# In Aristotelis physicorum libros commentaria ΣΙΜΠΛΙΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΟ Β ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.1

Simplicius, In Aristotelis physicorum libros commentaria, ΣΙΜΠΛΙΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΟ Β ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simplicius/in-aristotelis-physicorum-libros-commentaria/%CE%A3%CE%99%CE%9C%CE%A0%CE%9B%CE%99%CE%9A%CE%99%CE%9F%CE%A5%20%CE%A6%CE%99%CE%9B%CE%9F%CE%A3%CE%9F%CE%A6%CE%9F%CE%A5%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%92%20%CE%A4%CE%97%CE%A3%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3.1

Προθέμενος ἐν ταύτῃ τῇ πραγματείᾳ τὰς ἀρχὰς καὶ αἰτίας τῶν φύσει συνεστώτων παραδοῦναι, ἐπειδὴ τῶν ἀρχῶν αἱ μέν εἰσι στοιχειώδεις αἱ δὲ ποιητικαὶ αἱ δὲ τελικαί, πρῶται δὲ προσπίπτουσιν ἡμῖν αἱ στοιχειώδεις, διό- τι τὸ γνωστὸν πρὸς τὴν ζήτησιν τῶν ἑαυτοῦ αἰτίων ἀνερεθίζει τὸν γινώσκοντα ἐκ τῆς οἰκείας φύσεως καὶ τῆς οἰκείας συστάσεως, ἣν τὰ ἐνυπάρχοντα αὐτῷ στοιχεῖα συνίστησι, διὰ τοῦτο ἐν τῷ πρώτῳ βιβλίῳ μετὰ τὸ τὰς δόξας ἱστο- ρῆσαί τε καὶ διαβασανίσαι τῶν φυσικῶν, τὰς στοιχειώδεις ἀρχὰς ἀνευρίσκει πρώτας δεικνὺς ἐκ τῶν ἐναντίων εἶναι τὰς γενέσεις, ὧν κοινότατον τό τε εἶδος καὶ ἡ στέρησις, καὶ ἔτι ἐκ τοῦ τοῖς ἐναντίοις ὑποκειμένου, καὶ δὴ καὶ περὶ τῆς ὕλης ὅτι τέ ἐστιν ἀποδείξας καὶ ὅτι ὑποκείμενον τοῖς ἐναντίοις καὶ ἐνυπάρχουσα τῷ συνθέτῳ καὶ τίνι τρόπῳ γνώσεως τῷ φυσικῷ ληπτὴ καὶ κατὰ τί διαφέρει τῆς στερήσεως καὶ ἔτι ὅτι ἀγένητος καὶ ἄφθαρτος, καὶ ὅσα ἄλλα τῶν τοῦ φυσικοῦ μέτρων ἦν περὶ αὐτῆς εἰπεῖν. ὁμοίως δὲ καὶ περὶ τῆς στερήσεως ὅτι τέ ἐστιν ἀποδείξας καὶ ὅτι ἀπουσία τοῦ εἴδους ἐν τῷ πεφυκότι καὶ ὅτι καθ’ αὑτὸ μὲν μὴ ὄν, κατὰ συμβεβηκὸς δὲ ὄν, καὶ ὅτι οὐχ ὡς ἐνυπάρχον αἴτιόν ἐστιν αὕτη, ἀλλὰ κατὰ συμβεβηκός τῷ γὰρ ἀπεῖναι), καὶ ὅτι γενητὴ καὶ φθαρτή· ταῦτα οὖν πάντα δείξας καὶ μέλλων ἀκολούθως καὶ περὶ τῆς κατὰ τὸ εἶδος ἀρχῆς λέγειν τῆς στοιχειώδους τὰ σύμμετρα τῷ φυσικῷ καὶ οὕτως ἐπὶ τὸ ποιητικὸν καὶ τελικὸν αἴτιον μετα- βαίνειν, ἐπειδὴ τὸ εἶδος καὶ ὡς στοιχεῖον ἐνυπάρχει τῷ συνθέτῳ καὶ ὡς ποιητικὸν αἴτιον κατὰ τὴν φύσιν καὶ τὸν λόγον θεωρούμενον, εἰκότως καὶ περὶ τοῦ εἰδικοῦ καὶ περὶ τοῦ ποιητικοῦ αἰτίου διδάσκειν ὀφείλων περὶ τῆς φύσεως ἐν ἀρχῇ διαλέγεται, ἣν καὶ ὡς εἶδος καὶ ὡς ποιοῦν αἴτιον οὖσαν ἀποδείξει. δεύτερον δὲ ἐπειδὴ οἱ μὲν τὴν ὕλην οἱ δὲ τὸ εἶδος ἔλεγον εἶναι τὴν φύσιν καὶ κυριώτερον μᾶλλον λέγουσιν οἱ τὸ εἶδος λέγοντες, πρὸς τὴν τοῦ εἴδους ἀπὸ τῆς ὕλης διάκρισιν τὴν τῆς φύσεως θεωρίαν προ- λαμβάνει. καὶ τρίτον εἰ ἡ μὲν ὕλη καὶ ἡ τοῖς φυσικοῖς καὶ ἡ τοῖς τεχνητοῖς ὑποκειμένη τὴν αὐτὴν ἔχει θεωρίαν, τὸ δὲ εἶδος τὸ μὲν τεχνητὸν ἔξωθεν ἔχει πᾶσαν τὴν τῆς κινήσεως ἀρχήν, τὸ δὲ φυσικὸν ἔνδοθεν, ἔδει τὸν μέλ- λοντα περὶ φυσικοῦ λέγειν εἴδους τὰ φύσει τῶν μὴ φύσει πρῶτον διορίζειν. καὶ ἄλλως δὲ οἰκεῖος ἦν ἐν τούτοις ὁ περὶ τῆς φύσεως λόγος. ἐν μὲν γὰρ τῷ πρώτῳ βιβλίῳ κοινὰς ἀρχὰς πάσης ἐζήτει μεταβολῆς. διὸ καὶ τῶν κατὰ τέχνην μεταβολῶν παραδείγματα παρελάμβανε τὸ μουσικὸν καὶ ἄμουσον τιθείς, ἐντεῦθεν δὲ λοιπὸν τὰ φύσει πρὸς τὰ μὴ φύσει διορίσας, περὶ τῶν φυσικῶν διαλέγεται τὰ τεχνικὰ παρείς. ἀναγκαίως οὖν περὶ φύσεως καὶ τῶν φύσει καὶ τῶν κατὰ φύσιν ὄντων λέγει χωρίσας αὐτὰ πρῶτον τῶν μὴ φύσει. καὶ γὰρ ἐν τῷ τέλει τοῦ πρώτου βιβλίου περὶ τῶν φυσικῶν καὶ φθαρτῶν εἰδῶν ἐρεῖν ἐφεξῆς ἐπηγγείλατο. ὅλως δὲ τῷ περὶ τῶν φυσικῶν πραγματευομένῳ ἀναγκαία ἡ γνῶσις τῆς τε φύσεως καὶ τοῦ φύσει καὶ κατὰ φύσιν καὶ τοῦ φύσιν ἔχειν, τί τέ ἐστιν ἕκαστον αὐτῶν καὶ τί διαφέρουσιν ἀλλήλων. τούτων δὲ πάντων ἡ τῆς φύσεως γνῶσις προηγεῖται. διὸ καὶ περὶ πρώτης αὐτῆς διδάσκει τὸ μὲν εἰ ἔστιν οὐκ ἀξιῶν ζητεῖν διὰ τὸ ἐναργῆ τὴν ὑπόστασιν αὐτῆς εἶναι, ὡς αὐτὸς μετὰ τὸ τί ἐστιν ἀπολογήσεται πλείονα περὶ τούτου λέγων, τί δέ ἐστιν ἡ φύσις ἀποδείκνυσι καὶ τούτῳ τὸ εἰ ἔστι συναποδείκνυται. καὶ ἐπειδὴ τῶν ὑπὸ φύσεως διοικουμένων ἐφά- πτεται καὶ μαθηματικὸς καὶ ἰατρὸς καὶ ὁ οὕτως καλούμενος φυσικός, τὴν τούτων πρὸς ἀλλήλους παρίστησι διαφοράν, μεταξὺ τὰ περὶ τῶν αἰτίων ἀνα- καθαιρόμενος ποσαχῶς τε λέγεται καὶ καθ’ ἕκαστον σημαινόμενον παρα- δείγματα προστιθείς. ἐπειδὴ δέ τινες καὶ τὴν τύχην καὶ τὸ αὐτόματον αἴτια λέγουσιν, ὅσοι ἐκ τύχης καὶ ἐκ ταὐτομάτου γίνεσθαί τινά φασι, καὶ οἷς ἀκολουθεῖ τοῦτο ἐξ ὧν λέγουσι, κἄν μὴ συναισθάνωνται τῆς ἀκολουθίας, ὡς τοῖς δύο τὰς ἀνωτάτω ἀρχὰς ποιοῦσιν εἴτε γὰρ θεὸν καὶ ὕλην λέγουσι, πῶς συνέδραμε τὸ τὸν μὲν ποιεῖν, τὴν δὲ πάσχειν, μὴ ὄντος ἄλλου τινὸς τῆς συνδρομῆς αἰτίου; ἐκ τύχης οὖν καὶ ἐκ ταὐτομάτου τὸ τοιοῦτον καὶ οὐδὲ ἐπακολουθούντων ἀλλὰ προὐπαρχόντων τούτων· καὶ οἱ τὸ ἀγαθὸν δὲ καὶ τὸ κακὸν ἀρχὰς λέγοντες τήν τε εἰς τὰ ἐναντία διάστασιν ἐκ τύχης ἢ ἐκ ταὐτομάτου ἐροῦσι καὶ τὴν ἐξ ἀρχῆς αὐτοῖς τοῦ τόπου γενομένην διανέμησιν), διὰ τοῦτο τοίνυν καὶ περὶ τύχης καὶ περὶ αὐτομάτου διαρθροῖ, φιλοκάλως ἐν τούτοις ἐπισκήπτων τοῖς πρὸ αὐτοῦ, διότι καὶ ὡς αἴτια ταῦτα παραλαμβάνοντες οὐδὲν περὶ αὐτῶν εἶπον. σαφεστέρᾳ δὲ τῇ διδασκαλίᾳ ἐν τούτῳ χρῆται τῷ βιβλίῳ κατά τε τὴν τάξιν τῶν προβλημάτων καὶ κατὰ τὴν λέξιν εὐπαρακολουθήτως διαγινόμενος. p. 192b8 τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ δι’ ἄλλας αἰτίας ἕως τοὐ καὶ τὰ τοιαῦτα φύσει φαμέν. Πρὸ τῶν ἄλλων ἁπάντων τί ποτέ ἐστιν ἡ φύσις ζητεῖ τε καὶ ἀπο- δείκνυσιν· οὔτε γὰρ τὸ φύσει οὔτε τὸ κατὰ φύσιν οὕτε ἄλλο τι τῶν φυσικῶν καθὸ φυσικὰ γνῶναι δυνατὸν τῆς φύσεως ἀγνοουμένης. εὑρίσκει δὲ τί ποτέ ἐστιν ἡ φύσις ἀπὸ τῆς διαφορᾶς τῶν φύσει πρὸς τὰ μὴ φύσει. φύσει δὲ λέγει τὰ διὰ φύσιν ὑφεστῶτα, οὐ φύσει δὲ τὰ δι’ ἄλλας αἰτίας, ἐπειδὴ πολλὰ καὶ ἄλλα τῶν γινομένων ἐστὶν αἴτια. καὶ γὰρ νοῦς καὶ λόγος πρα- κτικὸς ἢ ποιητικός, ὃς μετὰ μὲν ὀρέξεως προαίρεσις γινόμενος τὰ κατὰ ἀρε- τὴν καὶ κακίαν ἀποδίδωσιν οἷον δικαίαν πρᾶξιν καὶ ἄδικον, χωρὶς δὲ ὀρέξεως τὰ κατὰ τέχνην οἷον κλίνην οἰκίαν αὔλησιν. γίνεται δέ τινα καὶ διὰ τύχην ὥσπερ θησαυροῦ περίπτωσις, καὶ ἐκ ταὐτομάτου ὡς τέρατος γένεσις ἢ λίθου κατάπτωσις εἰς καθέδρας θέσιν. λαβὼν οὖν ὡς ἐναργὲς τὸ γίνεσθαί τινα καὶ δι’ ἄλλας αἰτίας, τίνα ἐστὶ τὰ φύσει λοιπὸν ἐφεξῆς ἐπάγει, φύσει λέγων εἶναι τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ τούτων μέρη καὶ τὰ ἀπλᾶ τῶν σωμάτων. οὔτε γὰρ προαίρεσις τούτων αἰτία, εἴπερ ἀόριστος μὲν ἡ προαίρεσις, ὡρισμένη δὲ ἡ τούτων γένεσις· οὔτε ἀπὸ τύχης ἢ ἐκ ταὐτομάτου· τὰ γὰρ τοιαῦτα ἐπ’ ἔλαττον, τὰ δὲ διὰ φύσιν ὡς ἐπὶ πλεῖστον· οὔτε ἀπὸ τέχνης· τὰ γὰρ ἀπὸ τέχνης ἔξωθεν γίνεται, ταῦτα δὲ ἔνδοθεν. δῆλον δὲ ὅτι πάντα ταῦτα φύσει λέγεται ὁμοίως, καθ’ ὅσον ἔχει τι κοινόν. οὔτε οὖν κατὰ τὴν αἴσθησιν αὕτη γὰρ τῶν ζῴων ἰδία) οὔτε κατὰ τὸ τρέ- φεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοια, ἀλλὰ κατὰ τὰς φυσικὰς ἰδίως κα- λουμένας κινήσεις τάς τε κατὰ τόπον χωρὶς ψυχικῆς ὁρμῆς γινομένας καὶ τὰς κατὰ ἀλλοίωσιν καὶ γένεσιν καὶ φθορὰν καὶ αὔξησίν τινα καὶ μείωσιν. εἰπὼν δὲ καὶ τὰ ζῷα, προσέθηκε καὶ τὰ τούτων μέρη, “διότι, Ἀλέξανδρος, τῶν φύσει ὄντων καὶ τὰ μέρη φύσει· τῶν μὲν γὰρ τεχνητῶν τὰ μέρη οὐ πάντα τεχνητά τῆς γὰρ οἰκίας οὔσης κατὰ τέχνην τὰ μὲν τῶν μερῶν διὰ τέχνην ἐστί, τὰ δὲ διὰ φύσιν, πλίνθοι μὲν καὶ θύραι διὰ τέχνην, λίθοι δὲ καὶ ξύλα φυσικά), τῶν δὲ φυσικῶν τὰ μέρη καὶ αὐτὰ διὰ φύσιν εἰσί. καὶ τοῦτο εἰκότως· ταῖς μὲν γὰρ τέχναις ὑπόκειται τὰ φυσικὰ σώματα διὸ τῶν κατὰ τέχνην γινομένων καὶ ταῦτα μέρη), τοῖς δὲ φύσει γινομένοις καὶ τὰ ὑποκείμενα φυσικά· διὸ καὶ τὰ τούτων μέρη φυσικὰ πάντα’’. μήποτε δὲ ἐπιστῆσαι χρὴ τοῖς εἰρημένοις. καὶ γὰρ εἰ μὲν μέρη λέγομεν τὰ κυρίως, καὶ τῶν τεχνητῶν τὰ μέρη τεχνητά ἐστι. καὶ γὰρ τοῦ ἀνδριάντος ἡ κεφαλὴ καὶ οἱ πόδες τεχνητά ἐστι καὶ τοῦ οἴκου τὰ μέρη ἀνδρῶνες καὶ γυναικωνίτιδες καὶ στοαί. εἰ δὲ μέρη καὶ τὰ στοιχεῖα κα- λοῦμεν, οἷά ἐστι ξύλα καὶ λίθοι καὶ τὰ τοιαῦτα τῶν οἴκων, καὶ ἐπὶ τῶν φυσικῶν τὰ πρῶτα στοιχεῖα οὐκ ἔστι φυσικά· οὐδὲ γὰρ ἡ ὕλη φυσικὴ καθ’ αὑτὴν ἀκίνητος οὖσα. ἀλλ’ ἴσως ἔστι τις καὶ ἐν τούτοις διαφορά· καὶ γὰρ ἐπὶ μὲν τῶν τεχνητῶν καὶ τὰ προσεχῆ στοιχεῖα φυσικά ἐστι καὶ οὐ τεχνητὰ οἷον ἐπὶ ἀνδριάντος χαλκὸς καὶ ἐπὶ οἴκου ξύλα καὶ λίθοι, ἐπὶ δὲ τῶν φυ- σικῶν εἰ καὶ τὸ ἔσχατον ὑποκείμενον μὴ ἔστι φυσικὸν οἷον ἡ ὕλη, ἀλλὰ τὰ προσεχῆ φυσικά ἐστιν ὡς τὰ τέτταρα στοιχεῖα· καὶ εἴη ἄν τις οὕτως κατὰ τοῦτο τῶν φύσει καὶ τῶν μὴ φύσει διαφορά. Ἀλλὰ πῶς τὰ ζῷα καὶ τὰ φυτὰ φύσει καὶ διὰ φύσιν εἶναί φησιν ἔμ. ψύχα ὄντα ταῦτα καὶ διὰ ψυχὴν ὄντα ἅπερ ἐστί; καὶ γὰρ τὸ ζῷον ὁρι- ζόμενοι οὐσίαν ἔμψυχον αἰσθητικὴν αὐτό φαμεν, καὶ τὸ φυτὸν ὑπὸ τῆς φυτικῆς ἐψύχωται ψυχῆς τῆς τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοια ποιούσης. καὶ τὸ θαυμαστὸν ὅτι προελθὼν ὀλίγον αὐτὸς ὁ Ἀριστοτέλης τὰ κατὰ αὔξησιν καὶ φθίσιν ἤτοι μείωσιν κινούμενα ὡς φυσικὰ τοῦτο πάσχειν φησὶ καίτοι ἐν τῇ Περὶ ψυχῆς τῇ φυτικῇ ψυχῇ προσήκειν λέγων τὸ φειν καὶ αὔξειν καὶ μειοῦν. καὶ ἔτι προελθὼν δὲ τὰ φυτευόμενα ξύλα βλα- στάνειν διὰ τὴν φύσιν τὴν ἑαυτῶν φησι, καίτοι τῆς βλάστης καὶ πάσης γεννήσεως διὰ ψυχὴν ὑπαρχούσης. καὶ ὁ ἀποδοθεὶς τῆς ψυχῆς ὁρισμὸς ὁ λέγων αὐτὴν “ἐντελέχειαν εἶναι σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ἔχοντος’’ καὶ τοῖς φυτοῖς ἁρμόττει καὶ τοῖς ζῴοις, οὐκέτι δὲ τοῖς ἁπλοῖς τῶν σωμάτων οἷον γῇ καὶ πυρὶ καὶ τοῖς λοιποῖς· οὐ γάρ ἐστιν ὀργανικὰ ταῦτα. πῶς οὖν ἐνταῦθα βουλόμενος τὴν διαφορὰν εὑρεῖν τῶν φύσει πρὸς τὰ μὴ φύσει, ὡς ταύτης οὔσης τῆς φύσεως, τὰ ζῷα καὶ τὰ φυτὰ ὡς φύσει ὄντα παραλαμβάνει καίτοι κατὰ ψυχὴν χαρακτηριζόμενα; μήποτε οὖν φυσικὰ μὲν μόνα τὰ ἁπλᾶ τῶν σωμάτων ἐστί, κἀν ἔχη δὲ καὶ ψυχὴν τὰ ζῷα καὶ τὰ φυτὰ τὰ μὲν φυτικὴν τὰ δὲ ὀρεκτικήν, ἀλλὰ καὶ φύσιν ἔχει τὴν ἐν- ταῦθα ζητουμένην, ἣν καὶ τὰ ἀπλᾶ τῶν σωμάτων ἔχει. καὶ γὰρ τὰ λειότερα τῶν σωμάτων τελειοτέρας ἔχοντα ζωὰς καὶ τὰς καταδεεστέρας ἔχει οἷον ἄνθρωπος μὲν καὶ λογικὴν καὶ ὀρεκτικὴν καὶ φυτικὴν καὶ τὴν ἐνταῦθα ζητουμένην φύσιν), τὸ δὲ ἄλογον ζῷον πλὴν τῆς λογικῆς τὰς λοιπὰς καὶ τὸ φυτὸν τὴν φυτικὴν καὶ τὴν φύσιν, τὰ δὲ ἁπλᾶ τῶν σωμάτων καὶ τὰ σύνθετα ἐκ τούτων, ὡς σώματα μόνον σύνθετα οἷον λίθοι καὶ ξύλα καὶ ὀστᾶ καὶ ὅλως τὰ νεκρὰ σώματα τὴν φύσιν μόνην ὅτι ποτέ ἐστιν ἡ φύσις. καὶ τοῦτο ἀναγκαίως· εἴπερ ἡ ψυχὴ φυσικῷ σώματι ἐπιγίνεται ἐντελέχεια οὖσα σώματος φυσικοῦ ὀργανικοῦ, ὡς αὐτὸς ἐν τῆ Περὶ ψυχῆς ὡρίσατο. ἔτι δὲ εἰ ἡ φύσις τοῖς ἁπλοῖς ὑπάρχει τῶν σωμάτων οὐ καθὸ ὀργανικὰ ἀλλὰ καθὸ σύνθετα ἐξ ὕλης καὶ εἴδους, ταῦτα δὲ καὶ τοῖς φυτοῖς ὑπάρχει καὶ τοῖς ζῴοις, εἴπερ καὶ ταῦτα ἐκ τῶν τεττάρων σύγκειται στοιχείων, δῆλον ὅτι καὶ τὰ τῶν ζῴων καὶ τὰ τῶν φυτῶν σώματα πρὸ τοῦ ζῴων καὶ φυτῶν εἶναι φυσικὰ πάντως ἐστί. καὶ διὰ τοῦτο ἴσως καὶ τὰ μέρη αὐτῶν προσέ- θηκε· τὸ γὰρ ὀστοῦν καὶ τὸ ξύλον ὄρεξιν μὲν ἢ φυτι|κὴν ψυχὴν οὐκέτι ἔχει, φύσιν δὲ ἔχει. καὶ τὴν διαφορὰν οὖν αὐτῶν τὴν πρὸς τὰ τεχνητὰ ἐνεδείξατο καὶ παρέλαβεν αὐτὰ καθὸ φυσικά, τὴν δὲ αὔξησιν προσεῖναι τοῖς φυσικοῖς εἶπεν ἢ ὡς οὔπω διορισθεῖσαν τίνων οἰκεία ἐστὶν ἢ ὡς καὶ τῶν κυρίως φυσικῶν τισιν ὥσπερ τῷ πυρὶ συγχωρουμένην ὑπάρχειν ὑπό τινων, νῦν παρέλαβεν ὡς φυσικήν. Καὶ ὅτι τὰ ζῷα καὶ τὰ φυτὰ οὐ καθὸ ζῷα καὶ φυτὰ παρέλαβεν ἐν τούτοις ὁ Ἀριστοτέλης ὡς φύσει ὄντα, ἀλλὰ καθὸ καὶ αὐτὰ φυσικά, δηλοῖ καὶ Εὔδημος ἐν τῷ πρώτῳ τῶν Φυσικῶν τάδε γράφων· “ἐπεὶ δὲ πολλὰ φύσει εἶναι καὶ γὰρ ἵππον καὶ ἄνθρωπον καὶ πάν ζῷον καὶ τὰ τούτων μόρια ἔτι δὲ ἐλαίαν καὶ πᾶν φυτὸν καὶ τὰ μόρια αὐτῶν, καὶ πόαν καὶ ὅλως τὰ φυόμενα, ἔτι δὲ γῆν καὶ πῦρ καὶ πολλὰ τῶν ἀψύχων), τί πᾶσι τούτοις ὑπάρχει; ἡ μὲν γὰρ αἴσθησις ἴδιός ἐστι τῶν ζῴων καὶ πολλὰ ἕτερα, ἡ δὲ αὔξησις τῶν ζωτικῶν, κινεῖται δὲ πάντα ὡς εἰπεῖν (καὶ γὰρ ξύλον καὶ χαλκὸς καὶ πῦρ καὶ ὅλως πᾶν σῶμα), οὐχ ὁμοίως δὲ πάσας τὰς κινήσεις· οἷον ὁ λίθος καὶ πάντα ὅσα βάρος ἔχει ἄνω μὲν καὶ εἰς τὸ πλάγιον ὑφ’ ἑτέρου, κάτω δὲ ὑφ’ ἑαυτοῦ, τὸ δὲ πῦρ κάτω μὲν ὑφ’ ἑτέρου, ἄνω δὲ καθ’ αὑτό. καὶ τὸ μὲν ξύλον καθ’ αὑτὸ κινεῖται κάτω, ἡ δὲ κλίνη ᾗ ξυλίνη, οὐχ ᾗ κλίνη. πτερίνη γὰρ γενομένη οὐκ οἰσθήσεται κάτω.” εἰ δὴ τὰ τεχνητὰ οὐ κινεῖται καθ’ αὑτά, ἀλλ’ ᾗ ἐκ τοιούτων ἐστί, τὰ δὲ φυσικά, ταῦτα δὲ τὰς μὲν ὑφ’ ἑτέρου τῶν κινήσεων κινεῖται, τὰς δὲ καθ’ αὑτά, καὶ τὰς μὲν ὑφ’ ἑτέρου παρὰ φύσιν φαμὲν αὐτοῖς εἶναι, τὰς δὲ ὑφ’ αὑτῶν κατὰ φύσιν, τὸ δὲ κινεῖσθαι κατὰ φύσιν αὐτοῖς ἄν εἴη μὴ οὐκ ἔξωθεν τοῦ αἰτίου ὄντος ἀλλ’ ἐν αὐτοῖς, ἄρα οὖν τὴν τοιαύτην ἀρχὴν τῆς κινήσεως φατέον τὴν φύσιν εἶναι, ἐπειδὴ πᾶσι τοῖς κατὰ φύσιν ὑπάρχουσα τυγχάνει; εἰ δὲ οὕτως, ἡ φύσις γίνεται ἀρχὴ κινήσεως ἐν αὐτοῖς καὶ καθ’ αὑτά. p. 192b12 Πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα ἕως τοῦ τὰ δὲ κατ’ ἀλλοίωσιν. Προθέμενος εὑρεῖν, τί ποτέ ἐστιν ἡ φύσις, πάνυ ἐμμεθόδως τὴν δια- φορὰν εὑρὼν τῶν φύσει ὄντων πρὸς τὰ μὴ φύσει ἀλλὰ διά τινας ἄλλας αἰτίας, ταύτην εἶναι τὴν φύσιν συλλογίζεται. διαφέρει δὲ τὰ φύσει τῶν μὴ φύσει οὐδενὶ ἄλλῳ ἢ τῷ ἐξ αὐτῶν ἀρχ·ὴν ἔχειν κινήσεως καὶ στάσεως· ἀρχὴν δὲ τὴν ὡς ποιητικὴν αἰτίαν λέγει. ὥσπερ δὲ ἔνδοθεν ἐξ ἑαυτῶν κινούμενα φαίνεται τὰ φυσικὰ τὰ μὲν κατὰ τόπον οἷον ἡ γῆ ἐπὶ τὸ κάτω καὶ ἐπὶ τὸ ἄνω τὸ πῦρ) τὰ δὲ κατὰ αὔξησιν καὶ φθίσιν ὡς αὐτὸ τὸ πῦρ καὶ εἴ τινες πέτραι ἱστοροῦνται καθ’ ὅλον τὸν ὄγκον ἐπιδιδοῦσαι ἢ μειούμεναι, τοῦτο γάρ ἐστιν αὔξησις καὶ φθίσις), τὰ δὲ κατὰ ἀλλοίωσιν ὡς τὸ θερμαινόμενον καὶ λεπτυνόμενον ὕδωρ), οὕτως δὲ καὶ στάσιν τῆς τοιαύτης κινήσεως ἔνδοθεν ἔχουσιν. οὔτε γὰρ ἔξωθεν οὔτ’ ἐπ’ ἄπειρον ἡ κίνησις ἢ ἡ στάσις, ἀλλὰ πρὸς τὸ μέτρον τοῦ οἰκείου εἴδους προελθόντα ἵσταται. ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος, ὅτι “τούτων ἕκαστον εἶπεν ἐν τῷ ἔχειν ἀρχὴν κινήσεως καὶ στάσεως, ἁ προείρηκε, τουτέστι τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, ἀλλ’ οὐχὶ πάντα τὰ φυσικά· καὶ γὰρ τὸ κυκλοφορητικὸν σῶμα φυσικὸν καὶ αὐτὸ ὂν κινήσεως μὲν ἀρχὴν ἔχει ἐν ἑαυτῶ, στάσεως δὲ οὐκ ἔχει ἀπαύστως κινούμενον." μήποτε δὲ καὶ τὰ οὐράνια, κἀν μὴ μεταβάλλῃ ἀπὸ κινήσεως εἰς στάσιν, ἀλλ’ ὅμως ἔχει στάσιν καὶ αὐτὰ κατὰ τὸ κέντρον κατὰ τὸν ἄξονα κατὰ τοὺς πόλους κατὰ τὴν ὁλότητα. καὶ εἴπερ ἡ κίνησις αὐτῶν φυσική, καὶ ἡ στάσις ἄν εἴη τοιαύτη. ἀλλ’ οὐ πᾶσα στάσις ἠρεμία ἐστίν, ἀλλ’ ἡ μετὰ κίνησιν. κάλλιον οὖν ὁ Πορφύριος ἐφιστάνει ‘‘μήποτε ἐν τῷ „ἀρχῆς τινος καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν,, τὸ καί,, ἀντὶ τοῦ (??)ἦ„ παρείληπται διὰ τινὰ τῶν φύσει κινεῖσθαι μὲν ἀεί, μηδέποτε δὲ ἠρεμεῖν. καὶ οὐ λέγω, φησί, τὸ θεῖον σῶμα ἐξῄρηται γὰρ τῶν γενητῶν), ἀλλὰ τὸ πῦρ οὐδέποτε ἠρεμεῖ· ἢ γὰρ ἐπὶ τὸ ἄνω κάτω ἢ κύκλῳ κινεῖται. τινὰ δὲ τοῦ συναμφοτέρου τὴν φύσιν ἔχει.” τὰ τοίνυν φυσικὰ ἔνδον ἔχει ἐν ἑαυτοῖς τὴν αἰτίαν τῆς κινή- σεως καὶ στάσεως καὶ οὐκ ἔξωθεν ὥσπερ τὰ τεχνητὰ καὶ τὰ δι’ ἄλλας αἰτίας γινόμενα. ὅταν δὲ λέγῃ ὁ Ἀλέξανδρος, ὅτι τὰ μὲν ἀπλᾶ τῶν σω- μάτων μόνης τῆς κατὰ τόπον κινήσεως ἴσως ἄν ἐν αὑτοῖς τὴν ἀρχὴν ἔχοι, τὰ δὲ ζῷα πασῶν, τὰ δὲ φυτὰ παρὰ τὴν κατὰ τόπον τῶν ἄλλων, ἀξιώσομεν αὐτὸν ἢ μὴ τὴν ζῴων ὡς ζῴων μηδὲ τὴν φυτῶν ὡς φυτῶν κίνησιν ἐνταῦθα παραλαμβάνειν ἀλλὰ τὴν ὡς φυσικῶν σωμάτων, ἢ ὡς ὁλοσχερῶς τούτων εἰρημένων ἐκδέχεσθαι. p. 192b15 Κλίνη δὲ καὶ ἱμάτιον καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἕως τοῦ ὅσα κατὰ συμβεβηκὸς αἴτια γένοιτο ἄν ἑαυτοῖς. Ὑποδείξας ἐκ τῶν ἐναργῶς φαινομένων, ὅτι τὰ φυσικὰ ἀρχὴν ἔχει ἐν ἑαυτοῖς κινήσεως καὶ στάσεως, τῇ παραθέσει τῶν μὴ φύσει δείκνυσιν ὅτι καὶ ἴδιον τοῦτό ἐστι τῶν φύσει συνεστώτων. καὶ τὰ μὴ φύσει γάρ, κα- θόσον μὲν ταῦτα λέγεται, ἅπερ ἐστὶ κατὰ τέχνην οἷον κλίνη ἢ ἱμάτιον τοῦτο γάρ ἐστι τὸ καθόσον τετύχηκε τῆς κατηγορίας) οὐδεμίαν ἀφ’ ἑαυτῶν ὁρμὴν εἰς μεταβολὴν ἔχει· ὁρμὴν δὲ κυρίως τὴν ἔνδοθεν ἀρχὴν ἐκάλεσε τῆς κινήσεως. τινὲς δὲ ἀντὶ τοῦ ὁρμήν ἀρχήν γράφουσι· τὰ γὰρ φυσικὰ τὴν αἰτίαν τῆς κινήσεως ἐν ἑαυτοῖς ἔχει, τὰ δὲ τεχνητὰ ἔξωθεν. οὐ γὰρ ἐν ἑαυτοῖς ὁ τεχνίτης οὐδὲ ἡ τέχνη. φέρεται μὲν γὰρ ἐπὶ τὸ κάτω ἡ βῶλος οὐκ ἔξωθεν κινουμένη, σχηματίζεται δὲ ἡ κλίνη ἔξωθεν. καὶ ἡ στάσις δὲ ὁμοίως τῇ μὲν βώλῳ καταλαβούσῃ τὴν ἑαυτῆς ὁλότητα ἔνδοθεν, τῷ δὲ σχηματισμῷ τῆς κλίνης ἔξωθεν ἀπὸ τοὐ τεχνίτου· καὶ ἐν τοῖς κατὰ φύσιν γὰρ καὶ ἐν τοῖς κατὰ τέχνην, ὅθεν ἡ κίνησις, ἐκεῖθεν καὶ ἡ στάσις. καὶ γὰρ τὰ κατὰ τόπον φυσικῶς κινούμενα καὶ τὰ κατὰ αὔξησιν καὶ κατὰ ἀλλοίωσιν, τὰ μὲν εἰς τὸν οἰκεῖον τόπον ἐλθόντα, τὰ δὲ εἰς τὸ οἰκεῖον μέγεθος, τὰ δὲ εἰς τὸ οἰκεῖον εἶδος ἵσταται φυσικῶς. καὶ οὔτε ἐπ’ ἄπειρον μεταβάλλει οὔτε ἔξωθεν αὐτοῖς ἡ τῆς στάσεως αἰτία, ἀλλ’ ἀφ’ ἑαυτῶν. ἡ μέντοι κλίνη καὶ τὸ ἱμάτιον καὶ ὅλως τὰ τεχνητά, καθόσον μὲν τεχνητά, ἔξωθεν ἔχει καὶ τὴν τῆς κινήσεως καὶ τὴν τῆς στάσεως ἀρχήν, καθόσον μέντοι καὶ τούτων ἑκάστῳ τὸ ὑποκείμενον σῶμα φυσικόν ἐστιν ἢ ξύλον ἢ ἔριον ἤ τι ἄλλο σῶμα ἁπλοῦν ἢ μικτόν, κατὰ τοσοῦτον καὶ ταῦτα ἐν ἑαυτοῖς ἔχει τήν τε τῆς κινήσεως καὶ τὴν τῆς στάσεως ἀρχήν. εἰ οὖν καὶ τὰ φυσικὰ πάντα ἐν ἑαυτοῖς ἔχει τοῦτο καὶ τὰ τεχνητὰ καθὸ μὲν τε- χνητὰ οὐκ ἔχει, καθὸ δὲ φυσικὰ καὶ ταῦτα ἔχει, ἴδιον ἄν εἴη τοῦτο τῶν φυσικῶν καθὸ φυσικὰ τὸ ἔχειν ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως· ὥστε ἐκ τού- των δῆλον, ὅτι ἡ φύσις οὐδὲν ἄλλο ἐστὶν ἢ ἀρχὴ κινήσεως καὶ ἠρεμίας ἐν ᾧ ἐστι πρώτῳ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. Καὶ ἔοικεν ἐν πρώτῳ σχήματι τοῦτο συνῆχθαι συλλογιστικῶς οὕτως· φύσις ἐστὶν ᾧ διαφέρει τὰ φύσει τῶν μὴ φύσει· διαφέρει τὰ φύσει τῶν μὴ φύσει τῷ ἀρχὴν καὶ αἰτίαν κινήσεως καὶ ἠρεμίας ἐνυπάρχουσαν ἔχειν πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός· φύσις ἄρα ἐστὶν ἀρχὴ κινή- σεως καὶ ἠρεμίας, ἐν ᾧ ἐστι πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. δύναται δὲ καὶ ἐν τρίτῳ σχήματι ἠρωτῆσθαι οὕτως· τὰ φύσει τῶν μὴ φύσει διαφέρει τῷ φύσιν ἔχειν· τὰ φύσει τῶν μὴ φύσει διαφέρει τῳ ἀρχὴν κι- νήσεως ἐν αὑτοῖς καὶ στάσεως ἔχειν καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός· τὰ ἄρα φύσιν ἔχοντα ἀρχὴν ἔχει κινήσεως καὶ τὰ ἑξῆς. ἡ φύσις ἄρα ἀρχὴ κινήσεως ἐστι καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. καὶ ἔστιν ὅμοιος τούτῳ ὁ συλλογισμός· πᾶν γελαστικὸν ἄνθρωπός ἐστι· πᾶν γελαστικὸν λογικὸν θνητόν ἐστι· καὶ συνάγεται τὸ πάντα ἄνθρωπον ζῷον θνητὸν εἶναι διὰ τὴν ὕλην ἔχον τὸ καθόλου, κἂν τὸ σχῆμα μερικῶν ἐστι συμπερασμάτων συναγωγόν. αἱ γὰρ τὰ ἴδια καὶ τοὺς ὁρισμοὺς κατηγορού- μενα ἔχουσαι προτάσεις καθόλου οὖσαι καταφατικαὶ ἀντιστρέφουσι διὰ τὴν τῆς ὕλης ἰδιότητα καθόλου. διόπερ ἐν τῷ τρίτῳ σχήματι κἂν παρὰ τοῦ σχήματος ἔχωσι τὸ συνάγειν τὸ ἐπὶ μέρους διὰ τὴν ὕλην ὅμως καὶ τὸ καθόλου ἀληθὲς ἔσται, ὡς εἶπεν αὐτὸς ἐν τοῖς Ἀναλυτικοῖς. εἴη δὲ ἄν ἡ πρότασις ἡ λέγουσα ‘τὰ φύσει τῶν μὴ φύσει διαφέρει ἀρχῇ καὶ αἰτίᾳ κι- νήσεως καὶ ἠρεμίας᾿ δι’ ἐκείνων δηλουμένη τῶν ῥητῶν “πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα’’ καὶ τῶν ἑξῆς. δύ- ναται δέ, ὡς καὶ ὁ Ἀλέξανδρός φησι, καὶ ὑποθετικῶς ὁ λόγος ἠρωτῆσθαι ἐξ ἀκολουθίας ὢν κατασκευαστικὸς οὕτως· εἰ τὰ φύσει καὶ φύσιν ἔχοντα διαφέρει τῶν μὴ φύσει τῷ ἀρχὴν καὶ αἰτίαν κινήσεως ἐν ἑαυτοῖς ἔχειν καθ’ αὑτὰ καὶ μὴ κατὰ συμβεβηκός, ἡ φύσις ἄν εἴη ἀρχὴ κινήσεως, ἐν οἷς ἐστι καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, τὸ δὲ πρῶτον, τὸ ἄρα δεύ- τερον. ὅτι δὲ τούτῳ διαφέρει τὰ φύσιν ἔχοντα τῶν μὴ ἐχόντων, ἐπιστώ- σατο διὰ τῆς ἐπαγωγῆς τὰ τεχνητὰ παραθέμενος.” Πάνυ δὲ ἀναγκαίως πρόσκειται τὸ ἐν ᾧ ὑπάρχει πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. καὶ γὰρ καὶ ἡ κλίτη ἀρχὴν ἔχει κινήσεως καὶ ἠρεμίας ἐν ἑαυτῇ· ἀφεθεῖσα γοῦν ἐπὶ τὸ κάτω φέρεται, καὶ ὅμως οὐ λέγεται φυσικὴ οὐδὲ φύσιν ἔχειν ὡς κλίνη, διότι ἡ ἀρχὴ τῆς κινήσεως οὐ τῇ κλίνῃ πρώτως ὑπάρχει, ἀλλὰ τῷ ξύλῳ, δι’ ἐκεῖνο δὲ καὶ τῆ κλίνῃ. ἀναγκαία οὖν ἡ τοῦ πρώτως προσθήκη. καὶ τὸ καθ’ αὑτὸ δὲ καὶ μὴ κατὰ συμβεβηκὸς ὅτι ἀναγκαίως παρείληπται, αὐτὸς ὁ Ἀρι- στοτέλης ἐξηγήσατο. δεῖ γάρ, εἰ μέλλοι φυσικὸν εἶναι καθό ἐστι, κατὰ τοῦτο ἐν ἑαυτῷ ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως, οἷον ἡ γῆ καθὸ γῆ ἐστιν ἀρχὴν ἔχουσα τῆς ἐπὶ τὸ κάτω φοράς φύσιν ἔχειν λέγεται. εἰ μέντοι τις νοσῶν ἰατρὸς ἑαυτὸν ὑγιάζοι, ὑγιάζεται μὲν ἐξ ἑαυτοῦ ἐν ἑαυτῷ γὰρ ἔχει τὴν τῆς κινήσεως ἀρχήν), οὐ καθ’ αὑτὸ δὲ ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ ᾗ ἰατρὸς ὑγιάζεται ὑφ’ ἑαυτοῦ ὁ ἰατρὸς, ἀλλ’ ᾗ νοσῶν· ὑγιάζει μὲν γὰρ καθὸ ἰατρός, ὑγιάζεται δὲ καθὸ νοσεῖ. ἄλλο δὲ τὸ ἰατρῷ καὶ ἄλλο τὸ νοσοῦντι εἶναι. διὸ καὶ χωρίζεται ἀλλήλων. οὔτε γὰρ πᾶς ἰατρὸς νοσεῖ οὔτε πᾶς νοσῶν ἰατρός ἐστιν, ὥστε ὁ ὑφ’ ἑαυτοῦ ὑγιαζόμενος ἰατρὸς οὐχ ᾗ νοσῶν ἐστι κατὰ τοῦτο ἐν ἑαυτῷ τὴν τῆς κινήσεως ἀρχὴν ἔχει· εἰ γὰρ ἡ νοσῶν, πᾶς ἂν ἑαυτὸν ὑγίαζεν ὁ νοσῶν ὑγιάζεται μὲν γὰρ ᾗ τὴν δὲ ἀρχὴν τῆς κινήσεως καὶ τοῦ ὑγιάζειν ἐξ ἑαυτοῦ οὐχ ᾗ νοσῶν ἔχει· καλῶς δὲ τὸ κατὰ συμ|βεβηκὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν διὸ καὶ χωρίζε- ταί ποτε ἀπ’ ἀλλήλων. τὸ μὲν γὰρ καθ’ αὑτὸ ὑπάρχον τινὶ ἀχώ- ριστον ἐκείνου, τὸ δὲ χωριζόμενον οὐ καθ’ αὑτὸ ὑπάρχει ἀλλὰ κατὰ συμ- βεβηκός. διαφέρει δὲ τὸ πρώτως τοῦ καθ’ αὑτὸ καὶ οὐδὲ τὸ καθ’ αὑτὸ πάν πρώτως ἐστὶν οὐδὲ τὸ πρώτως καθ’ αὑτό. καὶ γὰρ ὅταν τι καθ’ αὑτὸ ὑπάρχῃ τινὶ καὶ ἐκεῖνο πάλιν ἄλλῳ τινὶ καθ’ αὑτὸ ὑπάρχῃ, καὶ τὸ πρῶτον τῷ τρίτῳ καθ’ αὑτὸ μὲν ὑπάρχει, οὐ πρώτως δέ, οἷον τῷ τριγώνῳ καθ’ αὑτὸ ὑπάρχει τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ τὸ τρίγωνον τῶ ἰσοσκελεῖ καθ’ αὑτὸ ὑπάρχει. διὸ καὶ τῷ ἰσοσκελεῖ τὸ τὰς τρεῖς δυσὶν ὀρθαῖς ἴσας ἔχειν καθ’ αὑτὸ ὑπάρχει. καὶ γὰρ ἡ ἰσοσκελὲς τρίγωνόν ἐστι καὶ ἡ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει, καὶ ἀχώριστα τοῦ ἰσοσκελοῦς ἐστι τό τε τρίγωνον καὶ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν. οὐ μέντοι πρώτῳ τῷ ἰσοσκελεῖ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν ὑπάρχει, ἀλλὰ διὰ μέσου τοῦ τριγώ- νοῦ. πάλιν δὲ τὸ λευκὸν τῇ ἐπιφανείᾳ πρώτως ὑπάρχει καὶ ἡ ἀρετὴ τῇ ψυχῇ· οὐ γὰρ δι’ ἄλλου τινὸς μέσου. οὐ μέντοι καθ’ αὑτὸ ὑπάρχει ταῦτα· οὗτε γὰρ συμπληρωτικὰ τῆς οὐσίας τῶν ὑποκειμένων ἐστὶν οὔτε ἐν τῷ ὁρισμῷ παραλαμβάνεται. καὶ χωρίζεσθαι πέφυκε τό τε λευκὸν τῆς ἐπιφανείας καὶ ἡ ἀρετὴ τῆς ψυχῆς. ἔστι δὲ ὅτε καὶ συντρέχει εἰς ταὐτὸν ἄμφω, ὅταν καὶ συμπληρωτικὰ τῆς οὐσίας ᾖ καὶ ἀμέσως ὑπάρχῃ, ὡς τὸ λογικὸν τῷ ἀνθρώπῳ καὶ καθ’ αὑτὸ καὶ πρώτως ὑπάρχειν λέγοιτο ἄν καὶ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τῷ τριγώνῳ καὶ τὸ τρίγωνον τῷ ἰσοσκελεῖ. εἰ δὲ ἡ ναῦς ἐν ἑαυτῇ τὸν κινοῦντα κυβερνήτην ἔχει, ἀλλ’ οὐ καθ’ αὑτήν. οὐδὲ γὰρ συμπληροῖ τὴν αὑτῆς φύσιν, ἐπεῖ πᾶσα ἄν ναῦς εὐθὺ τῷ εἶναι ναῦς οὐκ ἂν ἐδεῖτο ἔξωθεν τοῦ κινήσοντος, οὔτ’ ἄν ἦν χωριστὸς αὐτῆς ὁ κυβερνήτης. οὐδὲν γὰρ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τινὶ σῳζομένου ἐκείνου χωρίζεται ἀπ’ αὐτοῦ. κἄν κινῇ δὲ ἑαυτὸν ὁ κυβερνήτης κινῶν τὴν ναῦν οὔτε καθ’ αὑτὸ οὔτε πρώτως κινεῖ· οὐ συγχωρητέον δὲ τῷ Ἀλεξάνδρῳ οὕτως λέγοντι κινεῖν ἑαυτὴν τὴν ψυχὴν ὡς τὸν κυβερνήτην τῷ κινεῖν τὸ σῶμα ἐν ᾧ ἐστιν ὡς ὁ κυβερνήτης τὴν ναῦν· τὴν μὲν γὰρ κατὰ τόπον κίνησιν τῆς ψυχῆς τάχα ἄν τις οὕτως γίνεσθαι συγχωρήσειεν, αἱ δὲ βουλήσεις καὶ διανοήσεις καὶ δοξάσεις καὶ αἱ ὁρμαὶ πάσαι, αὐτῆς εἰσιν ἑαυτὴν κινούσης πρώτως οὐ γὰρ δι’ ἄλλου τινός) καὶ καθ’ αὑτό· οὐσία γὰρ αὐτῆς τὸ αὐ- τοκίνητον. ἀλλ’ οὐδὲ ἐκεῖνα λέγοντα αὐτὸν ἀποδεκτέον. “σημειωτέον γάρ, φησίν, ὅτι καὶ τὴν ψυχὴν περιείληφε τῷ τῆς φύσεως λόγῳ, εἴπερ ἡ μὲν ψυχὴ κατ’ αὐτὸν ἐντελέχειά ἐστιν σώματος φυσικοῦ ὀργανικοῦ, ἡ δὲ φύσις κυρίως καὶ πρώτως ἐν τοῖς ἁπλοῖς ἐστι σώμασι καὶ οὐ τοῖς ὀργανικοῖς.” καὶ ἡ μὲν ψυχὴ ἐντελέχεια φυσικοῦ σώματός ἐστι, ἡ δὲ φύσις οὐκ ἂν εἴη φυσικοῦ σώματος, καὶ ἡ μὲν ἄλλων, ἣ δὲ ἄλλων κινήσεων ἀρχή. καὶ εἴπερ ἡ μὲν φύσις ἐν ὑποκειμένῳ ἐστὶ τῷ σώματι κατὰ τὸν ’Αριστοτέλην τὸ γὰρ ἐν ᾧ ἐστι πρώτῳ ὡς ἐν ὑποκειμένῳ εἴρηται), οὐ πᾶσα δὲ ψυχὴ ἐν ὑποκειμένῳ ὁ γὰρ νοῦς χωριστὸς ὡς αὐτὸς ἐν τῇ Περὶ ψυχῆς βοᾷ), κἂν ὁ Ἀλέξανδρος μὴ περὶ τοῦ ψυχικοῦ νοῦ ἀλλὰ περὶ τοῦ θείου βούλη- ται ἀκούειν, πάνυ ἀπιθάνως ἐκείνους τοὺς λόγους τῇ ἑαυτοῦ περὶ ψυχῆς δόξῃ συναρμόττει φιλονεικῶν. ἀλλ’ ὅτι μὲν ἀρχὴ κινήσεως καὶ ἡ ψυχὴ καὶ κυριωτέρα τῆς φύσεως ἀρχὴ καὶ οὐκ ἀρχὴ μόνον ἀλλὰ καὶ πηγή, καὶ ἡμεῖς φαμεν, οὐ μέντοι ὡς ἐν ὑποκειμένῳ οὖσα τῷ κινουμένῳ. τὸ δὲ ἐν ὑποκειμένῳ τῇ φύσει προσεῖναι βούλεται λέγων “ὑποκείμενον γάρ τι καὶ ἐν ὑποκειμένῳ ἡ φύσις’’. δηλοῖ δὲ τοῦτο τὸ χωριστὰς ἔχειν τὴν ψυχὴν τοῦ σώματος ἐνεργείας, ὡς καὶ Ἀριστοτέλης ἐχρήσατο ἐν τῇ Περὶ ψυχῆς, χωριστὴν αὐτὴν τοῦ σώματος καὶ τὴν οὐσίαν ἔχειν ἀποδεικνύς. Ποιούμενα δὲ εἶπε τὰ κατὰ τέχνην γινόμενα, διότι ἡ τέχνη “ἕξις ἐστὶ μετὰ ἀληθοῦς λόγου ποιητική’’, ὡς ὡρίσατο αὐτὸς ἐν τοῖς Ἠθικοῖς. καὶ ἐν τῷ Z δὲ τῆς Μετὰ τὰ φυσικὰ λέγει τὸ μὲν γίνεσθαι κυρίως ἐπὶ τῶν φύσει γινομένων λέγεσθαι, τὰς δὲ ἄλλας ποιήσεις λέγεσθαι. πάντα οὖν τὰ κατὰ τέχνην γινόμενά τε καὶ ποιούμενα ἢ ἔξωθεν τὸ κινοῦν ἔχει ἢ εἰ ἐν αὑτοῖς κατὰ συμβεβηκός. ἐφιστάνει δὲ ὁ μέγας Συριανὸς ὅτι “ὁ ἀπο- δοθεὶς οὗτος τῆς φύσεως ὁρισμὸς πᾶσι σχεδὸν ἁρμόσει τοῖς τῆς φύσεως σημαινομένοις οἰκείως ἐφ’ ἑκάστῳ λαμβανόμενος. ὥσπερ γὰρ τὸ ὄνομα ἡ φύσις ὁμωνύμως κατηγορεῖται ὕλης τε καὶ εἴδους καὶ τῆς οἷον ἐκ φύσεως κατὰ τῆς οἷον αἰτίας ἐπὶ τῶν φυσικῶν σωμάτων κυρίως ταττόμενον, οὕτως καὶ ὁ ὁρισμὸς ἐπὶ μὲν τῆς κυρίως καλουμένης φύσεως αὐτόθεν ἀκούεται, κατὰ ἀναλογίαν δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρχῶν· ἀρχαὶ γὰρ κινήσεων καὶ αἱ ἄλλαι φύσεις, ἀλλ’ οὐχ ὡσαύτως. p. 192b32 Φύσις μὲν οὖν ἐστι τοῦτο ἕως τοῦ καὶ τί τὸ φύσει καὶ κατὰ φύσιν ἐστίν. ‘Oρισάμενος τὴν φύσιν καὶ τὰ ἀσαφῆ τοῦ ὁρισμοῦ διαρθρώσας ἐπάγει ὅτι φύσιν ἔχει ὅσα τοιαύτην ἔχει ἀρχήν. καίτοι τὰ φύσιν ἔχοντα ἐκ τῆς ἐνεργείας ὑποδείξας ἐκ τούτων τί ποτέ ἐστίν ἡ φύσις συνήγαγε· πῶς οὖν πάλιν ὡς ἑπόμενον τὸ τοιοῦτόν τι εἶναι τὴν φύσιν ἐπάγει τὸ φύσιν ταῦτα ἔχειν ὅσα τοιαύτην ἔχει ἀρχήν; ἢ τοῦτο οὐχ ὡς ἀπό- δεῖξιν ἐπήγαγεν, ἀλλ’ ὡς ἐναργὲς μὲν παρείληπται, χρείαν δὲ παρέχεται αὐτῷ νῦν ἀναληφθέν. ἢ πρὸς τὸ διορίσαι, τί τὸ φύσιν ἔχειν καὶ τί τὸ κατὰ φύσιν, ὅπερ ἐφεξῆς ποιεῖ, ἢ πρὸς τὸ συναγαγεῖν, ὅτι τὸ φυσικὸν πᾶν οὐσία ἐστὶ σύνθετος ἔχουσα μέν τι ὑποκείμενον τὸ ἐν ᾧ ἐστιν ἡ φύσις, εἴπερ ἡ φύσις ἀρχὴ καὶ αἰτία ἐστὶν ἐν ᾧ ἐστι καθ’ αὑτό, ἔχουσα δὲ καὶ ἐν ὑποκειμένῳ τι τὴν φύσιν αὐτήν. διὸ ὡς ἀκόλουθον τούτοις ἐπάγει τὸ συνθέτου ὄντος τοῦ φυσικοῦ τινὰς μὲν τὸ ὑποκείμενον λέγειν τὴν φύσιν, ἐξ οὗ γίνεται τὰ γινόμενα ἐνυπάρχοντος, τινὰς δὲ τὸ εἶδος. καὶ διαιτᾷ τοῖς λόγοις ἀμφοτέροις. διορίζει δὲ τὸ φύσιν ἔχον καὶ τὸ κατὰ φύσιν, εἰπὼν τὸ φύσιν ἔχον οὐσίαν εἶναι σύνθετον ἐξ ὑποκειμένου τοῦ ἔχοντος καὶ τῆς ἐν ἐκείνῳ φύσεως. τὸ γὰρ ἔχον φύσιν ὑποκείμενόν τί ἐστι καὶ ἡ ἐν ὑπο- κειμένῳ φύσις. καὶ εἰσὶ πάντα ταῦτα τὰ ἔχοντα φύσιν οὐσίαι. καὶ γὰρ οὐσία μέν πὼς εἴρηται καὶ ἡ ὕλη καὶ τὸ ὑποκείμενον ἐν τῷ πρώτῳ, οὐσία δὲ καὶ τὸ ἐν ὑποκειμένῳ, ὅπερ ἐστὶ τὸ εἶδος. κυριωτέρα δὲ οὐσία τὸ συν- αμφότερον. δεικτικὸν οὖν τοῦ τὰ ἔχοντα φύσιν οὐσίας εἶναι τὸ ὑποκείμενόν τι εἶναι καὶ ἐν ὑποκειμένῳ, οὐσίαν δὲ ἑκάτερον εἶναι καὶ μᾶλλον τὸ συν- αμφότερον. ἢ τὸ καὶ πάντα ταῦτα οὐσία ἀκουστέον, ὅτι καὶ τὸ ἔχον φύσιν, τουτέστι τὸ ὑποκείμενον, οὐσία ἐστὶ καὶ ἡ φύσις οὐσία, καὶ πολὺ πλέον δηλονότι τὸ συναμφότερον οὐσία· ἔστι γὰρ ὑποκείμενόν τι καὶ ἐν ὑποκειμένῳ. ἢ εἰπὼν ὅτι εἰσὶ πάντα ταῦτα οὐσίαι, τουτέστι τό τε ὑπο- κείμενον καὶ τὸ ἐν ὑποκειμένῳ, τοῦτο δείκνυσι διὰ μέσης τῆς φύσεως, λέ- γῶν ὅτι ἡ φύσις ὑποκείμενόν τι καὶ ἐν ὑποκειμένῳ ἐστὶν ἀεί. εἰ οὖν ἡ φύσις οὐσία, τὸ δὲ ὑποκείμενον φύσις καὶ τὸ ἐν ὑποκειμένῳ φύσις, τουτέστιν ἡ ὕλη καὶ τὸ εἶδος, οὐσία ἄν εἶεν ταῦτα πάντα. καὶ ταύτῃ δοκεῖ τῇ ἐννοία συνᾴδειν καὶ τὸ μετ’ ὀλίγον ζητούμενον, πότερον ἡ ὕλη καὶ τὸ ὑποκείμενόν ἐστιν ἡ φύσις ἢ τὸ εἶδος καὶ τὸ ἐν ὑποκειμένῳ. ἀμείνων δὲ ἡ προτέρα ἐξήγησις καὶ διὰ τὰ ἐφεξῆς ἐπαγόμενα καὶ ὅτι οὐκ ἄν τὸ ὑπο- κείμενον καὶ τὸ ἐν ὑποκειμένῳ δύο ὄντα πάντα ὁ Ἀριστοτέλης ἐκάλει, ὃς γε ἐν τῇ Περὶ οὐρανοῦ τάδε γέγραφε· “τὰ γὰρ δύο ἄμφω μὲν λέγομεν καὶ τοὺς δύο ἀμφοτέρους, πάντας δὲ οὐ λέγομεν, ἀλλὰ κατὰ τῶν τριῶν ταύτην τὴν κατηγορίαν φαμὲν πρῶτον.” διὸ καὶ τὰς λοιπὰς ἐξηγήσεις τοῦ Ἀλε- ξάνδρου εἰς τοῦτον τεινούσας τὸν νοῦν παρατρέχω. πάντα οὖν τὰ ἔχοντα φύσιν οὐσία, διότι ὑποκείμενόν τι τὸ ἔχον καὶ ἐν ὑποκειμένῳ τὸ ἐχόμενον, τουτέστιν ἡ φύσις, ταὐτὸν δὲ εἰπεῖν, ὕλη ἐστὶ καὶ εἶδος, ὅπερ ἐστὶν ἡ κυ- ρίως οὐσία. σημειοῦται δὲ ὁ Ἀλέξανδρος ὅτι καὶ τὸ εἶδος καὶ τὴν φύσιν καίτοι οὐσίας εἶναι βουλόμενος ἐν ὑποκειμένῳ λέγει, ἐν Κατηγορίαις εἰπὼν μηδεμίαν οὐσίαν ἐν ὑποκειμένῳ εἶναι. καὶ παραμυθεῖται τὴν ἔνστασιν λέγων ἤτοι τῶν ἐκεῖ εἰρημένων οὐσιῶν μηδεμίαν ἐν ὑποκειμένῳ εἰρῆσθαι οὐ γὰρ περὶ τῆς κατὰ τὸ εἶδος οὐσίας ἐκεῖ τὸν λόγον πεποίηται, ἀλλὰ περὶ τῆς συναμφοτέρου, ᾗτινι μηδὲ ἐναντίον τι εἶναί φησιν), ἢ οὐ τὸ κυρίως λεγόμενον ἐν ὑποκειμένῳ νῦν λέγει, οὗ ἐν Κατηγορίαις ἐμνημόνευσεν, ἀλλὰ τὸ ὑποκειμένου τινὸς πρὸς τὸ εἶναι χρῇζον ἐν ὑποκειμένῳ νῦν λέγει, ὥσπερ ἐν πολλοῖς πάλιν τὸ συμβεβηκὸς καθ‘’ ὑποκειμένου. Τοιαῦτα οὖν εἰπὼν τὰ ἔχοντα φύσιν ἐπάγει λοιπὸν τίνα τὰ κατὰ φύσιν ἐστὶ καὶ ὅτι ἐπὶ πλέον ἐστὶ τῶν φύσιν ἐχόντων. καὶ γὰρ καὶ τὰ ἔχοντα φύσιν κατὰ φύσιν λέγεται ὡς κατὰ τὴν ἐν ἑαυτοῖς φύσιν χαρακτηρι- ζόμενα καὶ ὄντα ἅπερ λέγεται. οὐ μόνον δὲ ταῦτα κατὰ φύσιν εἶναι λέ- γεται, ἀλλὰ καὶ ὅσα τούτοις ὑπάρχει καθ’ αὑτό. καὶ γὰρ τὸ πῦρ φύσιν ἔχει ἐν ἑαυτῷ ἀρχὴν ἔχον καὶ αἰτίαν τῆς ἐπὶ τὸ ἄνω κινήσεως, κατὰ φύσιν δέ ἐστι καὶ φύσει τῷ πυρὶ ἡ ἄνω φορά. καὶ οὐκέτι φύσιν ἔχει τὸ φέρεσθαι ἄνω οὐδὲ ἔστι τοῦτο φύσις· οὐδὲ γὰρ οὐσία, ἀλλὰ δύ- ναμις καὶ ἐνέργεια κατὰ τὸν τῆς φύσεως λόγον ὑπάρχουσα τῷ πυρὶ καὶ οὕτως λεγομένη κατὰ φύσιν. καὶ φύσει δὲ τὸ αὐτὸ λέγεται. διὰ γὰρ τὴν ἑαυτοῦ φύσιν καὶ τὸ πεφυκέναι οὕτως ἔχει τὴν τοιαύτην δύναμιν καὶ ἐνέργειν. καὶ τῷ μὲν πυρὶ τὸ φέρεσθαι ἄνω καὶ φύσει καὶ κατάφυσιν ἐστίν· οὐ μέντοι ταὐτόν ἐστι τὸ φύσει καὶ τὸ κατὰ φύσιν, ἀλλ’ ἐπὶ πλέον ἐστὶ τὸ φύσει τοῦ κατὰ φύσιν· καὶ γὰρ κατὰ φύσιν λέγομεν εἶναι τῶν φύσει τὰ τὴν οἰκείαν ἔχοντα τελειότητα. ἔστι δέ τινα φύσει μὲν ὡς κατὰ φύσεως ἐνέργειαν γινόμενα, οὐ μέντοι κατὰ φύσιν, ὡς ἔχει τὰ ἐκ γενετῆς πηρώματα καὶ ὅλως τὰ ἐν τῇ στερήσει. καὶ γὰρ ταῦτα τῷ πε- φυκέναι τοιαῦτά ἐστι, διότι ἡ στέρησις ἀπουσία ἐστὶν ἐν τῷ πεφυκότι. καὶ τὸ μὲν φύσει ῥηθείη ἄν ἐπὶ παντὸς τοῦ παρακολουθοῦντος καὶ συμβαίνοντος τῇ φυσικῇ οὐσίᾳ καθὸ τοιαύτη, οἷον καὶ τὸ κεχρῶσθαι τῷ σώματι καὶ τὸ νοσεῖν, τὸ δὲ κατὰ φύσιν ἐπὶ μόνου λέγεται τοῦ κατὰ τὸ βούλημα τῆς φύσεως ἀποβαίνοντος. διὸ κατὰ φύσιν μὲν τὸ ὑγιαίνειν λέγομεν, τὸ δὲ νοσεῖν φύσει προσεῖναι παρὰ φύσιν ὄν. ὅταν οὖν λέγῃ ὁ Ἀριστοτέλης ὅτι τὰ φύσει καὶ κατὰ φύσιν ἐστίν, οὐχ ὅτι ταὐτόν ἐστι ταῦτα λέγει, ἀλλ’ ὅτι ἐπὶ τοῦ πυρὸς τὰ ἄνω φέρεσθαι αὐτῷ φύσει καὶ κατὰ φύσιν ἐστίν. p. 193a3 Ὡς δὲ ἔστιν ἡ φύσις πειρᾶσθαι δεικνύναι ἕως τοῦ νοεῖν δὲ μηδὲν. ἐπειδὴ πρὸ τοῦ τί ἐστι προβλήματος ἔστι τὸ ζητεῖν εἰ ἔστιν ὅλως τὸ περὶ οὗ ἡ ζήτησις, ὡς ἐν δευτέρῳ διδάσκει τῶν Ὑστέρων ἀναλυτικῶν γὰρ ὄντος ὅλως τοῦ προβληθέντος ζητεῖν τί ἐστι περιττῆς ἄν εἴη σχολῆς· οὐδὲ γὰρ ἄν εἴη τοῦ μὴ ὄντος ὁρισμός), ἐπειδὴ οὖν τοῦτο οὕτως ἔχει, αὐ- τὸς δὲ μὴ δείξας ὅτι ἔστιν ἡ φύσις τὸν ὁρισμὸν αὐτῆς παραδέδωκεν, ὅτι εὐλόγως παρῆκε τὸ εἰ ἔστι διδάσκει. τὰ γὰρ ἐναργῆ τὴν ὑπόστασιν ἔχοντα οὐ δεῖται τῆς τοῦ ὅτι ἔστιν ἀποδείξεως, ὡς καὶ τοῦτο αὐτὸς ἐν τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν εἴ εἴ τι μέμνημαι, προσδιωρίσατο. φανεροῦ ὄντος, φησίν, ἐκ τῆς ἐναργείας τοῦ εἶναί τινα ἔχοντα ἐν ἑαυτοῖς ἀρχὴν κι- νήσεως, ὅπερ ἐστὶν ἡ φύσις, τὸ πειρᾶσθαι δεικνύναι ὅτι ἔστιν ἡ φύσις γελοῖον. τὸν γὰρ τὸ φανερὸν βουλόμενον ἀποδεῖξαι ἀναγκασθῆναι πρὸς πίστιν ἀγνωστότερόν τι λαβεῖν τοὐ δεικνυμένου, πρῶτον μὲν ἀγνοοῦντός ἐστι τὸν τῆς ἀποδείξεως τρόπον, ὅτι “πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἀπο- δεικτικὴ ἐκ προὑπαρχούσης γίνεται γνώσεως’’, ὡς αὐτὸς διδάσκει. ἔπειτα μὴ δυναμένου κρίνειν ἐστὶ τὸ δι’ αὑτὸ καὶ μὴ δι’ αὑτὸ γνώριμον, καὶ διὰ τοῦτο τὴν φύσιν δι’ ἑαυτὸ γνώριμον οὖσαν ὡς μὴ δι’ ἑαυτὸ γνώ- ριμον οὖσαν δι’ ἄλλων ἀποδεικνύναι σπουδάζοντος. καὶ τὸ χεῖρον, εἰ δι’ ἀγνωστοτέρων, ὅπερ ἀνάγκη πάσχειν ἐπὶ τῶν λίαν φανερῶν. καὶ ἀναιρεῖ δὲ τελέως ἀπόδειξιν ὁ βουλόμενος εἰς ἅπαντα χρῆσθαι τῇ ἀποδείξει. εἰ γὰρ δεῖ μὲν ἀρχὴν ἀποδείξεως εἶναι τὸ ἐναργές, ὁ τὰ ἐναργῆ νομίζων ἀποδείξεως δεῖσθαι οὐκέτι συγχωρεῖ ἐναργὲς εἶναί τι οὐδὲ ἀρχὴν ἀποδείξεως ἀπολιμ- πάνει, ὥστε οὐδὲ ἀπόδειξιν. Οτι δὲ τὸ τὰ φανερὰ διὰ τῶν ἀφανῶν πειρᾶσθαι δεικνύναι βαίνει τοῖς τὸ κριτήριον τῶν φανερῶν ἀπολέσασι, τὸν τυφλὸν ποιεῖται μάρ- τυρα τὸν περὶ χρωμάτων συλλογιζόμενον. φανερῶν γὰρ ὄντων καὶ αὐτο- πίστων τῶν χρωμάτων τοῖς δυναμένοις ὁρᾶν ὁ τὴν ὁρατικὴν δύναμιν ἀπολέσας τὴν τὸ φανερὸν τῶν χρωμάτων κρίνουσαν, εἶτα συλλογιζόμενος περὶ χρωμάτων, καὶ ἀγνωστοτέροις χρήσεται πρὸς πίστιν ἅτε τὸ φανερὸν ἀγνοῶν καὶ περὶ ὀνομάτων ποιήσεται τὸν λόγον μηδὲν νοῶν. ἐξ ὧν γὰρ ἀκούει, ἀλλ’ οὐκ ἐξ ὧν συναισθάνεται, ποιεῖται τὸν συλλογισμὸν ἅτε τὴν σύστοιχον τῶν αἰσθητῶν γνῶσιν ἀπολέσας, ἧς χωρὶς οὐδὲ ὁ λογισμός τι περὶ χρωμάτων νοεῖν δυνήσεται. οὕτως δὴ καὶ ὁ τὰ φανερὰ πειρώμενος ἀποδεικνύναι ἀγνοεῖ τὴν φύσιν τῶν ἐξ αὐτῶν γνωρίμων τῷ μὴ ἔχειν τὴν δύναμιν ᾗ ταῦτα κρίνεται· τοῦτο δέ ἐστιν ὁ νοῦς. νοῦς γάρ ἐστι, φησίν, ᾧ τοὺς ὅρους τῶν προτάσεων γινώσκομεν αὐτοπίστους ὄντας καὶ φανεροὺς καὶ ἁπλοῦς. τάχα δὲ καὶ τοὺς ὁρισμοὺς φανεροὺς ὀφείλοντας εἶναι καὶ αὐτοπίστους καὶ ἄνευ συλλογισμοῦ γνωρίμους, ὡς ἐξ ἐναργοῦς διαιρέσεως εἰλημμένους, ὁ νοῦς ἐστιν ὁ γνωρίζων. καὶ τὰ προβλήματα δὲ τὰ δι’ ἑαυτὰ φανερά, οἷον ὅτι τὸ ἀγαθὸν ὠφέλιμον καὶ ὅσα τοιαῦτα οἷον ὅροι τινές εἰσιν οὐ δεόμενοί τινος ἄλλου δι’ οὗ ἀποδειχθήσονται, ὥσπερ αἱ ἀμφίβολοι προτάσεις. συλλογίσαιτο δὲ ἄν περὶ χρωμάτων ὁ ἐκ γενετῆς τυφλὸς ἐξ ὧν ἀκούει, ἀλλ’ οὐκ ἐξ ὧν συναισθάνεται, ὅτι τὸ φαιὸν σύμμετρόν ἐστι τῇ ὄψει, λέγων ‘τὸ φαιὸν σύγκειται ἐκ διακριτικοῦ τοῦ λευκοῦ καὶ συγκριτικοῦ τοῦ μέλανος· τὸ τοιοῦ- τον σύμμετρον τῆ ὄψει.’ καίτοι οὕτε διακρίνοντος οὔτε συγκρίνοντος τὴν ὄψιν οὔτε συμμέτρως ἔχοντός τινος πρὸς αὐτὴν συναισθάνεται, ἀλλ’ ὀνόματα μόνον προφέρει. ἐπιστῆσαι δὲ χρὴ ἐκ τῶν εἰρημένων, ὅτι εἰκότως καὶ παρῆκε τὴν τοῦ εἰ ἔστι ζήτησιν καὶ τὴν αἰτίαν τῆς παραλείψεως οὐκ ἐξ ἀρχῆς ἀλλὰ νῦν εἶπεν, ὅτε τί ἐστι φανερὰν οὖσαν αὐτὴν ἀπέδειξε· καὶ γὰρ πάντα τὰ σώματα πρὸς τὸ κινεῖσθαι πέφυκε. p. 193a9 Δοκεῖ δὲ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἕως τοῦ τὰ δὲ ἄλλα γίνεσθαι καὶ φθείρεσθαι ἀπειράκις. Εἰπὼν πρότερον ὅτι τὰ φύσιν ἔχοντα οὐσίαι εἰσί, διότι ὑποκείμενόν τί ἐστι τὸ ἔχον καὶ ἐν ὑποκειμένῳ ἡ φύσις ἡ ἐχομένη, ἢ διότι ἡ φύσις ὑπο- κείμενόν τί ἐστι καὶ ἐν ὑποκειμένῳ, ὡς ἤκουε κατὰ μίαν ἐξήγησιν ὁ Ἀλέ- ξανδρος, εἰκότως τὰς δόξας παρατίθεται τῶν τε τὴν φύσιν τὸ ὑποκείμενον λεγόντων καὶ τῶν τὸ ἐν ὑποκειμένῳ, καὶ τὰς κατασκευὰς τὰς ἑκατέρων τοῦ οἰκείου λόγου προτίθησι, καὶ οὕτως αὐτῶν τὴν ἐπίκρισιν ποιεῖται, ἅμα δὲ καὶ τὰ σημαινόμενα τῆς φύσεως πολλαχῶς λεγομένης παραδίδωσιν, ὡς καὶ αὐτὸς ἐπὶ τέλει τοῦ λόγου πεποίηκε δῆλον λέγων “ἐπεὶ δὲ διώρισται πο- σαχῶς ἡ φύσις λέγεται” καὶ ἐγὼ κατ’ ἐκεῖνο τὸ χωρίον ἐπιστήσω. εἰπὼν δὲ δοκεῖ δὲ ἡ φύσις ἐπήγαγε καὶ ἡ οὐσία | τῶν φύσει ὄντων, διότι τῶν φύσει ὄντων τὸ εἶναι καὶ ἡ οὐσία κατὰ τὴν φύσιν ἐστί. πρῶτον δὲ λέγει περὶ τῶν τὴν ὅλην φύσιν ἑκάστου νομιζόντων, ὅπερ ἐστὶ τὸ πρῶτον ὑπάρχον ἐν ἑκάστῳ ἀρρύθμιστον καθ’ αὑτό, οἷον κλί- νῆς φύσις τὸ ξύλον, ἀνδριάντος δὲ ὁ χαλκός. πρῶτον δὲ ἀρρύ- θμιστον εἶπε, διότι ἐν ἑκάστῳ τῶν συνθέτων πλείονα πολλάκις ἐστὶν ὑποκειμένων ἔχοντα λόγον, ὡς ἐν τοῖς τῶν ζῴων σώμασι προσεχῶς μὲν τῷ ὅλῳ εἴδει ὑπόκειται τὰ ὀργανικά, ἐκείνοις δὲ τὰ ὁμοιομερῆ καὶ ἐκείνοις τὰ τέτταρα καλούμενα στοιχεῖα καὶ ἐκείνοις ἡ πρώτη ὕλη, ἥπερ ἐστὶ τὸ πρῶτον ἀρρύθμιστον καθ’ αὑτό. τὰ μὲν γὰρ ἄλλα πρός τι ἀρρύθμιστά ἐστιν ἔχοντα οἰκεῖα εἴδη, οἷον τὰ ὀργανικὰ ἢ τὰ ὁμοιομερῆ ἢ τὰ στοιχεῖα πρὸς γὰρ τὸ ἐπιγινόμενον ἐκείνοις εἶδος), ἡ δὲ πρώτη ὕλη καθ’ αὑτὸ ἀρρύθμιστός ἐστιν· ἀνδριάντος μὲν γὰρ ὕλη χαλκὸς καὶ κλίνης ξύλον εἰδοπεποιημένα ὄντα καὶ πρός τι ἀρρύθμιστα, ἡ δὲ κοινὴ πάντων ὕλη καθ’ αὑτὸ ἀρρύθμιστος. καὶ ὁ χαλκὸς δὲ καὶ τὸ ξύλον ἀναλογίαν ἔχουσι πρὸς τὴν πρώτην ὕλην· ὡς γὰρ ταῦτα πρὸς ἀνδριάντα καὶ κλίνην, οὕτως ἐκείνη πρὸς πάντα τὰ εἰδοπεποιημένα. τοῦτο οὖν τὸ πρῶτον καθ’ αὑτὸ ὑπάρχον ἐν ἑκάστῳ ἀρ- ρύθμιστον τὴν πρώτην καὶ κοινὴν φύσιν εἶναί φασιν ὥσπερ τὸ προσεχὲς τὴν προσεχῆ, οἷον ἀνδριάντος μὲν χαλκός, κλίνης δὲ ξύλον. Σημεῖον δὲ τοῦ τὸ ὑποκείμενον ἀλλ’ οὐχὶ τὸ εἶδος εἶναι τὴν φύσιν ὁ Ἀντιφῶν ὁ σοφιστὴς ἐποιεῖτο τὸ φύσιν μὲν εἶναι τὴν φύουσαν ἤτοι τὴν ἔκφυσιν καὶ διανάστασιν οὖσαν εἰς κίνησιν καὶ τοῦ ὁμοίου ἀπογέννησιν. ἐπὶ γὰρ τῶν τεχνητῶν εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστε ἀνεῖναι βλαστόν, οὐκ ἄν γενέσθαι κλίνην, ἀλλὰ ξύλον. τοῦτο δὲ συμβαίνει, διότι τὸ μὲν εἶδος καὶ ἡ] κατὰ τρόπον καὶ κατὰ νόμον, τουτέστι κατὰ τὸ ταῖς τέχναις νενομισμένον καὶ πρὸς τὸ κατὰ φύσιν ἀντιδιαστελλό- μενον, ὡς κατὰ συνθήκην ὂν κατὰ συμβεβηκὸς ὑπάρχον γίνεται καὶ ἀπογί- νεται, ἡ δὲ ὕλη παραμένει, διότι οὐσία καὶ φύσις ἐστὶν αὕτη τοῦ πράγματος. οὐσίας γὰρ ἴδιον τὸ ἐπιμένειν. τῶν δὲ φυσικῶν κατὰ τὴν φύσιν ἐστὶν ἡ οὐσία. ὥστε καὶ συλλογίσαιο ἄν οὕτως· ἡ ὕλη καὶ τὸ ὑποκείμενον τὸ παρα- μένον καὶ ἀναφύον ἐν τοῖς φυσικοῖς ἐστι· τὸ τοιοῦτον οὐσία τῶν φυσικῶν ἐστιν· ἡ οὐσία τῶν φυσικῶν ἡ φύσις ἐστίν· ἡ ἄρα ὕλη ἡ φύσις ἐστὶν ἐν τοῖς φυσικοῖς, ὥστε καὶ ἡ φύσις ὕλη. ἀντιστρέφουσι γὰρ οἱ ὁρισμοί. ἐπεὶ δὲ τῶν προσεχῶν ὑποκειμένων ἕκαστον εἶδος ἔχει τι ὑποκείμενον, εἰκότως προσέθηκεν εἰ δὲ καὶ τούτων ἕκαστον πρὸς ἕτερόν τι ὑπο- κείμενον αὐτῷ ταὐτὸν πέπονθεν, ὥστε τὸ μὲν εἶδος μεταβάλλειν, τὸ δὲ ὑποκείμενον μένειν, οἷον εἰ ὁ μὲν χαλκὸς καὶ ὁ χρυσὸς πρὸς ὕδωρ τοῦτο πέπονθε, τὰ δὲ ὀστᾶ καὶ ξύλα πρὸς γῆν καὶ τῶν ἄλλων ὁτιοῦν πρὸς τὸ ἐν αὐτῷ ὑποκείμενον, τὸ ὑποκείμενον ἄν εἴη ἡ φύσις καὶ ἡ οὑσία αὐτῶν. καὶ διὰ τοῦτο ὅπερ ἕκαστον ὑπέθετο τὸ πρῶτον ὑποκείμενον εἴτε ἓν εἴτε πλείω τοῦτο τὴν φύσιν καὶ τὴν οὐσίαν εἶναι τῶν ὄντων ἐνόμισεν. ὥστε ὁ μὲν Ἀντιφῶν κοινῶς ἐῴκει λέγειν τὸ ὑποκείμενον τὴν φύσιν, τῶν δὲ ἄλλων ἕκαστος ὅπερ ἔλεγε πρῶτον ὑποκείμενον, τοῦτο καὶ φύσιν ἐκάλει τῶν ὄντων εἴτε ἓν ἦν τοῦτο, ὥσπερ Θαλῆς μὲν ὕδωρ ἔλεγεν, Ἀναξιμένης δὲ ἀέρα, Ἡράκλειτος δὲ πῦρ, εἴτε πλείονα, ὡς Παρμενίδης πῦρ καὶ γῆν, εἴτε τὰ τέτταρα, ὡς Ἐμπεδοκλῆς· γῆν δὲ μόνην οὐδεὶς εἶπεν, ἀλλὰ τῇ συνεκδρομῇ τῶν ἄλλων καὶ ταύτην τέθεικεν ὁ Ἀριστοτέλης. Τὰ δὲ περὶ τὸ ὑποκείμενον οἷον γενέσεις καὶ φθορὰς καὶ ἀλλοιώσεις οὐκέτι φύσεις ἔλεγον οὐδὲ γὰρ οὐσίας), ἀλλὰ συμβεβηκότα καὶ πάθη τῆς οὐσίας, ὧν τὰ μὲν εὐαπόβλητα διαθέσεις ἐκάλουν, τὰ δὲ μόνιμα ὀξεῖς. καὶ τὸ μὲν ὑποκείμενον, ὅπερ ἄν τις ὑπέθετο, ἀίδιον ἔλεγον. εἰ γὰρ ἡ φθορὰ μεταβολή ἐστιν ἔκ τινος εἴς τι περὶ ὑποκείμενον γινομένη, οὐκ ἄν ἐκ τῆς ἑαυτοῦ φύσεως εἰς ἄλλο μεταβάλλοι τὸ ὑποκείμενον· ὥστε οὐκ ἄν ὑπομένοι φθοράν, ἀλλ’ ἀίδιόν ἐστιν. εἰ καὶ φθείρεται δέ, τὰ μεταβάλλειν δυνάμενα φθείρεται. ταῦτα δέ ἐστι τὰ πάθη περὶ τὸ ὑποκείμενον μετα- βάλλοντα, ἅπερ οὐκέτι φύσεις καλοῦνται. καὶ ἔστι καὶ τοῦτο κατασκευαστικὸν τοῦ τὴν ὕλην εἶναι τὴν φύσιν, εἴ γε ταύτην ἀίδιον καὶ ἀμετάβλητον πάντες ὑποτίθενται· τὴν γὰρ φύσιν καὶ οὐσίαν τῶν πάντων τὸ μόνιμον ἔχειν προσήκει. αὕτη μὲν οὖν ἡ πᾶσα τῶν εἰρημένων ἔννοια. τινὲς δὲ ἀντὶ τοῦ κατὰ νόμον διάθεσιν τὴν κατὰ ῥυθμὸν γράφουσι. καὶ ἔστι τοῦτο γνωριμώτερον· ῥυθμὸς γὰρ ἡ μορφὴ λέγεται. p. 193a28 Ἕνα μὲν οὖν τρόπον οὕτως ἡ φύσις λέγεται ἕως τοῦ ἀρχὴν κινήσεως καὶ μεταβολῆς. Eἰπὼν καθ’ ἕνα τρόπον φύσιν λέγεσθαι τὴν πρώτην ἐν ἑκάστῳ ὑπο- κειμένην ὕλην προσέθηκε τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς. ἔστι γὰρ καὶ ἐν τοῖς τεχνητοῖς καθὸ τεχνητὰ πρώτη τις ὑποκειμένη ὕλη οἷον τῷ ἀνδριάντι ὁ χαλκὸς ἢ τῆ οἰκίᾳ λίθοι καὶ ξύλα. ἀλλὰ ταῦτα καθὸ τεχνητοῖς ὑπόκειται καὶ οὐκ ἄν εἴη φύσις, ἐπειδὴ οὐδὲ φυσικὸν ἀλλὰ τεχνητόν ἐστι τὸ λαμβανόμενον. δεῖ δὲ τὴν φύσιν ἐν τοῖς φυσικοῖς εἶναι· ὥστε ἡ ἐν τοῖς φυσικοῖς ὑποκειμένη ὕλη καθ’ ἔνα τρόπον τῶν εἰρημένων εἴη ἄν φύσις κατὰ τοὺς οὕτως ὑποτιθεμένους. ὅλως δὲ οὐδὲ ὑπόκειται ἐν τοῖς τεχνητοῖς ἡ πρώτη ὕλη, ἣν εἶναι βούλονται τὴν φύσιν. ὥστε οὐδὲ ἐν τοῖς φυσικοῖς ἡ τυχοῦσα ὕλη ἐστὶν ἡ φύσις, ἀλλ’ ἡ πρώτη ὑποκειμένη. ταύτην δὲ καὶ ἔσχατον ὑποκείμενον καλοῦσιν, ὃ πᾶσιν ὑπόκειται αὐτὸ μηδὲν ἔχον ὑποκείμενον. καὶ γὰρ ἐν τοῖς ζῴοις ὑπόκειται μὲν τὰ ὀργανικὰ καὶ τὰ ὁμοιομερῆ καὶ | τὰ στοιχεῖα. ἀλλ’ οὐδὲν τούτων ἐστὶ φύσις κυρίως, ὅτι μηδὲν αὐτῶν πρῶτόν ἐστιν ὑποκείμενον. καὶ ἔστι μὲν καὶ ἐν τοῖς τεχνητοῖς τὸ ἔσχατον ὑποκείμενον ἡ ὕλη, ἀλλ’ οὐχ ὡς τεχνητοῖς ἀλλ’ ὡς φυσικοῖς ὑπόκειται αὕτη. διὸ καλῶς εἴρηται φύσις εἶναι ἡ πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως, τουτέστιν ἐν ἑκάστῳ τῶν φυσικῶν. καὶ γὰρ αἱ ἐν τοῖς συλλο- γισμοῖς προτάσεις ὑποκείμεναί εἰσιν ὡς ὕλη, οὐ μὴν φύσις αὗται, ὅτι μηδὲ φυσικὸς ὅλως ὁ συλλογισμός· σωματικὰ γὰρ τὰ φυσικὰ πάντα. ἀλλ’ οὐδὲ ἐν ταῖς συλλαβαῖς τὸ πρῶτον ὑποκείμενον, τουτέστι τὰ στοιχεῖα, φύσις ἐστίν. ὥστε οὐδὲ τὸ τυχόν ἐστιν ὑποκείμενον ἡ φύσις, ἀλλὰ τὸ πρῶτον, οὐδὲ ἐν τῷ τυχόντι, ἀλλὰ τῷ φυσικῷ. p. 193a30 Ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος ἕως τοῦ ἀλλ’ ἢ κατὰ τὸν λόγον. Συμπληρώσας τὴν ὑπόθεσιν τὴν λέγουσαν φύσιν εἶναι τὸ ὑποκείμενον ἀφεὶς μεταβέβηκεν ἐπὶ τὴν τὸ εἶδος λέγουσαν εἶναι φύσιν. τῆς δὲ φύσεως καὶ κοινωνούσης τῇ τέχνῃ κατὰ τὸ εἰδοποιὸν καὶ διαφερούσης, καθόσον ἡ φύσις τὸ κατὰ τὴν ὕλην τῆς τέχνης εἶδος ποιεῖ τῆς μὲν κλίνης τὸ ξύλον, τοῦ δὲ ἀνδριάντος τὸν χαλκόν, οἱ μὲν τὴν ὕλην εἶναι τὴν φύσιν βουλόμενοι ἀπὸ τῆς διαφορᾶς ταύτης ἐπεχείρησαν τὴν κατορυττομένην κλίνην κατὰ τὸ ξύλον ἐμφαίνειν τὴν φύσιν λέγοντες καὶ οὐ κατὰ τὴν μορφήν, οἱ δὲ τὸ εἶδος ἀπὸ τῆς εἰδοποιοῦ κοινωνίας τῆς τε φύσεως καὶ τῆς τέχνης τὴν συνη- γορίαν τῆς οἰκείας ἐπιχειρήσεως ἐποιήσαντο ὧδέ πὼς· ὡς ἐπὶ τῶν κατὰ τέχνην γεγονότων τέχνη λέγεται τὸ κατὰ τέχνην γεγονὸς καὶ τὸ τεχνικόν θαυμαστὴν γὰρ τέχνην τοῦ ἀνδριάντος τὴν μορφὴν αὐτοῦ λέ- γομεν), οὕτως καὶ ἐπὶ τῶν φύσει καὶ διὰ φύσιν ὄντων φύσις ἄν εἴη τὸ κατὰ φύσιν τε καὶ φυσικόν. θαυμαστὴν γὰρ εἰ τύχοι καὶ τοῦ ξύλου φύσιν λέγομεν τὴν κατὰ τὸ εἶδος. ἀνάλογον γὰρ ὡς ἡ τέχνη πρὸς τὸ κατὰ τέχνην, οὕτως ἡ φύσις ἔχει πρὸς τὸ κατὰ φύσιν καὶ ἐναλλάξ, φασὶ γεω- μετρῶν παῖδες. ἔν τε γὰρ τῷ κατὰ τέχνην ὄντι ἡ τέχνη καὶ ἐν τῷ κατὰ φύσιν ἡ φύσις. ἀλλὰ μὴν ἐν τοῖς κατὰ τέχνην οὔπω κατὰ τέχνην λέγεται τὸ μηδέπω τὸ εἶδος ἀπολαβόν, ἀλλ’ ἔτι δυνάμει μόνον ὄν. διὸ οὐδὲ ἔστιν ἐν αὐτῷ τέχνη. ἡ γὰρ τέχνη ἐν τῷ εἴδει. οὐ γὰρ ὁ χαλκὸς ἡ τέχνη τοῦ ἀνδριάντος, ἀλλὰ τὸ εἶδος. οὐδὲ ἄρα ἐν τοῖς φύσει γινομένοις τὸ δυ- νάμει μόνον ὂν ἤδη κατὰ φύσιν ἐστὶν οὐδὲ ἔχει φύσιν. οὔτε γὰρ ἡ δυνά- μει σὰρξ οὔτε τὸ δυνάμει ὀστοῦν τὴν σαρκὸς ἢ ὀστοῦ φύσιν ἔχει πρὸ τοῦ τὸ εἶδος λαβεῖν. εἰ οὖν ἐν τῷ τὸ εἶδος λαβεῖν ἐν τούτῳ ἐστὶ τὸ τὴν αὐ- τῶν ἔχειν φύσιν, τὸ εἶδος ἄν ἡ φύσις εἴη. καὶ συλλογίσαιο ἂν οὕτως· οὗ τῇ παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστί, τοῦτό ἐστι φύσις· τῇ δὲ τοῦ εἴδους παρουσίᾳ τὰ φύσει ὄντα φύσει ἐστίν. ἐπειδὴ δὲ διττόν ἐστι τὸ εἶδος τὸ μὲν κατὰ τὴν μορφὴν τὸ δὲ κατὰ τὸν λόγον ὄν, ὁριζόμενοι τί ἐστιν ἕκαστον ἀποδίδομεν τὸ μὲν κατὰ τὴν μορφὴν μόνην τὸ κατὰ τὸ ἐπιπολῆς σχῆμα καὶ χρῶμα καὶ μέγεθος, τὸ δὲ κατὰ τὸν λόγον τὸ κατὰ τὸν μονοειδῆ τύπον τοῦ ἀνειλιγμένου ὁρισμοῦ, ὃ καὶ συντρέχει τῷ ὁρισμῷ, ὥσπερ καὶ τὸ ὄνομα, τοῦτο δὲ καὶ τὴν μορφὴν περιέχει· τοῦτο οὖν τὸ εἶδος τὸ κατὰ τὸν λόγον ἢ τὴν τοιαύτην μορφὴν εἶναι τὴν φύσιν λέγει. διὸ καὶ προστίθησι τῷ εἴδει τὴν μορφὴν λέγων ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος καὶ πάλιν ἡ μορφὴ καὶ τὸ εἶδος οὐ χωριστὸν ὄν. καὶ ἐν τῇ τέχνῃ δὲ κατὰ ἄλλον τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος ταὐτόν ἐστιν, ὅτι κατὰ τὴν μορφὴν ὁ τοῦ τεχνητοῦ λόγος. καὶ ἔστι καὶ τοῦτο δεικτικὸν τοῦ τὴν φύσιν τὸ εἶδος εἶναι. εἰ γὰρ ἡ φύσις ἡ ἑκάστου ἐν τῷ εἶναι ἑκάστου, τὸ δὲ 1 κοινωνούσης ex κονούσης corr. D 3 φύσιν λέγοντα F 4 ταύτην F εἶναι ἑκάστου ἐν τῷ κατὰ τὸν λόγον καὶ τὸν ὁρισμὸν εἴδει ἐστί διὸ καὶ ἀντιστρέφουσιν οἱ ὁρισμοὶ πρὸς τὰ ὁριστά), ἡ φύσις τὸ εἶδος ἄν εἴη. ὥστε κατὰ μὲν τοὺς προτέρους λόγους ἡ ὕλη ἄν εἴη ἡ φύσις ἐν τοῖς φυσικοῖς, κατὰ δὲ τὸν νῦν ῥηθέντα τὸ εἶδος, ὅπερ ἀχώριστόν ἐστι τοῦ ὑποκειμένου λόγῳ μόνῳ χωρίζεσθαι δυνάμενον ἀπ’ αὐτοῦ. χωριστὰ γὰρ ταῦτα λέγε- ται, ὅσα καὶ χωρισθέντα ὧν χωρίζεσθαι λέγεται μένει τὴν αὑτῶν ἔχοντα φύσιν· ὧν δὲ ὁ χωρισμὸς φθορά ἐστι, ταῦτα οὐκ ἔστι χωριστά. τοιοῦτον δὲ τὸ ἐν τῇ ὕλῃ εἶδος· κατὰ γὰρ τοῦτο τὸ εἶναι τοῖς φυσικοῖς, ἀλλ’ οὐχὶ κατὰ τὸ χωριστὸν εἶδος. 10 p. 193b5 Τὸ δὲ ἐκ τούτων φύσις μὲν οὐκ ἔστι, φύσει δέ, οἷον ἄνθρωπος. Εἰπὼν ὅτι κατά τινα τρόπον ἡ ὕλη φύσις ἄν εἴη, κατ’ ἄλλον δὲ τὸ εἶδος ἀκολούθως ἐπάγει περὶ τοῦ Ι συνθέτου, ὅτι τὸ ἐξ ὕλης καὶ εἴδους φύσις μὲν οὐκ ἔστι φύσις γὰρ ἡ ὕλη καὶ τὸ εἶδος). φύσει δέ. τὸ γὰρ δυνάμει τι ὂν ὅταν ἐνεργείᾳ γένηται κατὰ φύσιν, φύσιν ἔχει καὶ φύσει ἔστιν. οὐδεὶς γὰρ ἔτι τοῦτο φύσιν λέγει. τὸ γὰρ εἶδος ἔχον ὅπερ ἦν ἡ φύσις τοῦτο κατὰ φύσιν λέγεται καὶ φύσει οἷον ὁ ἄνθρωπος ὁ ἐξ ὕλης καὶ εἴδους· οὐ γάρ ἐστι φύσις οὗτος, ἀλλὰ φύσει. εἰπὼν δὲ μεταξὺ περὶ τοῦ συνθέτου ἐπάγει τὰ λοιπὰ περὶ τοὐ εἴδους καὶ μᾶλλον αὕτη φύσις τῆς ὕλης ἕως τοῦ γίνεται γὰρ ἐξ ἀνθρώπου ἄνθρωπος. περὶ τοῦ εἴδους ταῦτα πάλιν ἐπάγει βουλόμενος εἶναι μὲν καὶ τὴν ὕλην φύσιν, εἶναι δὲ καὶ τὸ εἶδος, μᾶλλον δὲ τὸ εἶδος. καὶ τὰς αἰτίας ἐπάγει, δι’ ἃς μᾶλλον τὸ εἶδος τῆς ὕλης φύσιν εἶναι βούλεται, κατὰ πολλοὺς τρόπους ἀποδεικνὺς τοῦτο. ὁ μέντοι Πορφύριος τὸ καὶ μᾶλλον αὕτη φύσις τῆς ὕλης περὶ τοῦ συνθέτου ἀκούει, ὅπερ κἀν εἰ μὴ φύσις ἐστὶ κυρίως ἀλλὰ φύσει, ἀλλ’ ὅμως μᾶλλον φύσις ἐστὶ τῆς ὕλης, διότι τὸ εἶδος μᾶλλον φύσις ὂν ἐν ἑαυτῷ ἔχει. ἔστι δὲ τὸ πρῶτον ἐπιχείρημα τοιοῦτον· ἡ φύσις αἰτία ἐστὶν ἑκάστῳ τῶν φυσικῶν τοῦ εἶναι τοῦτο ὅπερ λέγεται, τὸ δὲ αἴτιον τοῦ εἶναι ὅπερ λέγεταί ἐστι τὸ αἴτιον τοῦ ἐντελεχείᾳ εἶναι καὶ μὴ μόνον δυνάμει, τὸ δὲ αἴτιον τοῦ ἐνεργείᾳ εἶναι τοῦτο ὅπερ λέγεται τὸ εἶδός ἐστιν· ἡ φύσις ἄρα τὸ εἶδός ἐστιν. ὁ δὲ Ἀλέξανδρος οὕτω συνήγαγε τὸν λόγον· ἕκαστον τῶν ὄντων τότε ἐστὶν ὅ ἐστιν, ὅταν ἐντελεχείᾳ ᾖ· ὥστε καὶ τὰ φύσει φύσει ἐστίν, ὅταν ᾖ ἐντελεχείᾳ· ἐντελεχείᾳ δέ ἐστι πᾶν ὅταν τὸ εἶδος ἔχῃ καὶ τὰ φύσει ἄρα φύσα ἐστίν, ὅταν τὸ εἶδος ἔχῃ· ἀλλὰ μὴν οὗ παρουσίᾳ τὰ φύσει φύσει ἐστί τοῦτό ἐστι φύσις, τῇ δὲ τοῦ εἴδους παρουσίᾳ τὰ φύσει φύσει ἐστί· τὸ εἶδος ἄρα φύσις. τὸ δὲ μᾶλλον προσθεὶς ἐδήλωσεν ὅτι καὶ τὰ δυνάμει ὄντα, εἰ καὶ μὴ ὁμοίως τοῖς ἐντελεχείᾳ, ἀλλ’ ὅμως λέγε- τᾶι καὶ αὐτά, ὥστε καὶ ἡ ὕλη φύσις εἰ καὶ ἧττον τοῦ εἴδους. τὸ δὲ τῆς ἐντελεχείας ὄνομα λέγεται μὲν αὐτοῦ τοῦ Ἀριστοτέηους ἴδιον· σημαίνει δὲ τὸ εἶδος τὸ ἐνεργείᾳ ὄν, παρόσον κατὰ τοῦτό ἐστιν ἡ τοῦ ἑνὸς τέλους ἀπό. λῆψις ἤτοι ἡ τοῦ ἓν καὶ τέλειον εἶναι ἀπόληψις ἤτοι ἡ τοῦ ἐντελοῦς συνέ- χεια, τουτέστιν ἡ κατὰ τὸ ἐντελὲς ἕξις. Ἔτι δέ, φησίν, οἱ τὴν ὕλην ἀλλ’ οὐχὶ τὸ εἶδος λέγοντες εἶναι τὴν φύσιν εἰ διὰ τοῦτο λέγουσι, διότι κλίνης κατορυχθείσης, εἰ γένοιτο βλά- στησις, οὐ κλίνη ἂν βλαστήσειεν ἀλλὰ ξύλον ἐκ ξύλου, ἐπειδὴ καὶ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται, ἔστι δὲ ὁ ἄνθρωπος ἄνθρωπος κατὰ τὸ εἶδος, εἴη ἂν τὸ εἶδος ἡ φύσις. κἂν μὴ γίνηται οὖν κλίνη ἐκ κλίνης, ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται ὥσπερ ξύλον ἐκ ξύλου, καὶ ὅλως τὰ μὲν τεχνητὰ οὐ γίνεται ἐξ ἀλλήλων, τὰ δὲ φυσικὰ γίνεται. καὶ εἴπερ ἄρ, ἐκ τῶν φυσι- κῶν κανονίζοντα ἐχρῆν τὸ εἶδος λέγειν τὴν φύσιν, ἀλλ’ οὐχὶ ἐκ τῶν τεχ- νητῶν ἀπογινώσκειν. ἡ γὰρ τέχνη οὐ ποιεῖ γόνιμα τῶν ὁμοίων τὰ εἴδη ὥσπερ ἡ φύσις. καὶ γὰρ τὸ ξύλον κἄν ὕλη τῆς κλίνης, ἀλλὰ φυσικὸν εἶδός ἐστι καὶ κατὰ τοῦτο ἔχει καὶ τοῦτο τὴν τοῦ ὁμοίου γέννησιν. προαναφωνη- θὲν δὲ τὸ οἷον συμπέρασμα τὸ γίνεται ἄνθρωπος ἐξ ἀνθρώπου ἀσά- φειαν ἐνεποίησε τῷ λόγῳ. ἔστι δὲ ἡ ἐπιδρομὴ τοῦ λόγου τοιαύτη· γίνεται ἄνθρωπος ἐξ ἀνθρώπου φυσικὸν εἶδος ἐκ φυσικοῦ, οὐ μέντοι τεχνητὸν ἐκ τεχνητοῦ· εἰς ὃ ἀποβλέψαντες ἐκεῖνοι λέγουσι μὴ εἶναι τὸ εἶδος φύσιν. καίτοι ἔδει μᾶλλον εἰς τὰ φυσικὰ ἀποβλέψαι τὰ ὅμοια τῷ εἴδει γεννῶντα καί, εἴπερ τοῦτο φύσεως ἴδιον, τὸ εἶδος φύσιν λέγειν· εἰ γὰρ τῷ διαμένειν τὴν ὕλην ἐν τῇ ξύλου ἀπὸ ξύλου γεννήσει ἡ ὕλη φύσις αὐτοῖς δοκεῖ, καὶ τῷ διαμένειν τὸ εἶδος φύσις αὐτοῖς δοκείτω τὸ εἶδος. ἐπιστῆσαι δὲ ἄξιον, ὅταν ἄνθρωπος ἐξ ἀνθρώπου γίνηται, εἰ τὸ εἶδος ἐκ τοῦ εἴδους γίνεται, ἀλλὰ μὴ τὸ συναμφότερον ἐκ τοῦ συναμφοτέρου. ἢ διὰ τοῦτο εἶπεν· εἰ δὲ ἄρα τοῦτο, καὶ ἡ μορφὴ φύσις, ὡς ἐν τῷ συνθέτῳ καὶ τῆς μορφῆς γινομένης. p. 193b12 Ἔτι δὲ ἡ φύσις ἡ λεγομένη ἕως τοῦ ἡ ἄρα μορφὴ φυσις. Τρίτον τοῦτο τίθησιν ἐπιχείρημα δεικτικὸν τοῦ τὴν φύσιν τὸ εἶδος εἶναι πάνυ ἐντρεχῶς προαχθέν. ἡ γὰρ φύσις ἡ ὡς ἔκφυσις καὶ γένεσις λεγομένη φύσις ὁδός ἐστιν εἰς τὴν φύσιν προ·ἰοῦσα τοῦ γινομένου καὶ εἰς αὐτὴν τελευτῶσα· ὥσπερ οὖν ἐπὶ τῶν τεχνητῶν πᾶν τὸ γινόμενον τοῦτο λέγεται γίνεσθαι τὸ ἐφ’ ὃ ἡ πρόοδος καὶ οὐχὶ τὸ ἀφ’ οὗ ὅταν γὰρ ἐκ ξύλου βάθρον ὁ τέκτων ποιῇ, γίνεσθαι λέγεται οὐ τὸ ξύλον, ἀλλὰ τὸ βάθρον ὑπὸ τοῦ τέκτονος), ὁμοίως δὲ καὶ ἐπὶ τῶν φυσικῶν ὅταν γὰρ ὕδωρ εἰς ἀέρα μεταβάλλῃ οὐχ ὕδωρ λέγομεν γίνεσθαι ἀλλ’ ἀέρα), οὕτως οὖν καὶ τὸ φυόμενον ἐπειδὴ εἰς φύσιν ἔρχεται, λέγεται φύεσθαι, ἀλλ’ οὐχ ὅτι ἀπὸ φύσεως. ἔρχεται δὲ ἐπὶ τὸ εἶδος· τὸ εἶδος ἄρα ἡ φύσις· καὶ ἔστιν ἡ συν- αγωγὴ τοῦ λόγου τοιαύτη· φύσις ἐστὶν ἐφ’ ὃ τὸ φυόμενόν τε καὶ γινόμενον σπεύδει. τὸ δὲ φυόμενον καὶ γινόμενον ἐπὶ τὸ εἶδος σπεύδει καὶ οὐκ ἐπὶ τὴν ὕλην. ἡ φύσις ἄρα τὸ εἶδός ἐστιν. ἐπειδὴ δέ τινα τῶν γινομένων οὐκ ἀπὸ τούτων ὀνομάζεται ἐφ’ ἃ σπεύδει, ἀλλ’ ἀπὸ τῶν ἐμποιούντων τὸ εἶδος, ἐφ’ ὃ ἡ πρόοδος τῷ γινομένῳ ὡς ἡ ἰάτρευσις αὕτη γὰρ ὁμοίως μὲν λέγεται κατὰ τὸ σχῆμα τῆς λέξεως τῇ φύσει τῇ ὡς γενέσει, οὐ μὴν ὡς ἡ φύσις ἐπὶ φύσιν ἐστὶν ὁδός, οὕτως καὶ ἡ ἰάτρευσις ἐπὶ ἰατρικὴν, ἀλλ’ ἐπὶ ὑγίειαν, ἧς ποιητικὴ ἡ ἰάτρευσις· τὸ γὰρ ἰατρευόμενον ὑγιάζεται), διὰ τοῦτο διεστείλατο τὰ τοιαύτα δεικνύς, ὅτι ἡ φύσις πρὸς τὴν φύσιν ἡ ὡς ὁδὸς πρὸς τὴν ὡς τέλος οὐχ οὕτως ἔχει ὡς ἡ ἰάτρευσις πρὸς τὴν ὑγίειαν· αἴτιον δὲ τῆς τοιαύτης τῶν ὀνομάτων διαφορᾶς τὸ ἐν μὲν τοῖς πλείστοις ὁμώνυμον εἶναι τῷ ποιοῦντι τὸ γινόμενον· τὸ γὰρ θερμὸν θερμὸν ποιεῖ καὶ ἡ μεταξὺ ὁδὸς θέρμανσις. ἐν δέ τισιν ἑτερώνυμον, ὡς ἰατρικὴ ὑγίειαν· μήποτε δὲ εἴ τις ἀντὶ τῆς ἰατρεύσεως τὴν ὑγίανσιν λάβοι, καὶ ἐπὶ τούτων ὁμοίως ἕξει. ὡς γὰρ ἡ φύσις ἡ ὡς γένεσις ὁδός ἐστιν εἰς τὴν φύσιν τὴν ὡς τέλος φύσις γάρ ἐστιν ἐφ’ ὃ τελευτᾷ τὰ φυόμενα), οὕτως καὶ ἡ ὑγίαν- σις εἰς ὑγίειαν. καὶ ἔστι φυόμενον ἡ ὕλη. ὃ δὲ φύεται τὸ εἶδος καὶ τὸ 5 εἰς ὅ, ἀλλ’ οὐχὶ τὸ ἐξ οὗ. εἰ οὖν τὸ φυόμενον εἶδος λαμβάνει, καὶ αὖ πάλιν τὸ φυόμενον φύσιν λαμβάνει· τὸ ἄρα εἶδος φύσις ἐστίν, ἐν τρίτῳ σχήματι γινομένης τῆς συναγωγῆς καὶ εὐλόγως ἐπὶ μέρους· ἔστι γὰρ εἶδος καὶ οὐ φυσικόν. ὁ μέντοι Ἀριστοτέλης εἰπὼν ὅτι ὃ φύεται, οὐχὶ τὸ ἐξ οὗ ἐστιν ἀλλὰ τὸ εἰς ὅ, παρεὶς ἐπαγαγεῖν ὅτι τὸ εἰς ὃ εἶδός ἐστι καὶ φύσις διὰ τὸ σαφῆ εἶναι, ὁ δὲ ἐπήγαγε τὸ συμπέρασμα ἡ ἄρα μορφὴ φύσις· εἰπὼν δὲ ἔκ τινος εἴς τι ἔρχεται προσέθηκεν ᾗ φύεται ἐνδεικνύμενος, ὅτι ἴσον ἐστὶ τὸ ἔκ τινος εἴς τι ἔρχεται τῷ ἔκ τινος εἴς τι φύεσθαι. ἐφ’ ὃ γὰρ ἔρχεται, ὃ φύεταί ἐστιν, ἀλλ’ οὐχὶ τὸ ἐξ οὗ οὔτε τὸ ὡς ὑποκεί- μένον, οὔτε τὺ ὡς ἀντικείμενον· ἄμφω γὰρ ἐξ οὗ. p. 193b18 Ἡ δὲ μορφὴ καὶ ἡ φύσις διχῶς λέγεται ἕως τοῦ ὕστερον ἐπισκεπτέον. Εἰπὼν ὅτι ἡ φύσις ἡ ὡς ὁδὸς εἰς φύσιν καὶ εἶδος τελευτᾷ, ἐπειδὴ διττή ἐστιν ἡ ὁδός, ἡ μὲν ἀπὸ στερήσεως εἰς εἶδος ἡ δὲ ἀπὸ εἴδους εἰς στέρησιν, διττὴ ἄν εἴη καὶ ἡ τοιαύτη φύσις ἡ κατὰ τὴν ὁδόν, ὥστε διττὰ καὶ τὰ τέλη τὸ μὲν εἶδος τὸ δὲ στέρησις. εἰ οὖν τὸ τέλος εἶδος καὶ φύσις ἐστί, πῶς ἂν εἴη ἡ στέρησις τέλος ἀντικειμένη τῷ εἴδει; ἔτι δὲ τὰ στοι- χεῖα τῶν ἐν γενέσει τὴν ὕλην ἔθετο καὶ τὰ ἀντικείμενα· ἐπεὶ οὖν τὸ ἕτε- ρον τῶν ἀντικειμένων ἔθετο νῦν τὴν φύσιν, πρόχειρον ἦν ἀπορεῖν, πῶς αἴτια μὲν ἄμφω, φύσις δὲ θάτερον. διὸ καὶ τῇ στερήσει κατὰ τοσοῦτον τῆς φύσεως μεταδέδωκε καθ’ ὅσον καὶ τοῦ εἴδους εἰπὼν καὶ γὰρ ἡ στέ- ῥῆσις εἶδός πώς ἐστιν. ἔστι δὲ εἶδός πὼς ἤτοι ὡς πρὸς τὸ ὑποκείμε- νον ἀντιδιαστελλομένη, διότι ἐν ὑποκειμένῳ οὖσα καὶ αὐτὴ ὥσπερ τὸ εἶδος μορφή τις καὶ αὐτὴ καὶ εἶδος γίνεται τοῦ ὑποκειμένου. τὰ γὰρ συμβεβηκότα μορφαί πώς εἰσι τῶν οἷς συμβέβηκεν. ἡ ὅτι οὐχ ἀπλῶς ἀπουσία ἐστὶν ἡ στέρησις, ἀλλ’ ἐν τῷ πεφυκότι. παράχρωσις οὖν εἴδους ἐστὶν ἡ πρὸς τοῦτο ἐπιτηδειότης. διὸ καὶ διατίθησί πὼς τὸ ὑποκείμενον, ὅπερ εἴδους ἴδιόν ἐστιν. ἢ λέγοιτο ἄν εἶδός πὼς ἡ στέρησις οὐ πᾶσα, ἀλλ’ ἡ κατὰ τὸ χεῖρον τῶν ἐναντίων θεωρουμένη· τοῦτο γὰρ ὑπὸ τὴν στέρησιν τὸ εἶδος, ὡς ἐν τοῖς Περὶ γενέσεως ἀποδείκνυσι, καὶ ἔστιν ἡ οὕτως λαμβανομένη στέρησις εἶδος. ἤδη δὲ καὶ θάτερον τῶν ἐναντίων, ὁπότερον ἄν ληφθῇ, θατέρου στέρησιν ἐν ἐκείνοις εἶναί φησιν. εἰ οὖν καὶ ἡ στέρησις εἶδός πώς ἐστι καὶ φύσις ἄλλο οὖσα τοῦ ὑποκειμένου καὶ τῆς ὕλης, κἄν ἐν ἐκείνῃ τὸ εἶναι ἔχῃ, λέγοιτο ἄν φύσει καὶ τὰ ἐν στερήσει, οὐ μὴν ἔτι κατὰ φύσιν, διότι τὸ τέλος καὶ οὗ ἐφίεται τὸ ὑποκείμενον τοῦτό ἐστι τὸ κατὰ φύσιν, ἐφίεται δὲ τοῦ εἴδους. διὸ καὶ ἐπὶ πλέον τὸ φύσει τοῦ κατὰ φύσιν διὰ τὴν στέ- ρησιν. ἀλλὰ πῶς ἡ ἐπὶ τὴν στέρησιν ὁδὸς φύσις λέγοιτο ἄν οὐκ οὖσα ἔκ- φυσις; φθορὰ γάρ ἐστι καὶ οὐχὶ γένεσις. ἢ καθόσον ἡ στέρησις εἶδός πὼς, κατὰ τοσοῦτον καὶ αὐτὴ φύσις καὶ ἡ ἐπ’ αὐτὴν ἄγουσα ὁδὸς φύσις. ἀλλ’ εἰ ἡ στέρησις εἶδός πώς ἐστι, δῆλον ὅτι ἐξ εἴδους εἶδος ἄν γίνηται καὶ οὐκέτι ἡ ἀνωτάτω ἐναντίωσις εἴδους ἐστὶ καὶ στερήσενς, ὡς ἐλέγετο ἐν τῷ πρώτῳ βιβλίῳ. ἀλλ’ ὅτι μὲν κἄν ἐξ εἴδους γίνηται εἶδος, οὐχ ὡς ἐξ εἴ- δοὺς ἀλλ’ ὡς ἐκ στερήσεως καὶ ἐκ τοὐ μὴ τοιοῦδε πεφυκότος δέ, πρόδηλον καὶ ἐν τῷ πρώτῳ βιβλίῳ διακέκριται. εἰ δὲ καὶ ἡ στέρησις εἶδός πως οὐκέτι μόνον ὡς στέρησις ἀντικείσεται πρὸς τὸ εἶδος, ἀλλὰ καὶ ὡς ἐναντίον. ἡ γὰρ τῶν μὴ δυναμένων συνυπάρχειν εἰδῶν ἀντίθεσις, ὡς ἐναντίων ἐστὶ καὶ οὐχ ὡς ἕξεως καὶ στερήσεως. εἰ δὲ τοῦτο, πᾶσα γένεσις οὐκ ἐκ τοῦ μὴ τοιούτου μόνον, ἀλλ’ ἐξ ἐναντίων ἔσται εἰδῶν. εἰ δὲ τοῦτο ἢ οὐκ ἔσται γένεσις τῆς οὐσίας καὶ ἔσται πᾶσα οὐσία ἀγένητος καὶ ἄφθαρ- τος, καίτοι τῆς κυρίως οὐσίας κατ’ αὐτὸν τῆς ἀτόμου γινομένης καὶ φθει- ρομένης ἐν τοῖς φυσικοῖς καὶ τῆς κυρίως γενέσεως κατ’ οὐσίαν οὔσης μεταβολῆς, ἢ εἰ γίνοιτο οὐσία, καὶ ταύτην ἐξ ἐναντίου γίνεσθαί τινος ἀνάγκη. δοκεῖ δὲ αὐτῷ τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον. ταύτην οὗν τὴν ζήτησιν, εἰ τῆς στερήσεως εἴδους πὼς λεγομένης ἔσται στέρησις περὶ τὴν ἁπλὴν οὐσίαν ἐναντίον τι εἶδος οὖσα ἢ μὴ ἔστιν, ἑκατέρωθεν ἀπορουμένην ἀναβάλλεται νῦν. καὶ γὰρ εἰ μὲν μὴ ἔστιν, ἐπειδὴ πᾶσα γένεσις ἐκ τοῦ ἐναντίου, ἀναιρεθήσεται ἡ τῆς οὐσίας γένεσις, ἥτις μόνη κυρίως γένεσίς ἐστι κατ’ αὐτόν· εἰ δὲ ἔστιν οὐσίας γένεσις, ἔστι τι τῇ οὐσίᾳ ἐναντίον, ὅπερ ἐν Κατηγορίαις ἀπέφησε. λύει δὲ τὰς ἀπορίας ταύτας ἐν ἄλλοις λέ- γων εἶναι μὲν οὐσίαν, ἧς ἡ γένεσις δοκεῖ τὸ συναμφότερον τὸ ἐξ ὕλης καὶ εἴδους συνεστώς, ταύτην δὲ μὴ ἀπλῶς ἀλλὰ κατά τι γίνεσθαι. κατὰ μὲν γὰρ τὸ ὑποκείμενον ἀγένητός ἐστιν ἡ γὰρ ὕλη οὔτε γίνεται οὔτε φθείρε- ται, ὡς ἔδειξεν ἐπὶ τέλει τοῦ πρώτου βιβλίου), γίνεται δὲ κατὰ τὸ συναμ- φότερον, τουτέστιν ἡ οὐσία κατὰ τὸ εἶδος, ὅ ἐστιν ἐν ὑποκειμένῃ τῇ ὕλῃ. ὥσπερ δὲ ἔχει τὸ γίνεσθαι ἡ οὐσία, οὕτως καὶ ἐναντίον ἐστί τι αὐτῇ. ἔχει δὲ τὸ γίνεσθαι οὐ κατὰ τὸ ὑποκείμενον, ἀλλὰ κατὰ τὸ ἐν ὑποκειμένῳ εἶδος. κατὰ τοῦτο οὖν καὶ ἐναντίον τί ἐστιν αὐτῇ οὐ καθὸ ὑποκείμενόν ἐστιν, ἀλλὰ καθὸ ἐν ὑποκειμένῳ. τῷ γὰρ πυρὶ καθὸ μὲν συναμφότερόν τι καὶ οὐσία τοιαύτη οὐδέν ἐστιν ἐναντίον, κατὰ δὲ τὸ εἶδος. κατὰ γὰρ τὴν θερ- μότητα καὶ ξηρότητα καὶ τὴν ἐπὶ τὸ ἄνω ῥοπὴν κατὰ ταῦτα ἐναντία ἔχει, καὶ ἡ γένεσις αὐτῷ | κατὰ ταῦτα. ὅταν οὖν λέγῃ ἐν Κατηγορίαις τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον, οὕτως ἀκουστέον ὅτι τῇ συναμφοτέρῳ. ταύτης γὰρ καὶ μόνης ἐκεῖ ὡς οὐσίας μνημονεύει καὶ τῶν ταύτης εἰδῶν καὶ γενῶν. διὸ τῇ μὲν οὐσίᾳ ἁπλῶς καθὸ οὐσία οὐδέν ἐστιν ἐναντίον, οὐδὲ γίνεται ἡ οὐσία καθὸ οὐσία. γένοιτο γὰρ ἄν ἐκ μὴ οὐσίας καὶ τοῦ ἁπλῶς μὴ ὄντος. καθὸ δὲ ἥδε τίς ἐστιν ἡ οὐσία καὶ καθὸ διάφοροι αἱ οὐσίαι, κατὰ τοῦτο καὶ ἔστιν ἐναντίωσις ἐν αὐταῖς· καὶ γὰρ ἡ γένεσις κατὰ τοῦτο· κατὰ τὰ εἴδη δὲ ταῖς οὐσίαις αἱ διαφοραί. ἐν τούτοις ἄρα ἡ ἐναντίωσις. “Ἤ, φησὶν Ἀλέξανδρος, οὐδὲ τῇ κατὰ τὸ εἶδος οὐσίᾳ ἐναντίον τί ἐστιν. ἡ γὰρ στέρησις οὐ κυρίως ἐναντίον, ἐξ ἧς ἡ γένεσις τῷ εἴδει. ἢ εἰ τὸ ἕτερον τῶν ἐναντίων στέρησις, καὶ ἡ στέρησις ἄν ἐναντίον εἴη.” ταῦτα μὲν ὁ Ἀλέξανδρος. μήποτε δὲ οὐκ ἐκ τῆς τοιαύτης στερήσεως κυρίως ἡ γένεσις, τῆς κατὰ τὸ χεῖρον ἐναντίον λεγομένης. κἂν γὰρ ἐξ ἐναντίου εἴδους ἡ γένεσις, οὐ καθὸ εἶδος, ἀλλὰ καθὸ σύνεστιν ἐκείνῳ ἡ τοὐ ἐναντίου στέρησις, ἀπουσία οὖσα ἐν τῷ πεφυκότι. πέφυκε δὲ τὸ αὐτὸ πρὸς ἑκάτερον τῶν ἐναντίων. ὡς γὰρ γένος κοινὸν τῶν ἐναντίων προηγεῖται, οὕτως αὐτὰ καὶ ὑποκείμενον κοινὸν ὑποδέχεται. μήποτε οὖν κατ’ ἄλλον τρόπον οὐκ ἔστι τῇ κατὰ τὸ εἶδος οὐσίᾳ ἐναντίον, καθό· σὸν τὰ μὲν ἐναντία ἐν τῇ τῶν διαφορῶν ἀντιθέσει τῇ πρὸς ἀλλήλας θεωρεῖται, τὸ δὲ εἶδος οὐκ ἔστι διαφορά, ἀλλὰ διαφορῶν σύλληψις μετὰ τοῦ γένους. καὶ τὰ μὲν ἐναντία ποιότητές εἰσι, τὸ δὲ εἶδος οὐσία. εἰ οὗν μηδέν ἐστι τῷ εἴδει ἐναντίον, πῶς γίνεται τὸ εἶδος; ἢ οὖν οὐ γίνεται καὶ ἔστι μετὰ τῆς ὕλης ἀγένητον καὶ τὸ συναμφότερον ἀγένητον καὶ πάντα ἀγένητα, ἢ οὐ πάντα τὰ γινόμενα ἐξ ἐναντίων γίνεται. μήποτε οὖν οὐδὲ τὸ εἶδος καθ’ αὑτὸ γίνεται ἢ φθείρεται. τὸ γὰρ πῦρ οὐ μόνον κατὰ τὸ σύνθετον ἀγένητόν ἐστιν, ὡς εἴρηται πρότερον, καὶ κατὰ τὴν ὕλην, ἀλλὰ καὶ κατὰ τὸ εἶδος· γίνεται δὲ κατὰ τὰς συνιστώσας αὐτὸ διαφοράς, ἐν αἷς καὶ ἐναντίωσις θεωρεῖται. θερμότης γὰρ καὶ ξηρότης καὶ ἡ ἐπὶ τὸ ἄνω φορὰ καθ’ αὑτὸ μὲν οὐδὲν τούτων ἐστὶ τὸ εἶδος τοὐ πυρός, ἀλλὰ διαφοραὶ ταῦτα· πάντα δὲ ἅμα συνδραμόντα τὸ πῦρ ποιεῖ. κατὰ οὖν τὴν τούτων ἐκ τῶν ἐναντίων γένεσιν καὶ εἰς τὸ ἐναντίον φθορὰν γίνεται καὶ φθείρεται τὸ πῦρ. οὕτως δὲ καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν ἑκάστου ἡ γένεσις καὶ ἡ φθορὰ οὐ καθ’ αὑτὸ τοῦ εἴδους ἐστίν, ἀλλὰ κατὰ τὰς τοὐ εἴδους διαφοράς· φθειρομένων γὰρ ἐκείνων ὑπ’ ἀλλήλων συμφθείρεται τὸ εἶδος, ὥσπερ καὶ συντρεχουσῶν ἐπιγίνεται. p. 193b22 Ἐπεὶ δὲ διώρισται ποσαχῶς ἡ φύσις λέγεται. Ὅτι πρὸς τοῦτο τέταται πᾶς ὁ τοῦ λόγου σκοπὸς πρὸς τὸ διελέσθαι τὰ τῆς φύσεως σημαινόμενα, διότι πολλαχῶς λεγομένης αὐτῆς ἄλλος κατ’ ἄλλο τι τῶν σημαινομένων ἐξεδέχετο τὴν φύσιν, σαφὲς πεποίηκεν αὐτὸς οὕτως τὸν λόγον συμπερανάμενος ἐπεὶ δὲ διώρισται ποσαχῶς ἡ φύσις λέγεται. τὸ δὲ ποσαχῶς λεγόμενον κατὰ διαφόρων τῷ ὑποκειμένῳ τάτ- τεται πραγμάτων. ἀλλ’ ἐπειδὴ τὰ μὲν ἄλλα σημαινόμενα σαφῶς παραδέ- ’δωκε, τὸ δὲ κυρίως συνέκρυψε, καλῶς ἄν ἔχοι συντόμως πᾶσιν ἐπελθεῖν τοσοῦτον προειπόντα, ὅτι τοῦ φυσικοῦ σώματος ἔχοντος καὶ ὕλην καὶ εἶδος καὶ τὸ συναμφότερον καὶ γενητοῦ ὄντος καὶ διὰ τοῦτο κίνησίν τε ἔχοντος τὴν ἐπὶ γένεσιν καὶ πρὸ πάντων τὸ τῆς κινήσεως αἴτιον κινήσεως γὰρ οὔσης ἔστι τι πάντως τὸ κινοῦν) πενταχῶς λέγεται ἡ φύσις· καθ’ ἕνα μὲν τρόπον ἡ ἐν ἑκάστῳ ὕλη, αὕτη δέ ἐστι τὸ πρώτως ἐν ἑκάστῳ τῶν φυσικῶν ὑπάρχον ἀρρύθμιστον ὡς ἐπὶ τῶν τεχνητῶν ἐν ἀνδριάντι μὲν χαλκός, ἐν νηὶ δὲ ξύλον, ἐν δὲ τῷ φυσικῷ παντὶ σώματι ἡ πρώτη ὕλη ὡς κάτωθεν εἰπεῖν, ἤτοι τὸ ἔσχατον ὑποκείμενον ὡς ἄνωθεν ἀρχόμενοι καλοῦσι. δοκεῖ δὲ αὕτη φύσις εἶναι, διότι χρὴ τὴν ἑκάστου φύσιν ἐν ταῖς παντοίαις αὐτοῦ μεταβολαῖς τὴν αὐτὴν μένουσαν ὁρᾶσθαι. φύσις γοῦν ἀνθρώπου ἐστίν, ἥτις καὶ καθεύδοντος καὶ ἐγρηγορότος καὶ κινουμένου καὶ ἑστῶτος καὶ τὰς ἄλλας τροπὰς ὑπομένοντος ἡ αὐτὴ πανταχοῦ φαίνεται ὁρωμένη. οὕτως οὖν καὶ ἐπὶ τοῦ παντὸς φυσικοῦ σώματος τὸ ὑπομένον ἐν ταῖς παντοίαις μεταβολαῖς τὸ αὐτὸ τοῦτο ἂν εἴη φύσις. ὑπομένει δὲ ἡ ὕλη. ὁ δὲ Ἀντι- φῶν τὴν τῇς ὕλης ὑπομονὴν καὶ ἀπὸ τῆς τοῦ ὁμοίου βλαστήσεως ἐπειράθη δεικνύναι, καίτοι τῆς βλαστήσεως μᾶλλον εἶδος ἐξ εἴδους ἢ ὕλην ἐξ ὕλης γίνεσθαι δηλούσης. ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ξύλον ἐκ ξύλου γίνε- τᾶι. εἶδος δὲ καὶ τὸ ξύλον, κἀν ὕλης ἔχῃ πρὸς τὴν κλίνην λόγον. Κατὰ δεύτερον δὲ σημαινόμενον φύσις λέγεται τὸ περὶ τὴν ὕλην εἶδος. ὡς γὰρ οὔπω λέγεται κατὰ τὸ τῆς τέχνης ὄνομα ἀνδριάς, ἐὰν μὴ ἀπολάβῃ τὸ κατὰ τὴν τέχνην εἶδος, οὕτως καὶ ἡ ὕλη οὔπω λέγεται κατὰ τὸ φυσικὸν ὄνομα, ἐὰν μὴ ἀπολάβῃ τὸ εἶδος. ἡ γὰρ ὕλη δυνάμει μόνον ἐστὶν ἐκεῖνο οὗ ἐστιν ὕλη, οἷον τὸ σπέρμα δυνάμει ζῷον, ἕκαστον δὲ κατὰ τὸ | ἐνεργείᾳ χαρακτηρίζεται. τοῦτο δέ ἐστι τὸ εἶδος. εἰκότως ἄρα μᾶλλον τῆς ὕλης τὸ εἶδος φύσις δοκεῖ. Κατὰ δὲ τρίτον σημαινόμενον φύσις λέγεται τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους συγκείμενον οἷον ὁ ἄνθρωπος. ὡς γὰρ ἡ οὐσία τριχῶς ἥ τε ὕλη καὶ τὸ εἶδος καὶ τὸ συναμφότερον, οὕτως καὶ ἡ φύσις τριχῶς λέγοιτο ἄν. ὁ μέντοι Ἀριστοτέλης τὸ ἐξ ἀμφοῖν φησι “φύσις μὲν οὐκ ἔστι, φύσει δέ’’. εἰ γὰρ ἑκάτερον τῶν συντιθέντων αὐτὸ φύσις ἐστίν, ἄλλο δὲ παρ’ ἑκάτερόν ἐστι τὸ σύνθετον κατ’ ἐκεῖνα ὑφεστώς, φύσις μὲν οὐκ ἂν εἴη κυρίως, φύσει δέ. εἰ μέντοι τὸ “μᾶλλον αὕτη φύσις τῆς ὕλης’’ ἐπὶ τῆς συνθέτου εἴρηται, ὡς ἤκουσεν ὁ Πορφύριος, δῆλον ὅτι κυρίως μὲν φύσις οὐκ ἔστι τὸ σύνθε- τον οὐδὲ γὰρ τῶν ἁπλῶν οὐδὲν κυρίως φύσις), μᾶλλον δὲ τῆς ὕλης φύσις ἐστί, διότι ἔχει ἐν ἑαυτῷ τὸ εἶδος, ὃ μᾶλλον τῆς ὕλης φύσις ἐστί. καὶ κατὰ τὸν Ἀντιφῶντος δὲ διορισμόν, ἐπειδὴ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται σύνθετον ἐκ συνθέτου, εἴη ἄν φύσις καὶ τὸ σύνθετον. ἀλλὰ ταῦτα μὲν τὰ τρία σημαινόμενα τῆς φύσεως τό τε σύνθετόν ἐστι καὶ τὰ στοιχεῖα τοῦ συνθέτου. Κατὰ δὲ τέταρτον σημαινόμενον λέγεται φύσις ἡ οἷον ἔκφυσις καὶ γένεσις καὶ κίνησις, καθ’ ἣν ὑπὸ τοῦ φύοντος φύεται τὸ φυόμενον. ὡς γὰρ ἐπὶ ἱματίου τό τε ὑφαῖνόν ἐστιν ὁ ὑφάντης καὶ τὸ ὑφαινόμενον τὸ ἱμάτιον καὶ τρίτον ἡ ὕφανσις κίνησίς τις οὖσα ἀπὸ τοῦ ποιοῦντος ἐπὶ τὸ γινόμενον, οὕτως καὶ ἐπὶ τοῦ φυσικοῦ τό τε φυόμενόν ἐστι καὶ τὸ φῦον καὶ μεταξὺ ἀμφοῖν ἡ φύσις ἡ τοιαύτη ἡ ὡς κίνησις τῆς ποιούσης φύσεως, ὡς ἡ ἰάτρευσις τῆς ἰατρικῆς. Κατὰ πέμπτον δὲ σημαινόμενον τὸ κυριώτατον φύσις ἐστὶ τὸ τοῦ κινεῖσθαι τοῖς φυσικοῖς αἴτιον. ὥσπερ τέχνη τὸ ποιητικὸν τῶν τεχνητῶν καὶ ἡ ταύτης κίνησις, φύσις λεγομένη ἄρχεται μὲν ἀπὸ τῆς κατὰ τὴν ὕλην φύσεως, λήγει δὲ εἰς τὴν κατὰ τὸ εἶδος φύσιν ἀποδιδοῦσα τὴν κατὰ τὸ συναμφότερον φύσιν. καὶ ταύτῃ μὲν κοινωνεῖ τῇ τέχνῃ ἡ ποιητικὴ φύσις, διαφέρει δὲ αὐτῆς τῷ τὴν μὲν τέχνην ἐκτὸς οὖσαν ἄρχεσθαι μὲν ἐκ τῶν οἰκείων θεωρημάτων, τελευτᾶν δὲ εἰς ἄλλο τι παρ’ αὐτὴν οὖσαν τὸ ἀπο- τέλεσμα. οὕτως γὰρ ἡ ἰατρικὴ εἰς ὑγίειαν τελευτᾷ, ἡ μέντοι φύσις ἐν. ὑπάρχουσα τῷ φυομένῳ διὰ τῆς οἷον ἐκφύσεως ἐπὶ τὴν τοῦ ἀποτελουμέ- νου φύσιν τελευτᾷ φύσις εἰς φύσιν διὰ φύσεως. εἰ μὴ ἄρα καὶ ἡ τέχνη διὰ τῆς τεχνικῆς κινήσεως εἰς τὸ τεχνητὸν τὸ ὁμοειδὲς τελευτῶσα σῴζει κατὰ τοῦτο τὴν πρὸς φύσιν ὁμοιότητα, ἀλλὰ κατά γε τὸ ἐνυπάρχειν καὶ ἔνδοθεν εἶναι τὴν ἐνέργειαν τῆς φύσεως διαφέρει τῆς τέχνης ἡ φύσις. Πολλῶν δὲ ὄντων τῶν σημαινομένων τῆς φύσεως τὸ μὲν ὄνομα κυριώ- τερον τῇ φύσει τῇ ὡς κινήσει καὶ ἐκφύσει προσήκει τῇ γὰρ ἰατρεύσει καὶ ὑφάνσει καὶ ὅλως κινήσει ἀναλογεῖ), ἡ δὲ ἔννοια τοῦ ὀνόματος τῇ κυρίως φύσει μᾶλλον προσήκει τῇ ὡς ποιητικῇ τῶν φυσικῶν. ὁ μέντοι ὁρισμὸς πᾶσι τοῖς σὴ μαινομένοις ἐφαρμόσει οἰκείως ἐφ’ ἑκάτερα λαμβανόμενος· καὶ γὰρ ἡ μὲν κυρίως φύσις ἀρχὴ καὶ αἰτία κινήσεως ἐστι καὶ ἠρεμίας, ἡ δὲ ὡς κίνησις φύσις ὡς ὀργανική· διὰ γὰρ ταύτης ἡ ποιητικὴ φύσις τὴν ἐν ὤ τοῖς φυσικοῖς κίνησιν καὶ ἠρεμίαν ἀποτελεῖ, ὡς ὁ ἰατρὸς διὰ τῆς ἰατρεύ- σεως τὴν ὑγίειαν. ἡ δὲ ὕλη καὶ τὸ εἶδος ἀρχαὶ τῆς κτὰ φύσιν ἀποδι- δομένης ἐνεργείας εἰσὶν ὡς στοιχειώδεις. καὶ λέγει ὁ Εὔδημος ὅτι ἐπιδέ- χεται καὶ ταῦτα τὸν λόγον τὸν τῆς φύσεως· ἀρχὴ γὰρ δοκεῖ κινήσεως εἶναι καὶ ἡ ὕλη καὶ τὸ οὗ ἕνεκα. τοὐ γὰρ ἵεσθαι κάτω τὸν μόλυβδον τὴν ὑποκειμένην ὕλην αἰτιώμεθα· ὅτι γὰρ ἐκ τοιαύτης ἐστὶ κάτω φέρεται. ἔχει δὴ κινήσεως ἀρχὴν ἐν ἑαυτῷ καὶ καθ’ ἑαυτόν, ᾗ γὰρ μόλυβδός ἐστι. τὸ δὲ εἶδος ἀρχὴ ἄν εἴη καὶ ὡς τέλος· εἰς τοῦτο γὰρ βλέπουσα ἡ φύσις πάντα πραγματεύεται τὰ ἐν τοῖς φυσικοῖς. ἀλλὰ πῶς τὸ σύνθετον ἀρχὴ ἄν εἴη καὶ αἰτία ἀποτέλεσμα μόνον ὑπάρχον; ἢ καὶ τοῦτο ὡς τέλος ἄν εἴη ἀρχή. εἴτε γὰρ εἶδος ἐν ὕλῃ τὸ σύνθετον εἴτε ἐξ ὕλης καὶ εἴδους, τούτου ποιητική ἐστιν ἡ φύσις καὶ οὐχ ὡς καθ’ ἑαυτὸ ὄντος τοῦ εἴδους. μήποτε δὲ τὸ σύνθετον καὶ ὡς ποιητικὸν αἴτιόν ἐστιν ἀρχὴ κινήσεως καὶ ἠρεμίας. εἴπερ αἱ ἐνέργειαι κινήσεις οὖσαι κατὰ τὸ σύνθετον ἀποδίδονται καὶ αἱ τῶν ἐνεργειῶν παῦλαι. ἡ γὰρ τοῦ πυρὸς οὐσία ἀρχὴ ἄν εἴη καὶ αἰτία θερ- μάνσεως καὶ τῆς ἐπὶ τὸ ἄνω φορᾶς. ἀλλὰ ταῦτα μὲν οὕτως. Ἄξιον δέ μοι δοκεῖ ζητεῖν, πῶς ἐν τῇ ἀπαριθμήσει τῶν τῆς φύσεως σημαινομένων τὸ κυριώτατον τῆς φύσεως σημινομενον τὴν ποιητικὴν τῶν φυσικῶν αἰτίαν ὁ Ἀριστοτέλης παραλέλοιπε τὴν ὕλην εἰπὼν καλεῖσθαι φύσιν καὶ τὸ εἶδος, καὶ εἴπερ ἄρα, καὶ τὸ σύνθετον καὶ τὴν οἷον ἔκφυσιν καὶ κίνησιν τὴν ἐπὶ τὸ εἶδος, τῆς δὲ ὡς ποιητικῆς αἰτίας μὴ μνημονεύσας. καὶ λεκτέον οἶμαι πρὸς τοῦτο, ὅτι εὐθὺς ἀρξάμενος τοῦ περὶ τῆς φύσεως λόγου τὴν κυρίως φύσιν τὴν ποιητικὴν αἰτίαν παραδέδωκεν καὶ ταύτην ὡρίσατο. διὸ καὶ τὸ κατὰ συμβεβηκὸς ἐξηγούμενος ἰατρὸν ἔλαβεν ἑαυτὸν ἰατρεύοντα ὡς δὴ καὶ τὸ καθ’ αὑτὸ αἴτιον ποιητικὸν ζητῶν τὸ ἀνάλογον τῶ οἰκίαν ποιοῦντι καὶ τὰ ἄλλα τὰ χειρόκμητα. ἐκεῖ οὖν τὴν κυρίως φύσιν ἀποδοὺς ἐνταῦθα λοιπὸν τὰ ἄλλα σημαινόμενα τοῦ τῆς φύσεως ὀνό- ματος παραδίδωσι. μήποτε δὲ τὴν κυρίως φύσιν οὐδὲ ἐνταῦθα παρῆκεν, ἀλλ’ ἐνεδείξατο εἰπὼν ἀπὸ ἰατρικῆς μὲν οὐκ εἰς ἰατρικὴν εἶναι ὁδὸν τὴν ἰάτρευσιν, ἀλλ’ εἰς ὑγίειαν, τὴν δὲ φύσιν τὴν ὡς κίνησιν ἀπὸ φύσεως εἰς φύσιν. ἡ δὲ ἀναλογοῦσα τῇ ἰατρικῇ φύσις ἡ ποιητική ἐστι καὶ οὐδεμία ἄλλη τῶν κατὰ τὰ τέτταρα σημαινόμενα. ἐρεῖ δέ τι οἶμαι περὶ τῆς ποιη- τικῆς φύσεως καὶ μετ’ ὀλίγον, ὅταν τὰ αἴτια διορίζηται. Ἀλλ’ ἐπειδὴ τὰ περὶ τῆς φύσεως εἰρημένα τέλος ἔχειν δοκεῖ, καλῶς ἂν ἔχοι τὸν λόγον ἀναλαβεῖν καὶ ζητῆ|σαι, τίς ἡ κατὰ τὸν Ἀριστοτέλην φύσις καὶ τίνα ἔχουσα δύναμιν ἐν τοῖς οὖσι. καλῶς μὲν γὰρ ἀπὸ τῆς διαφορᾶς τῶν φύσει πρὸς τὰ μὴ φύσει τὴν εὕρεσιν αὐτῆς ἐποιήσατο. καὶ γὰρ τὴν ψυχὴν οὕτω καὶ αὐτὸς καὶ ὁ Πλάτων’ ἀνεῦρεν ἀπὸ τῆς τῶν ἀψύχων πρὸς τὰ ἔμψυχα διαφορᾶς, ἐν οἷς ἔλεγεν ἐν Φαιδρῷ “πᾶν γὰρ σῶμα, ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι, ἄψυχον, ᾧ δὲ ἔνδοθεν αὐτῷ ἐξ ἑαυτοῦ ἔμψυχον, ὡς ταύτης οὔσης φύσεως ψυχῇς. καὶ ἐν τοῖς Νόμοις δὲ τὸ ἔν- δοθὲν κινούμενον, φησί, ζῆν λέγομεν. καὶ τούτῳ διαφέρει τὸ ἔμψυχον του ἀψύχου, ὅπερ καὶ ὁ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ τῆς Περὶ ψυχῆς ἐπ’ αὐ- τῶν σχεδὸν εἶπε τῶν ὀνομάτων “λέγομεν οὖν ἀρχὴν λαβόντες τῆς σκέψεως διωρίσθαι τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ζῆν.’’ τὰ δὲ μὴ φύσει διττά· τὰ μὲν ὑπὲρ φύσιν ὡς τὰ ἄυλα καὶ ἀσώματα καὶ χωριστὰ τῶν σωμάτων ἐν καθαροῖς εἴδεσιν ἱδρυμένα, τὰ δὲ χείρονα τῶν φυσικῶν ὡς τὰ ὑπὸ τῆς ἀνθρωπίνης τέχνης γινόμενα κλίνη καὶ ἱμάτιον καὶ τὰ τοιαῦτα ἔνυλα σω- ματικά. κοινὸν δὲ καὶ τοῖς ὑπὲρ φύσιν καὶ τοῖς μετὰ τὴν φύσιν τὸ ἀκί- νητον ἐξ ἑαυτῶν καὶ ἀμετάβλητον, κἂν τοῖς μὲν κατὰ τὸ κρεῖττον τοῖς δὲ κατὰ τὸ χεῖρον. τὰ οὖν φυσικὰ μέσα ἀμφοῖν ὄντα διὰ μὲν τὸ πᾶσαν τὴν ἄυλον καὶ ἀσώματον οὐσίαν ὑποβεβηκέναι ἔνυλα τέ ἐστι καὶ σωματικά, διὰ δὲ τὸ μὴ ὑπ’ ἀνθρωπίνης γίνεσθαι τέχνης, ἀλλ’ ὥσπερ ἀφ’ ἑαυτῶν φύε- σθαι καὶ ἀναβλαστάνειν ἀφανοῦς οὔσης αἰσθήσει τῆς δημιουργικῆς αὐτῶν αἰτίας φυσικὰ λέγεται, διὰ δὲ τὴν πρὸς ἄμφω διαφορὰν ἀρχὴν ἐν ἑαυτοῖς κινήσεως ἔχει καὶ μεταβολῆς· εἰκότως οὖν τοῦτον χαρακτῆρα τῆς φύσεως καὶ τῆς οὐσίας αὐτῆς ἀποδέδωκεν ὁ Ἀριστοτέλης τῷ ἀρχὴν φάναι κινή- σεως καὶ μεταβολῆς εἶναι καὶ τῆς ὁριζούσης τὴν τοιαύτην μεταβολὴν ἠρεμίας. Ἀλλὰ καὶ ἡ ψυχὴ κινήσεως ἐστιν ἀρχὴ καὶ μεταβολῆς τοῖς ἐμψύχοις σώμασι καὶ κατὰ Πλάτωνα καὶ κατ’ αὐτὸν τὸν Ἀριστοτέλην· τίς οὖν ἡ διαφορά; ὅτι γὰρ καὶ ἡ ἐσχάτη ψυχὴ ἡ φυτικὴ καλουμένη ἄλλη καὶ κατὰ τὸν Ἀριστοτέλην ἐστὶ παρὰ τὴν φύσιν, εἴρηται μέν τι καὶ πρότερον, λεγέ- σθω δὲ καὶ νῦν. κἄν πολλάκις φύσιν καλῶσι τὴν φυτικὴν ψυχὴν ὡς ἐγγὺς οὖσαν τῆς φύσεως. πᾶσα ψυχὴ καὶ ἡ ἐσχάτη ἐντελέχεια σώματος φυσι- κοῦ ὀργανικοῦ λέγεται παρ’ αὐτῷ, ὥστε φύσιν ἔχοντι σώματι ὑπάρχει ἡ φυτικὴ ψυχὴ ἄλλη δηλονότι οὖσα παρὰ τὴν φύσιν. ἀλλ’ οὐδὲ μόνα τὰ ὀργανικὰ σώματα φύσιν ἔχει, ἀλλὰ καὶ τὰ ὁμοιομερῆ καὶ τὰ τέτταρα στοι- χεῖα. ἔτι δὲ ἔμψυχα μὲν λέγομεν τὰ ἔχοντα αἰτίαν ἐν ἑαυτοῖς τοῦ τρέφε- σθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοια, φυσικὰ δὲ καὶ τὰ μὴ τοιαῦτα οἷον λίθους καὶ τὰ ἄλλα μέταλλα καὶ τὰ νεκρὰ σώματα καὶ τὰ ἁπλᾶ. ἔτι δὲ πᾶν σῶμα φύσιν ἔχει καὶ γὰρ τὰ τῶν τεχνητῶν οἷον τὸ τοὐ ἀνδριάντος) καὶ φυσικόν ἐστιν ὥσπερ καὶ τὸ τῆς κλίνης ξύλον. οὐ πᾶν δὲ σῶμα ἔμψυχόν ἐστιν. ὥστε οὐκ ἄν εἴη ψυχὴ ἡ φύσις. δῆλον δὲ ὅτι χείρων 35 ἐστὶν ἡ φύσις τῆς φυτικῆς ψυχῆς, εἴπερ ὡς εἶδος ὕλῃ τῷ φυσικῷ σώματι ἡ τοιαύτη ψυχὴ ἐπιγίνεται. πῶς οὖν ὁ Ἀριστοτέλης τὴν πρὸς ψυχὴν αὐτῆς διαφορὰν ἀποδέδωκεν; ἐγὼ μὲν οἶμαι καὶ τὸ “ἐν ᾦ ἔστιν’’ ἀρκεῖν πρὸς τοῦτο καὶ τὸ ἐφεξῆς σαφέστερον εἰρημένον τὸ “ἐν ὑποκειμένῳ’’ εἶναι τὴν φύσιν. ψυχὴ γὰρ πᾶσα κινητικὴν ἔχουσα κυρίως δύναμιν ἐξῄρηται τοῦ κινουμένου. εἰ δὲ μὴ ἀρκεῖ τοῦτο τοῖς ἡγουμένοις καὶ τὴν φυτικὴν ψυχὴν καὶ τὴν ἄλογον ἐν ὑποκειμένοις τοῖς σώμασιν, ἀλλ’ ἐκεῖνό γε ἀρ- κέσει τὸ κυριώτατον καὶ εἰς κατανόησιν τῆς φυσικῆς ὑποστάσεως καὶ εἰς διορισμὸν αὐτῆς τὸν πρὸς τὴν ψυχήν· ἀρχὴν γὰρ κινήσεως τοῖς σώμασι τὴν φύσιν οὐχ οὕτως ὁ Ἀριστοτέλης λέγει, ὡς καὶ αὐτὸς καὶ ὁ Πλάτων’ λέγουσι τὴν ψυχήν· ἡ μὲν γὰρ ψυχὴ κινητικὴ τῶν σωμάτων ἐστὶ κατ’ ἀμφοτέρους, ἡ δὲ φύσις ἀρχὴ κινήσεως ἐστιν οὐ κατὰ τὸ κινεῖν ἀλλὰ κατὰ τὸ κινεῖσθαι καὶ ἠρεμίας οὐ κατὰ τὸ ἠρεμίζειν ἀλλὰ κατὰ τὸ ἠρεμίζεσθαι. διὸ τὰ φυσικὰ οὐ λέγεται ὑφ’ ἑαυτῶν κινεῖσθαι. ἐδύνατο γάρ, φησὶν ὁ Ἀριστοτέλης, καὶ ἱστάναι ἑαυτά, εἴπερ κινεῖν ἑαυτὰ ἐδύνατο. ἀλλ’ ἐπιτη- δειότης τις ἔοικεν εἶναι πρὸς τὸ κινεῖσθαι καὶ διακοσμεῖσθαι οἷον κάτωθεν ἄνω φυομένη καὶ τῇ ἑαυτῆς εὐφυΐᾳ προκαλουμένη τὰ διακοσμητικὰ αἴτια. εἰ γὰρ κινήσεως ἦν ἀρχὴ ὡς κινοῦσά τι, κατὰ τοῦτο οὐ διέφερε τῆς ψυχῆς καὶ τοῦ πρώτως κινοῦντος αἰτίου. ἀλλ’ ἐπειδὴ τὰ σώματα πόρρω δια- στάντα τῆς ἀμερίστου καὶ ἀδιαστάτου οὐσίας καὶ κατ’ αὐτὸ τὸ εἶναι ζωῆς ὑπαρχούσης νεκρὰ γέγονε καὶ ἀπνεύμονα καθ’ αὑτὰ καὶ πρὸς πᾶσαν ζωὴν ἀπεψυγμένα, ἔσχατόν τι ζωῆς εἶδος ἔσχεν ἐν αὑτοῖς τὸ κατὰ δύναμιν καὶ κατ’ ἐπιτηδειότητα, ταύτην ἣν καλοῦμεν φύσιν, δι’ ἣν καὶ τὰ νεκρὰ δύνα- τᾶι κινεῖσθαι καὶ μεταβάλλεσθαι, καὶ αὐτὸ δὴ τοῦτο φύεσθαι, καὶ εἰς ἄλληλα παθητικὰ ἐνεργεῖν. οὐ γὰρ εἱλικρινεῖς εἰσιν αἱ τούτων ἐνέργειαι, ἀλλὰ παθητικαί. διὸ πάντα τὰ φυσικὰ κινούμενα κινεῖ. καίτοι τὸ κυρίως ἀκίνητον ὂν αὐτὸ κινεῖ, ὥς φησιν ὁ Ἀριστοτέλης. Ὅτι δὲ ἀρχὴν κινήσεως οὐ τοῦ κινεῖν ἀλλὰ τοῦ κινεῖσθαι ὁ Ἀριστο- τέλης ἀφορίζεται τὴν φύσιν, δηλοῖ μὲν καὶ ἐνταῦθα λέγων “ὡς οὔσης τῆς φύσεως ἀρχῆς τινος καὶ αἰτίας τοὐ κινεῖσθαι καὶ ἠρεμεῖν’’ καὶ ὅτι ἐν ὑπο- κειμένῳ ἐστὶν ἡ φύσις. τὸ δὲ ἐν ὑποκειμένῳ οὐκ ἂν ἀρχὴ εἴη κυρίως κινητικὴ τοῦ ὑποκειμένου. ἐν μέντοι τῷ τελευταίῳ βιβλίῳ ταύτης τῆς πραγματείας περὶ τῶν στοιχείων λέγων τῶν τεττάρων ‘‘ὅτι μὲν τοίνυν, φησίν, οὐδὲν τούτων κινεῖ ἑαυτό, δῆλον. ἀλλὰ κινήσεως ἀρχὴν ἔχει οὐ τοὐ ποιεῖν οὐδὲ τοῦ κινεῖν, ἀλλὰ τοῦ κινεῖσθαι’’. διὸ καὶ ζητεῖ ὑπὸ τίνος κινεῖται τὰ στοιχεῖα, ὡς ὑφ’ ἑαυτῶν μὴ κινουμένων αὐτῶν· ζῴων γὰρ ἴδιον εἶναι τοῦτο βούλεται τῶν ψυχὴν ἐχόντων ἣν ἀρχὴν | κινητικὴν ἀφο- ρίζεται. καὶ πρὸ ταύτης δὲ τῆς ῥήσεως “καὶ κινητὸν δέ, φησίν, ὡσαύτως φύσει τὸ δυνάμει ποιὸν ἢ ποσὸν ἢ ποῦ, ὅταν ἔχῃ τὴν ἀρχὴν τὴν τοιαύτην ἐν αὑτῷ’’ τὴν φύσιν δηλονότι λέγων. ἐν δὲ τῷ δευτέρῳ τῆς Περὶ οὐρα- νοῦ τάδε γέγραφε· ἴτων γὰρ ἀψύχων ἐν οὐδενὶ ὁρῶμεν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. τὰ μὲν γὰρ ὅλως οὐ κινεῖται, τὰ δὲ κινεῖται μὲν ἀλλ’ οὐ παν- ταχόθεν ὁμοίως, οἷον τὸ πῦρ ἄνω μόνον καὶ ἡ γῆ ἐπὶ τὸ μέσον’’. εἰ οὖν φυσικὰ τὰ τέτταρα στοιχεῖα καὶ μὴ ἔχει ἐν ἑαυτοῖς τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τουτέστι τὸ κινοῦν αἴτιον, δῆλον ὅτι οὐχ οὕτως ἀρχὴ κινήσεως λέγεται ἡ φύσις ὡς κινητική, ἀλλ’ ὡς τοῦ κινεῖσθαι ἀρχή. εἰ δὴ τοιαύτη τίς ἐστιν ἡ φύσις ὡς τὸ δυνάμει καὶ ἡ ἐπιτηδειότης ἡ πρὸς τὸ κινεῖσθαι, πῶς ποιητικὴν πολλαχοῦ τὴν φύσιν λέγομεν; καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἀνα- λογον αὐτὴν εἶναι τῇ τέχνῃ φησὶν ἐν τούτῳ τῷ βιβλίῳ καὶ πρὸς τῷ τέλει ἕνεκά του ποιεῖν τὴν φύσιν ἀποδείκνυσιν. καὶ συμπεραινόμενος ἐκεῖνον τὸν λόγον “ὅτι μὲν οὖν, φησίν, αἰτία ἡ φύσις οὕτως ὡς ἕνεκά του, φανερόν. ἐν δὲ τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ σαφῶς τῇ θείᾳ ποιήσει τὴν ποίησιν αὐτῆς συντάττων “ὁ θεός, φησί, καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσι.’’ Καὶ πρὸς τοῦτο δὲ οἶμαι ῥητέον, ὅτι τὸ γινόμενον πᾶν ἐξ ὑποκειμέ- νου τε γίνεται τινὸς δυνάμει ὄντος τοῦτο ὅπερ μέλλει γίνεσθαι καὶ ὑπὸ τοῦ ποιοῦντος ἐνεργείᾳ ὄντος. καὶ χρεία ἀμφοῖν πρὸς τὸ ἀποτέλεσμα. καὶ διὰ τοῦτο ἡ φύσις, κἂν ἐπιτηδειότης ἐστὶ τοῦ ὑποκειμένου, λέγεται ποιεῖν ὡς συντελοῦσα πρὸς τὸ ἀποτέλεσμα, καὶ ὅταν λέγῃ αὐτὴν ἕνεκά του ποιεῖν, ὡς τῆς τῶν φυσικῶν γενέσεως εἰς τέλος ὡρισμένον ὁρώσης λέγει καὶ μὴ ἀπὸ τύχης ἢ ἐκ ταὐτομάτου γινομένων, ἀλλ’ ὡς πεφυκότων οὕτω γίνεσθαι ὡς γίνονται. λέγει γοῦν ἐν τούτῳ τῷ βιβλίῳ ὅτι “ἐν οἷς τέλος τί ἐστι, τούτου ἕνεκα πράττεται τὸ ἕτερον καὶ τὸ ἐφεξῆς. οὐκοῦν ὡς πράττεται, οὕτως πέφυκε, καὶ ὡς πέφυκεν οὕτω πράττεται ἕκαστον, ἐὰν μή τι ἐμπο- δίσῃ’’. ὁρᾶς οὖν ὅτι τὸ πεφυκὸς τοῦτο λέγει εἶναι τὸ φυσικόν. κἂν λέγῃ οὖν ὅτι “ὁ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν’’, οὕτως λέγει ὡς τῆς μὲν τὴν ἐπιτηδειότητα κάτωθεν παρεχομένης εἰς τέλος τὸ ἀγαθὸν βλέπου- ’σαν, τοῦ δὲ τὸ ἐνεργείᾳ τοιοῦτον ἄνωθεν ἐπιλάμποντος. ἀλλ’ ὁ μὲν Ἀρι- στοτέλης οὕτως ἐκ τῆς διαφορᾶς τῶν φύσει πρὸς τὰ μὴ φύσει τὴν τῆς φύσεως εὗρεν ὑπόστασιν. Οἱ δὲ παλαιότεροι φαίνονται μὲν καὶ αὐτοὶ τοιαύτην τινὰ τῆς φύσεως ἔννοιαν ἐσχηκότες ὡς κατὰ τὴν ἐπιτηδειότητα τὴν πρὸς κίνησιν ἑκάστων θεωρουμένης, καθ’ ἣν χαρακτηρίζεται τὰ φυσικὰ πράγματα, ἐχόντων πάντων τῶν φυσικῶν καὶ ὕλην καὶ εἶδος οἱ μὲν τῇ ὕλῃ τὴν τοιαύτην δύ- ναμιν ἀποδεδώκασι, φύσιν μὲν λέγοντες καθ’ ἣν κινεῖσθαι πέφυκε τὰ φυσικά, ὁρῶντες δὲ κατὰ τὴν ὕλην μάλιστα μεταβάλλοντα, ὡς ἡ κλίνη κατὰ τὸ ξύλον· οἱ δὲ φύσιν λέγοντες καθ’ ἣν ἔχει τὸ εἶναι τὰ φυσικά, ἐπειδὴ τὸ εἶδός ἐστιν ὁ ἑκάστου χαρακτὴρ καθ’ ὃν ὑφέστηκέ τε ἕκαστον καὶ εἶναι λέγεται τοῦτο ὅπερ ἐστί, διὰ τοῦτο τὸ εἶδος εἶναι τὴν φύσιν ἔλε- γον. διὰ γὰρ ταύτην τὴν ἔννοιαν τῆς φύσεως τὴν κατὰ τὸν ἑκάστου χα- ρακτῆρα καὶ ἐπὶ πάντων χρώμεθα τῷ ὀνόματι αὐτῆς, καὶ ψυχῆς φύσιν καὶ νοῦ μὴ παραιτούμενοι λέγειν ἤδη δὲ καὶ θεοῦ. ἀλλ’ ὁ Ἀριστοτέλης οὔτε τὴν ὕλην καθ’ ἑαυτὴν ἠξίωσε λέγειν φύσιν ὑποκείμενον γὰρ ἀδρανὲς καθ’ αὑτήν ἐστιν ἡ ὕλη) οὔτε τὸ εἶδος φυσικὸν γὰρ τοῦτό ἐστι καὶ οὐ φύσις), ἀλλὰ τὴν ἐπιτηδειότητα τὴν πρὸς τὴν οἰκείαν κίνησιν καὶ μεταβολὴν τῆς ὕλης, ὅταν ἐκ τοῦδε τοῦ εἴδους εἰς τόδε μεταβάλλῃ, φύσιν εἶπε. καὶ γὰρ καὶ ἡ ἀποβολὴ καὶ ἡ μετάληψις τοῦ εἴδους κατὰ τὴν φυσικὴν ἐπιτηδειό- τητᾷ γίνεται τῇ ὕλῃ. καὶ τὸ εἶδος δὲ κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ γίνεται ἐκ τοῦ ἀντικειμένου καὶ γενόμενον σῴζεται καὶ κινεῖται πάσχον τε καὶ ποιοῦν, μᾶλλον δὲ παθητικῶς ἐνεργοῦν. ὥστε καὶ ἡ ὕλη καὶ τὸ εἶδος φυ- σικὰ μέν ἐστι, φύσις δὲ οὐδέτερον, ὁμοίως δὲ οὐδὲ τὸ σύνθετον. μᾶλλον δὲ τῆς ὕλης εἴη ἄν τὸ εἶδος φύσις διὰ τὸν χαρακτῆρα καὶ τὴν δύναμιν. καὶ τὸ σύνθετον δὲ μᾶλλον τῆς ὕλης διὰ τὸ εἶδος, ἐπειδὴ φυσικὸν ὅλως τότε γίνεται τόδε ἢ τόδε, ὅταν ἀπολάβῃ τὸ εἶδος. ἡ γὰρ ὕλη καθ’ αὑτὴν ἀδιόριστός ἐστιν, ἐπιτηδειότης δὲ οὖσα πρὸς τὴν τοῦ εἴδους ὑπόστασιν ἡ φύσις προυπάρχει μέν πὼς τοῦ εἴδους εἰκότως δυνάμει οὖσα ἐν τῇ ὕλῃ, προυποφαίνει δὲ ἐν ἑαυτῇ τὸ εἶδος φύσις οὖσα αὐτοῦ καὶ οἷον ἔκφυσις καὶ ἀναβλάστησις ἀπὸ τῆς ὕλης. διὸ καὶ οἱ ζωὴν ἐσχάτην λέγοντες τὴν φύσιν καλῶς λέγουσιν. ὡς γὰρ ἡ ἀπὸ τοῦ πρώτου ὄντος οἷον ἀνάζεσις εἰς διάκρισιν τῆς εἰδητικῆς ὑποστάσεως καὶ ἡ ἀπὸ τοῦ εἶναι εἰς τὸ ἐνεργεῖν ἔκστασις ἡ πρώτη ἐστὶ δύναμις καὶ ἡ πρώτη ζωὴ κατὰ τὴν πρώτην τοῦ ὄντος κίνησιν ὑποστᾶσα, οὕτως ἡ ἀπὸ τῆς ὕλης τοῦ ἐνύλου εἴδους ἔκφυσις καὶ ἡ ἐπ’ αὐτὸ κίνησις κατὰ τὸ δυνάμει τοῦ εἴδους θεωρουμένη ἡ ἐσχάτη δύναμίς ἐστι καὶ ἡ ἐσχάτη ζωή. καὶ διὰ τοῦτο ἄνω μὲν τὸ ὂν ὑπὲρ τὴν ζωήν ἐστι, κάτω δὲ ἡ ὕλη μετὰ τὴν φύσιν, ὅτι τὰ ὑπέρτερα αἴτια ἐπὶ πλέον φθάνει τῶν καταδεεστέρων. ζωὴ δὲ οὖσα τοῦ εἴδους ἡ φύσις οὐ μόνον ἔκφυσίς ἐστιν αὐτοῦ, ἀλλὰ καὶ γενομένου ἤδη συνοχὴ καὶ διανά- στάσις πρὸς τὸ ποιεῖν καὶ πάσχειν ἃ πέφυκε. p. 193b23 Μετὰ τοῦτο θεωρητέον τίνι διαφέρει ὁ μαθηματικὸς ἓως τοῦ οὐδὲ γίνεται ψεῦδος χωριζόντων. Βούλεται μὲν τὴν διαφορὰν τοῦ φυσικοῦ πρὸς τὸν μαθηματικὸν παρα- δοῦναι εἰκότως, διότι περὶ τὰ αὐτὰ καταγίνεσθαι δοκοῦσι. καὶ γὰρ ὁ μὲν φυσικὸς περὶ φυσικὰ σώματα καταγίνεται. ταῦτα δὲ ἐπίπεδα ἔχει καὶ στερεὰ καὶ μήκη καὶ στιγμάς, περὶ ὧν σκοπεῖ ὁ μαθηματι- κός. εἰ οὗν ταῦτα ἐν τοῖς φυσικοῖς ἐστι, φυσικὸς ἂν εἴη καὶ ὁ μαθημα- τικός, καὶ ἡ μαθη|ματική μέρος ἄν εἴη τῆς φυσικῆς φυσικῶν οὖσα καὶ αὐτὴ θεωρητική. ὁμοίως δὲ καὶ τὴν πρὸς ἀστρολογίαν διαφορὰν τῆς φυσικῆς παραδίδωσι, διότι καὶ αὐτὴ κοινωνεῖν δοκεῖ καὶ μάλιστα ὅτι περὶ κινούμενα καὶ ὁ ἀστρολόγος καταγίνεται ὥσπερ ὁ φυσικός, καὶ οὐχὶ περὶ ἀκίνητα ὡς ὁ γεωμέτρης. διὸ περὶ τῶν αὐτῶν δοκοῦσι λέγειν ὅ τε φυσικὸς καὶ ὁ ἀστρολόγος. κἀν γὰρ ὁ φυσικὸς περὶ τῆς οὐσίας διαλέγηται τῶν ἄστρων, ὁ δὲ μαθηματικὸς περὶ τῶν συμβεβηκότων οἷον κινήσεως αὐτῶν καὶ σχήματος καὶ μεγέθους καὶ τῆς πρὸς ἄλληλα καὶ τὴν γῆν διαστάσεως, ἀλλὰ καὶ ὁ φυσικὸς καὶ περὶ τούτων διαλέγεται. ἄτοπον γὰρ τὸ ταῦτα ἀγνοεῖν τὸν δοκοῦντα τὴν τῶν ὄντων φύσιν ἐπεσκέφθαι. καὶ φαίνονται μέν- τοι οἱ περὶ φύσεως πραγματευσάμενοι καὶ περὶ σχήματος ἡλίου καὶ σελήνης λέγοντες, καὶ ὅτι σφαιροειδὴς ἡ γῆ καὶ ὁ κόσμος ὅλος δεικνύντες. καὶ δὴ καὶ αὐτὸς ἐν τῇ Περὶ οὐρανοῦ καὶ ὁ Πλάτων’ ἐν Τιμαίῳ περὶ τούτων ἀπέδειξαν φυσικαῖς ἀποδείξεσι προσχρησάμενοι. εἰ οὖν ὁ μὲν φυσικὸς καὶ περὶ οὐσίας τῶν ἄστρων καὶ περὶ τῶν συμβεβηκότων αὐτοῖς ἐπισκοπεῖ, ὁ δὲ ἀστρολόγος περὶ μόνων τῶν συμβεβηκότων, μέρος ἄν δόξῃ τῆς φυσικῆς καὶ ἡ ἀστρολογία. οὕτως μὲν οὖν σύνεγγυς ἄν εἴησαν τῆ φυσικῆ ἥ τε μαθηματικὴ καὶ ἡ ἀστρολογία, καὶ διὰ τοῦτο τὴν διαφορὰν αὐτῶν ἔδει παραδοῦναι. Διαφέρει δὲ ὁ μαθηματικὸς τοῦ φυσικοῦ πρῶτον μὲν ὅτι ὁ φυσικὸς οὐ περὶ τῶν συμβεβηκότων μόνον τοῖς φυσικοῖς σώμασι λέγει, ἀλλὰ καὶ περὶ τῆς ὕλης, τοῦ μαθηματικοῦ μηδὲν περὶ ὕλης πολυπραγμονοῦντος. " ἔπειτα καὶ περὶ τῶν συμβεβηκότων, περὶ ὧν ἀμφότεροι λέγουσιν, οὐ κατὰ τὸν αὐτὸν λέγουσι τρόπον, ἀλλ’ ὁ μὲν φυσικὸς περὶ ἐπιπέδων λέγει καὶ γραμμῶν καὶ σημείων ὡς περὶ περάτων τοῦ φυσικοῦ καὶ κινητοῦ σώματος. ὁ δὲ μαθηματικὸς οὕτε τὴν κίνησιν προσποιεῖται τὴν ἔμφυτον οὔτε ὡς πέρατα φυσικοῦ σώματος παραλαμβάνει. οὐδὲ γὰρ τὸ στερεὸν αὐτῷ φυσι- κὸν ὑπόκειται, ἀλλ’ αὐτὸ τοῦτο μόνον τὸ τριχῇ διεστώς, ὡς εἰ καὶ καθ’ ἑαυτὰ ἦν τοιαῦτα· περὶ γὰρ τὰ τῇ νοήσει χωριστὰ καταγίνονται. διὸ καὶ χωρίζουσιν αὐτά, καὶ οὐδὲν ἀκολουθεῖ ψεῦδος. χωρίσας γὰρ αὐτὰ τῇ νοήσει τῶν φυσικῶν σωμάτων καὶ πάσης κινήσεως οὕτω τὰ συμβεβηκότα τοῖς οὕτω ὑποτεθεῖσι σκοπεῖ. ὥστε εἰ μήτε ὡς περὶ φυσικῶν λέγει μήτε ὡς φυσικοῖς ὑπαρχόντων, οὔτε φυσικὸς ἄν εἴη ὁ μαθηματικὸς οὔτε μέρος ἡ μαθηματικὴ τῆς φυσικῆς. ἀλλ’ οὐδὲ ἡ ἀστρολογία· καὶ γὰρ καὶ αὕτη τὰ συμβεβηκότα τοῖς φυσικοῖς σκοπεῖ, οὐχ ἡ τοῖς φυσικοῖς συμβέβηκεν, ἀλλ’ ὁποῖα ἄν ᾖ τὰ ἐσχηματισμένα καὶ κινούμενα σώματα· ὥστε καὶ ὁ ἀστρολόγος κἀν λέγῃ περὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῖς φυσικοῖς σώ- μασιν, ἀλλ’ οὐχ ᾗ φυσικοῖς ὑπάρχει ταῦτα ζητεῖ, οὐδὲ ὅτι τῇ τοιαύτῃ φύσει τὰ τοιαῦτα σχήματα καὶ μεγέθη καὶ κινήσεις προσήκουσιν ἀποδείκνυ- σιν. ὥσπερ ἐπὶ τοὐ οὐρανίου σώματος ὅτι σφαιροειδές, ὁ μὲν φυσικὸς ἀπὸ τοὐ πρῶτον καὶ ἀπλοῦν καὶ τέλειον καὶ μονοειδὲς τοῦτο μόνον εἶναι τῶν στερεῶν σχημάτων τὰ γὰρ εὐθύγραμμα σύνθετά τε ἐκ πλειόνων καὶ δεύ- τερα) καὶ διὰ τοῦτο τῷ πρώτῳ τῶν σωμάτων προσήκειν, ὡς Ἀριστοτέλης ἀποδείκνυσιν, ὁ δὲ ἀστρολόγος ἐκ τοῦ τῶν ἰσοπεριμέτρων ἐν τοῖς στερεοῖς πολυχωρητοιέραν εἷναι τὴν σφαῖραν. οὕτως μὲν οὖν ὁ Ἀριστοτέλης διὰ βραχέων ἐνεδείξατο τὴν διαφορὰν τῆς φυσιολογίας πρός τε τὴν μαθηματικὴν καὶ τὴν ἀστρολογίαν. Ὁ δὲ Ἀλέξανδρος φιλοπόνως λέξιν τινὰ τοῦ Γεμίνου παρατίθησιν ἐκ τῆς ἐπιτομῆς τῶν Ποσειδωνίου Μετεωρολογικῶν ἐξηγήσεως τὰς ἀφορμὰς ἀπὸ Ἀριστοτέλους λαβοῦσαν. ἔχει δὲ ὧδε· “τῆς μὲν φυσικῆς θεωρίας ἐστὶ τὸ σκοπεῖν περί τε οὐσίας οὐρανοῦ καὶ ἄστρων καὶ δυνάμεως καὶ ποιότητος γενέσεως τε καὶ φθορᾶς καὶ νὴ Δία τούτων περὶ μεγέθους καὶ σχήματος καὶ τάξεως ἀποδεικνύναι δύναται· ἡ δὲ ἀστρολογία περὶ τοιούτου μὲν οὐ- δενὸς ἐπιχειρεῖ λέγειν, ἀποδείκνυσι δὲ τὴν τάξιν τῶν οὐρανίων κόσμον ὄν. τὼς ἀποφήνασα τὸν οὐρανόν, περί τε σχημάτων λέγει καὶ μεγεθῶν καὶ ἀποστημάτων γῆς τε καὶ ἡλίου καὶ σελήνης καὶ περὶ ἐκλείψεων καὶ συνά- ψεων τῶν ἄστρων καὶ περὶ τῆς ἐν ταῖς φοραῖς αὐτῶν ποιότητος καὶ ποσό. τητος. ὅθεν ἐπειδὴ τῆς περὶ ποσὸν καὶ πηλίκον καὶ ποιὸν κατὰ σχῆμα θεωρίας ἐφάπτεται, εἰκότως ἀριθμητικῆς τε καὶ γεωμετρίας ἐδεήθη ταύτῃ. καὶ περὶ τούτων, ὦν ὑπισχνεῖτο μόωνων λόγον ἀποδώσειν, δι᾿ ἀριθμητικῆς τε καὶ γεωμετρίας σομβιβάζειν ἰσχύει. πολλαχοῦ τοίνυν ταὺτὸν κεφάλαιον ἀποδεῖξαι προθήσεται ὅ τε ἀστρολόγος καὶ ὁ φυσικός, οἷον ὅτι μέγας ὁ ἥλιος, ὅτι σφαιροειδὴς ἡ γῆ, οὐ μὴν κατὰ τὰς αὐτὰς ὁδοὺς βαδιοῦνται. ὁ μὲν γὰρ ἀπὸ τῆς οὐσίας ἢ τῆς δυνάμεως ἢ τοῦ ἄμεινον οὕτως ἔχειν ἢ ἀπὸ τῆς γενέσεως καὶ μεταβολῆς ἕκαστα ἀποδείξει, ὁ δὲ ἀπὸ τῶν συμβε- βηκότων τοῖς σχήμασιν ἢ μεγέθεσιν ἢ ἀπὸ τῆς ποσότητος τῆς κινήσεως καὶ τοῦ ἐφαρμόττοντος αὐτῇ χρόνου. καὶ ὁ μὲν φυσικὸς τῆς αἰτίας πολ- λάχου ἅψεται εἰς τὴν ποιητικὴν δύναμιν ἀποβλέπων, ὁ δὲ ἀστρολόγος ὅταν ἀπὸ τῶν ἔξωθεν συμβεβηκότων ἀποδεικνύῃ, οὐχ ἱκανὸς θεατὴς γίνεται τῆς αἰτίας, οἷον ὅτε σφαιροειδῆ τὴν γῆν ἢ τὰ ἄστρα ἀποδίδωσιν, ἐνιαχοῦ δὲ οὐδὲ τὴν αἰτίαν λαβεῖν ἐφίεται, ὡς ὅταν περὶ ἐκλείψεως διαλέγηται· ἄλλο- τε δὲ καθ’ ὑπόθεσιν εὑρίσκει τρόπους τινὰς ἀποδιδούς, ὧν ὑπαρχόντων σωθήσεται τὰ φαινόμενα. οἷον διὰ τί ἀνωμάλως ἥλιος καὶ σελήνη καὶ οἱ πλάνητες φαίνονται κινούμενοι; ὅτι εἰ ὑποθώμεθα ἐκκέντρους αὐτῶν τοὺς κύκλους ἢ κατ’ ἐπίκυκλον πολούμενα τὰ ἄστρα, σωθήσεται ἡ φαινομένη ἀνωμαλία αὐτῶν, δεή|σει τε ἐπεξελθεῖν, καθ’ ὅσους δυνατὸν τρόπους ταῦτα ἀποτελεῖσθαι τὰ φαινόμενα, ὥστε ἐοικέναι τῇ κατὰ τὸν ἐνδεχόμενον τρόπον αἰτιολογίᾳ τὴν περὶ τῶν πλανωμένων ἄστρων πραγματείαν. διὸ καὶ παρελθών τίς φησιν Ἡρακλείδης ὁ Ποντικός, ὅτι καὶ κινουμένης πὼς τῆς γῆς, τοῦ δὲ ἡλίου μένοντός πὼς δύναται ἡ περὶ τὸν ἥλιον φαινομένη ἀνωμαλία σῴζεσθαι. ὅλως γὰρ οὐκ ἔστιν ἀστρολόγου τὸ γνῶναι, τί ἠρεμαῖόν ἐστι τῇ φύσει καὶ ποῖα τὰ κινητά, ἀλλὰ ὑποθέσεις εἰσηγούμενος τῶν μὲν με· νόντων, τῶν δὲ κινουμένων σκοπεῖ, τίσιν ὑποθέσεσιν ἀκολουθήσει τὰ κατὰ τὸν οὐρανὸν φαινόμενα. ληπτέον δὲ αὐτῷ ἀρχὰς παρὰ τοῦ φυσικοῦ, ἁπλᾶς εἶναι καὶ ὁμαλὰς καὶ τεταγμένας κινήσεις τῶν ἄστρων, δι’ ὧν ἀποδείξει ἐγκύκλιον οὖσαν τὴν χορείαν ἁπάντων τῶν μὲν κατὰ παραλλήλους, τῶν δὲ κατὰ λοξοὺς κύκλους εἱλουμένων’’. οὕτως μὲν οὖν καὶ ὁ Γέμινος ἤτοι ὁ παρὰ τῷ Γεμίνῳ Ποσειδώνιος τὴν διαφορὰν τῆς τε φυσιολογίας καὶ τῆς ἀστρολογίας παραδίδωσιν ἀπὸ τοῦ Ἀριστοτέλους τὰς ἀφορμὰς λαβών. Κατὰ δὲ τὴν λέξιν ἄτοπον φησὶ τὸ τῶν καθ’ αὑτὰ συμβεβηκό- των τοῖς φυσικοῖς μηδὲν εἰδέναι τὸν φυσιολόγον εἰκότως, διότι ἀνάγκη τὸν εἰδότα τι κατὰ τρόπον καὶ τὰ ἴδια αὐτοῦ εἰδέναι καὶ τὰς προσεχεῖς διαφοράς. εἰ γὰρ μὴ ταῦτα εἰδείη, οὐδὲ εἰ τῶν ὁμογενῶν διαφέρει εἴσεται· τοῦτο δὲ μὴ εἰδὼς πάντα ἂν τὰ ὁμογενῆ ταὐτὰ ἀλλήλοις ὑπολήψεται, ὥστε εἰ οὕτω τύχοι καὶ τἀναντία. εἰ οὖν τὰ σχήματα καὶ μεγέθη καὶ αἱ τοιαίδε κινήσεις τῶν ἄστρων ἴδια τοῦ θείου σώματός ἐστιν, ἀνάγκη καὶ ταῦτα εἰ- δέναι τὸν φυσικόν. περὶ δὲ τὴν τῶν ὀνομάτων χρῆσιν ἐπισημήνασθαι ἄξιον, ὅτι μαθηματικὸν νῦν τὸν γεωμέτρην ἔοικε καλεῖν· οὗτος γάρ ἐστιν ὁ περὶ ἐπίπεδα καὶ στερεὰ καὶ μήκη καὶ στιγμὰς ἔχων, καίτοι τῆς κυρίως μαθη- ματικῆς καὶ τὴν ἀριθμητικὴν καὶ τὴν ἀστρολογίαν ἤτοι σφαιρικὴν καὶ τὴν ἁρμονικὴν ἤτοι κανονικὴν περιεχούσης. καὶ τὸ τῆς ἀστρολογίας ὄνομα οἱ μὲν παλαιοὶ μήπω τότε τῆς ἀποτελεσματικῆς εἰς τοὺς Ἕλληνας, ὡς ἔοικεν, ἐλθούσης ἐπὶ τῆς νῦν καλουμένης ἀστρονομίας ἔφερον, οἱ δὲ νεώτεροι διε- λόντες τοὔνομα τὴν μὲν τὰς κινήσεις τῶν οὐρανίων ἐπισκοποῦσαν ἀστρονο- μίαν καλοῦσι, τὴν δὲ περὶ τὰ ἀποτελούμενα ἐξ αὐτῶν διατρίβουσαν ἀστρο- λογίαν ἰδίως ἐπονομάζουσι. p. 193b35 Αανθάνουσι δὲ τοῦτο ποιοῦντες καὶ οἱ τὰς ἰδέας λέ- γοντες ἕως τοῦ ἀλλ’ οὐχ ᾗ μαθηματικὴ ἀλλ’ ᾗ φυσική. 31 Εἰπὼν τοὺς μαθηματικοὺς τὰ τῇ ὑποστάσει ἀχώριστα χωρίζοντας κατ’ ἐπίνοιαν οὕτως ποιεῖσθαι περὶ αὐτῶν τοὺς λόγους, διότι τὰς τρεῖς διαστά- σεῖς ἀπὸ τοῦ φυσικοῦ σώματος ἀφαιροῦσι, καὶ ἀπὸ τῶν τριῶν τὰς δύο ἐπίπεδον καθ’ αὑτὸ λαμβάνοντες, καὶ ἀπὸ τῶν δύο τὴν μίαν ὅταν τὴν γραμμὴν πολυπραγμονῶσι, τὸ αὐτό φησι λανθάνειν ποιοῦντας καὶ τοὺς τὰς ἰδέας λέγοντας, μᾶλλον δὲ ἀτοπώτερόν τι ποιεῖν. οἱ μὲν γὰρ μαθηματικοὶ γραμμὰς καὶ ἐπίπεδα καὶ τὰ τοιαῦτα χωρίζουσιν ἀπὸ τῶν φυσικῶν σωμά- τῶν, ἅπερ εἰ καὶ τῇ ὑποστάσει ἀχώριστά ἐστιν, ἀλλὰ τῇ γε ἐπινοίᾳ χωρι- ζόμενα οὐδὲν ἀδύνατον ἑπόμενον ἔχει. οὗτοι δὲ τὰ φυσικὰ εἴδη χωρίζειν ἐπιχειροῦσιν οἷον ἄνθρωπον καὶ σάρκα καὶ τὰ τοιαῦτα, ἅπερ ἧττόν ἐστι χωριστὰ τῶν μαθηματικῶν. τὸ δὲ ἧττον δοκεῖ δι’ εὐλάβειαν λέγειν φιλό- σοφὸν, καίτοι βουλόμενος αὐτὰ μηδαμῶς εἶναι μηδὲ τῇ ἐπινοίᾳ χωριστά· καὶ παραδίδωσι ἴδωσι κανόνα τῶν τε τῇ ἐπινοίᾳ δυναμένων χωρίζεσθαι καὶ τῶν μή. καὶ γὰρ ὅταν μὲν ταῦτα ἃ χωρίζομεν ὁριζόμενοι μὴ παραλαμβάνωμεν ἐν τῷ ὁρισμῷ ἐκεῖνα, ὧν χωρίζομεν αὐτά, μηδὲ τῇ ἐννοίᾳ συναναφέρωμεν, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ ὁριζώμεθα καὶ ἐννοῶμεν ὡς τὸ μαθηματικὸν σῶμα ὁριζόμενοι λέγομεν τὸ τὰς τρεῖς ἔχον διαστάσεις οὐδαμοῦ τὴν ὕλην ἢ τὴν κίνησιν τοὐ φυσικοῦ σώματος συναναφέροντες καὶ τὸ ἐπίπεδον τὸ μῆκος καὶ πλάτος μόνον ἔχον καὶ ἐπὶ ἀριθμῶν ὁμοίως), τότε χωριστὰ λόγῳ καὶ ἐπινοία τὰ τοιαῦτα λέγομεν εἶναι. ὅταν δὲ βουλομένοις ὁρίσασθαι τὰ χωριζόμενα συνεμφαίνηται πάντως ἐκεῖνα, ὧν χωρίζεται, καὶ μηδὲ δύνη- ται χωρὶς ἐκείνων νοεῖσθαι, τότε καὶ τῇ νοήσει καὶ ἐπινοίᾳ τὰ τοιαῦτα ἀχώριστα λέγομεν. τοιαῦτα δὲ σὰρξ καὶ ὀστοῦν καὶ ἄνθρωπος. οὐ μόνον γὰρ φυσικὸν ἕκαστον τούτων ἐστὶν καὶ ἔνυλον καὶ συναμφότερον, ἀλλὰ καὶ ὡς σύνθετον ἐπινοεῖται. καὶ τὴν διαφορὰν παρέστησεν ἐπὶ σχήματος, ποτὲ μὲν καθ’ αὑτὸ νοεῖσθαι δυναμένου, ὅταν καθ’ αὑτὸ λέγηται ὡς τὸ κυρτὸν ἢ μᾶλλον τὸ κοῖλον σχῆμα, ποτὲ δὲ μὴ δυναμένου, ὡς ἐπὶ τοῦ σιμοῦ. καὶ γὰρ ἡ σιμότης κοιλότης ἐστίν, ἀλλ’ οὐχ ἡ τυχοῦσα, ἀλλ’ ἡ ἐν ῥινὶ κοιλό- της. διὸ σιμότητα ἄνευ ῥινὸς ἐπινοῆσαι ἀδύνατον. καὶ τὸν ὁρισμὸν ἀπο- διδόντες σιμότητα λέγομεν εἶναι κοιλότητα ἐν ῥινί. εἰ τοίνυν καὶ τὸν ἄνθρωπον ὁριζόμενοι ζῷον λογικὸν θνητὸν λέγομεν τὸ κατὰ τὴν ἰδέαν παράδειγμα τοῦ ἀνθρώπου λε|γόμενον, ἤτοι ἄλλο τι ὂν λέγεται ἄνθρωπος (καὶ οὐκ ἂν εἴη κοινωνοῦν τῷ φυσικῷ ἀνθρώπῳ κατὰ τὴν οὐσίαν οὐδὲ παράδειγμα αὐτοῦ) ἢ εἴπερ καὶ αὐτὸ ζῷον λογικὸν θνητόν ἐστι καὶ παρ’ αὐτοῦ ὁ τῆ ’δε ἄνθρωπος τὸ εἶναι τοιοῦτος ἔχει τῇ πρὸς αὐτὸ ὁμοιότητι, καὶ ἐκεῖνο μετὰ κινήσεως ἀνάγκη νοεῖσθαι καὶ σώματος. τὸ γὰρ ζῷον οὐσία ἐστὶν ἔμψυχος αἰσθητικὴ καὶ κατὰ τόπον κινητική. πῶς οὖν ἂν εἴη ζῷον τὸ ἐκεῖ ἢ πῶς θνητόν, χαλεπὸν καὶ πλάσαι, ἢ πῶς ὅλως τὰ φυσικὰ καὶ ἔνυλα καὶ ἐν κινήσει οἷον καὶ σάρξ ἐστι καὶ ὀστοῦν καὶ ἄνθρωπος καὶ τῶν ἄλλων ἕκαστον. ὅτι δὲ οὐ πάντα δυνατὸν χωρίσαι τῶν φυσικῶν, δείκνυσι καὶ διὰ τοὐ τῶν μαθημάτων καίτοι χωρίζειν πεφυκότων ὅμως τὰ φυσικώτερα καὶ κινήσει προσχρώμενα οἷά ἐστιν ἥ τε ὀπτικὴ καὶ ἡ ἁρμονικὴ καὶ ἡ ἀστρο- λογία αἰσθήσεσιν ἤδη προσχρώμεναι καὶ κινουμένοις ὑποκειμένοις) μὴ δύνασθαι χωρίσαι ταῦτα τῆς ὕλης καὶ τῆς φύσεως. καὶ γὰρ ἡ ὀπτικὴ γραμμὰς ὥσπερ ὁ γεωμέτρης λαμβάνει, καὶ ἡ ἁρμονικὴ λόγους ἀριθμητι- κοὺς ἐπόγδοον καὶ ἡμιόλιον καὶ ἐπίτριτον καὶ διπλάσιον ὡς ἡ ἀριθμητική, καὶ ἡ ἀστρολογία σφαίρας καὶ κύκλους ὡς ἡ σφαιρική· καὶ ὅμως οὐ δύ- νανται ταῦτα αὗται τῶν φυσικῶν καὶ κινουμένων καὶ ἐνύλων χωρίσαι, ὥσπερ ἐκεῖναι χωρίζουσι καὶ ἐφ’ ἑαυτῶν ὁρίζονται καὶ ὡς κεχωρισμένοις χρῶν- ται. καίτοι τὰς ἀρχὰς ὁ μὲν ὀπτικὸς ἀπὸ τοῦ γεωμέτρου λαμβάνει, ὁ δὲ ἁρμονικὸς ἀπὸ τοῦ ἀριθμητικοῦ, ὁ δὲ ἀστρολόγος ἀπὸ τοῦ σφαιρικοῦ. καὶ " εἰσὶν ὑπ’ αὐτοὺς οὗτοι ὡς ὁ ἰατρὸς ὑπὸ τὸν φυσικόν. ὅτι δὲ οὔτε ὁ ὀπτικὸς οὔτε ὁ ἁρμονικὸς οὔτε ὁ ἀστρολόγος δύναται χωρίζειν ἀπὸ τῶν φυσικῶν τὰ ἑαυτοῖς ὑποκείμενα, δῆλον γίνεται, ὅταν εἰς χρείαν ἄγηται ἕκαστος ὡς ἐνεργὸς θεωρούμενος. τότε γὰρ καὶ ἀνάπαλιν ἔχουσι τρόπον τινὰ πρὸς τὰς ἀρχικωτέρας. ἡ μὲν γὰρ γεωμετρία περὶ γραμμῆς φυσικῆς σκοπεῖ τῆς ὡς πέρατος, ἀλλ’ οὐχ ᾗ φυσική. ἡ δὲ ὀπτικὴ μαθηματικὴν μὲν λαμβάνει γραμμήν ὡς γὰρ μῆκος μόνον ἀπλατές), ἀλλ’ οὐχ ᾗ μαθηματικὴ σκοπεῖ, ἀλλ’ ᾗ φυσική. ὅτι δὲ μαθηματι- κὴν λαμβάνει, δηλοῖ τὰ ὀπτικὰ διαγράμματα. εἰ οὖν γραμμὰς καὶ ἀριθμοὺς καὶ κύκλους καίτοι τῷ λόγῳ πεφυκότα χωρίζεσθαι οὐκ ἀεὶ δυνατὸν χωρί- ζεῖν, πόσῳ μᾶλλον τὰ φυσικὰ αὐτὰ καὶ σύνθετα, ὧν καὶ οἱ ὁρισμοὶ ὡς συνθέτων καὶ φυσικῶν ἀποδίδονται; Ταῦτα καλῶς Ἀριστοτέλης πρὸς τὰς δημώδεις περὶ τῶν ἰδεῶν ἐν- νοίας ἀντείρηκεν, ὅσαι τῶν μὲν ἐκεῖ μηδενὸς συναισθάνονται, τὰ δὲ ἔνυλα εἴδη μηδὲ ἀποδύουσαι τελέως τῆς ὕλης ἐν τῷ δημιουργικῷ νῷ προϋπάρ- ’χειν φαντάζονται, πάντων ἁπλῶς τῶν ἐνταῦθα καὶ τῶν μετὰ τῆς ὕλης θεωρουμένων καὶ μετὰ τοῦ τρόπου τῆς τῶν τῇδε ὑποστάσεως λαμβανομέ- νων ἰδέας εἶναι νομίζουσαι καὶ μέντοι καὶ τὴν ὁμοιότητα οὐχ ὡς εἰκόνων πρὸς παραδείγματα τῶν τῇδε πρὸς ἐκεῖνα, ἀλλ’ ὡς ταὐτότητα νοοῦσαι. καὶ γὰρ τῷ ὄντι εἰ ἄνθρωπος ὁ ἔνυλος οὗτός ἐστιν ὁ αἰσθήσει καὶ κινήσει χρώμενος καὶ σωματικὸς καὶ θνητὴν ἔχων τὴν ἑαυτοῦ σύστασιν, οὐκ ἄν εἴη ἐκεῖ ἄνθρωπος· εἰ δὲ γενητὰ μὲν τὰ ἐνθάδε, τὸ δὲ γενόμενον ὑπ’ αἰτίας ἀνάγκη γενέσθαι καὶ οὐχὶ κοινῆς μόνον, ἀλλ’ ἀφωρισμένης καὶ τοῦ- δέ τινος οἰστικῆς, δεῖ πάντως προυπάρχειν ἐν τῷ δημιουργικῷ νῷ τὰς τῶν γινομένων κατ’ εἶδος διακεκριμένας αἰτίας, ὡς καὶ ἐν τῷ οἰκοδόμῳ ἄλλον μὲν τοίχου τεχνικὸν λόγον, ἄλλον δὲ ὀροφῆς. τὰ δὲ ὀνόματα μετα- φέροντες ἐντεῦθεν ἐκεῖ, εἰ μὲν ὡς αἰτίας τούτων ἀφωρισμένας καὶ τοῦτον ἐχούσας ἐκεῖ τὸν λόγον, ὃν ἐνταῦθα ἔχει τὰ ἀποτελούμενα τοῖς αὐτοῖς ὀνόμασι καλοῦμεν, οὐδὲν οἶμαι ἄτοπον. καὶ γὰρ καὶ αὐτὸς Ἀριστοτέλης διττὴν ἔφατο τὴν τάξιν τὴν μὲν ἐν τῷ κόσμῳ, τὴν δὲ ἐν τῷ αἰτίῳ τοῦ κόσμου, ὥσπερ τὴν μὲν ἐν τῷ στρατοπέδῳ, τὴν δὲ ἐν τῷ στρατηγῷ. καί- τοι εἴ τις τὴν ἐνταῦθα τάξιν ὡς ἐνταῦθα οὖσαν ὁρίζοιτο, οὐκ ἄν ὁ ὁρισμὸς ἐφαρμόσῃ τῇ ἐν τῷ νῷ τάξει, ὥστε οὐδὲ τὸ ὄνομα. καὶ γὰρ εἰ ὁρισμός τις εἴη τῆς Σωκράτους εἰκόνος ὡς εἰκόνος, οὐκ ἄν οὗτος ἐφαρμόσῃ τῷ παραδείγματι· εἰ μέντοι τὴν ὁμοιότητα τῆς εἰκόνος πρὸς τὸ παράδειγμα ὁρισμῷ περιλαμβάνοι οἷον τὸ σιμὸν τὸ φαλακρὸν τὸ ἐξόφθαλμον παρεὶς τὴν ὑποκειμένην ὕλην, οὐδὲ τότε μὲν ὁ ὁρισμὸς ἐφαρμόσει τῷ Σωκράτει, ὅμοιος μέντοι ἔσται τῷ ἐκείνου ὁρισμῷ. οὐδὲ γὰρ ἡ σιμότης ἡ ἐν τῇ εἰκόνι ἡ αὐτὴ τῇ τοῦ Σωκράτους ἐστίν, ἀλλ’ ὁμοία καὶ εἰκὼν ἐκείνης. ἀλλ’ ὅτι μέν εἰσι τῶν φυσικῶν αἰτίαι καὶ λόγοι προυπάρχοντες ἐξ ὧν ταῦτά ἐστιν, οὗτε Ἀριστοτέλης οὔτε οἱ τὰ Ἀριστοτέλους τιμῶντες ἀμφισβητοῦσιν· οἱ δὲ τὰς ἰδέας τιθέμενοι, οὐκ αἰτίας μόνον λέγουσιν αὐτὰς τῶν τῇδε ἀλλὰ καὶ παραδείγματα, ὡς κατὰ τὴν πρὸς ἐκεῖνα ὁμοιότητα τῶν ἐνταῦθα ὑφιστα- μένων. διὸ καὶ ὀνόμασι χρῶνται τοῖς αὐτοῖς ἐφ’ ἑκατέρων, ὅπερ οὐκ ἄν ἔχοι λόγον, εἰ μὴ καὶ τὰ φυσικὰ εἴδη τῇ ἐπινοίᾳ χωρίζοιτο. ἐπιστήσαι οὖν ἄξιον, ὅτι καὶ ὁ Ἀριστοτέλης ἄλλο μὲν τὸ σύνθετον τὸ ἐξ ὕλης καὶ εἴδους οἶδεν, ἄλλο δὲ τὸ εἶδος αὐτό. καὶ δὴ καὶ ὁρισμὸν ἄλλον μὲν τῆς ὕλης ἑκασταχοῦ, ἄλλον δὲ τοῦ εἴδους, ἄλλον δὲ τοῦ συνθέτου φη- σὶν ἀποδίδοσθαι. καὶ ἐν τούτοις δὲ τὸ εἶδος θεωρεῖ καθ’ αὑτό, ὅταν λέγῃ τὸ εἶδος καὶ τὴν μορφὴν εἶναι τὴν φύσιν. οὐ γὰρ τὸ σύνθετον λέγει τότε, ὅταν εἴπῃ “τί οὖν φύεται; οὐχὶ ἐξ οὗ, ἀλλ’ εἰς ὅ. ἡ ἄρα μορφὴ φύσις.’’ καὶ δῆλον ὅτι ὁ τούτου τοῦ εἴδους ὁρισμὸς οὐ κατὰ τὸ σύνθετον ἀποδίδο- ται οὐδὲ τὴν ὕλην προσπαραλαμβάνει, ἀλλ’ ἔστιν ἐξ ἀφαιρέσεως τῆς ἀπὸ τοῦ συνθέτου. καὶ οὐδὲν ἄτοπον καὶ ἐπὶ τούτων διαλύειν τὸν τοῦ συνθέ- του λόγον εἰς τοὺς τῶν ἁπλῶν λόγους, ὡς αὐτὸς ἐν ἄλλοις φησίν. ὥστε οὐ μόνον τὰ μαθηματικὰ | εἴδη χωρίζειν τῇ ἐπινοίᾳ δυνατόν, ἀλλὰ καὶ τὰ φυσικά, εἴπερ καὶ ἰδίους ὁρισμοὺς τῶν εἰδῶν ἄνευ τῆς ὕλης ἔστιν ἀποδι- δόναι. οὐ τοῦτο δέ ἐστι τὸ παράδειγμα τὸ κατ’ ἐπίνοιαν, ἀλλὰ χωρισθεὶς ὁ κατὰ τὸ εἶδος λόγος δύναταί πὼς ἐφαρμόττειν τῷ παραδείγματι, εἴ τις αὐτὸν ὡς ὅμοιον καὶ μὴ ὡς τὸν αὐτὸν ἐκλαμβάνοι καὶ ὡς εἰκόνος πρὸς παράδειγμα ὡμοιωμένης. ζῷον γὰρ καὶ τὸ παράδειγμα καλεῖ Πλάτων’, " “ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας τῷ ὃ ἔστι ζῷον’’ λέγων ἐν Τιμαίῳ. καὶ δῆλον ὅτι οὐ φυσικὸν ἐκεῖνο ζῷον, ἀλλὰ νοερὸν τοῦ φυσικοῦ ζῴου παρά- δειγμα. ὥσπερ καὶ ὁ Σωκράτης οὐ γεγραμμένος Σωκράτης, ἀλλὰ τοῦ γε- γραμμένου παράδειγμα καὶ κυρίως Σωκράτης τῆς ὁμοιότητος τῇ εἰκόνι οὐ κατὰ τὴν ὕλην ὑπαρχούσης, ἀλλὰ κατὰ τὴν μορφὴν τὴν τῆς ὕλης τῆ ἐν- νοίᾳ χωριζομένην. Ὅτι δὲ τὰ τῶν ἐνταῦθα εἰδῶν αἴτια διωρισμένα καὶ παραδείγματά ἐστιν αὐτῶν, δυνατὸν οἶμαι δεικνύναι ταῖς Ἀριστοτέλους χρώμενον ὑποθέ- σεσι. τὰ γὰρ φυσικὰ ἐξ ὕλης καὶ εἴδους μεθέξεως εἶναί φαμεν τῆς ὕλης μετεχούσης τοῦ εἴδους κατὰ τὴν ἐν αὑτῇ μέθεξιν. πᾶσα δὲ μέθεξις μέση τοῦ μετέχοντός ἐστι καὶ τοῦ μετεχομένου ἐνδιδομένη τῷ μετέχοντι ἀπὸ τοῦ μετε- χομένου. καὶ ἔστιν ὁμοειδὴς ἡ μέθεξις τῷ μετεχομένῳ, ὡς ἡ ἐν τῷ σώ- ματι τῷ θερμαινομένῳ ὑπὸ πυρὸς θερμότης καὶ πύρωσις ὁμοειδής ἐστι τῷ θερμαίνοντι. ἕκαστον γὰρ ὃ ἔχει τοῦτο μεταδίδωσι τοῖς μετέχουσιν· ὥστε τὸ ἐνταῦθα εἶδος ἐπειδὴ μέθεξίς ἐστι τοῦ χωριστοῦ εἴδους ὅμοιόν ἐστι τῷ χωριστῷ εἴδει. τὸ δὲ ὅμοιον τῷ χωριστῷ ειοει καὶ πρὸς αὐτὸ γεγονὸς καὶ εἰκὼν αὐτοῦ ὑπάρχον παράδειγμα ἔχει τὸ χωριστὸν εἶδος. καλεῖ δὲ καὶ Ἀριστοτέλης τὰς χωριστὰς αἰτίας εἴδη. καὶ εἴπερ μεθέξεις ἐκείνων τὰ τῇδε, ὁμοειδῆ ἄν εἴη πάντως αὐτοῖς, καὶ οὐδὲν ἴσως ἄτοπον καὶ τῆς αὐτῆς τυγχάνειν ἐπωνυμίας. ἀλλ’ ἴσως οὐ συγχωρήσει τις μέθεξιν εἶναι τὰ ἐνταῦθα εἴδη, ἀλλὰ προηγουμένην ὑπόστασιν. οὐδὲ γὰρ εἶναι ἄνθρωπον ἐκεῖ ἢ ἵππον, ἀλλ’ αἰτίας τούτων ἐν ἄλλοις μὲν εἴδεσιν ὑφεστώσας, τούτων δὲ οἰστικάς, ὡς ἐκ θεοῦ γίνεται ἄνθρωπος καὶ ἐξ ἀκινήτου τὸ κινούμενον οὐχ ὁμοειδῶς. τοὺς δὴ ταῦτα λέγοντας ἐρωτητέον, εἰ μηδὲ καλὸν μηδὲ ἀγαθὸν μηδὲ οὐσίαν ἢ ζωὴν ἢ γνῶσιν ἢ ἐνέργειαν ἢ ἀριθμὸν ἤ τι τῶν οὕτω σεμνῶν ἐκεῖ τίθενται. καὶ ὅτι μὲν ὁ Ἀριστοτέλης εἶναι ταῦτα συγ- χωρεῖ καὶ ἐκεῖ, δηλοῖ σαφῶς ἐφετὸν ἐκεῖνο πᾶσι λέγων καὶ τῇ οὐσίᾳ ἐνέργειαν εἶναι τὸν νοῦν καὶ τὴν οὐσίαν καὶ τὴν ζωὴν καὶ τὸν νοῦν εἰς ταὐτὸν ἄγων καὶ τὸ καλὸν καὶ ἀγαθὸν αὐτοῖς ἀνατιθεὶς καὶ ἰσάριθμα τοῖς οὐρανίοις σώμασι τὰ ἀκίνητα λέγων αἴτια. ἀλλὰ δῆλός ἐστιν Ἀριστοτέλης ταύτας τῶν ἰδεῶν τὰς ἐννοίας δυσχεραίνων, ὅσαι μετὰ τῶν ἐνταῦθα ὀνο- μάτων καὶ τοὺς ὁρισμοὺς ἐφέλκονται τοὺς τὸ φυσικὸν καὶ ὑλικὸν τῶν τῇδε συνειληφότας. διὸ τινὰ μὲν τῶν ὀνομάτων δυσχεραίνει, τινὰ δὲ οὐκ ἀπα- ξιοῖ καὶ τοῖς ἐκεῖ προσφέρειν τὰ καθαρώτερα, καλὸν καὶ ἀγαθὸν καὶ οὐσίαν καὶ ζωὴν καὶ νοῦν καὶ ἐνέργειαν. εἰ οὖν λέγοι τις εἶναι μὲν καὶ ἐκεῖ ταῦτα, μὴ τοιαῦτα δὲ οἷα τὰ τῇδε, καὶ ἡμεῖς ὁμολογήσομεν τοῦτο, ἀξιώ- σομεν δὲ αὐτὸν καὶ ἐπὶ ἀνθρώπου καὶ ἵππου καὶ τῶν τοιούτων τὰ αὐτὰ λέγειν. οὐδὲ γὰρ ἡμεῖς νομίζομεν τὸν ἐκεῖ ἄνθρωπον σωματικὸν εἶναι, εἴπερ μηδὲ ὁ ἐν τῷ φυσικῷ λόγῳ σωματικός ἐστιν, εἶναι δέ τινα τοῦ σω- ματικοῦ ἀνθρώπου πρὸς τὸν ἀσώματον ὁμοιότητα ὡς τοῦ σωματικοῦ καλοῦ πρὸς τὸ ἀσώματον καλόν. ὅλως δὲ εἰ γενητὰ τὰ ἐνταῦθα εἴδη, πᾶν δὲ τὸ γινόμενον ὑπ’ αἰτίας ἀνάγκη γίνεσθαι προειληφυίας τὸν τοῦ γινομένου λόγον, ἵνα μὴ ἀλόγως γίνηται μηδὲ ἐπ’ ἄπειρον, καὶ πρὸς τὸν λόγον ἀφο- μοιοῦται τὸ γινόμενον, οὗτος ἂν εἴη τὸ τῶν γινομένων παράδειγμα. ἔτι δὲ εἰ πρὸ τῶν ἀιδίως κινουμένων εἶναι δεῖ τὸ ἀκίνητον αἴτιον τῆς ἀνεκ- λείπτου κινήσεως καὶ οὐχὶ κοινὸν μόνον, ἀλλὰ καὶ καθ’ ἕκαστον ἰδίως ἀφωρισμένον, ὡς αὐτὸς δείκνυσιν ὁ Ἀριστοτέλης ἐνταῦθά τε καὶ ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ, ἕκαστον δὲ τῶν ἐνταῦθα εἰδῶν ἀίδιον ἔχει τὴν κατὰ τὰ ἄτομα μεταβολήν, δῆλον ὅτι εἴη ἄν ἑκάστου προυπάρχον ἀκίνη- ’τον αἴτιον ἀφωρισμένον οἷον ἄνθρωπος ἑστώς, ἵνα καὶ ὁ μεταβάλλων ἀνέκλειπτον ἔχῃ τὴν μεταβολήν. ἔτι δὲ πολλαχοῦ τὴν φύσιν ἀπεικάζει τῇ τέχνῃ ὁ Ἀριστοτέλης, ὥσπερ καὶ πρὸ ὀλίγου ἐν οἷς ἔλεγεν “ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τέχνην καὶ τὸ τεχνικόν, οὕτως καὶ φύσις τὸ κατὰ φύσιν καὶ τὸ φυσικόν’’. εἰ οὖν ἡ τέχνη κατὰ λόγους ποιεῖ ὁμοιοῦσα τοῖς τεχνικοῖς λόγοις τὰ γινόμενα, δῆλον ὅτι καὶ ἡ φύσις οὕτως ποιεῖ, διὸ οὐδὲν μάτην ποιεῖ. εἰ οὖν μὴ πρῶτον αἴτιον ἡ φύσις, ἄλλο δέ τι τὸ πάντων αἴτιον ὥσπερ ἡ φύσις τῶν φυσικῶν, δῆλον ὅτι καὶ ἐκεῖνο πάντων τοὺς λόγους τῶν γινομένων καὶ τὰς αἰτίας προείληφε. καὶ πρὸς ἐκείνους τοὺς λόγους ἐξομοιοῖ τὰ γινόμενα. ταῦτα μὲν οὖν καὶ ἄλλα πλείω λέγειν δυνατὸν καὶ κατὰ τὰς Ἀριστοτέλους ὑποθέσεις δεικνύντα τῶν γινομένων προυπάρχουσαν τὴν παραδειγματικὴν αἰτίαν. Ἄλλοι δέ τινές εἰσι πολλοὶ καὶ καλοὶ λόγοι δεικνύντες ὅτι πᾶν εἶδος διακεκριμένην ἔχον ὑπόστασιν ἀρχή τίς ἐστιν ἀγένητος καὶ ἀκίνητος. καὶ οὗτε τὸ ἐν τῇ ὕλῃ πρῶτον ἄν εἴη μέθεξις ὂν καὶ πάθος τῆς ὕλης οὔτε τὸ ἐν τῇ φύσει ἐν ὑποκειμένῳ καὶ τοῦτο ὑφεστὼς οὕτε τὸ ἐν τῇ ψυχῇ. κἂν γὰρ χωριστὸν τοῦτο, ἀλλ’ αὐτοκίνητον ὑπάρχον διπλόην ἔχει τινά, καὶ οὐδὲν μᾶλλον κινεῖ ἢ κινεῖται, οὐδὲ ἀρχὴ μᾶλλον ἢ ἀπ’ ἀρχῆς. δεῖ οὖν εἶναι τὴν ἀρχὴν ἀκίνητον καὶ ἀγένητον καὶ ποιητικὴν μόνως, ἀλλ’ οὐχὶ καὶ γινομένην. τοιαῦτα δὲ τὰ ἐν τῷ νῷ εἴδη πρώτως δια|κεκριμένα καὶ ἀκίνητα καὶ ἀγένητα καὶ κυρίως ὄντα, ἅπερ λέγεται καὶ αἴτια τῶν γινομέ- νων, πρὸς ἃ ἀφωμοίωται τὰ γινόμενα. εἰ μέντοι τινά ἐστιν ὀνόματα μὴ τῶν εἰδῶν ὄντα τῶν ἐνταῦθα ἀλλὰ τῶν συνθέτων, οὐ χρὴ τούτων ἐπέκεινα μεταφέρειν τὴν ὁμοιότητα, διότι αἱ μὲν ἰδιότητες ἄνωθεν ἄχρι τῶν ἐσχά- τῶν, αἱ αὐταὶ προέρχονται κατὰ ὕφεσιν. οἱ δὲ τρόποι τῶν ὑποστάσεων οἷον ὁ ἀκίνητος ἢ ὁ αὐτοκίνητος ἢ ἔνυλος ἐν τοῖς οἰκείοις μένουσι τόποις οὐ μεταδιδόμενοι. εἰ οὖν εἴη τι ὄνομα εἴδους ὂν μετὰ τῆς ὕλης, οὐ χρὴ τούτου παράδειγμα ζητεῖν. εἰδῶν γὰρ ἀλλ’ οὐχ ὕλης ἐστὶ τὰ παραδείγματα. ἡ μὲν γὰρ σιμότης τὴν ῥῖνα συναναφέρουσα, ἐπειδὴ καὶ ἡ ῥὶς εἶδός τί ἐστιν, οὐδὲν θαυμαστὸν εἴ τι ἔχοι παράδειγμα τῶν κατὰ φύσιν, ἀλλ’ οὐχὶ τῶν κατὰ πάθος σιμῶν αἴτιον. εἰ δέ τι εἶδος μετὰ τῆς ὕλης λαμβάνοιτο καὶ συναναφέροι τὴν ὕλην μετὰ τοῦ εἴδους τὸ ὄνομα καὶ ἡ κτὰ τοὔνομα νόησις, οὐ χρὴ τούτου παράδειγμα ζητεῖν, πρὸς ὃ μάλιστά μοι ὁ Ἀριστο- τέλης δοκεῖ διαμάχεσθαι. ὥστε καὶ τὸ τοῦ ζῴου εἶδος εἰ μὲν αὐτὸ καθ’ αὑτό τις ἐννοεῖν δύναιτο χωρίζων τῆς ὕλης τὴν μεθεκτικὴν ἰδιότητα, οὐδὲν οἶμαι ἄτοπον καὶ κατὰ Ἀριστοτέλην λόγον αὐτοῦ προϋποτίθεσθαι παρεκτι- κὸν τῇ ὕλῃ τῆς ἑαυτοῦ ὁμοιότητος. καὶ ἐπὶ ἀνθρώπου δὲ εἰ μὲν ἔστι τι εἶδος ἄνθρωπος ὑπὸ τῆς ὅλης μετεχόμενον, οὐδὲν κωλύει τὴν ὁμοιότητα αὐτοῦ ἀνάγειν ἐκεῖ. εἰ δὲ τὸ ὄνομα τοῦτο καὶ τὸ πρᾶγμα μετὰ τῆς ὕλης μόνως ὑφέστηκεν ὡς ἡ σιμότης, ὁ πειρώμενος αὐτὸ ἀνάγειν ἐκεῖ τὰς Ἀρι- στοτέλους εὐθύνας ὑπομενέτω. p. 194a12 ἐπεὶ δὲ ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη ἕως τοῦ οὔτε κατὰ τὴν ὕλην. εἰπὼν ὅτι τῶν μαθηματικῶν ἐπιστημῶν αἱ μὲν χωρίζουσαι τῆς ὕλης τά τε πέρατα καὶ τὰ συμβεβηκότα οὕτως αὐτὰ σκοποῦσιν ὡς ἡ γεωμετρία περὶ γραμμῆς φυσικῆς ζητεῖ ἀλλ’ οὐχ ᾗ φυσική), αἱ δὲ τοῖς χωριστοῖς μὲν τῆς ὕλης χρῶνται οἷον μαθηματικῇ γραμμῇ, ἀλλ’ οὐχ ἡ μαθηματική, ἀλλ’ ᾗ φυσική) ὥσπερ ἡ ὀπτική, εἰκότως ἐπάγει πῶς ἡ φυσικὴ γινώσκει τὰ φυσικά. καί φησιν ὅτι ὡς σύνθετα μὲν αὐτὰ ἐξ ὕλης καὶ εἴδους γινώ- σκει, ἀλλ’ οὐχὶ κατὰ τὴν ὕλην ἀλλὰ κατὰ τὸ εἶδος, ὡς ὁ τὸ σιμὸν γινώσκων γινώσκει μὲν μετὰ τῆς ῥινός, ἀλλὰ κατὰ τὴν κοιλότητα. καὶ τοῦτο εἰκό- τως. ὁ γὰρ φυσικὸς τῆς φύσεως ἐστι θεωρός. διχῶς δὲ ἡ φύσις κατά τε τὴν ὕλην καὶ κατὰ τὸ εἶδος, καὶ κυριώτερον κατὰ τὸ εἶδος. εἰκότως οὖν τὸ συναμφότερον γινώσκει κατὰ τὸ εἶδος. καὶ εἴπερ ἡ μὲν ὕλη κατὰ ἀνα- λογίαν ἐστὶ γνωστή, τὸ δὲ εἶδος κατὰ ἐπέρεισιν, εἰκότως κατὰ τὸ εἶδος ἡ τοῦ συνθέτου γνῶσις ἐπιτελεῖται. p. 194 a 15 Καὶ γὰρ δὴ καὶ περὶ τούτου ἀπορήσειεν ἄν τις ἕως τοῦ ἀλλὰ τὸ βέλτιστον. εἰπὼν ὅτι διχῶς ἡ φύσις καὶ ὅτι περὶ ἀμφοῖν εἰπεῖν τοῦ φυσικοῦ, κατὰ τὴν κυριωτέραν μέντοι, καὶ τοῦτο ἀποφηνάμενος ἄνευ ἀποδείξεως, ὡς ἂν τῷ ἐπιπολαίως ἀκούοντι δόξειεν, ἐπεὶ αὐτὸς τὴν ἀπόδειξιν ἐνεδείξατο εἰ γὰρ διχῶς ἡ φύσις, καὶ ἡ ἑτέρα τῆς ἑτέρας κυριωτέρα καὶ γνωριμω- τέρα), περὶ ἀμφοῖν ἂν εἴη τοῦ φυσικοῦ λέγειν κατὰ τὴν κυριωτέραν, πλὴν ὡς ἀναποδείκτως εἰρημένου ἀπορίας ἄξιον εἶναί φησιν, εἴπερ δύο αἱ φύσεις αἱ στοιχειώδεις, περὶ ποτέρας ἄν εἴη τοῦ φυσικοῦ. καὶ ἐκ διαιρέσεως πὼς προάγει τὴν ζήτησιν. ἡ γὰρ περὶ τῆς ἑτέρας ἢ περὶ ἑκατέρας ἢ περὶ τοῦ ἐξ ἀμφοῖν. καὶ εἰ περὶ τοῦ ἐξ ἀμφοῖν δῆλον ὅτι καὶ περὶ ἑκα- τέρας. ἀδύνατον γὰρ τὸ σύνθετον γινώσκειν ·ἀγνοοῦντα τὰ ἁπλᾶ. εἰ δὲ " περὶ ἑκατέρας τῆς τε ὕλης καὶ τοὐ εἴδους, ἆρα τῆς αὐτῆς ἐστιν ἑκατέραν γνωρίζειν ἢ ἑτέρας καὶ ἑτέρας, ἐν δὴ τῇ τοιαύτῃ διαιρέσει τὸ ἑκατέρας τμῆμα καθ’ αὑτὸ παρῆκεν ὡς μέλλων αὐτὸ μετὰ τοὐ συναμφοτέρου παρα- διδόναι. οὕτως οὖν τὴν ζήτησιν διελὼν δείκνυσιν ὅτι οἱ ἀρχαῖοι φυσικοὶ περὶ τὴν τοῦ ἑτέρου ζήτησιν διέτριβον τοῦ κατὰ τὴν ὕλην, ἐπὶ σμικρὸν τοῦ Ἐμπεδοκλέους καὶ τοῦ Δημοκρίτου τῆς κατὰ τὸ εἶδος φύσεως ἁψαμέ- νων. Ἐμπεδοκλῆς μὲν γὰρ τὸ νεῖκος καὶ τὴν φιλίαν ὡς εἰδοποιοὺς αἰτίας ἐν ταῖς ἀρχαῖς ἀποθέμενος, Δημόκριτος δὲ τὸ σχῆμα καὶ τὴν θέσιν καὶ τὴν τάξιν, τὸ εἶδος οἶμαι κατὰ τὸν λόγον ἀφορίζει, καθ’ ὃν ἕκαστα ἐποίουν· καὶ γὰρ λόγῳ τινὶ ποιεῖ σάρκας καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον. λέγει γοῦν ἐν τῷ πρώτῳ τῶν Φυσικῶν· ἡ δὲ Χθὼν ἐπίηρος ἐν εὐτύκτοις χοάνοισι τὰ δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης, τέτταρα δ’ Ἡφαίστοιο. τὰ δ’ ὀστέα λευκὰ γένοντο Ἁρμονίης κόλλῃσιν ἀρηρότα θεσπεσίηθεν, τουτέστιν ἀπὸ τῶν θείων αἰτίων καὶ μά|λιστα τῆς Φιλίας ἤτοι Ἁρμονίας· ταῖς γὰρ ταύτης κόλλαις ἁρμόζεται. “Ἀναξαγόρου δέ, φησὶν Ἀλέξανδρος, οὐκ ἐμνημόνευσε καίτοι τὸν νοῦν ἐν ταῖς ἀρχαῖς τιθέντος, ἴσως, φησίν, ὅτι μὴ προσχρῆται αὐτῷ ἐν τῆ γε- νέσει’’. ἀλλ’ ὅτι μὲν προσχρῆται, δῆλον, εἴπερ τὴν γένεσιν οὐδὲν ἄλλο ἢ ἔκκρισιν εἶναί φησι, τὴν δὲ ἔκκρισιν ὑπὸ τῆς κινήσεως γίνεσθαι, τῆς δὲ κινήσεως αἴτιον εἶναι τὸν νοῦν. λέγει γὰρ οὕτως Ἀναξαγόρας· “καὶ ἐπεὶ ἤρξατο ὁ νοῦς κινεῖν, ἀπὸ τοῦ κινουμένου παντὸς ἀπεκρίνετο, καὶ ὅσον ἐκί- νησεν ὁ νοῦς, πᾶν τοῦτο διεκρίθη· κινουμένων δὲ καὶ διακρινομένων ἡ περιχώρησις πολλῷ μᾶλλον ἐποίει διακρίνεσθαι.’’ ἀλλὰ διὰ τοῦτο τοῦ " Ἀναξαγόρου οὐκ ἐμνήσθη, ὅτι τὸν νοῦν ὁ Ἀναξαγόρας οὐκ ἔλεγεν εἶδος ἔνυλον, οἷον ἦν τὸ νῦν ζητούμενον, ἀλλὰ διακριτικὸν καὶ κοσμητικὸν αἴτιον χωριστὸν ἀπὸ τῶν κοσμουμένων καὶ ἄλλης ὂν ὑποστάσεως παρὰ τὰ κοσμού- μένα. ἰνοῦς, γάρ φησιν, ἐστὶν ἄπειρον καὶ αὐτοκρατὲς καὶ μέμικται οὐδενὶ χρήματι, ἀλλὰ μόνος αὐτὸς ἐφ’ ἑαυτοῦ ἐστι.’’ καὶ τὴν αἰτίαν τούτου προστίθησι. μήποτε δὲ καὶ διὰ τοῦτο οὐκ ἐμνημόνευσεν Ἀναξαγόρου, ὅτι ὁ παρ’ αὐτῷ νοῦς οὐ ποιεῖν ἀλλὰ διακρίνειν ὄντα τὰ εἴδη δοκεῖ. δῆλον δὲ ὅτι ἡ ἀπὸ τῆς ἡνωμένης ὑποστάσεως, καθ’ ἣν ὁμοῦ πάντα χρήματα ἦν, διάκρισις ἡ νοερὰ ποίησις ἦν. Ταῦτα δ’ οὖν εἰπὼν ἐπάγει λοιπὸν ἀποδεικτικοὺς λόγους τοῦ δεῖν τὸν φυσικὸν ἀμφοτέρας γνωρίζειν τὰς φύσεις τήν τε κατὰ τὴν ὕλην καὶ τὴν κατὰ τὸ εἶδος, καὶ οὐ μόνον τὴν κατὰ τὴν ὕλην, ὡς οἱ πολλοὶ τῶν φυσικῶν ἐνόμιζον. καὶ ἔστιν ὁ πρῶτος λόγος ἀπὸ τῆς τῶν τεχνῶν ἐπα- γωγῆς. εἰ γὰρ ἡ τέχνη μιμεῖται τὴν φύσιν, καὶ ἔστι τῆς τέχνης τό τε εἶδος γινώσκειν καὶ τὴν ὕλην, καὶ τῆς φυσικῆς ἄν εἴη τὸ γνωρίζειν ἀμφοτέρας τὰς φύσεις. καὶ ὅτι μὲν ἡ τέχνη μι- μεῖται τὴν φύσιν ὡς ἐναργὲς παρέλαβεν, ὅτι δὲ τῆς αὐτῆς ἐστι τέχνης τήν τε ὕλην γινώσκειν καὶ τὸ εἶδος, ἔκ τε τῆς ἰατρικῆς καὶ τῆς οἰ- κοδομικῆς ἐπιστώσατο. δευτέρῳ δὲ χρῆται ἐπιχειρήματι τοιούτῳ· εἰ τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὸ τέλος καὶ τὸ οὗ ἕνεκα γινώσκειν καὶ τὰ πρὸς τὸ τέλος, οἷον οἰκοδομικῆς τὴν ὀροφὴν καὶ τοὺς τοίχους, ἡ δὲ φύσις καὶ τὸ εἶδος τέλος ἐστὶ καὶ τὸ οὗ ἕνεκα, δῆλον ὅτι καὶ τῆς φυσικῆς ἄν εἴη μὴ μόνον τὴν ὕλην γινώσκειν, ὡς οἱ παλαιοὶ φυσικοὶ λέγουσιν, ἀλλὰ καὶ τὸ εἶδος· ἢ μὴ μόνον τὸ εἶδος, ὅπερ ἐστὶν ἡ κυρίως φύσις, ἀλλὰ καὶ τὴν ὕλην· οὕτως γὰρ ὁ Ἀλέξανδρος ἀκούει. δυνατὸν δὲ ἀμφοτέρως. ἀλλ’ ἡ μὲν ἀπόδειξις τοὐ καὶ τοῦ εἴδους εἶναι τὴν φυσικὴν ὀρθῶς ἔχει ὡς πρὸς τοὺς φυσικοὺς λεγομένη, ἡ δὲ τοῦ καὶ τῆς ὕλης πρὸς τὰ ἐφεξῆς ἐπα- γομενα. Ὁ δὲ ὅλος σκοπὸς τῶν λεγομένων ἔοικε τείνειν εἰς τὸ καὶ τοῦ εἴδους καὶ τῆς ὕλης εἶναι γνωστικὴν τὴν φυσικήν. ὅτι δὲ τὸ εἶδος καὶ ἡ κατὰ τοῦτο φύσις τέλος ἐστὶ τῆς ὕλης, δείκνυσι δυνάμει οὕτως· ἡ ὕλη καὶ ἡ φυσικὴ κίνησις τῆς ὕλης συνεχής ἐστι· τῆς συνεχοῦς κινήσεως ἐστί τι τέλος τὸ εἶδος, οὗ ἕνεκα ἡ κίνησις, καὶ εἰς ὃ ἐλθοῦσα παύεται. ἡ ἄρα ὕλη καὶ ἡ φυσικὴ ταύτης κίνησις τέλος ἔχει τὸ εἶδος. καὶ γὰρ ἡ ὕλη τῆς μορφῆς ἕνεκα πέφυκε καὶ οὐχ ἡ μορφὴ τῆς ὕλης. τελειοῦται γὰρ τὸ ὑποκείμενον καὶ ἔστι κυρίως, ἐπειδὰν τὸ εἶδος λάβῃ. ὅτι δὲ ἡ συνεχὴς κίνησις εἴς τι τέλος βλέπει, δῆλον ἐξ ὧν ἡ ἄσκοπος κίνησις καὶ μὴ εἰς τέλος ὡρισμένον βλέπουσα, οὐκ ἔστι συνεχὴς ἀλλὰ διακεκομμένη καὶ ἄτακτος. ἐπειδὴ δὲ οὐ πᾶν πέρας καὶ ἔσχατόν τινος τὸ οὗ ἕνεκά ἐστιν, ἀλλὰ τὸ βέλτιστον μόνον καὶ γὰρ τῆς ἀσκόπου κινήσεως καὶ τῶν κατὰ ἀσθένειαν φύσεως γι- νομένων ἔστι τι τέλος ὡς ἔσχατον, ἀλλ’ οὐκ ἤδη τοῦτο τὸ οὗ ἕνεκά ἐστιν), εἰκότως καὶ τοῦτο διορίζεται. καὶ γελοῖον εἶναί φησι τὸν εἰπόντα ποιητήν· ἔχει τελευτὴν ἧσπερ οὕνεκ’ ἐγένετο. καὶ γὰρ ἡ τοῦ βίου τελευτὴ ἔσχατον μέν ἐστι καὶ πέρας, οὐ μέντοι τέλος ὡς τὸ οὗ ἕνεκα. οὐ γὰρ ἡ γένεσις καὶ αὔξησις τοῦ θανάτου ἕνεκα ἐγέ- νετο, ἀλλὰ τοῦ εἴδους καὶ τῆς τελειότητος τοῦ αὐξομένου, ἐφ’ ἣν τὸ αὐξόμενον κινεῖται συνεχῶς, καὶ γενόμενον ἐν αὐτῇ παύεται τῆς εἰς τὸ πρόσθεν προόδου. καίτοι εἰ εἰς τέλος τὸν θάνατον ἔβλεπεν ἡ φύσις, ἅμα τῷ πληρωθῆναι τὸ ζῷον ἐφθάρη ἄν. νῦν δὲ καὶ μετὰ τὸ ἀπολαβεῖν τὸ οἰκεῖον μέγεθος σῴζεται πολλάκις. εἰ μὴ ἄρα πρόχειρον λέγειν, ὅτι οὐ μόνον τῆς διαπλάσεως ἀλλὰ καὶ τοῦ φυσικοῦ βίου τέλος ἐστὶν ὁ θάνατος. πλὴν ὁ θάνατος τέλος καὶ ἔσχατον οὐχ ὡς σκοπός, ἀλλ’ ὡς ἀναγκαῖον σύμπτωμα τῆς τοιαύτης οὐσίας. ὁ δὲ Ἀλέξανδρος ἄμεινόν φησι γεγράφθαι ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι ἔσχατον, τοῦτο τέλος καὶ οὗ ἕνεκα, ἐπεὶ μὴ πᾶν ἔσχατον τέλος. καίτοι καὶ αὐτὸς Ἀρι- στοτέλης ὁμολογεῖ, μὴ πᾶν τὸ ἔσχατον εἶναι τέλος. μήποτε οὖν μεταγρά- φειν οὐκ ἀνάγκη τὴν λέξιν. ὧν γὰρ συνεχοῦς, φησί, οὔσης τῆς κινήσεως, τουτέστι τεταγμένης καὶ εἰς σκοπὸν βλεπούσης, ἔστι τι τέλος ὡς πέρας καὶ ἔσχατον, τοῦτο τὸ ἔσχατον τέλος ἐστὶν ὡς τὸ οὗ ἕνεκα καὶ οὐχ ἀπλῶς ἔσχατον, οἷον ἄν εἴη καὶ τῆς ἀορίστου κινήσεως. p. 194a33 Ἐπεὶ καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἀπλῶς αἱ δὲ εὐεργόν. Ταῦτα δοκεῖ συνηγορεῖν τῷ καὶ τὰ πρότερον εἰρημένα δεικτικὰ εἶναι τοῦ καὶ τῆς ὕλης γνωστικὴν ὀφείλειν εἶναι τὴν φυσικήν. μήποτε δὲ πάντα τὰ λεγόμενα, ὡς καὶ πρότερον εἶπον, εἰς τοῦτο τείνει εἰς τὸ τὴν φυσικὴν " πραγματείαν καὶ τῆς ὕλης καὶ τοῦ εἴδους εἶναι θεωρὸν καὶ τοῦ συναμφο- τέρου κατὰ τὸ εἶδος. ὡς γὰρ ὁμολογούμενον ἔχων ὅτι περὶ τοῦ εἴδους, οὕτως νῦν ὅτι καὶ περὶ τῆς ὕλης εἰπεῖν τοῦ φυσικοῦ ἀπὸ τῆς τῶν τεχνῶν πάλιν ὁμοιότητος κατασκευάζει καὶ ἐκ τοῦ μᾶλλον τὴν ἐπιχείρησιν ποιού- μένος. εἰ γὰρ αἱ τέχναι μιμούμεναι τὴν φύσιν οὐ μόνον γινώσκουσι τὴν ὕλην, ἀλλὰ καὶ παρασκευάζουσιν αἱ μὲν καὶ ποιοῦσαι αὐτὴν ἀπλῶς ὡς ἡ οἰκοδομικὴ τὰς πλίνθους καὶ ἡ ἰατρικὴ τὰ φάρμακα | καὶ ἡ κεραμευτικὴ τὸν πηλὸν καὶ ἡ γραφικὴ τὰ μικτὰ τῶν χρωμάτων, αἱ δὲ εὐεργὸν ποιοῦ- σαι ὡς ἡ πλαστικὴ μαλάττουσα τὸν κηρὸν καὶ ἡ ἀνδριαντοποιητικὴ τὸν χαλκοῦν εὔρουν ποιοῦσα καὶ ἡ οἰκοδομικὴ τὰς πλίνθους προσχηματίζουσα, πολλῷ μᾶλλον τὸν φυσικὸν ἀνάγκη θεωρὸν γοῦν εἶναι τῆς ὑποβεβλημένης ὕλης τοῖς φυσικοῖς, εἴπερ αἱ τέχναι μιμούμεναι τὴν φύσιν, οὕτως γνωρί- ζοῦσι τὴν ὕλην ὡς καὶ παρασκευάζειν αὐτήν. ἢ εἰ ἐν ταῖς ποιητικαῖς τέχναις ἡ ποιοῦσα τὸ εἶδος τέχνη καὶ τὴν ὕλην ποιεῖ, καὶ ἐν ταῖς θεωρη- τικαῖς ἡ τοῦ εἴδους τοῦ ἐνύλου θεωρητικὴ ἐπιστήμη εἴη ἄν καὶ τῆς ὑπο- βεβλημένης αὐτῷ ὕλης. τάχα δὲ καὶ τὸ μᾶλλον ἡ ἐπιχείρησις ἄν ἔχοι, εἰ λέγοιμεν ὅτι εἰ μᾶλλον ἡ φύσις τὴν ὕλην ποιεῖ ἤπερ ἡ τέχνη, μᾶλλον ὤφειλεν ὁ φυσικὸς γνωρίζειν τὴν ὕλην ἤπερ ὁ τεχνίτης. δεῖξαι οὖν προ- θέμενος ἐκ τοῦ συνηρτῆσθαι ἀλλήλαις τἀς γνώσεις τοῦ τέλους καὶ τῶν πρὸς τὸ τέλος, ὅτι καὶ τοῦ εἴδους καὶ τῆς ὕλης ἐστὶν ἡ φυσικὴ θεωρός, ὅτι μὲν τέλος ὡς τὸ οὗ ἕνεκα τὸ εἶδός ἐστιν, ἔδειξε διὰ < τὸ> τὴν συνεχῆ νησιν τῆς φύσεως εἰς τὸ εἶδος τελευτᾶν, ὅτι δὲ πρὸς τὸ εἶδος ὡς πρὸς τέλος ἡ ὕλη, μετ’ ὀλίγον ὑπομιμνῄσκει. νῦν δὲ ὅτι καὶ τῆς ὕλης θεωρὸς ἐκ τοῦ μᾶλλον ἔδειξεν, ὡς εἴρηται, οὐκ ἀρκεσθεὶς τῇ τῶν ἀρχαίων μαρτυρίᾳ. p. 194 a 34 Καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων ἕως τοῦ εἴρηται δὲ ἐν τοῖς Περὶ φιλοσοφίας. Ὅτι συνήρτηται ἀλλήλοις τὸ τέλος καὶ τὰ πρὸς τὸ τέλος, δείκνυσι καὶ ἐκ τοῦ ἡμᾶς τέλη ὄντας χρῆσθαι ἐκείνοις τοῖς ἡμῶν ἕνεκα παραλαμβανο- μένοις. καὶ δῆλον ὅτι καὶ τὸ ἐπὶ τῶν τεχνῶν εἰρημένον καὶ τὸ ἐπὶ τῶν τελῶν κατ’ ἐπίτασιν δείκνυσι τὸ προκείμενον· περιττεύει γὰρ τὸ ποιεῖν καὶ χρῆσθαι τοῦ γινώσκειν μόνον. ἀλλὰ πῶς ἡμεῖς τέλη καὶ πῶς χρώμεθα πᾶσιν; ἡ ὅτι διχῶς τὸ τέλος τὸ μὲν ὡς τὸ οὗ ἡ ἔφεσις ὅπερ σκοπὸν οἱ νεώτεροι καλοῦσιν, οἷον ἡ ὑγίεια ἧς ὁ ἰατρὸς στοχάζεται) τὸ δὲ ἐν ᾧ τοῦτό ἐστι καὶ ᾧ περιγίνεται, ὥσπερ ὁ ὑγιαίνων. τοῦτό ἐστι τέλος ὡς τὸ ᾧ, ὃ καὶ ἡμεῖς ἐσμεν. τέλος γὰρ τοῦ ἰατροῦ ὁ ἄνθρωπος οὐχ ὡς τὸ οὗ στοχάζεται οἷον ἡ ὑγίεια, ἀλλ’ ὡς τὸ ᾧ βούλεται αὐτὴν περιποιῆσαι. γέ- γόνε δὲ ἡ διαίρεσις αὐτῷ ἐν τοῖς Νικομαχείοις ἠθικοῖς, ἃ Περὶ φιλοσο- φίας καλεῖ φιλοσοφίαν ἰδιαίτερον καλῶν πᾶσαν τὴν ἠθικὴν πραγματείαν. διχῶς οὖν τοῦ τέλους λεγομένου τοῦ τε οὗ καὶ τοῦ ᾧ δείξας ἐπὶ τοῦ προ- τέρου τὴν τῆς ὕλης γνῶσιν συνημμένην τῇ τοὐ τέλους γνώσει, νῦν ἔδειξε καὶ ἐπὶ τοῦ ἑτέρου τέλους τοῦ ᾧ τοῦτο οὕτως ἔχον. ἡμεῖς γὰρ ὄντες οὕτως τέλη οὐ μόνον ἴσμεν τὰ ἡμῶν χάριν ὄντα, ἀλλὰ καὶ χρώμεθα αὐ- τοῖς. πάντα δὲ ἡμῶν ἕνεκα ὑπάρχειν λέγει, οὐχὶ τὰ ὄντα πάντα, ἀλλὰ τὰ πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν πάντα, οἷά ἐστι τὰ τῶν τεχνῶν ἀπο- τελέσματα. τούτοις γὰρ χρώμεθα. καὶ ἐσμὲν τέλη τῶν κατὰ τὰς τέχνας γινομένων ἡμεῖς ὡς ἡμῖν ὑπαρχόντων καὶ ἐφ’ ἡμᾶς τὴν ἀναφορὰν ἐχόν- τῶν καὶ συνέζευκται ταῦτα τοῖς τέλεσι. καὶ οὐ μόνον ἴσμεν αὐτά, ἀλλὰ καὶ χρώμεθα αὐτοῖς, ὅπερ ἐπὶ πλέον ἐστί. καὶ καθόλου οὗ τὸ τέλος γινώ- σκειν ἐστί, τούτου καὶ τὰ τοῦ τέλους ἕνεκεν· ὥστε εἰ τοῦ φυσικοῦ ἐστι τὸ εἶδος ὡς τέλος γινώσκειν, τοῦ αὐτοῦ ἄν εἴη καὶ τὸ τοῦ εἴδους ἕνεκεν γι- νώσκειν, ὅπερ ἐστὶν ἡ ὕλη. εἰ γὰρ “τῶν πρός τι ἐστὶ πρὸς τὸ εἶδος ἡ ὕλη,” ὡς αὐτὸς ἐρεῖ, τῶν δὲ πρός τι ἅμα ἡ γνῶσις, δῆλον ὅτι καὶ τούτων ὁ τὸ ἕτερον εἰδὼς εἴσεται καὶ τὸ ἕτερον. p. 194a36 Δύο δὴ αἱ ἄρχουσαι τῆς ὕλης καὶ αἱ γνωρίζουσαι τέχναι ἕως τοῦ ἄλλῳ γὰρ εἴδει ἄλλη ὕλη. Εἰπὼν ὅτι ἔνιαι τῶν τεχνῶν καὶ ποιοῦσι τὴν ὕλην, καὶ οὐ μόνον γνω- ρίζουσι, νῦν δείκνυσιν ὅτι καὶ αἱ ἀρχιτεκτονικαὶ τῶν τεχνῶν αἱ μάλιστα δοκοῦσαι πρὸς τὸ εἶδος ὁρᾶν οὐδὲ αὗται τὴν ὕλην ἀγνοοῦσι. δύο δέ φησιν εἶναι τὰς ἀρχιτεκτονικάς. τὴν χρωμένην οἷον τὴν κυβερνητικήν, ἥτις ὁποῖόν τι τὸ εἶδος εἶναι χρὴ τοῦ πηδαλίου γνωρίζει, τό τε σχῆμα καὶ τὸ μέγεθος ἐπιτάττων καὶ τὴν ὕλην ὁρίζων, ὅτι καὶ ξύλον εἶναι χρὴ μήτε ἀπόσκληρον μήτε πάνυ λυγιζόμενον. ἑτέρα δέ ἐστιν ἀρχιτεκτονικὴ τῶν κατὰ μέρος ποιητικῶν τεχνῶν τά τε εἴδη καὶ τὰς ὕλας ὁρίζουσα, οἵα ἡ κοινῶς λεγομένη ναυπηγικὴ πολλῶν περὶ τὴν ναῦν τεχνῶν ἀσχολουμένων αὕτη πρὸς τὴν τοῦ ὅλου χρείαν πάντα ἀναφέρουσα τό τε εἶδος τοῦ ξύλου ἀφ’ οὗ χρὴ γενέσθαι τὸ πηδάλιον ὁρίζει, ὅτι ἀπὸ κυπαρίσσου εἰ τύχοι τὰς τοίας καὶ τοίας κινήσεις ὑπομενούσης, ὡς ὥρισεν ὁ κυβερνήτης. ἀλλ’ εἰ ὁ κυβερνήτης ὁποῖόν τι τὸ εἶδος τοὐ πηδαλίου γνωρίζει καὶ ἐπιτάτ- τει, πῶς ἄρχειν καὶ τῆς ὕλης λέγεται; ὁ μὲν οὖν Ἀλέξανδρός φησιν ὅτι “ἀναγκαῖον καὶ τούτῳ γνωρίζειν τὴν ὕλην χρωμένῳ τῇ νηὶ οὐχ ἀπλῶς εἴδει οὔσῃ ἀλλὰ μετὰ ὕλης τοιᾶσδε”, μήποτε δὲ καὶ τὸ εἶδος καὶ ἡ ὕλη τοῦ πηδαλίου ὕλη τοῦ χρωμένου ἐστί. διὸ τὸ εἶδος τοῦ πηδαλίου γνωρί- ζοντα καὶ ἐπιτάττοντα τῆς ὕλης ἄρχειν αὐτόν φησι. δυνατὸν δὲ καὶ ὅτι κἄν τὸ προσεχὲς μὴ οἶδεν, ὅτι κυπαρίττινον εἶναι χρὴ τὸ πηδάλιον, ἀλλὰ τό γε κοινότερον οἶδεν, ὅτι εὐκαμπὲς ἀλλ’ οὔτε ἀπόσκληρον οὔτε εὐλύγιστον εἶναι χρὴ τὸ ξύλον τοῦ πηδαλίου. | εἰδὼς οὖν καὶ ἐπιτάττων τοῦτο εἰκό- τὼς ἄρχειν καὶ οὗτος τῆς ὅλης λέγεται. καὶ τὴν χρωμένην ἀρχιτε- κτονικήν πὼς εἶναί φησι, καθ’ ὅσον ἐπιτάττει καὶ αὕτη, ὁποῖον εἶναι χρὴ τὸ πηδάλιον. ἡ γὰρ ἐπιτάττουσα ἀρχιτεκτονικὴ τῆς ποιούσης ἐστί. καὶ ὁ χρώμενος οὖν οὐ μόνον τὴν χρείαν οἶδε τέλος οὖσαν, ἀλλὰ καὶ τὰ πρὸς τὴν χρείαν, οἵα ἐστὶν ἡ ὕλη, καὶ ὁποῖον τὸ τέλος, τουτέστι τὸ εἶδος· καὶ οὗτος τὰ πρὸς τὸ τέλος γινώσκει προσεχέστερον. εἰπὼν δὲ ὅτι τινὲς τέ- χναι καὶ ποιοῦσι τὴν ὕλην, ἐπέστησε καλῶς, ὅτι ὡς ἐν τοῖς κατὰ τέχνην ἡ ὕλη ὑπὸ τῆς τέχνης γίνεται, οὕτως καὶ ἐφ’ ὧν οὐ γίνεται ἀλλ’ ἔστιν, ὡς ἐπὶ τῶν φυσικῶν, τοῦ εἴδους ἕνεκέν ἐστι. μήποτε δὲ οὐ τοῦτο λέγει, ὅτι ἐν μὲν τοῖς κατὰ τέχνην ἡ τέχνη τὴν ὕλην ποιεῖ, ἐν δὲ τοῖς φυσικοῖς οὐ ποιεῖ μᾶλλον γὰρ ἡ φύσις τὴν ὕλην ποιεῖ ἤπερ ἡ τέχνη), ἀλλ’ ὅτι ὁ φυσιολόγος οὐ ποιεῖ τὴν ὕλην, ἀλλ’ οὖσαν θεωρῶν ἀνάγεται καὶ αὐτὸς πρὸς τὸ εἶδος ὥσπερ οἱ ποιοῦντες αὐτήν. p. 194b8 ἔτι τῶν πρός τι ἡ ὕλη· ἄλλῳ γὰρ ε.ἴδει ἄλλη ὕλη. Καὶ ἐκ τοῦ πρός τι εἶναι τὴν ὕλην πρὸς τὸ εἶδος δείκνυσιν, ὅτι τοῦ αὐτοῦ ἐστι τό τε εἶδος καὶ τὴν ὕλην γνωρίζειν. καὶ ὅτι μὲν πρός τι ἡ ὕλη δείκνυσιν ἐκ τοὐ ἄλλην ἄλλου εἴδους εἶναι κατὰ οἰκειότητα τὴν πρὸς τὸ εἶδος τῆς ὕλης λαμβανομένης, ὥστε ἥδε ἂν ἡ ὕλη τοῦδε τοῦ εἴδους εἴη ὕλη καὶ τόδε τὸ εἶδος τῆσδε τῆς ὕλης εἶδος. εἰ δὲ τοῦτο, ἀναγκαῖον τῷ τὸ ἕτερον εἰδότι καὶ θάτερον εἰδέναι. ἀλλὰ πῶς ἄλλη ὕλη ἄλλῳ εἴδει, εἴπερ μία ἡ κοινὴ πάντων ὕλη; ἢ δῆλον ὅτι ἡ προσεχὴς ἄλλη. ὡς δὲ ἑκάστη τούτων ἔχει πρὸς τὸ καθ’ αὑτὴν εἶδος, οὕτως ἡ κοινὴ πάν- των πρὸς τὸ ἁπλῶς εἶδος. ὁ οὖν τὸ εἶδος τὸ φυσικὸν ὡς φυσικὸν εἰδὼς καὶ γνωρίζων καὶ τὴν ὕλην εἴσεται τὴν τῷ τοιούτῳ εἴδει τῷ ἐνύλῳ ὑπο- κειμένην. ἔστιν ἄρα καὶ περὶ τὸ εἶδος καὶ περὶ τὴν ὕλην ἡ φυσική, ἀλλὰ μὴν καὶ περὶ τὴν στέρησιν· τῆς αὐτῆς γὰρ τὰ οὕτως ἀντικείμενα. p. 194b9 Μέχρι δὴ πόσου τὸν φυσικὸν δεῖ εἰδέναι ἕως τοῦ φιλοσοφίας ἔργον διορίσαι τῆς πρώτης. Δείξας ὅτι τοῦ φυσικοῦ ἐστι καὶ τὸ εἶδος γινώσκειν καὶ τὴν ὕλην, εἰ- κότως ἐφεξῆς προείλετο λέγειν μέχρι. πόσου τούτων ἑκάτερον ἔδει τὸν φυσικὸν ζητεῖν. ἀλλὰ περὶ μὲν τῆς ὕλης ἤδη δοκεῖ διωρικέναι, ὅτι μέχρι τοσούτου ὁ φυσικὸς ἐπισκέψεται, ὥστε τὴν περὶ αὐτὴν θεωρίαν εἰς τὸ εἶδος ἐπαναφέρειν. διὸ λοιπὸν μέχρι πόσου τὸ εἶδος καὶ τὸ τί ἐστι δεῖ εἰδέναι ζητεῖ. ἀλλὰ καὶ εἰπὼν τῷ φυσικῷ τὸν περὶ τοῦ εἴδους λόγον προηγούμενον ἔσεσθαι, οὐκ ἄνευ μέντοι τῆς ὕλης, εἰκότως νῦν διαπορεῖ, μέχρι πόσου τῷ φυσικῷ ὡς φυσικῷ ἡ τοῦ εἴδους γνῶσις προσήκει δηλον- ότι τοῦ φυσικοῦ. ἔστι γάρ τινα εἴδη καὶ ὑπὲρ τὰ φυσικά, περὶ ὧν οὐκ ἔστιν εἰπεῖν τοῦ φυσικοῦ. καὶ λέγει ὅτι ὁ φυσικὸς περὶ τοὐ φυσικοῦ εἴδους ὡς φυσικὸς μέχρι τόσου ἐρεῖ, μέχρις ὅσου καὶ ὁ χαλκεὺς περὶ χαλκοῦ καὶ ὁ ἰατρὸς περὶ νεύρου. ἑκάτερος δὲ τούτων ἐρεῖ μέχρι τοσούτου, μέχρις ὅσου χρήσιμον ἕκαστον τούτων εἰς τὴν οἰκείαν τέχνην ἐστί, τάς πρώτας ἀρχὰς τοῦ νεύρου καὶ τοῦ χαλκοῦ οὐδέτερος αὐτῶν πολυπραγμονῶν. καὶ ὁ φυσικὸς οὖν περὶ τοῦ φυσικοῦ εἴδους ἐρεῖ, μέχρι τίνος τόδε τι τοῦτό ἐστι. καὶ γὰρ ἕκαστον τῶν φύσει γινομένων τινὸς ἕνεκα καὶ γίνεται καὶ ἔστιν, ὅπερ τέλος ἐστὶ τοὐ πράγματος. καὶ ὁ τοῦτο εὑρὼν εἰς τέλος ἦλθε τῆς θεωρίας τῆς περὶ τῶν φυσικῶν εἰδῶν περὶ ταῦτα τὴν σκέψιν μενος, ἅ ἐστι χωριστὰ μὲν τῷ λόγῳ εἴδη, ἔνυλα δέ· ὥστε καὶ περὶ τοῦ ἐνύλου εἴδους, ἀλλ’ οὐχὶ παντὸς εἴδους, καὶ μέχρι τοῦ τίνος ἕνεκα ἔστι τοῦτο ἢ γίνεται, ὁ φυσικὸς ἐπισκέψεται. καί μοι δοκεῖ κατάλληλος ἡ λέξις φαίνε- σθαι, ἐὰν καὶ ἐπὶ μὲν τοῦ μέχρι τίνος βαρύνωμεν τὸ τίνος ταὐτὸν γάρ ἐστι τῷ μέχρι πόσου) καὶ ἐπὶ τοῦ τίνος γὰρ ἕνεκα ἕκαστον βαρυτόνως προενέγκωμεν τὸ τίνος δηλοῖ γὰρ τὸ ἄχρι τοῦ τέλους τὸ ἄχρι τοῦ τίνος ἕνεκα)· καὶ δὴ καὶ εἰ γράφοιτο μέχρι τίνος ἕνεκα, τινὸς γὰρ ἕνεκα ἕκαστον λέγει γὰρ καὶ τοιαύτην γραφὴν ὁ Ἀλέξανδρος) τὸ μὲν πρῶτον τίνος βαρυνοῦμεν, τὸ δὲ δεύτερον ὀξυνοῦμεν. εἰπὼν δὲ ὅτι περὶ τὰ ἔνυλα εἴδη ὁ φυσικὸς ἕξει καὶ τοῦτο μέχρι τοῦ τέλους προβήσεται, ὅτι ἔνυλα τὰ φυσικὰ εἴδη ἐστί, δείκνυσιν ἐκ τοῦ καὶ τὰ αἴτια αὐτῶν τά τε προσεχῆ καὶ τὰ ἀναβεβηκότα καὶ αὐτὰ ἔνυλα εἶναι. καὶ γὰρ τὸ προσεχῶς γεννῶν τὸν ἄνθρωπον ἄνθρωπός ἐστιν ἔνυλος καὶ αὐτὸς ὤν, καὶ τὸ ἐπαναβεβηκὸς τού- τῶν ποιητικὸν πάντων τῶν γινομένων κατὰ φύσιν αἴτιον ὁ ἐμφανὴς ἥλιος εἶδος καὶ αὐτὸς ἔνυλον. “καθόλου δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ γινόμενον φύσει δοκεῖ αὐτὸ ὑπὸ τοῦ αὐτοῦ γίνεσθαι ἢ εἴδει ἡ γένει ἢ ὅλως ὑπὸ ἐνεργείας. ὑπὸ ἡλίου γοῦν οὕτως τὰ γινόμενα γίνεται ὡς ὑπὸ ἐνεργείας· θερμαινόμενα γὰρ καὶ ψυχόμενα ὑπὸ τῆς ἐνεργείας τῆς ἐκείνου. καὶ δῆλον μὲν ὅτι καὶ τὰ κατὰ τέχνην γινόμενα, ὑπὸ ἐνεργείας γίνεται ἀλλ’ οὐ φυ- σικης. μήποτε δὲ ἄνθρωπος μὲν ἐξ ἀνθρώπου ὑπὸ του αὐτοῦ τῳ γίνεται, ὑφ’ ἡλίου δὲ ὑπὸ τοὐ αὐτοῦ τῷ γένει, ὡς ἔνυλος ἐξ ἐνύλου. ση- μειοῦται δὲ ὁ Ἀλέξανδρος καὶ ἐκ τῶν ἐνταῦθα λεγομένων, ὅτι κατὰ Ἀρι- στοτέλην συνῆπται τῶ θείῳ σώματι ἡ τῶν ἐνταῦθα γένεσις καὶ οὐκ ἀπήρ- τηται ἀπ’ αὐτοῦ. Ἀλλὰ πῶς ζητῶν μέχρι πόσου τὸν φυσικὸν δεῖ εἰδέναι τὸ εἶδος καὶ τὸ τί ἐστι μέχρι τινός, φησίν, ὥσπερ ἰατρὸν νεῦρον, ἢ χαλκέα χαλκόν; ὁ γὰρ χαλκὸς ὡς ὕλη τῷ χαλκεῖ ὑποβέβληται καὶ τὸ νεῦρον τῷ ἰατρῷ. τούτοις γὰρ ἐπάγουσι τὰ ἀπὸ τῆς τέχνης εἴδη, ὁ μὲν χαλκεὺς τῷ χαλκῷ τὸ τοὐ ἀμφορέως εἰ τύχοι, ὁ δὲ ἰατρὸς τῷ νεύρῳ τὸ τῆς ὑγιείας. πῶς οὖν μέχρις ὅσου περὶ τῆς ὕλης οἱ τεχνῖται ζητοῦσι, μέχρι | τοσούτου περὶ τοῦ εἴδους τὸν φυσικόν φησι ζητεῖν; ταύτην δὴ τὴν ἔνστασιν ἐννοήσας ὁ Ἀλέξανδρος καὶ ἄλλην ἐξήγησιν ἐπάγει γράφων οὕτως· ‘ἢ εἰπὼν πρῶτον μέχρι τινὸς ἐρεῖ ὁ φυσικὸς περὶ τῆς ὕλης ὥσπερ καὶ οἱ τεχνῖται καὶ γὰρ οὗτοι μέχρι τινὸς περὶ τῆς ὑποκειμένης ὕλης αὐτοῖς θεωροῦσιν) ἑξῆς πάλιν περὶ τοῦ εἴδους λέγει, μέχρι πόσου καὶ περὶ ποίου εἴδους ὁ φυσικὸς θεωρεῖ. τίνος γὰρ ἕνεκα ἕκαστον τῶν φύσει γινομένων γίνεται, ὅ ἐστι τὸ φυσικὸν εἶδος καὶ ἡ τῶν φύσει γινομένων τελειότης, θεωρεῖ· περὶ τοῦ τοιούτου οὖν εἴδους, οὗ χάριν ἕκαστον τῶν γινομένων ὑπὸ τῆς φύσεως γίνεται, καὶ περὶ τούτων τῶν εἰδῶν, ἅ ἐστι χωριστὰ μὲν τῷ λόγῳ τῆς ὕλης, ἐν ὕλῃ μέντοι ἡ ὑπόστασις αὐτοῖς, οὐκέτι τὴν γνῶσιν ἐκτείνων ἐπὶ τὰ ἄυλα καὶ χωριστὰ εἴδη” καὶ εἶχεν ἄν καλῶς ἡ ἐξήγησις, εἰ μέχρι τινὸς περὶ τῆς ὕλης ὁ φυσικὸς θεωρεῖ προθέμενος εἰπεῖν ἐπήγαγε ‘μέχρις ὅσου ὁ χαλκεὺς περὶ χαλκῶν καὶ ὁ ἰατρὸς περὶ νεύρων’. νῦν δὲ εἰπὼν μέχρι δὴ πόσου τὸν φυσικὸν δεῖ εἰδέναι τὸ εἶδος καὶ τὸ τί ἐστιν ἐπήγαγεν ἡ ὥσπερ ἰατρὸν νεῦρον ἢ χαλκέα χαλκόν. καὶ ἄλλην δὲ ἐξήγησιν πρὸς τὴν τοιαύτην ἔνστασιν ὑπαντῶσαν ἐπάγει ὡς ἁρμόδιον τῇ γραφῇ τῇ λεγούσῃ ἢ ἰατρὸν νεῦρον ἢ χαλκέα χαλκὸν μέχρι τίνος ἕνεκα. εἴη γὰρ ἄν, φησί, τὸ λεγόμενον· ὡς ὁ ἰατρὸς καὶ ὁ χαλκεὺς μέχρι τοσούτου περὶ εἴδους λέγουσι καὶ περὶ τούτου, οὗ ἕνεκέν ἐστιν ἡ ὕλη περὶ ἣν καταγίνον- τᾶι περὶ γὰρ τοῦ εἴδους τούτου λέγουσιν, οὗ χάριν ὁ μὲν περὶ νεῦρα καὶ σάρκας ὁ δὲ περὶ χαλκὸν καταγίνεται, τοῦ γὰρ ἐν τούτοις γινομένου εἴδους ἀλλ’ οὐ περὶ ἄλλου τινός), οὕτως χρὴ καὶ τὸν φυσικὸν περὶ τοῦ τοιούτου εἴδους λέγειν, οὗ ἐστιν ἡ ὕλη ὕλη καὶ οὗ χάριν ἐστί. τοῦτο δέ ἐστι τὸ ἔνυλον. καὶ περὶ ταῦτα ἅ ἐστι χωριστὰ μὲν εἴδη ἐν ὕλῃ δέ, του. τέστι καὶ περὶ τῶν τοιούτων εἰδῶν, πραγματεύσεται καὶ τὰ τοιαῦτα θεω- ρήσει’’. δοκεῖ δέ μοι ἐν τούτοις μὴ ἀποδοῦναι, μέχρι πόσου οἱ τεχνῖται περὶ τοῦ εἴδους λέγουσιν. οὗ ἕνεκέν ἐστιν ἡ ὕλη περὶ ἣν καταγίνονται. εἰ μὴ ἄρα βούλεται εἰπεῖν μέχρι τοῦ ἔνυλα εἶναι. τοῦτο γὰρ ἐπὶ τοῦ φυσι- κοῦ σαφέστερον εἶπε. καὶ ἔοικε καὶ ὁ Θεμίστιος οὕτω νοῆσαι· παραφράζων γὰρ τουτὶ τὸ χωρίον “περὶ δὲ αὐτοῦ τοὐ εἴδους φησὶν ἄχρι τίνος, ἢ ὥστε μὴ χωρίζειν αὐτὸ τῆς ὕλης, ἀλλ’ ὥσπερ ὁ ἰατρὸς νεῦρον ἐξετάζει, οὕτως ὁ φυσικὸς ἄνθρωπον’’. μήποτε οὖν οὐ συμφωνεῖ τούτῳ τὸ ἑξῆς ἐπαγόμενον τὸ τινὸς γὰρ ἕνεκα ἕκαστον. οὐ γὰρ τείνει τοῦτο εἰς τὴν ὡς ἐνύλου γνῶσιν, ἀλλὰ περὶ εἴδους μέν ἐστιν ἡ ζήτησις, μέχρι πόσου δεῖ εἰδέναι τὸ φυσικὸν εἶδος τὸν φυσικόν, περὶ ὃ καταγίνεται. λέγει δὲ ὅτι μέχρις ὅσου τὸν χαλκὸν οἶδεν ὁ χαλκεὺς καὶ τὸ νεῦρον ὁ ἰατρός, οὐχ ὡς ὕλην ταῦτα τῶν τεχνῶν τούτων παραθείς, ἀλλ’ ὡς εἴδη περὶ ἃ καταγίνονται αἱ τέχναι, ὡς ἡ φυσικὴ περὶ τὸ φυσικὸν εἶδος. καταγίνονται δὲ αἱ μὲν τέχναι πρα- κτικῶς, ἡ δὲ φυσικὴ γνωστικῶς περὶ τὸ οἰκεῖον ὑποκείμενον. ὡς οὖν αἱ τέχναι τὰ ὑποκείμενα αὐταῖς περὶ ἃ ἐνεργοῦσι μέχρι τοσούτου γινώσκουσι, μέχρι τῆς χρείας ἣν παρέχονται τοῖς ἀποτελέσμασι, δι’ ἃ παραλαμβάνον· τᾶι, οὕτως καὶ ἡ φυσικὴ μέχρις ἐκείνου γνώσεται τὸ φυσικὸν εἶδος, μέχρι τῆς χρείας ἧς ἕνεκα γίνεται καὶ ἔστι. καὶ γὰρ πᾶσα μὲν ἐκ τῶν αἰτίων γνῶσις οἰκειοτάτη πρὸς ἐπιστήμην ἐστίν, ἡ δὲ ἐκ τοῦ τελικοῦ αἰτίου πα· σῶν ἐστι κυριωτάτη. καὶ ἔοικε τῷ ἐν Φαίδωνι Σωκράτει κατακολουθῶν Ἀριστοτέλης μέχρι τοῦ τελικοῦ αἰτίου προστάττειν τῷ φυσικῷ προάγειν τὴν τῆς αἰτίας ζήτησιν. λέγει γὰρ ἐν ἐκείνοις ὁ Σωκράτης· “εἰ οὖν τις βού- λοιτο τὴν αἰτίαν εὑρεῖν περὶ ἑκάστου, ὅπῃ γίνεται καὶ ἀπόλλυται ἢ ἔστι, τοῦτο δεῖν περὶ αὐτοῦ εὑρεῖν, ὅπῃ βέλτιστον αὐτῷ ἐστιν ἢ εἶναι ἢ ἄλλο ὁτιοῦν πάσχειν ἢ ποιεῖν’’. τοῦτο δέ ἐστι τὸ οὗ ἕνεκα γίνεται ἢ ἔστιν ἕκαστον. εἰπὼν δὲ ὅτι ὁ φυσικὸς περὶ τὰ τῷ λόγῳ μὲν χωριστὰ τῇ δὲ ὑποστάσει ἔνυλα πραγματεύεται, εἰκότως ἐπάγει ὅτι· τὸ τῇ ὑποστάσει χω- ριστὸν εἶδος πῶς ἔχει πρὸς τὸ ἔνυλον εἶδος καὶ καθ’ αὑτό· καὶ τί ἐστι, φιλοσοφίας ἔργον ἐστὶ διορίσαι τῆς πρώτης, ἣν ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ παραδίδωσιν. p. 194b16 Διωρισμένων δὲ τούτων ἐπισκεπτέον περὶ τῶν αἰτίων. Τῆς πραγματείας οὔσης περὶ τῶν ἀρχῶν καὶ αἰτίων τῶν φυσικῶν, διότι ὡς αὐτὸς ἀρχόμενος εἶπε “τότε οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων”, περὶ τῶν ἀρχῶν τῶν ὡς στοιχείων πρῶιον προέθετο σκοπεῖν καὶ τάς τε τῶν παλαιῶν δόξας περὶ τούτων προὐβάλετο καὶ τὰ ἑαυτῷ δοκοῦντα προέθηκε, συμφωνοῦντας αὑτῷ τρόπον τινὰ καὶ τοὺς παλαιοὺς φυσιολόγους ἀποδείξας, διότι καὶ ἐκεῖνοι τἀναντία ἐτίθεντο ἀρχάς· οὕτω τε τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὴν στέρησιν ὡς στοιχειώδεις ἀρχὰς ὑποθέμε- νος τῶν φυσικῶν, καὶ τί ἐστιν ἡ φύσις ἀποδείξας, ὅτι ἀρχὴ ὅθεν ἡ κίνη- σις, καὶ τί τὸ φύσει καὶ κατὰ φύσιν, καὶ διορίσας ποσαχῶς ἡ φύσις λέ- γεται, καὶ ὅτι τὸ εἶδος καὶ ἡ ὕλη φύσις, καὶ ὅτι περὶ ἀμφοῖν πρόκειται τῷ φυσικῷ ζητεῖν, καὶ μέχρι πόσου ὅτι μέχρι τοῦ τελικοῦ αἰτίου, καὶ συμπληρώσας τὸν ὅλον περὶ τῶν αἰτίων λόγον, εἴπερ καὶ περὶ τῶν ὡς στοιχείων εἶπε τῆς τε ὕλης καὶ τοὐ εἴδους, | καὶ περὶ τοὐ ποιητικοῦ, ὅπερ ἦν ἡ φύσις, καὶ περὶ τοῦ τελικοῦ, ἐπειδὴ πολλὰ μεταξὺ τῆς τῶν αἰτίων πρὸς ἄλληλα συντάξεως ἐρρήθη, ἀναλαβὼν τὸν λόγον ἐφεξῆς αὐτὰ ἀπα- ριθμήσεται τοὺς προσήκοντας ἑκάστοις ἐπάγων διορισμοὺς καὶ μετὰ τὰ καθ’ αὑτὸ αἴτια καὶ τὰ κατὰ συμβεβηκὸς ὑπ’ ὄψιν ἄγων. κἀνταῦθα δὲ τὴν χρείαν πάλιν ἡμᾶς τοὐ περὶ τῶν ἀρχῶν ὑπομιμνῄσκει λόγου συλλογιζόμενος καὶ νῦν δυνάμει οὕτως· ἡ φυσικὴ πραγματεία θεωρητική ἐστιν, ἀλλ’ οὐχὶ πρακτικὴ ὡς ἡ ἠθική· ἡ θεωρητικὴ τέλος ἔχει τὸ εἰδέναι· ἡ τέλος ἔχουσα τὸ εἰδέναι τὴν τῶν αἰτίων γνῶσιν προλήψεται, εἰς ἃ ἕκαστα ἀναφέρουσα ἕξει τὴν γνῶσιν αὐτῶν· ὥστε τῇ φυσικῇ πραγματεία οἰκεῖος ὁ περὶ τῶν αἰτίων λόγος, ὅπως ἄν καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς ἄλλης φυσικῆς μεταβολῆς τῆς τε κατὰ τόπον καὶ κατὰ ἀλλοίωσιν, ἴσως δὲ καὶ τῆς κατὰ αὔξησιν, περὶ ὧν τῷ φυσικῷ πρόκειται σκοπεῖν, ἀποδιδόναι τὰς αἰτίας δυνώμεθα. διὰ τί γὰρ τοῦτον ἔχει τὸν τρόπον ἕκαστον τῶν κατ’ αὐτὰ ζητουμένων, λύομεν ἀνάγοντες εἰς τὰς αἰτίας αὐτῶν καὶ τὰς ἀρχάς. ἢ γὰρ διότι ἐκ τοιοῦδε ἢ διότι τοιόνδε ἢ διότι ὑπὸ τοιοῦδε ἢ διότι οὕτως ἄμεινον δεικνύντες ἀποδιδόναι τὰς αἰτίας δόξομεν. p. 194b23 Ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται τὸ ἐξ οὗ ἕως τοῦ καὶ τὰ τούτων γένη. Τέτταρας τρόπους αἰτίων ἀποδόσεως τοὺς πάντας λέγων πρῶτον ἄπο- δίδωσι τὸ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος. τοῦτο δέ ἐστι τὸ ὑλικὸν καὶ ὑποκείμενον, ὅπερ κατὰ μὲν τὸ ἐξ αὐτοῦ γίνεσθαί τι τῆ στερήσει ἐπι- κοινωνεῖν δοκεῖ, κατὰ δὲ τὸ ἐνυπάρχοντος τούτου διαφέρει· ἐξ ἐκείνης μὲν γὰρ ὡς μετ’ ἐκείνην καὶ ὡς ἐξισταμένης ἐκείνης γίνεται τὸ γινόμενον, ἐκ δὲ τῆς ὕλης ὡς ἐνυπαρχούσης καὶ μεταβαλλούσης ἐξ ἄλλης διαθέσεως εἰς ἄλλην· ὥστε ὁμώνυμον εἶναι τὸ ἐξ οὗ. τοὐ δὲ εἴδους ἡ ὕλη διαφέρει καὶ αὐτοῦ ἐνυπάρχοντος, ὅτι οὐκ ἐκ τοῦ εἴδους γίνεται τὸ γινόμενον· οὔτε γὰρ ἐξισταμένου οὔτε μεταβάλλοντος, ἀλλὰ κατὰ τὸ εἶδος. πρώτην δὲ αὐτὴν ὠνόμασεν ἐν τοῖς αἰτίοις, διότι πάντων ὡς εἰπεῖν οἱ ἀρχαιότεροι τὰς αἰ· τίας εἰς τὴν ὕλην ἀναφέροντες ἀπεδίδοσαν. κάτω γὰρ ἔφασαν τὸν κύβον φέρεσθαι, ὅτι χαλκοῦς· καὶ πολυχρονιώτερον εἶναι τὸν λέβητα τοῦ κεράμου, διότι ὁ μὲν χαλκοῦς, ὁ δὲ ὀστράκινος. καὶ διὰ τοῦτο δὲ πρώτην ὠνόμα- σεν, ὅτι κάτωθεν ἐπὶ τὸ ἄνω τὴν πρόοδον ἐποιήσατο. οὐ μόνον δὲ ἡ προσεχὴς ὕλη αἰτία τοὐ γινομένου ἐστίν, ἀλλὰ καὶ τὰ ταύτης γένη. οὐ γὰρ μόνον ὅδε ὁ χαλκὸς τοῦ ἀνδριάντος αἴτιος καὶ ὅδε ὁ ἄργυρος τῆς φιά- λης, ἀλλὰ καὶ χαλκὸς ἁπλῶς καὶ ἄργυρος. καὶ εἰ ὕδωρ ταῦτά ἐστι, καὶ τὸ ὕδωρ καὶ ἀνωτέρω τὸ σῶμα. p. 194b26 Ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα ἕως τοῦ καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ. Δεύτερον αἴτιον τὸ κατὰ τὸ εἶδος παραδίδωσιν· αἴτιον γὰρ ἡ ἐνυπάρ- χουσα ὑγίεια τοῦ ὑγιαίνειν καὶ ἡ συμμετρία τοῦ σύμμετρον εἶναι. εἶδος δὲ οὐ τὸ κατὰ τὴν ἐπιπόλαιον μορφὴν μόνον, ἀλλὰ τὸ κατὰ τὸν λόγον. καλεῖ δὲ παράδειγμα τὸ εἶδος οὐχ ὡς οἱ τὰς ἰδέας λέγοντες αὐτὴν καθ’ αὑτὴν εἰδικὴν οὐσίαν ὑποτιθέμενος, πρὸς ἣν τὰ ἐνθάδε ἀφομοιοῦται. “οὐδὲ γὰρ τὰ φύσει ποιοῦντα, φησὶν Ἀλέξανδρος, πρῶτον νοήσαντα ἃ ποιεῖ οὕτως ποιεῖ, ἵνα τις εἴπῃ τὸ νόημα παράδειγμα τῶν γινομένων κατ’ αὐτόν, ὡς ἐπὶ τῶν τεχνῶν ἔχει, ἀλλὰ τὸ γινόμενον περὶ τῇ ὕλῃ εἶδος τοῦτο καλεῖ παράδειγμα διὰ τὸ τὴν φύσιν τούτου ἐφιεμένην ποιεῖν ἃ ποιεῖ πάντα. δῆ- λον δὲ ἐκ τοῦ γενομένου τούτου παύεσθαι τῆς ποιήσεως, ὡς ὡρισμένου τινὸς ὄντος τοῦ εἴδους καὶ οἷον σκοποῦ προκειμένου, εἰς ὃν τέταται ἡ φύ- σις, καὶ παράδειγμα διὰ τοῦτο λεγομένου. οὐχ ὁμοίως δέ, φησὶν Ἀλέξανδρος, ἐν τοῖς ἕνεκά του ποιοῦσι πᾶσιν ἔχει τὸ τέλος καὶ τὸ παράδειγμα, ἀλλ’ ὅσα μὲν κατὰ προαίρεσιν καὶ τέχνην καὶ λόγον ποιεῖ, ἐπὶ τούτων τὸ τέλος ἀνάγκη οὗ χάριν τὰ ἄλλα γίνεται πρῶτον νοηθὲν ὑπὸ τοῦ ποιοῦντος τοῦτο σκοπὸν ἐκκεῖσθαι καὶ παράδειγμα τῶν ἐσομένων, ἐπὶ δὲ τῶν φύσει γινομέ- νων οὐχ ὁμοίως. οὐ γὰρ κατὰ προαίρεσιν ἡ φύσις ἐργάζεται οὐδὲ κατὰ τὸν ἐν αὐτῇ λόγον. ἄλογος γάρ, φησί, δυνάμις ἡ φύσις. ἀλλ’ ἀρχῆς καταβληθείσης τῆς πρώτης ἐν ὕλῃ τῇ δεκτικῇ καὶ τῆς ἀρχῆς καὶ τῶν ὑπ’ αὐτῆς τε καὶ ἐξ αὐτῆς ἐσομένων, τοῦτο τὸ πρῶτον αὐτὸ καταβληθὲν αὐτὸ μὲν ἐποίησε τοῦτο, οὗ ἐστιν αὐτὸ ποιητικὸν ὄντος τὸ δὲ ἐκ τούτου γενόμενον ἄλλο· ἕκαστον γὰρ αὐτῶν τοὐ μεθ’ ἑαυτὸ ποιητικόν τε καὶ κινητικόν ἐστι, εἰ μηδὲν ἐμποδίζοι· καὶ τοῦτο μέχρι τέλους τινὸς καὶ εἴδους τοῦ φυσικοῦ, οὗ ἦν ἀρχὴ τὸ πρῶτον ἐν τῇ ὕλῃ καταβληθέν, ὥσπερ ἐν τοῖς νευροσπαστουμένοις τὴν ἀρχὴν τῆς κινήσεως ἐνδόντος τοὐ τεχνίτου τῷ πρώτῳ τοῦτο τοῦ μετ’ αὐτὸ κἀκεῖνο τοὐ ἐφεξῆς κινητικὸν γίνεται, ἕως ἄν διὰ πάντων ἡ κίνησις διέλθῃ, ἄν μή τι ἐμποδίσῃ, οὐ κατὰ λόγον τινὰ καὶ προαίρεσιν τὴν ἐν ἑαυτοῖς τοὐ πρὸ αὐτοῦ τὸ μετ’ αὐτὸ κινοῦντος. οὕτως δὲ καὶ ἡ συγκαταβληθεῖσα τῷ σπέρματι φύσις τε καὶ δύναμις ἐν τῇ οἰκεία ὕλῃ γενομένη κινητικὴ ταύτης οὖσα κινεῖ καθάπερ πέφυκε τὸ μὲν κινεῖν, ἡ δὲ κινεῖσθαι. ἡ δὲ ἐγγενομένη δύναμις ἐκ τῆς πρώτης κινήσεως ἄλλην πάλιν κίνησιν ἐμποιεῖ καὶ δύναται, ἕως οὗ ὅμοιον ποιήσῃ τῷ ἀφ’ οὗ κατεβλήθη, καὶ ταὐτὸν ἢ εἴδει ἢ γένει. ὡς ἐπὶ τῶν ἐξ ἀνομοίων ζῴων γεννωμένων, ὁποῖαι αἱ ἡμίονοι. τῷ γὰρ γένει αἱ αὐταὶ τοῖς ποιήσασι. καὶ αὕτη ἡ διαδοχὴ κατά τινας ἀριθμοὺς καὶ τάξιν γίνεται μέχρι τοῦ τελειωθῆναι κατὰ τὸ εἶδος τὸ γινόμενον, εἰ μή τι γένοιτο ἐμποδών. τοῦτο δὲ οὐ κατὰ λόγον καὶ προαίρεσιν τὴν ἐν τοῖς κινοῦσί τε καὶ ποιοὐσιν, ὡς προείρηται. ἀλλ’ οὐκ ἐπεὶ μὴ τοῦτο, διὰ τοῦτο ἤδη κατὰ τύχην ποιεῖ, καὶ οὐχὶ ἕνεκά του. τὸ γὰρ ἕνεκά του οὐ λογικῆς καὶ προαιρετικῆς γενέσεως ἐστιν ὄνομα, ἀλλὰ πᾶν τὺ γινόμενον κατὰ τάξιν τινὰ καὶ ἄλλου χάριν ἕνεκά του γίνεται. καὶ τοῦτο ὁμοίως, ἄν τε κατὰ προαίρεσιν καὶ λόγον ἄν τε καὶ χωρὶς λόγου, ὡς ἐπὶ τῆς φύσεως ἡμεῖς λέγομεν. κἄν γὰρ ἐπακολουθῇ τοῖς φυσικοῖς τινα κατὰ τὰς ὑλικὰς ἀνάγκας οὐκ ἔχοντα τὴν ἀναφορὰν ἐπί τι (ὡς ἐπὶ τῶν μασχαλῶν λέγονται τρίχες, εἴπερ μὴ καὶ αὗται χρείαν παρέχονταί τινα), οὐ δεῖ διὰ ταῦτα τὸ μὴ ἕνεκά του ποιεῖν τὴν φύσιν κατασκευάζειν. παράδειγμα οὖν τὸ εἶδος, διότι ἐπὶ τοῦτο νένευκεν ἡ φύσις οὐ προαιρέσει, ἀλλὰ μᾶλλον ὡς τὰ νευροσπαστούμενα. εἴη δὲ ἄν, φησί, παράδειγμα ἐν τοῖς φύσει γινομένοις καὶ τὸ τοῦ ποιοῦντος εἶδος ταὐτὸν ὂν τῷ τοῦ γινομένου εἴδει ἢ γένει. καὶ καθόλου ἐπεὶ οἱ πρὸς παράδειγμα ποιοῦντες πρὸς ὡρισμένον τι ποιοῦσι, καὶ ἔστιν ἴδιον τοῦ πρὸς παράδειγμα γινομένου τὸ πρὸς ὡρισμένον τε γίνεσθαι καὶ ὅμοιον ἐκείνῳ, 35 καὶ εἴ τι πρὸς ὡρισμένον γίνεται καὶ ὅμοιον ἐκείνῳ, πρὸς παράδειγμα ἂν εἴη γινόμενον· οὕτως δὲ γίνεται τὰ γινόμενα φύσει· πρὸς παράδειγματα ἄρα’’. Ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος, ὅτι μὲν παράδειγμα τὸ εἶδος καλεῖ οὐ τὸ κατὰ τὴν ἰδέαν ὁ Ἀριστοτέλης, πρόδηλον. τὸ γὰρ ἔνυλον εἶδος ὡς αἴτιον λαμβάνει, καθὸ τὸ τί ἦν εἶναι ἔχει τὸ σύνθετον. δηλοῖ δὲ καὶ ἐν τοῖς ἑξῆς τὴν ὕλην καὶ τὸ εἶδος τοῦτο ἐν τοῖς στοιχείοις καταριθμῶν. πῶς δὲ περὶ τοῦ στοιχειώδους εἴδους λέγοντος αὐτοῦ καὶ τοῦτο παράδειγμα καλέσαντος δυνατὸν παράδειγμα τὸ τοῦ ποιοῦντος εἶδος ἀκούειν νῦν; κἀν γὰρ τὸ αὐτό πώς ἐστι τῷ γινομένῳ, διότι ἄνθρωπος ἐξ ἀνθρώπου, ἀλλὰ τὸ γινόμενον νῦν καλεῖ παράδειγμα, καὶ οὐχὶ τὸ ποιοῦν. τὸ γὰρ γινόμενόν ἐστι τὸ στοιχειῶδες εἶδος, καθὸ τὸ τί ἦν εἶναι ἔχει τὸ σύνθετον. πρός τι δὲ ὡρισμένον καὶ ὅμοιον γίνεται τὸ φυσικόν. εἰ μὲν γὰρ πρὸς τὸ ποιοῦν, τὸ ποιοῦν ἂν εἴη τὸ παράδειγμα. καὶ πρῶτον μέν, ὅπερ εἶπον, οὐκ ἐκεῖνο ἐκάλεσε παράδειγμα ὁ Ἀριστοτέλης, ἀλλὰ τὸ γινόμενον. ἔπειτα πῶς ἔτι δυνατὸν λέγειν, ὅτι τὰ φυσικὰ οὐ γίνεται πρὸς παράδειγμα, εἴπερ συγχωροῦμεν παράδειγμα τὸ ποιοῦν εἶναι τοῦ γινομένου ὡς πρὸς ἐκεῖνο γινομένοῦ ὡρισμένον τε καὶ ὅμοιον ὑπάρχον τῷ γινομένῳ. εἰ δὲ διὰ τοῦτο λέγεται παράδειγμα τὸ εἶδος διὰ τὸ τὴν φύσιν τούτου ἐφιεμένην ποιεῖν πάντα, τέλος ἂν εἴη διὰ τοῦτο καὶ οὐ παράδειγμα· τὸ γὰρ ἐφετὸν καὶ οὗ ἕνεκα γίνεται τὰ γινόμενα τέλος ἄν εἴη καὶ οὐ παράδειγμα. ἔτι δὲ καὶ τὰ περὶ τῆς γενέσεως τῶν φυσικῶν εἰρημένα ἐπιστάσεως ἄξιά μοι δοκεῖ. εἰ γὰρ τὸ πρῶτον καταβληθὲν αὐτὸ μὲν ἐποίησε τοῦτο οὗ ἐστιν αὐτὸ ποιητικόν, τὸ δὲ ἐκ τούτου γενόμενον ἄλλο, καὶ ἕκαστον τοὐ μεθ’ ἑαυτὸ ποιητικόν ἐστι καὶ κινητικὸν μέχρι τοῦ τέλους καὶ τοῦ εἴδους τοῦ φυσικοῦ, οὗ ἦν ἀρχὴ τὸ πρῶτον ἐν τῇ ὕλῃ καταβληθέν, εἰ οὖν οὕτως ἡ γένεσις ἀποτελεῖται, πρῶιον μὲν εἰ ὁ πυρὸς τὴν βοτάνην ποιεῖ καὶ ἡ βοτάνη τὴν καλάμην καὶ ἡ καλάμη τὸν ἄσταχυν, πῶς τὰ ἀτελέστερα ποιητικὰ τῶν τελειοτέρων; ἀτελεστέρα γὰρ ἡ βοτάνη τῆς καλάμης καὶ ἡ καλάμη τοῦ ἀστάχυος. ἔπειτα τί τὸ τοῦ ὅλου αἴτιον, οὐκ ἔχομεν λέγειν. ἑνὸς δὲ ὄντος τοῦ εἴδους ἔδει καὶ ἓν αἴτιον εἶναι πρὸ τῶν κατὰ μέρος. ὅλως δὲ εἰ ἀλλοιουμένων τῶν προτέρων γίνεται τὰ ἐφεξῆς, ὑλικὰ ἄν εἴη μᾶλλον τὰ πρότερα καὶ οὐ ποιητικά· οὐδέποτε γὰρ τὸ ποιητικὸν αἴτιον ἀλλοιούμενον γίνεται τὸ ἀποτέλεσμα. ἔτι δὲ εἰ μὴ τὸ τυχὸν ἐκ τοῦ τυχόντος γίνεται, ἀλλ’ ἐκ τοῦ δυναμένου, δῆλον ὅτι ἡ βοτάνη δυνάμει καλάμη ἐστί· πάν δὲ τὸ δυνάμει ὑλικόν ἐστιν ἀλλ’ οὐ ποιητικόν· ὥστε ὕλη μὲν τῆς καλάμης εἰκότως ἂν λέγοιτο ἡ βοτάνη, ποιητικὸν δὲ αἴτιον οὐδαμῶς. ἔπειτα πᾶν τὸ ἐκ τοῦ δυνάμει γενόμενον ἐνεργείᾳ ὑπὸ τοῦ ἐνεργείᾳ προάγεται εἰς τὸ ἐνεργείᾳ. εἰ οὖν ἡ βοτάνη ἐνεργείᾳ καλάμη οὐκ ἔστιν, οὐκ ἂν ποιήσοι τὴν ἐνεργείᾳ καλάμην. ὅλως δὲ εἰ ἡ ἑκάστου φύσις ἀρχὴ οὖσα καὶ αἰτία κινήσεως ποιητική ἐστι τοῦ ἑαυτῇ ὑποκειμένου καὶ οὐκ ἄλλου, δῆλον ὅτι ἡ μὲν τοῦ σπέρματος φύσις τὸ σπέρμα ποιήσει, ἡ δὲ τοὐ ἀνθρώπου τὸν ἄνθρωπον. πῶς δὲ ἄν ποιήσοι κυρίως ἄνθρωπον ἡ ἐν τῷ σπέρματι ἡ μήπω οὖσα ἀνθρώπου φύσις πρὶν γενέσθαι τὸν ἄνθρωπον; ἤ, ὡς εἴρηται πρότερον, ἅμα τῷ καὶ αὐτὴ γίνεσθαι ποιεῖ διὰ τὸ εὐφυέστερον καὶ διὰ τὸ ζωή τις εἶναι ἐξανισταμένη καὶ διανισταμένη εἰς εἶδος, ἐπεὶ τὸ τοὐ ἄρρενος σπέρμα καὶ τὸ τῆς θηλείας φύσιν ἔχει τὴν τοῦ σπέρματος μεταβολὴν καὶ τελειοῦσθαι πεφυκυῖαν εἰς ζῷον. τὸ δὲ ποιητικὸν κυρίως καὶ προσεχῶς " αἴτιον ἐπὶ μὲν τῶν ζῴων ἡ μητρικὴ φύσις ἐστὶ καὶ ἡ πατρική, ἐπὶ δὲ τῶν φυτῶν ἡ τοῦ πυροῦ καὶ τῆς γῆς, τοῦ εἴδους ἐνεργείᾳ προυπάρχοντος ἔν τε τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ ἐν τοῖς τῆς γῆς κατ’ ἐνέργειαν ἑστῶσι λόγοις, καθ’ οὓς τὰ δυνάμει εἰς ἐνέργειαν ἄγεται. καὶ οὕτως ἡ μὲν τοῦ γινομένοῦ φύσις, εἰ ποιητικὴ λέγοιτο, οὕτως ἂν εἴη ποιητικὴ ὡς καὶ αὐτὴ γινομένη. ἡ δὲ κυρίως ποιητικὴ ἡ τοῦ ἐνεργείᾳ τοιούτου ἐστί· τοὐ γὰρ ὁμοίου ἐστὶν ἡ φύσις γεννητικὴ καὶ τὰ μεταξὺ πάντα ἐκείνου ἕνεκα προλαμβάνει καί, κἀν ἀλλοιῶται ἐν τῷ μεταξὺ ἡ φύσις τελειουμένη καὶ γινομένη ἅμα καὶ ποιοῦσα, ἀλλὰ καὶ ἕνα εἱρμὸν ἀποσῴζει μέχρι τοῦ τέλους, εἰς ὃ καὶ ἐλθοῦσα παύεται τῆς ποιήσεως. λέγει δὲ καὶ ὁ Ἀριστοτέλης, ὅτι φύσει ἐστὶν ὅσα ἀπό τινος ἐν αὐτοῖς ἀρχῆς | συνεχῶς κινούμενα ἀφ’ ἱκνεῖται εἴς τι τέλος, ἐν ᾧ καὶ παύεται τῆς κινήσεως. ὥστε ἐν τῷ ἀνθρώπῳ ὁ τοῦ γεννωμένου λόγος προείληπται καὶ κατ’ ἐκεῖνον γίνεται τὸ γινόμενον, τοῦ μὲν πατρὸς ἐνδόντος τὴν ἀρχὴν καὶ τὴν μέχρι τέλους κίνησιν διὰ τοῦ σπέρματος ὡς ἐπὶ τῶν νευροσπαστουμένων ὁ τεχνίτης ἐνδίδωσι τὴν ἀρχὴν τῆς κινήσεως καὶ τὴν ἐπὶ τὸ τέλος ὁρμήν) κατὰ τὸν ἐν ἑαυτῷ προϋπάρχοντα λόγον τῆς ὅλης τεταγμένης κινήσεως, τῆς δὲ μητρικῆς φύσεως καὶ προσεχέστερον εἰδοποιούσης. πῶς δὲ ἄλογον δύναμιν τὴν φύσιν λέγει καίτοι τέλους ἕνεκά τινος ποιοῦσαν καὶ τεταγμένως προιοῦσαν κατ’ ἀριθμοὺς καὶ μέτρα ἀφωρισμένα; ἢ διττὸς ὁ ποιητικὸς λόγος, ὁ μὲν γνωστικῶς ποιῶν, ὃν καὶ μόνον λόγον ὁ ἐξηγητὴς οἴεται, ὁ δὲ ἄνευ μὲν γνώσεως καὶ τῆς εἰς ἑαυτὸν ἐπιστροφῆς, τεταγμένως δὲ καὶ ὡρισμένως, καὶ προηγουμένου τινὸς τέλους ἕνεκεν. καὶ ὥσπερ τὸ μὴ γινῶσκον ἄλογόν ἐστιν ὡς πρὸς τὸν γνωστικὸν λόγον, οὕτως τὸ εἰκῇ καὶ ἀτάκτως ποιοῦν ἄλογόν ἐστιν ὡς πρὸς τὸ τεταγμένως καὶ ὡρισμένως καὶ ἕνεκά του ποιοῦν. ὡς οὖν κατὰ λόγον τοιοῦτον γίνεται τὰ φύσει γινόμενα, οὕτως καὶ κατὰ παράδειγμα οὐχ ὡς γνωστὸν προκείμενον τῷ ποιοῦντι, ἀλλ’ ὡς τοῦ ποιοῦντος τῷ εἶναι καὶ οὐχὶ τῷ προαιρεῖσθαι πρὸς ἑαυτὸ ἀφομοιοῦντος τὸ γινόμενον, ὡς ὁ δακτύ- λιος τὴν σφραγῖδα. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ τῆς Περὶ γενέσεως πρὸς Ἐμπεδοκλέα ἀποτεινόμενος τὴν φύσιν λόγον εἶναι συγχωρεῖ· ἀλλὰ πῶς ἄνευ γνώσεως τοῦ ποιοῦντος ἔστι τάξις καὶ ὡρισμένον τέλος ἐν τῇ ποιήσει; καὶ γὰρ τὰ φυσικὰ τοιάνδε ἔχει σύστασιν, ὥστε καὶ ἄνευ γνώσεως αὐτῷ τῷ εἶναι φυλάττειν τὴν ἐν τῇ γενέσει τάξιν καὶ τὸν εἱρμὸν καὶ εἰς ὡρισμένον καταντᾶν τέλος, ὡς ἡ τῶν νευροσπαστουμένων κίνησις ἔχει. ἀλλ’ εἰ <μὴ> ἐκ ταὐτομάτου τοιαῦτα τὰ φυσικά ἐστιν, ὅπερ ἢ ἑαυτὰ ὑπέστησε τοιαῦτα ἢ ἐξ ἄλλου τινὸς ὑπέστη· ὅπως δὲ ἄν ἔχῃ τοῦτο, γνωσθεῖσα πάντως ἡ ὑπόστασις τοιαύτη γέγονε· τὸ γὰρ συμμετρῆσαν τὴν δύναμιν πρὸς τὰ γινόμενα γινῶσκον ἄμφω τοῦτο ἐποίει. διὸ καλῶς ἔχει τὴν μὲν φύσιν συναίτιον λέγειν μᾶλλον, αἴτια δὲ προσεχῆ τῶν ἐν γε· νέσει καὶ φθορᾷ τὰς τῶν οὐρανίων κινήσεις, καθ’ ἃς τρέπεται τὰ τῇδε· ἀνωτέρω δὲ τοὺς ψυχικοὺς τῶν κινήσεων λόγους καὶ ἔτι τούτων ἀνωτέρω τὰ νοερὰ εἴδη, ἐξ ὧν πρώτων ἐνδίδοται πᾶσιν ἡ τῶν εἰδῶν ἔλλαμψις κατὰ τὴν τῶν δεχομένων ἐπιτηδειότητα· Παράδειγμα δὲ τὸ ἔνυλον εἶδος ὁ Ἀριστοτέλης καλεῖ ἴσως μὲν καὶ ὡς σκοπὸν τῆς φύσεως, εἰς ὃν οὐ γνωστικῶς ἀλλ’ οὐσιωδῶς ἀποτεινομένη πάντα ποιεῖ, ἴσως δὲ καὶ ὡς παράδειγμα τέχνης γινόμενον, εἴπερ τὰ μὲν φυσικὰ μὴ βούλεται πρὸς παράδειγμα γίνεσθαι, τὰ δὲ τεχνικὰ δεῖσθαι τοῦ παραδείγματός φησι. καὶ πολλὰ προειπὼν περὶ τοῦ τὴν τέχνην μιμεῖσθαι τὴν φύσιν εἰκότως νῦν ὑπέμνησεν, ὅτι τὸ φυσικὸν εἶδος παράδειγμα τῆς τέχνης ἐστί. δῆλον δὲ ὅτι εἴπερ ὁ νοῦς ἐστι τὸ κυρίως ποιητικὸν αἴτιον κατὰ τὰ ἐν αὐτῷ εἴδη ἐξομοιῶν πρὸς αὐτὰ τὰ γινόμενα, εἴη ἂν κυρίως παραδείγματα τὰ ἐν νῶ εἴδη. ἀλλὰ τούτων μὲν ἅλις. λόγον δὲ τοῦ τί ἦν εἶναι τὸν ὁρισμὸν εἶπεν. ὁ δὲ ὁρισμὸς τοῦ εἴδους δηλωτικός ἐστιν. Καὶ τὰ τούτου γένη ἕως τοὐ καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ. Ὡς ἐπὶ τοῦ ὑλικοῦ αἰτίου εἶπεν αἴτιον εἶναι οὐ μόνον τὴν προσεχῆ ὕλην ἀλλὰ καὶ τὰ ταύτης γένη, οὕτως καὶ ἐπὶ τοῦ εἰδικοῦ. τῆς γὰρ διὰ πασῶν συμφωνίας ἐν διπλασίῳ λόγῳ οὔσης, εἶδός τι τοῦ διπλασίου ἐστὶ τὸ διὰ πασῶν, οὗ γένος τὸ διπλάσιον. καὶ τούτου γένος ὁ ἀριθμός. καὶ ταῦτα οὖν, φησίν, εἰδικὰ ἄν εἴη αἴτια ὡς συνεπιφερόμενα τῷ εἴδει. ὁμοίως δὲ καὶ τὰ ἐν τῷ ὁρισμῷ τοῦ εἴδους παραλαμβανόμενα μέρη, καὶ αὐτὰ ἄν εἴη εἰδικὰ αἴτια ὡς συμπληρωτικὰ τοῦ εἴδους. εἰ γὰρ τὸ ζῷον λογικὸν θνητὸν αἴτιόν ἐστιν ἀνθρώπου ὡς εἶδος, καὶ ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ μερῶν συναίτιον ἂν εἴη κατὰ τὸν αὐτὸν τοὐ αἰτίου τρόπον καθ’ ὃν καὶ τὸ ὅλον, τουτέστι τὸν εἰδητικόν. εἰκότως δὲ τὰ μέρη τὰ ἐν τῷ λόγῳ εἶπε καὶ οὐχὶ τὰ ἐν τῷ εἴδει, ἐπειδὴ ἕκαστον τῶν ἐν τῷ λόγῳ μερῶν δι’ ὅλου τείνει τοῦ εἴδους. Ἔτι ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἕως τοῦ καὶ τὸ μεταβάλλον τοῦ μεταβαλλομένου. Τρίτον ἐν τοῖς αἰτίοις παραδίδωσι τὸ ποιητικόν, διότι προσπίπτει μὲν ἡμῖν πρῶτον τὸ γινόμενον καὶ τὰ τούτου στοιχεῖα, γενητὸν δὲ εὑρόντες αὐτὸ ποιητικὸν αἴτιον ζητοῦμεν, τότε τὴν αἰτίαν, ἧς ἕνεκα ποιεῖ τὸ ποιοῦν καὶ γίνεται τὸ γινόμενον. καλεῖ δὲ τὸ ποιοῦν ὅθεν ἡ πρώτη τῆς μεταβολῆς ἀρχὴ ἢ τῆς ἠρεμήσεως βουλόμενος τὸ κυρίως ποιητικὸν αἴτιον κεχωρισμένον εἶναι καὶ ἐξῃρημένον τοὐ γινομένου. τὸ γὰρ ἐνυπάρχον αἴτιον ὥσπερ τὸ εἶδος καὶ ἡ φύσις τῆς κατὰ τὸ εἶδος ἀρχῆς ἔχεται. καὶ δεῖ μεμνῆσθαι, ὅτι ἐνταῦθα ὁ Ἀλέξανδρος ὁμολογεῖ μὴ εἶναι κυρίως ποιητικὸν αἴτιον τὴν φύσιν, ἀλλ’ εἰδικὸν μᾶλλον διὰ τὸ μὴ εἶναι πρῶτον ἐν τοῖς ποιητικοῖς. καὶ τὰ ὄργανα δὲ δοκεῖ κινήσεως αἴτια γίνεσθαι, ἀλλ’ οὐδὲ ταῦτα κυρίως ποιητικά ἐστιν, ὅτι μὴ πρώτως ἀλλὰ κινούμενα κινεῖ. καὶ τούτου δὲ χρὴ μεμνῆσθαι, ὅτι συγχωρεῖ ὁ Ἀλέξανδρος καὶ τὸ ὄργανον αἴτιόν πὼς εἶναι· εἰ καὶ μὴ κυρίως ποιητικόν, ἀλλ’ αὐτὸ τοῦτο ὀργανικόν. ἐπειδὴ δὲ τῶν γινομένων τὰ μὲν κινούμενα γίνεται τὰ δὲ ἱστάμενα καὶ τὸ κινοῦν τὰ κινούμενα καὶ τὸ ἱστῶν τὰ ἱστάμενα, ποιητικὸν ἄν εἴη αἴτιον τὸ μὲν κινήσεως, τὸ δὲ στάσεως. | διὸ εἰπὼν ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς προσέθηκεν ἢ τῆς ἠρεμήσεως ἡ πρώτη. ὥστε ὁ βουλεύσας τι ἢ ἀγαθὸν ἡ κακὸν τοῦ πράξαντος κυριώτερον ἄν εἴη ποιητικὸν αἴτιον. ἡ γὰρ πρώτη ἀρχὴ ἀπὸ τοῦ βουλεύσαντος. κἀνταῦθα δὲ τὰ γενικὰ προστίθησὶν ὡς ἐπὶ τοὐ ὑλικοῦ καὶ τοῦ εἰδικοῦ αἰτίου. ὁ γὰρ πατὴρ καὶ τὸ τέκνον ὑπὸ τὸ ποιοῦν καὶ ποιούμενον καὶ ταῦτα ὑπὸ τὸ μεταβάλλον καὶ μεταβαλλόμενον· καὶ γὰρ ἡ μὲν ποίησις οὐσιώδης δοκεῖ, ἡ δὲ μεταβολὴ καὶ ἐπὶ τῆς τῶν ἄλλων λέγεται κινήσεως. Ἔτι ὡς τὸ τέλος ἕως τοῦ τὰ μὲν ἔργα, τὰ δὲ ὄργανα. τέταρτον αἴτιον προστίθησι τὸ τελικόν, τοῦτο δέ ἐστιν ὃ ἀποκρινόμεθα ἐρωτηθέντες, τίνος ἕνεκα γίνεται τὸ γινόμενον. ἐρωτηθέντες γὰρ δι’ ἁ τί περιπατεῖ, φαμὲν ἵνα ὑγιαίνῃ. καὶ τοῦτο εἰπόντες, αὐταρκῶς οἰόμεθα τὸ αἴτιον ἀποδεδωκέναι αἴτιον γὰρ τοῦ περιπατεῖν ἡ ὑγίεια ἢ τοῦ φάρμακον πιεῖν) κατ’ οὐδένα τρόπον τῶν πρότερον εἰρημένων αἰτίων, ἀλλ’ ὅτι ἕνεκα τῆς ὑγιείας περιπατεῖ ἢ φαρμακεύεται. ἐπειδὴ δὲ ἑνός τινος ἐμνημόνευσε τοῦ περιπατεῖν, οὗ αἴτιόν ἐστι τὸ ὑγιαίνειν ὡς τέλος, ἐπεσημήνατο ὅτι καὶ πάντα τὰ μεταξὺ τοῦ τε ποιητικοῦ αἰτίου καὶ τοῦ τέλους, οἷον τοῦ ἰατροῦ καὶ τῆς ὑγιείας. ταῦτα δέ ἐστι φάρμακον, καὶ ἡ τοῦ φαρμάκου πόσις καὶ κάθαρσις καὶ ἰσχνασία καὶ ἐπὶ τὸ τέλος ἀνιφέρεται καὶ ἕνεκα ἐκείνου γίνεται. καὶ αἴτιον αὐτοῖς τοῦ γίνεσθαι τὸ τέλος ἐστί. διαφέρει δὲ ἀλλήλων ταῦτα τῷ τὰ μὲν αὐτῶν ἔργα εἶναι ὡς ὁ περίπατος καὶ ἡ κάθαρσις, τὰ δὲ ὄργανα ὡς φάρμακα καὶ σμιλία, ὧν πάντων ἡ ὑγίεια εἴη ἂν αἴτιον τελικόν. αὐτὰ δὲ τῆς ὑγιείας, ὡς μὲν ὁ Ἀλέξανδρός φησι, “ποιητικὰ αἴτια.’’ μήποτε δὲ ὀργανικὰ λέγειν ἄμεινον ταῦτα· καὶ γὰρ καὶ αὐτὸς ὁμολογεῖ τὰ μὴ πρῶτα τῆς κινήσεως αἴτια ὀργανικὰ εἶναι, ἀλλ’ οὐχὶ ποιητικὰ κυρίως. κἀνταῦθα δὲ πρῶτον μὲν τῆς κατὰ τὴν ὑγίειαν κινήσεως αἴτιον ὁ ἰατρός. τὰ δὲ μεταξὺ οὐ πρῶτα. ἔστι δὲ τῆς μὲν ὑγιείας αἴτιον ἡ ἰατρικὴ καὶ τὰ μεταξὺ, ἡ μὲν ὡς ποιοῦσα, τὰ δὲ ὡς ὄργανα. τῆς δὲ ἰατρικῆς καὶ τῶν μεταξὺ τελικὸν αἴτιον ἡ ὑγίεια· δύναται δὲ οἶμαι καὶ ὑλικὰ ταῦτα λέγεσθαι αἴτια τῆς ὑγιείας. ὁ δὲ Ἀλέξανδρος οἶμαι ποιητικὰ εἶπεν εἰς τὰ μετ’ ὀλίγον ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα ἀπιδών, ἐν οἷς τὸ πονεῖν ποιητικὸν τῆς εὐεξίας φησί. καὶ λέγεται ταῦτα ὑγιεινὰ τάξιν ἔχοντα πρὸς ἄλληλα, “δι’ ὧν, φησὶν Ἀλέξανδρος, ἐνεδείξατο ἡμῖν Ἀριστοτέλης τὴν τῶν ὑγιεινῶν ὁμωνυμίαν· οἷς πᾶσιν αἴτιον τοῦ τοιούτοις εἶναι ὡς τέλος ἡ ὑγίεια. Τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς· Τὸ σχεδὸν πρόσκειται ἢ ὅτι τὰ κυρίως αἴτια τοσαυταχῶς πολλῶν ὄντων καὶ κατὰ συμβεβηκὸς αἰτίων, ὡς ἐρεῖ, ἢ δι’ εὐλάβειαν εἴρηται, τοῦ Πλάτωνος τὸ μὲν παραδειγματικὸν αἴτιον τοῖς κυρίως αἰτίοις συναριθμήσαντος τῷ τε ποιητικῷ καὶ τῷ τελικῷ, τὸ δ’ ὀργανικὸν τοῖς συναιτίοις τῷ τε ὑλικῷ καὶ τῷ εἰδικῷ. εἰ δὲ τοσαύτη τάξις ἐστὶν ἐν τοῖς αἰτίοις, ὡς τὰ μὲν φύσει πρῶτα εἶναι τό τε ποιοῦν καὶ τὸ τέλος καὶ κυρίως αἴτια, τὰ δὲ συναίτια μᾶλλον ὡς ἡ ὕλη καὶ τὸ εἶδος, εἰκότως τῶν πολλαχῶς λεγομένων ἐστὶ τὰ αἴτια, ἀλλ’ οὐχὶ τῶν ὡς ἀφ’ ἑνὸς γένους διῃρημένων. ὅτι δὲ τοσοῦτοί εἰσιν οἱ τῶν αἰτίων τρόποι καὶ οὔτε πλείονες οὔτε ἐλάττονες, τάχα ἄν τις καὶ ἐκ διαιρέσεως συλλογίσαιτο, τοσοῦτον προειπὼν ὅτι αἴτια ἐκεῖνά ἐστι δι’ ἃ ἔστι τε τὸ ὂν οἷόν ἐστι καὶ γίνεται τὸ γινόμενον, καὶ ἅπερ ἐρωτηθέντες τὸ διὰ τί ἀποδίδομεν. τὰ τοίνυν φυσικὰ σύνθετα ὄντα ἐξ ὕλης καὶ εἴδους ἔστιν ἅπερ ἐστὶ καὶ γίνεται ἅπερ γίνεται ἢ διὰ τὰ συμπληροῦντα αὐτὰ ἢ διὰ τὰ ἔξωθεν ὁπωσοῦν αὐτοῖς ἐπικοινωνοῦντα· συμπληροῖ δὲ αὐτὰ ἡ ὕλη καὶ τὸ εἶδος. καὶ διὰ ταῦτά ἐστιν ἔνυλα καὶ φυσικά. καὶ ἐρωτηθέντες, διὰ τί διαστατά ἐστι τὰ τῇδε τῶν νοητῶν ἀδιαστάτων ὄντων, λέγομεν διότι ἔνυλά ἐστι ταῦτα· διὰ τί δὲ εὐκίνητος οὕτως ὁ οὐρανός, ὅτι σφαιρικὸς ὢν “ἐπὶ σμικροτάτου ποδὸς’’ βαίνει κατὰ τὸν Πλάτωνα. καὶ εἰσὶν αὗται τῶν αἰτίων αἱ ἀποδόσεις ἀπό τε τῆς ὕλης καὶ ἀπὸ τοῦ εἴδους, εἰς ἃ πάντα ἀνάγεται τὰ στοιχειωδῶς συμπληροῦντα τὸ σύνθετον. ἐπεὶ δὲ τὰ φυσικὰ πάντα γινόμενά ἐστι καὶ κατὰ τὸν Ἀριστοτέλην, τὸ δὲ γινόμενον πᾶν αἴτιον ἔχει τῆς γενέσεως, τὸ ποιοῦν δεῖ εἶναι καὶ τὸ ποιητικὸν αἴτιον τῶν γινομένων, ὅθεν ἡ πρώτη τῆς κινήσεως ἀρχή. διττὴ δὲ ἡ τῆς κινήσεως ἀρχὴ ἡ μὲν αὐτοκίνητος, ἡ δὲ ἀκίνητος· τὸ μὲν γὰρ ἑτεροκίνητον προδήλως οὐκ ἄν εἴη ἀρχὴ κινήσεως ἄλλο πρὸ ἄλλου λαμβανόντων ἡμῶν ἑτεροκίνητον. τὸ δὲ αὐτοκίνητον ἀρχὴ μὲν ἄν εἴη κινήσεως ὡς ἐν ἑαυτῷ τὸ κινοῦν ἔχον, οὐ κυρίως δὲ ἀρχή, ὅτι τὸ αὐτὸ καὶ κινούμενόν ἐστιν. ἡ δὲ κυρίως τῆς κινήσεως ἀρχὴ κινοῦν ἀλλ’ οὐ κινούμενον εἶναι βούλεται, ὥστε τὸ μὲν κυριώτατον ποιητικὸν τῶν γινομένων αἴτιον τὸ ἀκίνητον ἂν εἴη καὶ αἰώνιον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον· τοιοῦτος δὲ ὁ πολυτίμητος νοῦς. μετ’ ἐκεῖνον δὲ ἡ ψυχή· κἄν γὰρ κινῆται αὕτη, ἀλλ’ ἐν ἑαυτῇ τὸ κινοῦν ἔχει. διὸ καὶ ἀκίνητον αὐτὴν μᾶλλον ὁ Ἀριστοτέλης καλεῖν ἀξιοῖ μόνα κινούμενα τὰ σωματικῶς μεταβάλλοντα νομίζων. ἐπεὶ δὲ | τὰ γινόμενα καὶ φθειρόμενα τῶν φυσικῶν προσεχῶς ὑπὸ τῶν ἀιδίων καὶ κυκλοφορητικῶν γίνεται (“ἄνθρωπος γὰρ ἄνθρωπον καὶ ἥλιος’’), δῆλον ὅτι τὸ κυρίως ποιοῦν οὐκ ἀμέσως πελάζον τοῖς γινομένοις καὶ φθειρομένοις ποιεῖ, ἀλλὰ διὰ μέσων τῶν ἀιδίων. καὶ οὕτως ἡμῖν ἀνεφάνη τὸ ὀργανικὸν αἴτιον, ὅπερ ἐστὶ κινούμενον μὲν ὑπ’ ἄλλου, κινοῦν δὲ ἕτερον. καὶ σαφῶς ἐπὶ τῆς τεχνικῆς ποιήσεως ὁρᾶται· τὸ γὰρ σκέπαρνον συναίτιόν ἐστιν, διότι κινούμενον κινεῖ. τοιαύτη δὲ καὶ ἡ φύσις ἥ τε ὅλη καὶ ἡ μερική, ὡς καὶ Ἀλέξανδρος ὁμολογεῖ καλῶς ἐπιστήσας, ὅτι τὸ κυρίως ποιητικὸν αἴτιον χωριστὸν εἶναι χρὴ καὶ ἐξῃρημένον. πάλιν δὲ ἐπειδὴ τὸ φυσικὸν καὶ γενητὸν εἶδος μέθεξίς ἐστιν εἴδους ἐν ὕλῃ, πᾶσα δὲ μέθεξις ὁμοίωμα τοῦ μετεχομένου ἐστίν, ἀφ’ οὗ καὶ μετεχόμενον καὶ πρὸς ὃ τὸ μετέχον ἀφομοιοῦται, δεῖ πάντως εἶναι καὶ παραδειγματικὸν τῶν ἐνύλων αἴτιον. τὸ δὲ ποιοῦν ἢ εἰκῇ καὶ ὡς ἔτυχε ποιεῖ ἢ εἴς τινα προηγούμενον ἀφορᾷ σκοπόν. καὶ τέλος τίθεται τῆς ποιήσεως, οὗ ἕνεκεν καὶ τὸ ποιοῦν ποιεῖ καὶ τὸ γινόμενον γίνεται. ἀλλ’ εἰ τὸ πρώτως καὶ κυρίως ποιοῦν εἰκῇ καὶ ὡς ἔτυχε ποιεῖ, τί ἄν εἴη τῶν ποιούντων τοῦ ἀγαθοῦ ἕνε- κεν ποιοῦν., δεῖ ἄρα τὸ πρῶτον ποιοῦν ἕνεκά του ποιεῖν, καὶ τέλος ἔχειν τὸ οὗ ἕνεκα. καὶ οὕτως ἡμῖν καὶ τὸ τελικὸν αἴτιον ἀναφαίνεται ἀπὸ τοῦ πρώτου ποιοῦντος καὶ τοῖς ἄλλοις ποιητικοῖς αἰτίοις ὡς ἐφετοῦ προτεθέντος· καὶ ὅτι μὲν ταῦτα αἴτια τῶν γινομένων ἐστί, δῆλον. ὅτι δὲ καὶ μόνα ταῦτα, ἐκ τῆς διαιρέσεως ἐπιβλεπτέον. καὶ γὰρ τὸ γινόμενον, ὃ φυσικὸν καὶ σύνθετόν φαμεν, ὑποκείμενόν τί ἐστι καὶ ἐν ὑποκειμένῳ καὶ παρὰ ταῦτα οὐδέν, καὶ ἢ αὐθυπόστατον ἢ ἑτέρωθεν τὸ εἶναι ἔχον. εἰ οὖν αὐθυπόστατον ἀδύνατον εἶναι τὸ ἐν μέρει χρόνου γινόμενον καὶ σωματικὸν καὶ διεστὼς ἔχει τι ποιητικὸν αἴτιον ἄλλο παρ’ ἑαυτό. καὶ ἤτοι κινούμενον τοῦτο ἢ ἀκίνητον. καὶ εἰ κινούμενον, ἢ ὑφ’ ἑαυτοῦ ἢ ὑπ’ ἄλλου· ἀλλὰ τὸ μὲν ὑπ’ ἄλλου οὐ πρώτως κινοῦν, τὸ δὲ ὑφ’ ἑαυτοῦ ἢ ἄλλο μὲν κινεῖ ἄλλο δὲ κινεῖται, ἢ καθ’ ὅλον ἑαυτὸ κινεῖ καὶ κινεῖται, ὡς ἡ ψυχὴ κατὰ Πλάτωνα. τοῦτο δὲ κινήσεως μέν ἐστιν ἀρχὴ καὶ γενέσεως, τὸ δὲ ἀνέκλειπτον οὐ παρέχει καθὸ κινεῖται οὐδὲ ἀρχηγικὸν τελέως ἐστίν, καθὸ διπλόην ἔχει τινὰ τοῦ κινοῦντος καὶ τοῦ κινουμένου. πρῶτον ἄρα τὸ ἀκίνητον ποιητικὸν κυρίως καὶ κινητικὸν αἰώνιον ὑπάρχον. τὸ δὲ ποτὲ γινόμενον καὶ κινούμενον ὑπὸ τοῦ αἰωνίου καὶ ἀκινήτου γίνεσθαι καὶ κινεῖσθαι προσεχῶς ἀδύνατον ἀιδίων γάρ ἐστιν ἐκεῖνο ποιητικὸν καὶ κινητικόν) τὸ δὲ ἀιδίως ὑπ’ ἐκείνου κινούμενον κατὰ τὰς διαφόρους ἑαυτοῦ διαθέσεις τῶν ποτὲ γινομένῶν καὶ κινουμένων ἐστὶν αἴτιον ὀργανικόν, ὅτι κινούμενον κινεῖ. καὶ εἰ τὸ ἔνυλον εἶδος ἢ πρῶτόν ἐστιν ἢ ἀπὸ πρώτου καὶ πρὸς πρῶτον, πρῶτον δὲ οὐδὲν τῶν ἐνύλων μέθεξις ὄν, ἔστι τι ἄρα πρῶτον πρὸς ὃ ὡμοίωται. καὶ εἰ τὸ κυρίως ποιοῦν ἢ εἰκῇ καὶ ὡς ἔτυχε ποιεῖ ἢ εἰς ὡρισμένον σκοπὸν βλέπον, ἀδύνατον δὲ τὸ εἰχῇ, ἀνάγκη καὶ τέλος τι καὶ τὸ οὗ ἕνεκα ἀεὶ εἶναι. Συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων ἕως τοῦ οὗ ἦν ἡ παρουσία αἰτία τῆς σωτηρίας. Πόλλας τῶν αἰτίων διαφορὰς παραδούς, ἵνα μὴ νομίσῃ τις ἄλλα ἄλλων εἶναι αἴτια (οἷον τὸ μὲν ὑλικὸν ἄλλου, τὸ δὲ εἰδικὸν ἢ ποιητικὸν ἄλλου), καλῶς ἐπεσημήνατο, ὅτι ἐκ τῶν εἰρημένων συμβαίνει τὸ τοῦ αὐτοῦ πολλὰ εἶναι αἴτια. εἰπὼν δὲ συμβαίνει τοῦτο, ἵνα μὴ ποτὲ μὲν οὕτως ἔχειν ποτὲ δὲ ἄλλως ὑπονοήσωμεν, ἐπήγαγεν οὐ κατὰ συμβεβηκός, ἀλλὰ καθὸ τοιοῦτόν ἐστι τὸ γινόμενον· καθὸ γὰρ φυσικὸν ἢ τεχνητόν ἐστι καὶ ὕλην ἔχει καὶ εἶδος καὶ ποιητικὸν αἴτιον καὶ τελικόν· τὸ δὲ οὐ καθ’ ἕτερόν τι ἀλλ’ ἡ ἀνδριὰς εἴρηται ἀντὶ τοῦ οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτό. εἰ γὰρ καθ’ αὑτό, δῆλον ὅτι οὐ κτὰ συμβεβηκός, ἐπειδὴ ἀνάγκη τούτων θάτερον ὑπάρχειν. προστίθησι δὲ καὶ ὅτι οὐ μόνον τοῦ γινομένου αἴτιά ἐστι ταῦτα, ἀλλὰ καὶ ἀλλήλων αἴτια τό τε ποιητικὸν αἴτιον καὶ τὸ τέλος. καὶ γὰρ τὸ πονεῖν αἴτιον τῆς εὐεξίας ὡς ποιητικὸν καὶ ἡ εὐεξία τοῦ πονεῖν αἰτία ὡς τέλος, ἐπειδὴ ταύτης ἕνεκα τὸ πονεῖν. μήποτε δὲ καὶ ποιητικὸν αἴτιόν ἐστιν ἡ εὐεξία τοῦ πονεῖν. ὁ γὰρ εὐεκτῶν πονεῖν δύναται καὶ ἐνεργεῖν. εἰπὼν δὲ ὅτι πάντα τοῦ αὐτοῦ καὶ ἀλλήλων ἐστὶν αἴτια, προστίθησιν ὅτι καὶ τὸ αὐτὸ τῶν ἐναντίων, ἀλλ’ οὐχ ὡσαύτως ἔχον ἀλλ’ ἐναντίως διακείμενον. ὃ γὰρ παρὸν σωτηρίας ἐστὶν αἴτιόν ὡς ὁ κυβερνήτης τῇ νηί, τοῦτο ἀπὸν ἀνατροπῆς. καὶ δῆλον ὅτι παρὸν μὲν καθ’ αὑτὸ αἴτιόν ἐστιν, ἀπὸν δὲ κατὰ συμβεβηκός. οὕτως δὲ ἔλεγεν ἐν τῷ πρώτῳ, τὸ εἶδος τῇ παρουσίᾳ καὶ ἀπουσίᾳ τῆς γενέσεως εἶναι καὶ τῆς φθορᾶς αἴτιον. Ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια ἕως τοῦ | καὶ ἡ σύνθέσις καὶ τὸ εἶδος. Ἐv τῇ τῶν αἰτίων παραδόσει καὶ τὰ γένη τῶν αἰτίων ὡς αἴτια παραδοὺς καὶ τὰ μεταξὺ τοῦ τε ποιοῦντος καὶ τοῦ γινομένου ἢ τοῦ τέλους, εἰκότως συγκεφαλαιούμενος τέτταρας εἶναί φησι τοὺς τῶν αἰτίων τρόπους, εἰς οὓς πάντα τὰ εἰρημένα ἀνάγεται. καὶ προθέμενος αὐτὰ συντόμῶς ἀπαριθμήσασθαι καὶ πρῶτον τὸ ὑλικὸν προβαλόμενος καὶ διὰ παραδείγματος αὐτὸ σαφηνίσαι βουληθεὶς καὶ τὰς διαφορὰς αὐτοῦ ἐκθέσθαι, πλείονος σαφηνείας <ἕνεκεν> καὶ ἐκεῖνα ὧν ἐστιν ὑποκείμενον εἰπὼν τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὰ ἐφεξῆς. ἐν οἷς ὑπόκειται μὲν τὰ στοιχεῖα καὶ ἡ ὕλη τῶν τεχνητῶν, οἷον ξύλα ἢ κηρὸς καὶ ἔλαιον τοὐ φαρμάκου καὶ πῦρ καὶ γῆ καὶ τὰ λοιπά, καὶ τὰ μέρη καὶ αἱ ὑποθέσεις. εἴδη δὲ αἱ συλλαβαὶ καὶ τὸ βάθρον ἢ τὸ φάρμακον καὶ τὸ ζῷον καὶ τὸ ὅλον καὶ τὸ συμπέρασμα. συντάξας οὖν τὰ εἴδη τοῖς ὑποκειμένοις εἰκότως ἐπήγαγε τούτων δὲ τὰ μὲν αἴτιά ἐστιν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ εἶ. δὸς. καὶ οὕτως τὸ ποιητικὸν προστίθησι καὶ τὸ τελικόν. διαφορὰς δὲ τοῦ ὑποκειμένου παραδίδωσι, καθόσον ἄλλως μὲν ἡ κυρίως ὕλη τοῖς ἐξ αὐτῆς ὑπόκειται καὶ γίνεται ἐξ αὐτοῦ τὰ γινόμενα, καὶ ἄλλως τὰ στοιχεῖα ταῖς συλλαβαῖς καὶ τὰ μέρη τῷ ὅλῳ, καὶ ἄλλως αἱ προτάσεις, ἃς ὑποθέσεις ἐκάλεσε, τῷ συμπεράσματι. “ἡ μὲν γὰρ ὕλη κατὰ ἀλλοίωσιν, ὡς Ἀλέξανδρός φησι, τὸ εἶδος ἀναλαμβάνει, τὰ δὲ στοιχεῖα καὶ τὰ μέρη κατὰ σύνθεσιν καὶ ἡ συλλαβὴ γὰρ ὡς ἐκ μερῶν γίνεται τῶν στοιχείων), τὰ μέντοι σώματα τὰ πρῶτα καὶ ἁπλᾶ, ἅπερ καὶ στοιχεῖα τῶν συνθέτων καλεῖται σωμάτων, ὡς γῆ ὕδωρ ἀὴρ πῦρ, καὶ κατὰ σύνθεσιν καὶ κατὰ ἀλλοίωσιν ἀποτελεῖται ἀπ’ αὐτῶν σώματα. ἀλλὰ ταῦτα μὲν πάντα ἐνυπάρχοντα τῷ ἐξ αὐτῶν αἴτια γίνεται. αἱ δὲ προτάσεις οὐκ ἐνυπάρχουσι τῷ συμπεράσματι, ἀλλὰ τούτου μὲν ποιητικαὶ μᾶλλόν εἰσιν, ἐν δὲ τῷ παντὶ συλλογισμῷ ὑπάρχουσι καὶ ὕλης ἔχουσιν ἐν αὐτῷ λόγον, τὸ δὲ συμπεπερασμένον εἴδους. μήποτε δὲ καὶ ἐν τῷ συμπεράσματι τρόπον τινά εἰσιν αἱ προτάσεις καὶ ἕν ἐστιν. Εἷς μὲν τρόπος αἰτίων οὗτος ποικίλος, ὡς δέδεικται, ἄλλος δὲ ὡς τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος. τοιαῦτα δὲ ἅπερ μετὰ τῶν ὑλικῶν αἰτίων παρέθετο τό τε ὅλον οὐχὶ τὸ σὺν τοῖς μέρεσιν, ἀλλὰ τὸ ἐπὶ τοῖς μέρεσιν ἐπιγινόμενον. τοιοῦτον δὲ καὶ ἡ σύνθεσις. καὶ γὰρ αὕτη ἄλλη οὖσα παρὰ τὰ συντιθέμενα ἐκείνοις ἐπιγίνεται ὡς εἶδος, ὡς ἐπὶ τοῖς στοιχείοις τοῖς μὲν τοῦ λόγου ἡ συλλαβή, τοῖς δὲ τῶν σωμάτων τὸ κατὰ τὴν σύνθεσιν εἶδος οἷον ἀνθρώπου ἢ συκῆς. καὶ δῆλον ὅτι πᾶσι τούτοις ἐφαρμόζει ἡ τοῦ εἴδους προσηγορία. οἰκειότερον δὲ ἐπὶ τῶν τὴν κυρίως λεγομένην ὕλην ὑποκειμένην ἐχόντων. μεμνῆσθαι δὲ χρή, ὅτι τὴν ὅλην κατὰ ἀλλοίωσιν ἀναλαμβάνειν τὸ εἶδος ὁ Ἀλέξανδρός φησι. διὸ καὶ ἐξ ὕλης καὶ εἴδους τὸ σύνθετον οἱ Περιπατητικοὶ λέγουσιν ὡς συνεξαλλοιουμένων ἀλλήλοις τῶν ἁπλῶν ἐν τῆ τοῦ συνθέτου γενέσει. οἱ δὲ Πλατωνικοὶ τὴν ὕλην ἄτρεπτον λέγουσι τοῖς ἐν Τιμαίῳ λεγομένοις ἀκολουθοῦντες, ἐν οἷς φησιν “ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τῆς τὰ πάντα δεχομένης σώματα φύσεως· ταὐτὸν αὐτὴν ἀεὶ προσρητέον· ἐκ γὰρ τῆς ἑαυτῆς τὸ παράπαν οὐκ ἐξίσταται δυνάμεως.’’ καὶ δῆλον ὅτι οὐδὲ ἀλλοιοῦται. μήποτε οὖν οἱ μὲν Πλατωνικοὶ περὶ τῆς πρώτης ὕλης λέγοντες τῆς ἀποίου οὐ συγχωροῦσιν αὐτὴν ἀλλοιοῦσθαι. ἀλλοιοῦται γὰρ τὸ πεποιωμένον ὡς ἄλλην μὲν ποιότητα ἀποβάλλον, ἄλλην δὲ προσλαμβάνον. τὸ δὲ ἄποιον πῶς ἂν ἀλλοιωθείη; διὰ τοῦτο οὖν οὐκ ἐξ ὕλης καὶ εἴδους φασὶν εἶναι τὸ σύνθετον ὡς μὴ συναλλοιουμένων ἀλλήλοις, ἀλλ’ εἶδος ἐν ὕλῃ. οἱ δὲ ἀπὸ τοῦ Περιπάτου τὴν προσεχῆ λαμβάνοντες ὕλην ὡς τὰ τέτταρα στοιχεῖα ἢ τὸ σπέρμα καὶ τὸ καταμήνιον, εἰκότως καὶ ἀλλοιοῦσθαι ταύτην φασί, καὶ ἐξ ὕλης καὶ εἴδους λέγουσι τὸ σύνθετον τῆς τε ὕλης εἰς τὸ εἶδος μεταβαλλούσης καὶ τοῦ εἴδους ὑλομ Τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας ἕως τοὐ ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως. Τρίτον πάλιν ἀπαριθμεῖται τὸ ποιητικὸν αἴτιον παραδείγματα καὶ ἐνταῦθα παρατιθείς, δι’ ὧν ὡς οἶμαι καὶ τὰς τοῦ ποιητικοῦ αἰτίου διαφοράς, ὡς τὰς τοῦ ὑλικοῦ καὶ τὰς τοῦ εἴδους πρότερον, ἐνεδείξατο· ἄλλως γὰρ ὁ βουλεύσας ποιεῖ καὶ ἄλλως ὁ ἰατρὸς καὶ ἄλλως τὸ σπέρμα. ὁ μὲν γὰρ βουλεύσας τὴν ἀρχὴν ἐνδίδωσι τῆς ποιήσεως οὐκ ἐφαπτόμενος αὐτὸς τοῦ ἔργου, ὁ δὲ ἰατρὸς αὐτὸς ἐργαζόμενος ποιεῖ, τὸ δὲ σπέρμα μέσον πὼς τοῦ τε ποιητικοῦ καὶ τοῦ ὑλικοῦ ἐστιν, εἴπερ τῇ ἑαυτοῦ μεταβολῇ καὶ γινόμενον ἅμα ποιεῖ, τοῦ κυρίως ποιοῦντος, ὡς καὶ Ἀλέξανδρος ὁμολογεῖ, ἐξῃρῆσθαι τοῦ γινομένου ὀφείλοντος. τὸ δὲ πάντα οὐ χρὴ συντάξαι τῷ τὸ ποιοῦν, ἀλλὰ ἀπολύτως ἀναγινώσκοντα περὶ τῶν τριῶν τρόπων τοῦ ποιητικοῦ αἰτίου ἐκδέχεσθαι. Τὰ δὲ ὡς τέλος καὶ ἀγαθὸν ἕως τοῦ τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτά ἐστι τῶ εἴδει. Τέταρτον καὶ τελευταῖον τοῖς ἄλλοις τὸ τελικὸν αἴτιον ἐπάγει λέγων τὸ δὲ ὡς τέλος καὶ ἀγαθὸν τῶν ἄλλων. καί φησιν ὁ Ἀλέξανδρος τὸ ἀκόλουθον εἶναι κατὰ τὴν λέξιν τὸ δὲ ὡς τέλος τῶν ἄλλων καὶ | τἀγαθὸν, τῶν ἄλλων, δηλονότι ὧν ἐστι τέλος. μήποτε δὲ καλῶς κατὰ κοινοῦ καὶ τῷ τέλει καὶ τῷ ἀγαθῷ ἐπῆκται τὸ τῶν ἄλλων. τὸ γὰρ τελικὸν αἴτιον οἷον ἡ ὑγίεια ὡς ἔστι τέλος τῶν ἄλλων τῶν ἕνεκα αὐτοῦ λαμβανομένων οἷον περιπάτου καὶ φαρμακοποσίας καὶ τῶν τοιούτων, οὕτως καὶ ἀγαθὸν ἐκείνων ἐστί. διὰ τί δὲ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα ἀγαθόν ἐστι, προσέθηκε τὸ γὰρ οὗ ἕνεκα βέλτιστον εἰπών· τὸ γὰρ οὗ ἕνεκα τοῦτό ἐστιν, οὗ ἐφιέμενοι τὰ ἄλλα πράττομεν· τὸ δὲ ἐφετὸν τὸ ἀγαθόν ἐστι. καὶ τὸ μᾶλλον ἐφετὸν καὶ μᾶλλον τέλος τοῦτο καὶ μᾶλλον ἀγαθὸν καὶ βέλτιστον τῶν ἄλλων. καὶ γὰρ τοῦ μὲν γυμνάζεσθαι τέλος ἡ ὑγίεια, τῆς δὲ ὑγιείας ἡ εὐδαιμονία. διὸ καὶ τέλος κυρίως αὕτη καὶ βέλτιστον τῶν ἄλλων. εἰπὼν δὲ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα ἀγαθὸν εἶναι, ἐπειδὴ ὡς ἀρχόμενος εἶπε τῶν Νικομαχείων ἠθικῶν “πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις, ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ,” οὐ πάντως δὲ καὶ ἀληθῶς ἀγαθόν ἐστι τὸ οὗ ἕνεκα τὰ πραττόμενα πράττομεν, φαινόμενον δὲ πάντως ἐστὶν ἀγαθόν φαινόμενον δὲ λέγω τὸ δοκοῦν εἴτε ἔστιν εἴτε μή), διὰ τοῦτο προσέθηκε διαφερέτω δὲ μηδὲν ἀγαθὸν αὐτὸ εἰπεῖν ἢ φαινόμενον ἀγαθόν. οὕτως γὰρ ἀγαθὸν τὸ οὗ ἕνεκα εἴρηται ὡς φαινόμενον ἀγαθόν. κινεῖ γὰρ ἡμᾶς οὐ τὰ ἀγαθὰ αὐτά, ὡς εἴθε γε, ἀλλὰ τὰ δόγματα ὅτι ἀγαθά. διὸ καὶ ἡ ἡδονὴ ἐφετὸν καὶ τέλος δοκεῖ, οὐχ ὅτι ἀγαθόν οὐ γὰρ ἂν ἦν βλαβερόν), ἀλλ’ ὅτι δοκεῖ ἀγαθόν. τοσούτων δ’ οὖν ὄντων τῶν αἰτίων λέγει ὁ Εὔδημος ὅτι “τὸ μὲν ὑποκείμενον καὶ τὸ κινοῦν πρώτως πάντες ᾐτιῶντο, τὴν δὲ μορφὴν πολλοί, τὸ δὲ οὗ ἕνεκα ἐλάττονες καὶ ἐπὶ μικρόν”. ἡμῖν δὲ τῶν πλείστων φαίνεται τοῦτο αἴτιον. φαίνεται γὰρ πολύχουν εἶναι. καὶ γὰρ αἱ ἡμέτεραι πράξεις σχεδὸν ἅπασαι τινὸς ἕνεκα γίνονται καὶ τοῦ ἀγαθοῦ. εἰ γάρ ποτε πυρετὸν ὁ ἰατρὸς παρασκευάζει κακὸν ἁπλῶς ὄν, ἀλλ’ ὅτε γε παρασκευάζει, ὡς ἀγαθὸν ποιεῖ. ὁμοίως δὲ καὶ ὁ δι’ εὐλάβειαν μειζόνων κακῶν ἔλαττον αἱρούμενος τἀγαθὸν πορίζεται, ὥσπερ ὁ τὸν θάνατον ἀνθ’ ἑτέρων κακῶν αἱρούμενος. τοιαῦτα γάρ τινες σοφίζονται. λύειν δὲ αὐτὰ βέλτιον ἴσως καὶ ῥᾴδιόν ἐστι. τρόποι δὲ τῶν αἰτίων ἕως τοῦ οἷον, εἰ ὁ λευκὸς καὶ ὁ μουσικὸς αἴτιος λέγοιτο τοῦ ἀνδριάντος. Πρότερον μὲν ὅτε ἔλεγεν “ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται τὸ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος”, τρόπους ἔλεγε τὰς πρὸς ἄλληλα τῶν πρώτων αἰτίων διαφοράς, νῦν δὲ τρόπους λέγει τὰς καθ’ ἕκαστον τῶν αἰτίων διαφορὰς οἷον τὰς τῆς ὕλης μόνης καὶ τοῦ εἴδους μόνου καὶ τῶν ἄλλων αἰτίων, αἵτινες τῶν ὁμοειδῶν εἰσι. καὶ λέγει, ὅτι καὶ οἱ καθ’ ἕκαστον τῶν αἰτίων τρόποι ἀριθμῷ μέν εἰσι πολλοί, συγκεφαλαιοῦνται δὲ καὶ οὗτοι εἰς ἓξ τὰς καθ’ ἕκαστον αἴτιον διαφοράς. καὶ γὰρ καθ’ ἕκαστον εἶδος τῶν αἰτίων οἷον κατὰ τὴν ὕλην ἢ κατὰ τὸ εἶδος ἢ καθ’ αὑτὸ λέγομεν τὸ αἴτιον ἢ κατὰ συμβεβηκός. ἔτι προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου λαμβάνεται αἴτιον, οἷον κατὰ τὸ ποιητικὸν αἴτιον ἔστι τοῦ αὐτοῦ οἷον τῆς ὑγιείας πρότερα καὶ ὕστερα ποιητικὰ λαμβάνειν αἴτια, πάντα καθ’ αὑτὸ λαμβάνοντα, ὡς ἰατρὸν καὶ τεχνίτην, <καὶ> κατὰ τὸ εἰδικὸν τοῦ διὰ συμφώνου τὸ διπλάσιον καὶ ἀριθμόν, καὶ ἀπλῶς τὰ περιέχοντα καὶ περιεχόμενα. ἢ τὰ κοινὰ καὶ καθ’ ἕκαστα πανταχοῦ, προτέρων μὲν ὄντων τῶν προσεχεστέρων, ὑστέρων δὲ τῶν πορρωτέρων. προσεχέστερα δὲ πανταχοῦ τὰ καθ’ ἕκαστα, διότι οὐκέτι κοινὰ ταῦτα ὥσπερ τὰ περιέχοντα αὐτά. καὶ ἐπὶ τοῦ ὑλικοῦ αἰτίου προσεχέστερον μὲν ὅδε ὁ χαλκός, πορρωτέρω δὲ χαλκὸς ἢ ὕδωρ ἢ σῶμα, καὶ ἐπὶ τοῦ τελικοῦ προσεχὲς μὲν ἥδε ἡ ὑγίεια, πορρωτέρω δὲ καὶ κοινότερον ὑγίεια καὶ ἕξις καὶ ποιότης. καὶ εἴρηται καὶ πρότερον ἡ τοιαύτη διαφορά, ὅτε ἔλεγε καὶ τὰ τούτων γένη. θεωρήσας οὖν ἐν τοῖς καθ’ αὑτὸ λεγομένοις αἰτίοις τὰς δύο ταύτας διαφορὰς τοῦ τε καθ’ ἕκαστα καὶ τοῦ γένους τὰς αὐτὰς διαφορὰς καὶ ἐπὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων αἰτίων παραδίδωσι, πρῶτον τίνα ἐστὶ τὰ κατὰ συμβεβηκὸς αἴτια διδάσκων. τοῦ γὰρ ἀνδριάντος καθ’ αὑτὸ μὲν αἴτιος ὁ ἀνδριαντοποιός, κατὰ συμβεβηκὸς δὲ ὁ Πολύκλειτος, ὅτι συνέβη τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ εἶναι. ὥστε τὰ συμβεβηκότα τοῖς καθ’ αὑτὸ αἰτίοις κατὰ συμβεβηκός ἐστιν αἴτια, καὶ τὰ γένη τὰ τῷ συμβεβηκότι καθ’ αὑτὸ ὑπάρχοντα, καθ’ ὅσον τῷ κατὰ συμβεβηκὸς αἰτίῳ ὑπάρχει, καὶ αὐτὰ κατὰ συμβεβηκὸς αἴτια γίνεται, οἷον ὁ Πολύκλειτος κατὰ συμβεβηκὸς αἴτιος τοῦ ἀνδριάντος, τῷ δὲ Πολυκλείτῳ καθ’ αὑτὸ ὑπάρχει ὁ ἄνθρωπος. καὶ ὁ ἄνθρωπος ἄρα κατὰ συμβεβηκὸς αἴτιος τοὐ ἀνδριάντος ἐστίν. ὁμοίως δὲ καὶ τὸ ζῷον. δείξας οὖν οὕτως τίνα τὰ κατὰ συμβεβηκὸς αἴτια διῃρῆσθαι καὶ ταῦτά φησιν εἴς τε τὸ ἐγγύτερον καὶ πορρώτερον, ὥσπερ καὶ τὰ καθ’ αὑτὸ ἐδείκνυτο πρότερον διαιρούμενα. καὶ γὰρ εἰ κατὰ συμβεβηκὸς αἴτιον τοῦ ἀνδριάντος καὶ ὁ Πολύκλειτος καὶ ὁ λευκὸς καὶ ὁ μουσικός, ἀλλ’ ἐγγυτέρω μὲν ὁ Πολύκλειτος αἴτιος, πορρωτέρω δὲ ὁ λευκὸς καὶ | ὁ μουσικός, διότι ταῦτα τῷ Πολυκλείτῳ συμβέβηκεν. Ἐπιστῆσαι δὲ οἶμαι χρή, ὅτι ἐπὶ μὲν τοῦ καθ’ αὑτὸ τὸ πορρώτερον καὶ ἐγγύτερον ἔλαβε κατὰ τὰ περιέχοντα καὶ περιεχόμενα ὡς τὰ γένη καὶ τὰ εἴδη, ἐπὶ δὲ τοῦ κατὰ συμβεβηκὸς ἔλαβε μὲν καὶ τοῦτο εἰπὼν ἔτι δὲ ὡς τὸ συμβεβηκὸς καὶ τὰ τούτων γένη, ἀλλὰ ταῦτα συνέταξε τῷ συμβεβηκότι. ἄλλο δὲ πορρώτερον καὶ ἐγγύτερον ἔλαβεν ἐν τοῖς κατὰ συμβεβηκὸς καὶ αὐτῷ τῷ συμβεβηκότι ὑπάρχουσιν. ὁ γὰρ λευκὸς ἢ ὁ μουσικὸς κατὰ συμβεβηκὸς αἴτιος τοῦ ἀνδριάντος πορρώτερον, ὅτι Πολυκλείτῳ συνέβη λευκῷ εἶναι τῷ κατὰ συμβεβηκὸς ἐγγυτέρῳ. δύο οὖν τούτων οὐσῶν δυάδων διαφορᾶς τῆς μὲν ἐν τοῖς καθ’ αὑτὰ αἰτίοις, τῆς δὲ ἐν τοῖς κατὰ συμβεβηκός) ἄλλην τρίτην μετ’ ὀλίγον προστίθησι μεταξύ τινα εἰπὼν αὐτός. ἔστι δὲ αὕτη καθ’ ἣν τὰ καθ’ αὑτὰ καὶ τὰ κατὰ συμβεβηκὸς αἴτια ἢ ὡς ἀπολελυμένα ἀλλήλων λέγεται, ὅταν εἴπω ποιητικὸν τοῦ ἀνδριάντος ποτὲ μὲν τὸν ἀνδριαντοποιόν, ποτὲ δὲ τὸν Πολύκλειτον, ἢ συμ- συμπεπλεγμένως, ὅταν εἴπω τοῦ ἀνδριάντος αἴτιον οὐ Πολύκλειτον μόνως οὐδὲ ἀνδριαντοποιὸν μόνως, ἀλλὰ Πολύκλειτον ἀνδριαντοποιόν. καὶ ὅτι ἡ τρίτη αὕτη δυὰς συντέτακται ταῖς δύο ταῖς προτέραις, ἐδήλωσεν αὐτὸς Ἀριστοτέλης τὰς τρεῖς ἐφεξῆς θεὶς μετ’ ὀλίγα. Παρὰ πάντα δὲ καὶ τὰ οἰκείως λεγόμενα καὶ τὰ κατὰ συμβεβηκὸς ἕως τοῦ ἢ οἰκοδομῶν οἰκοδόμος. Κοινήν τινα διαφορὰν ἐπάγει πᾶσι τοῖς εἰρημένοις αἰτίοις τοῖς τε καθ’ αὑτὸ καὶ τοῖς κατὰ συμβεβηκός, τοῖς τε ἀπολελυμένοις δηλονότι καὶ τοῖς συμπεπλεγμένοις, τὴν κατὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ, ὥστε ἓξ οὐσῶν τῶν διαφορῶν καὶ διπλασιαζοuένων τῷ δυνάμει καὶ ἐνεργείᾳ δώδεκα γίνεσθαι τὰς πάσας, ἃς καὶ αὐτὸς σαφῶς ἀπαριθμεῖται ἐν οἷς φησιν “ἀλλ’ ὅμως ἅπαντα ταῦτα τὸ μὲν πλῆθός ἐστιν ἕξ, λεγόμενα δὲ διχῶς’’. καὶ ποῖα τὰ ἓξ ἐπάγει “ἢ γὰρ ὡς τὸ καθ’ ἕκαστον”, τὸ καθ’ αὑτὸ δηλονότι, “ἢ ὡς τὸ γένος’’ αὐτοῦ, καὶ πάλιν “ἢ ὡς τὸ συμβεβηκός’’, τὸ καθ’ ἕκα’στὸν δηλονότι, ἡ ὡς τὸ γένος τοῦ συμβεβηκότος” καὶ ἰὴ ὡς συμπλεκόμενα ταῦτα, ἢ ἁπλῶς λεγόμενα. πάντα δέ’ διχῶς λέγεται “ἢ ὡς ἐνεργοῦντα ἡ κατὰ δύναμιν’’. τοῦ γὰρ οἰκοδομεῖσθαι οἰκίαν ποιητικὸν αἴτιόν ἐστι δυνάμει μὲν ὁ οἰκοδόμος ’μὸς κἄν μὴ οἰκοδομῇ, ἐνεργείᾳ δὲ ὁ οἰκοδομῶν οἰκοδόμος. Ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ’ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις ἕως τοῦ πάντα δὲ ἢ ἐνεργοῦντα ἢ κατὰ δύναμιν. Τὸ μὲν ἑξῆς τῆς λέξεως ὁμοίως τοῖς εἰρημένοις λεχθήσεται καὶ ἐφ’ ὧν αἴτια τὰ αἴτια, τουτέστιν ἐπὶ τῶν αἰτιατῶν. τούτων γὰρ αἴτια τὰ αἴτια. καὶ ἐπὶ τούτων οὖν τὰς αὐτὰς εἶναι διαφοράς φησιν, αἵτινες καὶ ἐπὶ τῶν αἰτίων εἰσίν. ἐστι γὰρ αὐτῶν τὰ μὲν προσεχέστερα αἰτιατά, τὰ δὲ πορρώτερον, καὶ τὰ μὲν καθ’ αὑτό, τὰ δὲ κατὰ συμβεβηκὸς οἷον αἰτιατὸν ὁ ἀνδριάς ἐστιν ὅδε προσεχῶς οἷον ὁ Μῶνος, πορρώτερον δὲ ἀνδριὰς ἀπλῶς, καὶ ἔτι τούτου πορρώτερον ἡ εἰκών. καὶ ὁ χαλκὸς δέ οὐχ ὡς ὑλικὸν αἴτιον παραλαμβανόμενος, ἀλλ’ ὡς αἰτιατὸν τοῦ μεταλλέως) καὶ αὐτὸς ὁ μὲν προσεχῶς ἐστιν αἰτιατὸς ὡς ὅδε ὁ χαλκός, ὁ δὲ πορρώτερον ὡς χαλκὸς ἁπλῶς ἢ σῶμα ἢ ὕλη. ὁμοίως δέ φησιν ἔχει καὶ ἐπὶ τῶν συμβεβηκότων τοῖς αἰτιατοῖς. τὰ γὰρ τοῖς αἰτιατοῖς συμβεβηκότα καὶ αὐτὰ κατὰ συμβεβηκὸς αἰτιατά ἐστι καὶ ὁμοίως καὶ ἐπὶ τούτων τὰ μὲν ἐγγυτέρω ἐστὶν αἰτιατά, τὰ δὲ πορρωτέρω. ἐγγυτέρω μὲν αἰτιατὰ κατὰ συμβεβηκός ἐστι τὰ τοῖς ἐγγυτέρω καθ’ αὑτὰ αἰτιατοῖς συμβεβηκότα, τουτέστι τοῖς καθ’ ἕκαστα, πορρωτέρω δὲ τὰ τούτων εἴδη ἢ γένη. τόδε μὲν γὰρ τὸ ἐρυθρόν, εἴπερ ὁ χαλκὸς ὁ γινόμενος τοιοῦτον ἔχει χρῶμα, ἐγγυτερῶ αἰτιατὸν κατὰ συμβεβηκός ἐστι, πορρωτέρω δὲ τὸ ἐρυθρὸν καὶ ὅλως τὸ χρῶμα. καὶ τὰ αἰτιατὰ δὲ ὥσπερ τὰ αἴτια οὐ μόνον ἀπολελυμένα, ἀλλὰ καὶ συμπλεκόμενα ῥηθήσεται. εἰπὼν γὰρ τὰς τῶν αἰτίων καὶ τῶν αἰτιατῶν διαφορὰς ἐπήγαγεν ἔτι δὲ συμπλεκόμενα καὶ ταῦτα κἀκεῖνα λεχθήσεται, τουτέστι καὶ τὰ αἰτιατὰ καὶ τὰ αἴτια. Ἀλλ’ ἐγὼ μὲν τὰς ἓξ τῶν αἰτίων εἰπὼν διαφοράς, οὕτως καὶ τὰς τῶν αἰτιατῶν ἴσας οὔσας ἐπήγαγον τῇ τάξει τῇ ἐν τοῖς ἑξῆς ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένῃ, αὐτὸς δὲ μετὰ τὴν τῶν καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς καὶ δυνάμει καὶ ἐνεργείᾳ διαφορὰν τῶν αἰτίων, τὰς αὐτὰς διαφορὰς καὶ ἐν τοῖς αἰτιατοῖς θεασάμενος, τὰς διαφορὰς τοῦ κατὰ συμπλοκὴν καὶ τοὐ ἀπολελυμένου κοινῶς ἐπήγαγε τοῖς τε αἰτίοις καὶ τοῖς αἰτιατοῖς. καὶ οὕτως τὴν ἀπαρίθμησιν τῶν ἓξ τρόπων ποιησάμενος ἐπί τε τῶν αἰτίων καὶ τῶν αἰτιατῶν πάντας τῷ τε δυνάμει καὶ τῷ ἐνεργείᾳ διαιρεῖ. ἐν δὲ τῶ συμπλέκειν δυνατὸν μὲν ἢ τὰ κύρια τοῖς κυρίοις συμπλέκειν ἢ τὰ συμβεβηκότα τοῖς συμβεβηκόσιν ἢ ἐναλλάξ, καὶ τούτων ἢ τὰ προσεχῆ τοῖς προσεχέσιν ἢ τὰ πόρρω τοῖς πόρρω ἢ ἐναλλάξ. αὐτὸς μέν|τοι μόνην ἔοικε συμπλοκὴν παραλαμβάνειν τὴν τῶν κυρίων πρὸς τὰ συμβεβηκότα, οἷον ἄν ῥηθῇ ἀνδριαντοποιὸς Πολύκλειτος. συμπλέκεται γὰρ τὸ καθ’ αὑτὸ αἴτιον ὁ ἀνδριαντοποιὸς τῷ κατὰ συμβεβηκὸς αἰτίῳ τῷ Πολυκλείτῳ. Πολύκλειτος δὲ οὗτός ἐστιν ὁ ἀνδριαντοποιός, οὗ καὶ Γαληνὸς ἐμνημόνευσεν, ὃς τὸν ἀνδριάντα ἐδημιούργησε πᾶσαν ἔχοντα μελῶν συμμετρίαν καθ’ αὑτά τε καὶ πρὸς ἄλληλα, ὡς διὰ τοῦτο τὸν Πολυκλείτου καλεῖσθαι κανόνα. Διαφέρει δὲ τοσοῦτον ἕως τοῦ φθείρεται γὰρ οὐχ ἅμα ἡ οἰκία καὶ ὁ οἰκοδόμος. Εἰπὼν τοὺς ἓξ τρόπους διχῇ διῃρῆσθαι τῷ τε δυνάμει καὶ τῷ ἐνεργείᾳ τὴν διαφορὰν τῶν δυνάμει καὶ ἐνεργείᾳ παραδίδωσι λέγων ὅτι τὰ μὲν ἐνεργεία ὄντα αἴτια καὶ αἰτιατὰ ἅμα ἔστι καὶ οὐκ ἔστιν. εἰπὼν δὲ τὰ ἐνεργοῦντα προσέθηκε καὶ τὰ καθ’ ἕκαστον, οὐχ ὡς ἄλλα παρὰ τὰ ἐνεργοῦντα λέγων, ἀλλ’ ὅτι τὰ ἐνεργοῦντα τὰ καθέκαστά ἐστι. ταῦτα γὰρ ἐνεργεῖ καὶ ποιεῖ καὶ πάσχει, ἀλλ’ οὐ τὰ τούτων εἴδη καὶ γένη· οὐδὲ γὰρ ὑφέστηκέ τι τῶν οὕτως κοινῶν καθ’ αὑτό. τὰ δὲ ἐνεργείᾳ καθέκαστα ὄντα καὶ συνυφέστηκεν ἀλλήλοις, οἷον ὅδε ὁ οἰκοδομῶν, ἕως ἄν οἰκοδομῇ, ἅμα τῷ οἰκοδομουμένῳ ἐστί. τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεὶ ἅμα. καὶ τούτου τεκμήριον ἐναργὲς παρέθετο τὸ μὴ ἅμα φθείρεσθαι τὸν οἰκοδόμον καὶ τὴν οἰκίαν. πολυχρονιωτέρα γὰρ ὡς ἐπίπαν ἡ οἰκία τοῦ οἰκοδόμου ἐστίν. οἰκοδομοῦντος δέ τινος πάντως οἰκοδομεῖταί τι καὶ οἰκοδομουμένου τινὸς πάντως οἰκοδομεῖ τι, καὶ μὴ οἰκοδομοῦντος οὐκ οἰκοδομεῖται καὶ μὴ οἰκοδομουμένου οὐκ οἰκοδομεῖ· ὥστε ἅμα εἶναι καὶ μὴ εἶναι. λέγει δὲ νῦν δυνάμει οὐκ ἐπὶ τοὐ οἵου τε γενέσθαι. οὐκέτι γὰρ οἷά τε γενέσθαι τὰ ἤδη γεγονότα τοιοῦτος δὲ ὁ οἰκοδομήσας οἰκοδόμος καὶ ἡ οἰκοδομηθεῖσα οἰκία) ἀλλ’ ἁπλῶς τὰ ἀντικείμενα τοῖς ἐνεργοῦσι. ταῦτα δέ ἐστι τὰ οὐκ ἐνεργοῦντα. οὐκ ἐνεργεῖ δὲ τά τε οἷά τε ἐνεργῆσαι καὶ τὰ πεπαυμένα τῆς ἐνεργείας. Δεῖ δὲ ἀεὶ τὸ αἴτιον ἑκάστου τὸ ἀκρότατον ζητεῖν ἕως τοῦ ἔστω ἡ μῖν διωρισμένα ἱκανῶς. Ἀκρότατον μὲν λέγει αἴτιον τὸ κυριώτατον λεγόμενον, ὃ ἄλλοι συνεκτικὸν ὀνομάζουσιν. σαφὲς δὲ αὐτὸ διὰ τοῦ παραδείγματος ἐποίησε. διὰ τί γὰρ ἄνθρωπος οἰκοδομεῖ ἐρωτῶντες ἀκούομεν ὅτι οἰκοδόμος. διὰ τί δὲ οἰκοδόμος; ὅτι κατὰ τὴν οἰκοδομικήν. καὶ ἐν τούτοις παύεται ἡ τοῦ διὰ τί ζήτησις. διὸ καὶ ἀκρότατον τοῦτο καλεῖ, ὅτι μέχρι τούτου ἀναβαίνοντες ἱστάμεθα. τὸ γὰρ κυριώτατον αἴτιον τῆς οἰκοδομίας ἡ οἰκοδομικὴ τέχνη ἐστί. δεῖ δέ, ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων τὸ κυρίως κατὰ τοὔνομα λεγόμενον ἀκούομεν, οὕτως καὶ ἐπὶ τῶν αἰτίων. καὶ γὰρ δραχμὴν τὴν κυρίως δραχμὴν ἀκούομεν, οὐ τὴν κίβδηλον, καὶ ἄνθρωπον τὸν κυρίως, οὐ τὸν νεκρόν. οὕτως καὶ αἴτιον τὸ κυρίως αἴτιον ληπτέον. ὁ δὴ ταῦτα λέγων οὐκ ἄν τὴν φύσιν κυρίως ποιητικὸν αἴτιον τῶν σωμάτων ὑπόθοιτο. κἀν γὰρ κινῇ τὰ σώματα αὕτη, κινουμένη καὶ αὐτὴ κινεῖ. ἔστιν οὖν τι τὸ καὶ ταύτην κινοῦν, καὶ εἰ μὲν κινούμενον, καὶ ἐκεῖ. νοῦ ζητήσομεν τὸ κινητικόν, διότι πᾶν τὸ κινούμενον ὑπὸ κινοῦντος κινεῖται, ὡς αὐτὸς ἐν τῷ Η τῆσδε τῆς πραγματείας ἀπέδειξεν. εἰ δὲ ἀκίνητον, τοῦτο ἂν εἴη τὸ ἄκρον καὶ κυρίως τῆς κινήσεως αἴτιον. προστίθησι δὲ καὶ ὅτι τὰ μὲν γένη τῶν γενῶν αἴτια χρὴ λέγειν καὶ ταῦτα ἀλλήλοις ἀντιτιθέναι, τὰ δὲ καθέκαστα τῶν καθέκαστα, οἷον ἀνδριαντοποιὸν μὲν ἀνδριάντος, τόνδε δὲ τοῦδε. ὁμοίως δὲ τὰ μὲν κατὰ δύναμιν πρὸς τὰ δυνάμει, τὰ δὲ κατ’ ἐνέργειαν πρὸς τὰ κατ’ ἐνέργειαν. ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις, ὡς εἰ ἀποδιδοῖτο τὸ δυνάμει πρὸς τὸ δυνάμει, ἅμα ἄν καὶ ἡ ἐπιστήμη τῷ ἐπιστητῷ εἴη καὶ ἡ αἴσθησις τῷ αἰσθητῷ καὶ αὐτὰ τῶν πρός τι ὄντα, εἴ γε λέγοιτο τὸ δυνάμει ἐπὶ τοῦ οἵου τε γενέσθαι, καὶ μὴ ἀπλῶς ἐπὶ τοῦ μὴ ἐνεργοῦντος, ὡς ἐχρήσατο πρὸ ὀλίγου αὐτῷ οἰκοδόμον εἰπὼν δυνάμει τὸν ᾠκοδομηκότα καὶ μηκέτι οἰκοδομοῦντα. καὶ οὕτως ἡ ἐν κατηγορίαις ἀπορία λυθήσεται ἡ ἐπὶ τοῦ ὀστράκου τοῦ ἐν τῷ βυθῷ, εἰ τὸ δυνάμει λέγοιτο ἐπὶ τοῦ οἵου τε γενέσθαι. Αέγεται δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον ἕως τοῦ | ἀλλ’ ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδὲ ἐκεῖνοι εἶναι ἀπὸ τύχης. Εἰπὼν τίνα τε καὶ πόσα τὰ αἴτια, καὶ τίνες τρόποι καὶ διαφοραὶ θεωροῦνται καθ’ ἕκαστον, ἐπειδὴ λέγεται καὶ ἡ τύχη καὶ τὸ αὐτόματον αἴτια καὶ πολλὰ καὶ εἶναι καὶ γίνεσθαι διὰ τύχην καὶ τὸ αὐτόματον, ἀκόλουθον ἦν ζητεῖν εἰ ἔστι, τί ἐστι καὶ ὑπὸ τί τῶν εἰρημένων αἰτίων ἀνάγεται ταῦτα. ἀλλ’ ὅτι μὲν οὐ μάτην εἶπεν ὁ Ἀριστοτέλης λέγεσθαι ταῦτα *. καὶ γὰρ οἱ μὲν πολλοὶ καὶ αὐτόθεν οἴονται πολλῶν εἶναι τὴν τύχην καὶ τὸ αὐτόματον, οἱ δὲ φυσιολογοῖ κἂν μὴ λέγωσί τι περὶ αὐτῆς, ἀλλ’ οὖν ὡς οὔσῃ χρῶνται καὶ ὀνομάζουσι. καὶ γὰρ Ἐμπεδοκλῆς ἐν οἷς φησιν οὕτω γὰρ συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως, καὶ πάλιν ὅπῃ συνέκυρσεν ἅπαντα, τὴν τύχην αἰτιᾶσθαι δοκεῖ. καὶ οἱ θεὸν ἢ ὕλην τὰς ἀρχὰς λέγοντες ἢ ἀγαθὸν καὶ κακὸν τὴν διάτασιν αὐτῶν καὶ τὸν μερισμὸν τῶν τόπων καὶ τὰ τοιαῦτα ἐκ τύχης ἢ ἐκ ταὐτομάτου λέγειν ἀναγκασθήσονται. ἀλλὰ καὶ Δημόκριτος ἐν οἷς φησι “δεῖνον ἀπὸ τοῦ παντὸς ἀποκριθῆναι παντοίων εἰδέων” πῶς δὲ καὶ ὑπὸ τίνος αἰτίας μὴ λέγει) ἔοικεν ἀπὸ ταὐτομάτου καὶ τύχης γεννᾶν αὐτόν. καὶ Ἀναξαγόρας δὲ τὸν νοῦν ἐάσας, ὡς φησιν Εὔδημος, καὶ αὐτοματίζων τὰ πολλὰ συνίστησι. καὶ τῶν ποιητῶν δὲ ἔνιοι πάντα σχεδὸν εἰς τὴν τύχην ἄγουσιν, ὥστε καὶ τῆς τέχνης οἰκείαν αὐτὴν ποιεῖν λέγοντες τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνην. τὸν εὐτυχοῦντα δὲ καὶ φρονεῖν φασι. πρὸς δὲ τούτοις ὁρῶμεν ἔνια τῶν ἀπὸ τέχνης γινομένων καὶ ἀπὸ τύχης γινόμενα· καὶ γὰρ ὑγίεια καὶ ἀπὸ τύχης δοκεῖ γίνεσθαι ὥσπερ ἀπὸ τέχνης. διψήσας γὰρ καὶ πιών τις ψυχρόν’ ὕδωρ γέγονεν ὑγιής. ἀλλ’ ἴσως οὔ φησι Δημόκριτος τὴν τύχην αἰτίαν εἶναι ἀλλὰ τὸ διψῆσαι. ἀλλὰ καὶ οἱ πολλοὶ πάντα τύχην φασὶν εἶναι καὶ τοῖς θεοῖς εὐτυχεῖν εὔχονται. εἰ οὖν λέγεται καὶ ταῦτα αἴτια, τὸν περὶ αἰτίων τελείως ἀποδεδωκέναι δοκοῦντα χρὴ ζητεῖν, τίνι τῶν εἰρημένων τεττάρων αἰτίων ἡ τύχη καὶ τὸ αὐτόματον συνταχθήσονται καὶ κατὰ τίνα τῶν ἀποδεδομένων ἑκάστου τρόπων, καὶ πρὸ τούτου πότερον ἡ τύχη καὶ τὸ αὐτόματον τὰ αὐτά ἐστιν ἢ ἕτερα, καὶ εἰ ἕτερα, τίνι διαφέρετον ἀλλήλῶν. τούτου δὲ προηγεῖται τὸ τί ἐστιν ἑκάτερον τούτων· μὴ γὰρ δειχθείσης τῆς ἑκατέρου φύσεως οὐδ’ ἄν ἡ διαφορὰ δήλη γένοιτο. ἀλλὰ καὶ τοῦ τί ἐστιν ἑκάτερον προηγεῖται τὸ εἰ ἔστιν ὅλως. οὐ γὰρ ἀναμφίλεκτος ἡ τούτων ὑπόστασις. οὕτως οὖν ἐν τάξει τὰ προβλήματα ἐκθέμενος ἀναλυτικῶς ἀπὸ τοῦ ἐσχάτου κατὰ τὴν ἀνάλυσιν εὑρεθέντος προβλήματος, τοῦτο δὲ ἦν εἰ ἔστιν ὅλως ἡ τύχη καὶ τὸ αὐτόματον, ἀπὸ τούτου ἄρχεται τῆς ἀποδείξεως καὶ πρῶτον τὰς ἐφ’ ἑκάτερα ἐπιχειρήσεις ἐκτίθεται προτάττῶν δύο ἐπιχειρήματα τῶν μὴ ἡγουμένων ἐν τοῖς αἰτίοις δεῖν τετάχθαι τὴν τύχην καὶ τὸ αὐτόματον μὴ γὰρ εἶναί τινος αἴτια), ὧν τὸ μὲν πρῶτον ἀποδεικτικόν ἐστι, τὸ δὲ δεύτερον ἔνδοξον. καὶ ἔστι τὸ πρῶτον τοιοῦτον· πάντων τῶν γινομένων καὶ ὅσα λέγομεν ἀπὸ τύχης ἢ ἐκ ταὐτομάτου γίνεσθαι αἴτια ὡρισμένα ἐστίν· οὐδενός, ὧν ἐστιν αἴτια ὡρισμένα, αἴτια ἂν εἴη τύχη ἢ τὸ αὐτόματον, διότι κἄν αἴτια ταῦτα λέγωσιν, ἀλλ’ ἀόριστα πάντες ὁμολογοῦσιν αὐτά· οὐδενὸς ἄρα τῶν γινομένων αἴτια ἂν εἴη τύχη ἢ τὸ αὐτόματον. οὕτως μὲν ἐν πρώτῳ σχήματι κατὰ τὸν δεύτερον τῶν ἀναποδείκτων ἔστι συναγαγεῖν. ἔστι δὲ καὶ ἐν δευτέρῳ σχήματι συναγα. γεῖν οὕτως· πάντων τῶν γινομένων τὰ αἴτια ὡρισμένα ἐστίν· ἡ τύχη καὶ τὸ αὐτόματον οὐδενός ἐστιν αἴτια ὡρισμένα· οὐδενὸς ἄρα τῶν γινομένων ἡ τύχη αἰτία οὐδὲ τὸ αὐτόματον. καὶ ὅτι μὲν πάντων τῶν γινομένῶν, καὶ ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίνεσθαι ἢ τύχης, ἔστι τι αἴτιον ὡρισμένον, ἔδειξε διὰ τοῦ παραδείγματος. ἐλθὼν γάρ τις εἰς ἀγορὰν διὰ τὸ ἀγοράσαι, τουτέστιν ἐν ἀγορᾷ διατρῖψαι ἢ καὶ ὠνήσασθαι, κατέλαβεν ἐκεῖ τὸν χρεώστην, ὃν ἐβούλετο μὲν καταλαβεῖν, οὐκ ᾤετο δὲ καταλήψεσθαι, καὶ ἀπέλαβε τὸ ἀργύριον. τοῦτο πάντες κατὰ τύχην ἢ ἐκ ταὐτομάτου γεγονέναι φαμέν. καὶ ὅμως ἔστι καὶ τούτου ποιητικὸν αἴτιον ὡρισμένον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα. διὰ τοῦτο γὰρ καὶ κατέλαβε τὸν χρεώστην καὶ ἀπέλαβε τὸ ἀργύριον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης ἔστι τι ἀεὶ λαβεῖν αἴτιον ὡρισμένον καὶ οὐ τὴν τύχην. ὅτι δὲ καὶ εἴπερ ἦν αἴτιον ἡ τύχη ἀόριστον ἦν, οὐδὲ ἀποδεῖξαι ἠξίωσε· τοιαύτὴν γὰρ παρὰ πᾶσιν ἔννοιαν ἔχουσιν ἥ τε τύχη καὶ τὸ αὐτόματον. ὁ δὲ δεύτερος λόγος τοιοῦτος ἂν εἴη· εἰ ἔστι τῶν γινομένων αἴτιον ἡ τύχη καὶ τὸ αὐτόματον, ἄτοπον ἄν τι καὶ ἄπορον ἀκολουθήσοι, τί δή ποτε οἱ πάλαι σοφοὶ τὰς αἰτίας τῆς γενέσεως καὶ φθορᾶς λέγοντες τούτων οὐκ ἐμνημόνευσαν. ᾧ δὲ ἄτοπόν τι ἀκολουθεῖ, τοῦτο καὶ αὐτὸ ἄτοπον ἄν εἴη. ὥστε ἄτοπον ἂν δόξοι τὸ εἶναι τῶν γινομένων ἑνός τινος αἰτίαν τὴν τύχην ἢ τὸ αὐτόματον. δυνατὸν δὲ καὶ οὕτως συνάγειν· εἰ μηδὲ τῶν ἀρχαίων σοφῶν τις αἴτια τὴν τύχην καὶ τὸ αὐτόματον ἐνόμιζεν, οὐδὲ εἶναι αὐτὰ αἴτια εἰκός. ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα λῆγον. ὅτι δὲ οὐδεὶς τῶν ἀρχαίων ἐνόμιζε, δείκνυσιν οὕτως· εἰ ἐνόμιζον οἱ τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς εἰπόντες αἴτιον εἶναι τὴν τύχην καὶ τὸ αὐτόματον, διώρισαν ἄν περὶ αὐτῶν· ἀλλὰ μὴν οὐ διώρισαν. ᾐτιάσατο δὲ ὁ Ἀλέξανδρος τὴν λέξιν ὡς ἀκατάλληλον τὴν λέγουσαν τί δήποτε οὐδεὶς περὶ τύχης οὐδὲν διώρισεν. ἔδει γάρ, φησίν, ἐπενεγκεῖν περὶ τύχης τι διώρισεν, διότι πρόκειται τὸ ἀποφατικὸν ἐν τῷ οὐδείς. καὶ δῆλον ὅτι πολλῷ μᾶλλον ἄν μέμψαιτο τῷ Πλάτωνι λέγοντι “οὐδεὶς εἰς οὐδὲν οὐδενὸς ἂν γένοιτο ἄξιος’’. ἀλλὰ καὶ θαυμάσαι μᾶλλον ἔδει τὸ χωρίον καὶ σαφῶς καὶ ἀκριβῶς καὶ ἐντρεπτικῶς ἡρμηνευμένον. Ἀλλὰ καὶ τοῦτο θαυμαστόν· πολλὰ γὰρ καὶ ἔστιν καὶ γίνεται ἕως τοῦ τοὐναντίον γενέσθαι. Πρὸς τοὺς δύο λόγους τοὺς δεικνύντας μὴ εἶναι τὴν τύχην καὶ τὸ αὐτόματον ἀντιλέγει, καὶ πρότερον πρὸς τὸν πρῶτον, ὃς ἀναιρεῖ τὴν τύχὴν διὰ τὸ ὡρίσθαι πάντων τὰ αἴτια, τὴν δὲ τύχην ἀόριστον εἶναι. ἀντιλέγει δὲ τοὐναντίον ἡ βούλεται δεικνὺς τὸν τοιοῦτον λόγον περαίνοντα. βούλεται μὲν γὰρ ἀναιρεῖν τὴν τύχην, λανθάνει δὲ αὐτὴν μᾶλλον κρατύνων. εἰ γὰρ ἔχοντες ἅπαντα τὰ γινόμενα εἰς ὡρισμένας αἰτίας ἀνάγειν καὶ τοῦτο οὐκ ἀγνοοῦντες, ὅμως οὐχ ἅπαντα εἰς ταύτας ἀνάγομεν, ἀλλὰ καὶ δοκεῖ ἡμῖν ἀπὸ τύχης γίνεσθαι λέγεσθαί τινα καὶ ἐκ ταὐτομάτου, δῆλον ὡς αἴτιόν τι παρὰ τὴν ὡρισμένην αἰτίαν ἡ τύχη καὶ τὸ αὐτόματον. εἰ γὰρ μηδέποτε ἀποροῦμεν ὡρισμένης ἀρχῆς, αἰτιώμεθα δὲ ἐπ’ ἐνίων οὐ τὴν ὡρισμένην καὶ πρόδηλον ἀρχὴν ἀλλὰ τὴν τύχην, δῆλον ὅτι ὡς ἕτερον παρ’ ἐκείνην οὖσαν αἰτιώμεθα. διὰ τί γὰρ Ἀχιλλεὺς μὲν ἐκ προαιρέσεως λέγεται ἀνηρηκέναι τὸν Ἕκτορα, Ἄδραστος δὲ ἀπὸ τύχης τὸν Κροίσου παῖδα; καίτοι καὶ οὗτος εἰ μὴ προείλετο ἀφεῖναι τὸ δόρυ, οὐκ ἄν ὁ τοῦ Κροίσου παῖς ἀνῃρέθη. ἀλλὰ προείλετο μὲν ἀφεῖναι τὸ δόρυ, προείλετο δὲ οὐ κατὰ τοῦ Κροίσου παιδός, ἀλλὰ κατὰ τοῦ θηρίου. τῆς μὲν οὖν ἀφέσεως αἰτίαν τὴν προαίρεσιν ῥητέον, τοῦ φόνου δὲ οὐδαμῶς. πῶς γὰρ προείλετο, ὃ εἰ προῄδει συμβησόμενον οὐκ ἄν ἔπεμψε τὸ ἀκόντιον; ὥστε καλῶς ἀπὸ τύχης λέγεται καὶ οὐκ ἀπὸ προνοίας ὁ τοιοῦτος φόνος. διὸ καὶ συγγνώμης ἐπὶ τοῖς τοιούτοις τυγχάνουσιν, ὡς τῶν γινομένων ὑφ’ ἡμῶν τῶν μὲν ἀπὸ τύχης ὄντων, τῶν δὲ ἀπὸ προαιρέσεως. καὶ ἔδει διὰ τοῦτο ὡς οὖσαν τὴν τύχην μνήμης τινὸς τυχεῖν. νῦν δὲ οὐ φαίνονται μνημονεύσαντες· οὐδὲ γὰρ τύχην ὀνομάζοντες φαίνονται, οὐδέ τι τῶν ὑπ’ αὐτῶν ὀνομαζομένων τὸ αὐτὸ τῇ τύχῃ δοκεῖ, οἷον φιλία ἢ νεῖκος ἢ νοῦς ἢ πῦρ ἢ ἄλλο τι τῶν τοιούτων ταῦτα μὲν γὰρ ὥρισται τὰ αἴτια), δι’ οὗ ὧν μὲν ἀνὰ μέρος, τοῦ δὲ νοῦ ἀεὶ ἡ ἐπικράτεια. τοῦτο δὲ πᾶν καὶ πρὸς τὸν δεύτερόν πὼς ὑπαντᾷ λόγον. τὸ δὲ καθάπερ ὁ παλαιὸς λόγος ὁ ἀναιρῶν τὴν τύχην πρὸς Δημόκριτον ἔοικεν εἰρῆσθαι· ἐκεῖνος γὰρ κἀν ἐν τῇ κοσμοποιίᾳ ἐδόκει τῇ τύχῃ κεχρῆσθαι, ἀλλ’ ἐν τοῖς μερικωτέροις οὐδενός φησιν εἶναι τὴν τύχην αἰτίαν ἀναφέρων εἰς ἄλλας αἰτίας, οἷον τοῦ θησαυρὸν εὑρεῖν τὸ σκάπτειν ἢ τὴν φυτείαν τῆς ἐλαίας, τοὐ δὲ καταγῆναι τοῦ φαλακροῦ τὸ κρανίον τὸν ἀετὸν ῥίψαντα τὴν χελώνην, ὅπως τὸ χελώνιον ῥαγῇ. οὕτως γὰρ ὁ Εὔδημος ἱστορεῖ. Πρὸς δὲ τὸν δεύτερον λόγον τὸν λέγοντα, ἄτοπόν τι καὶ ἄπορον ἀκολουθεῖν τοῖς τιθεῖσι τὴν τύχην τὸ τοὺς προτέρους φυσιολόγους μηδὲν περὶ αὐτῆς εἰπεῖν, πρὸς τοῦτον οὖν ὑπαντῶν τὸ ἄτοπόν φησιν οὐ τοῖς λέγουσιν αἴτιον τὴν τύχην ἀκολουθεῖν, ἀλλὰ τοῖς πάλαι φυσιολόγοις. εἴτε γὰρ μὴ ὑπελάμβανον αἴτιον εἶναι τὴν τύχην οὕτως ἐναργῶς οὖσαν, ἄτοπον, καὶ ὅτι σοφοὺς οἰομένους εἶναι καὶ περὶ τῶν ὅλων σκοπεῖσθαι δυνατοὺς τοῦτο διελάνθανε καὶ ὅτι μὴ ὑπολαμβάνοντες εἶναι ὅμως οὐκ ἔπει. θον τοὺς ἀνθρώπους ὅτι ἐπὶ κενὸν ὄνομα καταφέρονται, εἴτε ὑπολαμβάνοντες εἶναι παρέλειπον διδάξαι, τίς ἐστι καὶ τίνα ἔχει δύναμιν ἡ τύχη, καὶ τοῦτο ἄτοπον τὴν περὶ τῶν αἰτίων γνώμην ἀποφηναμένους περὶ τούτου παραλιπεῖν. ὅτι δὲ εἶχον ἔννοιάν τινα περὶ τῶν κατὰ τύχην συμβαινόντων, δηλοῖ τὸ χρῆσθαι ἐνίοτε τῷ ὀνόματι, ὥσπερ Ἐμπεδοκλῆς οὐκ ἀεὶ τὸν ἀέρα ἀνωτάτω ἀποκρίνεσθαί φησιν, ἀλλ’ ὅπως ἄν τύχῃ. λέγει γοῦν ἐν τῇ κοσμοποιίᾳ ὡς οὕτω συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως, καὶ ἐν ἄλλοις ὅπῃ συνέκυρσεν ἅπαντα, καὶ τὰ μόρια τῶν ζῴων ἀπὸ τύχης γενέσθαι τὰ πλεῖστά φησιν, ὡς ὅταν λέγῃ ἡ δὲ χθὼν τούτοισιν ἴση συνέκυρσε μάλιστα, καὶ πάλιν ἡ δὲ φλὸξ ἱλάειρα μινυνθαδίης τύχε γαίης, καὶ ἐν ἄλλοις Κύπριδος ἐν παλάμῃσι πλάδης τοιῆσδε τυχόντα. καὶ πολλὰ ἄν τις εὕροι ἐκ τῶν Ἐμπεδοκλέους Φυσικῶν τοιαῦτα παραθέσθαι, ὥσπερ καὶ τοῦτο· τῇδε μὲν οὖν ἰότητι Τύχης πεφρόνηκεν ἅπαντα. καὶ μετ’ ὀλίγον καὶ καθ’ ὅσον μὲν ἀραιότατα ξυνέκυρσε πεσόντα. ἀλλ’ οὗτος μὲν ἐπὶ σμικροῖς τῇ τύχῃ καταχρῆσθαι δοκῶν ἥττονος ἂν εἴη ἐπιστάσεως ἄξιος, τί ποτ’ ἔστιν ἡ τύχη μὴ παραδούς, οἱ δὲ περὶ Δημόκριτον διχῶς ἄτοπόν τι πεπονθέναι δοκοῦσι, πρῶτον μὲν ὅτι καὶ οὐρανοῦ τοῦδε, τί λέγω τοῦδε τοὐ οὐρανοῦ, ὅτι καὶ τῶν κόσμων ἁπάντων πολλῶν ἢ καὶ ἀπείρων ὄντων κατ’ αὐτοὺς αἰτιώμενοι τὸ αὐτόματον (ἀπὸ ταὐτομάτου γάρ φασι τὴν δίνην καὶ τὴν κίνησιν τὴν διακρίνασαν καὶ καταστήσασαν εἰς τήνδε τὴν τάξιν τὸ πᾶν), ὅμως οὐ λέγουσι τί ποτέ ἐστι τὸ αὐτόματον. δεύτερον δὲ θαυμάσαι ἄξιον αὐτῶν, πῶς τὰ μὲν ζῷα καὶ τὰ φυτὰ διατείνονται μήτε εἶναι μήτε γίνεσθαι ἀπὸ τύχης, ἀλλ’ ἢ φύσιν ἢ νοῦν ἤ τι τοιοῦτον ἕτερον εἶναι τὸ αἴτιον αὐτῶν ὡρισμένον καὶ οὔτε ἄτακτον οὔτε ἄλογον (πρόδηλον γὰρ τοῦτο ἦν, εἴπερ μὴ τὸ τυχὸν ἐκ τοῦ τυχόντος γίνεται, ἀλλ’ ἐξ ἀνθρωπείου μὲν σπέρματος ἄνθρωπος, ἐκ δὲ ἐλαίας ἐλαία, καὶ οὐδεὶς ἀπὸ τύχης φησὶν ἵππον ἐξ ἵππου τετέχθαι· οὐ γὰρ ἀπὸ τύχης τὸ τεταγμένον καὶ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πλεῖστον ὁμοίως ἔχον), τὰ δὲ μέγιστα καὶ τὰ θειότατα τῶν αἰσθητῶν τὸν οὐρανὸν καὶ τὴν τῶν ἄστρων χορείαν, ἐν οἷς οὐδὲν ἀόριστον οὐδὲ ἄτακτόν ἐστι, ταῦτα εἰς τὸ αὐτόματον ἀνάγουσι καὶ τὴν τύχην μηδεμίαν αὐτοῖς αἰτίαν τοιαύτην ἐφιστάνοντες, οἵαν τῶν ζῴων ἢ τῶν φυτῶν ἔλεγον εἶναι ὡρισμένην καὶ κατὰ λόγους καὶ κατὰ τάξιν ποιοῦσαν. καὶ ὅμως οὐδὲν περὶ τύχης ἢ αὐτομάτου λέγουσι. καίτοι κἄν ἔλεγόν τι, τοῦτ’ αὐτῶν ἄξιον εἶναι ἐπιστάσεως, εἰ τὰ τοιαῦτα ἔδει τῇ τύχῃ καὶ τῷ αὐτομάτῳ ἐπιτρέπειν, καὶ καλῶς ἔχει λε’· χθῆναί τι περὶ τούτου. πρὸς γὰρ τῷ ἄτοπον εἶναι τὸ τὰ θειότάτα τῶν ἐν τῷ κόσμῳ ὑπὸ ἀορίστων αἰτίων διοικεῖσθαι ἔτι ἀτοπώτερόν ἐστι τὸ λεγόμενον, εἰ κτὰ σύγκρισίν τις αὐτά σκοποίη, ὁρῶν ἐν μὲν τῷ οὐρανῷ πάντα τεταγμένα καὶ μηδὲν ἀορίστως μηδὲ ἀπὸ τύχης ἢ ἐκ ταὐτομάτου γινόμενον, ἐν δὲ τοῖς ὑπὸ σελήνην, ἃ λέγουσιν οὗτοι μὴ ἀπὸ τύχης γίνεσθαι, πολλὰ συμβαίνοντα ἀπὸ τύχης. καίτοι κατὰ τὴν τούτων ὑπόθεσιν τοὐναντίον εἰκὸς ἦν, τὸν μὲν οὐρανὸν ἀτάκτως κινεῖσθαι, τὰ δὲ ἐν γενέσει τεταγμένην ἔχειν πᾶσαν τὴν ἑαυτῶν φύσιν. καὶ τὰ μὲν οὐράνια ὀλιγοχρονιώτερα ἄν ἦν τοιαῦτα γὰρ τὰ ἀπὸ τύχης), τὰ δὲ ἐν γενέσει πολυχρονιώτερα. ὁρῶμεν δέ, ὅτι πολλῷ πλέον τῇ τάξει καὶ τῷ χρόνῳ τὰ οὐράνια τῶν τῇδε διαφέρει ἤπερ τῷ μεγέθει. Ἀπολογεῖται δὲ ὁ Εὔδημος ὑπὲρ τῶν παραλιπόντων ἐν τοῖς αἰτίοις τὴν τύχην λέγων “εὐλόγως δὲ αὐτὴν παρέλιπον κατὰ συμβεβηκὸς οὖσαν· τὰ γὰρ τοιαῦτα οὐδὲ εἶναι δοκεῖ, ἀλλὰ τὰ καθ’ αὑτά.” ἐν δὴ τούτοις πᾶσι τοῖς χωρίοις ὁ μὲν Ἀριστοτέλης σαφῆ καὶ τεταγμένην ἐποιήσατο τὴν παράδοσιν. τὰ δὲ τοῦ Ἀλεξάνδρου ὑπομνήματα καὶ ἐλλιπέστερά πὼς ἐν τοῦτοις καὶ ὑποσυγκεχυμένα μοι δοκεῖ, τάχα τοῦ μεταγραψαμένου τὴν τάξιν τῶν εἰρημένων ταράξαντος. ἀξιῶ δὲ τοὺς ἐγκαλοῦντας Ἀριστοτέλει ὡς ποιητικὸν αἴτιον τοῦ οὐρανοῦ μὴ λέγοντι τῶν ἐνταῦθα λεγομένων ἑῴῳ· μόνως ἀκούειν. εἰ γὰρ μέμφεται τοῖς λέγουσι τὸν οὐρανὸν καὶ τὰ θειότάτα τῶν φανερῶν ἀπὸ ταὐτομάτου γενέσθαι, τοιαύτην δὲ αἰτίαν μηδεμίαν εἶναι οἵαν τῶν ζῴων καὶ τῶν φυτῶν, δῆλον ὅτι καὶ γίνεσθαι αὐτὰ βούλεται, εἰ καὶ μὴ ἐν μέρει χρόνου, καὶ ἀπὸ ποιητικοῦ πάντως αἰτίου ὡρισμένου τούτου καὶ τεταγμένου, εἴπερ μέμφεται τοῖς ἐκ ταὐτομάτου λέγουσι γίνεσθαι, καὶ εἴπερ τὸ γινόμενον πᾶν ὑπὸ ποιοῦντος γίνεται. καὶ εἴη ἂν τὸ ποιοῦν νοῦς ἤ τι καὶ τοῦ νοῦ κρεῖττον, εἴπερ καὶ τῶν ζώων καὶ τῶν φυτῶν ἢ φύσιν ἢ νοῦν ἡ τι τοιοῦτον ἕτερον εἶναι τὸ αἴτιον συγχώρει. Εἰσὶ δέ τινες οἷς δοκεῖ μὲν εἶναι αἰτία ἡ τύχη ἕως τοῦ καὶ πῶς εἰς τὰ διωρισμένα αἴτια ἐμπίπτουσι. Τινὲς μὲν εἰ καὶ μὴ διαρρήδην λέγουσιν εἶναι τὴν τύχην, ἀλλ’ ἐξ ὧν λέγουσιν ἀναγκάζονται τὴν ὑπόστασιν αὐτῆς συγχωρεῖν, τινὲς δὲ καὶ αὐτόθὲν ὁμολογοῦσιν εἶναι τὴν τύχην καὶ αἰτίαν αὐτὴν εἶναι λέγουσι· τί δέ ἐστιν, οὐκ ἔχουσι λέγειν ἄδηλον αὐτὴν ἀνθρωπίνῃ διανοίᾳ νομίζοντες ὡς θεῖόν τι οὖσαν καὶ δαιμόνιον καὶ διὰ τοῦτο τὴν ἀνθρωπίνην γνῶσιν ὑπερβαῖνον, ὥσπερ οἱ Στωικοὶ δοκοῦσι λέγειν. καὶ ὅτι μὲν πολλοὶ ταύτης γεγόνασι τῆς δόξης, δῆλον ἐκ τοῦ προσκυνεῖν τὴν Τύχην ὡς θεὸν καὶ ἱερὰ οἰκοδομεῖν αὐτῆς καὶ ὕμνους εἰς αὐτὴν ᾄδειν. ἔοικε δὲ ἡ μὲν ὡς περὶ θείου τινὸς τῆς Τύχης οὖσα δόξα καὶ πρὸ τοῦ Ἀριστοτέλους εἶναι παρὰ τοῖς Ἕλλησι καὶ οὐχ ὑπὸ πρώτων νομισθῆναι τῶν Στωικῶν, ὥς οἴονται· καὶ γὰρ Πλάτων’ ἐν τοῖς Νόμοις “ὡς θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ, φησί, Τύχη καὶ Καιρὸς τὰ ἀνθρώπινα διακυβερνῶσι ξύμπαντα”. δὲ καί τινας τῶν πόλεων Τύχας τιμᾶν καὶ ναοὺς | οἰκοδομεῖν ὕστερον ἔοικε νομισθῆναι. οὐ γὰρ ἔχομεν παρὰ τοῖς παλαιοῖς Τυχῶν πόλεων ἱερὰ ἱστορημένα ἢ ἑορτὰς ἀναγεγραμμένας, καίτοι τὸ τῆς Τύχης ὄνομα καὶ παρὰ τοῖς παλαιοῖς τιμώμενον ἴσμεν· ἐν Δελφοῖς δὲ καὶ προκατῆρχεν ἐν ταῖς ἐρωτήσεσιν “ὦ Τύχη καὶ Λοξία, τῷδέ τινι θεμιστεύεις;’’ καὶ παρ’ ’0ρφεῖ δὲ μνήμης τετύχηκεν. εἰ οὖν οἱ μὲν τῶν θειοτέρων ἐν τῷ παντὶ σωμάτων τὴν αἰτίαν τῆς τύχης ἐξῆψαν, κἄν οὐ προσεποιήθησαν ὡς οὖσάν τι τὴν τύχην, οἱ δὲ τοῦ ὀνόματος ἐμνήσθησαν, κἀν μὴ ἐποιήσαντο περὶ αὐτῆς λόγον, οἱ δὲ καὶ θεῖόν τι ὑπέλαβον αὐτήν, διὰ πάντα ταῦτα δῆλον γέγονεν ὅτι ἔστι. καὶ ζητεῖν ἄξιον, τί ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον καὶ εἰ ἕτερα ἀλλήλων καὶ πῶς εἰς τὰ διωρισμένα αἴτια ἐμπίπτουσι, τουτέστι πότερον τῶν ὑλικῶν ἢ τῶν εἰδικῶν ἐστιν αἰτίων ἢ μᾶλλον τῶν ποιητικῶν ἢ τελικῶν καὶ πότερον τῶν καθ’ αὑτὰ ἢ τῶν κατὰ συμ- βεβηκός. Πρῶτον μὲν οὖν ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως ἕως τοῦ τά τε γὰρ τοιαῦτα ἀπὸ τύχης καὶ τὰ ἀπὸ τύχης τοιαύτα ὄντα ἴσμεν. Περὶ τύχης καὶ αὐτομάτου προθέμενος εἰπεῖν καὶ πρῶτον τὸ εἰ ἔστιν ἢ μὴ ἔστι προβαλόμενος ζητεῖν καὶ δείξας ὅτι ἔστιν ἀπὸ τῆς πάντων κοινῆς μαρτυρίας οὐ μόνον ἐκ τῶν θεῖον ἢ δαιμόνιον αὐτὴν λεγόντων αἴτιον καὶ ἐκ τῶν μνημονευσάντων τῆς τύχης ὡς αἰτίας, κἄν μὴ διήρθρωσάν τι περὶ αὐτῆς, ἀλλὰ καὶ ἐκ τῶν ἀνελεῖν αὐτὴν πειραθέντων καὶ γὰρ καὶ οὗτοι βεβαιοῦντες μᾶλλον τὴν τύχην ἐφάνησαν), ὥρμησε μὲν ἐπὶ τὰ ἑξῆς προβλήματα, τί τέ ἐστιν ἑκάτερον εἰς ζήτησιν προβαλόμενος καὶ τί διαφέρετον ἀλλήλοιν καὶ πῶς εἰς τὰ διωρισμένα αἴτια ἀναχθήσονται. ἐπιχειρήματι δὲ πρώτῳ χρῆται, ἅμα μὲν πάλιν ὅτι ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον οὐ μόνον ἀπὸ τῆς κοινῆς μαρτυρίας, ἀλλὰ καὶ ἀπὸ τῶν πραγμάτων δεικνύς συμπεραινόμενος γοῦν τοῦτον τὸν λόγον φανερόν φησιν, ὅτι ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον), ἅμα δὲ καὶ τῇ ἀποδείξει τῇ περὶ τοῦ τί ἐστιν ἀρχὴν παρεχόμενος. ὁ δὲ λόγος οἶμαι τοιοῦτος αὐτῷ γέγονε· λαβὼν ὁμολογούμενον τὸ γινομένου τινὸς αἰτιατοῦ εἶναι πάντως καὶ τὸ ποιοῦν αἴτιον αὐτοῦ, δείκνυσιν ὅτι τὰ ὡς ἐπ’ ἔλαττον ὄντα καὶ ἔστιν ἐν τῇ φύσει τῶν ὄντων καὶ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου γίνονται. εἰ οὖν τὰ ὡς ἐπ’ ἔλαττον γινόμενα ἔστιν ἐν τῇ φύσει καὶ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου, φανερόν, ὅτι ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον. καὶ ὅτι μὲν ἔστι τὰ ἐπ’ ἔλαττον γινόμενα, δείκνυσιν ἐκ τῆς τῶν γινομένων διαιρέσεως. οὐ γὰρ δὴ ἐν τοῖς ἀγενήτοις εἴη ἂν τὸ ἐπ’ ἔλαττον γινόμενον. τῶν γὰρ γινομένων τὰ μὲν ἀεὶ ὡσαύτως γίνεται ὡς τὸ ἀνατέλλειν καὶ δύνειν τὸν ἥλιον, τὰ δὲ οὐκ ἀεὶ ὡσαύτως. τούτων δὲ τὰ μὲν ὡς ἐπὶ τὸ πολὺ ὡς τὰ κατὰ φύσιν ἐν τοῖς ὑπὸ σελήνην γινομένοις τὸ ἄνθρωπον ἐξ ἀνθρώπου καὶ ἵππον ἐξ ἵππου καὶ τὸν ἕνεκά του προιόντα εἰς ἀγορὰν ἐκείνου τυγχάνειν οὗ ἕνεκα προῆλθεν, τὰ δὲ οὐχ ὡς ἐπὶ τὸ πολύ, ἀλλ’ ἢ ἐπ’ ἴσης ἢ ἐπ’ ἔλαττον· καὶ τὸ ἐπ’ ἴσης δὲ ἐπ’ ἔλαττόν ἐστι τῶν τε ἀεὶ καὶ τῶν ὡς ἐπὶ τὸ πολύ. καὶ διὰ τοῦτο οἶμαι καὶ Ἀριστοτέλης τό τε ἐπ’ ἴσης καὶ τὸ ὡς ἐπ’ ἔλαττον κοινῶς παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ διετέλεσε λέγων. ὅτι δὲ τὰ παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου γίνεται, δῆλον ἐκ τοῦ πάντας μὴ μόνον λέγειν ἀλλὰ καὶ γινώσκειν, ὅτι τὰ τοιαῦτα ἀπὸ τύχης γίνεται. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἀντίστροφον, ὅτι τὰ ἀπὸ τύχης γινόμενα τοιαῦτά ἐστιν. οὔτε γὰρ ἐν τοῖς ἀγενήτοις τοῖς ὄντως οὖσιν ἡ τύχη οὐδεὶς γὰρ τὸν νοῦν ἢ ὅλως τὰ ἀκίνητα αἴτια ἀπὸ τύχης φη|σίν) οὔτε ἐν τοῖς γινομένοις μέν, ἀεὶ δὲ ὡσαύτως γινομένοις, οὔτε ἐν τοῖς ὡς ἐπὶ τὸ πολὺ γινομένοις, ἀλλ’ ἐν τοῖς ἐπ’ ἔλαττον. διὸ ταῦτα δείξας ὄντα ὅτι ἔστιν ἡ τύχη συνήγαγε καὶ ὅτι ἐν τούτοις. καὶ γὰρ καὶ τῶν τεχναστῶν καὶ τῶν φυσικῶν ἐν τοῖς ἐλλείμμασίν ἐστιν ἡ τύχη, οἷον ἐπὶ ἰατρικῆς, οὗ μὴ διικνεῖται ἡ τέχνη, ἐνταῦθα παρεισδύεται ἡ τύχη. διὸ παρὰ μὲν τοῖς φαύλοις τεχνίταις πολὺ τὸ ἀπὸ τύχης, παρὰ δὲ τοῖς ἀρί· στοις ἐλάχιστον καὶ τῶν τεχνῶν ἐν ταῖς μάλιστα ἀπηκριβωμέναις. τῶν δὲ κατὰ φύσιν ἐν μὲν τοῖς πρώτοις καὶ τιμιωτάτοις οὐκ ἔστιν ἀεὶ γὰρ κτὰ φύσιν ἔχουσι καὶ ὡσαύτως), ἐν δὲ τοῖς γινομένοις καὶ φθειρομένοις, καθόσὸν ἐλλείπει ἡ φύσις καὶ ᾗ ἐλλείπει. δῆλον δὲ ὅτι μήπω διακρίνας τὴν τύχην καὶ τὸ αὐτόματον, κἄν τὴν τύχην μόνην ὀνομάζῃ, περὶ ἀμφοτέρων ποιεῖται τὸν λόγον. κἄν δοκῇ δὲ καὶ ἐνταῦθα ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας κατασκευάζειν τὸν λόγον εἰπὼν καὶ ταῦτα πάντες φασὶν εἶναι ἀπὸ τύχης, ἀλλ’ ὡς ἐναργοῦς ὄντος εἶπε νῦν. διὸ καὶ τοῖς μὲν ἐπήγαγε τῶν δὲ γινομένων τὰ μὲν ἕνεκά του γίνεται, τὰ δὲ οὗ· καὶ ἐκ τοῦ εἶναι τὰ ἐπ’ ἔλαττον καὶ ἐκ τοῦ περὶ ταῦτα τὴν τύχην εἶναι καὶ τὸ αὐτόματον δείξας ὅτι ἔστι ταῦτα, ἐφεξῆς λοιπὸν τὸν τρόπον προστι- θείς, καθ’ ὃν ἡ τύχη τούτων αἰτία καὶ τὸ αὐτόματον, ὅτι ὡς τοῖς κατὰ προαίρεσιν καὶ φύσιν γινομένοις παρυφιστάμενον κατὰ συμβεβηκὸς οὕτως αἰτία ἐστίν, ἐκ τούτων καὶ τὸ τί ἐστι δείκνυσι. πρὸς μὲν γὰρ τὸ εἰ ἔστιν ἤρκει τὸ εἶναι τὰ αἰτιατά, πρὸς δὲ τὸ τίνα τὰ αἴτιά ἐστι, χρεία τοῦ τρό- που τῆς τῶν αἰτιατῶν ὑποστάσεως. Διελὼν οὖν πάλιν τὰ γινόμενα πάντα κατὰ ἐπιδιαίρεσιν εἴς τε τὰ ἕνεκά του γινόμενα καὶ τὰ μὴ τοιαῦτα, πολλὰ γὰρ καὶ ἀσκόπως γίνεται ὡς διὰ συνήθειαν κακήν τινες τὰς τρίχας ἐκτίλλουσιν ἢ τοὺς ἑαυτῶν ὄνυχας μηδὲ ηὐξημένους τοῖς ὀδοῦσιν ἀποκόπτουσιν ἢ τὰς ῥῖνας ψηλαφῶ- σιν), ὅταν ἐπὶ μηδὲν τὴν ἀναφορὰν ἔχῃ γινόμενα, καὶ εἰπών, τίνα ἐστὶ τὰ ἕνεκά του, ὅτι τὰ κατὰ προαίρεσιν οἷα καὶ τὰ κατὰ τέχνην καὶ τὰ κατὰ φύσιν καὶ γὰρ ἡ προαίρεσις ἕνεκά του ποιεῖ καὶ ἡ φύσις, ὡς προιὼν διὰ πολλῶν δείξει, καὶ οὐκ ἔστιν ἡ προαίρεσις ἡ διὰ τῆς τέχνης ὡς ἐν τοῖς τοπικοῖς καὶ τοῖς Ἠθικοῖς εἴρηται), καλῶς δὲ εἶπε τὰ ἕνεκά του ὅσα ἀπὸ διανοίας ἄν πραχθείη καὶ ὅσα ἀπὸ φύσεως, κἂν μὴ οὕτως ἐπράχθη, ἠδύνατο δὲ πραχθῆναι οὕτως οἷον τὸ ἀπελθεῖν εἰς ἀγο- ρὰν καὶ τοῦ ἀπολαβεῖν τὸ χρέος ἕνεκα δυνατὸν ἦν. κἄν μὴ τούτου οὖν ἕνεκα ἀπῆλθεν, ἐν τοῖς ἕνεκά του λέγεται εἶναι ἡ ἀπόληψις), τοιούτων οὖν ὄντων τῶν ἕνεκά του ἄμφω ἥ τε τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του. εἰ οὗν καὶ πρότερον δέδεικται, ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἐπ’ ἔλαττον, συνάγεται ἐν τρίτῳ σχήματι τὸ τινὰ τῶν ὡς ἐπ’ ἔλαττον ἕνεκά του γίνεσθαι, ὅπερ ἐσήμανεν αὐτὸς διὰ τοῦ ὥστε δῆλον ὅτι καὶ ἐν τοῖς παρὰ τὸ ἀναγκαῖον καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἔστιν ἔνια περὶ ἃ ἐνδέχεται ὑπάρχειν τὸ ἕνεκά του. καὶ τὸ ὥστε δηλον- ότι συμπερασματικὸν εἰπών, ἐν οἷς ἐπήγαγεν ὅτι τὰ τοιαῦτα ἀποτελέσματα ἐν τοῖς ἐπ’ ἔλαττον ἕνεκά του, ὅταν κατὰ συμβεβηκὸς γένηται, ἀπὸ τύχης φαμὲν εἶναι. καὶ ὅτι μὲν τὰ ἕνεκά του ἔλαβεν οὐ πάντως ἃ ἕνεκά του πράττομεν, ἀλλὰ τὰ δυνάμενα ἕνεκά του πραχθῆναι, δῆλον πεποίηκε μετ’ ὀλίγα λέγων αὐτὸς νῦν δὲ τοῦτο ἔστω φανερόν, ὅτι ἄμφω ἐν τοῖς ἕνεκά τού ἐστιν, οἷον ἕνεκα τοῦ ἀπολαβεῖν τὸ ἀργύριον ὅν κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει· ἦλθε δὲ οὐ τούτου ἕνεκα, συνέβη δὲ ἐλθεῖν καὶ ποιῆσαι τοῦτο τοῦ κομίσασθαι ἕνεκα. “τοῦτο, δέ φησιν Ἀλέξανδρος, οὐ τὸ ἀπὸ τύχης ἁπλῶς, ἀλλὰ ἀγαθῆς τύ- χης ἐστὶ παράδειγμα.’’ ὅτι δὲ καὶ τὸ ἄμφω δὲ ἐν τοῖς ἕνεκά του τὸ πρότερον εἰρημένον, οὐ περὶ τῶν κατὰ προαίρεσιν εἴρηται, ὥς τινες ὑπέ- λαβον, ἀλλὰ περὶ τῆς τύχης καὶ τοῦ αὐτομάτου, δηλοῖ τὸ ἐν τῇ προσεχῶς ἐκτεθείσῃ ῥήσει διὰ τῶν αὐτῶν συλλαβῶν προαχθέν· νῦν δέ, φησί, τοῦτο ἔστω φανερόν, ὅτι ἄμφω ἐν τοῖς ἕνεκά τού ἐστι τὰ περὶ ὧν ἦν ὁ λόγος. ἦν δὲ περὶ τῆς τύχης καὶ τοῦ αὐτομάτου, ὧν τὴν διαφορὰν ὕστερον διορίζειν ἐπηγγείλατο. ἀλλὰ καὶ εἴ τις ἐπὶ τῶν κατὰ προαίρεσιν καὶ μὴ τοῦτο ἤκουσεν, οὐκ ἠκολούθει τὸ ἐπαχθὲν συμπέρασμα. οὐ γὰρ ἐκ τοῦ τὰ ἀπὸ τύχης καὶ κατὰ φύσιν ἐν τοῖς ἕνεκά του ἀκολουθεῖ τὸ εἰ- ρημένον συμπέρασμα. οὐ γὰρ ἕξει συνάφειαν ὁ λόγος. εἰκότως δὲ δείξεως ἠξίωσε τὸ ἔν τισι τῶν ἐπ’ ἔλαττον ὑπάρχειν τὸ ἕνεκά του, διότι τὰ ἐπ’ ἔλαττον ἄσκοπα ἄν ἔδοξέ τισι, καὶ μὴ δειχθέντος τούτου οὐ συνήγετο, ὅτι τὰ ἀπὸ τύχης ἐν τοῖς ἐπ’ ἔλαττον ἕνεκά τού ἐστιν. Ὁ δὲ Εὔδημος οὕτως δείκνυσιν ὅτι ἡ τύχη ἐν τοῖς ἕνεκά του· “ἐν οἷς, φησί, τὸ εὐτυχεῖν καὶ τὸ ἀτυχεῖν, ἐν τούτοις ἐστὶν ἡ τύχη· ταῦτα δὲ ἐν οἷς ἀγαθοῦ ἐπίτευξις καὶ ἀπότευξις καὶ τὸ ἕνεκά του· πᾶς γὰρ ὁ ἕνεκά του πράττων ἀγαθοῦ ἐφίεται’’. ὁ δὲ λόγος οὗτος τὴν τύχην μόνην ἐν τοῖς ἕνεκά του τέθεικεν, οὐκέτι δὲ καὶ τὸ αὐτόματον. ὅταν δὲ τὰ ἕνεκά του γινόμενα, ταῦτα δέ ἐστι τά τε ἀπὸ διανοίας καὶ τὰ ἀπὸ φύσεως, ἐν τοῖς ἐπ’ ἔλαττον κατὰ συμβεβηκὸς γένηταί τινος αἴτια, τότε τὰ γινόμενα ἀπὸ τύχης τε καὶ ἐκ ταὐτομάτου φαμὲν γίνεσθαι. τὸ δὲ ἕνεκά του θεω- ῥεῖται, οὐχ ὅτι ἕνεκά τινος ἐγένετο ἡ πρόοδος οἷον τοῦ ἀγοράσαι, ὡς Πορ- φύριός φησιν, ἀλλ’ ὅτι καὶ τούτου ἄν ἕνεκα τοῦ τέλους ἐγένετο. γὰρ ἄν, φησί, κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει. κατὰ συμβεβηκὸς δὲ γίνεται αἰτιατὰ ἀπὸ διανοίας καὶ ἀπὸ φύσεως, ὅταν μὴ ὧν χάριν γίνε- ται ταῦτα γίνηται, ἀλλά τινα ἄλλα, οἷον προέρχομαι μὲν διὰ τὸ ἀγοράσαι, περιτυχὼν δὲ τῷ χρεώστῃ ἀπέλαβον τὸ χρέος. καὶ καταφέρεται μὲν ὁ λίθος διὰ τὸ καταλαβεῖν | τὴν οἰκείαν ὁλότητα, κατὰ κεφαλῆς δέ τινος ἐνεχθεὶς ἐτραυμάτισεν ἢ τοιώσδε πεσὼν βάθρον ἐγένετο. Εἰπὼν δὲ τὰ ἀπὸ διανοίας καὶ φύσεως οἷον τὴν πρόοδον ἡ τὴν πτῶσιν, ὅταν κτὰ συμβεβηκὸς αἴτια γένηταί τινος, τότε τὰ ἀπ’ αὐτῶν γενόμενα ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου λέγεσθαι γίνεσθαι, διότι οὐ κατὰ τὸν ἐκείνων ἐγένετο λόγον, εἰκότως ἐφεξῆς δείκνυσιν, ὅτι ἔστιν ὅλως τινὰ κατὰ συμβε- κὸς αἴτια, ὅπερ εἶπε μὲν καὶ πρότερον, ὑπομιμνῄσκει δὲ καὶ νῦν διὰ τοῦ τῆς οἰκίας παραδείγματος· ἧς καθ’ αὑτὸ μὲν αἴτιον ἡ τέχνη ἡ οἰκοδομικὴ καὶ ὁ κατ’ αὐτὴν τεχνίτης, κατὰ συμβεβηκὸς δὲ ὁ λευκὸς ἢ ὁ μουσικός. “ὡς γὰρ ὄν φησι τὸ μέν ἐστι καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός λέγει δὲ ὃν καθ’ αὑτὸ μὲν τὴν οὐσίαν, κατὰ συμβεβηκὸς δὲ τὰ τῇ οὐσίᾳ συμβεβηκότα), οὕτως καὶ τὸ αἴτιον τὸ μέν ἐστι καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός”, ὥς φησιν Ἀλέξανδρος. μήποτε δὲ καὶ ἁπλοϊκώτερον ἀκουστέον τὸ ὂν πᾶν τὸ αἰτιατόν, ἵνα ᾖ λέγων, ὡς αἰτιατὸν τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός, οὕτως καὶ αἴτιον. καὶ γὰρ καὶ αἱ παρὰ τὴν οὐσίαν κατηγορίαι συμβεβηκότα μέν εἰσιν ὡς ἀεὶ ἐν τῇ οὐσίᾳ, οὐ κατὰ συμβεβηκὸς δὲ ἀεὶ ὑπάρχουσι. διαφέρει δὲ τῶν ἄλλων τῶν κατὰ συμβε- βηκὸς αἰτίων ἡ τύχη, διότι ἐκείνων μὲν ἕκαστον κατὰ συμβεβηκὸς αἴτιον λέγεται, διότι τῷ καθ’ αὑτὸ αἰτίῳ συμβέβηκεν, οἷον τὸ λευκὸν κατὰ συμ- βεβηκὸς αἴτιον τῆς οἰκίας, ὅτι τῷ καθ’ αὑτὸ αἰτίῳ τῆς οἰκίας τῷ οἰκοδόμῳ συμβέβηκε τὸ λευκῷ εἶναι. ἐπὶ δὲ τῆς τύχης ἡ αὐτὴ πρᾶξις καὶ μία ἄλλου μὲν καθ’ αὑτὴν αἰτία, ἄλλου δὲ κατὰ συμβεβηκός. τὸ γὰρ ὀρύξαι τοῦ μὲν φυτεῦσαι καθ’ αὑτὸ αἴτιον, τοὐ δὲ τὸν θησαυρὸν εὑρεῖν κατὰ συμβεβηκός ἐστιν αἴτιον. διὸ ἐκεῖ μὲν ἐν τοῖς αἰτίοις ἡ διαφορά τὸ μὲν γὰρ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός), ἐνταῦθα δὲ τὸ μὲν αἴτιον τὸ αὐτό, τὰ δὲ τέλη διάφορα, τὸ μὲν καθ’ αὑτὸ ἀκόλουθον, τὸ δὲ κατὰ συμ- βεβηκός. μήποτε δὲ καὶ τὸ αἴτιον κἄν τὸ αὐτὸ δοκῇ εἶναι, οἷον τὸ ὀρύξαι, ἀλλ’ ἄλλως μὲν τοῦ φυτεῦσαι ὡς καθ’ αὑτὸ αἴτιον, ἄλλως δὲ τοῦ θησαυ- ρὸν εὑρεῖν ὡς κατὰ συμβεβηκός. τὸ δὲ κατὰ συμβεβηκὸς ἐνταῦθα οὐκ ἐπὶ τοῦ ποιητικοῦ μόνον αἰτίου θεωρεῖται ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ καὶ ἐπὶ τοῦ τέλους· ὡς γὰρ τὸ ὀρύξαι ἐπὶ φυτείᾳ εἰ τύχοι κατὰ συμβεβηκὸς αἴτιόν ἐστι τοῦ θησαυρὸν εὑρεῖν, οὕτως καὶ τὸ εὑρεῖν τέλος ἐστὶ κατὰ συμβεβη- κὸς τοῦ ἐπὶ φυτείᾳ ὀρύξαι. καὶ τὸ μὲν τέλος κατὰ συμβεβηκὸς ἀπὸ τύχης λέγεται, τὸ δὲ τῷ ποιητικῷ συμβεβηκὸς τύχη. ἔχει μέντοι γε τὸ ἀόριστον οὐδὲν ἧττον εἰ μὴ καὶ μᾶλλον τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων ἡ τύχη. τὸ γὰρ εὑρεῖν τὸν θησαυρὸν πολλοῖς ἄν καὶ ἀπείροις αἰτίοις ἐπι- συμβαίη ἄλλου τινὸς χάριν γινομένοις. καὶ γὰρ ὀρύττει τις καὶ τοῦ φυτεῦ- σαι χάριν καὶ τοὐ θεμέλιον καταβαλεῖν καὶ ὕδωρ εὑρεῖν ἢ διοχετεῦσαι ἢ σιρὸν ἢ τάφον ποιῆσαι καὶ μυρίων ἄλλων ἕνεκεν. ὡς εἴ γε μὴ ἀόριστον ἀλλὰ τεταγμένον εἴη τὸ γινόμενον, οὐκέτι ἀπὸ τύχης τοῦτο οὐδὲ τὸ ποιοῦν τόχη. Ἔοικε δὲ καὶ ὁ Δημόκριτος καίτοι διαφερόμενος συμφέρεσθαι ταῖς περὶ τύχης ἐννοίαις. φησὶ γὰρ οὐκ ἀπὸ τύχης εὑρεῖν τὸν θησαυρόν, ἀλλ’ ὅτι ὤρυττε φυτεῦσαι ἢ ὕδωρ εὑρεῖν ἢ ἄλλο τι τοιοῦτον, ἐφ’ ὧν ἄν εὗρεν. καὶ ἕκαστον τούτων ὡσαύτως αἴτιον ἄν εἴη καὶ γένοιτο. πολλῶν οὗν ὄν- των ἃ γένοιτο ἄν αἴτια κατὰ τὸν Δημόκριτον, ἀόριστος ἄν εἴη ἡ αἰτία καὶ οὕτως, καὶ οὐ καθ’ αὑτὴν ἀλλὰ κατὰ συμβεβηκός. σύμπτωμα γάρ ἐστιν ἑτέρων τινῶν, ὧν χάριν ἡ ὄρυξις. εἰ οὖν ἀόριστόν τί ἐστι τὸ ἀπὸ τύχης καὶ ἡ τύχη ἀόριστος, δῆλον ὅτι οὕτε ἐν τοῖς ἀγενήτοις ἄν εἴη τοῖς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως τὸ ἀκίνητον καὶ ἀμετάβλητον ἔχουσι οὔτε ἐν τοῖς γινομένοις μὲν ἀναγκαίως δὲ γινομένοις, ἀλλ’ οὐδὲ ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ καὶ γὰρ καὶ ταῦτα ὥρισται μᾶλλον), ἀλλ’ ἐν τοῖς ἐπ’ ἔλαττον. καὶ εἰ παρακολούθημά τινός ἐστι προηγουμένης κινήσεως, πᾶσα δὲ κίνησις ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ, ἢ ἀπὸ διανοίας ἐστὶν ἢ ἀπὸ φύσεως καὶ ἑκατέρα τούτων ἕνεκά του γίνεται, πάντως εἰκότως ἐν τοῖς ἕνεκά του γινομένοις ἐτάχθη οὐ τοῖς καθ’ αὑτό, ἀλλὰ τοῖς κατὰ συμβεβηκός, εἴπερ ἀόριστά ἐστιν. ὡς γὰρ τὰ καθ’ αὑτὰ αἴτια ὡρισμένα, οὕτως τὰ κατὰ συμβεβηκὸς ἀόριστα. ὁ μὲν γὰρ οἰκοδόμος ὡρισμένως τῆς οἰκίας αἴτιος, τῶν δὲ κατὰ συμβεβηκὸς οὐδὲν μᾶλλον ὁ λευκὸς ἢ ὁ μουσικός. ὥστε εἰ μὲν τὰ καθ’ αὑτά τις αἴτια μόνα εἶναι νομίζοι, οὐδὲν ἄν γένοιτο ἀπὸ τύχης· εἰ δὲ καὶ τὰ κατὰ συμβεβηκὸς παραδέχοιτο, γένοιτο ἄν τι καὶ ἀπὸ τύχης. Ὁποῖον δὲ τοῦτό ἐστιν, ἐδήλωσε διὰ τοῦ παραδείγματος. ὃ γὰρ ἐπη- κολούθησε πράξει τινί, ἥτις ἐπράχθη μὲν ἄν καὶ διὰ τὸ ἀκολουθῆσαν, οὐ μέντοι τότε διὰ τοῦτο ἐπράχθη, τοῦτο ἀπὸ τύχης εἶναί φαμεν. καὶ γὰρ προῆλθεν ἄν τις καὶ ἐπὶ τῷ τὸ χρέος ἀπολαβεῖν. ἀλλ’ εἰ διὰ τοῦτο προελθὼν ἀπολάβοι, οὐ κατὰ τύχην ἀπέλαβεν, ἀλλ’ ὅταν ἄλλου ἕνεκα προελθὼν εὕροι τὸν χρεώστην κομιζόμενον τὸν ἔρανον, καὶ ἀπολάβοι τὸ ἀργύριον. τοῦτο δὲ τὸ παράδειγμα οὐχ ἀπλῶς τύχης ἐστίν, ἀλλ’ ἀγαθῆς. ὅταν γὰρ ἀπαντήσῃ τῇ πράξει τῇ κατὰ προαίρεσιν γινομένῃ τέλος τοιοῦ- τον, δι’ ὃ κἂν προηγουμένως ἐπράχθη ἡ πρᾶξις, δῆλον ὡς βουλητὸν καὶ προαιρετόν ἐστι τὸ ἀπαντῆσαν. ἔστι δὲ ὅτε καὶ φαῦλόν τι καὶ ἀβούλητον ἀπαντᾷ μὴ τούτου ἕνεκα πραττόντων ἢ πραξάντων ἄν, καὶ ἔστι καὶ τοῦτο ἀπὸ τύχης οὐδὲν ἔλαττον ἐκείνου καὶ τύχη τὸ αἴτιον, ἀλλὰ κακή. ἀπροαί- ρετον γὰρ καὶ φευκτὸν τὸ τέλος. “καὶ εἴη ἄν, φησὶν Ἀλέξανδρος, τύχης ὑπογραφὴ τὸ τῷ κατὰ προαίρεσιν καὶ ἕνεκά του πραττομένῳ ἀπαντῆσαν ἄλλο ὃν ἐκείνου, οὗ χάριν ἐπράττετο προηγουμένως κατὰ προαίρεδιν.” τοῦτο δὲ οὐκ ἔστι τύχη, ἀλλ’ ἀπὸ τύχης. ἡ δὲ τύχη, ὡς αὐτὸς Ἀριστοτέλης ὁρίζεται, αἰτία κατὰ συμβεβηκός ἐστιν ἐν τοῖς κατὰ προαίρεσιν. καὶ δῆλον ὅτι ποιητικὴ αἰτία ἐστὶν ἡ τύχη, ὡς ῥηθήσεται, ἀλλὰ κατὰ συμ- βεβηκὸς ποιητική, ὥσπερ καὶ τὸ ἀπὸ τύχης τέλος κατὰ συμβεβηκός. δεῖ δέ, φησί, τοῦτο τὸ κατὰ συμβεβηκὸς αἴτιον γινόμενον τοῦ ἀπὸ τύχης οἷον τὸ εἰς ἀγορὰν ἐλθεῖν μήτε τῶν ἐξ ἀνάγκης εἶναι μήτε τῶν ὡς ἐπὶ τὸ πολύ. τῷ γὰρ ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολὺ καθ’ ἡμέραν εἰς ἀγορὰν φοιτῶντι τὸ ἀπαντῆσαί ποτε τὸν χρεώστην οὐκ ἀπὸ τύχης ἐστίν· ἔδει γάρ ποτε καὶ τοῦτο ἀπαντῆσαι καὶ ἦν εὔλογον. ἀλλ’ εἰ σπανίως καὶ ἅπαξ που ἐπί τι ἄλλο προελθόντι ἀπήντησε, τότε ἀπὸ τύχης. καὶ εἰκότως τοῦτο προσέθηκε τῆ τοῦ ὁρισμοῦ συναγωγῇ, ἐπειδὴ ἐν τοῖς ἐπ’ ἔλαττον ἔκειτο ἡ τύχη. Τὸ δὲ τέλος, φησίν, ὅπερ ἐστὶ τὸ ἀπὸ τύχης, οἷον ἡ κομιδὴ τοῦ ἀργυρίου, οὐ τῶν ἐν αὐτῷ αἰτίων, ἀλλὰ τῶν προαιρετῶν καὶ ἀπὸ διανοίας· οὐ γὰρ τῶν τοιούτων ἐστὶ τελικῶν αἰτίων τῶν ἐνυπαρχόντων, οἷά ἐστι τὰ τῶν φύσει γινομένων τέλη, ὧν χάριν τὰ πρὸ αὐτῶν ἐν αὐτῷ τῷ πράγματι γίνεται τῷ κατὰ φύσιν γινομένῳ, ἀλλ’ ἔστι τῶν ἔξωθεν προσ- γινομένων· τοιαῦτα γὰρ τὰ ἀπὸ τύχης τε καὶ προαιρέσεως γινόμενα· οἶδε δὲ καὶ τοιαύτην γραφὴν ὁ Ἀλέξανδρος ἀλλὰ τῶν ἀπροαιρέτων καὶ οὐκ ἀπὸ διανοίας. “κἂν οὕτως εἴη, φησί, γεγραμμένον, λέγοι ἄν τότε ἀπὸ τύχης εἶναι τὸ τέλος, ὅταν μὴ προελομένοις ἡμῖν μηδὲ διανοηθεῖσι περὶ αὐτοῦ μηδὲ τούτου χάριν τὰ πρὸ αὐτοῦ ποιήσασιν ἀπαντήσῃ, ἐπεὶ ὅτι γε τὸ ἀπὸ τύχης γινόμενον τῶν ὑπὸ προαίρεσίν τε καὶ διάνοιαν πιπτόντων ἐστίν, ὀλίγῳ πρόσθεν εἴρηκε”. δοκεῖ δὲ τῇ γραφῇ ταύτῃ καὶ τὸ ἐπαγό- μένον συνᾴδειν τὸ εἰ δὲ προελόμενος τούτου ἕνεκα· πρὸς γὰρ τὸ ἀπροαίρετον ἐπῆχθαι δοκεῖ τὸ εἰ δὲ προελόμενος. ἡ δὲ προτέρα γραφὴ τὸ ἀπὸ τύχης τέλος διορίζει τοῦ φυσικοῦ· τὰ γὰρ φυσικὰ τέλη οὐκ ἔστι προαιρετὰ οὐδὲ ἔξωθεν, ἀλλ’ ἐν αὐτοῖς τοῖς τὴν φύσιν ἔχουσιν. ἔστι μὲν γὰρ καὶ ἐν τοῖς φύσει γινομένοις ταῖς ἄλλου χάριν γινομέναις φυσικαῖς κι- νήσεσι μὴ τὸ οὗ χάριν, ἀλλά τι ἄλλο τέλος ἀπαντήσαι, ὡς τὸ ἑξαδάκτυλον ἐπὶ ἀνθρώπου ἢ βούπρῳρον. ἀλλ’ οὐκ ἀπὸ τύχης τὰ τοιαῦτα. φαμὲν δὲ ὅτι τὸ ἀπὸ τύχης ἐν τοῖς κατὰ προαίρεσιν ἀπαντᾷ καὶ ἔξωθεν περιγίνεται οὐκ ὃν ἡμῶν τι. τὸ γὰρ τὸ ὀφειλόμενον κομίσασθαι οὐ φύσει τῷ κομι- ζομένῳ ἐνυπάρχει· οὐδὲ γὰρ τὸ προελέσθαι καὶ ἐλθεῖν εἰς τόνδε τὸν τό- πον φύσει. κἀν φύσει προαιρετικὸς ᾖ ὁ ἄνθρωπος, οὐ μὴν τὸ προαιρεῖσθαι τόδε τι φυσικόν. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι τὸ λεχθέν, ὅτι τὸ τέλος, ὅπερ ἐστὶν ἡ κομιδή, οὐ τῶν ἐν αὐτῷ αἰτίων ἀποτέλεσμα καὶ τέλος, ἔστι δὲ ἐν αὐτῷ αἴτιον ἡ φύσις· ἡ γὰρ φύσις ἀρχὴ κινήσεως, ἐν ᾧ ὑπάρχει πρώτῳ. ὥστε τὸ ἀπὸ τύχης γενόμενον οὐκ ἔχει ποιητικὸν αἴτιον τὴν φύσιν, ἀλλὰ διάνοιαν καὶ προαίρεσιν· διὸ περὶ τὸ αὐτὸ διάνοια καὶ τύχη· περὶ γὰρ προαίρεσιν καὶ πρᾶξιν ἡ τύχη, ὡς δειχθήσεται, ἡ δὲ προαίρεσις οὐκ ἄνευ διανοίας. Ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι ἕως τοῦ καὶ ἄδηλος ἀνθρώπῳ. Εἰπὼν τί ἐστιν ἡ τύχη καὶ δι’ ὁρισμοῦ παραδοὺς αὐτήν, ὃν ἐκ τῶν ἀποδεδειγμένων συνήγαγεν, ὅτι ἔστιν ἡ τύχη αἰτία, ὅπερ ὡς γένος παρέλαβε, καὶ “αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν ἕνεκά του”, εἰ δὲ κατὰ συμβεβηκός, καὶ ἐπ’ ἔλαττον, ταῦτα οὖν εἰπὼν ἐφεξῆς οἶμαι βούλεται κατὰ τὸ σύνηθες συμψήφους ἑαυτῷ δεῖξαι καὶ τοὺς ὁτιοῦν περὶ τύχης λέ- γοντας. τοῦτο δὲ ποιεῖ τὴν ἀποδεδομένην τῆς τύχης ἔννοιαν ἐφαρμόζου- σαν τοῖς περὶ αὐτῆς λεγομένοις δεικνύς. καὶ γὰρ ὑπό τινων μὲν λέγεται αἰτία μέν, τοῦ δὲ ἀορίστου αἰτία ἡ τύχη. ὑπὸ δέ τινων μηδὲ εἶναι ὅλως αἰτία τῶν γινομένων ἡ τύχη, ὑπὸ δέ τινων εἶναι μέν, ‘‘ἄδηλος δὲ ἀνθρωπίνῃ διανοίᾳ”. λέγεται δὲ καὶ παράλογος ἡ τύχη πρός τινων. οὖν, φησί, πάντα ὀρθῶς λέγεται, καὶ συνᾴδει τοῖς παρ’ ἡμῶν εἰρημένοις. ἐπειδὴ γὰρ κατὰ συμβεβηκὸς αἴτιον ἡ τύχη, τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια ἀόριστά ἐστι, καὶ ταύτῃ τῶν καθ’ αὑτὰ διαφέρει, καθὸ ἐπ’ ἐκείνων ἔστιν ὁρίσαντας εἰπεῖν τόδε τοῦδε αἴτιον εἶναι, ἐπὶ δὲ τῶν κατὰ συμβεβηκὸς οὐ· κέτι. τοῦ γὰρ κομίσασθαι τὸ ἀργύριον ἐλθόντα μὴ τούτου ἕνεκεν, ὅπερ ἀπὸ τύχης φαμέν, ἄπειρα τὰ αἴτια δύναται εἶναι· καὶ γὰρ ἰδεῖν τινα βου- λόμενος ἔλθοι ἄν καὶ διώκων καὶ φεύγων καὶ θέαν τινὰ ὀψόμενος. καὶ μυρία ὅσα αἴτια δύναται γίνεσθαι τοῦ εἰς τόνδε ἐλθεῖν τὸν τόπον, ἅπερ πάντα κατὰ συμβεβηκὸς αἴτια γίνεται τοῦ κομίσασθαι τὸ ἀργύριον. καὶ οὐδὲν μᾶλλον τόδε τοῦδε. μόνον γὰρ καθ’ αὑτὸ αἴτιον τοῦ κομίσασθαι τὸ ἀργύριον ἐλθόντα εἰς ἀγορὰν τὸ τούτου χάριν ἐλθεῖν. ‘‘μήποτε δέ, φησὶν ὁ Ἀλέξανδρος, οἰκειότερόν ἐστι τοῖς προειρημένοις κατὰ συμβεβηκὸς] διὰ τοῦτο λέγειν τὸ ἕνεκά τὸ ἕνεκα] τινος γινόμενον κατὰ συμβεβηκὸς αἴτιον εἶναι τούτου, οὗ | οὐκ ἐγένετο χάριν, ὅτι ἓν μέν ἐστι τὸ οὗ χάριν γίνεται, ἄπειρα δὲ αὐτῷ ἀπαντῆσαι δύναται καὶ συμβῆναι τὰ ὧν χάριν οὐ γίνεται, ὧν ἐστι καὶ τὸ κομίσασθαι’’. οἰκειότερον δὲ τοῦτό φησι, διότι τοῦ στου αἰτία εἴρηται ἡ τύχη. καὶ δῆλον δὲ ὅτι ἡ τοιαύτη ἐπιβολὴ ἀόρι- στον τὸ ὡς τέλος αἴτιον λαμβάνει, ὅπερ ἐστὶ τὸ ἀπὸ τύχης. ὁ δὲ Ἀρι- στοτέλης ἀόριστα αἴτια οὐ τὰ τελικὰ τῆς τύχης φησὶν ἀλλὰ τὰ ὡς ποιητικά. ταῦτα γάρ ἐστι τὰ ἀφ’ ὧν ἄν γένοιτο τὰ ἀπὸ τύχης. καὶ πρὸς τοῦτο τὰ παραδείγματα ἐφεξῆς ἐπάγει λέγων ἄπειρα τὸ πλῆθος τὰ κατὰ συμβεβηκὸς αἴτια τοῦ εἰς ἀγορὰν ἐλθόντα κομίσασθαι τὸ ἀρ- γύριον. εἰ τοίνυν ἀόριστα τὰ αἴτια, φησίν, ἐστὶν ἀφ’ ὧν ἄν γέ- νοιτο τὸ ἀπὸ τύχης, εἰκότως ἀόριστος οὖσα ἡ τύχη, εἴπερ κατὰ τὰ ἀόριστα αἴτια θεωρεῖται, ἀορίστου τέλους αἰτία ἔστι τε καὶ λέγεται. εἰ δὲ καὶ τὸ ἀπὸ τύχης ἀόριστον καὶ ἡ τύχη ἀόριστος, εἰκότως ‘‘ἄδηλός ἐστιν ἀνθρωπίνῃ διανοίᾳ’’. τὰ γὰρ ἀόριστα ἀπερίληπτα τῷ λογισμῷ ἐστιν. ἐπι- στῆσαι δὲ ἄξιον, ὅτι πρότερον ‘ἄδηλον ἀνθρωπίνῃ διανοίᾳ’ τὴν τύχην ἔλεγε δοκεῖν τισιν, οὐ διὰ τὸ ἀόριστον ἀλλὰ διὰ τὸ ‘θεῖόν τι εἶναι ἢ δαι- μόνιον’. ἀλλ’ ἴσως καὶ τοῦτο ὑπενόουν ἐκεῖνοι διὰ τὸ μὴ ἔχειν τι ὡρι- σμένον προφανὲς αἴτιον τῶν οὕτω γινομένων ἀποδιδόναι. Καὶ ἔστιν ὡς οὐδὲν ἀπὸ τύχης δόξειεν ἄν γίνεσθαι ἕως τοῦ καὶ φεύγων καὶ θεασάμενος. τρίτον τοῦτο προστίθησιν, ὅτι καὶ οἱ λέγοντες μηδὲν ἀπὸ τύχης γί- νεσθαι λέγοιεν ἄν κατά τινα τρόπον ὀρθῶς. εἰ γάρ τις τὰ κυρίως λεγόμενα καὶ καθ’ αὑτὰ αἴτια μόνα λέγοι, μηκέτι δὲ καὶ τὰ κατὰ συμβεβηκός, οὐ δόξει τινὸς αἰτία εἶναι ἡ τύχη· ἐν γὰρ τοῖς κατὰ συμβεβηκὸς λεγομένοις αἰτίοις ἐστὶν αὕτη. πάντα οὖν φησι τὰ εἰρημένα περὶ τῆς τύχης, ὅτι ἄδη- λος ἀνθρώπῳ, ὅτι οὐδενὸς αἰτία, ὅτι ἀορίστων αἰτία, ὀρθῶς λέγεται, διότι ἔχει τὸν εἰκότα λόγον καὶ συνᾴδει τῷ ἀποδεδομένῳ τῆς τύχης ὁρισμῷ· καὶ δῆλον ὅτι ἡ πάντων συμφωνία κατασκευαστικὴ καὶ αὐτή ἐστι τοῦ εἶναι τὴν τύχην. ἐφεξῆς δὲ παράδειγμα ἐπάγει δεικτικὸν καὶ τοῦ τὴν τύ- χὴν ὡς μὲν κατὰ συμβεβηκὸς αἰτίαν εἶναι, ὡς δὲ καθ’ αὑτὸ μηδαμῶς, καὶ τοὐ ἀόριστον αἴτιον εἶναι τὴν τύχην, εἶπερ τοῦ ἐλθόντα κομίσασθαι τὸ ἀργύριον μὴ τούτου ἕνεκα ἐλθόντα, ἄπειρα τὸ πλῆθος αἴτια δύναται εἶναι. εἰπὼν δὲ κατὰ συμβεβηκὸς μὲν αἴτιον εἶναι τὴν τύχην, ἀπλῶς δὲ οὐδενός, παράδειγμα ἐπάγει καθ’ αὑτὸ αἰτίου καὶ κατὰ συμβεβηκὸς λέγων οἷον οἰκίας οἰκοδόμος μὲν αἴτιος καθ’ αὑτὸ- δη- λονότι καὶ κυρίως, κατὰ συμβεβηκὸς δὲ αὐλητής. καὶ τότε του ὡς ἀπὸ τύχης κατὰ συμβεβηκὸς ἐπάγει τὸ παράδειγμα τὸ ἐλθόντα κομίσα- σθαι τὸ ἀργύριον μὴ τούτου ἕνεκα ἐλθόντα. ἐπιστῆσαι οὖν ἄξιον, ὅτι οὐ πᾶν τὸ κατὰ συμβεβηκὸς αἴτιον, κἄν προαιρετικὸν εἴη καὶ ἐπ’ ἔλατ- ’τον καὶ ἕνεκά του ποιῇ, τύχης ἐστίν, ὡς οὐδὲ πᾶν τὸ κατὰ συμβεβηκὸς ἀποτέλεσμα ἀπὸ τύχης. ἀλλ’ ἀπὸ τύχης μέν ἐστι τὸ [δὲ] ἀπὸ τοῦ καθ’ αὑτὸ αἰτίου προαιρετικοῦ μὴ καθ’ αὑτὸ γινόμενον, τύχη δὲ αὐτὸ τὸ καθ’ αὑτὸ αἴτιον μὴ ὡς καθ’ αὑτὸ λαμβανόμενον. τὸ γὰρ προελέσθαι προελθεῖν τοῦ ἀσπάσασθαι τὸν φίλον ἕνεκεν κατὰ συμβεβηκὸς αἴτιον γινόμενον τοῦ ἀπολαβεῖν τὸ ἀργύριον τύχη γίνεται καὶ τὸ ἀπολαβεῖν ἀπὸ τύχης· τὸ μέν- τοι (xoj) καθ’ αὑτὸ αἰτίῳ συμβεβηκὸς ἄλλο τι παρ’ αὐτὸ ὂν οἷον ὁ αὐ- λητὴς τῷ οἰκοδόμῳ, εἰ οὐκ ἔστι τύχη, οὐδὲ τὸ ἀπὸ τούτου ἀπὸ τύχης λέγεται. οὐ γὰρ ἄλλο τι προείλετο ὁ οἰκοδόμος καὶ ἄλλο ἠκολούθησεν, ὅπερ δεῖ ἐν τοῖς ἀπὸ τύχης ὁρᾶσθαι. Καὶ τὸ εἶναι φάναι τὴν τύχην παράλογον ὀρθῶς ἕως τοῦ καὶ ἡ τύχη ἀόριστον. Καὶ τὸ παράλογον εἶναι τὴν τύχην ὀρθῶς φησι λέγεσθαι περὶ αὐτῆς. ὁ γὰρ λόγος τῶν ὡρισμένων ἐστίν, ὥστε τὰ ἀόριστα παράλογα· εἰ οὖν ἡ τύχη ἀόριστος, τὸ δὲ ἀόριστον παράλογον, ἡ τύχη παράλογος εἰ- κότως λέγεται. ὅτι δὲ ἡ τύχη ἀόριστος, ὑπομιμνῄσκει ἐκ τοῦ ἐν τοῖς ἐπ’ ἔλαττον εἶναι τὴν τύχην· εἰ γὰρ ἡ τύχη ἐν τοῖς ἐπ’ ἔλαττον αἰτίοις, τὰ δὲ ἐπ’ ἔλαττον ἀόριστα, ἡ τύχη ἀόριστος. Ὅμως δὲ ἐπ’ ἐνίων ἀπορήσειεν ἄν τις ἕως τοῦ ἔστι γὰρ ἄλλα ἄλλων ἐγγύτερα τῶν κατὰ συμβεβηκὸς αἰτίων. Eἰπὼν ὅτι ἀόριστον αἴτιόν ἐστιν ἡ τύχη, ἀπορίας ἄξιον εἶναί φησιν, εἰ τὰ τυχόντα ὁμοίως αἴτια ἄν γένοιτο τῆς τύχης, τουτέστι τοῦ ἀπὸ τύχης, καὶ μὴ ἄλλα ἄλλων μᾶλλον αἴτιά ἐστιν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων. καὶ γὰρ τοῦ ἀνδριάντος προσεχέστερον αἴτιόν ἐστιν ὁ Πολύκλειτος ἤπερ ὁ ἄνθρωπος. ὡς καὶ ἐν τοῖς καθ’ αὑτὸ αἰτίοις προσεχέστερον ἦν αἴτιον ὁ ἀνδριαντοποιὸς τοῦ τεχνίτου· ὅταν γὰρ νοσοῦν- τός τινος καὶ ἀποκαρέντος διὰ τὴν τῶν τριχῶν ἀπόθεσιν ἢ πνεῦμα ἐπιγέ- νῆται διαφορητικὸν ἢ εἵλησις, τουτέστιν ἀπὸ ἡλίου θέρμη (εἵλη γὰρ ἡ ἡλίου αὐγή, ὅθεν καὶ τὸ εἱληθερεῖν), καὶ ἀκολουθήσῃ ἡ ὑγίεια, ἆρα τῆς κατὰ τύχην ὑγιείας ὁμοίως αἴτιόν ἐστι τὸ πνεῦμα ἢ ἡ εἵλησις ἢ τὸ ἀπο- κεκάρθαι, ἢ μᾶλλον τὸ πνεῦμα ἢ ἡ εἵλησις; ἀλλ’ οὐ τὸ ἀποκεκάρθαι, περ ἐστὶν ἄλλα ἄλλων ἐγγύτερα καὶ τῶν κατὰ συμβεβηκὸς αἰτίων. εἰ γὰρ τοῦτο, οὐχ ἀπλῶς ἀόριστον τὸ ἀπὸ τύχης οὐδὲ ἀόριστον αἴτιον ἁπλῶς ἡ τύχη· ὥρισται γὰρ τὸ προσεχέστερον αἴτιον. ἡ μὲν οὖν ἀπορία τοιαύτη, ὡς οἶμαι, τὴν λύσιν ἡμῖν καταλιποῦσα ζητεῖν, ἥτις εἴη ἄν καὶ αὐτὴ τοιαύτη. ὅταν μὲν λαβόντες τὰ κατὰ συμβεβηκὸς αἴτια συγκρίνωμεν, τό- τε οὐ τὰ τυχόντα αἴτια τῶν γινομένων ἀπὸ τύχης ὁμοίως, ἀλλὰ μᾶλλον τὰ προσεχέστερα· ὅταν δὲ ἀπλῶς ζητῶμεν, τί ἄν αἴτιον γίνοιτο τῶν ἀπὸ τύχης, τότε οὐκ ἔστιν ὁρίσαντας εἰπεῖν τόδε τι· ἄπειρα γὰρ καὶ ἀόριστα ληφθῆναι δύναται. ζητεῖ δὲ ὁ Ἀλέξανδρος, εἰ κατὰ συμβεβηκὸς αἴτιον ἡ τύχη, κατὰ συμβεβηκὸς δὲ αἴτιόν ἐστι τὸ τῷ καθ’ αὑτὸ αἰτίῳ συμβεβηκός, ἔσται τι καὶ καθ’ αὑτὸ αἴτιον τοῦ ἀπὸ τύχης, ὡς εἶναι τὸ τούτῳ συμβε- βηκὸς τύχην. καὶ λέγει ὅτι ἐστὶ τὸ ἐλθεῖν καθ’ αὑτὸ μὲν τοὐ δι’ ὃ ἦλθεν αἴτιον, κατὰ συμβεβηκός δὲ τοῦ ἀπαντήσαντος, ὅ ἐστι τὸ ἀπὸ τύχης· καὶ τότε τὸ ἐλθεῖν ὡς αἴτιον τύχη, ὅταν μὴ ὡς καθ’ αὑτὸ ἀπλῶς, κατὰ συμβεβηκὸς δὲ αἴτιον ληφθῇ. Τύχη δὲ ἀγαθὴ μὲν λέγεται ἕως τοῦ τὸ γὰρ παρὰ μικρὸν ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ. Ἡ τῆς ἀγαθῆς καὶ κακῆς τύχης διαίρεσις σαφὴς καὶ τῆς εὐτυχίας καὶ δυστυχίας. καὶ γὰρ πανταχοῦ τὸ ευ τὸ μέγεθος καὶ τὸ ἐκπρεπὲς προστί- θησὶν. ὥσπερ εὐκλεῆ λέγομεν οὐ τὸν ὁπωσοῦν ἐπίδοξον, ἀλλὰ τὸν πάνυ, καὶ εὐμαθῆ ὁμοίως. ὁμοίως δὲ καὶ τὸ δὺς μόριον τὸ ἀντικείμενον μέγεθος σημαίνει. ὅτι δὲ ἐν μεγέθει ἡ εὐτυχία ἐστί, δείκνυσιν οἶμαι δυνάμει συλλο- γιζόμενος οὕτως. ἡ εὐτυχία καὶ δυστυχία κἄν παρὰ μικρὸν ἔχωσι τὸ μέ- γιστον ἀγαθὸν καὶ κακόν, εὐτυχία καὶ δυστυχία εἰσί· τὰ παρὰ μικρὸν ἔχοντα οὐδὲν ἧττόν ἐστι τοῦτο ὅπερ λέγεται· ταῦτα δὲ ἐν μεγέθει ἐστί, διότι ἐν τοῖς μεγέθεσι τὸ παρὰ μικρὸν οὐδὲν ἀπέχειν δοκεῖ τοῦ ὅλου. ἡ ἄρα εὐτυχία καὶ δυστυχία ὡς μέγεθος ἔχοντα λέγεται οὕτως. καὶ μᾶλλον ὁ Πορφύριος οὕτως ἐπέβαλε καὶ Ἀλέξανδρος κατὰ πρώτην ἐξήγησιν, τοῦ παρὰ μικρὸν ἐνταῦθα οὐκ ἐπὶ τοῦ παρὰ μικρὸν ἐλθόντος τοῦ τυχεῖν καὶ ἐμποδισθέντος ἀκουομένου, ἀλλ’ ἐπὶ τοῦ τὸ ὅλον κακὸν καὶ ἀγαθὸν παρὰ μικρὸν λαβόντος, διότι καὶ τὸν τὸ μέγιστον ἀγαθὸν παρὰ μικρὸν λαβόντα εὐτυχῆ καλοῦμεν ὁμοίως τῷ τὸ ὅλον μέγεθος λαβόντι καὶ τὸν τὸ μέγιστον κακὸν παρὰ μικρὸν δυστυχῆ ὡς τοῦ μικροῦ μηδὲν ὄντος. Καὶ ἄλλως δὲ δυνατὸν ἀκούειν τοῦ εἰρημένου· εἰ γὰρ τὸ παρὰ μι- κρὸν ἐπὶ μεγέθους εἴωθε λέγεσθαι, λέγομεν δὲ δυστυχεῖν ἐκείνους, ὅσοι παρὰ μικρὸν κακὸν ἄν τι μέγα ἔλαβον, καὶ εὐτυχεῖν ἐκείνους, ὅσοι παρὰ μικρὸν ἀγαθόν τι μέγα ἔλαβον, δῆλον ὅτι ἐν μεγέθει τὸ εὐτυχεῖν καὶ δυστυχεῖν ἐστι. καὶ ἐτίμων τοὺς Παρὰ μικρὸν καλουμένους θεοὺς οἱ Λακε- δαιμόνιοι ὡς σωτῆρας, ὅτι τοὺς μέλλοντας κινδυνεύειν τὸ παρὰ μικρὸν τοῦ κινδυνεῦσαι διδόντες ἔσῳζον. καὶ ταύτῃ μᾶλλον τῇ ἐξηγήσει τίθεται ὁ Ἀλέξανδρος. τὸ δὲ ἐπαγόμενον ὅτι ὡς ὑπάρχοντα λέγει ἡ διάνοια· τὸ γὰρ παρὰ μικρὸν ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ μᾶλλον τῇ προ- τέρα συνᾴδει ἐξηγήσει. πῶς γὰρ ὡς ὑπάρχον λέγει ἡ διάνοια τὸ παρὰ μικρὸν ἄν γενόμενον; εἰ δὲ καὶ λέγοι, ὁ παρὰ μικρὸν μεγάλῳ κακῷ περι- πεσὼν εἴη ἄν δυστυχής, εἴπερ τὸ μικρὸν τὸ ἐλλεῖψαν ἐν οὐδενὶ λόγῳ ἐστί. καίτοι εὐτυχῆ φαμεν αὐτόν. καὶ ὁ παρὰ μικρὸν μέγα ἀγαθὸν λαβὼν εἴη ἄν εὐτυχής. καίτοι δυστυχῆ φαμεν αὐτόν, ὅτι μεγάλου ἀγαθοῦ ἀπεστε- ρήθη, ὅπερ ἐστὶ μέγα κακόν. ὅλως δὲ τὸ τοιοῦτον μέγεθος, ἐν ᾧ τοιοῦτον παρὰ μικρὸν θεωρεῖται, οὐχ ὡς μέγα λέγεται μέγεθος, ἀλλ’ ὡς τῷ γενομένῳ καὶ τὸ μέγα καὶ τὸ μικρὸν θεωρεῖται· μήποτε οὖν οὐ διὰ τὸ παρὰ μικρὸν ἐν μεγέθει λέγει εἶναι τὸ εὐτυχεῖν καὶ τὸ δυστυχεῖν, ἀλλ’ ἀπὸ τοῦ καὶ τοὺς παρὰ μικρὸν ἐλθόντας ἐμπεσεῖν εἰς μέγα κακὸν ἢ μέγα ἀγαθόν, ὡς πλησιάσαντας μὲν παρὰ μικρόν οὐδέν], πλησιάσαντας δὲ με- γάλῳ κακῷ ἢ μεγάλῳ ἀγαθῷ καὶ μὴ λαβόντας τοὺς μὲν εὐτυχεῖς, τοὺς δὲ δυστυχεῖς καλοῦμεν, ὥσπερ καὶ τοὺς ἀφαιρεθέντας. καὶ ὅτι οὕτως εἶπε δηλοῖ λέγων διὸ καὶ τὸ παρὰ μικρὸν κακὸν ἢ ἀγαθὸν λαβεῖν μέγα ἢ εὐτυχεῖν ἢ ἀτυχεῖν ἐστιν, ὅτι ὡς ὑπάρχον λέγει ἡ διάνοια καὶ ἀποδέδωκε τῷ μὲν τὸ μέγα κακὸν παρὰ μικρὸν λαβεῖν τὸ εὐτυχεῖν, τῷ δὲ τὸ μέγα ἀγαθὸν τὸ ἀτυχεῖν. δείξας γὰρ πρότερον ἀπὸ τῶν ἤδη ἐχόντων ταῦτα καὶ ἀπὸ τῶν παρὰ μικρὸν ὡς ἀποβαλόντων αὐτὰ τὸ αὐτὸ δείκνυσι. καὶ τὸ ἀβέβαιον δὲ τὴν εὐτυχίαν λέγεσθαι συνᾴδειν φησὶ ταῖς ἀποδεδομέ- ναις περὶ τῆς τὐ|χης ἐννοίαις. εἰ γὰρ ἡ τύχη ἀβέβαιος, δῆλον ὅτι 78r καὶ ἡ εὐτυχία ἀβέβαιος. ὅτι δὲ ἡ τύχη ἀβέβαιος, δῆλον ἐκ τοῦ μήτε ἐν τοῖς ἀεὶ οὖσι μήτ’ ἐν τοῖς ὡς ἐπὶ τὸ πολὺ εἶναι τὸ ἀπὸ τύχης, ἀλλ’ ἐν" τοῖς ὡς ἐπ’ ἔλαττον. πάντα οὖν τὰ εἰρημένα περὶ τῆς τύχης παρίστησιν, ὅτι τοιαύτη ἦν τῆς τύχης ἔννοια παρὰ τοῖς ἀνθρώποις, οἵαν ὁ ἀποδοθεὶς ὑπὸ τοῦ Ἀριστοτέλους λόγος διήρθρωσεν. Ἔστι μὲν οὖν ἄμφω ἕως τοῦ καὶ τούτων ὅσα ἂν γέ- νοιτο ἕνεκά του. Μετὰ τὸν περὶ τύχης λόγον ἀκόλουθον ἦν περὶ τοῦ αὐτομάτου διδάξαι λοιπόν, τί τέ ἐστι καὶ τί τῆς τύχης διαφέρει. πρῶτον δὲ τὴν κοινωνίαν αὐτῶν παραδίδωσιν, ὅτι ἔστιν ἄμφω κατὰ συμβεβηκὸς αἴτια ἐν τοῖς ἐπ’ ἔλαττόν τε καὶ ἐνδεχομένως γινομένοις, ἀλλ’ οὐ τοῖς ἀπλῶς, τουτέστιν ἀναγκαίως, οὐδὲ τοῖς ὡς ἐπὶ τὸ πολὺ καὶ τῶν ἐπ’ ἔλαττον ἐν τοῖς ἕνεκά του γινομένοις. ἐπεὶ δὲ τὸ ἐνδεχόμενον καὶ κατὰ τοῦ ἀναγκαίου καὶ κατὰ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον κατηγορεῖται ὁμώνυμον γάρ ἐστι), εἰ- πὼν τὴν τύχην ἐν τοῖς ἐνδεχομένοις εἶναι, διορίζων τὸ πῶς ἐνδεχο- μένοις προσέθηκε τὸ μὴ μόνον ὡς ἁπλῶς, μηδὲ ὡς ἐπὶ τὸ πολύ, ἵνα τοῦ ἐνδεχομένου νῦν ὡς ἐπ’ ἔλαττον λεγομένου ἀκούσωμεν. Διαφέρει δὲ ὅτι τὸ αὐτόματον ἐπὶ πλέον ἐστίν ἕως ` τοῦ ἄλλως δὲ οὐκ ἔστιν. Eἰπὼν τὴν κοινωνίαν τῆς τύχης καὶ τοῦ αὐτομάτου τὴν διαφορὰν αὐ- τῶν ἐφεξῆς παραδίδωσιν, ἐπὶ πλέον λέγων τὸ αὐτόματον τῆς τύχης, διότι τὸ μὲν ἀπὸ τύχης πᾶν καὶ ἀπὸ ταὐτομάτου, τὸ δὲ ἀπὸ ταὐτομάτου οὐ πάν ἀπὸ τύχης. ἡ μὲν γὰρ τύχη ἐν μόνοις ἐστὶ τοῖς πρακτοῖς, ἅπερ ἐστὶ κατὰ προαίρεσιν, ὡς ἐν τοῖς Ἠθικοῖς ἐδιδάχθημεν. διὸ καὶ ἔλεγε τὴν τύ- χην ἐν τοῖς ἀπὸ διανοίας εἶναι καὶ προαιρέσεως, τὸ δὲ αὐτόματον καὶ ἐν τούτοις καὶ ἐν τοῖς ἄλλοις, ὅσα ἕνεκά του γινόμενα μάτην μὲν ὅσον ἐπ’ ἐκείνῳ ἐγένετο, ἄλλο δέ τι τέλος ἔσχε τοῖς προηγησαμένοις ἀκολουθοῦν, εἴτε ἐν φυσικοῖς εἴτε ἐν ἀλόγοις εἴτε ἐν προαιρετικοῖς τοῦτο συμβαίη. ὅτι δὲ ἐν προαιρέσει καὶ πράξει ἡ τύχη, δείκνυσιν ἐκ τοῦ ἐν τούτοις εἶναι τὴν τύχην, ἐν οἷς καὶ ἡ εὐτυχία, καὶ τὴν εὐτυχίαν ἐν τοῖς πρακτικοῖς καὶ περὶ πρᾶξιν λαμβάνεσθαι. καὶ τοῦτο δὲ πάλιν δείκνυσιν ἐκ τοῦ τὴν εὐτυχίαν εἰς ταὐτὸν ἰέναι τῇ εὐδαιμονίᾳ ἢ ἐγγύς, τὴν δὲ εὐδαιμονίαν πρᾶξίν τινα καὶ εὐπραξίαν εἶναι. εἰ οὖν ἡ τύχη ἐν οἷς καὶ ἡ εὐτυχία, ἡ δὲ εὐτυχία ἐν οἷς καὶ ἡ εὐδαιμονία, διότι τῇ εὐδαιμονίᾳ <ἡ <αὐτή> αὐτή> πώς εὐδαιμονία ἐν πράξει, διότι εὐπραξία τίς ἐστι, καὶ ἡ τύχη ἐν πράξει ἐστίν. οὐ καλῶς δὲ δοξάζουσιν οἱ τὴν εὐτυχίαν εὐδαιμονίαν οἰόμενοι. ἀλλ’ ἔστι μέν τι τῶν πρὸς τὴν εὐδαιμονίαν, οὐ μὴν ταὐτὸν οὐδὲ ὅμοιον, εἴπερ ἡ μὲν εὐτυχία ἀβέβαιος, ἡ δὲ εὐδαιμονία μονιμωτάτη. διώρισται δὲ περὶ τούτων ἐν τοῖς Ἠθικοῖς. Ὅτι δὲ ἐν προαιρέσει καὶ πράξει ἡ τύχη, δείκνυσι καὶ ἐκ τοῦ ἀντι- κειμένου. εἰ γὰρ ἐν οἷς πρᾶξις οὐκ ἔστιν, ἐν τούτοις οὐδὲ τὰ ἀπὸ τύχης, δῆλον ὅτι ἐν οἷς τὰ ἀπὸ τύχης ἐστίν, ἐν τούτοις καὶ πρᾶξις, καὶ περὶ πρᾶξιν καὶ προαίρεσιν ἡ τύχη. ὅτι δὲ ἐν οἷς πρᾶξις οὐκ ἔστιν, οὐδὲ τὰ ἀπὸ τύχης, ὑπομιμνῄσκει ἐκ τῶν ἀψύχων καὶ τῶν θηρίων καὶ τῶν παι- δίων. ταῦτα γὰρ οὗτε πράττειν λέγεται, διότι οὐκ ἔχει προαίρεσιν, οὔτε ἀπὸ τύχης τι ποιεῖν. οὐδὲ εὐτυχία οὐδὲ ἀτυχία ὑπάρχει τούτοις, εἰ μὴ καθ’ ὁμοιότητά τινα καὶ ἀναλογίαν. διὸ κἂν λέγῃ Πρώταρχος εὐτυ- χεῖς εἶναι τοὺς λίθους, ἐξ ὧν οἱ βωμοί, διότι τιμῶνται, οἱ δὲ ὁμόζυγες αὐτῶν καταπατοῦνται, οὕτως ἀκουστέον τοῦ λεγομένου ὡς καθ’ ὁμοιότητα τὴν πρὸς εὐτυχίαν. ὅμοιον γὰρ ἔχουσι τὸ μηδὲν μηδὲ αὐτοὶ συντελέσαι πρὸς τὸ γενέσθαι βωμοί, ὥσπερ οὐδὲ ἐκεῖνό τι συνε- τέλεσε προηγουμένως εἰς τὸ τέλος, ὃ μὴ προελομένοις αὐτοῖς κατὰ τύχην ὑπαντιάσαι λέγομεν. τί οὖν οὐδαμῶς ἐστιν ἐν τούτοις τὸ ἀπὸ τύχης; ἢ ποιητικὸν μὲν αἴτιον τῶν ἀπὸ τύχης οὐ δύναται ταῦτα εἶναι, διότι ἡ τύχη προαιρέσει παρυφίσταται καὶ πράξει, πάσχειν δὲ ἀπὸ τύχης δύναται καὶ ταῦτα, ὅταν ὁ πράττων, ᾧ τὸ ἀπὸ τύχης ἀκολουθεῖ, πράξῃ τι περὶ αὐτὰ ἀπὸ τύχης, οἷον ὁ τὸν τύραννον Προμηθέα πλήξας μὲν ἐπὶ τῷ ἀνελεῖν, διακόψας δὲ τὸ φῦμα καὶ ἰασάμενος. εὐτυχὲς γὰρ ἄν οὕτω λέγοιτο τὸ ξί- φος καὶ τάχα ἄν καὶ προσκυνοῖτο ὑπὸ τοῦ θεραπευθέντος. καὶ ζωγράφου δέ ποτε γράφοντος ἵππον καὶ ῥίψαντος ἀκουσίως τὴν σπογγιὰν ἀφρὸς ἐν τῷ στόματι τοὐ γραφομένου ἵππου κατὰ τύχην ἀπετυπώθη. εἰ δὲ καὶ ξύων τις λίθον, ἵνα τι ἄλλο ποιήσῃ, βωμὸν εἰργάσατο κατὰ τύχην, κατὰ τύχην ἂν εἴη γεγονὼς ὁ βωμός. μήποτε | δὲ ταῦτα οὐ τῶν ἀψύχων εἰσὶ τυχαῖα, ἀλλὰ τῶν ἐνεργούντων περὶ αὐτά. τῷ γὰρ ζωγράφῳ καὶ τῷ λιθοξόῳ ἄλλο τι ποιοῦντι ἄλλο συνέβη. καὶ τούτοις δὲ ἴσως καθ’ ὁμοιότητα, ὅτι ἐπ’ ἄλλῳ γενομένοις ἄλλο ἀπήντησε. Τὸ δὲ αὐτόματον καὶ τοῖς ἄλλοις ζῴοις καὶ πολλοῖς τῶν ἀψύχων ἕως τοῦ ὅσα ἀπὸ ταὐτομάτου γίνεται τῶν προαιρετῶν τοῖς ἔχουσι προαίρεσιν. Ὁ Ἀλέξανδρος καὶ τοῖς ἀλόγοις ζῴοις γράφει καὶ τοῖς ἀψύχοις, οὐδὲν διάφορον σημαινούσης τῆς γραφῆς. ἀπόδειξις δὲ τοῦτό ἐστι τοῦ τὸ αὐτόματον ἐπὶ πλέον εἶναι τοῦ ἀπὸ τύχης, εἴπερ τοῦτο μὴ μόνον ἐν ἀν- θρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐστὶ καὶ ἐν τοῖς ἀψύχοις. πιστοῦ- ται δὲ αὐτὸ διὰ παραδειγμάτων. ὁ γὰρ ἵππος ὁ ληφθεὶς ὑπὸ τῶν πολεμίων εἶτα διψήσας καὶ ἐλθὼν ἐπὶ τοὺς προτέρους τόπους τοῦ πιεῖν ἕνεκα καὶ ἀναληφθεὶς ὑπὸ τοῦ δεσπότου αὐτόματος ἦλθε, φαμέν, του- τέστιν αὐτόματος ἐσώθη ἐλθών, ὅτι ἐσώθη μὲν ἐλθών, οὐ τοῦ σωθῇ ’ναι δὲ ἕνεκεν ἦλθε. καὶ ὁ τρίπους ὁ πεσὼν καὶ στὰς οὕτως ὥστε κάθισμα γενέσθαι, αὐτόματος λέγεται πεσεῖν οὕτως, διότι ἔπεσε μὲν εἰς κάθισμα, οὐ τούτου δὲ ἕνεκα ἔπεσε τοῦ κάθισμα γενέσθαι, ἀλλὰ τοὐ τὸν οἰκεῖον καταλαβεῖν τόπον. καὶ καθόλου ὅταν ἐν τοῖς ἕνεκά του γινο- μένοις μὴ τοῦ συμβάντος ἕνεκεν, οὗ ἔξω τὸ αἴτιον, γένηται τὸ ἕνεκά του, ἀλλά τι ἄλλο ἀκολουθήσει παρ’ ἐκεῖνο, οὗ ἕνεκα ἐγένετο, τότε κοινῶς ἀπὸ ταὐτομάτου ταῦτα λέγομεν γίνεσθαι. καλῶς δὲ τὸ ἀπαντῆ- ’σαν τέλος ἔξωθεν εἶναι δεῖν φησι καὶ οὐκ ἐν τῇ φύσει τοῦ πράγματος, εἴπερ ἐκ ταὐτομάτου γίνοιτο. εἰ γὰρ ὁ πεσὼν λίθος κυβικὸν ἔχοι τὸ σχῆμα, οὐκ ἐκ ταὐτομάτου ἄν λέγοιτο πρὸς καθέδραν ἐπιτηδείως καταπεσεῖν. ἐν τῇ φύσει γὰρ ἦν αὐτοῦ τὸ πάντως, εἰ πίπτοι, τοῦτον τὸν τρόπον καταπε- σεῖν. διὰ τοῦτο οὐδὲ τὸ πῦρ ἀπὸ ταὐτομάτου κινεῖται ἄνω· φύσις γὰρ αὕτη τοῦ πυρὸς ἔνδοθεν οὕτω κινοῦσα. διὰ τοῦτο δὲ ἐρεῖ, ὅτι μηδὲ τὰ παρὰ φύσιν αὐτομάτως, ὅτι μὴ ἔξω αὐτῶν τὸ αἴτιον ἢ τὸ ποιητικὸν ἢ τὸ τελικὸν ἢ τάχα καὶ ἄμφω, ὥσπερ ἐπὶ τῶν ἐκ ταὐτομάτου γινομένων καὶ τὸ ποιητικὸν ἔξω καὶ ἀφανὲς εἶναι χρὴ καὶ τὸ τέλος· ὡς τοῦ πατάς̔́αι τὸν λίθον καὶ τὸ πατάξαι ἔξωθεν, ὅπερ ἐστὶ τὸ τέλος οὐ γὰρ ἐνυπάρχει τῷ λίθῳ) καὶ τὸ ποιητικὸν αἴτιον τῆς πληγῆς. διὸ καὶ ἀπὸ ταὐτομάτου τοῦτο. καὶ ταῦτα μὲν τὰ κοινῶς ἀπὸ ταὐτομάτου λεγόμενα. Τούτων δὲ ἀπὸ τύχης ἐστί φησιν, ὅσα τῶν προαιρετῶν ἀπὸ ταὐτομάτου γίνεται ἐν τοῖς ἔχουσι προαίρεσιν. καὶ καλῶς προσέθηκε τὸ ἐν τοῖς ἔχουσι προαίρεσιν. τούτῳ γὰρ τὰ ἀπὸ τύχης ἐχώρισε τῶν ἐκ ταὐτομάτου· τὸ γὰρ αὐτόματον ἐν τοῖς προαιρετοῖς, κἄν μὴ προαίρεσιν ἔχῃ ταῦτα οἷς συμβαίνει. τὸ γὰρ ἐλθεῖν τὸν ἵππον προαι- ρετὸν ἦν τῷ δεσπότῃ, οὐ μὴν κατὰ προαίρεσιν ὁ ἵππος ἦλθε. καὶ ὁ τρί- πους οὕτως ἄν κατὰ προαίρεσιν ὑπό τινος ἐτέθη, οὐ μέντοι κατὰ προαίρεσιν κατέπεσεν οὕτως. λέγει δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης περὶ τοῦ αὐτομάτως πατάξαντος λίθου “ὅτι πέσοι ἄν ὑπό τινος καὶ τοῦ πατάξαι ἕνεκα”, ὅταν τις τοῦτο προελόμενος βάλῃ. διὰ τοῦτο οὖν καὶ τοῦτο προαιρετὸν καὶ ἐν τοῖς ἕνεκά του. ὥστε τῶν ἕνεκά του καὶ ἐκ ταὐτομάτου τὰ μὲν ἀπλῶς αἱρετά, τὰ δὲ καὶ κατὰ προαίρεσιν ἅπερ ἐστὶν ἀπὸ τύχης. κατὰ προαίρεσιν δέ, οὐχ ὅτι ἐκεῖνο προείλετο τὸ ἀκολουθῆσαν οὐ γὰρ ἄν ἦν ἀπὸ τύχης), ἀλλ’ ὅτι προαιρέσει ἐπ’ ἄλλῳ τινὶ προβληθείσῃ ἐπεγένετο. “οὐ πάντως δέ, φησὶν Ἀλέξανδρος, ἐν οἷς παρὰ τὴν προαίρεσιν ἄλλο τι ὑπήντησεν, εὐθέως τύχη τοῦτο καὶ ἀπὸ τύχης, ἀλλ’ ἂν τὸ τοιοῦτον ᾖ οἷον μὴ ἀναγκαίως μηδὲ ὡς ἐπὶ τὸ πολὺ ἀκολουθεῖν τῷ ἄλλου χάριν γινομένῳ· τῷ γὰρ ἰσχύος χάριν γυμνασαμένῳ πλείω καὶ διὰ κόπον πυρέξαντι ἀπροαίρετον μὲν τὸ πυρέξαι, οὐκ ἀπὸ τύχης μέντοι· εἴωθε γὰρ ἐπὶ τῶν πλείστων τῶν ἀσυμμέτρων γυμνασίων κόπος ἐπιγίνεσθαι, ἐπὶ δὲ τούτῳ πυρετός. καὶ τῷ χειμῶνος πλέοντι πολλάκις ναυάγιον ἀκολουθεῖ οὐ κτὰ προαίρεσιν μέν, οὐ μὴν ἀπὸ τύχης.” Σημεῖον δὲ τὸ μάτην ἕως τοῦ ὅτι πέσοι ἄν ὑπό τινος καὶ ἕνεκα τοῦ πατάξαι. Εἰπὼν ὅτι κοινῶς ἀπὸ ταὐτομάτου τότε λέγομέν τι γίνεσθαι, ὅταν τῷ ἕνεκά του γινομένῳ μὴ τὸ οὗ ἕνεκα ἐγένετο ἀκολουθήσῃ, ἀλλά τι ἄλλο παρὰ τοῦτο οὗ οὐκ ἦν ἔνδον ἡ ἀρχή, σημεῖον τοῦ τοῦτο οὕτως ἔχειν ποιεῖ- τᾶι τὸ καὶ τὸ μάτην παρ’ ὃ γέγονε τὸ αὐτόματον τοιοῦτον εἶναι. καὶ γὰρ μάτην λέγεταί τι | γενέσθαι, ὅταν τὸ ἕνεκα ἄλλου γινόμενον μὴ ἐκεῖνο σχῇ τέλος, οὗ ἕνεκα ἐγίνετο. οἷον εἴ τις βαδίζοι διὰ λάπαξιν τῆς γαστρός, εἰ μὴ ἀκολουθήσει τοῦτο βαδίσαντι, μάτην φαμὲν βαδίσαι καὶ ἡ βάδισις μάταιος. τοῦτο γάρ ἐστι τὸ μάτην τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ περαίνῃ ἐκεῖνο, οὗ ἕνεκα ἦν ἢ ἐπεφύκει. τοιγαροῦν εἴ τις φαίη λελοῦσθαι μάτην, ὅτι οὐκ ἐξέλιπεν ὁ ἥλιος, γελοίως ἄν λέγοι· οὐ γὰρ ἕνεκα τοῦ ἐκλιπεῖν τὸν ἥλιον ἐλούετο. διττὸν δὲ τὸ μάτην, μᾶλλον δὲ τριττόν. ἢ γὰρ οὐδὲν ἕτερον ἀκολουθεῖ τῷ μάτην γινομένῳ, ἀλλὰ μόνον τοῦ οἰκείου τέλους ἡμάρτηκεν ὡς ἡ βάδισις τοῦ τὴν γαστέρα λαπαχθῆναι· ἢ ἕτερόν τι ἀκολουθεῖ τέλος παρ’ ἐκεῖνο, οὗ ἕνεκεν ἐγένετο τὸ προγεγονός· ἢ καὶ ἐκεῖνο ἀκολουθεῖ τὸ οὗ ἕνεκα καὶ ἄλλο τι παρ’ ἐκεῖνο. κατέπεσε γὰρ ὁ λίθος οὐ τοῦ πατάξαι ἕνεκεν, ἀλλ’ ἵνα τὸν οἰκεῖον καταλάβῃ τόπον. διὸ ἀπὸ ταὐτομάτου μὲν οὕτως κατέπεσεν ὡς πλῆξαι, καθ’ αὑτὸ δὲ ὡς τὸν οἰκεῖον τόπον καταλαβεῖν. μάτην δὲ ὡς πρὸς τὸ πλῆξαι κατέ- πέσε καὶ ἡ πληγὴ ἀπὸ ταὐτομάτου. ὅτι πέσοι μὲν ἂν ὑπό τινος βλη- θεὶς ἕνεκα τοῦ πατάξαι, καὶ διὰ τοῦτο ἐν τοῖς ἕνεκά τού ἐστιν, οὐ μέντοι διὰ τοῦτο τότε ἔπεσεν. ἔστι δὲ καὶ ἄλλη γραφὴ τῆς ἐν ἀρχῇ λέ- ξεως τοιαύτη· σημεῖον δὲ τὸ μάτην, ὅτι λέγεται ὅταν μὴ γένη- ται τὸ οὗ ἕνεκα, ἀλλ’ ὃ ἐκείνου ἕνεκα. τὸ δὲ αὐτὸ καὶ αὕτη δηλοῖ· μάτην γὰρ λέγεταί τι γίνεσθαι, ὅταν μὴ γένηται τὸ οὗ ἕνεκα ἄλλο ἄν τι προεγένετο δι’ ἐκεῖνο τὸ προγενόμενον, ἀλλά τινι ἄλλῳ τὸ γενόμενον ἀκολουθήσῃ τῷ κατὰ συμβεβηκὸς αἰτίῳ. τὸ γὰρ πλῆξαι, ὅταν μὴ γένηται ἕνεκά του δι’ αὐτὸ βαλόντος, ἐκ ταὐτομάτου λέγεται γίνεσθαι, ὅτι τῷ μά- την ὡς πρὸς τὸ πλήξαι προγενομένῳ ἠκολούθησε. τοῦτο δὲ ἦν ἡ ἐπὶ τὸν οἰκεῖον τόπον φορά, ἥτις οὐ τοῦ πλῆξαι ἕνεκεν ἐγένετο. Ἄξιον δὲ οἶμαι τοῖς ἐνταῦθα λεγομένοις ὑπὸ τοῦ Ἀλεξάνδρου ἐπιστῆ- σαι. “οὐ γὰρ λέγει, φησίν, ὁ Ἀριστοτέλης ταὐτὸν εἶναι τὸ αὐτόματον καὶ τὸ μάτην, ὥς τινες ᾠήθησαν, ἀλλ’ ᾧ διαφέρει τύχη καὶ τὸ ἀπὸ τύχης, τούτῳ καὶ τὸ μάτην τοῦ αὐτομάτου. τύχη μὲν γὰρ ἦν τὸ ποιητικὸν αἴτιον κατὰ συμβεβηκός, τὸ ἀπὸ τύχης δὲ τὸ τῷ τοιούτῳ αἰτίῳ ἐπακο- λουθῆσαν καὶ τελικὸν αἴτιον τοῦ τοιούτου ποιητικοῦ. οὕτως οὖν καὶ μάτην μὲν τὸ ποιητικὸν ἄν εἴη κατὰ συμβεβηκὸς αἴτιον γινόμενόν ποτε τῷ αὐτο- μάτῳ, αὐτόματον δὲ τὸ ἐπακολουθῆσαν τῷ μάτην γινομένῳ. διαφέρει δὲ τοῦ ἀπὸ τύχης, ὅτι οὐ πάντῃ τῷ μάτην ἀεὶ τὸ αὐτόματον ἐπακολουθεῖ, τῇ δὲ τύχῃ τὸ ἀπὸ τύχης ἀεί. ἀλλ’ ὅταν ἐπακολουθήσῃ, τὴν αὐτὴν τάξιν ἔχουσι τό τε ἀπὸ τύχης καὶ τὸ αὐτόματον. ἠπάτησε δέ τινας, ὡς ταὐτὸν Ἀριστοτέλους τὸ μάτην καὶ τὸ αὐτόματον λέγοντος, τὸ ἐπενεχθὲν παρά- δεῖγμα οὐκ οἰκείως ῥηθέν. κατέπεσε γάρ, φησίν, οὐ τοῦ πατάξαι ἕνεκεν ὁ λίθος. ἀπὸ ταὐτομάτου ἄρα κατέπεσεν ὁ λίθος, ὅτι πέσοι ἂν ὑπό τινος καὶ τοῦ πατάξαι ἕνεκεν. ἀκαταλλήλως γὰρ ἔχει τὸ παράδειγμα. μάτην μὲν γὰρ ἄν λέγοιτο πεπτωκέναι ὁ λίθος, εἰ οὗ χάριν ἔπιπτε μὴ ἐγένετο· τοῦτο γὰρ εἴρηκεν εἶναι τὸ μάτην. αὐτόματον δὲ ἄν ἐγεγόνει τὸ πληγῆναί τινα ὑπ’ αὐτοῦ, εἰ ἄλλου χάριν καταφερόμενος τοῦτο μὲν οὐκ ἐποίησεν, ἐπάταξε δέ τινα. δεῖ οὖν προσυπακούειν τῷ ἀπὸ ταὐτομάτου ἄρα κατέπεσε τὸ ‘καὶ ἔπληξεν’. ἀπὸ ταὐτομάτου μὲν γὰρ ἔπληξε, κατέπεσε δὲ μάτην. ὅτι γὰρ τοῦτο βούλεται, ἐδήλωσε δι’ οὗ ἐπι- φέρει λέγων ὅτι πέσοι ἄν ὑπό τινος καὶ τοῦ πατάξαι ἕνεκα. ὡς γὰρ τοῦ πατάξαι αὐτὸν αὐτομάτως γεγονότος λέγει, οὐ τοῦ καταπεσεῖν”. Ταῦτα τοὐ Ἀλεξάνδρου λέγοντος αὐτοῖς <τοῖς> ῥήμασι, τὸ μὲν μὴ τὸ μάτην καὶ τὸ αὐτόματον τὸ αὐτὸ καλῶς εἰρῆσθαί μοι δοκεῖ. καὶ γὰρ μάτην μὲν καὶ ἐκεῖνο λέγομεν ᾧ μηδὲν ἀκολουθεῖ, ὡς μάτην βαδίσαι λέ- γομεν τὸν λαπάξεως μὲν ἕνεκα τῆς γαστρὸς βαδίσαντα, μὴ λαπαχθέντα δέ. τὸ δὲ αὐτόματόν ἐστιν, ᾧ πάντως μὲν ἀκολουθεῖ τι, κατὰ συμβεβηκὸς δέ, ὡς αὐτὸ τὸ προηγησάμενον ὅσον ἐπὶ τῷ ἀκολουθήσαντι μάτην προγεγονέ- ναι καὶ διὰ τοῦτο καλεῖσθαι αὐτόματον. τὸ μέντοι τούτῳ διαφέρειν τὸ μάτην καὶ τὸ αὐτόματον, ᾧ διαφέρει ἥ τε τύχη καὶ τὸ ἀπὸ τύχης, καὶ τὸ ποιητικὸν μὲν εἶναι τὸ μάτην τοῦ αὐτομάτου, τὸ δὲ τέλος καὶ τὸ ἐπα- κολουθοῦν εἶναι τὸ αὐτόματον, οὐκέτι ὀρθῶς εἰρῆσθαί μοι δοκεῖ. τῇ γὰρ τύχῃ οὐ τὸ μάτην, ἀλλὰ τὸ αὐτόματον ἀναλογεῖ, τῷ δὲ ἀπὸ τύχης τὸ ἀπὸ ταὐτομάτου. καὶ ποιητικὸν μὲν τὴν τύχην καὶ τὸ αὐτόματόν φησιν ὁ Ἀριστοτέλης ἀλλ’ οὐχὶ τὸ μάτην, τελικὰ δὲ τὸ ἀπὸ τύχης καὶ τὸ ἀπὸ ταὐτομάτου, ἀλλ’ οὐχὶ τὸ αὐτόματον. καὶ γὰρ ἀρχόμενος μὲν τοῦ λόγου φησίν· ἔστι “δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον τῶν αἰτίων”, καὶ μετ’ ὀλίγα “ἔστι μὲν οὖν ἄμφω αἴτια, καθάπερ εἴρηται, καὶ ἡ τύχη καὶ τὸ αὐτόματον”, περὶ δὲ τῶν τελῶν “τὸ τὸ μὲν γὰρ ἀπὸ τύχης πᾶν, φησίν, ταὐτομάτου’’ καὶ πάλιν “ἀπὸ ἀπὸ τύχης δὲ τούτων ὁπόσα ἀπὸ ταὐτομάτου’’. τὸ δέ γε μάτην οὔτε τὸ αὐτὸ τῷ αὐτομάτῳ φησίν ἀλλὰ παρώνυμον τὸ αὐτόματον ἀπὸ τοῦ μάτην, διότι αὐτὸ τὸ προγεγονὸς μάτην προγέγονεν ὅσον ἐπὶ τῷ ἀκολουθήσαντι) οὔτε ποιητικὸν τοὐ αὐτομάτου. ἀλλὰ καθ’ ὅσον ἄπρακτον τὸ ὅσον ἐφ’ ἑαυτῷ, κατὰ τοσοῦτον ἐδεήθη αὐτοῦ, πρὸς πίστιν τῆς τοῦ αὐτομάτου ἀποδόσεως καὶ αὐτοῦ τοιούτου ὄντος. ὅλως δὲ τὸ μάτην καθὸ μάτην οὐδὲ ἔστι ποιητικὸν αἴτιον, ὥσπερ ἡ τύχη καὶ τὸ αὐτόματον. τῷ γὰρ μάτην οὐκ ἀκολουθεῖ τὸ τέλος, ὥστε οὐ ποιητικὸν οὐδὲ κατὰ συμβεβηκός, ἀλλὰ τὸ αὐτόματόν ἐστι τὸ ποιητικόν, ᾧ τὸ ἐκ ταὐτομάτ·ου ἀκολουθεῖ, ὅσον μὲν ἐπὶ τῷ ἀκολουθήσαντι μάτην προγενομέ- νου τοῦ προγεγονότος, κατὰ συμβεβηκὸς δὲ γενομένης τῆς ἀκολουθίας. ἀλλ’ οὐδὲ τὸ παράδειγμα τὸ ἐπὶ τοὐ λίθου ἀνοικείως ἐρρήθη. ὡς γὰρ εἶπεν ἀπὸ ταὐτο|μάτου ἐλθεῖν τὸν ἵππον, τουτέστιν ἀποσωθῆναι τῷ δεσπότῃ, οὕτως καὶ πεσεῖν ἀπὸ ταὐτομάτου φησὶ τὴν πληκτικὴν πτῶσιν. ἔστιν οὖν αὐτόματον μὲν τὸ κατὰ συμβεβηκὸς αἴτιον τῆς πληγῆς, ἀπὸ ταὐτομάτου δὲ ἡ πληγή. τὸ δέ γε μάτην οὐχ ὅτι οὐκ ἔτυχε τοῦ τέλους τοῦ οἰκείου ὁ λίθος, ἀλλ’ ὅτι ὡς πρὸς τὸ πλῆξαι αὐτὸ τοῦτο ἡ πτῶσις μάτην ἐγένετο· οὐ γὰρ τοῦ πλῆξαι ἕνεκεν, ἀλλὰ τοῦ τὸν οἰκεῖον τόπον καταλαβεῖν. ὡς εἴ γε ἔπεσεν ὑπό τινος βληθεὶς ἐπὶ τῷ πλῆξαι, οὐκ ἄν ἦν ἡ πληγὴ ἀπὸ 79v ταὐτομάτου. Ἐκείνῳ δὲ καλῶς ἐπέστησεν ὁ Ἀλέξανδρος ὅτι “καὶ τὸ ἀπὸ ταὐτο- μάτου ἐν τοῖς προαιρετοῖς καὶ τοῖς ἕνεκά του δεῖξαι βουλόμενος προσέθηκε τὸ ὅτι πέσοι ἄν ὑπό τινος καὶ τοῦ πατάξαι ἕνεκα.” ὅταν γὰρ τὸ ἐπιγενόμενον τῷ μάτην ὡς πρὸς τὸ ἐπιγενόμενον προγενομένῳ τοιοῦτον ᾖ, ὡς κἄν αὐτοῦ χάριν τι γενέσθαι, μὴ μέντοι τότε τούτου χάριν τὰ πρὸ αὐτοῦ γέγονε, τότε αὐτομάτως τοῦτο γέγονεν. “ὅτι δέ, φησὶν ὁ Ἀλέξαν- δρος, τὸ αὐτόματον τὸ γινόμενον λέγει, δῆλόν ἐστιν ἐκ τοὐ ὑποτάσσειν αὐ- τὸν καὶ τὸ ἀπὸ τύχης τῷ αὐτομάτῳ καὶ ἐπὶ πλέον λέγειν τὸ αὐτόματον τοῦ ἀπὸ τύχης γεγονέναι. τὸ γὰρ ἀπὸ τύχης τὸ ἐπὶ τέλους λέγεται, καὶ τὸ σωθῆναι τὸν ἵππον τοιοῦτον’’. καὶ εἴη ἄν ὑποτάσσων τὸ ἀπὸ τύχης τῷ αὐτομάτῳ, ἐν οἷς φησι “διαφέρει δὲ ὅτι τὸ αὐτόματον ἐπὶ πλέον ἐστίν’’. ἀλλ’ ἔδει καὶ τὸ ἐφεξῆς ἐννοεῖν· ἐπάγει γάρ· “τὸ μὲν γὰρ ἀπὸ τύχης πᾶν ἀπὸ ταὐτομάτου,’’ ὥστε καὶ πρότερον τὸ ἐπὶ πλέον τοῦ ἀπὸ τύχης, ὅπερ ἐκάλεσεν αὐτόματον, τὸ ἀπὸ ταὐτομάτου ἔλεγε. τοῦτο γὰρ τῷ ἀπὸ τύχης ἀναλογεῖ. τὸν δὲ ἵππον αὐτόματόν φησιν ἐλθεῖν κυρίως λέγων, εἴπερ αὐ- τόματον μὲν τὸ ἐλθεῖν, ἀπὸ ταὐτομάτου δὲ ἐλθόντα σωθῆναι. εἰ δέ ποτε καὶ τῷ αὐτομάτῳ ἀντὶ τοῦ ἐκ ταὐτομάτου χρῆται, θαυμαστὸν οὐδέν. καὶ γὰρ Ὅμηρος οὕτως χρῆται ἐν οἷς φησιν, αὐτόματος δὲ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος, καὶ αὐτόματοι δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὡραι, τὸ ἐκ μὴ προηγησαμένης αἰτίας προφανοῦς ἀποτέλεσμα αὐτόματον λέγων, ὅπερ ἐκ ταὐτομάτου λέγοιτο ἄν κυριώτερον, ἀναλογοῦν τῷ ἀπὸ τύχης. εἰ γὰρ αὐτόματον τὸ ἀποτέλεσμά ἐστιν, τὸ ἐκ ταὐτομάτου τί ἄν εἴη; καὶ τὸ ἀπὸ τύχης δὲ τύχην ἐκάλεσεν ὁ Ἀριστοτέλης ἐν οἷς ἔλεγεν “ὅμως δὲ ἐπ’ ἐνίων ἀπορήσειεν ἄν τις, ἆρα οὖν τὰ τυχόντα αἴτια γένοιτο ἄν τῆς τύχης.’’ καὶ Πλάτων’ δὲ τὸ ἀπὸ τύχης τύχην καλεῖ λέγων ἐν Φαίδωνι “τύχη αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη’’ ἀντὶ τοῦ ἀπὸ τύχης τι αὐτῷ συνέβη. Μάλιστα δέ ἐστι χωριζόμενον τὸ ἀπὸ τύχης ἕως τοῦ 26 καὶ τί διαφέρουσιν ἀλλήλων. Διαφορὰν εἰπὼν τῶν ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου τῷ τὰ μὲν ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου εἶναι, τὰ δὲ ἐκ ταὐτομάτου μὴ πάντα ἀπὸ τύ- ’χης, ἐπειδὴ αὕτη ἡ διαφορὰ ὡς ὅλον τι καὶ μέρος λαμβάνουσα μετὰ πλείονος τῆς κοινωνίας ἦν περιεκτικὸν τοῦ ἐκ τύχης τὸ ἐκ ταὐτομάτου δει- κνῦσα, καὶ μέντοι καὶ ὅσα τῶν ἐκ ταὐτομάτου γινομένων ἐδόκει μὴ γίνε- σθαι ἀπὸ τύχης, ὥσπερ τὰ ἐν τοῖς ἀλόγοις ζῴοις καὶ τοῖς ἀψύχοις, ἐπειδὴ εἰ προαιρετὰ ἦν ἐγίνετο ἄν καὶ ἀπὸ τύχης. καὶ γὰρ ὁ ἵππος ἐσώθη ἄν καὶ ἀπὸ τύχης, ἀπολόμενος μὲν ἀπὸ τύχης τοῦ πολεμίου ἐπὶ πότον ἐξαγα- γόντος ἀποφυγών, σωθεὶς δὲ ἀπὸ τύχης τῷ δεσπότῃ ἐπ’ ἄλλῃ χρείᾳ τῆς παρεμβολῆς προελθόντι, καὶ ὁ τρίπους ῥιφεὶς ὑπὸ τοῦ κλέπτου διωκομένου κατὰ τύχην εἰς καθέδραν κατέπεσεν. ἄλλον οὖν τινα χωρισμὸν τῶν ἐκ ταὐτομάτου πρὸς τὰ ἀπὸ τύχης ἐπιχειρεῖ παραδοῦναι νῦν ἐν τοῖς φύσει γινομένοις καὶ τούτων ἐν τοῖς παρὰ φύσιν. τὰ γὰρ παρὰ φύσιν γινό- μενα ἀπὸ τύχης μὲν οὐκ ἔστιν οὐ γάρ ἐστιν ἐν τοῖς κατὰ προαίρεσιν), ἀλλὰ μᾶλλόν φησιν ἀπὸ ταὐτομάτου γεγονέναι φαμέν. καὶ τὴν αἰτίαν τοὐ μᾶλλον καὶ μὴ ἀπλῶς αὐτὸς προσέθηκεν εἰπὼν ἔστι γὰρ καὶ τοῦτο ἕτερον. μᾶλλον μὲν γὰρ αὐτομάτως γίνεσθαι ῥηθήσεται τὰ παρὰ φύσιν ἢ ἀπὸ τύχης. οὐ μὴν οὐδὲ ἐκ ταὐτομάτου κυρίου ἐστὶ ταῦτα. καὶ τὴν αἰτίαν τούτου πάλιν προστίθησιν, ὅτι ἐπὶ μὲν τῶν ἐκ ταὐτομάτου γι- νομένων ἐκτός ἐστι τὸ αἴτιον, ᾧ ὡς κατὰ συμβεβηκὸς αἰτίῳ ἕπεται τὸ ἐκ ταὐτομάτου γινόμενον. τοῦ γὰρ καθέδραν γενέσθαι τὸν τρίποδα αὐτομά- τως γινόμενον τὸ ποιητικὸν αἴτιον ὅτι ποτ’ ἂν ᾖ, ὅπερ καλοῦμεν αὐτόμα- τον καὶ τύχην ἐπὶ τῶν κατὰ προαίρεσιν, ἔξωθεν εἶναι χρὴ τῆς τοῦ τρίπο- δὸς φύσεως. ἀμέλει ὅπερ πρότερον ἔλεγεν ὅτι εἰ κύβος ἦν τὸ κατενεχθέν, οὐκ ἦν ἔξωθεν τῆς φύσεως αὐτοῦ τὸ καθέδραν γενέσθαι, διὰ τοῦτο οὐδὲ ἐκ ταὐτομάτου τότε ἄν λέγοιτο γίνεσθαι. δεῖ γὰρ τὸ ἐκ ταὐτομάτου ἀκολου- θοῦν μὴ ἐνυπάρχοντι μηδὲ φανερῷ τινι αἰτίῳ ἀκολουθεῖν. ἐπεὶ οὐκ ἄν εἴη ἐκ ταὐτομάτου οὐδὲ ἀπὸ τύχης, εἰ φανερὸν εἴη τὸ ποιητικὸν αἴτιον, ᾧ καθ’ αὑτὸ τὸ γεγονὸς ἠκολούθησε. τὸ οὖν ἔξωθεν σημαίνοι μὲν ἂν καὶ τὸ ἔξω τῆς τοῦ πράγματος φύσεως, σημαίνοι δὲ ἄν καὶ τὸ ἀφανὲς καὶ ἄδηλον· κυριώτερον δὲ εἰ ἀμφότερα σημαίνοι. οὔτε γὰρ ἐνυπάρχειν οὔτε ὅλως φανερὸν εἶναι τὸ αἴτιον χρὴ ἐπὶ τῶν ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου. ἐπὶ μέντοι τῶν παρὰ φύσιν γινομένων ἐντός τί ἐστι τὸ αἴτιον τοῦ τοιόνδε γίνεσθαι τὸ γινόμενον, ὥσπερ καὶ ἐπὶ τῶν κατὰ φύσιν. ἔστι γάρ τι ὃ καθ’ αὑτὸ αἴτιόν ἐστι τοῦ παρὰ φύσιν· ἢ γὰρ θλῖψις ἢ δυσκρασία ἢ πλεονα- σμὸς ὕλης ἢ ἔνδεια ἡ τι ἄλλο τῶν τοιούτων αἴτιον καθ’ αὑτὸ τοῦ παρὰ φύσιν γίνεται. ἢ ἔξω τὸ αἴτιον ἐν τοῖς αὐτομάτως γινομένοις λέγει τὸ ὡς 79v τέλος, ὡς καὶ I πρότερον εἶπεν, οὐ τὸ ὡς ποιητικόν. τὸ γὰρ πατάξαι 80r ἔξωθέν ἐστιν ἐπιγινόμενον καὶ τὸ σωθῆναι τὸν ἵππον. ἐπὶ δὲ τῶν παρὰ φύσιν τὸ τέλος ἐν αὐτοῖς ἐστι καὶ οὐκ ἔξωθεν, ὥστε ταῦτα μὲν οὐκ ἄν εἴη ἀπὸ ταὐτομάτου. τῶν δὲ φύσει καὶ οὐ κατὰ προαίρεσιν τὰ ἔξωθεν ἔχοντα τὴν αἰτίαν τήν τε ποιητικὴν καὶ τὴν τελικὴν ταῦτα ἄν εἴη οὐκ ἀπὸ τύχης μέν, ἐκ ταὐτομάτου δέ, διότι κοινῶς μὲν ἐκ ταὐτομάτου πάντα, ὅσα μὴ τοῖς προηγησαμένοις αἰτίοις ἀκολουθεῖ, τούτων δὲ ἀπὸ τύχης μὲν τὰ τοῖς κατὰ προαίρεσιν ἐπισυμβαίνοντα, ἐκ ταὐτομάτου δὲ εἰδικώτερον τὰ τῇ φύσει συνεπακολουθοῦντα, φύσιν δὲ τὴν ἄλογον πᾶσαν ἀκουστέον ζωήν. ἐπὶ δὴ τούτοις συμπεραινόμενος τὰ εἰρημένα καὶ τί ἐστιν ἡ τύχη, καὶ τὸ αὐτόματον εἴρηται καὶ τίνι διαφέρουσιν ἀλλήλων. τῶν δὲ τρόπων τῆς αἰτίας ἕως τοῦ ἀλλὰ τούτων τὸ πλῆθος ἀόριστον. Δείξας τί ἐστιν ἡ τύχη καὶ τί τὸ αὐτόματον καὶ τί διαφέρουσιν ἀλλή- λων, ἀκολούθως λοιπὸν ὑπὸ τί τῶν ἀπηριθμημένων αἰτίων ἀνάγεται προστί- θησι καὶ λέγει, ὅτι ὑπὸ τὸν ποιητικὸν τῆς αἰτίας τρόπον ἀνάγεται ἑκάτερον αὐτῶν. οὗτος γάρ ἐστιν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, οὕτως μέντοι, ὡς κατὰ συμβεβηκὸς αὐτὰ αἴτια ποιητικὰ λέγειν. διὰ τοῦτο γὰρ προσέ- θῆκεν τὸ ἀλλὰ τούτων τὸ πλῆθος ἀόριστον ἀντὶ τοῦ ἀλλὰ ταῦτα κατὰ συμβεβηκός. ὧν γὰρ τὸ πλῆθος ἀόριστον, ταῦτα κατὰ συμβεβηκός ἐστιν, ἐπειδὴ καὶ τῶν μὴ κατὰ συμβεβηκός, ἀλλὰ καθ’ αὑτὸ αἰτίων τὸ πλῆθος ὡρισμένον ἐστίν. ἀπόδειξιν δὲ τοῦ ποιητικὰ εἶναι αἴτια ταῦτα ποιεῖται ἐκ τοὐ καὶ τὰ καθ’ αὑτὰ αἴτια, οἷς ταῦτα συμβέβηκε, τῶν ποιητι- κῶν αἰτίων εἶναι. ἢ γὰρ τῶν φύσει ἢ τῶν ἀπὸ διανοίας τι αἰτίων ἀεί ἐστιν, οἷς ἡ τύχη καὶ τὸ αὐτόματον παρυφίσταται. φύσις δὲ καὶ διάνοια τῶν ποιητικῶν ἐστιν αἰτίων. καὶ γὰρ εἰ μὲν κατενεχθεὶς ὁ λίθος διὰ τὸ βάρος ἐπάταξέ τινα, φύσις ἦν τὸ καθ’ αὑτὸ ποιητικὸν αἴτιον τοῦ κατενεχθῆναι, τὸ δὲ αὐτόματον τοῦ πληγῆναι. καὶ εἰ θεμέλιόν τις ὀρύσσων θησαυρὸν εὗρε, διάνοια μὲν τὸ καθ’ αὑτὸ ποιητικὸν αἴτιον, τύχη δὲ τὸ κατὰ συμβεβηκός, ὅταν μὴ τοῦ εὑρεῖν θησαυρὸν ἕνεκα ὀρύττῃ, ἀλλὰ θε- μελίου ἢ ἄλλου τινός. ὥστε εἰ ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του γινομένοις ἐστὶ κατὰ συμβεβηκὸς αἴτια, τούτων δὲ ἀεί τι αἴτιον καθ’ αὑτὸ ἢ τῶν φύσει ἢ τῶν ἀπὸ διανοίας, ταῦτα δὲ ποιητικά, δῆλον ὅτι καὶ ἐκεῖνα ποιητικὰ ἄν εἴη τὰ τούτοις παρυφιστάμενα. Ἐπεὶ δέ ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον αἴτια ἕως τοῦ 80r καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός. Δείξας ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον, κἀν ἔστιν αἴτια, κατὰ συμβεβη- κός ἐστιν αἴτια, καὶ τούτων ἐστὶν αἴτια κατὰ συμβεβηκός, ὧν καθ’ αὑτὸ νοῦς καὶ φύσις αἴτιά ἐστιν, εἴπερ ἐν τοῖς ἕνεκά του γινομένοις ἐδείχθη, λαβὼν δὲ καὶ ὅτι οὐδὲν τῶν κατὰ συμβεβηκὸς πρότερόν ἐστι τοῦ καθ’ αὑτὸ καὶ διὰ τοῦτο οὐδὲ τὸ αἴτιον τὸ κατὰ συμβεβηκὸς πρότερόν ἐστι τοὐ καθ’ αὑτὸ αἰτίου καὶ γὰρ τὸ κατὰ συμβεβηκὸς αἴτιον ἕν τι τῶν κατὰ συμβεβηκός), ἀλλ’ οὐδὲ ἰσόστοιχόν ἐστι τὸ κατὰ συμβεβηκὸς τῷ καθ’ αὑτό, εἴπερ ἐκείνῳ προηγουμένῳ ἐπισυμβαίνει, ἐκ δὴ τούτων συνάγει ὅτι νοῦς καὶ φύσις πρότερά ἐστι τύχης καὶ αὐτομάτου. ἡ δὲ συναγωγὴ τοῦ λόγου τοιαύτη· νοῦς καὶ φύσις καθ’ αὑτὰ αἴτια· τὰ καθ’ αὑτὰ αἴτια πρῶτα τῶν κατὰ συμβεβηκὸς αἰτίων ἐστί, τὰ δὲ πρῶτα τῶν κατὰ συμβε- βηκὸς αἰτίων πρῶτα τύχης καὶ αὐτομάτου ἐστίν· νοῦς ἄρα καὶ φύσις πρῶτα τύχης καὶ αὐτομάτου ἐστίν. ἐπειδὴ δὲ τὰ κατὰ συμβεβηκὸς αἴτια ὕστερα τῶν καθ’ αὑτά ἐστι καὶ προυπαρχόντων ἐκείνων ἐπιγίνεται ταῦτα, δῆλον ὅτι ἐν οἷς ἐστι τὰ κατὰ συμβεβηκὸς αἴτια, ἐν τούτοις χρὴ προϋπάρ- χειν τὰ καθ’ αὑτά· ἐν οἷς ἄρα τύχη καὶ τὸ αὐτόματον αἴτια κατὰ συμ- βεβηκός, ἐν τούτοις νοῦν καὶ φύσιν προυπάρχειν ἀνάγκη· ὥστε ὅσοι τύχην καὶ αὐτόματον τοὐ οὐρανοῦ καὶ τοῦδε τοῦ παντὸς νομίζουσιν αἴτια, τούτοις ἀκολουθεῖν ἐξ ὧν λέγουσιν αἴτια πρῶτα τούτων τίθεσθαι νοῦν καὶ φύσιν, “διότι, ὥς φησιν Ἀλέξανδρος, τὰ πρῶτα αἴτια τῶν πρώτων ἐν τοῖς οὖσίν ἐστι ποιητικὰ καὶ τὰ πρῶτα τῶν ὄντων ὑπὸ τῶν πρώτων αἰτίων γέγονεν, ἅπερ ἐστὶ νοῦς καὶ φύσις. εἰ δὲ ὅλως ἐστὶν αἴτιά τινων νοῦς καὶ φύσις, τούτων ἄν εἴη οἷς μάλιστα τὸ κατὰ νοῦν ὑπάρχει, οἷος ὁ οὐρανός ἐστι καὶ τόδε τὸ πᾶν.” μήποτε δὲ πρὸς πίστιν τοῦ ἀπὸ νοῦ καὶ φύσεως γέ- γονέναι τὸν οὐρανὸν οὐ χρεία τοῦ τὰ πρῶτα αἴτια τῶν πρώτων ἐν τοῖς οὖσιν εἶναι ποιητικά. δεῖται γὰρ αὕτη ἡ βοήθεια πάλιν ἄλλης δεικνύσης, ὅτι πρῶτος τῶν ὄντων ὁ οὐρανός. ἀλλ’ ἔστιν αὐτοβοήθητος ὁ τοῦ Ἀρι- στοτέλους λόγος οὐχ ἁπλῶς δείξας, ὅτι πρὸ τύχης καὶ αὐτομάτου αἴτιά ἐστι νοῦς καὶ φύσις, ἀλλ’ ὅτι ἐφ’ ὧν τύχη καὶ τὸ αὐτόματον αἴτιόν ἐστιν, ἐπὶ τούτων πρὸ τούτων νοῦς καὶ φύσις ἐστὶ τὰ αἴτια, καθ’ αὑτὰ μὲν τοῦ καθ’ αὑτὸ ἀποτελουμένου, κατὰ συμβεβηκὸς δὲ τοῦ κατὰ συμβεβηκός. τὸ γὰρ αὐτὸ αἴτιον οἷον ἡ διὰ τὸν φίλον πρόοδος καὶ τοῦ ἀσπάσασθαι τὸν φίλον αἰτία καὶ τοὐ εὑρεῖν τὸν χρεώστην, ἀλλὰ τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός, ὅτε καὶ τύχη λέγεται καὶ αὐτόματον ἐπὶ τῶν φυσικῶν. καὶ 80v τοῦ αὐτοῦ πάλιν ἀποτελέσματος καὶ καθ’ αὑτὸ ἂν εἴη αἴτιον ὁ νοῦς ἤτοι ἡ προαίρεσις καὶ κατὰ συμβεβηκός. καὶ γὰρ εὕροι ἄν τὸν χρεώστην ἐν ἀγορᾷ καὶ τοῦτο προελόμενός τις, καὶ ὁ ἵππος καὶ ἐκ προνοίας ἄν σωθείη. ὥστε καὶ ὁ οὐρανός, εἰ ὑπὸ τύχης γίνεται καὶ αὐτομάτου, πολλῷ πρότερον ὑπὸ νοῦ καὶ φύσεως. λέγει δὲ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός, διότι τῶν ἀιδίων μάλιστα αἴτιον εἶναι τὸν νοῦν βούλεται ὡς τεταγμένων καὶ ὡρισμένων. ἔστι δὲ ἀίδιον καὶ τὸ πᾶν τόδε, ὡς ἐν τῇ Περὶ οὐρανοῦ ἔδειξε, καὶ τῶν ἐν τῷ παντὶ πολλά, οὐρανοὶ καὶ ἄστρα καὶ τῶν στοιχείων αἱ ὁλότητες. Ἐv δὴ τούτοις ὁ Ἀλέξανδρος ‘‘ὅπερ, φησίν, ὁ Πλάτων’ ἐν τῷ δεκάτῳ τῶν Νόμων βούλεται δεῖξαι καὶ διὰ πολλῶν αὐτὸ δείκνυσι, τοῦτο διὰ βραχέων ὁ Ἀριστοτέλης ἔδειξεν ἐνταῦθα, τὴν τῆς τύχης φύσιν ἥτις ποτέ ἐστιν ὁρισάμενος καὶ δείξας ὅτι ὑστέρα· ἃ γὰρ γένοιτο ἄν κἄν ὑπὸ νοῦ ἢ φύσεως, ταῦτα ἀπὸ τύχης καὶ αὐτομάτου λέγεται, ὅταν τι τῶν κατὰ συμ- βεβηκὸς αἴτιον γένηται’’. ἰστέον δὲ ὅτι ὁ Πλάτων’ οὐ νοῦ καὶ φύσεως ὑστέραν δείκνυσι τὴν τύχην, ἀλλὰ τύχην καὶ φύσιν ὕστερα τῆς ψυχῆς ὄντα ἀποδείκνυσι τῶν παλαιῶν φυσιολόγων ἐπιτελειῶν τὰς δόξας, ὅσοι περὶ τῶν ὑλικῶν αἰτίων μάλιστα διαλεγόμενοι ὡς πρώτων προσπιπτόντων εἰς γνῶσιν, περὶ τῶν ποιητικῶν οὔπω τινὰ ἐποιοῦντο λόγον. λέγει δὲ ὁ Πλάτων’, ὡς εἶπον, οὐχ ὅτι φύσεως καὶ νοῦ ἡ τύχη ἐστὶν ὑστέρα, ἀλλ’ ὅτι φύσεως καὶ τύχης προτέρα ἐστὶν ἡ ψυχὴ καὶ ἡ τέχνη, γράφων οὕτως· ἔτι σαφέ- στερον ἐρῶ· πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα φύσει πάντα εἶναι καὶ τύχῃ φασί, τέχνῃ δὲ οὐδὲν τούτων, καὶ τὰ μετὰ ταῦτα αὖ σώματα, γῆς τε καὶ ἡλίου καὶ σελήνης ἄστρων τε πέρι, διὰ τούτων γεγονέναι παντελῶς ὄντων ἀψύχων· τύχῃ δὲ φερόμενα τῇ τῆς δυνάμεως ἑκάστων ᾗ συμπέ- πτωκεν ἁρμόττοντα οἰκείως πὼς θερμὰ ψυχροῖς ἢ ξηρὰ πρὸς ὑγρὰ καὶ μαλακὰ πρὸς σκληρά, καὶ πάντα ὁπόσα τῇ τῶν ἐναντίων κράσει κατὰ τύ- χὴν ἐξ ἀνάγκης συνεκεράσθη, ταύτῃ καὶ κατὰ τὰ αὐτὰ οὕτως γεγεννηκέναι τόν τε οὐρανὸν ὅλον καὶ πάντα ὁπόσα κατ’ οὐρανὸν καὶ ζῷα αὖ καὶ φυτὰ ξύμπαντα, ὡρῶν πασῶν ἐκ τούτων γενομένων, οὐ διὰ νοῦν, φησίν, οὐδὲ διὰ θεὸν οὐδὲ διὰ τέχνην, ἀλλ’ ὃ λέγομεν, φύσει καὶ τύχῃ. τέχνην δὲ ὕστερον ἐκ τούτων ὑστέραν γενομένην αὐτὴν θνητὴν ἐκ θνητῶν, ὕστερα γεγεννηκέναι παιδιάς τινας ἀληθείας οὐ σφόδρα μετεχούσας’’. ἐπὶ δὴ τού- τοις ἀποδείξας “ψυχὴν μὲν προτέραν γεγονέναι σώματος ἡμῖν, σῶμα δὲ δεύτερόν τε καὶ ὕστερον ψυχῆς ἀρχούσης ἀρχόμενον κατὰ φύσιν’’, ἐπάγει “μεμνῆσθαί γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν, ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύ- τερα’’. δῆλον οὖν ἐκ τῶν εἰρημένων, ὅτι τὴν μὲν τύχην τῇ φύσει συνέ- ταξεν ἐν τούτοις ὁ τοῦ Πλάτωνος λόγος τοὺς παλαιοὺς φυσιολόγους ὑποκρι- νόμενος. τούτων δὲ ἀμφοῖν προτέραν τὴν ψυχὴν ἀποδείκνυσιν, ἐν τούτῳ πολλῶν δεηθεὶς λόγων, ἵνα τὴν αὐτοκίνητον οὐσίαν, ἥτις ἐστὶ ψυχή, δείξῃ πάσης κινήσεως ἀρχὴν οὖσαν. τύχην δὲ ὁ Πλάτων ἔοικεν ἐν τού- τοις καλεῖν τὴν ἄνευ προφανοῦς αἰτίας τῶν φυσικῶν δυνάμεων τεῦξιν τῆς πρὸς ἀλλήλας συναρμογῆς. τοῦτο γὰρ οἶμαι σημαίνειν τὸ “τύχῃ δὲ φε- ρόμενα τῇ τῆς δυνάμεως ἑκάστων ᾗ ξυμπέπτωκεν ἁρμόττοντα οἰκείως’’. ὁ δὲ Εὔδημος τὴν μὲν φύσιν τῆς τέχνης, τὴν δὲ τέχνην τῆς τύχης προ- τέραν δείκνυσιν. Ἅξιον δὲ πάλιν τοῖς ἐνταῦθα λεγομένοις ὑπὸ τοῦ Ἀριστοτέλους ἐφι- στάνειν τοὺς οἰομένους τὸ ποιητικὸν αἴτιον τοῦ παντὸς μὴ λέγειν τὸν Ἀριστοτέλην. εἰ γὰρ ἀνάγκη πρότερον νοῦν αἴτιον καὶ φύσιν εἶναι καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντὸς καὶ οὕτως αἴτιον ὡς ἐλέγετο παρά τινων τὸ αὐτόματον καὶ ἡ τύχη, ταῦτα δὲ ἐν τοῖς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τουτέστιν ἐν τοῖς ποιητικοῖς αἰτίοις κατατέτακται, δῆλον ὅτι καὶ νοῦς καὶ φύσις ποιητικὰ ἄν εἴη τοῦ παντὸς αἴτια. καὶ οἶδα μὲν ὅτι φιλονεικῶν ἄν τις εἴποι ἐξ ὑποθέσεως συνάγεσθαι τὸν λόγον, ὡς εἰ τύχη καὶ τὸ αὐτόματον αἴτιον τοὐ οὐρανοῦ, πρὸ τούτων ἄν εἴη νοῦς καὶ φύσις. ἀλλὰ δεῖ μνημονεῦσαι καὶ τῶν ὑπ’ Ἀλεξάνδρου λεγομένων, ὅτι τὰ πρῶτα αἴτια τῶν πρώτων ἂν εἴη ποιητικά. ἔστι δὲ πρῶτα μὲν αἴτια νοῦς καὶ φύσις, πρῶτα δὲ τῶν ὄντων, μᾶλλον δὲ τῶν ὁπωσοῦν γενομένων κἄν μὴ ἀπ’ ἀρχῆς χρόνου, οὐρανὸς καὶ τόδε τὸ πᾶν. Ἀλλ’ ἐπειδὴ μέχρι τοῦδε τοῖς περὶ τύχης καὶ αὐτομάτου λεγομένοις ὑπὸ τοὐ Ἀριστοτέλους παρακολουθήσας ὡς δυνατὸν ἦν ἐμοὶ τῶν εἰρημένων ἕκαστα διήρθρωσα, καλῶς ἄν ἔχοι συντόμως ἐκθέμενον τὰ τῷ Ἀριστοτέλει δοκοῦντα περὶ τούτων, οὕτως τὰ τοῖς νεωτέροις φιλοσόφοις δεδογμένα προσθεῖναι καὶ δεῖξαι μηδὲν τῆς παλαιᾶς παραδόσεως διαφέροντα. ὁ μὲν οὖν Ἀριστοτέλης τῶν