὰρ ἀλλοίωσις ἡ κατὰ τὰς παθητικὰς ποιότητας μεταβολή’’. εἰ δὲ ταῦτα οὕτως ἔχει, πῶς ἐπάγει ὅτι ἴτη ἀλλοιώσει ὑποτάττεται καὶ ἡ κυρίως γένεσις’’. ἡ γὰρ κατὰ τὰς παθητικὰς ποιότητας μεταβολὴ οὐκ ἄν εἴη κυρίως γένεσις. p. 1901)9 Πάντα δὲ τὰ οὕτως γινόμενα φανερὸν ὅτι ἐξ ὑποκειμένων γίνεται ἕως τοῦ τὸν δὲ χαλκὸν ἢ (xov) λίθον ἢ τὸν χρυσὸν τὸ ὑποκείμενον. El πάντα μὲν τὰ κυρίως γινόμενα κατά τινα τούτων γίνεται τῶν τρόπων, τὰ δὲ κατὰ τούτους γινόμενα τοὺς τρόπους ἐξ ὑποκειμένου γίνεται, δῆλον ὅτι πάντα τὰ κυρίως γινόμενα ἐξ ὑποκειμένου γίνεται. ὅτι δὲ τῶν εἰρη- μένων gκστον ἐξ ὑποκειμένου γίνεται, δῆλον ἔσται προχειριζομένοις ἡμῖν. καὶ γὰρ ἐπὶ τοῦ μετασχηματιζομένου ἔστι τι ὃ μετασχηματίζεται καὶ ἐπὶ τοῦ τῇ ἀφαιρέσει γινομένου ἔστι τι οὗ ἀφαιρεῖται καὶ ἐπὶ τῆς προσθέσεως ἔστι τι ᾧ προστίθεται καὶ ἐπὶ τῆς συνθέσεως τὰ συντιθέμενά ἐστι καὶ ἐπὶ ἀλλοιώσεως εἶναί τι χρὴ τὸ ἀλλοιούμενον. εἰ οὖν καὶ ὑποκείμενόν τί ἐστιν ἐν πάσῃ γενέσει τγ͂ τε οὐσιώδει καὶ τῇ κατά τι τῶν συμβεβηκότων, ἔστι δὲ καὶ τὸ τῷ ὑποκειμένῳ ἐπιγινόμενον, δῆλον ὅτι πᾶν τὸ γινόμενον σύνθετόν ἐστιν ἔκ τε τοῦ γινομένου τουτέστι τοῦ εἴδους οἷον τοῦ μουσικοῦ (πάλιν γὰρ τοῦτο ὡς σαφέστερον προχειρίζεται τὸ παράδειγμα. ὃ καὶ ὑπό- νοιαν ἴσως παρέσχε τοῦ κοινῶς πάλιν περὶ πάσης λέγειν γενέσεως) καὶ ἐκ τοῦ ὃ γίνεται. διττὸν δὲ τοῦτο, τό τε ὑποκείμενον καὶ τὸ ἀντικείμενον τῷ εἴδει. καὶ γὰρ ὅτι ὁ ἄνθρωπος καὶ ὅτι ὁ ἄμουσος ἐγένετο μουσικὸς λέ- γομεν. ἀντιστρόφως δὲ νῦν τῷ πρόσθεν γινόμενον μὲν τὸ εἶδος καλεῖ, ὃ γίνεται δὲ τὴν ὕλην καὶ τὴν στέρησιν, ἐνδεικνύμενος οἶμαι ὅτι ἑκατέρως καλεῖν δυνατόν. παραδείγματα δὲ παραθέμενος τῶν ἐξ ὧν γίνεται τὸ γινό- μένον τό τε ἄμουσον καὶ τὸν ἄνθρωπον, τοῦ γινομένου οὐ παρέθετο ὡς σαφοῦς ἐκ τοὐ ἀντικειμένου. διὸ καὶ ἀντικείμενον ἐκάλεσε τὴν στέ- ρησιν, τὸ δὲ τῷ ἀμούσῳ ἀντικείμενον πρόδηλον ὅτι τὸ μουσικόν ἐστι. καὶ τούτων δὲ τὰ παραδείγματα παρέθετο διὰ τὸ διορίσαι τοῦ ὑποκειμένου τὴν στέρησιν. p. 190bl7 Φανερὸν οὖν ὡς εἴπερ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τῶν φύσει ὄντων ἕως τοὐ δῆλον οὖν ὡς γίνοιτ’ ἄν τὰ γινόμενα ἐκ τούτων. Δείξας ὅτι τὸ γινόμενον ἅπαν σύνθετόν ἐστι συγκείμενον ἔκ τε τοῦ γινομένου καὶ τοῦ ὃ γίνεται, τουτέστιν ἔκ τε τοῦ εἴδους καὶ τοῦ ὑποκειμένου, διὰ τούτων λοιπὸν δείκνυσιν ὅτι τὸ γινόμενον καὶ τὸ ὃ áίνεται ἀρχαὶ καὶ στοιχεῖά εἰσι, καὶ ὅτι πῶς μὲν δύο ταῦτα, πῶς δὲ τρία, συλλογιζόμενος οὕτως· τὸ φυσικὸν καὶ γενητὸν ἅπαν σύγκειται καθ’ αὑτὸ ἐκ πρώτων τοῦ τε ὑποκειμένου καὶ τοῦ εἴδους * τὸ συγκείμενον καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκὸς ἐκ πρώτων τοῦ τε ὑποκειμένου καὶ τοῦ εἴδους ἀρχὰς ἔχει τό τε ὑποκείμενον καὶ τὸ εἶδος· σύγκειται γὰρ ὁ μουσικὸς ἄνθρωπος ἐξ ἀν- θρώπου καὶ μουσικοῦ προσεχῶς, διὸ καὶ διαλύεται εἰς ταῦτα. ἐπειδὴ δὲ τὸ ὑποκείμενον ἀριθμῷ μέν ἐστιν ἓν εc̓ὸει δὲ καὶ λόγῳ δύο, καὶ τὸ μὲν καθ’ αὑτό ἐστιν ἡ ὕλη τὸ δὲ κατὰ συμβεβηκὸς ἡ στέρησις , συνάγεται ὅτι κατὰ μέν τινα τρόπον δύο εἰσὶν αἱ ἀρχαὶ (εἴ τις τὰ ἀριθμητὰ καὶ καθ’ αὑτὸ ἐνυπάρχοντα τῷ συνθέτῳ στοιχείῳ λαμβάνοι, ἐξ ὧν πρώτων ἐστὶ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός), κατὰ δέ τινα τρόπον τρεῖς εἴ τις καὶ τὴν στέρησιν ὡς ἀρχὴν καὶ στοιχεῖον λαμβάνοι, διότι ἦν ἐν τῷ ὑποκειμένῳ πρὶν γένηται τὸ σύνθετον). καὶ οὐκ ἄν ἐγένετο τὸ σύνθετον μὴ πρότερον ἐκστάντος ἐκείνου. ὁ γὰρ ἄνθρωπος οὐκ ἄν γένοιτο μουσικὸς μὴ πρότερον ἄμουσος ὢν καὶ τοῦ ἀμούσου ὑποχωρήσαντος. ὥστε τὰ φυσικὰ πάντα στοιχεῖα καὶ ἀρχὰς ἔχει καθ’ αὑτὸ μὲν δύο τό τε εἶδος καὶ τὴν ὕλην, κατὰ συμβεβηκὸς δὲ καὶ τὴν στέρησιν, ὅτι τῇ ὕλῃ συμβέβηκεν αὕτη, ἥτις καθ’ αὑτὸ αἴτιον ἐδείχθη· τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια κυρίως ἐστίν. ἡ μὲν οὗν ὅλη τῶν λεγομένων ἔννοια τοιαύτη. σημειωτέον δέ, ὅτι τὸ τῆς αἰτίας καὶ ἀρχῆς ὄνομα καὶ ἐπὶ τῆς ὕλης τίθησιν ὁ Ἀριστοτέλης, ἐν οἷς φησιν, ὡς εἴπερ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τῶν φύσει ὄντων. τὸ δὲ ἐξ ὧν πρώτων εἰσὶν ἢ γεγόνασι καὶ τὰ ἑξῆς εἴρηται δηλοῦντα, ὅτι τὰς στοι- χειώδεις ἀρχὰς ὁ λόγος ζητεῖ, ἐξ ὧν ἔστιν ὅτε ἔστι καὶ γέγονεν ὅτε γέγονε τὰ φυσικὰ πάντα. ἐξ ὧν γὰρ γέγονεν ἐκ τούτων καὶ ἔστι, καὶ ἐξ ὧν ἔστιν ἐκ τούτων καὶ γέγονε, μὴ κατὰ συμβεβηκὸς τὸ ἐξ ὧν λαμβανόντων ἡμῶν ἀλλὰ κατ’ οὐσίαν, τουτέστιν ἐξ ὧν ἡ οὐσία συμπληροῦται τοῦ γι- νομένου. ἐξ ὧν γὰρ οὕτως τι γέγονεν, ταῦτα ἀρχαὶ καὶ αἴτια αὐτοῦ ἐστι κυρίως. προσέθηκε δὲ τοῦτο καὶ διὰ τὴν στέρησιν, διότι λέγεται μὲν καὶ ἐκ τοῦ ἐναντίου καὶ μὴ ἐνυπάρχοντος γίνεσθαι τὸ γινόμενον, ἀλλὰ κατὰ συμβεβηκὸς ἐκ τούτου, καὶ οὐχ οὕτως ὡς ἐν τῇ οὐσίᾳ αὐτοῦ εἶναι καὶ συμ- πληροῦν αὐτοῦ τὸ εἶναι. τὸ δὲ ἕκαστον ὃ λέγεται κατὰ τὴν οὐσίαν ὅμοιόν ἐστι τῷ ἐν Κατηγορίαις ἐπὶ τῶν ὁμωνύμων εἰρημένῳ “ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος”. ὡς γὰρ ἐκ στοιχείων ἕκαστον σύγ- κεῖται ἐκείνων, ἃ τῶν λεγομένων ἑκάστου καθ’ ὃ λέγεται συμπληροῖ τὴν οὐσίαν. σύγκειται, δέ φησιν, ὁ μουσικὸς ἄνθρωπος ἐξ ἀνθρώπου καὶ μουσικοῦ τρόπον τινά· οὐ γὰρ ὡς τὰ κεχωρισμένα πάντῃ καὶ κατ’ ἰδίαν ὄντα συνετέθη, ὡς πλίνθοι καὶ λίθοι. διὸ οὐδὲ διαλύεται οὕτως, ἀλλ’ εἰς τοὺς λόγους καὶ εἰς τοὺς ὁρισμοὺς ἡ διάλυσις· ὥστε καὶ ἐκ τούτων ἡ σύνθεσις. ἰστέον δὲ ὅτι ἄλλο ἐστὶν ὡς ἀρχὰς καὶ στοιχεῖα τῶν φυσικῶν ζητεῖν, ἐξ ὧν πρώτως ἐνυπαρχόντων ἐστὶ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, καὶ ἄλλο μεταβολῆς ἀρχὰς ζητεῖν. καὶ κατὰ μὲν τὸ πρῶτον ἡ στέρησις κατὰ συμβεβηκὸς ἂν εἴη αἴτιον ὡς μὴ ἐνυπάρχον, κατὰ δὲ τὸ δεύτερον καθ’ αὑτό. ὡς γὰρ τῆς εἰς τὸ εἶναι μεταβολῆς αἴτιον τὸ εἶδος, οὕτως τῆς εἰς τὸ μὴ εἶναι ἡ στέρησις. αἴτιον δὲ ἡ στέρησις καὶ τῷ γι- νομένῳ καὶ κατὰ τὴν παρουσίαν, ὅτι ἐκ μὴ τοιούτου δεῖ γίνεσθαι, καὶ κατὰ τὴν ἀπουσίαν, ὅτι ἀπογινομένης αὐτῆς ἐπιγίνεται τὸ εἶδος. p. 190 b 23 Ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ὅν ἕως τοῦ τῶν οὕτω κατηγορουμένων. τὴν κοινωνίαν πάλιν ἐνταῦθα τῆς τε ὕλης καὶ τῆς στερήσεως καὶ τὴν διαφορὰν αὐτῶν παραδίδωσι. καθόσον μὲν γὰρ σὺν τῇ ὅλη καὶ ἡ στέρησίς ἐστι, πρὶν ἐπιγένηται τὸ εἶδος, καὶ σὺν αὐτῇ θεωρεῖται ὡς ὑποκείμενον, κατὰ τοσοῦτον ἓν τῷ ἀριθμῷ ἐστι τὸ ὑποκείμενον τὸ ἐξ ὕλης καὶ στερή- σεως· καθόσον δὲ ἡ μὲν ὕλη ὑπομένει οἷον ὁ ἄνθρωπος ἢ ὁ χρυσὸς ἐν τῇ μεταπλάσει τῶν χρυσῶν σκευῶν καὶ ὑπὸ δεῖξιν πίπτει καὶ τόδε τι λέ- γεται χρυσοῦς γὰρ καὶ ὁ μανιάκης, χρυσοῦς καὶ ὁ δακτύλιος) ἐνυπαρχούσης ἀεὶ τῶ συνθέτῳ καθ’ αὑτὸ τῆς ὕλης, κατὰ τοῦτο καὶ ἀριθμητή ἐστιν αὐτή. τὸ γὰρ καθ’ αὑτὸ ὑφεστὼς καὶ ὑπὸ δεῖξιν πῖπτον ἀριθμητὸν κυρίως. καὶ ὁ μὲν ἄνθρωπος καὶ ὁ χρυσός, τὰ ἄτομα, ἅπερ καὶ ὑποκείμενά ἐστιν, ἀπλῶς ἀριθμητὰ καὶ τόδε τι ἕκαστον αὐτῶν· ἐπειδὴ δὲ προσέθηκε τούτοις καὶ ὅλως ἡ ὕλη, ἡ δὲ πρώτη ὕλη οὐκέτι ὁμοίως τῷ ἀνθρώπῳ ἀριθμητὴ καὶ τόδε, ἐπεὶ μηδὲ δύναται χωρὶς εἴδους ὑπὸ δεῖξιν πίπτειν, διὰ τοῦτο προσέθηκε τῷ τόδε γάρ τι τὸ μᾶλλον. οὐ γὰρ ἁπλῶς ἡ ὕλη τόδε, ἀλλὰ καθόσον συνεργεῖ τῷ συναμφοτέρῳ πρὸς τὸ εἶναι αὐτὸ τόδε τι οἷον γενη- τὸν καὶ αἰσθητόν, ὑπομένουσά τε καὶ σῳζομένη ἐν αὐτῷ. ὅπερ ἐδήλωσε διὰ τοῦ καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίνεται τὸ γινόμενον. καὶ ὅλως τὸ ἀριθμητὸν καὶ τόδε τι ἔχει διὰ τὸ ὑφεστάναι ἐν τῷ συνθέτῳ. κἄν γὰρ ἔλαττον τοῦ εἴδους ἔχῃ τοῦτο, ἀλλὰ μᾶλλον τῆς στερήσεως. ἡ μέντοι στέρησις οὐκ ἐνυπάρχει ἐν τῷ γινομένῳ ὥσπερ τὸ εἶδος καὶ ἡ ὕλη, ὥστε οὐκ ἂν ἐξ αὐτῆς λέγοιτο πρώτης καὶ καθ’ αὑτὸ γεγονὸς εἶναι. ἀλλ’ οὐδὲ τόδε τι διὰ ταύτην ἐστὶ τὸ σύνθετον, εἴπερ μὴ ὑπομένει καὶ εἴπερ ἀπουσία μόνον ἐστίν· ὥστε οὐδὲ ἀριθμητὴ αὕτη οὐδὲ τόδε τι. οἷον γὰρ ἀπόφασίς τίς ἐστιν ἡ στέρησις, εἰ καὶ διαφέρει πῃ τῆς ἀποφάσεως. ἡ δὲ ἀπόφασις οὐκ ἀριθμητὴ οὐδὲ τόδε τι διὰ τὸ ἀόριστον. διαφέρει δὲ ἡ στέ- ρησις τῆς ἀποφάσεως τῷ προσσημαίνειν τὸ ἐν ᾧ ἐστι. τὸ γὰρ ἄμουσον οὐκ ἐν παντί, ἀλλ’ ἐν ἀνθρώπῳ. εἰ δὲ μὴ καθ’ αὑτήν ἐστιν αἴτιον ἡ στέρησις, κατὰ συμβεβηκὸς ἄν εἴη, διότι συμβέβηκε τῷ καθ’ αὑτὸ αἰτίῳ τῇ ὕλῃ. καὶ γὰρ καὶ ὂν οὐ καθ’ αὑτό ἐστιν, ἀλλὰ κατὰ συμβεβηκός, εἴπερ ἀπουσία τοῦ εἴδους ἐστὶν ἐν τῷ πεφυκότι. διὸ καὶ ἀριθμῷ ἓν τὸ ὑποκείμενον, κἄν λόγῳ δύο. καὶ τὸ εἶδος δὲ ἓν τῶν στοιχείων ἐστὶ τῶν συμπληρούντων τὸ σύνθετον. ὥστε δῆλον γέγονεν ἐκ τῶν εἰρημένων, καὶ πῶς δύο καὶ πῶς τρεῖς αἱ ἀρχαὶ δύνανται λέγεσθαι. Ἄξιον δὲ ἐν τούτοις ἐπιστῆσαι, πῶς ἀκόλουθα τοῖς ἐν Τιμαίῳ περὶ τῆς ὕλης εἰρημένοις τῷ Πλάτωνι γέγραφε νῦν ὁ Ἀριστοτέλης· γέγραπται γὰρ οὕτως· “ἐν ὧ δὲ ἐγγινόμενα ἀεὶ ἕκαστα αὐτῶν φαντάζεται καὶ πάλιν ἐκεῖθεν ἀπόλλυται, μόνον ἐκεῖνο ὖ προσαγορεύειν τῷ τε τοῦτο καὶ τῷ τόδε προσχρωμένους ὀνόματι.’’ καὶ μετ’ ὀλίγα “εἰ γὰρ πάντα τις σχή- ματα πλάσας ἐκ χρυσοῦ μηδὲν μεταπλάττων παύοιτο ἕκαστα εἰς ἅπαντα, δεικνύντος δή τινος αὐτῶν ἓν καὶ ἐρομένου τί ποτέ ἐστι, μακρῷ πρὸς ἀλή- θειαν | ἀσφαλέστατον εἰπεῖν ὅτι χρυσός.’’ ἐπειδὴ δὲ τὸ τόδε τι ποτὲ μὲν κατὰ τὸ ὑπομένειν καὶ ὑπὸ δεῖξιν πίπτειν δοκεῖ λέγεσθαι, ποτὲ δὲ κατὰ τὸ ἐφ’ ἑαυτοῦ ὂν καὶ οὔτε ἐν ἄλλῳ οὔτε ἄλλου, τοιοῦτον δὲ τὸ σύνθετον, ἐνταῦθα μὲν συμφώνως τῷ Πλάτωνι ἐπὶ τοῦ ὑπομένοντος αὐτῷ χρῆται· μετ’ ὀλίγον δὲ κατὰ τὸ τέλειον καὶ σύνθετον αὐτῷ χρώμενος ἀποφάσκει αὐτὸ τῆς ὕλης. p. 190 b 29 29 Διὸ ἔστι μὲν ὡς δύο λεκτέον τὰς ἀρχάς ἕως τοῦ καὶ τῷ ἀσχηματίστῳ καὶ χαλκῷ. Εἰπὼν πολλὴν εἶναι ἀπορίαν πότερον δύο αἱ ἀρχαὶ ἢ τρεῖς καὶ δείξας ὅτι πῶς μὲν δύο πῶς δὲ τρεῖς εἰσι, συμπεραινόμενος τὰ εἰρημένα φησίν, ἔστι μὲν ὡς δύο λεκτέον εἶναι τὰς ἀρχὰς, ἔστι δὲ ὡς τρεῖς, δύο μέν, εἰ τὰς κυρίως τις ἀρχὰς λαμβάνοι τό τε ὑποκείμενον καὶ τὸ εἶδος· τρεῖς δέ, εἰ καὶ τὴν κατὰ συμβεβηκὸς ἀρχὴν ταῖς δύο προσλαμ- βάνοι τὴν στέρησιν. προστίθησι δὲ καὶ ἄλλον τρόπον, καθ’ ὃν ἔστι μὲν ὡς δύο, ἔστι δὲ ὡς τρεῖς δυνατὸν λέγεσθαι τὰς ἀρχάς· δύο μὲν γάρ, εἴ τις τὰ ἐναντία λέγοι ἀρχὰς τό τε εἶδος καὶ τὴν στέρησιν, διότι κατὰ τὴν εἰς ἄλληλα τούτων μεταβολὴν ἥ τε γένεσις ἐπιτελεῖται καὶ ἡ φθορά· ἔστι δὲ ὡς ἀδύνατον δύο λέγεσθαι· ὑπ’ ἀλλήλων γὰρ τὰ ἐναντία πάσχειν ἀδύ- νατον καθ’ ἑαυτὰ ὄντα· οὐ γὰρ ὑπομένει ἄλληλα οὐδὲ ἐπιδέχεται οὐδὲ γίνεται τὸ ἐναντίον ὅπερ τὸ ἐναντίον. πῶς οὖν ἐκ τῶν ἐναντίων τὰ ἄλλα, εἴπερ μὴ πάσχει τι ὑπ’ ἀλλήλων τἀναντία; ἢ λύεται τὸ ἄπορον τοῦτο διὰ τοῦ τρίτην ἀρχὴν τιθέναι τὸ ὑποκείμενον, ἐν ᾧ καὶ δρᾶν εἰς ἄλληλα τὰ ἐναντία δυνήσεται. τοῦτο γὰρ οὐκ ὂν ἐναντίον ὑπομενεῖ ἑκάτερον. καὶ οὕτως οὐκέτι δύο πάλιν, ἀλλὰ τρεῖς αἱ ἀρχαί. ὥστε καὶ κατὰ τοῦτον τὸν τρόπον ἀληθὲς εἰπεῖν, ὅτι πῶς μὲν δύο, πῶς δὲ τρεῖς εἰσιν αἱ ἀρχαί. καὶ ἄλλως δὲ πάλιν ἔστι λέγειν ὅτι οὐ πλείους τῶν ἐναντίων αἱ ἀρχαί. ἰσά- ριθμοι γὰρ τοῖς ἐναντίοις δύο οὖσιν αἱ κυρίως ἀρχαὶ τό τε ὑποκείμενον καὶ τὸ εἶδος. ὥστε πάλιν τρόπον τινὰ δύο εἰσὶν αἱ ἀρχαί, οὐ παντελῶς δὲ δύο, διότι τὸ ὑποκείμενον, κἄν ἀριθμῷ ἐστιν ἕν, τῷ λόγῳ δύο ὑπάρχει· ἄλλος γὰρ ὡς ὕλης λόγος καὶ ἄλλος ὡς στερήσεως, κἂν ἓν ταῦτα τῷ ἀριθμῷ δοκῇ. καὶ ἔοικεν ἐν τούτοις κατὰ πολλοὺς τρόπους ὁ ἐθέλειν παραδοῦναι, πῶς μὲν δύο, πῶς δὲ τρεῖς δυνατὸν λέγεσθαι τὰς ἀρχάς, πρῶτον μὲν εἰπών, ὅτι ὡς μὲν καθ’ αὑτὸ δύο, ὡς δὲ καὶ τῆς κατὰ συμβεβηκὸς προστιθεμένης τρεῖς, εἶτα ὅτι ὡς μὲν τὰ ἐναντία δύο, ὡς δὲ μετὰ τοῦ ὑποκειμένου τρεῖς, εἶτα ὡς μὲν ἰσάριθμοι τοῖς ἐναντίοις δύο, ὡς δὲ τῆς ἑτέρας διχῇ τῷ λόγῳ διαιρουμένης τρεῖς. “τὸ δὲ τρόπον τινὰ καὶ τὸ δύο ὡς εἰπεῖν εἴρηται, ὡς ὁ Ἀλέξανδρός φησι, διότι οὐ δύο κατὰ ἀριθμὸν ἡ ὕλη καὶ τὸ εἶδος τῷ μὴ οἷόν τε εἶναι ἰδίᾳ ἑκάτερον αὐτῶν ὑποστῆναι, τὰ δὲ τῷ ἀριθμῷ ἕτερα ἐπὶ ἰδίας οὐσίας κεχωρισμένα εἶναι· ἢ εἰπὼν δύο τρόπον τινὰ ἐπήνεγκε τὸν τρόπον εἰπών ἀλλὰ δύο ὡς εἰ- πεῖν τῷ ἀριθμῷ· ἓν γὰρ τῷ ἀριθμῷ ἡ ὕλη μετὰ τῆς στερήσεως καὶ ἓν τὸ εἶδος, τρεῖς δὲ τῷ τὴν στέρησιν ἑτέραν εἶναι τῆς ὕλης κατὰ τὸν λόγον.’’ ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος ὅτι “κοινότερον νῦν τὴν στέρησιν ἐναντίαν τῷ εἴδει λέγει. ἀντίκειται μὲν γάρ, ἀλλ’ ὡς τῇ ἠρεμίᾳ ἡ κίνη- σις, ἥτις πῶς ἀντίκειται, εἴρηκεν ἐν τῷ πέμπτῳ τῆσδε τῆς πραγματείας, ὅτι ὡς στέρησις ἀντίκειται τῇ κινήσει ἡ ἠρεμία. ἀπουσία γάρ ἐστι κινή- σεως καὶ οὐδὲν ἄλλο, πλὴν ὅτι οὐκ ἐν παντί, ἀλλ’ ἐν τῷ πεφυκότι κινεῖσθαι.” 20 p. 191 a 3 Πόσαι μὲν οὖν αἱ ἀρχὶ τῶν περὶ γένεσιν φυσικῶν ἕως τοῦ καὶ τὰ ἐναντία δύο εἶναι. Πάνυ ἀκριβῶς εἶπε τὰς ἀρχὰς εὑρῆσθαι τῶν ἐν γενέσει φυσικῶν• οὔτε γὰρ τῶν γινομένων ἁπλῶς ἀπάντων οὐ γὰρ δὴ καὶ προαιρέσεως ἀρχαὶ αὗται) οὗτε τῶν φυσικῶν πάντων· οὐ γὰρ δὴ καὶ τῶν θείων τε καὶ ἀιδίων οἷον τῶν οὐρανίων· καὶ γὰρ φυσικὰ μέν ἐστιν ἐκεῖνα διὰ τὸ ἐν κινήσει εἶναι, οὐ μέντοι γενητὰ διὰ τὸ ἀίδια δεδεῖχθαι. διὸ οὐκ εἰσὶ τούτων αἱ παραδεδομέναι ἀρχαί. οὔτε γὰρ στέρησίς ἐστιν ἐν τοῖς οὐρανίοις ἀιδίοις οὖσιν οὕτε μέντοι τοιαύτη ὕλη, εἴπερ μεταβολὴ μὴ ἔστιν ἀφ’ ἧς εἰσήχθη ἡ ὕλη. διὸ καὶ αὐτὸς ἐν τῷ Η τῆς Μετὰ τὰ φυσικὰ τάδε φησίν· “ὅταν δέ τις ζητῇ τί τὸ αἴτιον, ἐπεὶ πλεοναχῶς τὸ αἴτιον λέγεται, πάσας δεῖ λέγειν τὰς ἐνδεχομένας αἰτίας, οἷον ἀνθρώπου τίς αἰτία ὡς ὕλη; ἆρα τὰ κατα- μήνια; τί δὲ ὡς κινοῦν, ἆρα τὸ σπέρμα; τί δὲ ὡς τὸ εἶδος; τὸ τί ἦν εἶναι· τί δὲ ὡς τὸ οὗ ἕνεκα; τὸ τέλος. ἴσως δὲ ταῦτα ἄμφω τὰ αὐτά. δεῖ δὲ " τὰ ἐγγύτατα αἴτια λέγειν, τίς ἡ ὕλη, μὴ πῦρ ἢ γῆν, ἀλλὰ τὴν ἴδιον. περὶ μὲν οὗν τῆς φυσικῆς οὐσίας καὶ γενητῆς ἀνάγκη οὕτως μετιέναι, εἴ τις μέτεισιν ὀρθῶς· τὰ γὰρ αἴτια ταῦτα καὶ τοσαῦτα. καὶ δεῖ τὰ αἴτια γνωρίζειν. ἐπὶ δὲ τῶν φυσικῶν μὲν ἀιδίων δὲ οὐσιῶν ἄλλος λόγος. ἴσως γὰρ ἔνια οὐκ ἔχει ὕλην ἢ οὐ τοιαύτην, ἀλλὰ μόνον κατὰ τόπον κινητήν. οὐδὲ ὅσα δὴ φύσει μὲν μή, οὐσίᾳ δέ, οὐκ ἔστι τούτοις ὕλη, ἀλλὰ τὸ ὑπο- κείμενον ἡ οὐσία.’’ καὶ μετ’ ὀλίγα φησίν “οὐδὲ παντὸς ὕλη ἐστίν, ὅσων γένεσίς ἐστι καὶ μεταβολὴ εἰς ἄλληλα. ὅσα δὲ ἄνευ τοῦ μεταβάλ- λειν ἐστὶν ἢ μή, οὐκ ἔστι τούτων ὕλη.’’ εἰ δὲ καὶ στοιχειώδεις εἰσὶν αἱ παραδεδομέναι ἀρχαί, αἱ δὲ τοιαῦται συνθέτων εἰσὶν ἀρχαί, τὸ δὲ οὐράνιον σῶμα ἁπλοῦν ἀποδείκνυται πέμπτης ὂν ἄλλης οὐσίας ἐκφύλου παρὰ τὴν γένεσιν, οὐκ ἂν ἔχοι ἐκεῖνο τὰς στοιχειώδεις ἀρχάς. ἀλλ’ εἰ ταῦτα ἀληθῆ, πῶς τὸν σκοπὸν τῆς πραγματείας περὶ τῶν κοινῇ πάσι τοῖς φυσικοῖς παρα- κολουθούντων ἐλέγομεν εἶναι, εἴπερ φυσικῶν ὄντων τῶν οὐρανίων οὐκ εἰσὶν ἀρχαὶ αἱ νῦν ἀποδεδειγμέναι; πῶς δὲ Φυσικὴν ἁπλῶς ἀκρόασιν ἐπέ- γραψε τὴν πραγματείαν, εἰ μὴ ἄρα καὶ τῶν οὐρανίων εἰσὶν ἀρχαί, καθό- σον μεταβάλλει; μεταβάλλει δὲ ἡ μὲν σελήνη κατὰ τοὺς φωτισμούς, πάντα δὲ τὰ οὐράνια κατὰ κίνησιν τὴν κατὰ τόπον καὶ κατὰ ταῦτα μετέχει πῃ τῆς στερήσεως καὶ ὑποκειμένου τοῦ κινητοῦ σώματος. τοῦτο γὰρ καὶ Ἀριστοτέλης συνεχώρησεν. ὅλως δὲ εἰ φυσικὰ πάντα φαμέν, καθὸ μετέχει φύσεως, ἡ δὲ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας ἐστίν, ὡς μαθησόμεθα, πάσα δὲ κίνησις μεταβολή τίς ἐστιν, ὡς καὶ τοῦτο μαθησόμεθα, δῆλον ὅτι τὰ παντελῶς ἀμετάβλητα, καθὸ ἀμετάβλητά ἐστιν, οὐδ’ ἄν φυσικὰ ἁπλῶς λέγοιτο. ὥστε καὶ εἰ καλεῖ φυσικὰ τὰ οὐράνια, κατὰ τὴν κίνησιν αὐτὰ λέγει τὴν τοπικὴν ἀλλ’ οὐ τὴν οὐσιώδη· ὥστε κατὰ μὲν τὴν οὐσίαν οὐ περιέχεται ἐν τούτοις τὰ οὐράνια, κατὰ δὲ τὴν τοπικὴν κίνησιν, καθ’ ἣν καὶ φυσικὰ δείκνυται, περισχεθήσεται τοῖς περὶ κινήσεως λόγοις κατά τε τὸ κοινὸν εἶδος τῆς τοπικῆς κινήσεως καὶ κατὰ τὸ κυκλικόν, εἰς ὃ καὶ πάντες οἱ περὶ κινήσεως λόγοι κορυφοῦνται. ὥστε κοιναὶ μέν εἰσιν αὗται πάντων τῶν φυσικῶν ἀρχαί, ἀλλὰ τῶν μὲν ἐν γενέσει καὶ φθορᾷ καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὰ ἄλλα συμβεβηκότα, καθ’ ἃ αἱ μεταβολαὶ γίνονται, τῶν δὲ ἀιδίων κατὰ τὴν τοπικὴν κίνησιν, ἁπλῶς δὲ τῶν φυσικῶν καθὸ φυσικά, ταὐτὸ δὲ εἰπεῖν, καθὸ κινήσεως καὶ μεταβολῆς ἀρχὴν ἔχει οὐ πάσης οὐ γὰρ δὴ καὶ τῆς προαιρετικῆς), ἀλλὰ τῆς φυσικῆς, ταὐτὸν δὲ εἰπεῖν τῆς σωματικῆς. ἡ γὰρ φύσις σωματικὴ τίς ἐστιν ἀρχή κινήσεως καὶ ἠρεμίας τῆς τε ἄλλης καὶ τῆς κατὰ τόπον. ἐπειδὴ δὲ ἐν τοῖς περὶ γένεσιν καὶ φθορὰν ἐναργεστέρα καὶ ἡ στέρησίς ἐστι καὶ τὸ ὑποκείμενον διὰ τὴν παντοίαν μεταβολήν, ἐπὶ τούτων τὸν πλείονα ποιεῖται λόγον, καὶ ἐπ’ αὐτῶν φέρει τὰ παραδείγματα, ὡς καὶ περὶ αὐτῶν δοκεῖν εἶναι τὸν σκοπόν. οὐ γὰρ ἐνταῦθα μόνον τῶν περὶ γένεσιν φυσικῶν εἶπε τὰς ἀρχὰς εὑρῆσθαι, ἀλλὰ καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ “ἐπειδὴ τοῦ εἰδέναι χάριν, φησίν, ἡ πραγματεία, εἰδέναι δὲ οὐ πρότερον οἰόμεθα ἕκαστον, πρὶν ἄν λάβωμεν τὸ διὰ τί περὶ ἕκαστον τοῦτο δέ ἐστι τὸ λαβεῖν τὴν πρώτην αἰτίαν), δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιητέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς φυσικῆς μεταβολῆς, ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνά- γειν πειρώμεθα τῶν γινομένων ἕκαστον”. καὶ χρὴ ἐπιστῆσαι, ὅτι γενέσεως καὶ φθορᾶς” εἰπὼν ἐπήγαγε “καὶ πάσης τῆς φυσικῆς μεταβολῆς”, ἐν ᾗ καὶ ἡ κατὰ τὴν τοπικὴν κίνησιν περιέχεται. ὅτι δὲ μέσα πὼς εἶναι βούλεται τὰ οὐράνια καὶ ἰδίας πραγματείας δεόμενα, ἐδήλωσεν ἐν τῷ δευ- τέρῳ τῆσδε τῆς συγγραφῆς τριχῇ διαιρῶν τὰς πραγματείας• “ἡ μέν, γάρ φησι, περὶ ἀκίνητόν ἐστιν, ἡ δὲ περὶ κινούμενον μὲν ἄφθαρτον δέ, ἡ δὲ περὶ τὰ φθαρτά.’’ p. 191 a 5 τρόπον δέ τινα ἄλλον οὐκ ἀναγκαῖον ἕως τοῦ τῇ ἀπου- σία καὶ παρουσίᾳ τὴν μεταβολήν. Εἰπὼν ὅτι τρεῖς αἱ ἀρχαὶ τό τε ὑποκείμενον καὶ τὰ ἐναντία, ἐφιστάνει πάλιν, ὅτι καὶ δύο δυνατὸν λέγειν καὶ οὐκ ἀναγκαῖον τρεῖς. εἰ γὰρ ἡ στέ- ρησις οὐδὲν ἄλλο ἢ ἀπουσία τοῦ εἴδους ἐστὶν ἐν τῷ πεφυκότι, ἱκανὸν φαίη ἄν τις εἶναι τὸ εἶδος τῇ μὲν ·παρουσίᾳ τὸ εἶναι ποιεῖν, τῇ δὲ ἀπουσίᾳ τὸ μὴ εἶναι καὶ τὴν στέρησιν καὶ τὴν φθοράν, τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός. τὸ γὰρ τῇ ἀπουσίᾳ τῇ ἑαυτοῦ ποιοῦν τι κατὰ συμβεβηκὸς ποιεῖ, εἰ μὴ ἄρα καὶ ἐπὶ τῆς στερήσεως τις τὰ αὐτὰ ἀξιώσει λέγειν. καὶ γὰρ καὶ αὕτη τῇ μὲν παρουσίᾳ τὴν φθορὰν δοκεῖ ποιεῖν καθ’ αὑτό, τῇ δὲ ἀπουσίᾳ τὴν γένεσιν κατὰ συμβεβηκός. ἢ ῥητέον ὅτι ἡ στέρησις οὐδὲν ἄλλο ἢ ἀπουσία ἐστί. πῶς οὖν ἄν εἴη ἀπουσία ἀπουσίας; τοῦ μὲν γὰρ ὄντος καὶ προηγουμένην ὑπόστασιν ἔχοντος εἴη ἄν τι ἡ ἀπουσία, τῆς δὲ ἀπουσίας οὐκέτι, ἐπεὶ ἀνάγκη ἐπ’ ἄπειρον ἰέναι πρὸ ἀπουσίας ἀπουσίαν ζητοῦντας. καίτοι οὐδὲ τῆς παρουσίας παρουσίαν ζητεῖν εὔλογον. καθόσον οὖν τοῦ εἴδους ἐστὶν ἡ ἀπουσία, κατὰ τοσοῦτον δυνατὸν λέγειν τὸ εἶδος τῇ " αὑτοῦ ἀπουσίᾳ φθορᾶς αἴτιον ὑπάρχειν κατὰ συμβεβηκός· ἡ δὲ ἀπουσία τοῦ εἴδους ἡ στέρησίς ἐστι. διὸ κατὰ συμβεβηκὸς ἡ στέρησις αἰτία. δια- φέρει δὲ τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων, ὅτι οὐ μόνον καθόσον τῇ ὕλῃ συμβέβηκεν, ἥτις καθ’ αὑτὸ αἴτιόν ἐστι, κατὰ τοῦτο λέγεται αἰτία, ἀλλὰ καὶ ὅτι ἄνευ στερήσεως οὐκ ἄν γένοιτό τι ἐκ τῆς ὕλης. καὶ γὰρ προυπάρχειν αὐτὴν δεῖ τῆς γενέσεως, ἵνα ἐκ μὴ τοιούτου πεφυκότος δὲ ἡ γένεσις εἴη, καὶ ἐξίστασθαι τῶ εἴδει. οὐ γὰρ ἂν ἐπιγένοιτο τὸ εἶδος μὴ ἐκστάσης τῆς στερήσεως. τὰ μέντοι ἄλλα τὰ κατὰ συμβεβηκὸς λεγόμενα αἴτια οὐδὲ ὅλως συντελεῖ τι πρὸς τὰ γινόμενα. ὅταν γὰρ τὸ μουσικὸν τοῦ λευκοῦ εἶναι αἴτιον κατὰ συμβεβηκὸς λέγωμεν, τὸ μουσικὸν οὔτε προϋπάρ- χειν ἀνάγκη τοῦ λευκοῦ, οὔτε ἐξίστασθαι ἐπεισιόντος, ἀλλὰ καὶ συνυπάρχει ταῦτα. καὶ μήποτε ἄλλο μέν ἐστι τὸ ἀρχὰς τῶν φυσικῶν ὡς φυσικῶν ζητεῖν τὰς στοιχειώδεις, ἄλλο δὲ τὸ ὡς μεταβαλλομένων· κατὰ μὲν τὸ 15 πρῶτον κατὰ συμβεβηκὸς ἄν εἴη αἴτιον ἡ στέρησις οὐ γὰρ ὡς ἐνυ|πάρχον) κατὰ δὲ τὸ δεύτερον καθ’ αὑτό. ὥσπερ <γὰρ> τῆς εἰς τὸ εἶναι αἴτιον τὸ εἶδος, οὕτως τῆς εἰς τὸ μὴ εἶναι ἡ στέρησις. ἢ τάχα καὶ τῆς εἰς τὸ εἶναι μεταβολῆς καθ’ αὑτὸ αἴτιον ἡ στέρησις, εἴπερ μὴ ἐκ τοῦ τυχόντος ἡ μεταβολή, ἀλλ’ ἐκ τοῦ μὴ τοιούτου μὲν πεφυκότος δέ, ὅπερ ἐστὶν ἐκ τοῦ ἐστερημένου. διὰ τοῦ ἱκανὸν γὰρ τὸ ἕτερον τὼν ἐναντίων ποιεῖν τῇ παρουσίᾳ καὶ τῇ ἀπουσίᾳ τὴν μεταβολήν ἐνδείκνυσθαί φησιν ὁ Ἀλέξανδρος, ὅτι οὐκ ἔστιν ἡ στέρησις φύσις τις καὶ εἶδος, ἀλλὰ ἡ ἀπουσία τοῦ πεφυκότος, ἥτις ἀπουσία οὐκ ἔστιν ἐν τῇ φύσει τοῦ ὑπο- κειμένου. οὐ γὰρ ἔχει ἐν τῇ φύσει τὸ μὴ ἔχειν τὸ εἶδος. οὐ γὰρ ἄν ἐδύνατο λαβεῖν αὐτό. ἀλλ’ οὐκ ἔχει ἐν τῇ φύσει τὸ εἶδος. ἄλλο δὲ τοῦτό ἐστι τοῦ ἔχειν ἐν τῇ φύσει τὸ μὴ ἔχειν τὸ εἶδος. καθόλου γὰρ οὐδὲν οἷόν τε γενέσθαι, εἰ τὴν ἐκείνου στέρησιν ἔχειν δύναται ἐν τῷ οἰκείῳ λόγῳ. Τοῦτο δὲ τοῦ Ἀριστοτέλους τὸ ῥητὸν πάνυ τοὺς Πλατωνικοὺς ἀρέσκει, διότι καὶ ὁ Πλάτων’ οὐ δύο ἀλλ’ ἓν ποιεῖ τὸ ὑποκείμενον, κἄν τοῖς ἀντι- κειμένοις αὐτὸ προσρήμασι καλῇ μέγα καὶ μικρὸν προσαγορεύων, διὰ τὴν πρὸς τὰ ἀντικείμενα ἐπιτηδειότητα τὴν στέρησιν οὐ βουλόμενος ἐν ὑπο- στάσει τινὶ θεωρεῖν. δῆλον δὲ ὅτι καὶ ὁ Ἀριστοτέλης οὐ προηγουμένην ὑπόστασιν αὐτῇ δίδωσιν ἀπουσίαν τοῦ εἴδους λέγων ἐν τῷ πεφυκότι, δια- κρίνει δὲ αὐτὴν τῷ λόγῳ τῇς ὕλης εἰ καὶ μὴ τῷ ἀριθμῷ διὰ τὸ ἐξ ἀντι- κειμένων τὴν γένεσιν ἐπιτελεῖσθαι, τοῦ Πλάτωνος τὸ μὲν πεφυκέναι τῇ ὕλῃ κατὰ τὴν αὐτῆς φύσιν διδόντος καὶ πανδεχῆ νομίζοντός τε καὶ ὀνομά- ζοντος καὶ χώραν προσαγορεύοντος καὶ ἕδραν λέγοντος πᾶσι τοῖς γινομένοις λέγει γοῦν ἐν Τιμαίῳ “ἀλλ’ ἀνόρατον εἶδός τι καὶ ἄμορφον, πανδεχές’’ καὶ πάλιν “τρίτον δὲ αὖ γένος ὂν τὸ τῆς χώρας ἀεὶ φθορὰν οὐ προσδε- χόμενον, ἕδραν δὲ παρεχόμενον ὅσα ἔχει γενέσθαι πᾶσιν”), ἀρκουμένου δὲ λοιπὸν τῇ τε παρουσίᾳ τοῦ εἴδους καὶ τῇ ἀπουσίᾳ πρός τε τὴν γένεσιν καὶ τὴν φθοράν. διὸ καὶ τὰς στοιχειώδεις ἀρχὰς δύο τίθησιν ὁ Πλάτων’ τήν τε ὕλην καὶ τὸ εἶδος τὸ ἔνυλον. ἐκ γὰρ τούτων ἐνυπαρχόντων τὸ σύνθετον γίνεσθαί φησιν, ὥσπερ καὶ Ἀριστοτέλης, πλὴν ὅτι ὁ μὲν Πλάτων’ τὰ κυρίως στοιχεῖα παραδίδωσι. ταῦτα δέ ἐστιν, ἐξ ὧν καθ’ αὑτὰ ἐνυπαρ- χόντων γίνεται τὰ γινόμενα, οἷά ἐστιν ἥ τε ὕλη καὶ τὸ εἶδος· ὁ δὲ Ἀριστοτέλης καὶ τὸ κατὰ συμβεβηκὸς προστιθεὶς εἰ στοιχεῖον, ὅπερ ἐστὶν ἡ στέρησις. οὕτως δὲ καὶ ἐπὶ τοὐ ποιητικοῦ αἰτίου ὁ μὲν Πλάτων’ τὸ κυρίως ποιητικὸν παραδίδωσι τὸν δημιουργικὸν νοῦν, ὁ δὲ Ἀριστοτέλης πρὸς τούτῳ καὶ τὴν φύσιν ἣν ὁ Πλάτων’ ἐν τοῖς ὀργανικοῖς τέθεικεν αἰτίοις, ὡς κινουμένην μὲν ὑπ’ αἰτίου, κινοῦσαν δὲ ἕτερα) καὶ τὰ κατὰ συμβεβη- κός, οἷα ἥ τε τύχη καὶ τὸ αὐτόματον. ὁ μέντοι Πλάτων’ καὶ τὸ ὅθεν πρόεισι τὸ εἶδος εἰς τὴν ὕλην προστίθησιν, ὅτι ἀπὸ τοὐ παραδείγματος διὰ τοῦ ποιητικοῦ αἰτίου. λέγει γοῦν ἐν Τιμαίῳ “ἐν δ᾿ οὖν τῷ παρόντι χρὴ γένη διανοηθῆναι τριττά, τὸ μὲν γινόμενον, τὸ δὲ ἐν ᾧ γίνεται, τὸ δὲ ὅθεν ἀφομοιούμενον φύεται τὸ γιγνόμενον. καὶ δὴ καὶ προσεικάσαι πρέπει τὸ μὲν δεχόμενον μητρί, τὸ δὲ ὅθεν πατρί, τὴν δὲ μεταξὺ τούτων φύσιν ἐκγόνῳ.’’ Καὶ ὁ μὲν Ἀριστοτέλης τὴν ὕλην εἰσήγαγεν ἐκ τοῦ γίνεσθαι μὲν τὰ γινόμενα ἐξ ἐναντίων, τὰ δὲ ἐναντία μὴ δύνασθαι ποιεῖν εἰς ἄλληλα μηδὲ πάσχειν ὑπ’ ἀλλήλων καθ’ ἑαυτά δεῖν μὲν γὰρ τὸ πάσχον ὑπομένον πάσχειν, τὰ δὲ ἐναντία μὴ ὑπομένειν ἄλληλα), ἔτι δὲ καὶ ἐκ τοὐ τὰ ἐν- αντία μὴ αὐτάρκη πρὸς ἀρχῆς εἶναι λόγον, εἴπερ ἐστὶ συμβεβηκότα καὶ οὐκ οὐσίαι. οὐ γάρ ἐστιν ἐν οὐσίᾳ ἡ ἐναντίωσις, τὰ δὲ συμβεβηκότα ὑπο- κειμένου δεῖσθαί τινος πρὸς τὸ εἶναι. ταῦτα γάρ ἐστι τῶν εἰρημένων ὡς οἶμαι τὰ κυριώτατα. ὁ δὲ Πλάτων’ εἰσήγαγε καὶ αὐτὸς τὴν ὕλην ἐκ τῆς τῶν γινομένων μεταβολῆς, ὀφειλούσης πάντως περί τι κοινὸν ὑποκείμενον γίνεσθαι τῆς μεταβολῆς τῶν γὰρ μεταβαλλόντων μηδὲν ὑπομένειν), ἐναντία λέγων καὶ αὐτὸς τὰ μεταβάλλοντα. εἰπὼν γὰρ ὅτι τῶν γινομένων ἕκαστον οἷον πῦρ ἢ ὕδωρ οὐδὲν μᾶλλον αὐτὸ λέγειν δυνατὸν ἡ ἄλλο τι ἀπ’ ἐκείνου γινόμενον διὰ τὸ φεύγειν καὶ μὴ ὑπομένειν “τὴν τοῦ τόδε καὶ τοῦτο καὶ πᾶσαν ὅση μόνιμα ὡς ὄντα αὐτὰ ἐνδείκνυται φάσις’’ ἐπήγαγεν “ἐν ᾧ δὲ ἐγγινόμενα ἕκαστα αὐτῶν φαντάζεται καὶ πάλιν ἐκεῖθεν ἀπόλλυται, μόνον ἐκεῖνο αὖ προσαγορεύειν τῷ τε τοῦτο καὶ τῷ τόδε προσχρωμένους ὀνόματι. τὸ δὲ ὁποιονοῦν τι θερμὸν ἢ λευκὸν ἡ καὶ ὁτιοῦν τῶν ἐναντίων καὶ πάντα ὅσα ἐκ τούτων μηδὲν ἐκεῖνο αὖ τούτων καλεῖν.’’ ὁρᾷς οὖν ὅτι ἐκ τῶν ἐναντίων καὶ αὐτὸς τὴν γένεσιν εἶναί φησι καὶ μὴ ὑπομένειν τὰ ἐναντία καὶ διὰ τοῦτο δεῖσθαι ὑπομένοντος ὑποκειμένου. τὸ δὲ “καὶ πάντα ὅσα ἐκ τούτων’’ προσέθηκεν, ἐπειδὴ οὐ μόνον τὸ θερμὸν γίνεται καὶ ξηρόν, ἀλλὰ καὶ τὸ πῦρ αὐτό, καὶ ὅλως αἱ οὐσίαι ἐκ τῶν ἐναντίων συγκείμεναι κατὰ τὴν τῶν ἐναντιοτήτων μεταβολήν. ἐκ γὰρ ὕδατος ψυχροῦ καὶ ὑγροῦ ὄντος μεταβληθέντος τοῦ ψυχροῦ εἰς τὸ θερμὸν ἐγένετο ἀήρ. καὶ πάλιν τοῦ ὑγροῦ εἰς τὸ ξηρὸν μεταβληθέντος ἐγένετο πῦρ. ἐγένετο δὲ καὶ ἄνθρωπος ἐκ σπέρματος. καὶ οὐ ῥᾴδιον ἐπὶ τούτων τὰς ἐναντίας ἀποδοῦναι ποιότη- τας, ὧν εἰς ἀλλήλας μεταβαλλουσῶν γίνεται οὐσία ἐξ οὐσίας. διὸ ὁ Ἀριστοτέλης κοινὴν ἀντίθεσιν τοῦ εἴδους καὶ τῆς στερήσεως παρέλαβε. τὸ γὰρ θερμὸν γίνεται ἐκ τοῦ ψυχροῦ· ἀληθὲς δὲ εἰπεῖν καὶ ὅτι ἐκ τοῦ μὴ θερμοῦ. προστίθησι δὲ καὶ ἄλλην ὁ Πλάτων’ τὴν κυριωτάτην αἰτίαν τοῦ δεῖν πάντως εἶναί τι τοῖς εἴδεσι τοῖς γενητοῖς ὑποκείμενον· προαποδείξας γὰρ ὅτι ἄλλο μέν ἐστι τὸ νοητὸν εἶδος ἀρχέτυπον καὶ παραδειγματικὸν καὶ αὐτὸ ἐφ’ ἑαυτοῦ ὑπάρχον, ἄλλο δὲ τὸ αἰσθητὸν εἰκονικὴν φύσιν ἔχον καὶ 25 διὰ τοῦτο ἑτέρου ὂν ὁμοίωμα, εἰκότως συνάγει, ὅτι καὶ | ἐν ἑτέρῳ ὑπο- κειμένῳ πάντως ἔσται τοῦτο τῷ ἀφομοιουμένῳ. οὐ γάρ ἐστι καθ’ αὑτὴν ἡ ὁμοίωσις καὶ εἰκασία, ἀλλ’ ἐν τῷ ὡμοιωμένῳ καὶ εἰκασμένῳ, ὅπερ ἐστὶ τὸ ὑποκείμενον. ἴσως δὲ κάλλιον αὐτῶν ἀκούειν τῶν παγκάλων τοῦ Πλά- τωνος ῥημάτων· “τούτων δὲ οὕτως ἐχόντων ὁμολογητέον ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον ἀγένητον καὶ ἀνώλεθρον, οὔτε αὐτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθη- ’τον τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν· τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκεί- νῳ δεύτερον, αἰσθητὸν γενητὸν πεφορημένον ἀεὶ γινόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετ’ αἰσθήσεως περιληπτόν· τρίτον δὲ αὖ γένος ὂν τὸ τῆς χώρας ἀεὶ φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ παρέχον ὅσα ἔχει γενέσθαι πᾶσιν, αὐτὸ δὲ μετ’ ἀναισθησίας ἁπτὸν λογι- σμῷ τινι νόθῳ μόγις πιστόν, πρὸς ὃ δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες καί φαμεν ἀναγκαῖον εἶναί που τὸ ὂν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά. τὸ δὲ μήτε ἐν γῇ μήτε που κατ’ οὐρανὸν οὐδὲν εἶναι. ταῦτα δὴ πάντα καὶ τούτων ἄλλα ἀδελφὰ καὶ περὶ τὴν ἄυπνον καὶ ἀληθῶς φύσιν ὑπάρ- χουσαν ὑπὸ ταύτης τῆς ὀνειρώξεως οὐ δυνατοὶ γινόμεθα ἐγερθέντες διορι- ζόμενοι τἀληθὲς λέγειν, ὡς εἰκόνι μέν, ἐπείπερ οὐδὲ αὐτὸ τοῦτο, ἐφ’ ᾧ γέγονεν, ἑαυτῆς ἐστιν, ἑτέρου δέ τινος ἀεὶ φέρεται φάντασμα, διὰ ταῦτα ἐν ἑτέρῳ προσήκει τινὶ γίνεσθαι, οὐσίας ἁμωσγέπως ἀντεχομένην, ἢ μηδὲν τὸ παράπαν αὐτὴν εἶναι, τῷ δὲ ὄντως ὄντι βοηθὸς ὁ δι’ ἀκριβείας ἀληθὴς λόγος, ὡς ἕως ἄν τι τὸ μὲν ἄλλο ᾖ, τὸ δὲ ἄλλο, οὐδέτερον ἐν οὐδετέρῳ ποτὲ γενόμενον ἓν ἅμα ταὐτὸν καὶ δύο γενήσεσθον.’’ ἐπιστῆσαι δὲ ἄξιον ὅτι κατὰ ταύτην τὴν τῆς ὕλης αἰτιολογίαν καὶ τὰ οὐράνια εἴδη ἔνυλά ἐστί πὼς, εἴπερ καὶ αὐτὰ ὁμοιώματά ἐστι τῶν νοητῶν παραδειγμάτων. ὥστε οὐδὲν σχεδὸν ἐν τοῖς περὶ τῶν στοιχείων λόγοις διάφωνον ὅ τε Πλάτων’ καὶ ὁ Ἀριστοτέλης ἀπεφήναντο, πλὴν ὅτι καὶ ἑτέραν προστέθεικεν αἰτίαν ὁ Πλάτων’ τοῦ δεῖν πάντως εἶναί τι καὶ ὑποκείμενον. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον. p. 191 a 7 Ἡ δὲ ὑποκειμένη ὕλη ἐπιστητὴ κατὰ ἀναλογίαν. Ἐπειδὴ τὰ παρατεθέντα τῆς ὕλης παραδείγματα οἷον ὁ ἄνθρωπος καὶ τὸ σπέρμα καὶ εἴ τι τοιοῦτον, κἄν ὕλης εἶχε λόγον πρὸς τὰ γινόμενα, ἀλλ’ εἴδη τινὰ ἦν καὶ αὐτά, πᾶς ἄν ἐπιζητήσειε μαθεῖν, τί ποτε ἄν εἴη αὐτὴ καθ’ αὑτὴν ἡ ὑποκειμένη τοῖς εἴδεσιν ὕλη. καὶ γὰρ ἔστω τοῦ μὲν ἀνθρώ- που ὕλη τὸ σπέρμα, τοὐ δὲ σπέρματος εἰ τύχοι τὸ αἷμα, τούτου δὲ σιτία καὶ ποτά, τούτων δὲ τὰ τέτταρα στοιχεῖα. ἀλλ’ ἐπειδὴ καὶ ταῦτα μετα- βάλλει εἰς ἄλληλα κατὰ τὰς ἐναντίας ποιότητας, δεῖται πάντως καὶ αὐτὰ κοινοῦ τινος ὑποκειμένου μηδεμίαν ἔχοντος ποιότητα τῇ ἑαυτοῦ φύσει. αἱ γὰρ ποιότητες εἴδη καὶ ἀντικείμενα εἴδη. εἰ οὖν πᾶσα κατ’ ἐπέρεισιν γινομένη γνῶσις περιγεγραμμένων ἐστὶ καὶ χαρακτῆρά τινα ἐχόντων καὶ κατὰ ποιότητα καὶ εἶδος ἀφωρισμένων, τὸ δὲ τοῖς εἴδεσι καὶ ταῖς ποιότησιν ὑποκείμενον ἄποιον εἶναι χρὴ πάντῃ καὶ ἀνείδεον ‘‘ὅμοιον γὰρ ὄν, ὥς φησι Πλάτων’, τῶν ἐπεισιόντων τινὶ τὰ τῆς ἐναντίας τά τε τῆς παράπαν ἄλλης φύσεως ὁπότε ἔλθοι δεχόμενον κακῶς ἄν ἀφομοιοῖ τὴν ἑαυτοῦ πα· ρεμφαῖνον ὄψιν’’), πῶς οὖν ἂν τὸ τοιοῦτον γνωστὸν κατὰ ἀναλογίαν φησὶ τὴν πρὸς τὰ ἄλλα; ὡς γὰρ πρὸς ἀνδριάντα χαλκὸς ἢ πρὸς κλίνην ξύλον ἢ πρὸς ἄλλο τι τῶν ἐχόντων μορφὴν τεχνητῶν τὸ ἄμορφον ἔχει πρὶν λαβεῖν τὴν μορφήν, οὕτως ἡ ἐν τοῖς φυσικοῖς πρώτη ὕλη πρὸς οὐσίαν ἔχει καὶ τὸ ὄν. καλῶς δὲ ἀπὸ τῶν τεχνη- τῶν ἔλαβε τὸ παράδειγμα, ἐπειδὴ ἐν τούτοις καὶ χρόνῳ προηγεῖται τὸ ἄμορφον καὶ καθ’ ἑαυτὸ ὁρᾶται. καὶ αἱ μὲν οὐσίαι τοῖς ἄλλοις ὑπόκειν- τᾶι, ἡ δὲ ὕλη τῇ οὐσίᾳ· διὸ καὶ τοῖς ἄλλοις ἅπασιν αὕτη. ἀλλὰ τῇ μὲν οὐσίᾳ καὶ τῷ συναμφοτέρῳ καθ’ αὑτό, κατὰ συμβεβηκὸς δὲ καὶ τοῖς ἄλλοις ὑπόκειται. διὸ καὶ αὐτὸς εἰπὼν οὕτως αὕτη πρὸς οὐσίαν ἔχει καὶ τὸ τόδε τι, τουτέστι τὴν σύνθετον καὶ κυρίως οὐσίαν, διότι οὐδέπω ἡ ὕλη τόδε τι, εἰ καὶ μᾶλλον τῆς στερήσεως. Καὶ ἐπιστῆσαι ἄξιον, ὅτι ὁ μὲν Πλάτων’ κατὰ τὸ ὑπομένειν θεωρῶν τὴν ὕλην αὐτῇ μᾶλλον τὸ τόδε τι δίδωσιν, ὡς ἐπὶ τῆς τῶν χρυσῶν σκευῶν μεταπλάσεως ἐνεδείκνυτο. καὶ ὅταν λέγῃ ‘ἐν ᾧ δὲ ἐγγινόμενα ἕκαστα αὐτῶν φαντάζεται καὶ πάλιν ἐκεῖθεν ἀπόλλυται, μόνον ἐκεῖνο αὖ προσαγο- ρεύειν τῷ τε τοῦτο καὶ τῷ τόδε προσχρωμένους ὀνόματι’’. ὁ δὲ Ἀριστο- τέλης τὸ τόδε τι κατὰ τὴν μορφὴν θεωρῶν τοῖς εἴδεσιν αὐτὸ παρέχει· μετὰ δὲ τὸ τόδε τι ἐπήγαγε καὶ τὸ ὄν, τουτέστι πρὸς πάντα τὰ ὄντα, ὧν τὰ μὲν οὐσίαι εἰσί, τὰ δὲ συμβεβηκότα, καὶ τὰ μὲν τόδε τι προηγουμένως, τὰ δὲ δι’ ἐκεῖνο τὸ τόδε τι. τὴν δὲ κατὰ ἀναλογίαν ταύτην γνῶσιν νόθον λογισμὸν ἐκάλεσεν ὁ Πλάτων’, διότι οὐ κατ’ ἐπέρεισιν εἴδους ἀλλὰ κατὰ ἀναγύμνωσιν καὶ ἀπόφασιν γίνεται τῶν εἰδῶν καὶ οἷον μύων ὁ λογι- σμὸς ὁρᾷ τὴν ὕλην. καὶ ἡ περὶ αὐτῆς νόησις οὐ νόησις, ἀλλ’ ἄνοια μᾶλλον. διὸ νόθον ἄν εἴη τὸ φάντασμα αὐτῆς καὶ οὐ γνήσιον. ὡς γὰρ τὰ ὑπὲρ τὸ πρῶτον εἶδος οὐ κατ’ ἐπέρεισιν εἰδητικὴν γινώσκομεν, ἀλλ’ ὅτι οὐκ ἔστι πρῶτα τὰ εἴδη μαθόντες ἀπ’ αὐτῆς τῆς τῶν εἰδῶν φύσεως διακεκριμένης οὕσης καὶ ὀφειλούσης πρὸ ἑαυτῆς ἔχειν τὸ ἡνωμένον καὶ τὸ ὅν, κατὰ τὴν τῶν εἰδῶν ἀπόφασιν γινώσκομεν | τὰ ὑπὲρ εἶδος οὐκ εἰς τὸ ἀόριστον ἀπλῶς ἐκείνης τῆς ἀποφάσεως ῥιπτούσης ἡμᾶς, ἀλλ’ εἰς τὸ τοῦ εἴδους αἴτιον, καὶ εἰς τὸ ὑπὲρ τὸν ὅρον τὸν εἰδητικὸν ἱδρυμένον, οὕτως καὶ τὰ τελευταῖα εἴδη θεασάμενοι εἰκονικὰ ὄντα καὶ μεταβάλλοντα εἰς ἄλληλα, καὶ διὰ τοῦτο δεόμενα ὑποκειμένου πεφυκότος δέχεσθαι παρὰ μέρος τῶν ἀντικειμένων ἑκάτερον, ἐπὶ τὴν ἔννοιαν ἐρχόμεθα τῆς ὕλης κατὰ ἀπόφασιν τῶν εἰδῶν τὴν εἰς τὸ ὑποδεκτικὸν ἀπάγουσαν. ὡς εἴ γε ζητοῦντες τὴν ὕλην τόδε τι αὐτὴν ἀφωρισμένως διάφορον τῶν ἄλλων ὄντων ὑποθώμεθα, ἄλλῳ τινὶ περιπεπτώκαμεν καὶ οὐ τῇ ὕλῃ. ἐκείνη γὰρ οὐδεμίαν ἔχει πρός τι διαφοράν, εἴπερ ποιότης εἰδητικὴ πᾶσα διαφορά ἐστιν. ὥστε ἀγνωσία μᾶλλόν ἐστιν ἡ τῆς ὕλης γνῶσις, εἴπερ τὰ περὶ αὐτὴν μεταβάλλοντα ἔσχατα ὄντα τῶν εἰδῶν τὴν ἐσχάτην ἐπιδέχεται γνῶσιν τὴν αἰσθητικήν. διὸ καὶ μετὰ ἀναισθησίας ἀπτὴν εἶπε τὴν ὕλην ὁ Πλάτων’ τὸ μὴ κατ’ ἐπέρεισιν αὐτῆς ἀντίτυπον σημαίνων, ἵνα ὥσπερ λογισμῷ νόθῳ, οὕτω καὶ αἰσθήσει νόθῃ ληπτὴν οὖσαν αὐτὴν ἐνδείξηται. ἀλλὰ τὸ μὲν νόθῳ λο- γισμῷ γνωστὴν εἶναι καὶ ἡ κατὰ ἀπόφασιν αὐτῆς ἐπιβολὴ καὶ ἡ ἀπὸ τῆς αἰτίας ἥτις ἄν γένοιτο, ἀπὸ τῶν τῆς πρώτης εἵλκυσται φιλοσοφίας· τὸ δὲ κατὰ ἀναλογίαν φυλάττει τὰ τῷ φυσικῷ προσήκοντα μέτρα τῆς τῶν στοιχείων τῶν φυσικῶν γνώσεως. ὡς γὰρ τῆς γραμματικῆς περὶ τῶν εἰ- κοσιτεττάρων στοιχείων ἔστιν εἰδέναι τὰ ὁλοσχερέστερα, τὴν δὲ ἀκριβῆ γνῶσιν αὐτῶν ἡ μουσικὴ διδάσκει, οὕτως καὶ περὶ τῶν φυσικῶν στοιχείων ὁ πρῶτος διδάξει φιλόσοφος. διὸ καὶ τὴν περὶ τοῦ εἴδους θεωρίαν μετ’ ὀλίγον εἰς ἐκεῖνο ἀναπέμπει. ἰστέον μέντοι ὅτι τὸ κατὰ ἀναλογίαν ἀπὸ τοῦ Πυθαγορικοῦ Τιμαίου μετήγαγεν ὁ Ἀριστοτέλης, ὥσπερ ὁ Πλάτων’ τὸ ‘‘νόθῳ λογισμῷ ληπτόν’’. λέγει γὰρ οὖν ὁ Πυθαγορικὸς Τίμαιος ἐν τῷ οἰκείῳ συγγράμματι “τὰν δὲ ὕλαν λογισμῷ νόθῳ τῷ μηδέπω κατ’ εὐθυω- ρίαν νοεῖσθαι, ἀλλὰ κατὰ ἀναλογίαν’’. Ἀλλ’ ἐπειδή τινες καὶ οὐδὲ οἱ τυχόντες ἐν φιλοσοφίᾳ τὸ ἄποιον σῶμα τὴν πρωτίστην ὕλην εἶναί φασι καὶ κατὰ Ἀριστοτέλην καὶ κατὰ Πλάτωνα, ὥσπερ τῶν μὲν παλαιῶν οἱ Στωικοί, τῶν δὲ νέων Περικλῆς ὁ Λυδός, καλῶς ἄν ἔχοι ταύτην ἐπισκέψασθαι τὴν δόξαν. καὶ γὰρ ὁ Ἀριστοτέλης καὶ ὁ Πλάτων’ πρῶτα ἀπὸ τῆς μεταβολῆς τὴν ὕλην εἰσάγοντες τῶν μεταβαλ- λόντων τὰς τῶν στοιχείων ποιότητας εἶναι βούλονται θερμὸν ψυχρὸν ξηρὸν ὑγρόν. αὗται δὲ κοινὸν ὑποκείμενον ἔχουσαι τὸ σῶμα μεταβάλλονται περὶ αὐτό, ὥστε τὸ σῶμα ἄν εἴη ἡ πρώτη ὕλη. ἔτι δὲ εἰ ἦν τι ἄλλο τὸ τῷ σώματι ὑποκείμενον, ἐπειδὴ ἐξ ἐναντίων αἱ γενέσεις, ἔδει τι εἶναι τὸ τῷ σώματι ἀντικείμενον, ὥστε τὰ ἀντικείμενα μεταβάλλειν περὶ τὸ κοινὸν ὑπο- κείμενον. ἔτι δὲ τὸ ὑπομένον ἐν πάσῃ μεταβολῇ τοῦτο ὕλην εἶναί φαμεν· τὸ δὲ ἄποιον σῶμα ὑπομένει. οὐ γὰρ ἔστι τι εἰς ὃ φθαρῇ τὸ σῶμα. ὅτι δὲ καὶ Πλάτων’ τὴν ὕλην φησὶ τὸ προσεχῶς ὑποκείμενον ταῖς τῶν τεττά- ρων στοιχείων ποιότησι, τοῦτο δέ ἐστι τὸ ἄποιον σῶμα, διὰ τούτων δῆλον “τὴν δὲ γενέσεως τιθήνην ὑγραινομένην καὶ πυρουμένην καὶ τὰς γῆς τε καὶ ἀέρος μορφὰς δεχομένην’’ καὶ πάλιν “ὅτε δὲ ἐπεχειρεῖτο κοσμεῖσθαι τὸ πᾶν, πῦρ πρῶτον καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, ἴχνη μὲν ἔχοντα αὑτῶν αὐτά, παντά- πασι μὲν διακείμενα, ὥσπερ εἰκὸς ἔχειν ἅπαν, ὅταν ἀπῇ τινος θεός, οὕτω δὴ τότε πεφυκότα ταῦτα πρῶτον διεσχηματίσατο εἴδεσι καὶ ἀριθμοῖς”. εἰ οὖν πρῶτα τὰ τῶν στοιχείων εἴδη ἐνέθηκε τῇ ὕλῃ ὁ δημιουργός, τούτων δὲ κοινὸν ὑποκείμενον τὸ σῶμα τὸ ἄποιον, τοῦτο ἄν εἴη ἡ ὕλη. καὶ κατὰ Ἀριστοτέλην δὲ δόξει τὸ σῶμα τὸ ἄποιον εἶναι τὸ πρῶτον ὑποκείμενον καὶ ἡ ὕλη. εἰ γὰρ τὸ σῶμα ὥσπερ τι τῶν ἄλλων εἰδῶν ἐγγίνεται τῇ ὅλῃ καὶ ἀπογίνεται ἀπ’ αὐτῆς, δῆλον ὅτι πρὸ τοῦ ἐγγενέσθαι τὸ σῶμα καὶ μετὰ τὸ ἀπογενέσθαι ἡ στέρησις ἄν εἴη τοῦ σώματος περὶ τὴν ὕλην, ὅπερ ἐστὶ τὸ ἀσώματον, καὶ ἔσται τις φυσικὴ οὐσία ἀσώματος· ὅπερ οὐ τῷ Ἀριστοτέλει σαφῶς λέγοντι πολλαχοῦ, ὅτι τὰ φυσικὰ σώματά ἐστι καὶ περὶ σώματα. ἀλλ’ ὅτι μὲν ὁ Πλάτων’ οὐ βούλεται τὸ σῶμα εἶναι τὸ πρῶτον ὑποκείμενον, ὃ δὴ καλοῦμεν ὕλην, δῆλον ἄν εἴη ἐκ τοῦ καὶ τοῦ σώματος οἷον στοιχεῖ τὰ ἐπίπεδα τὰ κατ’ αὐτὸν προλαμβάνειν ἀρχοειδέ- στερα δηλονότι ὄντα. γράφει οὖν ἐν Τιμαίῳ· “πρῶτον μὲν δὴ πῦρ καὶ γῆ καὶ ὕδωρ καὶ ἀὴρ ὅτι σώματά ἐστι, δῆλόν που καὶ παντί, τὸ δὲ τοῦ σώματος εἶδος πᾶν καὶ βάθος ἔχει. τὸ δὲ βάθος αὖ πᾶσα ἀνάγκη τὴν ἐπίπεδον περιειληφέναι φύσιν.’’ ἔπειτα τὸ μὲν σῶμα καὶ κατ’ αὐτὸν τριχῇ διαστατόν ἐστι· τοῦτο γὰρ σημαίνει τὸ “καὶ βάθος ἔχειν”. τὸ δὲ τοιοῦτον καὶ ἀριθμὸν συνουσιωμένον ἔχει καὶ σχῆμα, καὶ μάλιστα εἰ πεπερασμένον εἴη τὸ ὅλον σῶμα, ὥσπερ καὶ τῷ Πλάτωνι δοκεῖ καὶ τῷ Ἀριστοτέλει. οὐδὲν δὲ τούτων ἔχειν τὴν ὕλην καθ’ αὑτήν φησιν, ἀλλ’ ὅταν μετάσχῃ τῶν εἰδῶν, τότε μετασχηματίζεσθαι εἴδεσι καὶ ἀριθμοῖς. ὅτι δὲ οὐδὲ ὁ Ἀριστοτέλης τὸ σῶμα βούλεται εἶναι τὸ πρῶτον ὑποκείμενον, σαφῶς ἐδή- λωσεν, ἐν οἷς φησιν “ἔστι γὰρ καὶ σώματος ὕλη καὶ μεγάλου καὶ μικροῦ ἡ αὐτή’’. ἡ γὰρ τοῦ σώματος ὕλη οὐκ ἄν εἴη σῶμα καὶ τὸ τῷ μεγάλω καὶ μικρῷ τὸ αὐτὸ ὑποκείμενον οὐκ ἄν οὔτε μέγα εἴη οὔτε μικρόν. τὸ δὲ σῶμα καὶ μάλιστα τὸ πεπερασμένον τοσόνδε τί ἐστι, καὶ οὐκ ἄν τὸ αὐτὸ ἅμα μέγα καὶ μικρὸν εἴη καθ’ αὑτό. ὅλως δὲ τὸ μὲν σῶμα καὶ λόγῳ περιληπτόν ἐστι καὶ κατὰ ἐπέρεισιν γνωστόν. τὴν δὲ ὕλην ὁ μὲν Πλάτων’ ‘‘νόθῳ λογισμῷ ληπτήν” φησιν. ὁ δὲ Ἀριστοτέλης καὶ πρὸ Τίμαιος ὁ Πυθαγορικὸς κατὰ ἀναλογίαν μόνον. οὐκ ἄρα οἷόν τε τὸ σῶμα εἶναι τὴν πρώτην ὕλην. καὶ ἐν τῷ τετάρτῳ γοῦν τῆσδε τῆς πρα- γματείας ὕλην τοῦ μεγέθους εἶναι βούλεται ἀόριστόν τινα διάστασιν ὁριζο- μένην ὑπὸ τοῦ εἰδητικοῦ μεγέθους. λέγει γοῦν “ὥστε δόξειεν ἂν τὸ εἶδος καὶ ἡ μορφὴ ἑκάστου ὁ τόπος εἶναι, ᾧ ὁρίζεται τὸ μέγεθος καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους’’. εἰπὼν γὰρ τὸ μέγεθος, ἐπειδὴ καὶ εἰδητικόν ἐστι μέγεθος, ἐπήγαγε καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους τὸ | αὐτὸ ἐξηγούμενος· Ἔτι δὲ καὶ τῶ αὐτὸ καθ’ αὑτὸ σκοποῦντι τὸ πρόβλημα ἀδύνατον δόξει τὴν πρώτην ὕλην τὸ ἄποιον εἶναι σῶμα, ὡς καὶ ὁ Πλωτῖνος ἀπέδειξεν. εἰ γὰρ μηδὲν τῶν φυσικῶν εἰδῶν ὑπάρχει κατ’ οὐσίαν τῇ ὕλῃ τῇ πᾶσι τοῖς φυσικοῖς ὑποκειμένῃ, δῆλον ὅτι οὐδὲ σχῆμα οὐδὲ μέγεθος αὐτῇ ὑπάρξει (εἴδη γὰρ ταῦτα) καὶ ἔσται ἐσχηματισμένον καὶ μεμεγεθυσμένον, εἴπερ σῶμα, καὶ οὐκέτι ἀπλοῦν ἔσται, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ εἴδους. ἀπλοῦν δὲ ἡ ὕλη. ὥστε καὶ συλλογίσαιο ἄν οὕτως· ἡ ὕλη οὔτε μέγεθος ἔχει οὕτε σχῆμα οὕτε ἀριθμὸν καθ’ αὑτήν· τὸ σῶμα μέγεθος ἔχει καὶ σχῆμα καὶ ἀριθμὸν καθ’ αὑτό· ἡ ὕλη ἄρα οὐκ ἔστι σῶμα· ἡ ὅλη οὐκ ἔστι σύνθετος ἐξ ὅλης καὶ εἴδους· τὸ σῶμα σύνθετόν ἐστιν ἐξ ὕλης εἴδους. ἔτι δὲ εἰ σῶμα ἡ ὕλη μέγεθός τι ἕξει οἰκεῖον. καὶ οὐκέτι ὁ δημιουργὸς πάντα ἐξ ἑαυτοῦ προάξει τὰ εἴδη κατὰ τὴν ἑαυτοῦ βούλησιν οὐδὲ ἡ φύσις κατὰ τοὺς δημιουργικοὺς ἐν ἑαυτῇ λόγους, ἀλλὰ δουλεύειν ἀνάγκη τῷ μεγέθει τῆς ὕλης. ἔτι δὲ εἰ μέγεθος ἔχοι, καὶ σχῆμα ἔχει τῷ αὑτῆς λόγῳ. οὐ μόνον οὖν ἄτοπον τοῦτο, διότι εἶδος καὶ ποιότης τὸ σχῆμα, ἀλλὰ καὶ ὅτι δύσεργος ἔσται ἡ ὕλη πρὸς τὸ πᾶν σχῆμα δέχεσθαι κεκρατημένη ἑνί τινι σχήματι ἀφωρισμένῳ. ἔτι δὲ τὸ εἰς τὴν ὕλην ἐρχό- μενον εἶδος πάντα συνεπιφέρει ἑαυτῷ τὰ οἰκεῖα, ὥστε καὶ μέγεθος· ἄλλο γὰρ ἀνθρώπου μέγεθος καὶ ἄλλο ὄρνιθος καὶ ὄρνιθος τοιοῦδε. οὐκ ἄρα τῆς ὕλης ἐστὶν οἰκεῖον τὸ μέγεθος οὐδὲ τὸ ποσόν. οὐκ ἄρα σῶμα ἡ ὕλη· ἔτι δὲ εἰ σῶμα ἡ ὕλη, ποσόν τι ἔσται καὶ μεμεγεθυσμένον· ἄλλο δὲ τὸ ποσὸν καὶ ἄλλο ἡ ποσότης, καὶ ἄλλο τὸ μεμεγεθυσμένον καὶ ἄλλο τὸ μέ- γεθος αὐτό. καὶ τὰ μέν ἐστιν εἴδη ἀσώματα ἁπλᾶ, τὰ δὲ τούτων μετέ- χοντα σύνθετα. εἰ οὖν σῶμα ἡ ὕλη, σύνθετόν τι ἔσται καὶ οὐχ ἁπλοῦν οὐδὲ στοιχεῖον. εἰ δὲ ταῦτα ἄτοπα, ῥητέον ὅτι μετασχεθεῖσα ἡ ποσότης ὑπὸ τῆς ὕλης ἔδωκε μέγεθος τὸ πρότερον μὴ ἐνυπάρχον, ὥσπερ καὶ ἡ ποιότης μετασχεθεῖσα ἐποίησε ποιὸν τὸ πρὶν ἄποιον ὑπάρχον. ἔτι δὲ καὶ ταῦτα δυνατὸν λέγειν, ὅτι ἡ ὕλη ἢ τὸ δυνάμει ἐστὶ πάντων εἰδῶν ἤ τι καὶ τοῦ δυνάμει ἐπέκεινα τὸ ἔχον τὸ δυνάμει ἐν ἑαυτῷ. τὸ δὲ σῶμα πῶς ἄν εἴη δυνάμει ἀσώματον; ἀνάγκη δὲ τοῦτο, εἴπερ καὶ τῶν ἀσωμάτων εἰδῶν ἐστιν ἡ ὕλη ὑποδεκτική. εἰ δὲ ἀσώματος οὖσα δυνάμει λέγεται, ἰστέον ὅτι καὶ τὸ ἀσώματον οὐχ ὡς ὡρισμένη τις φύσις, ἀλλ’ ὡς ἀπό- φασις τοῦ σώματος λέγεται. ἴσως δὲ ἔστιν εἰπεῖν, ὅτι οὐ πρώτως ἡ ὕλη τὸ ἀσώματον εἶδος δέχεται, ἀλλὰ διὰ μέσου τοῦ σώματος. ἔτι δὲ τὸ σῶμα ἐκ γένους καὶ διαφορῶν συνέστηκεν· οὐσία γάρ ἐστι τριχῇ διαστάτη. τὸ δὲ τοιοῦτον εἶδός ἐστιν, ἀλλ’ οὐχὶ ὕλη. ἔτι δὲ τὸ σῶμα πρὸς τὰς ἀσωμάτους ποιότητας ἀντιδιῄρηται, ἡ δὲ ὕλη ὁμοίως ἔχει πρὸς πάντα. ἔτι δὲ τὸ σῶμα τρισὶν ὥρισται διαστάσεσιν, ἡ δὲ ὕλη παντελῶς ἐστιν ἀόριστος. τούτων οὖν οὕτως ἑκατέρωθεν τῶν λόγων φερομένων, ὅτι μὲν εἶδος εἶναι τὸ τοῖς εἴδεσιν ὑποκείμενον οὐ χρή, πρόδηλον. διόπερ εἰ τὸ σῶμα εἶδός ἐστιν, οὐκ ἂν εἴη σῶμα. ὅτι δὲ τὸ κοινῇ πᾶσι τοῖς φυσικοῖς καὶ αἰσθη- τοῖς ὑπάρχον ὡς τοιούτοις τοῦτο εἶναι χρὴ τὴν ὕλην, καὶ τοῦτο οἶμαι τῶν προδηλοτάτων ἐστί. κοινὸν δὲ πᾶσι τὸ εἰς ὄγκον ἐκτείνεσθαι καὶ διάστασιν. διὸ “ἡ περὶ φύσεως ἐπιστήμη, ὥς φησιν Ἀριστοτέλης, περί τε σώματα καὶ μεγέθη καὶ τὰ τούτων ἐστὶ πάθη’’. μήποτε οὖν διττὸν θε- τέον τὸ σῶμα τὸ μὲν ὡς κατὰ εἶδος καὶ κατὰ λόγον ὑφεστὼς καὶ τρισὶν ὡρισμένον διαστάσεσι, τὸ δὲ ὡς πάρεσιν καὶ ἔκτασιν καὶ ἀοριστίαν τῆς ἀσωμάτου καὶ ἀμερίστου καὶ νοητῆς φύσεως, οὐ τρισὶ τοῦτο διαστάσεσιν εἰδητικῶς ὡρισμένον, ἀλλὰ πάντῃ παρειμένον τε καὶ ἐκλελυμένον καὶ παντα- χόθεν ἀπὸ τοῦ ὄντος ἀπορρέον εἰς τὸ μὴ ὄν. καὶ τὴν τοιαύτην ἴσως διά- στασιν τὴν ὕλην θετέον. ἀλλ’ οὐχὶ τὸ σωματικὸν εἶδος τὸ μετρῆσαν ἤδη καὶ ὁρίσαν τὸ ἄπειρον καὶ ἀόριστον τῆς τοιαύτης διαστάσεως καὶ στῆσαν ἀποφεύγουσαν αὐτὴν ἀπὸ τοὐ ὄντος. ἐπιστῆσαι γὰρ ἄξιον, ὅτι ᾧ διαφέρει τὰ ἔνυλα τῶν ἀύλων, τοῦτο εἶναι προσήκει τὴν ὕλην. διαφέρει δὲ ὄγκῳ καὶ διαστάσει καὶ μερισμῷ καὶ τοῖς τοιούτοις, οὐ τοῖς κατὰ μέτρα ὡρισμέ- νοις, ἀλλὰ ἀλλὰ τοῖς ἀμέτροις καὶ ἀορίστοις καὶ ὁρίζεσθαι δυναμένοις ὑπὸ τῶν εἰδητικῶν μέτρων. Ταύτην δὲ περὶ τῆς ὕλης τὴν ὑπόνοιαν ἐοίκασιν ἐσχηκέναι πρῶτοι μὲν τῶν ‘Ελλήνων οἱ Πυθαγόρειοι, μετὰ δ’ ἐκείνους ὁ Πλάτων’, ὡς καὶ Μοδέρατος ἱστορεῖ. οὗτος γὰρ κατὰ τοὺς Πυθαγορείους τὸ μὲν πρῶτον ἓν ὑπὲρ τὸ εἶναι καὶ πᾶσαν οὐσίαν ἀποφαίνεται, τὸ δὲ δεύτερον ἐν, ὅπερ ἐστὶ τὸ ὄντως ὂν καὶ νοητὸν, τὰ εἴδη φησὶν εἶναι, τὸ δὲ τρίτον, ὅπερ ἐστὶ τὸ ψυχικόν, μετέχειν τοῦ ἑνὸς καὶ τῶν εἰδῶν, τὴν δὲ ἀπὸ τούτου τελευταίαν φύσιν τὴν τῶν αἰσθητῶν οὖσαν μηδὲ μετέχειν, ἀλλὰ κατ’ ἔμφασιν ἐκεί- νων κεκοσμῆσθαι, τῆς ἐν αὐτοῖς ὕλης τοῦ μὴ ὄντος πρώτως ἐν τῷ ποσῷ ὄντος οὔσης σκίασμα καὶ ἔτι μᾶλλον ὑποβεβηκυίας καὶ ἀπὸ τούτου. καὶ ταῦτα δὲ ὁ Πορφύριος ἐν τῷ δευτέρῳ Περὶ ὕλης τὰ τοῦ Μοδεράτου παρα- τιθέμενος γέγραφεν ὅτι “βουληθεὶς ὁ ἑνιαῖος λόγος, ὥς πού φησιν ὁ Πλάτων’, τὴν γένεσιν ἀφ’ ἑαυτοῦ τῶν ὄντων συστήσασθαι, κατὰ στέρησιν αὑτοῦ ἐχώρησε τὴν ποσότητα πάντων αὐτὴν στερήσας τῶν αὑτοῦ λόγων καὶ εἰ- δῶν. τοῦτο δὲ ποσότητα ἐκάλεσεν ἄμορφον καὶ ἀδιαίρετον καὶ ἀσχημά- τιστον, ἐπιδεχομένην μέντοι μορφὴν σχῆμα διαίρεσιν ποιότητα πᾶν τὸ τοιοῦτον. ἐπὶ ταύτης ἔοικε, φησί, τῆς ποσότητος ὁ Πλάτων’ τὰ πλείω ὀνό- ματα κατηγορῆσαι “πανδεχῆ” καὶ ἀνείδεον λέγων καὶ “ἀόρατον” καὶ “ἀπο- ρώτατα τοῦ νοητοῦ μετειληφέναι’’ αὐτὴν καὶ “λογισμῷ νόθῳ μόλις ληπτήν’’ καὶ πᾶν τὸ τούτοις ἐμφερές. αὕτη δὲ ἡ ποσότης, φησί, καὶ τοῦτο τὸ εἶδος τὸ κατὰ στέρησιν τοῦ ἑνιαίου λόγου νοούμενον τοῦ πάντας τοὺς λό- γους τῶν ὄντων ἐν ἑαυτῷ περιειληφότος παραδείγματά ἐστι τῆς τῶν σω- μάτων ὕλης, ἣν καὶ αὐτὴν ποσὸν καὶ τοὺς Πυθαγορείους καὶ τὸν Πλάτωνα καλεῖν ἔλεγεν, οὐ τὸ ὡς εἶδος ποσόν, ἀλλὰ τὸ κατὰ στέρησιν καὶ παρά- λύσιν καὶ ἔκτασιν καὶ διασπασμὸν καὶ διὰ τὴν ἀπὸ τοὐ ὄντος παράλλαξιν, δι’ ἃ καὶ κακὸν δοκεῖ ἡ ὕλη ὡς τὸ ἀγαθὸν ἀποφεύγουσα. καὶ | κατα- λαμβάνεται ὑπ’ αὐτοῦ καὶ ἐξελθεῖν τῶν ὅρων οὐ συγχωρεῖται, τῆς μὲν ἐκτάσεως τὸν τοῦ εἰδητικοῦ μεγέθους λόγον ἐπιδεχομένης καὶ τούτῳ ὁριζο- μένης, τοῦ δὲ διασπασμοῦ τῇ ἀριθμητικῇ διακρίσει εἰδοποιουμένου”. ἔστιν οὖν ἡ ὕλη κατὰ τοῦτον τὸν λόγον οὐδὲν ἄλλο ἢ ἡ τῶν αἰσθητῶν εἰδῶν πρὸς τὰ νοητὰ παράλλαξις παρατραπέντων ἐκεῖθεν καὶ πρὸς τὸ μὴ ὂν ὑπο- φερομένων. ὅτι γὰρ ἄλλος ἐστὶν ὁ ὄγκος ὁ τῶν αἰσθητῶν οἰκεῖος καὶ ἄλλο τὸ εἰδητικὸν μέγεθος, καὶ ἄλλος μὲν ὁ διασπασμὸς τῶν αἰσθητῶν εἰδῶν, ἄλλη δὲ ἡ ἀριθμητικὴ διάκρισις, δῆλον ἐκ τοῦ ἐκεῖνα μὲν λόγους εἶναι καὶ εἴδη ἀδιάστατά τε καὶ ἀμέριστα. καὶ γὰρ ὁ τοῦ τριπήχεος με- γέθους λόγος καὶ ὁ τῆς τριάδος ἀδιάστατός τε καὶ ἀμερής ἐστι καὶ ἀσώ- ματος. ταῦτα μέντοι τὰ τῶν αἰσθητῶν οἰκεῖα ἄλογα καὶ σωματικὰ καὶ μεμερισμένα καὶ εἰς ὄγκον καὶ διασπασμὸν ὑπελθόντα διὰ τὴν εἰς γένεσιν καὶ εἰς τὸ ἔσχατον πρόοδον, ταὐτὸν δὲ εἰπεῖν εἰς ὕλην. ὑποστάθμη γὰρ καὶ ὕλη ὄντως ἐστὶν ἀεὶ τὸ ἔσχατον. διὸ καὶ Αἰγύπτιοι τὴν τῆς πρώτης ζωῆς, ἣν ὕδωρ συμβολικῶς ἐκάλουν, ὑποστάθμην τὴν ὕλην ἔλεγον οἷον ἰλύν τινα οὖσαν. καὶ ἔστιν οἷον χώρα αὕτη τῶν γενητῶν τε καὶ αἰσθη- τῶν οὐκ εἶδός τι ἀφωρισμένον ὑπάρχον, ἀλλ’ ὑποστάσεως κατάστημα, ὥσπερ τὸ ἀμερὲς καὶ ἀδιάστατον καὶ ἄυλον καὶ ὄντως ὂν καὶ τὰ τοιαῦτα κατάστημά ἐστι τῆς νοητῆς φύσεως, πάντων μὲν ὄντων τῶν εἰδῶν καὶ ἐκεῖ καὶ ἐνταῦθα, ἀλλ’ ἐκεῖ μὲν ἀύλως, ἐνταῦθα δὲ ὑλικῶς, ταὐτὸν δὲ εἰπεῖν, ἐκεῖ μὲν ἀμερίστως καὶ ἀληθῶς, ἐνταῦθα δὲ μεριστῶς καὶ σκιοειδῶς. διὸ καὶ ἕκαστον εἶδος ἐνταῦθα διέστη κατὰ τὴν ὑλικὴν διάστασιν. Ἀλλὰ πῶς ταῦτα τῷ Ἀριστοτέλει συμφωνήσεται καὶ τῷ Πλάτωνι ὑποκείμενόν τι τῇ ἐναντιώσει τὴν ὕλην εἶναι βουλομένοις; ἢ τὰ μὲν ὑπὸ τῶν ἄλλων περὶ ὕλης λεγόμενα εἰς τὸ σῶμα ἔσχατον ἀπάγει τῷ ὄντι. οὐ γάρ ἐστί τι τῷ σώματι ἀντικείμενον. καὶ οὕτως ἀγένητον ἔσται καὶ ἄφθαρτον οὐ τὸ οὐράνιον σῶμα μόνον, ἀλλὰ καὶ τὸ ὑπὸ σελήνην. ἡ δὲ νῦν ῥηθεῖσα ἔννοια καὶ τὴν σωματικὴν διάστασιν τῶν ὑπὸ σελήνην γινομένην καὶ φθειρο- μένην σὺν τῷ εἴδει τῷ διεστῶτι φυλάττει οἷον ἀνθρώπῳ ἢ ἵππῳ. ἢ ὅταν οὐσία ᾖ τὸ γινόμενον, καὶ ἡ μεταβολὴ περὶ τὴν ὑλικὴν γίνεται παράλλαξιν μένουσαν ἀεί. τὰ μὲν γὰρ συμβεβηκότα περὶ τὰς οὐσίας μεταβάλλεται, αἱ δὲ οὐσίαι περὶ τὸ εἰρημένον ὑπὸ τῶν Πυθαγορείων ποσὸν ἢ κατὰ στέ- ρησιν ἤτοι περὶ τὴν ἀπὸ τοὐ ὄντος παράλλαξιν, ταὐτὸν δὲ εἰπεῖν περὶ τὴν διάστασιν καὶ τὸν ὄγκον τὸν ὑλικόν ἐκ γὰρ ὕδατος ἀὴρ γίνεται οὐ μόνον τῶν ποιοτήτων μεταβαλλουσῶν, ἀλλὰ καὶ τοῦ μεγέθους τοῦ εἰδητικοῦ· ἄλλο γὰρ ἑκατέρωθι μέγεθος. καὶ οὐκ ἔστι τὸ ἔλαττον μέρος τοῦ μείζονος, ἀλλ’ εἶδος ἀφωρισμένον ἑκάτερον, † κἄν ἐκμενούσης δὲ τῆς ὑλικῆς διαστά- σεως ἑκατέρωθι. ὑλικὰ γὰρ ὁμοίως ἄμφω καὶ ὁμοίως μεριστὰ καὶ αἰσθητὰ καὶ ἀδιάφορα κατὰ τὴν ὕλην. αἱ γὰρ διαφοραὶ κατὰ τὰ εἴδη θεωροῦνται. ὅτι δὲ καὶ αὐτὸς Ἀριστοτέλης τοιαύτην ἔχει περὶ τῆς ὕλης ἔννοιαν οἵαν καὶ οἱ Πυθαγόρειοι τὴν κατὰ διάστασιν καὶ τὸ ἀόριστον ποσόν, ἀπὸ τῶν ἐν τῷ τετάρτῳ βιβλίῳ τῆσδε τῆς πραγματείας λεγομένων ἔστι μαθεῖν. λέγει γὰρ ἐν ἐκείνοις· “ᾗ δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα τοῦ με- γέθους, ταύτῃ ἡ ὕλη δόξει· τοῦτο γὰρ ἕτερον τοῦ μεγέθους· τοῦτο δέ ἐστι τὸ περιεχόμενον ὑπὸ τοῦ εἴδους καὶ ὡρισμένον οἷον ὑπὸ ἐπιπέδου καὶ πέρατος. ἔστι δὲ τοιοῦτον ἡ ὕλη καὶ τὸ ἀόριστον.” ὅσοι δὲ κατὰ τὸ ὂν τὸ χεῖρον τῶν εἰδῶν ἢ κατὰ τὸ ἓν τὸ τοῦ πρωτίστου ἑνὸς ἀπήχημα τὴν ὕλην νοεῖν ἀξιοῦσιν, οὐκ οἶδα ὅπως κατορθοῦσι. τὸ μὲν γὰρ ἓν καὶ τὸ ὂν ὅταν μηδὲν ἄλλο ἢ ἓν καὶ ὂν θεωρῶνται, κυρίως ἐστὶν ὅπερ λέγονται καὶ πρώτως· ἡ δὲ ὕλη τὸ ἔσχατόν ἐστι καὶ τοῦ ὄντος ἐκβαῖνον καὶ πολλῷ μᾶλλον τοῦ ἑνὸς καὶ ἐν τῇ παραλλάξει καὶ παρεκτροπῇ τῇ πρὸς τὸ ὂν ὑφέστηκεν, ἐπειδὴ διὰ τὴν γόνιμον τοῦ ὄντος δύναμιν ἔδει καὶ τὴν ἔμφασιν τοῦ ὄντος ὑποστῆναι. ἀλλὰ ταῦτα μὲν διὰ τὴν κρατοῦσαν περὶ τῆς ὕλης ἔννοιαν οὐκ ἀρεστὴν ἐμοὶ ἐπὶ πλέον μηκῦναι προήχθην. κατὰ δὲ τὴν λέξιν τὸ μία δὲ ἡ ὁ λόγος σημαίνει μὲν τὸ μία ἄλλην εἶναι τὴν κατὰ τὸν λόγον καὶ κατὰ τὸ εἶδος ἀρχήν, ἀσάφειαν δὲ ποιεῖ τὸ ἡ τῷ ὁ λόγος προσκείμενον καὶ θηλυκὸν ἄρθρον τῷ ἀρσενικῷ συντεταγμένον. συντέ- τακται δὲ οὐ τῷ ὁ λόγος, ἀλλὰ τῆ ἀρχῇ, ὡς εἶναι ἴσον τῷ μία δὲ ἡ κατὰ τὸν λόγον, ἢ μᾶλλον μία ἀρχὴ ὁ λόγος καὶ τὸ εἶδος. γράφεται δέ, ὥς φησιν Ἀλέξανδρος, καὶ χωρὶς τοῦ ἡ, τινῶν ἴσως διὰ τὴν ἀσάφειαν ἀφε- λόντων αὐτό, καίτοι μετ’ αὐτοῦ τῆς ἑρμηνείας ἀρχαιοπρεπεστέρας οὔσης. p. 191 a 18 Καὶ πῶς ἔχουσιν αἱ ἀρχαὶ πρὸς ἀλλήλας, καὶ τί τὸ ὑποκείμενον. Πῶς ἔχουσιν αἱ ἀρχαὶ ἢ τὰ ἐναντία λέγει, ὅτι ἀπουσία τῆς ἑτέρας ἡ ἑτέρα, καὶ τί τὸ ὑποκείμενον, ὅτι τὸ κατὰ ἀναλογίαν λαμβανόμενον καὶ ὃ μὴ ἔχει ἐναντίον. εἴρηκε δὲ αὐτῶν τὰς διαφοράς, ὅτι ἄλλο μὲν τὸ ὃ γίνεται, ἄλλο δὲ τὸ γινόμενον καὶ ἄλλο τὸ ἐξ οὗ. καὶ ὅτι ἡ μὲν ὕλη ὑπομένει καὶ ἐνυπάρχει ἐν τῷ γινομένῳ ἡ δὲ στέρησις οὔ. καὶ δῆλον ἐκ πάντων τῶν εἰρημένων, ὅτι ἡ στέρησις οὐκ ἔστι φύσις τις κατὰ Ἀριστο- τέλην, ἀλλ’ ἀπουσία ἐν τῷ πεφυκότι. ὅταν οὖν συμβεβηκὸς τῇ ὕλῃ λέγη- τᾶι ἡ στέρησις, οὐχ ὡς εἶδος λέγεται, ἀλλ’ ὡς ἐμοὶ συμβέβηκε τὸ μὴ εἶναι ἐν ἀγορᾷ. εἰ δέ ἐστι τοιοῦτον ἡ στέρησις, ἐπιζητήσειεν ἄν τις εὐλό- γως, ὑπὸ ποίαν κατηγορίαν ταχθήσεται. ἢ εἰ τὸ εἶδος οὐσία, καὶ ἡ στέ- ρησις οὐσία ἔσται· ὑφ’ ὃ γὰρ τὸ ἕτερον τῶν ἀντικειμένων, ὑπὸ τοῦτο καὶ τὸ ἕτερον. οὐχ ὡς τὰ ἐναντία μέντοι ταῦτα γὰρ ὄντα τι) ὑπὸ τὸ αὐτὸ γένος ἐστίν, ἀλλ’ ὅτι αἱ στερήσεις τινῶν ἐν τοῖς αὐτοῖς εἰσι γένεσιν εκει- νοις. εἰδοποιοῦνται γάρ πὼς καὶ αὗται καὶ χαρακτηρίζονται ἀπὸ τῶν εἰδῶν. διὸ καὶ αὐτὸς εἰς τοῦτο βλέψας “εἶδος γάρ πὼς καὶ ἡ στέρησις’’ φησίν. | p. 191 a 19 Πότερον δὲ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω 51 v δῆλον. ’Ev μὲν τῷ τῶν δέκα Κατηγοριῶν βιβλίῳ τὴν οὐσίαν ὁ μὲν Ἀριστο- τέλης εἴς τε τὴν πρώτην οὐσίαν καὶ τὴν δευτέραν διεῖλε, τουτέστι εἴς τε τὴν ἄτομον καὶ τὴν εἰδικήν τε καὶ γενικήν, ὁ δὲ Ἀρχύτας εἴς τε τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ σύνθετον, ᾧ καὶ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ συνακολουθήσας ἀκριβέστερον ἔδοξε καὶ αὐτὸς τριχῇ διελεῖν καὶ λέγει μάλιστα μὲν οὐσίαν τὸ συναμφότερον ἐπὶ τῶν γενητῶν, δευτέρως δὲ τὸ εἶδος καὶ τὴν ὕλην, ἐξ ὧν τὸ συναμφότερον συνέστηκε. τούτων δὲ κατὰ μὲν τὸ ἀίδιον καὶ ὑποκεῖσθαι τὴν ὕλην μᾶλλον οὐσίαν φησί· καθόσον δὲ τὸ εἶναι ἑκάστω τοῦτο ὅ ἐστι κατὰ τὸ εἶδός ἐστι, καθ’ ὃ καὶ διαφέρον τῶν ἄλλων ἐπ’ οἰκείας ἐστὶ φύσεως, κατὰ τοῦτο μᾶλλον οὐσία τὸ εἶδος αὐτῷ δοκεῖ. ταύτην οὖν ἐνδείκνυται νῦν τὴν σύγκρισιν ἀρκούμενος ἐν τῶ περὶ τῶν φυσι- κῶν ἀρχῶν λόγῳ, πόσαι καὶ τίνες εἰσὶν αἱ ἀρχαί, παραδοῦναι. “Ἀλλ᾿ εἰ φθείρεται, φησὶν Ἀλέξανδρος, τὸ εἶδος, πῶς ἀρχὴ τοῦτο; ἄφθαρτος γὰρ ἡ ἀρχὴ δοκεῖ εἶναι. ἀρχῆς γὰρ ἀπολομένης, ὥς φησι Πλάτων’, οὔτε αὐτὴ ἔκ του οὔτε ἄλλο ἐξ ἐκείνης γενήσεται,,”. λύει δὲ τὴν ἀπορίαν ὁ Ἀλέξανδρος λέγων ὅτι “οὐ πᾶσα ἀρχὴ τῶν ἐν γενέσει καὶ φθορᾷ ἄφθαρτος εἶναι δύναται· οὐ γὰρ δὴ καὶ ἡ στοιχειώδης· οὐ γὰρ ἄν ἔτι γένεσις εἴη καὶ φθορά. ἀλλ’ εἶναι μέν τινα καὶ ἄφθαρτον δεῖ, οὐ μὴν οἷόν τε πᾶσαν. καὶ τὸ εἶδος δέ, φησί, κἂν τῷ ἀριθμῷ φθαρτόν ἐστιν, ἀλλὰ τῷ γε εἴδει ἄφθαρτον. ἀεὶ γάρ ἐστι θερμὸν καὶ ψυχρόν, οὐκ ἀεὶ δὲ ταὐτὸν κατ’ ἀριθμόν· οὐ γὰρ ἄν ἦν γένεσις ἐν τοῖς οὖσιν. ἀλλὰ ταῦτα μὲν εἴρηται μετρίως. ὁ δὲ Πλάτων’ οὐ τὴν στοιχειώδη τῶν σωμά- των ἀρχὴν τὴν κατὰ τὸ εἶδος ἀγένητον εἶπεν ἐν Φαιδρῷ, ἀλλὰ τὴν ‘ἀρχὴν καὶ πηγὴν τῆς κινήσεως’, ἥτις ἦν τὸ αὐτοκίνητον, καὶ ὅλως τὴν πρωτουρ- γὸν ἐν πᾶσιν ἰδίοτητα ποιητικὴν οὖσαν ἀρχὴν ἀλλ’ οὐ στοιχειώδη· ἐπάγει δὲ ὁ Ἀλέξανδρος καὶ ταῦτα· “ἢ οὐδὲ τὸ εἶδος φθείρεται· φθείρεται γὰρ τὸ γινόμενον· γίνεται δὲ οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος, ἀλλὰ τὸ συναμφότε- ρον· καὶ φθείρεται ἄρα τοῦτο. ὥστε αἱ ἀρχαὶ ἄφθαρτοι. ἀλλ’ οὐκ εἰ ἄφθαρτον, ἤδη καὶ ἀίδιον τὸ κατ’ ἀριθμὸν εἶδος· φθείρεται μὲν γὰρ τὸ συναμφότερον, ἡ δὲ φθορὰ αὐτοῦ κατὰ τὸ ἀποβάλλειν τὸ εἶδος.” ταῦτα δὲ δοκεῖ μὲν εἰρῆσθαι φυσικῶς ὑπὸ τοῦ Ἀλεξάνδρου. ἀπορίαν δὲ παρέχει, πῶς ὃ πρότερον μὴ ὂν ὕστερον ἔστιν, οὐκ ἄν λέγοιτο γίνεσθαι, καὶ ὃ πρό- τερον ὂν ὕστερον οὐκ ἔστιν, οὐκ ἂν λέγοιτο φθείρεσθαι. πῶς δὲ τὸ μὲν σύνθετον φθείρεσθαι λέγομεν, διότι ἀποβάλλει τὸ εἶδος οὐχὶ σῳζόμενον οὐδὲ ὑφιστάμενον μετὰ τὴν ἀποβολήν, ἀλλ’ εἰς τὸ μὴ ὂν ἀπιόν, 〈τὸ δὲ εἶδος〉 οὐ γάρ ἐστι χωριστὸν οὐδὲ τὸ εἶδος δι’ ὃ τὸ σύνθετον ἐφθάρη) οὐκ ἂν λέγοιτο φθαρτόν; πῶς δὲ εἰ ἄφθαρτον, οὐχὶ καὶ ἀίδιον; κάλλιον οὖν οἶμαι μὴ ὑπεραττικίζειν. ἀλλὰ καὶ τὸ εἶδος τὸ ἄτομον καὶ ἐν γενέσει φθαρτὸν λέγομεν καὶ τὸ σύνθετον κατὰ τὸ εἶδος. οὐ γὰρ ἀνάγκη τῶν φθαρτῶν τὰς στοιχειώδεις ἀρχὰς ἀφθάρτους ὑποτίθεσθαι οὐδὲ εὐλαβού- μενον τὸ εἶναί τινα εἰς τὸ μὴ ὂν φθειρόμενα τὰ νῦν μὲν ὄντα αὖθις δὲ μὴ ὄντα λέγειν ἄφθαρτα. οὐδὲ γὰρ ταῦτα εἰς τὸ μὴ ὂν ἁπλῶς φθείρεται, ἀλλ’ ἔστι τι ἄλλο πάντως εἶδος τὸ τὴν φθορὰν τοῦ φθειρομένου εἴδους διαδεχόμενον. 10 p. 191 a 23 Ὅτι δὲ μοναχῶς οὕτως λύεται καὶ ἡ τῶν ἀρχαίων ἀπορία λέγομεν μετὰ ταῦτα ἕως τοῦ ὑποκεῖσθαι γάρ τι δεῖ· Ὅτι καλῶς πρὸς τῇ ὕλῃ καὶ τὴν στέρησιν ἐν ταῖς ἀρχαῖς ἔθετο, δεί- κνυσιν ἐκ τοῦ τινὰς τῶν ἀρχαίων φιλοσόφων μὴ ἐννοήσαντας αὐτὴν ἀναι- ρεῖν τὴν γένεσιν καὶ τὴν φθορὰν ὑπὸ ἀπορίας τινὸς ἡττηθέντας καὶ ἄλλοις ἀτόποις περιπεσεῖν. πρώτους δὲ κατὰ φιλοσοφίαν λέγει οὐ μόνον τοὺς τῷ χρόνῳ προειληφότας, ἀλλὰ τοὺς πρώτως τὴν ἀλήθειαν ἐζητηκότας· οὐ περὶ πάντων δὲ λέγει νῦν, ἀλλὰ περὶ ἐκείνων ὅσοι γένεσιν ἀνῄρουν. διῄρηνται δὲ οὗτοι διχῇ, μᾶλλον δὲ τριχῇ. οἱ μὲν γὰρ αὐτῶν ἓν τὸ ὂν ἔλεγον καὶ ἀγένητον τοῦτο, οἱ δὲ πολλὰ μέν, ἐνυπάρχοντα δὲ ἐκκρίνεσθαι ἔλεγον, τὴν γένεσιν ἀναιροῦντες ὡς Ἀναξίμανδρος καὶ Ἀναξαγόρας, οἱ δὲ συγκρίσει καὶ διακρίσει τῶν πρώτων στοιχείων τὴν γένεσιν ἐποίουν, ὡς Δημόκριτος καὶ Ἐμπεδοκλῆς. οὐ γάρ ἐστι γένεσις, φησίν, ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων. Ἀνεῖλον δὲ οὗτοι τὴν γένεσίν φησιν ὑπό τινος συσχεθέντες ἀπορίας, ἣν διαλῦσαι οὐκ ἴσχυσαν. λύεται δὲ τῶν ἀρχῶν τῶν φυσικῶν τοιούτων ὑπο- τεθεισῶν, οἵας ἡμεῖς ὑπεθέμεθα. θεὶς δὲ πρῶτον τὴν ἀπορίαν, ὑφ’ ἧς ἀπωσθέντες τῆς ἐπὶ τὴν ἀλήθειαν ἀγούσης ὁδοῦ τὴν γένεσιν ἀνῄρουν, καὶ τὸ τῇ ἀπορίᾳ ἑπόμενον ἄτοπον, τότε τὴν λύσιν ἐπάγει. καὶ ἔστιν ἡ ἀπορία τοιαύτη· τὸ γινόμενον ἀνάγκη ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι· εἰ οὖν ἄμφω ἀδύνατα, οὐκ ἂν εἴη γένεσις· ὅτι δὲ ἄμφω ἀδύνατα, δῆλον· οὔτε γὰρ ἐξ ὄντος τὸ ὂν γίνεσθαι εἶναι γὰρ ἤδη τὸ ὂν πρὸ τοὐ γενέσθαι) οὔτε ἐκ μὴ ὄντος δεῖ γὰρ εἶναί τι τὸ ἐξ οὗ) καὶ ὅλως τὸ μὴ ὂν οὐδέν ἐστι. καὶ ἡ μὲν ἀπορία τοιαύτη. τὸ δὲ ἐφεξῆς συμβὰν ἐπάγει καὶ οὕτω δὴ τὸ ἐφεξῆς συμβαῖνον ἕως τοῦ ἐκεῖνοι μὲν ταύτην ἔλα- βον τὴν δόξαν διὰ τὰ εἰρημένα. ὑπὸ τῆς ἀπορίας ἡττηθέντες, ὡς δο- κοῦσί τινες, εἰς ἣν ἐξήγα|γεν τοῦ ὄντος καὶ μὴ ὄντος ἔννοια τὸ κυρίως ὂν καὶ κυρίως μὴ ὂν μόνον εἶναι καὶ μὴ εἶναι εἰδυῖα, καὶ ἐπὶ τὸ ἑξῆς συμβαίνειν δοκοῦν ἡ ἀπορία προῆλθε. τοῦτο δέ ἐστι τὸ ἓν εἶναι τὸ ὄν, ὥσπερ Μέλισσος καὶ Παρμενίδης ἔλεγον τὸ παρὰ τὸ ὂν οὐκ ὃν λέγοντες. εἰ γὰρ πολλὰ εἴη τὰ ὄντα, δῆλον ὅτι καὶ διαφέροντά ἐστιν ἀλλήλων καὶ ἔσονται παρὰ τὸ ὂν αἱ διαφοραί, εἰ δέ τι παρὰ τὸ ὂν εἴη, ἢ ὂν ἔσται ἢ οὐκ ὄν· ἀλλ’ οὔτε ὂν εἶναι τὸ παρὰ τὸ ὂν δυνατὸν οὔτε τὸ οὐκ ὂν εἶναι. ὡς ἀτοπώτερον δὲ τοῦ μὴ εἶναι γένεσιν τὸ ἓν εἶναι τὸ ὂν ἀπὸ τῆς ἀπο- ρίας καὶ τοῦτο αὐτοῖς ἐπελθὸν ἐπήγαγεν. p. 191 a34 — 191b 26 Ἡμεῖς δὲ λέγομεν ἕως τοῦ τὸ γὰρ ἐκ μὴ ὄντος εἴρηται ἡμῖν, τί σημαίνει, ὅτι ᾗ μὴ ὄν. Oi μὲν ἀρχαῖοι διὰ τὸ μήτε ἐξ ὄντος μήτε ἐκ μὴ ὄντος δύνασθαι γενέσθαι τὸ ὂν ἀνῄρουν τὴν γένεσιν. αὐτὸς δὲ τὴν ἀπορίαν λύει διωρι- σμένως δεικνὺς ὅτι ἀνάγκη τὸ γινόμενον ἐξ ὄντος καὶ μὴ ὄντος γίνεσθαι, τουτέστι τῆ μὲν ὄντος πῇ δὲ μὴ ὄντος. τοῦτο δὲ διχῶς δυνατὸν λέγειν. ἢ γὰρ τῷ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς διαφέρει ταῦτα ἡ τῷ δυνάμει καὶ ἐνεργείᾳ. οἱ μὲν οὖν λέγοντες μήτε ἐξ ὄντος μήτε ἐκ μὴ ὄντος δυνα- τὸν εἶναι γίνεσθαι, ὂν μὲν ἔλεγον τὸ αὐτὸ τῷ γινομένῳ ἤδη γάρ, φασίν, ἔστι τοῦτο), μὴ ὂν δὲ τὸ πάντῃ μὴ ὄν. εἶναι γὰρ δή φασι τὸ ἐξ οὗ. καὶ τῶ ὄντι οὕτως οὔτε ἐξ ὄντος οὔτ’ ἐκ μὴ ὄντος δυνατὸν γίνεσθαι τὸ γινόμενον. εἰ μέντοι τις τὴν στέρησιν μὴ ὂν οὖσαν ἐν ταῖς ἀρχαῖς ἐκ ταύτης λέγοι γίνεσθαι τὸ γινόμενον μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός οὐ γὰρ τῷ ἐνυπάρχειν, ἀλλὰ τῷ μὴ ἐνυπάρχειν τὴν στέρησιν ἐξ αὐτῆς γίνεται τὸ γινόμενον), οὕτως ἐκ τοῦ καθ’ αὑτὸ μὴ ὄντος οὐ καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκὸς λέγει γίνεσθαι ὄν. οὐ καθὸ οὖν ὃν ἡ ὕλη, γίνεται ἐξ αὐτῆς τὸ ὄν, ἀλλὰ κατὰ συμβεβηκός, διότι συμβέβηκεν αὐτῇ μὴ εἶναι τοῦτο τὸ ὂν ὃ γίνεται τῆς στερήσεως αὐτῇ τοῦ ὄντος ὃ γίνεται παρούσης. ὥστε οὔτε ἐξ ὄντος καθὸ ὂν οὔτε τὸ ὃν καθὸ ὂν γίνεται, ἀλλ’ ἐξ ὄντος κατὰ συμβεβηκός. καὶ ἐκ τοῦ τινὸς ὄντος τὸ τὶ ὄν. οὕτως οὖν οὐκ ἐξ ὄντος οὐδὲ ἐκ μὴ ὄντος καθ’ αὑτὸ ἡ γένεσις, ἀλλὰ κατὰ συμβεβηκὸς καὶ ἐκ τοῦ πῇ μὲν ὄντος πῇ δὲ μὴ ὄντος. ἡ γὰρ ὕλη ἔστι μέν, οὐκ ἐκεῖνο δὲ ὃ γίνεται. ὁ μέντοι Ἀριστοτέλης ἐπὶ τὰ σαφέστερα καὶ καθολικώτερα μεταγαγὼν τὸν λόγον, οὕτως λύει τὴν ἀπορίαν· τὸ γὰρ ἐξ ὄντος, φησί, γίνεσθαι ἴσον ἐστὶ τῷ τὸ ὂν γίνεσθαι καὶ τὸ ἐκ μὴ ὄντος γίνεσθαι τῷ τὸ μὴ ὂν γίνεσθαι. ταὐτὸν γάρ ἐστιν εἰπεῖν ἐξ ἀμούσου γίνεσθαι μουσικὸν καὶ ἄμουσον γίνεσθαι μουσικόν. εἶτα καθολικώτερον ἐπήνεγκεν, ἐν οἷς περιέχεται καὶ ταῦτα, τὸ ἢ τὸ ὂν ἢ τὸ μὴ ὂν ποιεῖν τι ἢ πάσχειν· κοινότερον γὰρ τὸ μὲν ποιεῖν τι ἢ πάσχειν τοῦ πάσχειν μόνου καὶ τὸ ὁτιοῦν τόδε γίνεσθαι κοινότερόν ἐστι τοὐ κυρίως γίνεσθαι· καὶ γὰρ τὸ λευκὸν γι- νόμενον καὶ περιπατοῦν καὶ ὁτιοῦν ἄλλο περιέχεται ἐν τούτῳ. ταῦτα οὖν, φησί, τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος ἢ τὸ ὂν ἢ τὸ μὴ ὂν γίνεσθαι ἢ ποιεῖν ἢ πάσχειν, ἅπερ ἐπὶ παραδείγματος ἐκτιθέμενος λέγει μηδὲν διαφέρειν τοῦ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ ἐξ ἰατροῦ εἶναί τι ἢ γίνεσθαι. ταῦτα οὖν διχῶς λέγεσθαί φησι, διότι τῶν πλεοναχῶς λεγομένων ἐστί. καὶ πρῶτον ἐπὶ τοῦ ἰατροῦ τὸ διττὸν δείκνυσιν, εἶθ’ οὕτως ἐπὶ τὸ μὴ ὂν καὶ τὸ ὂν μεταφέρει τὸν λόγον. ὁ γὰρ ἰατρὸς ποιεῖν τι λέγεται ἢ πάσχειν ἢ καθὸ ἰατρός ἐστιν ἢ κατὰ συμβεβηκός· καθὸ μὲν ἰατρὸς ποιεῖ ὅταν ἰατρεύῃ καὶ θεραπεύῃ, πάσχει δὲ καθὸ ἰατρὸς ὅταν ἀνίατρος γίνηται· κατὰ συμβε- βηκὸς δὲ ποιεῖ ὅταν οἰκοδομῇ, διότι τῷ ἰατρῷ συμβέβηκεν οἰκοδόμῳ εἶναι, πάσχει δὲ κατὰ συμβεβηκὸς ὅταν λευκὸς ἐκ μέλανος γίνηται, διότι τῷ ἰατρῷ συμβέβηκε τὸ μέλανι εἶναι. καὶ δῆλον ὅτι κυρίως ποιεῖν ἢ πάσχειν τὸν ἰατρὸν λέγομεν, ὅταν καθὸ ἰατρὸς ποιῇ τι ἢ πάσχῃ. οὕτως οὖν καὶ τὸ ἐκ μὴ ὄντος γίνεσθαί τι διχῶς λέγεται· ἢ γὰρ ἐκ μὴ ὄντος καθὸ μὴ ὂν ἢ ἐκ μὴ ὄντος κατὰ συμβεβηκός, ὅτι τῷ ἐξ οὗ γίνεται οἷον τῇ ὕλῃ συμβέβηκε τὸ μὴ ὄν, τουτέστιν ἡ στέρησις· οὐ γὰρ ἐκ παντός, ἀλλ’ ἐκ τοὐ μὴ τοιούτου πεφυκότος δὲ γίνεται τὸ γινόμενον. καὶ δῆλον ὅτι ὥσπερ ἐπὶ τοῦ ἰατροῦ κυρίως τότε λέγομεν τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν, ὅταν " καθὸ ἰατρὸς ποιῇ τι ἢ πάσχῃ, οὕτω καὶ ἐπὶ τοῦ μὴ ὄντος κυρίως τότε λέγομεν ἐκ μὴ ὄντος | γίνεσθαί τι, ὅταν ᾗ μὴ ὂν λαμβάνηται. οἱ οὖν ἀρ- 52v χαῖοι μονοτρόπως τὸ μὴ ὂν κατὰ τὸ κυρίως καὶ καθὸ μὴ ὂν λαβόντες καὶ μὴ διελόντες τό τε καθ’ αὑτὸ καὶ ἡ μὴ ὂν καὶ τὸ κατὰ συμβεβηκὸς ἀπέστησαν τοῦ γίνεσθαί τι ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος· καὶ διὰ τὴν ἄγνοιαν τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκὸς προσηγνόησαν καὶ ἄλλα, ὥστε μηδὲν οἴεσθαι γίνεσθαι, εἴπερ ἐκ μὴ ὄντος ἡ μὴ ὂν μηθὲν γίνεται· εἶναι γὰρ δεῖ τὸ ἐξ οὗ. δῆλον δὲ ὅτι οὐδὲ ἐξ ὄντος ᾗ ὄν· ἤδη γὰρ ἔστι. καὶ ἔτι μέντοι προσηγνόησαν τὸ μηδὲν εἶναι τῶν ἄλλων, ἀλλ’ ἓν εἶναι τὸ ὄν, εἴπερ μὴ γίνεταί τι ἐκ τοῦ ὄντος. ἡμεῖς δὲ τὸ μὲν ἁπλῶς ἐκ μὴ ὄντος, τουτέστι καθὸ μὴ ὄν, μὴ γίνεσθαί τι ὁμολογοῦμεν, κατὰ συμβεβηκὸς δὲ λέγομεν γίνεσθαι ἐκ μὴ ὄντος· ἐκ γὰρ τῆς ὕλης, καθόσον ἐνυπάρχει αὐτῇ στέρησις, ἥτις ἐστὶ καθ’ αὑτὸ μὴ ὄν, γίνεταί τι. ταύτην μὲν οὖν ἐγκρίνει τὴν ἐξήγησιν ὁ Ἀλέξανδρος τὴν τὸ μὴ ὂν διαιροῦσαν εἴς τε τὸ μὴ ὄν, τουτέστι τὸ κυρίως μὴ ὄν, καὶ εἰς τὸ κατὰ συμβεβηκός, προστίθησι δὲ καὶ ἄλλην. “δύναται γάρ, φησί, τὶς καὶ ἐκ τῶν λεγομένων ἀκούειν, ὅτι καὶ τὸ μὴ ὂν μοναχῶς λέγεται κατὰ τὸ κυρίως καὶ ᾗ μὴ ὄν. ἀλλὰ τὸ ἐκ τούτου γίνεσθαι διχῶς δυνατὸν λέγειν· ἢ γὰρ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός· καὶ γὰρ ἡμεῖς ἐκ τῆς στερήσεως, ἥτις ἐστὶ καθ’ αὑτὸ μὴ ὄν, λέγομεν γίνεσθαι, ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ διὰ τὸ ἐνυπάρχειν αὐτὴν τῷ γινομένῳ, ἀλλὰ διὰ τὸ μὴ ἐνυπάρχειν. ἐξ ὧν δὲ καθ’ αὑτὸ γίνεταί τι, ταῦτα ἐνυπάρχειν τῷ γινομένῳ’’. καὶ δῆλον ὅτι κἄν καθ’ αὑτὸ λέγηται μὴ ὂν ἡ στέρησις, ἀλλ’ ἔχει τὴν ὁποιανοῦν ὑπόστασιν. εἰ γὰρ τὸ μηδαμῇ μηδαμῶς ἦν, οὐκ ἄν οὐδὲ κατὰ συμβεβη- κός τι ἐγένετο ἐξ αὐτῆς. ὥστε καὶ τὸ ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γί- νεσθαι μὲν μηθὲν ἀπλῶς ἐκ μὴ ὄντος διχῶς ἀκουστέον· ἢ γὰρ μηδὲν ἐκ τοὐ ἀπλῶς μὴ ὄντος γίνεσθαι ἢ μηθὲν κυρίως καὶ ἀπλῶς γίνεσθαι ἐκ μὴ ὄντος. κυρίως γὰρ καὶ ἀπλῶς ἔκ τινος γίνεται τὸ ἐξ ὑπο- μένοντος γινόμενον. οὕτως δὲ ἐκεῖνοι ᾤοντο ὀφείλειν γίνεσθαι τὸ ἐκ μὴ ὄντος καὶ ἐνυπάρχοντος τῷ γινομένῳ. τοῦτο δὲ ἀδύνατον. ὅτι δὲ καὶ Πλάτων’ διττὸν οἶδε τοῦ μὴ ὄντος τὸ σημαινόμενον πρὸ τοῦ Ἀριστοτέλους δηλοῖ τὰ ἐν τῷ Σοφιστῇ δεδειγμένα, οἷς ἐπήγαγε ἰτὴν γὰρ θατέρου φύσιν ἀποδείξαντες οὖσάν τε καὶ κατακεκερματισμένην ἐπὶ πάντα τὰ ὄντα πρὸς ἄλληλα, τὸ πρὸς τὸ ὃν ἕκαστον μόριον αὐτῆς ἀντιτιθέμενον ἐτολμήσαμεν εἰπεῖν, ὡς αὐτὸ τοῦτό ἐστιν ὄντως τὸ μὴ ὄν. Καὶ παντάπασι μὲν ἔδοξε τἀληθέστατά μοι δοκοῦμεν εἰρηκέναι. Μῆ τοίνυν ἡμᾶς εἴπῃ, ὅτι τὸ ἐν- ἀντίον τοῦ ὄντος τὸ μὴ ὂν ἀποφαινόμενοι τολμῶμεν λέγειν ὡς ἔστιν. ἡμεῖς γὰρ περὶ μὲν ἐναντίου τινὸς αὐτῷ χαίρειν πάλαι λέγομεν εἴτε ἔστιν εἴτε μή, λόγον ἔχον ἢ καὶ παντάπασιν ἄλογον· ὃ δὲ νῦν εἰρήκαμεν εἶναι τὸ μὴ ὂν, ἢ πεισάτω τις ὡς οὐ καλῶς λέγομεν ἐλέγξας ἢ μέχριπερ ἄν ἀδυνατῇ, λεκτέον καὶ ἐκείνῳ καθάπερ ἡμεῖς λέγομεν.” καὶ ἔστι μὲν καὶ τὸ ὑπὸ τοῦ Πλάτωνος διωρισμένον, πῇ μὲν ὂν πῇ δὲ μὴ ὂν καὶ καθ’ αὑτὸ μὲν μὴ ὄν, κατὰ συμβεβηκὸς δὲ ὄν, ὅτι τῷ ὄντι συμβέβηκε. πλὴν διαφέρει τὸ κατὰ ἑτερότητα μὴ ὂν τοῦ κατὰ στέρησιν, καθόσον τὸ μὲν εἰδῶν ἐστι πρὸς ἄλληλα, τὸ δὲ καὶ τῇ ὕλῃ συνυπάρχει. ‘Ωσαύτως δὲ οὐδὲ ἐξ ὄντος, φησίν, οὐδὲ τὸ ὂν καθὸ ὂν δυνα- τὸν γίνεσθαι ἤδη γὰρ ἔσται πρὶν γενέσθαι τὸ ὄν), ἐξ ὄντος μέντοι κατὰ συμβεβηκὸς οὐδὲν κωλύει γίνεσθαι καὶ τὸ τὶ ὄν. ὡς γὰρ ὁ λέγων ἐκ ζῴου ζῷον γίνεσθαι, οὐ τοῦτο λέγει ὅτι ᾗ ζῷον· οὐδὲ γὰρ τὸ ζῷον καθὸ ζῷον μεταβάλλον εἰς ζῷον ἄν μεταβάλλοι. ἀλλ’ οὐδὲ τὸ γινόμενον ζῷον, ἐὰν καθὸ ζῷον γίνηται, ἐκ ζῴου ἄν γίνοιτο, ἀλλ’ ᾗ ἐκ σπέρματος. εἰ δὲ καθὸ τὶ ζῷον καὶ ἐκ ζώου, ᾧ συμβέβηκε ζῴῳ εἶναι, μεταβάλλοντος γίνεταί τι, ᾧ καὶ αὐτῷ τὸ ζῴῳ εἶναι ὑπάρχει, τοῦτο δὲ κατὰ συμβεβηκός ἐστιν ἐκ ζῴου ζῷον γίνεσθαι. οὐ γὰρ καθὸ ζῷον μεταβάλλον εἰς ζῷον ᾗ ζῷον μεταβάλλει, ἀλλὰ καθὸ τὶ ζῷον εἰς ἄλλο τι ζῷον ποιεῖται τὴν μεταβολήν· οἷον εἰ κύων ἐξ ἵππου γίνοιτο ἢ μᾶλλον σφῆκες ἐξ ἵππου ἢ μέλισσαι ἐκ ταύρου ἵπποι γὰρ σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν), λέγοιτο μὲν ἄν ζῷον ἐκ ζῴου γίνεσθαι, οὐ μὴν καθὸ ζῷον, ἀλλὰ κατὰ συμβεβηκός. ἐκ γὰρ ἄλλου τινὸς ζῴου ἄλλο τι ζῷον, ὃ μὴ ἔστι, μεταβάλλοντος γίνεται. ἀμφοτέροις δὲ τῷ τε μεταβάλλοντι καὶ τῷ γινομένῳ ὑπάρχει τὸ ζῴοις εἶναι, ὥστε κατὰ συμβεβηκὸς ζῷον ἐκ ζῴου. οὐ γὰρ περὶ τοῦ ποιητικοῦ αἰτίου, ἀλλὰ περὶ τοῦ ὑλικοῦ ὁ λόγος, ἐφ’ οὗ οὐχ οἷόν τε ἵππον εἶναι τὴν ἵππου ὕλην. ὅταν μέντοι ἐκ σπέρματος γίνηται ζῷον, οὐκέτι κατὰ συμβε- βηκὸς ἐκ ζῴου γίνεται, ἀλλ’ ἐκ μὴ ζῴου μόνον. οὕτως οὖν καὶ εἴ τι ὂν μὴ κατὰ συμβεβηκός, ἀλλὰ καθ’ αὑτὸ γίνοιτο, ἐξ οὐκ ὄντος ἂν γίνοιτο. Γράφεται δὲ καὶ οὕτως· οἷον εἰ κύων ἢ ἵππος. κἄν γὰρ ἔκ τινος ζῴου τὶ ζῷον γίνοιτο, οἷον εἰ κύων ἐκ κυνὸς ἢ ἵππος ἐξ ἵππου, οὐχ ᾗ κύων οὐδὲ ᾗ ἵππος γίνεται, ἀλλ’ ᾗ τὶς κύων καὶ τὶς ἵππος· εἰ δὲ καθὸ ζῶόν τι ἔμελλε γίνεσθαι καὶ μὴ κατὰ συμβεβηκός, οὐκ ἐκ ζῴου ἄν ἐγέ- " νετο, ἀλλ’ ἐκ μὴ ζῴου οἷον ἐκ σπέρματος, καὶ ᾗ σῶμα οὐκ ἐκ σώματος, ἀλλ’ ἐξ ἀσωμάτου. οὕτως δὲ καὶ εἴ τι ὂν γίνοιτο μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτό, οὐκ ἐξ ὄντος ἄν γίνοιτο, οὐ μέντοι οὐδὲ ἐκ μὴ ὄντος καθὸ μὴ ὄν, ἤδη γὰρ τοῦτο δέδεικται. εἰ οὖν τὸ ὂν ἡ ὃν οὔτε ἐξ ὄντος γίνεται οὔτε ἐκ μὴ ὄντος, τὸ ὂν ᾗ ὂν οὐ γίνεται ὅλως, οὐδὲ αἱ γενέσεις τῶν γενητῶν ᾗ ὄντα ἐστίν, ἀλλ’ ᾗ πῦρ καὶ ᾗ ἀήρ· μήποτε οὖν οὕτως ἔλεγον καὶ οἱ ἀρχαῖοι μηδὲν τῶν ὄντων ἡ ὂν γίνεσθαι μηδὲ | ἀπόλλυσθαι. τὰ γὰρ ὄντα τὰ εἴδη ἐστίν, οἷον ἄνθρωπος λευκόν· οὐδὲν δὲ τούτων γί- νεται οὐδὲ ἀπόλλυται, ἀλλὰ τὰ ἄτομα. p. 191b26 Ἔτι δὲ καὶ τὸ εἶναι ἅπαν ἢ μὴ εἶναι οὐκ ἀναιροῦμεν. Ἐπειδὴ τὸ γινόμενον ἐδείχθη μήτε ἐξ ὄντος ἁπλῶς μήτε ἐκ μὴ ὄντος γινόμενον, ἀλλ’ ἐκ τοῦ ὄντος ἅμα καὶ μὴ ὄντος, πάντως ἦν ἐφιστάνειν, πῶς τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι λέγοντες, ἐξ οὗ λέγομεν γίνεσθαι τὸ γινόμενον, οὐκ ἀναιροῦμεν τὸ τῆς ἀντιφάσεως ἀξίωμα, ἢ πῶς λέγοντες ἔκ τινος γίνεσθαι τὸ γινόμενον οὐκ ἀναγκαζόμεθα ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος αὐτὸ λέγειν γίνεσθαι. λέγει οὖν ὅτι οὐκ ἀναιροῦμεν. οὐ γὰρ κατὰ τὸ αὐτὸ εἶναί τι καὶ μὴ εἶναι λέγομεν, ἀλλ’ ἐκ τοῦ καθ’ αὑτὸ μὲν ὄντος, κατὰ συμβεβηκὸς δὲ μὴ ὄντος τὴν γένεσίν φαμεν· τοιοῦτον γὰρ ἡ ὕλη. δυνατὸν δὲ τὸ οὐκ ἀναιροῦμεν τὸ εἶναι ἅπαν ἢ μὴ εἶναι εἰπεῖν δηλοῦντα, ὅτι τὴν μὲν διαίρεσιν οὐδὲ ἡμεῖς ἀθετοῦμεν τὴν λέγουσαν τὸ γινόμενον πᾶν ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι ἴσμεν γὰρ ὅτι ἐπὶ παν- τὸς ἀληθὲς ἢ τὸ εἶναι ἢ τὸ μὴ εἶναι), ἀλλὰ καὶ τηροῦντες τοῦτο σῴζομεν ἅμα γένεσιν καὶ φθορὰν τῷ καθ’ αὑτὸ καὶ τῷ κατὰ συμβεβηκὸς διελόντες τὸ ὂν καὶ τὸ μὴ ὄν. καὶ οὕτως μὲν καθ’ ἕνα τρόπον ἡ ἀπορία λυθήσε- ται· τὸν δὲ ἕτερον ἐφεξῆς ἐπάγει. p. 191b27 Ἄλλος δὲ ὅτι ἐνδέχεται ταὐτὰ λέγειν ἕως τοῦ τοῦτο δὲ ἐν ἄλλοις διώρισται δι’ ἀκριβείας μᾶλλον. Eἰπὼν πρὸ ὀλίγου ὅτι “τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι ἕνα μὲν τρόπον οὐδὲν διαφέρει ἢ τὸ τὸν ἰατρὸν ποιεῖν τι ἡ πάσχειν,’’ ὅπερ διχῶς λέγεται ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, καὶ συμπερανάμενος διὰ τοῦ “εἷς μὲν τρόπος οὗτος” ἐστὶ τῆς λύσεως, ἐπάγει λοιπὸν τὸν ἄλλον. οὗτος δέ ἐστιν ὅτι τὸ ὂν ἐνδέχεται δυνάμει καὶ ἐνεργείᾳ λέγειν, ὁμοίως δὲ καὶ τὸ μὴ ὄν. ὅταν οὖν εἴπωμεν ‘τὸ γινόμενον ἐξ ὄντος γίνεται’, ἐκ τοῦ δυνά- μει ὄντος φαμὲν τὸ ἐνεργείᾳ γίνεσθαι· οὐ γὰρ δὴ ἐκ τοῦ ἐνεργείᾳ· ἤδη γάρ ἐστι τοῦτο. ἀνάπαλιν δὲ καὶ ὅταν λέγωμεν ἐκ τοῦ μὴ ὄντος, οὕτως λέγομεν ὡς ἐκ τοῦ ἐνεργείᾳ μὴ ὄντος, ὅπερ δυνάμει εἶναι οὐ κωλύεται. ἐκ μὲν γὰρ τοὐ δυνάμει μὴ ὄντος ὡς ἐκ στοιχείου οὐδὲν ἂν γένοιτο. δεῖ γὰρ πεφυκέναι τὸ ἐξ οὗ γίνεται τὸ γινόμενον. ἐκ δὲ τοὐ δυνάμει μὲν ὄν- τος ἐνεργείᾳ δὲ μὴ ὄντος τὰ γινόμενα γίνεται. λύεται οὖν οὕτως ἡ τῶν ἀρχαίων ἀπορία ἡ μήτε ἐξ ὄντος μήτε ἐκ μὴ ὄντος γίνεσθαί τι συναναγκά- ζουσα. γίνεται γὰρ ἐκ τοῦ δυνάμει μὲν ὄντος ἐνεργείᾳ δὲ μὴ ὄντος· ἡ γὰρ ὕλη δυνάμει μέν ἐστιν ὅπερ γίνεται, ἐνεργείᾳ δὲ οὕ. καὶ εἴληπται μὲν ἀπὸ τῆς ὕλης οὗτος ὁ διορισμός· αὕτη γάρ ἐστιν ἡ δυνάμει μὲν οὖσα, ἐνεργείᾳ δὲ μὴ οὖσα τοῦτο ὅπερ γίνεται. αἰτία δὲ τῆ ὕλῃ τῆς τοιαύτης γύσεώς ἐστιν ἡ στέρησις ἀπουσία οὖσα ἐν τῷ πεφυκότι καὶ διὰ μὲν τὸ ἀπουσία εἶναι ποιεῖ μὴ εἶναι ἐνεργείᾳ, διὰ δὲ τὸ ἐν τῷ πεφυκότι τὸ δυνάμει εἶναι παρέχεται. διώρισται δὲ περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ τελεώτερον ἐν τῷ Θ τῶν Μετὰ τὰ φυσικά. p. 191b30 Ὥστε (ὅπερ ἐλέγομεν) αἱ ἀπορίαι λύονται, δι’ ἃς ἀναγκαζόμενοι ἀναιροῦσι τῶν εἰρημένων ἔνια. ‘Ο μὲν Ἀλέξανδρος τουτὶ τὸ ῥησείδιον ἀνεξήγητον οἶμαι καταλέλοιπεν, ὁ δὲ μέγας Συριανὸς τῶν εἰρημένων ἔνια ἀναιρεῖν φησιν αὐτοὺς διὰ τὴν ἀπορίαν, ἐπειδὴ γένεσιν ἀναιροῦντες δι’ αὐτὴν καὶ τὴν ὕλην καὶ τὴν στέρησιν συναναιροῦσιν, ἅπερ ἔνια τῶν εἰρημένων ἀρχῶν ἐστι. διὰ γὰρ τὴν ἀπορίαν ἀναιροῦντες τὴν γένεσιν προυπάρχειν λέγουσι τὰ ὄντα ἢ τὸ ὂν ἓν εἶναι. καὶ διὰ τοῦτο μήτε ὕλην εἶναι μήτε στέρησιν, ἐξ ὧν ἄν γέ- νοιτο τὰ γινόμενα. καὶ ὅτι ταῦτα λέγει τῶν εἰρημένων ἔνια δηλοῖ καὶ τὰ ἑξῆς ἐπαγόμενα. δυνατὸν δὲ ἴσως τῶν εἰρημένων ἔνια μὴ τῶν ἀρ- χῶν ἀκούειν καὶ γὰρ καὶ τὸ εἶδος ἀναιροῦσιν οἱ οὕτως λέγοντες τὸ μετα- βαλλόμενον, ὥστε οὐκ ἔνια τῶν ἀρχῶν) ἀλλὰ τῶν περὶ φύσεως εἰρημένων, ὧν ἡ γένεσις καὶ ἡ φθορά. ταύτας γὰρ προσεχῶς ἀναιρεῖν ἐδόκουν ὑπὸ τῆς ἀπορίας συμποδιζόμενοι τῆς λεγούσης ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνε- σθαι τὸ γινόμενον καὶ ἑκάτερον ἀδύνατον δεικνύσης. ἀλλ’ ἡ στέρησις ἐπινοηθεῖσα καὶ τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς καὶ δυνάμει καὶ ἐνεργείᾳ τὴν ἀπορίαν ταύτην διέλυσαν καὶ χώραν τῇ γενέσει καὶ τῇ φθορᾷ δεδώκασιν, ἅπερ ἀνῄρουν ἐκεῖνοι. δηλοῖ δὲ ταῦτα καὶ τὰ ἐφετῆς εἰρημένα. p. 191 b 33 Αὕτη γὰρ ἄν ὀφθεῖσα ἡ φύσις ἅπασαν ἔλυσεν αὐτῶν τὴν ἄγνοιαν. “Τὴν στέρησίν φησιν ὀφθεῖσαν πάσης τῆς κατὰ τὸν λόγον ἀπορίας λύσιν ἔχειν. εἰ γὰρ τὸ κατὰ συμβεβηκὸς ὃν καὶ μὴ ὂν διὰ τὴν στέρησιν κατὰ συμβεβηκὸς μὲν γὰρ ὂν ἡ στέρησις, διότι συμβέβηκε τῷ ὄντι, κτὰ συμβεβηκὸς δὲ αὖ πάλιν μὴ ὂν ἡ ὕλη, διότι συμβέβηκεν αὐτῇ ἡ στέρησις οὖσα μὴ ὂν καθ’ αὑτὴν καὶ τὸ δυνάμει δὲ ὂν διὰ τὴν στέρησιν), τούτοις διέλυσε τοῖς δύο τὴν ἀπορίαν’’. οὕτως μὲν ὁ Ἀλέξανδρος ἐξηγήσατο. μή- ποτε δὲ αὕτη ὀφθεῖσα ἡ φύσις εἶπεν οὐχὶ ἡ τῆς στερήσεως μόνον, ἀλλὰ καὶ ἡ τῆς ὕλης τοῦτο γὰρ καὶ αὐτὸς ὁ Ἀλέξανδρος προιὼν ἐφιστά- νει) καὶ μέντοι καὶ ἐκείνη, περὶ ἧς ἔλεγε προσεχῶς, ἥ τε τοῦ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς καὶ ἡ τοῦ δυνάμει καὶ ἐνεργείᾳ. p. 191b35 Ἡμμένοι μὲν οὖν καὶ ἕτεροί τινές εἰσιν αὐτῆς ἀλλ’ οὐχ ἱκανῶς ἕως τοῦ ᾗ Παρμενίδην ὀρθῶς λέγειν. Εἴτε ἡ τῆς στερήσεως φύσις ἐστὶ καὶ τῆς ὕλης, ἥτις ὀφθεῖσα πᾶσαν ἄν διέλυσεν ἀπορίαν εἴτε ἡ τοῦ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς καὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ εἴτε ἡ συναμφότερος διὰ γὰρ τὴν ἑτέραν ἡ ἑτέρα), ταύτης, φησί, τῆς φύσεως οἱ μὲν οὐδὲ ὅλως ἐφήψαντο, ὅσοι τὸ ὃν ἓν ποιοῦσιν ἢ ὅσοι πάντα | ἐνεργείᾳ προυπάρχειν λέγουσι καὶ ἁπλῶς ὅσοι γένεσιν ἀναιροῦσι, τινὲς δὲ αὐτῆς ἥψαντο μὲν ἀλλ’ οὐχ ἱκανῶς. καὶ δοκεῖ ταῦτα πρὸς Πλάτωνα ἀποτεινόμενος λέγειν· αὐτὸς γὰρ ἐν Τιμαίῳ λέγων μηδὲν τῶν ὄντων ἐνεργεία τὴν ὕλην εἶναι, ἐν οἷς φησιν ὅτι τὸ τοῖς εἴδεσιν ὑποκείμενον οὐκ ἄν εἴη “παρεσκευασμένον εὖ πλὴν ἄμορφον ὃν ἐκείνων πασῶν τῶν ἰδεῶν, ὅσας μέλλει δέχεσθαί ποθεν’’, ἐφάψασθαί πὼς δοκεῖ καὶ τῆς ὕλης καὶ τῆς στερήσεως· τὸ γὰρ πεφυκὸς μὲν δέχεσθαι καὶ μή, μὴ ἔχον δέ, ἐστερῆσθαι ἄν λέγοιτο δικαίως. καὶ τὸ δυνάμει δὲ καὶ ἐνεργείᾳ καὶ τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς πρῶτος φαίνεται διορίσας ὁ Πλάτων’ καὶ τὸ πῇ μὲν ὂν πῇ δὲ μὴ ὄν, ὡς εἴρηται πρότερον. καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων ὁ Πλάτων τὰ πολλαχῶς λεγόμενα διεστείλατο, ὡς καὶ ὁ Εὔδημος ἐν τοῖς Φυσικοῖς μαρτυρεῖ λέγων “Πλάτων τε γὰρ εἰσάγων τὸ δισσὸν πολλὰς ἀπορίας ἔλυσεν ἐπὶ τῶν πραγμάτων’’. διὰ ταῦτα μὲν οὖν ἡμμένος ἄν εἴη καὶ ὁ Πλάτων’ τῆς τοιαύτης φύσεως. οὐχ ἱκανῶς δὲ αὐτῆς ἧφθαι δοκεῖ κατὰ δύο τρόπους ὧν ὁ ἕτερος, καθὸ ἀποδέχεται Παρμενί- δην ἓν τὸ ὂν λέγοντα. κατὰ τοῦτο γὰρ ἐκ τοῦ ἀπλῶς μὴ ὄντος καὶ ῇ μὴ ὂν τὴν γένεσιν ποιεῖ. οὐ γὰρ οἷόν τέ ἐστιν ἑνὸς ὄντος τοῦ ὄντος ἄλλο τι εἶναι καθ’ αὑτὸ μὲν ὄν, κατὰ συμβεβηκὸς δὲ μὴ ὄν, καὶ δυνάμει μὲν ὄν, ἐνεργείᾳ δὲ μὴ ὄν, ἐξ οὗ ἔσται τὰ γινόμενα. πᾶν γὰρ ὃ μὴ ἐκεῖνό ἐστιν ἀπλῶς οὐκ ἔστι. τὸ γὰρ παρὰ τὸ ὂν οὐκ ὄν· τὸ δὲ οὐκ ὂν οὐδέν· μόνον δὲ ἐκεῖνο ὄν, ὥστε ἐπαινέσας Παρμενίδην ὡς ἓν τὸ ὂν εἰπόντα ἐκ τοὐ ἀπλῶς μὴ ὄντος φαίνεται ποιῶν αὐτὸς τὴν γένεσιν. Καὶ οὕτως μὲν σχεδόν τι πάντες οἱ ἐξηγηταὶ τὴν λέξιν ἐξηγήσαντο, ὡς τοῦ Πλάτωνος ἀποδεχομένου Παρμενίδην ἓν τὸ ὃν λέγοντα. καὶ θαυ- μαζῶ τοῦτο· σαφῶς γὰρ ἐν Σοφιστῇ πρὸς τὸν Παρμενίδου λόγον ὑπήντησε διὰ πολλῶν ἐπιχειρημάτων τὸν ἓν τὸ ὂν λέγοντα καὶ τὰ μὲν ἐπιχειρήματα πρότερον ἐν τοῖς πρὸς Παρμενίδην λόγοις παραγέγραπται, τὸ δὲ συμπέρασμα αὐτῶν ὑπομνήσεως ἕνεκεν ἐκκείσθω καὶ νῦν ἔχον οὕτως· “καὶ τοίνυν ἄλλα μυρία ἀπεράντους ἀπορίας ἕκαστον εἰληφὸς φανεῖται τῷ τὸ ὂν εἴτε δύο τινὲ εἴτε ἓν μόνον εἶναι λέγοντι.” οὐ μέντοι οὐδὲ ὁ Ἀριστοτέλης εἶπεν ὅτι ὁμολογοῦσιν ἁπλῶς γίνεσθαι ἐκ μὴ ὄντος, καθὸ Παρμενίδην ὀρθῶς λέγειν ὁμολογοῦσι. μήποτε οὖν ἐκείνῳ μᾶλλον ἐπισκήπτει τῷ δέ- χεσθαι τὴν ἐλάττον τοῦ Παρμενίδου πρότασιν τὴν λέγουσαν τὸ παρὰ τὸ ὂν οὐκ ὂν καὶ ταύτῃ τὸ μὴ ὂν εἶναι συγχωρεῖν. τὸ γὰρ ἕτερον τοῦ καλοῦ παρὰ τὸ καλὸν ὂν οὐ καλὸν εἶναί φησι καὶ τὸ ἕτερον τοῦ μεγάλου παρὰ τὸ μέγα ὂν οὐ μέγα εἶναι λέγει καὶ ἄλλα τοιαῦτα προσθεὶς ἐπάγει· “ού- κοῦν, ὡς ἔοικεν, ἡ τῆς θατέρου μορίου φύσεως καὶ τῆς τοῦ ὄντος πρὸς ἄλληλα ἀντικειμένων ἀντίθεσις οὐθὲν ἧττον, εἰ θέμις εἰπεῖν, αὐτοῦ τοῦ ὄντος οὖσά ἐστιν, οὐκ ἐναντίον ἐκείνῳ σημαίνουσα, ἀλλὰ τοσοῦτον μόνον ἕτερον ἐκείνου; Σαφέστατά γε. τίνα οὖν αὐτὴν προσείπωμεν; Δῆλον ὅτι τὸ μὴ ὄν, ὃ διὰ τὸν σοφιστὴν ἐζητοῦμεν, αὐτό ἐστι τοῦτο’’. δῆλον δὲ ὅτι ὁ μὲν Παρμενίδης εἰς τὸ ἀπλῶς μὴ ὂν ἀποβλέπων ἀνῄρει τὸ μὴ ὂν λέγων· οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ὄντα ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα. ὁ μέντοι Πλάτων’ πρὸς τὸ κατὰ ἑτερότητα μὴ ὂν βλέπων τῇ ἐλάττονι προτάσει συνεχώρει, πρὸς δὲ τὴν μείζονα ἐνίστατο τὴν τὸ οὐκ ὂν εἶναι λέγουσαν οὐδέν. ἀλλ’ εἰ καὶ τοῦτο οὕτως ἔχοι, οὐκ ἄν ἐνεκάλει τῷ Πλά- τωνι νῦν Ἀριστοτέλης ὡς ἐκ τοῦ παντελῶς μὴ ὄντος τὴν γένεσιν λέγοντι, ἐπειδὴ Παρμενίδην ὀρθῶς λέγειν ὁμολογεῖ. οὔτε γὰρ ὁ Πλάτων’ τὸ παντελῶς μὴ ὂν εἶναι συγχωρεῖ οὔτε πολλῷ μᾶλλον ὁ Παρμενίδης. μή- ποτε δὲ καὶ βιαζόμεθα λέγοντες, ὅτι Πλάτων’ ἀποδέχεται Παρμενίδην τὸ μὴ ὂν εἶναι λέγοντα. κἄν γὰρ συγχωρῇ τῇ ἐλάττονι προτάσει τῇ λεγούσῃ τὸ παρὰ τὸ ὃν οὐκ ὄν, ἀλλ’ οὐχ ὡς Παρμενίδου τὸ μὴ ὂν τιθέντος· ἐπάγει γὰρ ἐκεῖνος τὸ μὴ ὂν οὐδέν. καὶ ὅλως ἐν Σοφιστῇ ὡς πρὸς Παρ- μενίδην ἀντιλέγων ἀδιορίστως ἀναιροῦντα τὸ μὴ ὄν, αὐτὸς εἰσάγει τὸ μὴ ὄν. ἵνα οὖν καὶ οἱ ἐξηγηταὶ μὴ παρὰ θύρας ἐξηγῶνται, τάχα λέγωμεν ὅτι πρὸς τὰ ἐν τῷ διαλόγῳ τῷ Παρμενίδῃ παρὰ τοὐ Πλάτωνος εἰρημένα ἀπε- τείνατο νῦν ὁ Ἀριστοτέλης, ἐν οἷς τὸ ἓν ὂν ὑποτιθέμενον τὸν Παρμενίδην καὶ ἀποδεικνύντα θαυμάζειν ἔοικεν ὁ Πλάτων’. δῆλον δὲ ὅτι καὶ πολλὰ δείκνυσι τὸ ἓν ὃν ἐκεῖνο κατ’ ἄλλην καὶ ἄλλην αὐτὸ τάξιν θεωρῶν. ταῦτα μὲν οὖν ὑπὸ ἀπορίας ἐγὼ περιφερόμενος γέγραφα· εἰ δέ τις προσφυέστερον ἀπολογίζοιτο, πῶς ἐκ τοῦ μὴ ὄντος λέγει τὴν γένεσιν ὁ Πλάτων’, διότι Παρμενίδην ὀρθῶς λέγειν ὁμολογεῖ, φίλος ὢν οὗτος ἀλλ’ οὐκ ἐχθρὸς κρατεῖ· p. 192a1 εἶτα φαίνεται αὐτοῖς, εἴπερ ἐστὶν ἀριθμῷ μία, καὶ δυνάμει μίαν εἶναι μόνον. τοῦτο δὲ διαφέρει πλεῖστον. Ἕνα τρόπον εἰπών, καθ’ ὃν καὶ οἱ ἁψάμενοι τῆς εἰρημένης φύσεως οὐχ ἱκανῶς ἥψαντο, τὸν ἕτερον ἐπάγει. λέγει δὲ νῦν ὁ Ἀλέξανδρος ὅτι “ἐκ τῶν νῦν εἰρημένων δῆλον γέγονεν, ὡς καὶ τὸ ἡμμένοι μὲν οὖν καὶ ἕτεροί τινές εἰσιν αὐτῆς, ἐπὶ τῆς ὕλης εἴρηκεν οὐ τῆς στερήσεως· περὶ γὰρ τῆς ὕλης λέγει τὸ φαίνεται αὐτοῖς ὡς τῷ ἀριθμῷ μία, οὕτω δὲ καὶ τῇ δυνάμει· οὐ γὰρ ἡ στέρησις ἀριθμῷ μία. ἤ, φησί, τὸ μὲν πρῶ- ’τον εἰρημένον τὸ ἡμμένοι μὲν οὖν καὶ ἕτεροί τινές εἰσιν αὐτῆς ἐπὶ τῆς στερήσεως εἴρηται, τὸ δὲ νῦν λεγόμενον ἐπὶ τῆς ὕλης ἣν ἐν τῇ οἰκείᾳ φύσει τὴν στέρησιν ἔχειν ὑπολαμβάνουσι. διὸ καὶ ὥσπερ ἀριθμῷ ἓν τὸ συναμφότερον, οὕτω οὕτω δὲ καὶ τῶ λόγῳ καὶ τῇ δυνάμει ἓν ἐδόκει αὐτοῖς καὶ οὐ διωρισμένα τῷ λόγῳ, ὥσπερ ἡμεῖς τὴν ὕλην καὶ τὴν στέρησιν ἕτερα τῷ λόγῳ φαμέν.” ῥητέον δὲ πρὸς τὸν Ἀλέξανδρον, ὅτι ἄμεινον καὶ πρότερον καὶ νῦν περὶ τῆς ὑποκειμένης ἀκούειν φύσεως, ἐξ ἧς ἡ γένε- σις, ἥτις ἐστὶν ἡ ὕλη μετὰ τῆς στερήσεως. ὅτι γὰρ περὶ τῆς αὐτῆς καὶ τὰ πρότερα λέγει καὶ τὰ νῦν, δηλοῖ ἡ τῶν λεγομένων συνέχεια. καὶ μέν- τοι ἀριθμῷ μὲν ἓν λόγῳ δὲ δύο οὐκ ἄν εἴη καθ’ αὑτὴν ἡ ὕλη, ἀλλ’ ἢ μετὰ τῆς στερήσεως. εἰ δὲ πρὸς Πλάτωνα ἀποτεινόμενος ὁ Ἀριστοτέλης λέγει τὸ μὴ διορίζειν τῷ λόγῳ τὴν ὕλην καὶ τὴν στέρησιν, διὰ τοῦτο λέγει, ὅτι ὁ Πλάτων’ δύο τὰ στοιχεῖα παραδίδωσι, τὴν ὕλην καὶ τὸ εἶδος, προ- τάξας τῶν δύο τὸ ἐξῃρημένον καὶ παραδειγματικὸν ἅμα καὶ ποιητικὸν αἴτιον. λέγει γὰρ ἐν τῷ Τιμαίῳ ταυτί· “τούτων δὲ οὕτως ἐχόντων ὁμο- λογητέον ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον, ἀγένητον καὶ ἀνώλεθρον, οὔτε αὐτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν. ἀόρα- τον δὲ καὶ ἄλλως ἀναίσθητον τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν· τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον αἰσθητὸν πεφορημένον ἀεὶ γινό- μενόν τε ἐν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετ’ αἰσθή- σεως περιληπτόν· τρίτον δὲ αὖ γένος ὃν τὸ τῆς χώρας ἀεὶ φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ παρέχον ὅσα ἔχει γενέσθαι πᾶσιν, αὐτὸ δὲ μετὰ ἀναισθησίας ἁπτὸν λογισμῷ τινι νόθῳ μόγις πιστόν.’’ ἀλλ’ ὅτι μὲν οἶδε περὶ τὴν ὕλην τὴν στέρησιν ὁ Πλάτων’, ταὐτὸν δὲ εἰπεῖν τὴν ἀπουσίαν τῶν πεφυκότων γίνεσθαι ἐν αὐτῇ εἰδῶν, δηλοῖ καὶ πανδεχῆ λέγων τὴν ὕλην, ὅπερ τῷ πεφυκότι πάντα δέχεσθαι προσήκει, καὶ ἄμορφον ἐκείνων ἀπασῶν τῶν ἰδεῶν, ὅσας μέλλει δέχεσθαι, ὅπερ τὴν ἀπουσίαν τῶν εἰδῶν σημαίνει. οὐ μέντοι ἠξίωσεν ἐν τοῖς στοιχείοις θεῖναι τὴν στέρησιν καὶ τὸ κατ’ αὐ- τὴν μὴ ὅν, διότι ἀπουσίᾳ μόνον ἐστὶ τοῦ πεφυκότος οὐδὲν ἄλλο ἑαυτῇ συνεισάγουσα. ἠρκέσθη οὖν τῷ εἴδει μόνῳ καὶ αὐτὸς τῇ παρουσίᾳ τῇ ἑαυτοῦ καὶ τῇ ἀπουσίᾳ δυναμένῳ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀποδιδόναι, ὅπερ καὶ Ἀριστοτέλης πρὸ ὀλίγων ὁμολογεῖ λέγων “ἱκανὸν γάρ ἐστι τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ τὴν μεταβολήν· καίτοι τὸ κατὰ τὴν ἑτερότητα μὴ ὃν ὡς εὐθὺς εἰσάγον τι ὄν. ἡ γὰρ κί- νησις οὐκ οὖσα ὅπερ τὸ ταὐτὸν, οὐκ ἔστι μὲν ταὐτὸν, ὂν δέ τί ἐστι· τὸ τοιοῦτον ὂν μὴ ὂν τοῖς εἴδεσιν ἐν Σοφιστῇ συνηρίθμησε λέγων “οὕτω δὲ καὶ τὸ μὴ ὂν κατὰ ταὐτὸν ἦν τε καὶ ἔστι μὴ ὄν, ἐνάριθμον τῶν πολλῶν ὄντων εἶδος ἕν’’. οὐ μόνον δὲ διὰ τὰ εἰρημένα τὴν στέρησιν τοῖς στοι- χείοις οὐ συνηρίθμησεν, ἀλλὰ καὶ ὅτι τὰ μὲν στοιχεῖα ἐνυπάρχειν χρὴ τῷ στοιχειωτῷ, ἡ δὲ στέρησις οὐ τῇ παρουσίᾳ, ἀλλὰ τῇ ἀπουσίᾳ ἑαυτῆς τὴν γένεσιν ποιεῖ, καὶ μέντοι ὅτι τὰ μὲν στοιχεῖα καθ’ αὑτὸ αἴτια χρὴ εἶναι, ἡ δὲ στέρησις, εἴπερ ἄρα, κατὰ συμβεβηκός ἐστιν αἰτία. τοὐναντίον οὖν ἄν τις εὐθύνοι τὸν στοιχειώδεις μὲν ἀρχὰς τῶν φυσικῶν ζητοῦντα, ἐν αὐταῖς δὲ τὴν στέρησιν τάττοντα. ἣν καὶ αὐτὸς ὁμολογεῖ μὴ τῷ ἐνυπάρχειν αἰτίαν εἶναι, ἀλλὰ τῷ μὴ ἐνυπάρχειν, καὶ μὴ καθ’ αὑτό, ἀλλὰ κατὰ συμ- βεβηκός. εἰ μὴ ἄρα ὁ μὲν Πλάτων’ τὰ καθ’ αὑτὸ αἴτια ζητῶν τά τε κυρίως αἴτια καὶ τὰ στοιχειώδη τὰ ἐνυπάρχοντα, τὴν στέρησιν εἰκότως οὑ συνέταξεν. ὁ δὲ Ἀριστοτέλης μεταβολῆς ζητῶν αἰτίας καὶ τὴν στέρησιν εἰκότως συνέταξεν ὡς ἄλλο τι τῆς ὕλης τῷ λόγῳ διαφέρουσαν αὐτῆς. καὶ γὰρ αἴτιον μὲν κατὰ συμβεβηκὸς οὐδὲν κωλύει λέγειν, στοιχεῖον δὲ κατὰ συμβεβηκὸς οὐδὲ πλάσαι ῥᾴδιον, εἴπερ τὸ στοιχεῖον ἐνυπάρχειν χρὴ καὶ συμπληροῦν καθ’ αὑτὸ τὸ στοιχειωτόν. p. 192a3 ‘Ημεῖς μὲν γὰρ ὕλην καὶ στέρησιν ἕτερον εἶναί φαμεν ἕως τοὐ τὴν γὰρ ἑτέραν παρεῖδεν. Τὴν διαφορὰν τῆς ἑαυτοῦ δόξης πρὸς τὴν Πλάτωνος περὶ τῆς ὕλης καὶ τῆς στερήσεως ἐκτιθέμενος, ἡμεῖς μέν, φησί, τὴν ὕλην καὶ τὴν στέρησιν ἕτερά φαμεν εἶναι τῷ λόγῳ· καὶ τούτων τὴν μὲν ὕλην κατὰ συμβεβηκὸς οὐκ ὂν εἶναι, διότι συμβέβηκεν αὐτῇ ἡ στέρησις, τὴν δὲ στέ- ρησιν καθ’ αὑτὸ μὴ ὄν. καὶ πάλιν τὴν μὲν ὕλην ἐγγὺς οὐσίαν πὼς· τὴν δὲ στέρησιν οὐδαμῶς οὐσίαν. τοῦτο δὲ, διότι κυρίως μὲν καὶ πρώτως οὐσία ἐστὶν ἡ σύνθετος. ἤδη δὲ καὶ τὰ ταύτης μέρη· ὥστε ἡ μὲν ὕλη ἐπειδὴ μέρος τῆς οὐσίας ἐνυπάρχον ἐστίν, ἐγγὺς ἄν εἴη οὐσία καθ’ αὑτὴν, ὅτι συμπληρωτικὴ τῆς κυρίως οὐσίας ἐστίν· ἡ δὲ στέρησις ἀπουσία μόνον οὖσα, πόρρω τῆς οὐσίας ἐστίν. ἔτι δὲ εἰ πρώτως μὲν καὶ κυρίως οὐσία ἡ σύνθετός ἐστι, δευτέρως δὲ τὸ εἶδος, δεκτικὴ δὲ τούτου ἐστὶν ἡ ὕλη, ἐγγὺς ἄν εἴη οὐσία, ἡ δὲ στέρησις ἀπουσία τοῦ εἴδους οὖσα καὶ κατὰ τοῦτο πόρρω ἄν εἴη τῆς οὐσίας. ἔτι ἡ οὐσία κατὰ τὸ ὑποκείμενον λέγεται ἀπ’ αὐτοῦ, ὑποκείμενον δέ πὼς καὶ ἡ ὕλη κἄν εἰ ὡς μέρος τοὐ συναμφοτέρου λαμβάνηται, ὅπερ τῷ κυρίως ὑποκειμένῳ οὐχ ὑπάρχει. ἐγγὺς ἄρα οὐσίας ἡ ὕλη. ἔτι δὲ εἰ ὁ τῆς οὐσίας ὁρισμὸς ὁ λέγων οὐσίαν εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ τῶν ἐναντίων δεκτικὸν ὑπάρχει καὶ τῇ ὕλῃ, οὐσία ἄν εἴη καὶ ἡ ὕλη ἢ μᾶλλον ἐγγὺς οὐσία, ὅτι καθ’ αὑτὴν τὸ ἓν ἀριθμῷ οὐκ ἔχει· ἀλλὰ καὶ τὸ μηδὲν εἶναι αὐτῇ ἐναντίον, ὡς ἴδιον τῆς οὐσίας ἀποδεδομένον, ἐπειδὴ κατὰ τὸ ὑποκεῖσθαι τὴν οὐσίαν ἀποδέδοται, καὶ τῇ ὕλῃ προσήκει ὡς καὶ αὐτῇ ὑποκειμένῃ. καὶ δῆλον ὅτι ἡ μὲν ὕλη κατὰ συμβεβηκὸς γίνεται μὴ ὂν τῷ μετέχειν τῆς στερήσεως, ἡ δὲ στέρησις κατὰ συμβεβηκὸς ὂν τῷ ἐν ὕλῃ εἶναι. καὶ αὕτη μὲν ἡ τοῦ Ἀριστοτέλους δόξα περὶ ὕλης τε καὶ στερήσεως. ‘Ο δὲ Πλάτων’ τὸ μήπω ὂν ὅπερ γίνεται, τουτέστι τὸ ἐξ οὗ ἡ γένεσις, οὐχ ὕλην λέγει καὶ στέρησιν, ἀλλὰ μέγα καὶ μικρὸν εἴτε συναμφότερον ὁμοῦ εἴτε χωρὶς ἑκάτερον αὐτοῦ κατηγορῶν·. ὅπως δὲ ἄν ἔχη, οὐχὶ τὸ μὲν μέγα ἡ ὕλη κατ’ αὐτόν, τὸ δὲ μικρὸν ἡ στέρησις ἢ ἔμπαλιν, ἀλλ’ ἀμ- φότερα ἡ ὕλη. ὥστε παντελῶς | ἕτερος ὁ τρόπος τῆς τε Ἀριστοτέλους τῶν στοιχείων τριάδος εἶδος καὶ στέρησιν τἀναντία λέγοντος καὶ τὸ κοινὸν ἀμφοτέροις ὑποκείμενον τὴν ὕλην καὶ τῆς Πλάτωνος ἓν μὲν λέγοντος τὸ εἶδος, δύο δὲ τὸ ὑποκείμενον τό τε μέγα καὶ τὸ μικρόν. ὥστε τὸ μὲν ὑποκεῖσθαί τινα φύσιν, ἐξ ἧς ἡ γένεσις, συμφωνοῦσιν ἡμῖν πλείονες, κἂν οἱ μὲν καὶ ὀνόματι ἑνὶ χρῶνται ἐπ’ αὐτῆς, οἱ δὲ δύο μὲν ὀνόμασι καθ’ ἑνὸς δὲ του αὐτοῦ φερομένοις. διαφωνοῦσι δὲ πρὸς ἡμὰς, ὅτι τὴν στέρησιν οὐ διορίζουσι τοῦ ὑποκειμένου τῷ λόγῳ· κἄν γὰρ δυσί τις ὀνόμασιν ἐπὶ τοῦ ὑποκειμένου χρῆται, ὥσπερ ὁ μέγα καὶ μικρὸν λέγων, ἀλλ’ ὡς ἐφ’ ἑνὸς αὐτοῖς χρῆται τῆς ὕλης παριδὼν τὴν τῆς στερήσεως φύσιν, ὥστε τὸ αὐτὸ καὶ οὗτος ἐκείνοις ποιεῖ τοῖς ἓν λέγουσι καὶ ὁμοίως τὴν στέρησιν παρορᾷ. “ὅτι δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ ἡμμένοι μὲν οὖν καὶ ἕτεροί τινές εἰσιν αὐτῆς ἐπὶ τῆς ὕλης εἴρηκε, δῆλον καὶ ἐντεῦθεν. εἰ γὰρ παριδεῖν αὐτοὺς λέγει τὴν στέρησιν, οὐ ταύτης ἥψαντο.’’ εἶτα ἐπικρίνει καλῶς ὅτι “δυνατὸν ἦν ταῦτα λέγειν, καὶ εἰ μὴ τελέως τὴν στέρησιν παρεῖδον, ἀλλ’ εἰ ὡς αὐτήν τινα φύσιν ἐπ’ αὐτῆς οὖσαν οὐ διώρισαν.’’ ἐπειδὴ πολλαχοῦ μέμνηται τοῦ Πλάτωνος ὁ Ἀριστοτέλης ὡς τὴν ὕλην μέγα καὶ μικρὸν λέγοντος, ἰστέον ὅτι ὁ Πορφύριος ἱστορεῖ τὸν Δερ- κυλλίδην ἐν τῷ Γᾶ τῆς Πλάτωνος φιλοσοφίας, ἔνθα περὶ ὕλης ποιεῖται τὸν λόγον, ‘Eρμοδώρου τοῦ Πλάτωνος ἑταίρου λέξιν παραγράφειν ἐκ τῆς περὶ Πλάτωνος αὐτοῦ συγγραφῆς, ἐξ ἧς δηλοῦται ὅτι τὴν ὕλην ὁ Πλάτων’ κατὰ τὸ ἄπειρον καὶ ἀόριστον ὑποτιθέμενος ἀπ’ ἐκείνων αὐτὴν ἐδήλου τῶν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδεχομένων, ὧν καὶ τὸ μέγα καὶ τὸ μικρόν ἐστιν. εἰπὼν γὰρ ὅτι “τῶν ὄντων τὰ μὲν καθ’ αὑτὰ εἶναι λέγει ὡς ἄνθρωπον καὶ ἵππον, τὰ δὲ πρὸς ἕτερα καὶ τούτων τὰ μὲν ὡς πρὸς ἐναντία ὡς ἀγαθὸν κακῷ, τὰ δὲ ὡς πρός τι, καὶ τούτων τὰ μὲν ὡς ὡρισμένα, τὰ δὲ ὡς ἀόριστα’’ ἐπάγει “καὶ τὰ μὲν ὡς μέγα πρὸς μικρὸν λεγόμενα πάντα ἔχειν τὸ μᾶλλον καὶ τὸ ἧττον, † ἔστι μᾶλλον εἶναι μεῖζον καὶ ἔλαττον εἰς ἄπει- ρον φερόμενα· ὡσαύτως δὲ καὶ πλατύτερον καὶ στενότερον καὶ βαρύτερον καὶ κουφότερον καὶ πάντα τὰ οὕτως λεγόμενα εἰς ἄπειρον οἰσθήσεται. τὰ δὲ ὡς τὸ ἴσον καὶ τὸ μένον καὶ τὸ ἡρμοσμένον λεγόμενα οὐκ ἔχειν τὸ μᾶλλον καὶ τὸ ἧττον, τὰ δὲ ἐναντία τούτων ἔχειν. ἔστι γὰρ μᾶλλον ἄνισον ἀνίσου καὶ κινούμενον κινουμένου καὶ ἀνάρμοστον ἀναρμόστου. ὥστε † αὐτῶν ἀμφοτέρων τῶν συζυγιῶν πάντα πλὴν τοῦ ἑνὸς στοιχείου τὸ μᾶλλον καὶ τὸ ἧττον δεδεγμένον. ὥστε ἄστατον καὶ ἄμορφον καὶ ἄπειρον καὶ οὐκ ὂν τὸ τοιοῦτον λέγεσθαι κατὰ ἀπόφασιν τοῦ ὄντος. τῷ τοιούτῳ δὲ οὐ προσήκειν οὔτε ἀρχῆς οὔτε οὐσίας, ἀλλ’ ἐν ἀκρισίᾳ τινὶ φέρεσθαι. δηλοῖ γὰρ ὡς ὃν τρόπον τὸ αἴτιον κυρίως καὶ διαφέροντι τρόπῳ τὸ ποιοῦν ἐστιν, οὕτως καὶ ἀρχή, ἡ δὲ ὕλη οὐκ ἀρχή. διὸ καὶ τοῖς περὶ Πλάτωνα ἐλέγετο μία, ὅτι ἡ ἀρχή’’. ἀλλὰ τοῦ μὲν μὴ εἶναι ἀρχ’ ἢν τὴν ὕλην κατὰ Πλάτωνα. ὀλίγον ὕστερον δεησόμεθα· πῶς δὲ μέγα καὶ μικρὸν καὶ μὴ ὂν ἔλεγε τὴν ὕλην ὁ Πλάτων, ἐκ τούτων οἶμαι δῆλον γεγονέναι. p. 192a13 Ἡ μὲν γὰρ ὑπομένουσα συναιτία τῆς μορφῆς τῶν γινομένων ἐστὶν ὥσπερ μήτηρ. Μεμψάμενος τὸ μὴ διορίζειν τὴν ὕλην τῆς στερήσεως εἶπε μὲν ἤδη πολλὰς διαφορὰς τῆς τε ὕλης καὶ τῆς στερήσεως ἔκ τε τῶν πραγμάτων ἐπιχειρῶν καὶ ἐκ τῆς λεκτικῆς συνηθείας. καὶ νῦν δὲ ἄλλην αὐτῶν προσ- τίθησι διαφορὰν λέγων τὴν μὲν ὕλην ὑπομένουσαν σὺν τῇ μορφῇ αἰτίαν εἶναι τῶν γινομένων ὥσπερ μητέρα. καὶ γὰρ τὴν ὕλην παρέχει τῷ γινο- μένω ὥσπερ ἡ μήτηρ καὶ ὑποδοχή ἐστι τοῦ ἐγγινομένου εἰς αὐτὴν εἴδους ἐκ τοῦ πατρὸς τῶν ὅλων. διὸ καὶ ὁ Πλάτων’ ποτὲ μὲν μητέρα ποτὲ δὲ χώραν αὐτὴν καλεῖ· ἀναλογεῖν δ’ ἄν μητρὶ λέγοις καὶ καθόσον διαστατικὴ καὶ διαιρετικὴ τῶν εἰδῶν ἐστιν ἡ ὕλη, ὥσπερ τῶν πατρικῶν σπερμάτων αἱ μητέρες καὶ τῶν βρεφῶν τρέφουσαι καὶ αὔξουσαι αὐτὰ εἰς μείζονα ὄγκον. διὸ καὶ τιθήνην αὐτὴν ὁ Πλάτων’ καλεῖ. καὶ τοιαύτη μὲν ἡ ὕλη αἰτία τοὐ εἶναι οὖσα· ἡ δὲ στέρησις, ἣν ἑτέραν μοῖραν τῆς ἐναντιώ- σεως ἐκάλεσε, τῷ πρὸς τὸ κακοποιὸν καὶ φθοροποιὸν αὐτῆς ἀφορῶντι, εἴπερ ἀπουσία ἐστὶ τοῦ εἴδους καθ’ ὃ ἑκάστῳ τὸ εἶναι καὶ τὸ ἀγαθόν, οὐδὲ εἶναι ὅλως τι τῶν ὄντων δόξει. τί γὰρ ἂν εἴη ἡ ἀπουσία ἡ ἡ τοῦ ὄντος φθορὰ καὶ τὸ μὴ εἶναι. διὸ οὐδὲ ὑπομένει αὐτὴ ἐν τῷ συνθέτῳ τῆς ὕλης ὑπομενούσης· του γὰρ ειοους παρόντος πὼς ἀν’ ὑπομένοι η ἀπουσία αὐτοῦ. καὶ λέγει ὁ Ἀλέξανδρος ὅτι ‘‘αὕτη καὶ τῶν κακῶν αἰτία. κἂν γὰρ ἡ ὕλη δοκῇ τῶν κακῶν αἰτία, ἀλλὰ καὶ αὕτη διὰ τὴν στέρησιν οὐ δυναμένη τὴν τῶν ἀιδίων εὐταξίαν ἐπιδέχεσθαι.’’ κἂν λέγοιτο δὲ κακὸν ἡ στέρησις, ἡ ὕλη μετὰ τῆς στερήσεως οὐχ οὕτως ἐστὶ κακὸν ὡς τὴν οὐσίαν κακὴν ἔχον οὐδὲ ὡς οἱ λέγοντες ἀρχὴν ἀγένητον ἀντίξουν τῷ ἀγαθῷ τὴν τοῦ κακοῦ. καὶ γὰρ ἡ ὕλη καὶ ἡ στέρησις, ἥτις ποτέ ἐστιν, αὕτη θεόθεν παρήχθη καὶ ἐκ τοῦ ἀγαθοῦ ὑπέστη, καὶ πολλὴν χρείαν τῇ δημιουργίᾳ παρέχονται καὶ ἀγαθά ἐστιν ἐσχάτην μοῖραν ἐν τοῖς ἀγαθοῖς ἔχοντα. ἔσχατα δέ ἐστιν ἀγαθά, οὐχὶ τὰ κακά, ἀλλὰ τὰ ἀναγκαῖα ὑπὸ τῶν φιλοσόφων καλούμενα, ἅπερ προηγουμένως μὲν οὐκ ἔστιν ἐφετά, διά τι δὲ ἀγαθὸν ὑπέστη, ὅπερ οὐκ ἄν ἐγένετο χωρὶς ἐκείνου, ὡς τὸ φλεβότομον καὶ ἡ καῦσις ἡ ἰατρική. τὰ γὰρ τοιαῦτα οὔτε προηγούμενά ἐστιν ἀγαθά οὐδεὶς γὰρ ἂν αὐτὰ καθ’ αὑτὰ ἕλοιτο ταῦτα) οὕτε μέντοι κακὰ διὰ τὴν ὑγίειαν ἀγαθὸν οὖσαν παραλαμβα- νόμενα καὶ τοσαύτην τοῖς τοιούτοις ἀγαθοῖς παρεχόμενα χρείαν, ὡς μηδὲ ὑποστῆναι δύνασθαι τούτων χωρίς. οὕτως δὲ καὶ ἡ ὕλη καὶ ἡ στέρησις οὐχ ὡς κακὰ ἀλλ’ ὡς ἀναγκαῖα παρήχθησαν ὑπὸ τοῦ δημιουργοῦ συντε- λοῦντα | πρὸς τὴν τοῦ παντὸς τελειότητα. συντελεῖ μὲν γὰρ προσεχῶς τῇ 55r τῶν γενητῶν καὶ φθαρτῶν ὑποστάσει ἥ τε ὕλη καὶ ἡ στέρησις, ἡ μὲν ὑπο- κειμένη τῇ μεταβολῇ, ἡ δὲ αὐτῆς τῆς μεταβολῆς αἰτία. τὰ δὲ γενητὰ καὶ φθαρτὰ μέρος ὄντα τοῦ παντὸς τοῦ ὑπὸ σελήνην εἴπερ μὴ ὑπέστη, ἀτελὴς ἄν ἦν ὁ κόσμος. τούτων γὰρ μὴ γενομένων, ὡς καὶ Πλάτων’ φησίν, ἀτελὴς ἄν ὁ οὐρανὸς ἦν πρῶτα μόνα καὶ μέσα ἔχων. καὶ ἦν ἄν ἔσχατα καὶ ἄγονα καὶ ὕλη τῷ ὄντι τὰ θειότατα τῶν ἐν τῷ κόσμῳ μετὰ τοῦ τοσαύτην τοὐ παντὸς μοῖραν, κατὰ μὲν τὰς ὁλότητας ἀίδιον οὖσαν, κατὰ δὲ τὰ μέρη ὑφεστῶσαν ἐφ’ ὅσον δυνατὸν ἐκείνοις χρόνον, μὴ παρελθεῖν εἰς τὰ ὄντα. ὅπερ οὐκ ἄξιον τῆς θείας ἀγαθότητος τῆς μὴ τὰ πρῶτα μόνον ἀγαθὰ καὶ τὰ μέσα, ἀλλὰ καὶ τὰ ἔσχατα καὶ ὅσα πρὸς τὰ ἀγαθὰ τείνει παράγειν ὀφειλούσης. ἀλλὰ ταῦτα μὲν διὰ τοὺς τὰς ἀσεβεῖς ἑαυτῶν δόξας τοῖς ἀρ- χαίοις περιάπτοντας εἰρήσθω παρ’ ἡμῶν. ὅτι δὲ κἄν δοκῇ τισι μὴ εἶναι ἡ στέρησις διὰ τὸ ἀπουσία εἶναι ἔστιν ὅμως καὶ ὑπόστασιν ἔχει καὶ τῷ λόγῳ τῆς ὕλης διορίζεται, ἐφεξῆς δείκνυσιν. p. 192a16 ὄντος γάρ τινος θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ ἕως τοῦ πλὴν οὐ καθ’ αὑτὸ αἰσχρὸν, ἀλλὰ κατὰ συμβεβηκὸς οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός. Τὴν διαφορὰν τῆς ὕλης καὶ τῆς στερήσεως παραδοὺς καὶ κατὰ τὴν πρὸς τὸ εἶδος ἀμφοῖν σχέσιν παραδίδωσιν αὐτήν· θεῖον γὰρ καὶ ἀγαθὸν καὶ ἐφετόν ἐστι τὸ εἶδος, καὶ τούτου ἐφίεται μὲν ἡ ὕλη κατὰ τὴν αὑτῆς φύσιν· ὑπεναντίον δέ ἐστιν ἡ στέρησις καὶ οὐκ ἄν ἐφίοιτο τῆς ἑαυτοῦ φθορᾶς. καὶ εἰ μὲν θεῖον καὶ ἀγαθὸν καὶ ἐφετὸν τὸ πρῶτον εἶδος λέγοι τὸ χωρι- ’στόν, ὃ καὶ νοῦν καὶ πρῶτον αἴτιον καλεῖ, τῷ ὄντι πάντα τὰ κατὰ φύσιν συνιστάμενα ἐφίεται τούτου, ὑπ’ αὐτῆς τῆς φύσεως θείου καὶ αὐτῆς οὔσης αἰτίου οὕτως κατεσκευασμένα, ὡς ἕκαστον καθ’ ἣν ἔχει δύναμιν ἐφίεσθαι τῆς πρὸς ἐκεῖνο ὁμοιώσεως. ὁμοίωσις δὲ αὐτοῖς ἡ οἰκεία τελειότης· τε- λειότης δὲ τοῖς μὲν συνθέτοις ἡ κατὰ τὸ εἶδος στάσις, τῇ δὲ ὕλῃ ἡ τοῦ εἴδους μέθεξις ἐφ’ ὃ καὶ νένευκε καὶ πρὸς ὃ ἐπιτηδείως ἔχει. ἢ τάχα ἀνεπιτηδείως μὲν παράλλαξίς τις οὖσα καὶ παρατροπὴ τοῦ εἴδους, ἀπηρτη- μένη δὲ ὅμως ἀπ’ αὐτοῦ καὶ σῳζομένη τῇ πρὸς ἐκεῖνο παρυποστάσει διὸ καὶ ἐφίεσθαι ἂν αὐτοῦ λέγοιτο. ὃ γάρ ἐστιν ὄρεξις ἐν τοῖς ἐμψύχοις, τοῦτο ἡ δὲ στέρησις ἐναντίον ἐστὶ τῷ εἴδει, πολλὴ ἄν εἴη ἀμφοῖν τρὸς ἄλληλα διαφορά. ἀλλὰ πῶς τῷ πρώτῳ εἴδει ἐναντίον ἡ στέρησις, εἴπερ μηδὲν ἐκείνῳ ἐναντίον (“οὐ, γάρ, ἀγαθὸν πολυκοιρανίη’’ φησὶν Ἀριστοτέλης) εἴπερ πάντα τὰ ὁπωσοῦν ὄντα ἐκείνου ἐφίεται; καὶ γὰρ καὶ ἡ στέρησις εἴπερ ἔστι τι ὅλως ἐφίοιτο ἄν ἐκείνου. ἀλλ’ οὐδὲ ἔστιν ἐκείνου στέρησις, εἴπερ ἡ στέρησις ἀπουσία τοῦ παρεῖναι πεφυκότος ἐστὶ καὶ περὶ μόνα θεωρεῖται εἴδη τὰ μεταβάλλοντα. ἢ λέγοιτο ἄν ἐναντία εἶναι τῷ πρώτῳ εἴδει ἡ στέρησις, καθόσον ἐναντία ἐστὶ τῷ εἴδει τῷ διὰ τὴν ἔφεσιν τοῦ πρώτου εἴδους ἐγγινομένῳ. ἢ θεῖον καὶ ἀγαθὸν καὶ ἐφετὸν καλεῖ τὸ προσιὸν αὐτὸ τῆ ὕλῃ εἶδος, ὡς τῆς θείας μοίρας ἔκγονον ὑπάρχον. κατὰ τοῦτο γὰρ καὶ τοῦ πρώτου εἴδους ἐφίεται ἡ ὕλη, καὶ τοῦτό ἐστιν οὗ ἔχει τὸ δυνάμει καὶ πρὸς ὃ πέφυκε. πρὸς τοῦτο δὲ τὸ εἶδος καὶ ἡ στέρησις ἠναντίωται. ἀλλ’ εἰ μὲν διακρίνοι τις, φησί, τὴν ὕλην τῆς στερήσεως, ὥσπερ τῷ ἀριθμῷ οὕτως δὲ καὶ τῷ λόγῳ, σαφῶς εὑρήσει τὸ μὲν ἐφιέμενον τοῦ εἴδους τὴν ὕλην, τὸ δὲ ἐναντίον τὴν στέρησιν. Εἰ δέ τις εἰς ταὐτὸν ἄγοι τὴν ὕλην καὶ τὴν στέρησιν, συμβήσεται λέγειν αὐτῷ τὴν ὕλην τῆς οἰκείας ἐφίεσθαι φθορᾶς ἐφιεμένην τῆς τοῦ εἴδους παρουσίας. φθορὰ γὰρ παντὶ ἐναντίῳ ἡ τοὐ ἐναντίου παρουσία. οὐδὲν δὲ τῆς ἑαυτοῦ φθοράς ἐφίεσθαι θέμις. οὔτε οὖν τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεται, ὅπερ ἀν’ συνέβαινεν εἰ ἡ ὕλη τῆ στερήσει ταὐτὸν ἦν, οὔτε τὸ εἶδος ἑαυτοῦ ἐφίεται· ἐκείνου γὰρ ἐφίεται ἕκαστον οὗ ἐστιν ἐνδεές· οὐδὲν δὲ αὐτὸ ἑαυτοῦ ἐνδεές ἐστιν. εἰ οὖν μήτε οὗ ἔχει τι ἐφίεται ἀνενδεὲς ὃν τούτου, μήτε τοῦ ἐναντίου, διότι φθαρτικόν ἐστι τὸ ἐναντίον, δῆλον ὅτι τὸ ἐφιέμενον τοῦ εἴδους οὔτε τὸ εἶδός ἐστιν οὔτε ἡ στέρησις, ἀλλ’ ἔστιν ἡ ὕλη ἄλλο οὖσα ἑκατέρου τῶν ἐναντίων καὶ ἐφιεμένη τοῦ εἴδους ὥσπερ θῆλυ ἄρρενος, τουτέστι τὸ ἐνδεὲς τοῦ αὐτάρκους καὶ ἀόριστον· τοιαύτην γὰρ αὐτὴν ἔχουσι περὶ αὐτῆς ἐρίζοντες ἔννοιαν καὶ οἱ μητέρα καὶ τιθή- νην αὐτὴν λέγοντες. κατὰ οἰκειότητα οὖν ἡ ἔφεσις καὶ οὐχ ὡς ἐναντίου, ὅπερ ἄν ἦν, εἰ ἡ ὕλη στέρησις ἦν, ἡ ταὐτὸν τῇ στερήσει. ἐφίεται δὲ καὶ ὡς αἰσχρὸν καλοῦ ἡ ὕλη τοῦ εἴδους καὶ οὐδὲ οὕτως τοῦ ἐναντίου ἐφίεται. οὐ γὰρ ὡς αἰσχρότης καὶ καθ’ αὑτὸ αἰσχρὸν ἐφίεται τοῦ καλοῦ οὕτως γὰρ ἄν τῆς ἑαυτῆς ἐφίετο φθορᾶς), ἀλλ’ ὡς συμβεβηκυίας μὲν αὐτῇ τῆς αἰσχρότητος, ἥτις ἐστὶ τοῦ καλοῦ στέρησις, ἐπιτηδείως δὲ πρὸς τὸ καλὸν ἔχουσα. ὡς εἴ γε ἡ στέρησις ἦν τοὐ καλοῦ ἡ ὕλη, οὐκ ἂν ἐφίετο τοῦ καλοῦ, καὶ εἰ ταὐτὸν ἦν τῇ στερήσει ἡ ὕλη, οὐκ ἄν ἐσῴζετο ἐν τῷ τινὸς εἴδους μεταλαμβάνειν. εἰ δὲ λέγοι τις ὅτι συνουσίωται ἀεὶ τῇ ὕλῃ ἡ στέρησις, διότι κἀν ἄλλου τινὸς εἴδους μετέχῃ, ἄλλου τινὸς πάντως ἐστέρηται, ἐννοεῖν ἐχρῆν, ὅτι οὐδεμία στέρησις αὐτὴ συνουσίωται, εἴπερ παντὸς εἴδους μετέχειν πέφυκεν. ὅλως δὲ εἰ μίν τις αὐτῇ στέρησιν συν- ουσιῶσθαι λέγοι, καὶ πάσας ἐρεῖ. ὥστε οὑτινοσοῦν εἴδους παρόντος αὐτὴ ἔφθαρται αὐτῆς ἡ οὐσία, εἴπερ καὶ ἡ στέρησις. εἰ δὲ λέγοι τις ὅτι καὶ ἐν τῷ μετέχειν εἴδους συνουσίωται τῇ ὕλῃ καὶ ἡ τοὐ εἴδους ἐκείνου στέ- ῥῆσις, διότι τὸ εἶναι τῇ ὕλῃ ἐν τῷ ἀνειδέῳ ἐστὶν, οὐ φυλάττει τὸ τῆς στερήσεως | σημαινόμενον. ἄλλο γάρ ἐστιν ἡ ἑτερότης, καθ’ ἣν καὶ τὸ εἶδος ἄυλόν ἐστι, καὶ ἄλλο ἡ τοῦ εἴδους ἀπουσία, ἥτις οὐ δύναται τῇ πα- ρουσίᾳ συνυπάρχειν. ἀλλ’ ὅτι μὲν οὔτε ἡ στέρησις οὔτε τὸ εἶδος ἐφίεται τοῦ εἴδους, καὶ ἄλλως δέδεικται, καὶ ὅτι τὸ ὑποκείμενον καὶ πεφυκὸς μετα- λαμβάνειν τοῦ εἴδους καὶ κοσμεῖσθαι ἀπ’ αὐτοῦ τοῦτό ἐστι τὸ ἐφιέμενον τοῦ εἴδους, ἐκ τούτων δὲ καὶ ὅτι ἄλλο τῆς ὕλης ἡ στέρησις συνῆκται. οὐ μέντοι διὰ τοῦτο ἐν ταῖς στοιχειώδεσιν ἀρχαῖς ἀριθμηθήσεται ἡ στέ- ῥῆσις. τὸ γὰρ στοιχεῖον ἐνυπάρχουσά ἐστιν ἀρχή, ἀλλ’ οὐχὶ τῆ ἀπουσία ποιοῦσα. ἀλλὰ πῶς θῆλυ κατὰ συμβεβηκὸς ἡ ὕλη, εἴπερ τῷ αὑτῆς λόγῳ ἐνδεὴς τοῦ εἴδους ἐστὶ καὶ ὀρέγεται αὐτοῦ καὶ ὑποδέχεται καὶ δια- στάσεως αὐτῷ καὶ ἐκτάσεως ἐστιν αἰτία; ἢ διὰ τὴν ἀπουσίαν ἐνδεής ἐστι καὶ ὀρέγεται, ὡς εἴ γε ἀεὶ μετεῖχε τοῦ εἴδους ὡς ἐν τοῖς οὐρανίοις, οὔτε ἐνδεὴς ἄν ἦν οὔτε ὠρέγετο, ἀλλὰ μία τις ἐξ ἀμφοῖν ἀεὶ φύσις ἦν συν- ουσιωμενη. p. 192a25 Φθείρεται δὲ καὶ γίνεται ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ. ἕως τοῦ ἀλλ’ ἄφθαρτον καὶ ἀγένητον ἀνάγκη αὐτὴν εἶναι. Δείξας καὶ ὅτι ἔστιν ἡ ὕλη καὶ ὁποία τίς ἐστι καὶ τίνι τρόπῳ γνώ- σεως ληπτὴ καὶ ὅτι διαφέρει τῆς στερήσεως, κἂν ἀδιόριστος δοκῇ πρὸς αὐτήν, ἐφεξῆς καὶ ὅτι ἄφθαρτος καθ’ αὑτήν ἐστι δείκνυσιν, εἰ καὶ κατὰ συμβεβηκὸς φθείρεται, τῷ τὸ συμβεβηκὸς αὐτῇ, τοῦτο δέ ἐστιν ἡ στέρησις, καθ’ αὑτὸ φθείρεσθαι. ἔστι δέ τις καὶ αὕτη διαφορὰ τῆς τε ὕλης καὶ τῆς στερήσεως, ᾗ ἡ μὲν ὕλη κατὰ συμβεβηκός, ἡ δὲ στέρησις καθ’ αὑτὸ φθείρεται. καλεῖ δὲ τὸ συμβεβηκὸς αὐτῇ τὸ ἐν ᾧ ἀντὶ τοῦ τὸ ἐν αὐτῇ· συμβεβηκότος γὰρ αὕτη φύσις τὸ ἔν τινι εἶναι. καὶ κυρίως μὲν τὸ ἐν ᾧ τὸ ὑποκείμενον δηλοῖ ἄλλο γὰρ τὸ ἐν ᾧ τί ἐστι καὶ ἄλλο τὸ ἐν ἐκείνῳ ὄν), κατεχρήσατο δὲ αὐτῷ ἐπὶ τοῦ ἐν ὑποκειμένῳ. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ὡς δὲ κατὰ τὴν αὐτῆς φύσιν οὐ φθείρεται καθ’ αὑτὸ’ ὡς δὲ κατὰ τὴν δύναμιν εἶπε, διότι τῇ ὕλῃ τὸ εἶναι ὕλῃ τὸ δύνασθαί ἐστι· κατὰ γὰρ τὸ δυνάμει οὐσίωται. εἰ δὲ τοῦτο οὕτως ἔχει, καὶ ὅταν ἐνεργείᾳ παρῇ τὸ εἶδος, μένει τὸ δυνάμει τῆς ὕλης καὶ οὐ μεταβάλλει τοῦτό ποτε εἰς τὸ ἐνεργείᾳ, ἵνα μὴ φθαρῇ ἡ ὕλη κατὰ τὸ δυνάμει οὐσιωμένη. οὐκ ἀλλοιοῦται οὖν ἡ ὕλη, ἀλλὰ μένουσα, ὅπερ ἐστί, δέχεται τὸ εἶδος. εἰ δὲ τοῦτο, οἰκειότε- ρον τοῦ ἐξ ὕλης καὶ εἴδους λέγειν τὸ σύνθετον τὸ εἶδος ἐν ὕλῃ λέγειν. ἀλλ’ εἰ καὶ τὸ εἶδος συμβέβηκε τῇ ὕλῃ καὶ ἔστι καὶ αὐτὸ φθαρτόν, διὰ τί μὴ κατὰ τοῦτο φθαρτὴν κατὰ συμβεβηκὸς λέγει τὴν ὕλην, ἀλλὰ διότι τὸ φθειρόμενόν ἐστιν ἐν τούτῳ ἡ στέρησις; ἢ πρῶτον μὲν οὐχ ὁμοίως ἐν· ὑπάρχει τῇ ὕλῃ τό τε εἶδος καὶ ἡ στέρησις, ἀλλὰ τὸ μὲν ὡς ἐν ὕλῃ εἶδος 25 τὴν σύνθετον οὐσίαν ποιεῖ μετὰ τῆς ὕλης μέρος αὐτῆς γινόμενον μετ’ ἐκεί- νης, καὶ διαφέρει ταύτῃ τοῦ ὡς συμβεβηκότος ἐν οὐσίᾳ· τοῦτο γὰρ οὐ ποιεῖ τι σύνθετον μετὰ τῆς οὐσίας, ἡ δὲ ἐν τῇ ὕλῃ στέρησις ὡς ἐν ὑπο- κειμένῳ ἐστὶ τῆ ὕλη οὐ ποιοῦσά τινα μετ’ αὐτῆς οὐσίαν οὐδὲ μέρος συν- θέτου οὐσίας γινομένη. διὸ ἡ μὲν στέρησις συμβεβηκὸς λέγεται τῆς ὕλης, τὸ δὲ εἶδος οὔ. καὶ ἡ μὲν τῆς στερήσεως φθορὰ κατὰ συμβεβηκὸς καὶ τῆς ὕλης λέγεται, ἡ δὲ τοῦ εἴδους οὐκέτι. τοῦ γὰρ εἴδους τότε μάλιστα ἡ ὕλη διαφαίνεται. στερήσεως δὲ φθειρομένης καὶ εἴδους ἐπιγινομένου κρύπτεται ἡ ὅλη, καὶ φθείρεσθαι καὶ αὕτη δοκεῖ. μήποτε δὲ καὶ ὁ Ἀριστοτέλης τὴν ὕλην ἐκ τοῦ δυνάμει καὶ τῆς ἐν τούτῳ στερήσεως θεασάμενος κατὰ μὲν τὸ ἐν ᾧ τουτέστι κατὰ τὴν στέρησιν, φθείρεσθαι τὴν ὕλην καθ’ αὑτό φησι, κατὰ δὲ τὴν δύναμιν ἄφθαρτον εἶναι καὶ ἀγένητον. οὕτως δὲ οἶμαι καὶ ἡ λέξις καταλληλοτέρα φανήσεται ἡ λέ- γουσα ὡς μὲν γὰρ τὸ ἐν ᾧ, εἰ ὡς ἐπὶ τῆς ὕλης λέγοιτο, ὅτι κατὰ μὲν τὴν στέρησιν καθ’ αὑτὸ φθείρεται, κατὰ δὲ τὸ δυνάμει ἄφθαρτος καὶ ἀγέ- νητός ἐστι. καὶ γὰρ οὐδὲ εἶπεν ὅτι κατὰ συμβεβηκὸς φθείρεται ἡ ὕλη, ἀλλ’ ὅτι ὡς μὲν στέρησις καθ’ αὑτὸ φθείρεται, ὡς δὲ τὸ δυνάμει οὔτε γίνεται οὔτε φθείρεται. οἱ δὲ ἐξηγηταὶ κατὰ συμβεβηκὸς αὐτὴν φθείρεσθαι λέ- γουσι, διότι τὸ ἐν αὐτῇ ὂν ἡ στέρησις φθείρεται, ὡς τὸν ἀμφορέα φθεί- ρεσθαί φαμεν, ὅταν ὁ ἐν αὐτῷ οἶνος φθαρῇ. καίτοι τίς ἂν εἴποι ἀμφορέα ἐφθάρθαι τοῦ οἴνου φθαρέντος; κἂν πολὺν δὲ λόγον κατέτεινεν ὁ Ἀριστοτέλης διορίζων τὴν ὕλην τῆς στερήσεως, δύναται ὡς κατὰ τὸ δυνά- μει μάλιστα τὴν ὕλην θεωρῶν ἐκείνοις κεχρῆσθαι τοῖς λόγοις. ἀλλ’ ὅπως δείκνυσιν ἄφθαρτον καὶ ἀγένητον κατὰ τὸ δυνάμει τὴν ὕλην, ἐφεξῆς ἴδωμεν. p. 192a29 εἴτε γὰρ γίνεται, ὑποκεῖσθαί τι δεῖ πρῶτον ἕως τοῦ ὥστε ἐφθαρμένη ἔσται πρὶν φθαρῆναι. Τέτταρα δυνάμει προλαβὼν ἐναργῆ ἀξιώματα διὰ μὲν τῶν δύο δείκνυσιν ὅτι ἀγένητος ἡ ὕλη, διὰ δὲ τῶν δύο ὅτι ἄφθαρτος. ἔστι δὲ δύο μέν, ὅτι τε τὸ γινόμενον ἔκ τινος γίνεται ὑποκειμένου πρώτου καὶ ὅτι τὸ γινόμενον οὐδέπω ἐστὶ τοῦτο ὃ γίνεται. καὶ τὰ λοιπὰ δὲ δύο τούτοις ὅμοια, ὅτι πάν τὸ φθειρόμενον εἰς τοῦτο φθείρεται, ἐξ οὗ πρώτου γίνεται, καὶ ὅτι τὸ 35 φθειρόμενον ὅτε φθείρεται οὐδέπω ἔφθαρται. πρὸς τούτοις καὶ τὸν ὁρισμὸν τῆς ὕλης ὡς ἀξίωμα προσλαμβάνει. ἐξ ὧν δείκνυσι πρῶτον ὅτι ἀγένητος ἡ ὕλη οὕτως· εἰ γίνεται ἡ ὕλη τὸ δὲ γινόμενον πᾶν ἐξ ὑποκειμένου γί- νεται πρώτου καθ’ αὑτὸ. ἐνυπάρχοντος, τὸ δὲ ἐξ οὗ γίνεταί τι πρώτου καθ’ αὑτὸ ἐνυπάρχοντος τοῦτό ἐστιν ἡ ὕλη), εἰ οὖν γίνεται ἡ ὕλη, ἐξ ὕλης γίνεται προὑπαρχούσης. ἔστιν ἄρα ἡ ὕλη πρὶν γενέσθαι. εἰ δὲ τοῦτο ὡς ἀδύνατον ἠξίωται τὸ τὸ γινόμενον εἶναι πρὶν γενέσθαι, δῆλον ὅτι καὶ τὸ ἡγούμενον ἀδύνατόν ἐστι τὸ γίνεσθαι τὴν ὕλην. καὶ συνῆκται ταῦτα ἔκ τε τῶν ἄλλων τῶν προηξιωμένων καὶ ἐκ τοῦ τῆς ὕλης ὁρισμοῦ. τὸ δὲ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος μὴ κατὰ συμβεβηκὸς πρὸς ἀντιδια|στολὴν εἴρηται τῆς στερήσεως· κἀν γὰρ λέγηται καὶ ἐκ ταύτης γίνεσθαι τὸ γινό- μενον, ἀλλ’ οὔτε ἐνυπαρχούσης, οὔτε καθ’ αὑτὸ ἐκ ταύτης, ἀλλὰ κατὰ συμβεβηκός. τῷ γὰρ ἀπεῖναι αὐτὴν ἐξ αὐτῆς λέγεται γίνεσθαι τὸ γινόμενον. “ἤ, φησὶν ὁ Ἀλέξανδρος, τὸ μὴ κατὰ συμβεβηκὸς πρόσκειται, ὅτι ἐνυ- πάρχει μὲν τῷ γινομένῳ καὶ τὰ τῷ ὑποκειμένῳ συμβεβηκότα οἷον τῷ ἀν- δριάντι τὸ χρῶμα τὸ συμβεβηκὸς τῷ χαλκῷ, ἀλλ’ οὐ καθ’ αὑτὸ ὑπάρχει, ἀλλὰ κατὰ συμβεβηκός· διὸ οὐδὲ ὕλη ἐστὶν αὐτοῦ οὐδὲ συντελεῖ τι τῷ ἀν- δριάντι πρὸς τὸ εἶναι. δείξας δὲ ὅτι οὐ γίνεται ἡ ὕλη, ἐφεξῆς ὅτι οὐδὲ φθείρεται δείκνυσι. πᾶν γὰρ τὸ φθειρόμενον οὐ τῷ εἰς τὸ μὴ ὃν ἀνα- λύεσθαι λέγεται φθείρεσθαι, ἀλλὰ τῷ εἰς τοῦτο ἐξ οὗ ἐνυπάρχοντος πρώτου γέγονε μὴ κατὰ συμβεβηκός, τοῦτο δέ ἐστιν ἡ ὕλη. εἰ οὖν φθείρεται ἡ ὕλη, εἰς τὸ τοιοῦτον ἀναλύεται ὅ ἐστιν αὐτή, καὶ ἔστ’ αἰ ἐφθαρμένη ἡ ὕλη οὖσα· ὕλη δέ ἐστι πρὸ τοῦ φθείρεσθαι· ὥστε ἐφθαρ- μένη ἔσται πρὸ τοῦ φθαρῆναι. ὥστε εἴτε γίνεται, δεῖ ὑποκεῖσθαι πρὸς τὴν γένεσιν αὐτῆς τὴν τοιαύτην φύσιν ἥτις ἐστὶν αὐτή, ἔσται οὖν πρὸ τοῦ γενέσθαι· εἴτε φθείρεται, δεῖ εἰς τοῦτο αὐτὴν φθαρῆναι ὅ ἐστιν αὐτή, καὶ ἔσται ἐφθαρμένη πρὸ τοῦ φθαρῆναι. Καὶ τὸ ἄφθαρτον δὲ τῆς ὕλης ἀπὸ τοῦ Πλάτωνος καὶ τῶν Πυθαγορείων ὁ Ἀριστοτέλης παρέλαβε. λέγει γοῦν ὁ τοῦ Πλάτωνος Τίμαιος “τρίτον δὲ αὖ τὸ γένος ὂν τὸ τῆς χώρας ἀεὶ φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ πα· ρέχον ὅσα ἔχει γενέσθαι πᾶσιν, αὐτὸ δὲ μετ’ ἀναισθησίας ἁπτὸν λογισμῷ τινι νόθῳ μόγις πιστόν”. ἤρτηται δὲ ἡ πᾶσα τοῦ Ἀριστοτέλους ἀπόδειξις ἐκ τοῦ φυσικοῦ ἀξιώματος τοῦ λέγοντος μήτε γίνεσθαί τι ἐκ τοῦ ἀπλῶς μὴ ὄντος μήτε φθείρεσθαί τι εἰς τὸ ἀπλῶς μὴ ὄν. τοῦτο δὲ τὸ ἀξίωμα αὐτὸς ἐπιστώσατο ἐν ἀρχῇ δεικνὺς ὅτι ἐκ τοῦ ἐναντίου γίνεται τὸ γινόμενον καὶ φθείρεται εἰς τὸ ἐναντίον. καὶ δεῖ τι εἶναι τὸ τοῖς ἐναντίοις ὑποκείμενον, ὅπερ πῶς μὲν ὄν ἐστιν, πῶς δὲ οὐκ ὄν, ἐξ οὗ πρώτως ἐνυπάρχοντος καθ’ αὑτὸ γίνεται τὰ γινόμενα. ὁ μέντοι Πλάτων’, ὡς εἴρηται πρότερον, κατ’ ἄλλον τρόπον ἔδειξεν, ὅτι ἐξ ὑποκειμένου τινὸς γίνεται τὸ γινόμενον· ἐπειδὴ γὰρ εἰκών ἐστι τὸ γινόμενον τοῦ ὄντος, πᾶσα δὲ εἰκὼν ὡμοίωται πρὸς τὸ παράδειγμα, τὸ δὲ ὡμοιωμένον ὁμοιώσεως μεθέξει ἀπὸ τοῦ παραδείγματος ὡμοίωται πρὸς αὐτό, ἄλλο μέν ἐστι τὸ μετέχον, ἄλλο δὲ τὸ μετεχόμενον καὶ ἡ μέθεξις καθ’ ἣν ὁμοιοῦται ἡ εἰκών. τὸ ἄρα μετέχον τοῦτό ἐστι τὸ ἐν ὧ καὶ ἐξ οὗ γίνεται ἡ εἰκών, ὅπερ ἐστὶ τὸ γινόμενον λέγει γοῦν ὁ Πλάτων’ ἐν Τιμαίῳ· “ἐν δ’ οὖν τῷ παρόντι χρὴ γένη διανοηθῆναι τριττά, τὸ μὲν γινόμενον, τὸ δὲ ἐν ᾧ γίνεται, τὸ δὲ ὅθεν ἀφομοιούμενον φύεται τὸ γινόμενον”), καὶ εἴπερ ἀληθῆ τὰ πρότερον ὑπ’ ἐμοῦ ῥηθέντα, τοῦτό ἐστιν ἡ ἀπὸ τοῦ ὄντος ἐκτροπὴ καὶ παράλλαξις καὶ εἰς τὸ μὴ ὂν ὑπο- φορά, ἣν ἡ τοῦ ὄντος μέθεξις καταλαμβάνουσα ἵστησιν ὡς δυνατὸν καὶ εἰ- ’κόνα ποιεῖ τοὐ ὄντως εἶναι καὶ ἀντὶ τοῦ ὄντως μὴ εἶναι, ὅπερ ἔσχεν ἂν εἰς τὸ μὴ ὂν τελέως ὑπενεχθεῖσα οὐκ ὄντως εἶναι ποιοῦσα. Ἀλλὰ πῶς ἀγένητος καὶ ἄφθαρτος ἡ ὕλη; πότερον τῇ ἑαυτῆς κοινό- τητι; ἢ τοῦτο καὶ τοῖς εἴδεσι προσήκει· οὐδενὸς γὰρ εἴδους κοινότης φθεί- ρεται ἐκ τοῦ παντός, ἀλλὰ καὶ ἄνθρωπος ἀεί ἐστι καὶ ἵππος καὶ λευκὸν καὶ ἀρετὴ καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον διὰ τὸ μένειν τὴν κοινότητα ἑκάστων. ἀλλ’ ἆρα καὶ κατὰ τὸ ἄτομον ἑαυτῆς ἡ ὕλη ἀγένητος καὶ ἄφθαρτός ἐστιν, ὥστε τὴν ἐμὴν ὕλην οὐ καθὸ ὕλη τοῦτο γὰρ τῆς κοινότητός ἐστιν), ἀλλὰ καθὸ ἐμὴ ὕλη καὶ τοιάδε ὕλη ἀγένητον εἶναι καὶ ἄφθαρτον; καὶ πῶς οὐ μάτην ἔσται αὕτη τοῦ ἐμοῦ φθαρέντος εἴδους; οὐδὲ γὰρ ἔσται ἄλλου ὕλη, καθὸ ἐμοῦ ἐστι. πῶς δὲ οὐκ ὄντως κρείττων ἔσται τῶν εἰδῶν ἡ ὕλη καὶ οὐσιωδεστέρα, εἴπερ τῶν ἀτόμων εἰδῶν φθειρομένων ἡ ἄτομος ὕλη μένει; μήποτε οὖν οὐδὲ ἔστιν ἄτομος ὕλη καθ’ αὑτήν, ἀλλ’ ὑπὸ τῶν ἀτό- μῶν εἰδῶν ἀτομοῦται, ὥσπερ καὶ μορφοῦται ὑπὸ τῶν εἰδῶν· τὰ γὰρ ἄτομα τῷ ἀριθμῷ διαφέροντα διαιρέσεσι πληθύνεται καὶ διαφοραῖς συμβεβηκότων. οὔτε δὲ διαίρεσις οὔτε ἀριθμὸς οὔτε τὰ συμβεβηκότα τῆς ὕλης ἴδιά ἐστιν, ἀλλὰ τῶν εἰδῶν. αὕτη οὖν ἡ ἀπὸ τοῦ ὄντος κοινὴ παράλλαξις, ἢ ὅτι ποιέ ἐστιν ἡ ὕλη, ἀγένητος καὶ ἄφθαρτός ἐστιν. ἡ δὲ τοιάδε παράλλαξις καὶ ἡ τοιάδε ὕλη κατειλημμένη λοιπὸν ὑπὸ τοῦ εἴδους καὶ ἠτομωμένη γίνεται καὶ φθείρεται ὥσπερ καὶ τὸ εἶδος τὸ ἄτομον. κἂν γὰρ τὸ πρῶτον σῶμα λέγοι τις εἶναι τὴν ὕλην, καὶ ἐκεῖνο κατὰ τὴν κοινότητά ἐστιν ἄφθαρτον. τὸ γὰρ τοῦ ὕδατος σῶμα μετὰ τῶν τοῦ ὕδατος ποιοτήτων εἰς τὸ τοῦ ἀέρος σῶμα καὶ εἰς τὰς ἐκείνου μεταβάλλει ποιότητας, οὐχ ἡ σῶμα μέντοι κατὰ γὰρ τοῦτο οὐ μεταβάλλει), ἀλλ’ ᾗ τοιόνδε σῶμα εἰς τοιόνδε. ἐπειδὴ οὖν ἡ ὕλη τὸ κοινὸν ἔχει μόνον καθὸ ὕλη, διὰ τοῦτο ταύτῃ τὸ ἀγένητον καὶ ἄφθαρτον προσήκει. καὶ ἡ Ἀριστοτέλους ἀπόδειξις περὶ τοῦ ἀγένητον καὶ ἄφθαρτον εἶναι τὴν ὕλην ἀσάλευτος μένει. ἡ γὰρ τὶς ὕλη γίνεται ἐκ τῆς τινὸς καὶ ἡ τοῦ ἀέρος ἐκ τῆς τοῦ ὕδατος, καὶ οὐκ ἔστιν ἡ τοῦ ἀέρος πρὶν γενέσθαι ὕδατος γὰρ ἦν ἐκείνη καὶ φθείρεται εἰς τὴν τοῦ ὕδατος ἡ τοῦ ἀέρος) καὶ οὐκ ἔφθαρται ἡ τοῦ ἀέρος πρὶν φθαρῆναι· οὐ γὰρ ἦν ὕδατος πρὶν γενέσθαι ὕδωρ. ἐπειδὴ δὲ τὸ τὶς ὕλη κατὰ τὸ εἶδος ἔχει, διὰ τοῦτο ἀδιορίστως ἀγένητον καὶ ἄφθαρτον εἶπε τὴν ὕλην ὁ Ἀριστοτέλης. Ἀλλ’ εἰ ἀγένητος, φασί τινες, καὶ ἄφθαρτος ἡ ὕλη, πῶς οὐκ ἀρχή τίς ἐστι πρώτη καὶ αὕτη ὥσπερ καὶ ὁ θεός. εἰ γὰρ ἐκ θεοῦ παρήχθη, οὐκ ἄν ἀγένητος ἦν. ἀλλ’ ὅτι μὲν ὁ Ἀριστοτέλης ἀγένητον οὐχὶ τὸ μὴ ἀπ’ αἰτίας ἠρτημένον λέγει, ἀλλὰ τὸ μὴ ἀπ’ ἀρχῆς χρόνου γενόμενον, δηλοῖ καὶ τὴν κίνησιν ἐν τοῖς τέλεσι ταύτης τῆς πραγματείας, ἀγένητον καὶ ἄφθαρτον δεικνύς, καίτοι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι φήσας· ἔτι δὲ ὁμοίως ἄν ἀγενήτους λέγοι καὶ τὰς τῶν εἰδῶν κοινότητας, ὥστε πολλὰς ἄν ἀρχὰς λέγοι πρώτας. καίτοι γε αὐτός ἐστιν ὁ βοῶν “οὐκ ἀγαθὸν πολυκοιρανίη’’. ὅλως δὲ ὁ μὲν Ἀριστοτέλης ὡς στοιχειώδη ἀρχὴν ὕπο· τίθεται τὴν ὕλην, ἥτις οὐκ ἂν ἀντίξους εἴη πρὸς τὸ ποιητικὸν ἢ τελικὸν αἴτιον, εἴπερ καὶ ἐφίεται τοῦ ἐκεῖθεν κόσμου “ὡς | θῆλυ ἄρρενος, καὶ ὡς αἰσχρὸν καλοῦ’’. οἱ δὲ ἑτερόδοξοι τὴν ὕλην εἶναι τὸ κακὸν λέγοντες καὶ ἀντίξουν αὐτὴν ἀρχὴν τῷ ἀγαθῷ τιθέντες ὡς ποιητικὴν ἀρχὴν ἀντιτιθέασι. τοιγαροῦν γενέσεις ἀπ’ αὐτῆς παραδιδόασι καὶ στρατηγίς αὐτῆς καὶ βουλάς, καὶ θριάμβους κατὰ τοῦ ἀγαθοῦ ληρωδοῦσιν. ὁ μέντοι Πλάτων’ ἐν Τιμαίῳ μὲν τά τε κυρίως αἴτια καὶ τὰ συναίτια τῆς τοῦ κόσμου ὑποστάσεως παρα- διδοὺς τὴν ὅλην τοῖς συναιτίοις συντάττει καὶ ἄφθαρτον αὐτὴν ὥσπερ καὶ τὸν ὅλον κόσμον φησίν. ὅτι δὲ ὡς πρώτην αὐτὴν ἀρχὴν οὐκ ἀξιοῖ λέγειν, ἐδήλωσεν ‘Eρμόδωρος ὁ τοῦ Πλάτωνος ἑταῖρος ἐν τῷ περὶ Πλάτωνος βιβλίῳ τὰ δοκοῦντα τῷ Πλάτωνι ἔν τε τοῖς ἄλλοις καὶ περὶ τῆς ὕλης γράφων, ὡς ὁ Δερκυλλίδης ἱστόρησε. τὸ δὲ συμπέρασμα ἐγὼ τῶν εἰρημένων παραθή- σομαι· “ὥστε ἄστατον καὶ ἄμορφον καὶ ἄπειρον καὶ οὐκ ὂν τὸ τοιοῦτον λέγεσθαι κατὰ ἀπόφασιν τοὐ ὄντος. τῷ τοιούτῳ δὲ οὐ προσήκει οὔτε ἀρχῆς οὔτε οὐσίας. ἀλλ’ ἐν ἀκρισίᾳ τινὶ φέρεσθαι, δηλοῖ γὰρ ὡς ὃν τρόπον τὸ αἴτιον κυρίως καὶ διαφέρον τρόπῳ τὸ ποιοῦν ἐστιν, οὕτω καὶ ἀρχή. ἡ δὲ ὕλη οὐκ ἀρχή. ὃ καὶ τοῖς περὶ Πλάτωνα ἐλέγετο μία ὅτι εἴη ἀρχή.’’ p. 192a34 Περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς ἕως τοῦ ἐν τοῖς ὕστερον δεικνυμένοις ἐροῦμεν. Εἰπὼν περὶ τῆς ὑλικῆς ἀρχῆς, ὅτι ἀνάγκη εἶναί τι πρῶτον ὑποκείμενον, ἐξ οὗ γίνεται ἕκαστα ἐνυπάρχοντος καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, καὶ ὅτι ἕτερον τῆς στερήσεως ἡ ὕλη, καὶ ὅτι ἀγένητος καὶ ἄφθαρτος, ὤφειλε λοιπὸν καὶ περὶ τῆς κατὰ τὸ εἶδος ἀρχῆς εἰπεῖν. τοῦτο γὰρ ἀκόλουθον ἦν τῷ τρεῖς μὲν εἰπόντι τὰς στοιχειώδεις ἀρχάς, ὕλην καὶ στέρησιν καὶ εἶδος, περὶ δὲ τῶν δύο διδάξαντι. ἀλλ’ ἡ μὲν ὕλη ἐνταῦθα τὴν πρώτην ἑαυτῆς ὑπόστασιν ἔχει καὶ στοιχεῖον ὅλης τῆς γενέσεως ἐστι, τὸ δὲ εἶδος τὸ μέν ἐστι πρῶτον καὶ ἀρχικὸν ὄντως, ὅπερ νοῦν ἐν ἄλλοις καὶ ἀγαθὸν καὶ πρῶτον αἴτιον καλεῖ ποιητικὸν καὶ τελικὸν ὑπάρχον, καὶ ἓν αὐτὸ καὶ πολλὰ λέγει· μετὰ γὰρ τὸν ἕνα νοῦν τὸ πλῆθος ὑφεστάναι δεῖ, δι’ ἃ καὶ κυκλοφορητικὰ σώματα. τὸ δέ τί ἐστιν εἶδος φυσικὸν καὶ φθαρτόν, στοιχεῖον τοῦτο τῶν γινομένων καὶ φθειρομένων καὶ προσεχὲς αἴτιον ὑπάρχον. καὶ δῆλον ὅτι ἡ κατὰ τὸ εἶδος κυρίως ἀρχὴ ἐκείνη ἐστὶν ἡ πρώτη καὶ χωριστή, ἀφ’ ἧς καὶ τὸ ἐνταῦθα εἶδος τὸ εἶναι ἔχει. διὰ τοῦτο περὶ μὲν τῆς κυρίως κατὰ τὸ εἶδος ἀρχῆς τῆς χωριστῆς καὶ νοητῆς καὶ ἀκινήτου, εἴτε μία ἐστὶν ἢ πολλαί, ἢ ὅπερ ἀληθέστερον καὶ μία καὶ πολλαί, καὶ τίς ἢ τίνες, ὅτι ἄυλοι καὶ νοηταὶ καὶ πάντῃ τέλειοι τῇ οὐσίᾳ οὖσαι ἐνέρ- γειαι, ταῦτα οὖν δι’ ἀκριβείας τῆς πρώτης φιλοσοφίας ἔργον ἐστὶ διορίσαι, ταὐτὸν δὲ εἰπεῖν, τῆς ὑπὲρ τὰ φυσικὰ πραγματείας, ἣν αὐτὸς μετὰ τὰ φυσικὰ καλεῖ. Περὶ δὲ τῶν φυσικῶν καὶ φθαρτῶν καὶ ὅλως ἐν κινήσει καὶ μέτα. βολῇ θεωρουμένων εἰδῶν, ἅπερ ἀρχαὶ στοιχειώδεις καὶ προσεχῆ αἴτια εἰδικὰ τῶν φυσικῶν εἰσιν, ὕστερον, φησίν, ἐροῦμεν. τοῦτο γάρ ἐστι τὸ εἶδος, ὃ καὶ ἐνυπάρχει τοῖς φυσικοῖς ὡς στοιχεῖον καὶ πρὸς ὃ ἡ στέρησις ἀντίκειται, ἐξ οὗ καὶ τῆς ὕλης τὰ φυσικὰ πάντα συνέστηκε. καὶ διαλύεται εἰς ταῦτα τὸ συναμφότερον, εἰς μὲν τὴν ὕλην καὶ ὑπομένουσαν, εἰς δὲ τὸ εἶδος οὐχ ὑπομένον. λέγει δὲ περὶ τοῦ τοιούτου εἴδους εὐθὺς ἐν τῷ ἐφεξῆς βιβλίῳ διχῶς αὐτὸ θεωρῶν, κατά τε τὴν φύσιν, ἣν καὶ ὡς ποιητικὸν προσεχὲς αἴτιον παραδώσει διὸ καὶ ἐν ἐκείνοις φυλάττει τὸν περὶ αὐτοῦ λόγον καὶ δι’ ἄλλας αἰτίας τὰς ἐκεῖ ῥηθησομένας), θεωρεῖ δὲ αὐτὸ καὶ κατὰ τὸ ἐφαπλωθὲν τῇ ὕλη. καὶ τὰ δύο πάλιν εἰς ἓν ἄγει κατὰ τὸ στοιχειῶδες τῶν φυσικῶν εἶδος, ὅπερ μάλιστα ἡ προκειμένη πραγματεία ζητεῖ. τάχα δὲ δυνατὸν λέγειν, ὅτι περὶ τῆς κατὰ τὸ εἶδος ἀρχῆς οὐχὶ τῆς χωριστῆς εἶπε νῦν, ἀλλὰ τῆς στοιχειώδους. καὶ γὰρ τὰ στοιχεῖα τῶν φυσικῶν πραγμάτων μετὰ ἀκριβείας παραδοῦναι οὐ τοῦ φυσιολόγου ἐστίν, ἀλλὰ τοῦ πρώτου φιλοσόφου, ὥσπερ οὐδὲ τὴν τῶν τεττάρων στοιχείων θεωρίαν τοῦ ἰατροῦ, ἀλλὰ τοῦ πρώτου φυσιολόγου· περὶ μέντοι τῶν φυσικῶν εἰδῶν, οὐχ ὡς εἰδῶν ἁπλῶς ἀλλ’ ὡς γινομένων καὶ φθειρομένων, τοῦ φυσικοῦ ἐστιν εἰπεῖν. καὶ δὴ καὶ ἐρεῖ περὶ τούτων ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, ἅπερ ὕστερον δείκνυσθαί φησιν ὡς μετὰ ταύτην τεταγμένα τὴν πραγματείαν. καλλίων δὲ ἡ προτέρα ἐξήγησις, ὅτι ποιητικὸν τοῦ οὐρανοῦ οἶδεν Ἀριστοτέλης. ἐπειδὴ δέ τινες οἴονται ποιητικὸν αἴτιον τοῦ παντὸς μὴ λέγειν τὸν Ἀριστοτέλην, ἀλλὰ μόνον τελικὸν καὶ τοῦτο καὶ τὸν Ἀλέξανδρον ἀρέσκειν νομίζουσιν, ἀναγ- καῖον δοκεῖ μοι τῶν ἐνταῦθα λεγομένων ὑπὸ Ἀλεξάνδρου τοῦ γνησιωτάτου τῶν Ἀριστοτέλους ἐξηγητῶν ἀκούειν αὐτοὺς ἐχόντων οὕτως· “τὸ δὲ πρῶτον εἶδος καὶ ὡς ποιητικὸν ἄν εἴη αἴτιον. λέγει γὰρ ἐν τοῖς Μετὰ τὰ φυσικά, ὅτι τοῦτο τὸ κινούμενον ὑπ’ αὐτοῦ, τοῦτο δέ ἐστι τὸ πέμπτον σῶμα, τὰ ἄλλα κινεῖ τὰ ἐν γενέσει καὶ φθορᾷ. οὕτως μὲν οὖν ποιητικόν. καθόσον δὲ πάντα τῇ τούτου ἐφέσει τῆς οἰκείας τελειότητος τυγχάνει, ὡς καὶ μικρῷ πρόσθεν εἴρηται, καὶ καθόσον, ὡς αὐτὸς εἴρηκε πάλιν ἐν τοῖς Μετὰ τὰ φυ- σικά, „κινεῖ δὲ ὡς ἐρώμενον,,, εἴη ἂν ὡς τὸ τέλος καὶ τὸ οὗ χάριν αἴτιον. τοιοῦτον γὰρ τὸ ὀρεκτόν.’’ ἰδοὺ σαφῶς καὶ κατά τι μὲν ὡς ποιητικὸν κατά τι δὲ ὡς τελικὸν αἴτιον ὑπέθετο τὸν νοῦν, αὐτὸς παρέστησεν. p. 192b2 Ὅτι μὲν οὖν εἰσὶν ἀρχαὶ καὶ τίνες καὶ πόσαι τὸν ἀριθμόν ἕως τοῦ τέλους. Τὸ μὲν γὰρ εἶναι τῶν φυσικῶν ἀρχὰς ὡς ἐναργὲς ἔδοξε παραλαμβάνειν φυλάττων τὰ προσήκοντα τῷ φυσικῷ μέτρα, τὸ δὲ τίνες καὶ πόσαι διορι- σάμενος καὶ ὅτι εἰσὶν ἀρχαὶ παρέστησε μέχρι τούτων τὸ πρῶτον κατα- κλείσας βιβλίον.

---

Simplicius, In Aristotelis physicorum libros commentaria, ed. Hermann Diels. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4013.tlg004.local001/.