ἐν τοῖς φυσικοῖς γινομένων τὰ αἴτια ζητῶν, ἐπειδὴ καὶ ἐκ ταὐτομάτου καὶ ἀπὸ τύχης εὑρίσκει τινὰ λεγόμενα γίνεσθαι, τὰ ση- μαινόμενα τούτων κατὰ τὴν ἐπιπολάζουσαν ἔννοιαν διαρθρῶσαι προτίθεται. ἐπεὶ οὖν χρὴ μὲν εἶναι παντὸς τοῦ γινομένου ποιητικὸν αἴτιον καὶ παντὸς ἀποτελέσματος προηγεῖσθαί τινα, οἷς ἐπιγίνεται τὸ γινόμενον, τούτων δὲ τὰ μὲν ἕνεκα τοῦ γινομένου προενεργεῖ καὶ τὸ γινόμενον οἰκείως ἀκολουθεῖ τῷ προενεργοῦντι ὡς ὅταν τις τῆς ἐντεύξεως ἕνεκεν τοῦ φίλου προελθὼν ἐν- τύχῃ τῷ φίλῳ ἢ ὅταν λίθος τοῦ καταλαβεῖν ἕνεκα τὸν οἰκεῖον τόπον καταπεσὼν καταλάβῃ), ποτὲ δὲ τὸ ἐπιγινόμενον οὔτε τῷ προενεργηθέντι ἀκολουθεῖ καθὸ τοιοῦτον οὔτε τὸ προενεργηθὲν εἰς ἐκεῖνο τελευτᾷ τὸ τέλος, οὗ ἕνεκα προεγένετο, ἀλλ’ εἴς τι ἕτερον τὴν ἄλλως | ἐπισυμβὰν καὶ οὐ κατὰ τὸν προηγησάμενον τῆς ἐνεργείας σκοπόν, ὡς τὸ προελθεῖν τοὐ ἀσπάσασθαι τὸν φίλον ἕνεκα, ὅταν μὴ γένηται τοῦτο ἀλλὰ τὸ ἀπολα- βεῖν τὸ χρέος, ἄλλο τι ἐπισυμβὰν ἔσχε τέλος καὶ οὐκ ἐκεῖνο οὗ ἕνεκα ἐγένετο. καὶ ὁ κατενεχθεὶς λίθος διὰ τὸ καταλαβεῖν τὸν οἰκεῖον τόπον, ὅταν κάθισμα γένηται, ἔσχε τι καὶ ἄλλο τῇ πτώσει τέλος ἀκολουθῆσαν, οὗ χάριν οὐκ ἐγένετο ἡ πτῶσις. πάντα δὴ τὰ τοιαῦτα, ἐν οἷς ἄλλο τι τέλος τοῖς ἄλλου ἕνεκα προενεργηθεῖσιν ἐπισυμβαίνει, ἐκ ταὐτομάτου λέγομεν γί- νεσθαι, διότι γίνεται μὲν ἐκ τοῦ προενεργηθέντος, εἴπερ ἐκείνου μὴ προηγησαμένου οὐκ ἂν ἐγένετο μὴ προελθὼν γὰρ οὐκ ἂν εὗρε τότε τὸν χρεώστην ἐν ἀγορᾷ, καὶ μὴ πεσόντος τοῦ λίθου οὐκ ἂν ἐγένετο τὸ κά- θισμα), ἀλλ’ ἐπειδὴ τὸ προηγησάμενον, οὗ μὲν ἕνεκα ἐγένετο τοῦτο οὐκ ἔσχεν ἀκολουθοῦν καὶ διὰ τοῦτο αὐτὸ μάτην ἐγένετο, τοῦ δὲ ἀκολουθή- σαντος ἕνεκα οὐκ ἐγένετο καὶ διὰ τοῦτο πάλιν αὐτὸ ὅσον ἐπὶ τῷ ἀκολού- θήσαντι μάτην ἐγένετο, εἰκότως αὐτόματον ὠνομάσθη ὡς αὐτὸ μάτην προενεργηθὲν ἐπὶ τοῦ τοιούτου τέλους. αἴτιον δὲ ὅμως λέγεται, διότι μὴ προηγησαμένου οὐκ ἄν ἐγένετο, καὶ ὅτι ἄλλο αἴτιον οὐχ ὁρῶμεν φυσικῶς σκοποῦντες· αἴτιον μέντοι οὐ καθ’ αὑτὸ τοῦ τοιούτου τέλους, ἀλλὰ κατὰ συμβεβηκός. τῶν δὲ ἐκ ταὐτομάτου τὰ μὲν ταῖς κατὰ προαίρεσιν ἐνερ- γείαις ἐπισυμβαίνοντα ἀπὸ τύχης γίνεσθαί φασι καὶ τύχην τὴν τῇ προαι- ρέσει καὶ τῇ κατὰ προαίρεσιν ἐνεργείᾳ παρυφισταμένην αἰτίαν, οἷον τῇ προόδῳ τῆ διὰ τὸν φίλον, ὅταν μὴ ἐκεῖνο τὸ τέλος οὗ ἕνεκα ἐγένετο ἀκο- λουθήσῃ, ἀλλά τι ἄλλο παρ’ αὐτό, τὰ δὲ λοιπὰ τῶν ἐκ ταὐτομάτου τὰ ταῖς ἀλόγοις καὶ φυσικαῖς ἐνεργείαις ἐπισυμβαίνοντα τῷ τοῦ κοινοῦ ὀνό- ματι πάλιν ἐκ ταὐτομάτου καλοῦσι καὶ αὐτόματον τὸ προηγησάμενον αἴτιον, ᾧ μὴ καθ’ αὑτὸ τὸ τέλος, ἀλλὰ κατὰ συμβεβηκὸς ἠκολούθησε. τὰ μὲν οὖν τοῦ Ἀριστοτέλους τοιαῦτα τὴν συνήθειαν τῶν ὀνομάτων διαρθρῶ- ’σαι προθυμηθέντα κατὰ τὰ προσήκοντα μέτρα τῇ φυσικῇ περὶ τῶν αἰτίων διδασκαλία. Ἀξιῶ δὲ πρῶτον ἐφιστάνειν, μήποτε οὐ μόνον τὰ ταῖς προαιρετικαῖς κινήσεσιν ἐπισυμβαίνοντα ἀπὸ τύχης ἔλεγον οἱ παλαιοί, ἀλλὰ καὶ τὰ ταῖς φυσικαῖς ῥοπαῖς ἐπακολουθοῦντα. ἵνα γὰρ τὰς πολλὰς περὶ τούτου παρα- λείπω χρήσεις, ὧν τινας ἐκ τῶν Ἐμπεδοκλέους παρεθέμην πρότερον, ἀρκεῖ καὶ ἡ ὑπὸ τοῦ Ἀριστοτέλους παρατεθεῖσα. περὶ γὰρ τοῦ ἀέρος λέ- γῶν Ἐμπεδοκλῆς ὡς οὕτω συνέκυρσε θέων τότε, φησί, πολλάκι δ’ ἄλλως. καὶ ὁ Πλάτων’ δὲ τὰς τῶν προτέρων φυσικῶν δόξας περὶ τῶν ἀπὸ τύχης ἱστορῶν ἐν τοῖς στοιχείοις καὶ ταῖς τῶν στοιχείων κράσεσι τὴν τύχην αὐ- τοὺς αἰτιᾶσθαί φησιν ἐν οἷς λέγει “πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα φύσει πάντα εἶναι καὶ τύχῃ φασί’’ καὶ ἐν τοῖς ἑξῆς τούτων ἃ πρὸ ὀλίγου παρέ- γραψα. πολλαχοῦ δὲ καὶ τὰ ταῖς προαιρέσεσιν ἐπισυμβαίνοντα αὐτόματα καὶ ἐκ ταὐτομάτου καλοῦσιν οἱ παλαιοί· τοιοῦτον γὰρ τὸ παρ’ Ὁμήρῳ αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος. τῇ γὰρ τῶν ἄλλων ἀριστέων κλήσει τοὐ Ἀγαμέμνονος κατὰ προαίρεσιν γε- νομένῃ ἐπισυνέβη ἡ τοὐ Μενελάου ἄφιξις. εἰ οὖν ἐπὶ τῶν αὐτῶν ἀδια- φόρως τὴν τύχην καὶ τὸ αὐτόματον τάττουσι τὴν μὲν τύχην οὐ κατὰ τὴν τοῦ τυχεῖν ἔννοιαν, ἀλλὰ κατὰ τὴν τοὐ ὡς ἔτυχε λαμβάνοντες, ὅταν μὴ ἔχωσιν αἰτίαν ἀποδιδόναι, τὸ δὲ αὐτόματον αὐτόθεν κατὰ τὸ ἀναίτιον τι- θέντες ἐφ’ ὧν γὰρ οὐδέν ἐστιν ὡρισμένον αἴτιον, ἐπὶ τούτων καὶ τὸ ὡς ἔτυχε καὶ τὸ αὐτόματον λέγειν εἰώθαμεν), καὶ τὸ “συνέκυρσε” ταύτης τῆς ἐννοίας ἐστί. καὶ ἔστι μὲν καὶ αὕτη ἡ ἔννοια ἀπὸ τοῦ τυχεῖν παρηγμένη, ἀλλὰ τυχεῖν οὐ κατὰ λόγον οὐδὲ κατὰ προηγούμενον σκοπὸν ἀλλ’ εἰκῇ καὶ ὅπως ἄν· τοῦτο γὰρ τὸ ὡς ἔτυχε σημαίνει. ταῦτα μὲν οὖν περὶ τῆς τῶν ὀνομάτων διαφορᾶς διορίζομαι. Καὶ εἰ ἐν τοῖς κατὰ προαίρεσιν μόνοις ἡ τύχη, ζητεῖν ἀξιῶ, καὶ μέν- τοι εἰ ἐν τοῖς ἐπ’ ἔλαττον μόνοις. εἴπερ γὰρ τὸ τυχεῖν καὶ ἐπιτυχεῖν ἀπὸ τῆς τύχης λέγεται πάντως, λέγομεν δὲ καὶ τὸν ἄριστον τοξότην τυγχά- νεῖν τοῦ σκοποῦ καὶ τὸν ἄριστον γραφέα ἐπιτυγχάνειν γράφοντα καὶ τὸν φαῦλον ἀποτυγχάνειν, οὐκ ἐπ’ ἔλαττον, ἀλλ’ ἐπὶ πλέον. καὶ Εὔδημος δὲ ἰὰν μὲν τὸ κατὰ τὴν τέχνην, φησίν, ἐπιτελέσῃ, εὐτυχία λέγεται, ἄν δὲ τὸ παρὰ ταύτην ἀτυχία’’. ἀλλὰ καὶ τὸν προθέμενον ὁτιοῦν πράττειν, ὅταν πράξῃ τὸ προτεθέν, τυγχάνειν τοῦ οἰκείου τέλους φαμέν, ὥσπερ καὶ ἀποτυγχάνειν ὅταν διαμαρτάνῃ. ὥστε οὐδὲ κατὰ συμβεβηκὸς ἡ τεῦξις, ὅταν τυγχάνῃ καὶ ὁ προθέμενος. εἰ τοίνυν ὥσπερ τῶν ἄλλων πάντων ἰδιωμάτων οἷον κάλλους ὑγιείας νίκης θείας τινὰς προυπάρχειν αἰτίας νομί- ζομεν, ἀφ’ ὧν αἱ μεθέξεις μεταδίδονται τοῖς μετέχουσι, καὶ τὰς αἰτίας καλεῖν τολμῶμεν τοῖς ὀνόμασι τῶν ἐνδιδομένων ἀπ’ αὐτῶν ἀγαθῶν, ἐπειδὴ καὶ τὸ τυχεῖν τοῦ ἐπιβάλλοντος ἀγαθοῦ μέγα τί ἐστι καὶ τῆς θείας δόσεως ἄξιον, πῶς οὐκ ἀναγκαῖον τὴν τοῦ τυχεῖν αἰτίαν θείαν ἀγαθότητα καλεῖν τύχην; καὶ καλῶς τισιν ἔδοξεν “αἰτία μὲν εἶναι ἡ τύχη, ἄδηλος δὲ ἀνθρω- πίνῃ διανοίᾳ, ὡς θεῖόν τι οὖσα καὶ δαιμονιώτερον’’. εἰ δὲ ἐν ἐκείνοις μάλιστα τὴν τύχην αἰτίαν φαμέν, ἐν οἷς μηδὲν ἄλλο αἴτιον καθ’ αὑτὸ συνεγνωσμένον ὁρῶμεν, οὐ διὰ τοῦτο χρὴ νομίζειν τὸ καθ’ αὑτό τινος αἴτιον, ὅταν ἄλλου κτὰ συμβεβηκὸς αἴτιον γένηται, τότε καλεῖσθαι τύχην μὲν τὸ αἴτιον, τὸ δὲ ἀποτέλεσμα ἀπὸ τύχης, ἀλλὰ τὸ μὲν καθ’ αὑτὸ αἴτιον ἐκείνου νομίζειν αἴτιον, ὅπερ καὶ γίνεται· οἷον τὸ προελθεῖν εἰς ἀγορὰν τοῦ φίλου ἕνεκεν αἴτιόν ἐστι τοῦ ἐν ἀγορᾷ γενέσθαι, τοῦ δὲ τῷ χρεώστῃ περιτυχεῖν συναιτία μὲν | καὶ ἡ προαίρεσις καὶ ἡ πρόοδος, κυριώτατον δὲ αἴτιον ἡ τύχη, ἥτις καὶ διὰ τοῦτο προελθόντα ἐποίησεν ἀν’ τυχεῖν, ἀλλὰ συνεργούσης τότε καὶ τῆς προαιρέσεως, μὴ διὰ τοῦτο δὲ προελθόντος, ἡ τύχη μόνη αἰτία δοκεῖ, καὶ τότε μὲν συνεργούσης τῆς προαιρέσεως κατὰ τὸ προελθεῖν ὅλως, τῷ δὲ μὴ ἐπὶ τούτῳ προελθεῖν δεομένης ἐναργῶς τοῦ κατευθύνοντος αἰτίου. ὁ μέντοι Ἀριστοτέλης, ὡς πολλάκις εἶπον, φυσικὴν ποιούμενος τὴν διάκρισιν τὸ μὲν ἀφανὲς αἴτιον τοῖς θεολόγοις παραδιδόναι καταλιμπάνει, τὸ δὲ συνεγνωσμένον αἴτιον, ὅταν ἄλλου τυγχάνῃ τέλους παρ’ ὃ προτίθεται, τοῦτο τύχην καλεῖ καὶ τὸ τέλος ἀπὸ τύχης. Ἐv τίσι δέ ἐστιν ἡ τῆς τύχης ἐπικράτεια ζητοῦντες εὑρήσομεν, <ὅτι ἐν> πᾶσι τοῖς δεομένοις τοῦ τυχεῖν· δεῖται δὲ τὰ μετασχεῖν δεόμενά νος· μετέχει δὲ τὰ διακριθέντα ἀπ’ ἀλλήλων. ὥστε καὶ ἐν τῇ διακρίσει τῶν νοερῶν εἰδῶν χρεία τῆς τύχης, ἵνα τυγχάνωσι τὰ διακριθέντα τῆς ἀλλήλων μεθέξεως. εἰ δὲ ἡ διάκρισις ἐκείνη ἀδιάκριτος καὶ ἡ μέθεξις οὐ μέθεξις ἀλλὰ μᾶλλον συνυπόστασις, δῆλον ὅτι καὶ ἡ τῆς τύχης ἰδιότης οὐδέποτε ἐν ἐκείνοις ἐστὶν ἐκφανής, ἐν δὲ τῷ σωματοειδεῖ κόσμῳ, ἐν ᾧ τελέα διά- κρίσις ἤδη καὶ διασπασμός πὼς γενομένη· ἐν τούτῳ καὶ ἡ μέθεξις καὶ ἡ τεῦξις ἐναργής, καὶ ἡ τύχη προφανεστέραν τὴν ἑαυτῆς δύναμιν ἐπιδείκνυται. καὶ γὰρ διὰ τὴν τύχην ὁ ἥλιος καὶ τῶν πλανωμένων ἕκαστος ἀστέρων τυγχάνει τῆς καθ’ ἕκαστον τῶν ζῳδίων οἰκήσεως, τυγχάνουσι δὲ καὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν, καὶ ἡ σελήνη τοῦ ἡλιακοῦ φωτός, πάντες δὲ οἱ κατ’ οὐρανὸν ἀστέρες τῆς τῶν ἄλλων ἀκτινοβολίας τυγχάνουσιν. ἀλλ’ ἐν τῷ οὐρανῷ διὰ τὸ ἀναγκαῖον τῆς τάξεως οὐχ οὕτως πάλιν ἐστὶν ἡ τῆς τύχης δύναμις ἐκφανής, ἐν μέντοι τῷ ὑπὸ σελήνην, ἐν ᾧ πολὺς κίνδυνος μηδὲ τυχεῖν διὰ τὴν τῶν πολλῶν καὶ ἀορίστων αἰτίων συνδρομήν, ἐνταῦθα μάλιστα ἡ τύχη τὴν ἑαυτῆς ἐπικράτειαν ἐπιδείκνυται, συνάγουσα πάντα τὰ αἴτια πρὸς τὸ μὴ διαμαρτεῖν ἀλλὰ τυχεῖν ἕκαστον τοῦ ἑαυτῷ κατὰ τὸ δίκαιον ἐπιβάλλοντος, ταὐτὸν δὲ εἰπεῖν κατὰ τὴν ἑαυτοῦ ἀξίαν. καὶ γὰρ Ὑγεία θεὸς ἐν τούτοις μάλιστα διαφανής ἐστιν, ἐν οἷς καὶ νοσή- ματα παρεισέρχεται, καὶ ἔτι μᾶλλον ἐν οἷς τὰ μερικώτερα αἴτια οὐ πάρεστι. καὶ τῆς μὲν κατ’ ἀξίαν διανομῆς τὴν δίκην λέγομεν αἰτίαν, τοῦ δὲ τυχεῖν τοῦ κατ’ ἀξίαν τὴν τύχην. καὶ τότε μάλιστα φαίνεται, ὅταν μήτε διά- νοια μήτε ἄλλο τι προφανὲς αἴτιον ὁρᾶται· ἔστι μὲν γὰρ καὶ ἐφ’ ὧν ἄλλα αἴτια ἐνεργεῖ τοῦ τυχεῖν ἡ τύχη αἰτία, ἐφ’ ὧν δὲ μηδὲν ἄλλο αἴτιον συνεγνωσμένον ἐστίν, ἐπὶ τούτων μάλιστα ὁρᾶται. καὶ ἔστιν ἀπὸ τύχης μὲν ὡς ἀπὸ τῆς θεοῦ ταύτης γινόμενον, ἐκ ταὐτομάτου δέ, ἐπειδὴ μερική τις καὶ φαινομένη αἰτία οὐκ ἔστιν αὐτοῦ. οὔτε οὖν ἐν τοῖς ἐπ’ ἔλαττον ἡ τύχη μόνως ὡς ἐπὶ τὸ πολὺ γὰρ οἱ τῶν πλουσίων παῖδες πλούσιοι καὶ εὐτυχεῖς γίνονται) οὔτε κατὰ συμβεβηκὸς αἴτιον· κυριωτάτη γάρ ἐστιν αἰτία τῆς τῶν ἐπιβαλλόντων ἑκάστοις ἐντεύξεως. καὶ δουλεύουσι χρῆται τοῖς θνητοῖς πᾶσιν αἰτίοις τοῖς τε καθ’ αὑτὸ καὶ τοῖς κατὰ συμ- βεβηκός. ἐὰν δὲ λέγωσιν ὅτι ἐν τοῖς ἀτάκτοις ἡ τύχη καὶ τοῖς ἐπ’ ἔλαττον, πῇ μὲν αὐτῶν οὐκ ἀποδεχόμεθα οὐ γὰρ ἄτακτα πάντῃ τὰ τῇδε, ἀλλὰ μεταλαγχάνει τινὸς τάξεως, οὔτε ἐν μόνοις τοῖς ἐπ’ ἔλαττον ὡς εἴ- ρηται), πῇ δὲ φήσομεν εὖ λέγειν. καὶ γὰρ ἡ τῆς Τύχης ἐπικράτεια τὴν ὑπὸ σελήνην μάλιστα τοῦ παντὸς μοῖραν διακοσμεῖ, παρ’ ἡ καὶ ἡ τοὐ ἐν- δεχομένου φύσις, ἣν ἄτακτον οὖσαν καθ’ ἑαυτὴν ἡ Τύχη μετὰ τῶν ἄλλων ἀρχηγικῶν αἰτίων κατευθύνει καὶ τάττει καὶ κυβερνᾷ. διὸ καὶ πηδάλιον αὐτῇ διδοῦσι κρατεῖν ὡς κυβερνώσῃ τὰ ἐν τῷ πόντῳ τῆς γενέσεως πλέοντα καὶ τὸ πηδάλιον ἐπὶ σφαίρας ἱδρύουσιν, ὡς τὸ ἄστατον τῆς γενέσεως κατευθυνούσης· κέρας δὲ Ἀμαλθείας ἐν τῇ ἑτέρᾳ ταῖν χεροῖν καρπῶν πλῆρες, ὡς τοῦ τυχεῖν πάντων τῶν θείων καρπῶν αἰτία. διὰ τοῦτο δὲ καὶ πόλεων καὶ οἴκων καὶ ἑνὸς ἑκάστου τιμῶμεν Τύχας, ὅτι πόρρω δια- στάντες τῆς θείας ἑνώσεως κινδυνεύομεν διαμαρτεῖν τῆς ἐπιβαλλούσης με. θέξεως. καὶ δεόμεθα πρὸς τὸ τυχεῖν τῆς τε θεοῦ Τύχης καὶ τῶν ἐν τοῖς κρείττοσι γένεσι τὴν αὐτὴν ἐχουσῶν ἰδιότητα. καὶ ἔστι μὲν πᾶσα τύχη ἀγαθή· καὶ γὰρ ἡ πάσα τεῦξις ἀγαθοῦ τινός ἐστιν. οὐ γὰρ ὑπέστη τι κα- κὸν ὑπὸ τοῦ θεοῦ. τῶν δὲ ἀγαθῶν τὰ μέν ἐστι προηγούμενα τὰ δὲ κολαστικὰ ἢ τιμωρά, ἅπερ καὶ κακὰ λέγειν εἰθίσμεθα. καὶ διὰ τοῦτο καὶ τύχην τὴν μὲν ἀγαθὴν ὀνομάζομεν ἥτις τοῦ τυχεῖν τῶν προηγουμένων ἀγαθῶν αἰτία ἐστί, τὴν δὲ κακήν, ἥτις κολάσεως ἢ τιμωρίας ἡμᾶς παρα- σκευάζει τυχεῖν. ταύτην καὶ ὁ Πλάτων’ τὴν ὅλην τύχην τῷ δημιουργῷ συντεταγμένην παραδίδωσιν ἐν Νόμοις, ὅταν φησίν “ὡς θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ Τύχη καὶ Καιρὸς τὰ ἀνθρώπινα διακυβερνῶσι ξύμπαντα”. ἀλλ’ ἐπὶ τὰ ἑξῆς λοιπὸν τῶν ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένων μειέλ- θωμεν. Ὅτι δέ ἐστιν αἴτια καὶ ὅτι τοσαῦτα τὸν ἀριθμόν ἕως τοῦ ὅτι μὲν οὖν τὰ αἴτια ταύτα καὶ τοσαῦτα. Zητήσας ὅπερ ἐν ἀρχῇ προὔθετο φανερὸν τὸ περὶ τῶν αἰτίων, τίνα τε καὶ πόσα τὸν ἀριθμόν ἐστιν, καὶ δείξας ὅτι πάντα εἰς τέτταρας τρόπους πίπτει τοὺς φανερωτάτους, καὶ ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον ὑφ’ ἕνα τού- τῶν ἀνάγεται τὸν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἐπειδὴ μέγα τὸ ἐγχείρημα τὸ πλῆθος τοσοῦτον τῶν κατὰ μέρος αἰτίων εἰς οὕτως ἐλάχιστα γένη συναγαγεῖν, εἰκότως παραμυθίας ἀξιοῖ τὸν λόγον, καὶ ὅτι τοσαῦτα τὸν ἀριθμὸν κατὰ γένος ἐστὶ τὰ αἴτια δείκνυσι δυνάμει οὕτως. αἴτιά ἐστιν ἃ ἐρωτώμενοι τὸ διὰ τί ἀποδίδομεν· ἐρωτώμενοι δὲ τὸ διὰ τί ἀποδίδομεν τέτταρα ἢ τὸ εἶδος ἢ τὸ ποιοῦν ἢ τὸ τέλος ἢ τὴν ὕλην. τέτταρα ἄρα ταῦτα αἴτια. καὶ παραδίδωσι τὴν εἰς ἕκαστον τούτων ἀναγωγὴν διὰ παρα- δείγματος. ἢ γὰρ εἰς τὸ εἶδος ἔσχατον ἀνάγεται τὸ διὰ τί ὡς ἐν τοῖς μαθηματικοῖς. ταῦτα γὰρ ἀκίνητα καλεῖ πρὸς ἀντιδιαστολὴν τῶν φυσι- κῶν, οἷς ἐν κινήσει τὸ εἶναι. διὰ τί γὰρ εὐθεῖα ἥδε; ὅτι ἐλαχίστη τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν. καὶ διὰ τί σύμμετρος ἡ τοῦ ἑξαγώνου πλευρὰ τῆ διαμέτρῳ; ὅτι τῷ αὐτῷ μετροῦνται τῆ ἐκ τοῦ κέντρου. διὰ τί δὲ ἐν κύκλῳ αἱ ἐκ τοὐ κέντρου ἴσαι ἐρωτηθέντες ἐροῦμεν, διότι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς ση- μείου τῶν ἐντὸς τοὐ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι πρὸς τὴν περιφέρειαν εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσί· τοῦτο γὰρ εἰπόντων οὐδεὶς ἔτι οὐ- δὲν ἄλλο αἴτιον ἐπιζητεῖ. ἐρωτηθέντες δέ, διὰ τί ἐπολέμησαν Φωκεῦσι Θηβαῖοι, ἐροῦμεν διότι ἐσύλησαν οἱ Φωκεῖς τὸν νεών, τὸ ποιητικὸν αἴτιον οὕτως ἀποδιδόντες· καὶ διὰ τί ἐπολέμησε τοῖς Ἕλλησι βασιλεύς; διὰ τὸ ἄρξαι τῶν Ἑλλήνων ἐροῦμεν, τὸ οὗ ἕνεκα καὶ τὸ τέλος ἀποδιδόντες. ἐν δὲ τοῖς ἐνύλοις ἅπερ γεννώμενα καλεῖ γεννᾶται γὰρ τὰ φυτὰ καὶ τὰ ζῷα καὶ τὰ τούτων μέρη, ἅπερ πάντα ἔνυλά ἐστιν) ἐν τούτοις οὖν τὸ διὰ τί καὶ εἰς τὴν ὕλην ἀνάγομεν πολλάκις. διὰ τί γὰρ ἐσάπη τὸ βάθρον; ὅτι ξύλινον ἦν. ἢ διὰ τί τετραδάκτυλος ὁ ἄνθρωπος; διότι ἐπέλιπε, φαμέν, ὕλη. διὰ τί δὲ ἄνθρωπος τὸ γεννηθέν; ὅτι ἐκ σπέρματος ἀνθρώπου καὶ καταμηνίου. καὶ ἐπὶ τοῦ αὐτοῦ δέ ἐστιν εἰς πάντα τὰ αἴτια ἀνάγειν. διὰ τί γὰρ ἄνθρωπος ἀποθνῄσκει; ὅτι ζῷον λογικὸν θνητόν, καὶ ὅτι τὸ ποιητι- κὸν αὐτοῦ πρόσεισι καὶ ἄπεισι, καὶ ὅτι ἐξ ὕλης ἐστὶ φθαρτῆς, καὶ ὅτι βέλτιον αὐτῷ τὸ ἀποθνῄσκειν. Λέγει δὲ ὁ Πορφύριος ὅτι “τὸ μὲν διὰ τί τετραχῶς ἔστιν ἀποδοῦναι, τὸ δὲ τίνος ἕνεκα ἐπὶ τοῦ τελικοῦ μόνον ἐρωτᾶται. τίνος γὰρ ἕνεκα ἐπολέμησαν; ἵνα ἄρξωσι”. φυλάττων δὲ τὸ καὶ πρότερον εἰρημένον ὑπ’ αὐτοῦ ὁ Ἀλέξανδρος τὸ τὰ μαθηματικὰ μὴ ἔχειν τελικὸν αἴτιον καὶ τὸ εἰρημένον ἐνταῦθα ὑπὸ τοῦ Ἀριστοτέλους, ὅτι τὸ διὰ τί εἰς τὸ τί ἐστιν ἔσχατον ἀνάγεται ἐν τοῖς ἀκινήτοις οἷον ἐν τοῖς μαθήμα- σιν, αὐτὸς ἐξηγεῖται “ἐπειδή γὰρ οὐκ ἔστι, φησίν, ἐν τοῖς μαθήμασιν ἄλλο τοῦ εἴδους τὸ οὗ ἕνεκεν ἐκεῖνο γὰρ ἄν ἦν τελικὸν ἐν αὐτοῖς καὶ ἔσχατον αἴτιον), διὰ τοῦτο ἔσχατον ἐν αὐτοῖς γίνεται τὸ εἶδος καὶ ὁ ὁρισμός”. καὶ ὅτι μὲν ἔστι τι τῶν μαθημάτων τέλος, καὶ πρότερον εἶπον καὶ νῦν ἐρῶ. καὶ γὰρ εὑρέθη τοῦ διαβιβάζειν τὴν ψυχὴν ἕνεκεν ἀπὸ τῶν αἰσθητῶν εἰς τὰ νοητά· τοῖς μέντοι μαθηματικοῖς ὡς μαθηματικοῖς οὐκ ἔστι γνώριμον τὸ τοιοῦτον αὐτῶν τέλος, ὡς οὐδὲ τοῖς φυσιολόγοις τὸ ἀπὸ φυσιολογίας εἰς τὴν θεωρητικὴν φιλοσοφίαν ὄφελος. εἰκότως εἰς τὸν ὁρισμὸν ἔσχατον ἀνάγουσιν οὗτοι τὸ διὰ τί· καὶ γὰρ ἀρχὴν τὸν ὁρισμὸν ἔχουσιν, ἔξω δὲ τῆς ἀρχῆς οὐχ οἷοί τε βαδίζειν εἰσίν. ἐπειδὴ δὲ τὸ γινόμενον ἄλλο τι δι’ ἄλλο τῶν αὑτοῦ αἰτίων ἔχει τὸ μὲν διὰ τὴν ὕλην τὸ δὲ διὰ τὸ εἶδος τὸ δὲ διὰ τὸ ποιοῦν καὶ ἄλλο διὰ τὸ τέλος, εἰκότως ἐρωτώμενοι τὸ διὰ τί εἰς τὸ οἰκεῖον αἴτιον ἀνάγομεν. πολλάκις δὲ καὶ τοῦ αὐτοῦ διαφόρους αἰτίας ἀποδίδομεν. διὰ τί γὰρ κάθημαι; ὅτι πολὺ καὶ τὸ γεῶδες ἔχει μου τὸ σῶμα καὶ τὸ πύριον, διὸ καὶ κεῖται καὶ ἀνέστηκε τοῦτο· ἀπὸ τῆς ὕλις. καὶ ὅτι τοιώσδε συγκέκαμπταί μου τὰ κῶλα· ἀπὸ τοὐ εἴδους. καὶ ὅτι οὕτως μου προείλετο ἡ ψυχή· ἀπὸ τοῦ ποιοῦντος. καὶ ὅτι οὕτως ἡγησάμην ἄμεινον· ἀπὸ τοῦ τέλους. ἆρα δὲ ὁ ἐρωτώμενος, διὰ τί σιμή ἐστιν ἡ τοῦ Σωκράτους εἰκών, εἰς τί ἂν ἄλλο τὴν αἰτίαν ἀναγάγοι ἢ εἰς " τὸ παράδειγμα; οὐδὲ γὰρ εἰς τὴν ὕλην οἶμαι οὐδὲ εἰς τὸ εἶδος οὐδὲ εἰς ἄλλο τι τῶν τεττάρων, ἀλλ’ ὅτι σιμὸς ἦν ὁ Σωκράτης. ὥστε εἰ καὶ εἰς παράδειγμα ἀνάγομεν τὸ διὰ τί, εἴη ἄν καὶ τὸ παράδειγμα αἴτιον. διὸ τοὐ ἕνα τὸν κόσμον εἶναι τὴν αἰτίαν εἰς τὸ παράδειγμα ἀνέπεμψεν ὁ Πλάτων’ εἰπών “πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουρ- γημένος ἔσται”. ὅλως δὲ εἰ τὰ ἐν ὕλῃ εἴδη μεθέξεις εἰσὶ πρωτουργῶν εἰ- δῶν, πρὸς ἐκεῖνα ὡμοιωμέναι εἰκόνες εἰσίν. πᾶσα οὖν εἰκὼν πρὸς παρά- δεῖγμα ἀναφέρεται. τὴν δὲ ἀνάγκην τοῦ τοσαῦτα καὶ τοιαῦτα εἶναι τὰ αἴτια ἐκ διαιρέσεως πρότερον ἐπειράθην εὑρεῖν· διὸ περιττὸν νῦν πάλιν τὰ αὐτὰ λέγειν· τοσοῦτον δὲ νῦν προσκείσθω, ὅτι τὸ φυσικὸν πᾶν ἐξ ὕλης καὶ εἴδους γινόμενόν ἐστιν, ἀλλ’ οὐκ ὄν, τὸ δὲ γινόμενον ὑπ’ αἰτίου διά τι ἀγαθὸν γίνεται. πάντα οὖν ὅσα ἔχει τὸ τοιοῦτον ἡ διὰ τὴν ὕλην ἢ διὰ τὸ εἶδος ἔχει ἢ διὰ τὸ ποιοῦν ἢ διὰ τὸ τέλος. ἐπειδὴ δὲ ὁ Ἀλέξανδρος ἢ ἐν τοῖς γινομένοις ἡ ὕλη γράφει, καὶ τῆς τούτου ἐξηγήσεως ἀκουστέον· “ἤ, γάρ, πρὸς ἀντιδιαστολήν, φησί, τὴν πρὸς τὰ ἀγένητα εἶπεν ὡς οὐκ οὔσης ἐν τοῖς ἀιδίοις ὕλης, ἢ ὅτι ἐπὶ τῶν κυρίως γινομένων ἔστιν εὑρεῖν τὴν ὕλην, ταῦτα δὲ αἱ οὐσίαι· τῶν γὰρ κατὰ συμβεβηκὸς γινομένων τε καὶ ὄντων οὐκ ἔστιν ὕλη καθ’ αὑτά, ἀλλὰ κατὰ τὴν ἀναφορὰν τὴν ἐπὶ τὴν οὐσίαν ἐν τούτοις ἡ ὕλη. Ἐπεὶ δὲ αἰτίαι τέτταρες ἕως τοῦ | ἡ δὲ περὶ τὰ φθαρτά. Eἰπὼν ὅτι τέτταρές εἰσιν αἱ τῶν φυσικῶν αἰτίαι, ἐπειδὴ αἰτίαι εἰσὶν ἃς τὸ διὰ τί ἐρωτηθέντες ἀποκρινόμεθα, ἀκολούθως ἐπάγει ὅτι ὁ φυσικὸς εἰς τὰς τέτταρας ἀνάγων ἀποδώσει τὸ διὰ τί φυσικῶς ἀποδιδούς· ἔστι γὰρ καὶ τὸν φυσικὸν μὴ φυσικῶς ἀποδοῦναι ὡς καὶ τὸν γεωμετρικὸν μὴ γεωμετρικῶς, ὅταν μὴ ἀπὸ τῶν οἰκείων ἀρχῶν. ἐπεὶ οὖν τὸ φυσικὸν σῶμα ἔχει μὲν ὕλην, ἔχει δὲ εἶδος, ἔχει δὲ καὶ τὸ ποιοῦν αἴτιον, εἴπερ γενητόν ἐστι, καὶ τὸ οὗ ἕνεκα ποιεῖ τὸ ποιοῦν, δῆλον ὅτι τὸν φυσικὸν χρὴ πάντα τὰ αἴτια τοῦ φυσικοῦ σώματος εἰδότα εἰς ἕκαστον οἰκείως ἀναπέμπειν τὸ διὰ τί. πολλάκις δέ, φησί, τὰ τρία αἴτια εἰς ἓν ἔρχεται τὸ εἶδος τὸ τέλος τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. καὶ ἔστιν αὕτη ἡ ἐπίστασις οἰκεία τῷ περὶ τοῦ πλήθους τῶν αἰτίων λέγοντι, ὅτι τῶν τεττάρων τὰ τρία εἰς ταὐτὸν ἔρχεται. καὶ μέντοι τῷ εἰς τὰς αἰτίας ἀνάγοντι φυσικῷ χρήσιμον τοῦτο γινώσκειν, ἵνα τὸ διὰ τί εἰς τὸ εἶδος ἢ τὸ τέλος ἀνάγειν πειρώμενος μὴ ἄλλο τι καὶ ἄλλο πάντως ζητῇ, εἰς ὃ ἀνάξει <τὸ> εἶδος, πολλάκις τὸ αὐτὸ τὸ εἶδος καὶ τέλος ἐστίν. ἕνεκα γὰρ τοὐ εἴδους ἡ φύσις μηχανᾶται πάντα τὰ ἔμπροσθεν. καὶ ἔστι ταῦτα τὰ δύο κατὰ μὲν τὸν ἀριθμὸν καὶ τὸ ὑποκείμενον ἕν, δύο δὲ κατὰ τὸν λόγον. εἰ γὰρ πέπανσίς ἐστι καρποῦ τὸ δύνασθαι τὰ ἐν τῷ περικαρπίῳ σπέρματα ἀποτελεῖν τοιοῦτον ἕτερον, τὸ εἶδος εὐθὺς καὶ τέλος ἐστί. τὸ δὲ ὅθεν ἡ ἀρχὴ τῆς κινή- σεως καὶ ὅτι ταὐτόν γεγένηται τούτοις, οὐ κατὰ τὸ ὑποκείμενον οὐδὲ τῷ ἀριθμῷ ταὐτόν ἐστιν, ἀλλὰ τῷ εἴδει μόνον. ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, καὶ ἔστιν αἴτιος ὁ πατὴρ τῷ γεννωμένῳ ταὐτὸν ὢν αὐτῷ κατὰ τὸ εἶδος. καὶ ὅλως, φησίν, ὅσα κινούμενα κινεῖ, τουτέστιν ὅσα φυσικὰ ὄντα καὶ ἀρχὴν ἔχοντα κινήσεως ἐν ἑαυτοῖς ποιεῖ· περὶ γὰρ τοῦ τοιού- του ποιητικοῦ ὁ λόγος. ταῦτα οὖν ἐὰν ᾖ τὰ αὐτὰ τοῖς γινομένοις, τῷ εἴδει ταὐτά ἐστιν. ὅσα δὲ μὴ κινούμενα κινεῖ, ταῦτα οὐδὲ ἔστιν ὅλως τῆς φυσικῆς πραγματείας ἐπισκοπεῖν, ἀλλὰ τῆς θεολογικῆς. οὐ γὰρ ἔχει ἐν ἑαυτοῖς ταῦτα ἀρχὴν κινήσεως, εἴπερ μὴ κινεῖται· ὥστε οὐκ ἔστι φύ- σικὰ τὰ ἀκίνητα αἴτια. ἀλλ’ οὐδὲ ἀρχὴ κινήσεως ἐστιν ὡς ἡ φύσις· αὕτη γὰρ κινουμένη κινεῖ· ὥστε οὐδὲ φυσικοῦ τὸ περὶ τούτων λέγειν· μήποτε δὲ διὰ τοῦ καὶ ὅλως ὅσα κινούμενα κινεῖ πόρρωθεν ἐνίσταται πρὸς τοὺς τὰς ἰδέας ὁμοειδεῖς αἰτίας τῶν τῇδε νομίζοντας ἀκινήτους οὔσας· τὸ γὰρ ὁμοειδὲς συνώνυμον, ταῦτα δὲ ὁμώνυμα ἢ ὡς ἀφ’ ἑνός. οὕτως μὲν οὖν ἄν τις ἐξηγήσαιτο, εἰ πάντα τὰ ποιητικὰ τὰ αὐτὰ τοῖς εἰδικοῖς τῷ εἴδει νομίζοι εἶναι, ἐὰν κινούμενα κινῇ. καὶ ὁ ἥλιος δὲ κινούμενος μὲν κινεῖ καὶ ποιεῖ, οὐ μὴν ὁ αὐτός ἐστι τοῖς γινομένοις. οὐδὲ γὰρ τὰ γινὁ- μένα ὑπ’ αὐτοῦ πάντα ἀλλήλοις ἐστὶν ὁμοειδῆ, εἰ μὴ ἄρα καθὸ ἔνυλον εἶδος καὶ τὸ ποιοῦν καὶ τὰ γινόμενα, τῆς ὕλης κοινῶς κατὰ τοῦ ὑποκειμέ- νου λεγομένης. κἄν γὰρ ὕλη μὴ ᾖ ἐν οὐρανῷ κατὰ Ἀριστοτέλην διὰ τὸ μὴ μεταβάλλειν ἀπ’ ἄλλων εἰς ἄλλα, ἀλλ’ ὑποκείμενόν γε καὶ ἐν ἐκείνοις ἐστί, διότι κινητὰ κατὰ τόπον, ὡς ἐν τῷ Α τῆς Μετὰ τὰ φυσικά φησι· μήποτε δὲ καὶ ὁ κατὰ τοὺς ἐν αὐτῷ ποιῶν λόγους ὁμοιώματα τῶν λόγων ποιεῖ. δυνατὸν δὲ τὸ καὶ ὅλως ὅσα κινούμενα κινεῖ ἐπὶ τοῦ προσεχοῦς ποιητικοῦ φυσικῶς αἰτίου ἀκούειν, ὅπερ ἐστὶν ἡ φύσις. αὕτη γὰρ πολλὴν ἔχει πρὸς τὸ εἶδος κοινωνίαν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται. ὁ γὰρ ἥλιος οὐ προσεχές ἐστιν αἴτιον, κἄν κινούμενον κινῇ. καὶ τούτῳ ἴσως καὶ τὰ ἐπαγόμενα συνᾴδει. ὅτι γὰρ τὰ κινοῦντα καὶ ποιοῦντα αἴτια τριττά ἐστι, τὰ μὲν ἀκίνητα, τὰ δὲ κινούμενα, καὶ τούτων τὰ μὲν προσεχῆ τὰ δὲ πορρωτέρω, δείκνυσιν ἐκ τοῦ καὶ τὰς πραγματείας τριχῇ διῃρῆσθαι τὰς περὶ τῶν ὄντων, μᾶλλον δὲ τὰς περὶ τῶν ὄντων ἀρχὰς καὶ αἰτίας. καὶ γὰρ ἡ μέν ἐστι περὶ τοῦ κινητικοῦ μὲν αἰτίου ἀκινήτου δέ, οἵα ἐστὶν ἡ μετὰ τὰ φυσικὰ πραγματεία, ἡ δὲ περὶ τῶν κινουμένων μὲν αἰτίων ἀφθάρ- των δέ, οἵα ἡ περὶ οὐρανοῦ, ἡ δὲ περὶ τῶν ἐν γενέσει καὶ φθορᾶ πάντως καὶ αὐτῶν κινουμένων, ἁ καὶ προσεχῆ ἐστιν αἴτια· τοιαύτη δὲ ἥ τε περὶ γενέσεως καὶ φθορᾶς καὶ ἡ τῶν μετεώρων πραγματεία καὶ ἡ περὶ ζῴων καὶ φυτῶν τὰς τοιαύτας αἰτίας ζητοῦσαι. δῆλον δὲ ὅτι ἡ προκειμένη πραγματεία τὰς ἀρχὰς τῶν φυσικῶν ζητοῦσα περὶ κινουμένων αἰτίων κοινῶς ποιεῖται τὴν ζήτησιν. ἐπιστήσαι δὲ ἄξιον, πῶς τὸ ὅθεν ἡ κίνησις πρῶτον, τουτέστι τὸ ποιητικόν, τῷ εἴδει ταὐτὸν εἶπεν, ἀλλ’ οὐχὶ τῷ ὑποκειμένῳ καὶ τῷ ἀριθμῷ, ὡς τὸ τελικὸν καὶ τὸ εἰδικὸν εἰχέτην πρὸς ἄλληλα. καὶ γὰρ ἡ φύσις ποιητικὸν οὖσα αἴτιον καὶ εἰδικὸν ἐδείκνυτο πρότερον, ἀλλ’ ἴσως τῇ μὲν φύσει τὸ καὶ ἀριθμῷ ἓν εἶναι μετὰ τοῦ εἴδους ὑπῆρχε. πᾶσι δὲ ἀπλῶς τοῖς ποιητικοῖς αἰτίοις τοῖς προσεχέσι τῷ εἴδει ταὐτὸν εἶναι ὐπάρχει. καὶ ἐκ τούτων δὲ πάλιν οἶμαι δυνατὸν συνιδεῖν, ὅτι τὸ ἀκίνητον καὶ πρῶτον αἴτιον οὐ μόνον τελικὸν ἀλλὰ καὶ ποιητικὸν οἶδεν ὁ Ἀριστοτέλης. τὸ γὰρ ὅθεν ἡ κίνησις πρῶτον, τουτέστι τὸ ποιητικὸν αἴτιον, τοῦτο διαιρεῖ εἴς τε τὸ ἀκίνητον καὶ τὸ κινούμενον, ὅσα μὲν κινούμενα κινεῖ φυσικῆς λέγων πραγματείας, ὅσα δὲ ἀκίνητα ὄντα κινεῖ οὐκέτι φυσικῆς, τὸ κινεῖν ἀντὶ τοῦ ποιεῖν λαμβάνων. καὶ ὁ Ἀλέξανδρος δὲ ἐν τούτοις “τῆς φυσικῆς, φησίν, ἐστὶ καὶ περὶ ποιητικοῦ αἰτίου εἰπεῖν, οὐ περὶ παντὸς μέν- τοι, ἀλλὰ τούτων μόνων, ὅσα κινούμενα αὐτὰ κινητικὰ καὶ ποιητικά ἐστί τινων, ὡς ἄν εἰ ἔλεγεν ‘ὅλως δὲ ὅσα κινούμενα τῶν ποιητικῶν’, ὡς δηλον- ότι καὶ ἀκινήτων ὄντων τῶν ποιητικῶν κατ’ αὐτόν. p. 198a 31 Ὥστε τὸ διὰ τί καὶ εἰς τὴν ὕλην ἀνάγοντι ἕως τοῦ καὶ οὕτως τὸ ἐφεξῆς 〈ἀεί〉. Εἰ τὸ τελικὸν καὶ τὸ εἰδικὸν εἰς ἓν τῷ ἀριθμῷ πολλάκις ἔρχεται, εἰκότως τὸ διὰ τί ποτὲ μὲν εἰς τὴν ὕλην ἀνάγοντι ἀποδίδοται, ποτὲ δὲ εἰς τὸ εἶδος, ὃ ταὐτὸν καὶ τέλος ἐστί, ποτὲ δὲ εἰς τὸ ποιητικόν. τούτου γὰρ ἔοικεν ἐνδεικτικὸν εἶναι τὸ παραλιπεῖν ἐν τῇ ἀπαριθμήσει τὸ τελικὸν αἴτιον. ἄμα δοκεῖ μοι πόρρωθεν καὶ τὴν αἰτίαν ἐνδείκνυσθαι, δι’ ἣν τὸ τελικὸν αἴτιον παρελίμπανον οἱ φυσιολογοῖ. διότι γὰρ ἔοικεν εἰς ταὐτὸν ἔρχεσθαι τὸ εἶδος καὶ τὸ τέλος, διὰ τοῦτο περὶ τοὐ εἴδους λέγοντες ἀρκοῦνται. διὸ καὶ εὐθέως ἐπήγαγε, πῶς τὰς αἰτίας τῆς γενέσεως σκοποῦντες εἰς ταῦτα τὰ αἴτια ἀνῆγον. ὅταν μὲν γὰρ τί μετὰ τί γίνεται ζητῶσι, τὸ εἰδικὸν αἴτιον ζητοῦσι τοῦτο γάρ ἐστι τὸ γινόμενον), ὅταν δὲ τί πρῶτον ἐποίησε. τὸ κυρίως ποιητικὸν ἀνιχνεύουσιν, ὥσπερ ὅταν τὸ παθὸν ζητῶσι, τὸ ὑλικὸν αἴτιον πολυπραγμονοῦσιν. ἡ γὰρ ὕλη τὸ πάσχον ὑπὸ τοῦ ποιοῦντός ἐστι, τὸ δὲ εἶδος τὸ ἐγγινόμενον πάθος. δύναται δὲ τοῦτο δεικτικὸν εἶναι καὶ τοῦ τὸν φυσικὸν μάλιστα εἰς ταῦτα ἀναφέρειν τὰ αἴτια ζητοῦντα, τί πρῶτον καὶ τί ὕστερον ποιεῖ, καὶ τί τὸ πάσχον ἐστίν, ὅτι ἡ ὕλη, καὶ τί τὸ γινόμενον. ταῦτα γὰρ περὶ τὰ φυσικὰ ὄντα τῷ φυσιολόγῳ προσήκει, τοῦ πρώτου φιλοσόφου περὶ τὸ ἀκίνητον ἔχοντος αἴτιον, καὶ τὴν ἄυλον καὶ ἀπαθῆ οὐσίαν καὶ γενέσεως ἐξῃρημένην, ἅπερ ἀντίθετα τοῖς προειρημένοις ἐστί. “δύναται δέ, φησὶν Ἀλέξανδρος, ἡ λέξις ἡ λέγουσα περὶ γενέσεως γὰρ μάλιστα ἀκολουθεῖν τοῖς ἀνωτέρω εἰρη- μένοις, ἐν οἷς ἔλεγεν ἐπεὶ δὲ αἰτίαι τέτταρες, περὶ πασῶν εἰδέναι φυσικοῦ, καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει, τὴν ὕλην τὸ εἶδος τὸ κινῆσαν τὸ οὗ ἕνεκα,; περὶ γενέσεως γὰρ μάλιστα τοῦτον τὸν τρόπον τὰς αἰτίας ζητοῦσι, τῶν μεταξὺ παρεμβεβλημένων εἰς διορι- σμὸν τῆς ταὐτότητος τῶν αἰτίων καὶ τοῦ ποιητικοῦ αἰτίου τῆς διαφορᾶς. εἴπερ τὸ μὲν ἀκίνητόν ἐστι τὸ δὲ κινούμενον, καὶ τούτου τὸ μὲν ἄφθαρτον τὸ δὲ φθαρτόν.’’ τὸ δὲ καὶ οὕτως τὸ ἐφεξῆς ἀεί δύναται μὲν λέγειν, ὅτι βοτάνη πρῶτον ἀπὸ πυροῦ καὶ ἐφεξῆς καλάμη καὶ ἐπὶ ταύτῃ ἄσταχυς, δύναται δέ, ὡς ὁ Ἀλέξανδρος ἀκούει, τοῦτο ἐπῆχθαι, ὅτι μετὰ τὸ πρῶτον ποιῆσαν ἐπὶ τὸ προσεχὲς ποιητικὸν μετέρχονται καὶ μετὰ τὴν πρώτην ὕλην ἐπὶ τὴν προσεχῆ καθ’ ὁμοιότητα, οὐκ ἐπ’ ἄλλο τι εἶδος αἰτίου τὸ οὗ ἕνεκα μεταβαίνοντες, μᾶλλον δὲ ὅτι ἐπὶ ἑκάστου αἰτίου τὸ ἐφεξῆς ζη- τουσι. Διτταὶ δὲ αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς ἕως τοῦ τέλος γὰρ καὶ οὗ ἕνεκα. Ἤδη μὲν καὶ πρότερον διαίρεσιν ἐποιήσατο τοῦ ποιητικοῦ λέγων, ὅτι τὰ μὲν κινούμενα κινεῖ, τὰ δὲ ἀκίνητα ὄντα. καὶ νῦν δὲ τὴν αὐτὴν ποιεῖ- ται λέγων διτταὶ δὲ αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, τὸ φυσικῶς προσθεὶς πρὸς ἀντιδιαστολὴν τῶν γινομένων κατὰ τέχνην ἢ προαίρεσιν. καὶ μήποτε διὰ τοῦτο πάλιν τὴν τοῦ ποιητικοῦ αἰτίου διαίρεσιν ἀνέλαβεν, ἵνα διορίσῃ τελέως τὸ πρώτως κινοῦν τῶν κατὰ τέχνην ἢ προαίρεσιν κινούν- των πρῶτον μὲν γὰρ διέκρινεν ἀπ’ ἀλλήλων τά τε ὅσα κινούμενα κινεῖ καὶ ὅσα ἀκίνητα ὄντα, καὶ ἔλαβεν ἀκινήτως κινοῦν τὸ πρῶτον αἴτιον. νῦν δὲ ἐπειδὴ καὶ ἡ τέχνη καὶ ἡ προαίρεσις ἀκίνητος οὖσα τὰς φυσικὰς κινή- σεις κινεῖ οὐδὲ γὰρ αὔξεται οὐδὲ ἀλλοιοῦται οὐδὲ κατὰ τόπον μεταβαίνει), διορίζει πρῶτον μὲν τὰς τέχνας καὶ τὴν προαίρεσιν τῆς τε φύσεως καὶ τοῦ πρώτου αἰτίου τῷ ταῦτα μὲν φυσικῶς, ταὐτὸν δὲ εἰπεῖν ἔνδοθεν κινεῖν, ἐκεῖνα δὲ ἔξωθεν. καὶ οὕτως τὸ πρῶτον κινοῦν τῆς μὲν φύσεως διορίζει ἤτοι τῶν κατὰ φύσιν κινούντων οὐ γὰρ καθ’ αὑτὴν ἢ φύσις κινεῖ, ἀλλὰ μετὰ τοῦ σώματος ἐν ᾧ ἐστι), τούτων μὲν διορίζει τῷ ταῦτα μὲν ἀρχὴν κινήσεως ἐν ἑαυτοῖς ἔχειν, ἐκεῖνο δὲ μὴ ἔχειν. οὐ γάρ ἐστι φυσικὴ ἐκείνη ἀρχή, ἀλλὰ φυσικῶν· εἰ δὲ εἶχεν ἀρχὴν κινήσεως ἐν ἑαυτῇ, φυσικὴ ἄν ἦν. τῶν δὲ κατὰ τέχνην καὶ προαίρεσιν κινούντων διορίζει τὴν πρώτην ἀρχὴν τῷ ἐκεῖνα μέν, κἄν καθ’ αὑτὰ ᾖ ἀκίνητα τὰς φυσικὰς κινήσεις, ἀλλὰ κατὰ συμβεβηκὸς κινεῖσθαι ἐν τοῖς φυσικοῖς. τοιαῦται γὰρ αἱ τῆς ψυχῆς ἐνέργειαι κατὰ τόπον μεταβαίνουσαι καὶ ἀπὸ ἄλλων εἰς ἄλλα μεθι- στάμεναι ἔν τε τῷ προαιρεῖσθαι καὶ ἐν τῷ τεχνάζεσθαι, τὸ δὲ πάντων πρῶτον παντελῶς ἀκίνητόν ἐστι καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός. καὶ καθ’ ὅσον δὲ πάντων πρῶτόν ἐστι τῶν κινούντων διαφέρει τῶν τε κατὰ τέχνην καὶ κατὰ προαίρεσιν κινούντων. καὶ οὐκ ἐκ παραλλήλου κεῖται τό τε παντελῶς ἀκίνητον καὶ τὸ πάντων πρῶτον, ἀλλ’ ὡς καθ’ ἑκά- τερα δεικνυμένης τῆς πρὸς τὰ ἀκινήτως κινοῦντα διαφορᾶς. πρῶτον δὲ ἐκεῖνο κατὰ πάντας τοὺς τοῦ πρώτου τρόπους μετ’ ὀλίγον δείξει. εἰ τοίνυν ὀρθῶς λέγομεν τοῦτον ἔχειν σκοπὸν τὰ εἰρημένα, οὐ παρελκόντως πάλιν ἡ τοῦ ποιητικοῦ γέγονε διαίρεσις. καὶ εἴπερ ποιητικοῦ ἐστιν ἡ διαίρεσις, ὡς καὶ Ἀλέξανδρος ὁμολογεῖ, δῆλον ὅτι καὶ ποιητικὸν οἴεται τὸ πρῶτον ὁ Ἀριστοτέλης. εἰ δὲ κινητικοῦ μόνον ἐστὶ διαίρεσις, δύναται τὸ πρῶτον καὶ ὡς τέλος κινεῖν. εἰπὼν δὲ ἀκίνητον τὸ πρῶτον ἐπισημαίνεται, ὅτι καὶ τὸ εἶδος καὶ ἡ μορφὴ ἀκίνητόν ἐστιν, ὅταν ὡς τέλος λαμβάνηται καὶ τὸ οὗ ἕνεκα. ἀκίνητον γὰρ δεῖ τὸ τέλος εἶναι καὶ ὡρισμένον· τὸ γὰρ κινούμε- νον ἕνεκά του κινεῖται. εἰ δὲ κινοῖτο, οὐδὲ τὸ ποιοῦν ἐλθὸν εἰς αὐτὸ στή- σεται. τὸ δὲ εἶδος οὐχ ὡς ἔτυχε λαμβανόμενον τέλος ἐστίν, ἀλλ’ ὅταν οὕτως λαμβάνηται, ὅτι βέλτιον οὕτως. “ταύτῃ γάρ, φησὶν Ἀλέξανδρος, διαφέρει τὸ μαθηματικὸν εἶδος τοῦ ἐν τοῖς φυσικοῖς, ὅτι τοῦτο μὲν καὶ ὡς τέλος καὶ οὗ ἕνεκα λαμβάνεται, ὅτι βέλτιον οὕτως. ἄμεινον γὰρ ἦν τοιόνδε τὸ εἶδος, οἷον τὸ ὅρ|θιον καὶ μὴ ἀλλοῖον, ἐπὶ δὲ τῶν μαθημτικῶν οὐδὲν ζητεῖται τοιοῦτον· λῆρος γὰρ δοκεῖ, εἴ τις ἐπιχειροίη δεικνύναι, ὅτι τῷ μὲν κύκλῳ βέλτιον ἦν τὸ τὰς ἐκ τοῦ κέντρου γραμμὰς ἴσας ἔχειν, τῷ δὲ τετραγώνῳ τὰς περιεχούσας αὐτό.” μήποτε δὲ εἴ τις τὸν ὁρισμὸν τοῦ κύκλου καὶ τοῦ τετραγώνου λάβοι οὕτως ὡς καὶ τὸν τοῦ ἀνθρώπου μὴ κατὰ τὴν μορφὴν ἀλλὰ κατὰ τὴν δύναμιν, εὑρήσει καὶ τὴν μορφὴν οἰκείαν τῷ τοιούτῳ λόγῳ, ὡς ἐπὶ τοῦ ἀνθρώπου τὸ ὄρθιον. p. 198b 4 ᾖστε ἐπεὶ ἡ φύσις ἕνεκά του ἕως τοῦ ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου οὐσίαν. Ἐπειδὴ τὸ φυσικὸν εἶδος τέλος ἐστὶ καὶ οὗ ἕνεκα, δῆλον ὅτι ἡ φύσις ἡ ποιητικὴ του ενεκα ἕνεκα του ἕδους πάντα ποίει. εἰ οὑν ενεκα καὶ μὴ μάτην ποιεῖ ἡ φύσις, δεῖ τὸν φυσικὸν καὶ τὴν φύσιν εἰδέναι φυσι- κὸν ὄντα καὶ τὰς αἰτίας τῶν γινομένων ἀποδιδόναι πάντως. οὕτως μὲν οὖν ἐὰν εἰς τὸ ἕνεκά του ὑποστίξωμεν, καὶ τῷ πάντως πρόσκειται ὁ καὶ σύνδεσμος. εἰ μέντοι μὴ πρόσκειται οὗτος, ὡς ἔν τισιν ἀντιγράφοις φέρε- ται, εἰς τὸ καὶ ταύτην εἰδέναι δεῖ ὑποστικτέον, ἵνα λέγῃ αἴτιον τοῦ τὸ διὰ τί ἀποδιδόναι τὸ τὴν φύσιν δεῖν εἰδέναι ἕνεκά του ποιοῦσαν. τὰς δὲ αἰτίας ἀποδοτέον τήν τε ποιητικήν <καὶ τὴν ὑλικήν>. ταύτην νει διὰ τοῦ ὅτι ἐκ τοῦδε ἀνάγκη τόδε· τὸ δὲ ἐκ τοῦδε ἢ ἀπλῶς ἢ ὡς ἐπὶ τὸ πολύ. καὶ γὰρ ἐν μὲν τοῖς ἀιδίοις καὶ θείοις ἁπλῶς ποιεῖ τὸ ποιοῦν· ὁ γὰρ τοιόσδε τῆς σελήνης σχηματισμὸς τοιόνδε πάντως ποιεῖ τὸν φωτισμὸν αὐτῆς. ἐν δὲ τοῖς ἐν γενέσει ὡς ἐπὶ τὸ πολύ· ὁ γὰρ ὕπνος ὡς ἐπὶ τὸ πλεῖστον θρέψιν ποιεῖ σχολαζούσης τότε τῆς φύσεως. διὰ δὲ τοῦ εἰ μέλλει τόδε ἔσεσθαι ὥσπερ ἐκ τῶν προτάσεων τὸ συμπέ- ῥάσμα τοῦ ὑλικοῦ μέμνηται, ὅπερ καὶ ἀναγκαῖόν ἐστι τὸν τῶν <ὧν> ἄνευ λόγον ἐπέχον. εἰ γὰρ δεῖ τοιόνδε ἀκολουθῆσαι συμπέρασμα, δεῖ τοιάσδε προειλῆφθαι προτάσεις ὕλης ἐχούσας λόγον ἐν τῷ συλλογισμῷ. εἴ τις οὖν ἔροιτο, διὰ τί τοιόνδε τὸ συμπέρασμα, εἰς τὴν ὕλην ἀνάγοντες τὸ διὰ τί ἀποδώσομεν· διότι γὰρ τὸ τοιαίδε αἱ προτάσεις. καὶ ἐν τοῖς φυσικοῖς, εἰ μέλλοι τόδε ἔσεσθαι τὸ εἶδος ὑπὸ τῆς φύσεως, δεῖ τήνδε τὴν ὕλην προυπεστρῶσθαι, οἷον εἰ μέλλοι ναῦς ἔσεσθαι <ἐκ> τοιοῦδε ξύλου, δεῖ ὕλην παραληφθῆναι, ἵνα καὶ εὖ πλέῃ καὶ εὐτόνως συνέχηται. διὰ δὲ τοῦ ὅτι τοῦτο ἦν τὸ τί ἦν εἶναι τὴν κατὰ τὸ εἶδος αἰτίαν ἐνδείκνυται, διὰ δὲ τοῦ καὶ διότι βέλτιον οὕτως τοῦ τελικοῦ μέμνηται αἰτίου. καὶ γὰρ καὶ Πλάτων’ καὶ Ἀριστοτέλης τῷ φυσικῷ προσήκειν φασὶ τήνδε διττὴν αἰτίαν ἀποδιδόναι, τὴν μὲν τοὐ ἀναγκαίου, τὴν δὲ τοῦ εὖ. καὶ ἔστιν ἡ μὲν τοῦ ἀναγκαίου κατὰ τὴν ὕλην καὶ ὅλως τὸ σωματικόν, οἷον ὅτι δεῖ ἐκ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν γίνεσθαι, ἡ δὲ τοὐ εὖ, καθ’ ἣν δείκνυται ὅτι βέλτιόν ἐστιν οὕτως ἢ ἄλλως ἔχειν. τὸ δὲ βέλτιον οὐ τὸ ἀπλῶς ληπτέον, ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου φύσιν οἰκεῖον. τὸ γὰρ ἀπλῶς καὶ τὸ πάντων ἄριστον οὐδὲ ὑπάρχειν δυνατὸν τῇ θνητῇ φύσει, ἀλλ’ εἴπερ ἄρα, τῇ ἀιδίῳ καὶ θείᾳ. ἔπειτα καὶ ἓν ἄν ἦν πάντων τὸ αὐτὸ τέλος· ἓν γὰρ τὸ ἄριστον. τὸ δὲ πρὸς τὴν ἑκάστου φύσιν, οἷον ὅτι τοῖς ἀερίοις καὶ ἀναγκαῖα τὰ πτερὰ καὶ λυσιτελῆ καὶ τοῖς τοιοῖσδε τὰ τοιάδε, τοῖς δὲ πεζοῖς οἱ πόδες, τοῖς δὲ ἰλυσπωμένοις ἡ κοιλία, ὥσπερ τοῖς ἰχθύσι τὰ βράγχια. καὶ ἔστι τοιαύτη πραγματεία τῷ Ἀριστοτέλει ἡ Περὶ ζῴων μορίων, ἔνθα κατὰ τὸν διττὸν τρόπον φυσιολογεῖ κατά τε τὸ ἀναγκαῖον καὶ κατὰ τὸ εὖ. Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις ἕως τοὐ ὁ δὲ τὸν νοῦν. Δύο προτίθεται προβλήματα ἐν τούτοις, ἓν μὲν ὅτι τῶν ἕνεκά του ποιούντων αἰτίων ἡ φύσις ἐστὶν ἀποδεῖξαι, διότι πολλάκις ἐχρήσατο τούτῳ ἀντιλογίαν ἔχοντι· δεύτερον δὲ περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσικοῖς, ἐπειδὴ πάντες οἱ φυσιολογοῖ εἰς τὸ ἀναγκαῖον ἀνάγουσι τὰς αἰτίας, ἐξ ἀνάγκης τόδε τοιώσδε λέγοντες γίνεσθαι. ἀνάγουσι δὲ εἰς τὴν ὕλην ὡς ταύτην οὖσαν τὴν ἀνάγκην, ἐκ τῆς τοιᾶσδε τῶν ὑποκειμένων ποιότητος τοιόνδε γίνεσθαι ἐξ ἀνάγκης λέγοντες. οἷον ἐπειδὴ τὸ θερμὸν κοῦφον καὶ ἀνωφερές ἐστι, τὸ δὲ ψυχρὸν βαρὺ καὶ κατωφερές, διὰ τοῦτο ὁ κόσμος οὕτω συνέστη τῆς μὲν γῆς κάτω γενομένης, τοὐ δὲ οὐρανοῦ ἄνω. κἄν γὰρ ἄλλην αἰτίαν εἴπωσιν, ὡς Ἐμπεδοκλῆς ποιητικὴν φιλίαν καὶ νεῖκος καὶ Ἀναξαγόρας τὸν νοῦν, ὅσον ἐφάψασθαι μόνον αὐτῆς λέγουσιν ἐν ταῖς τῶν αἰτίων ἀποδόσεσιν οὐ προσχρώμενοι. τοῦτο δὲ καὶ ὁ ἐν τῷ Φαίδωνι Σωκράτης ἐγκαλεῖν τῷ Ἀναξαγόρᾳ δοκεῖ. διὰ τοῦτο οὖν περὶ τοὐ κατὰ τὴν ὕλην ἀναγκαίου χρὴ διορίσασθαι, πῶς ἔχει ἐν τοῖς φυσικοῖς, τουτέστι τίς ὁ τρόπος τῆς τοιαύτης αἰτίας. ἆρα διὰ ταύτην γίνεται τὸ γινόμενον; ἢ οὐκ ἄνευ μὲν ταύτης, οὐ μὴν διὰ ταύτην ἀπλῶς, καὶ διὰ τοῦτο ἀναγκαία καὶ ὄντως ἀναγκαία. ταῦτα γὰρ μετ’ ὀλίγον ἡμᾶς περὶ αὐτῆς διδάξει. Τὸ δὲ δεῖξαι ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, χρήσιμόν ἐστι πολλαχῶς πρὸς τελειότητα τοῦ περὶ τῶν αἰτίων λόγου. εἰ γὰρ διὰ τοῦτο μάλιστα ἀναγκαῖον τὰς αἰτίας εἰδέναι, ἵνα εἰς ταύτας ἀνάγοντες τὸ διὰ τί ἀποδι- δῶμεν, τοῦτο δὲ χρήσιμόν ἐστι, διότι ἡ φύσις ἕνεκά του ποιεῖν ὑπόκειται καὶ οὐκ εἰκῇ καὶ ὡς ἔτυχεν, ἔδει ταύτην δειχθῆναι τὴν ὑπόθεσιν. ἔτι δὲ εἰ τὸ εἶδος τελικὸν αἴτιον καὶ οὗ ἕνεκα ὑπε|τέθη, ὡς ἕνεκα τούτου τῆς φύσεως ποιούσης πάντα ἁ ποιεῖ, χρὴ τοῦτο δειχθῆναι, ὅτι ἕνεκά του ποιεῖ ἡ φύσις. ἔτι δὲ τῶν παλαιῶν φυσιολόγων οἱ μὲν τύχην καὶ τὸ αὐτόματον ᾐτιῶντο τῶν γινομένων ὡς ποιητικὰ αἴτια, μᾶλλον δὲ ὡς ἀναι- τίων ὄντων τῶν γινομένων, οἱ δὲ τῇ ὑλικῇ ἀνάγκῃ ἠρκοῦντο. δείξας οὖν ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον κατὰ συμβεβηκός ἐστιν αἴτια, δεῖ δὲ εἶναι πρὸ τοῦ κατὰ συμβεβηκὸς αἰτίου καὶ μάτην ὅσον ἐπὶ τῷ ἀποτελέσματι προσγενομένου τὸ καθ’ αὑτὸ καὶ ἕνεκά του ποιοῦν τι, ἐδεῖτο δεῖξαι τί τοῦτό ἐστι. καὶ ἄλλως δὲ ἐκ τῆς τῶν αἰτίων ἐφόδου παραδείξας, ὅτι ἔστι τὸ ποιητικὸν αἴτιον τῶν φυσικῶν καὶ τοῦτο εἰπὼν εἶναι τὴν φύσιν διαφέρουσαν τῆς τύχης καὶ τοῦ αὐτομάτου τῷ προηγουμένως καὶ ἕνεκά του ποιεῖν, ἐδεῖτο λοιπὸν τοῦτο αὐτὸ δεῖξαι, ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, καὶ περὶ τοῦ ἀναγκαίου τῆς ὕλης διαλεχθῆναι. ἔτι δὲ ἐν ὅλῳ τῷ βιβλίῳ περὶ αἰτίων διαλεχθεὶς καὶ ταῦτα τοῖς αἰτίοις οἰκεῖα προστίθησι, τὸ μὲν ὅτι τὸ ποιητικόν, ὅπερ ἐστὶν ἡ φύσις, οὐκ εἰκῇ καὶ ὡς ἔτυχεν ἀλλ’ ἕνεκά του ποιεῖ καὶ τὸ οὗ ἕνεκα τὸ εἶδός ἐστι, τὸ δὲ ὅτι τὸ ἐπὶ τῆς ὕλης λεγόμενον ἀναγκαῖον, οὐχ οὕτως λέγεται ὡς δι’ αὐτὴν γινομένου τοῦτο γὰρ τῷ τέλει προσήκει), ἀλλ’ ὡς οὐκ ἄνευ αὐτῆς· ὅπερ ἐστὶ τὸ κυρίως ἀναγκαῖον, ὡς κατὰ ἀνάγκην, ἀλλ’ οὐχὶ προηγουμένως παρειλημμένον. Ἔχει δὲ ἀπορίαν, τί κωλύει τὴν φύσιν μὴ του ποιεῖν ἕως τοῦ ὁ μὲν οὖν λόγος, ᾧ ἄν τις ἀπορήσειεν, οὗτος, καὶ εἴ τις ἄλλος τοιοῦτός ἐστιν. Προβαλλόμενος ὁ Ἀριστοτέλης δεῖξαι, ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, πρῶτον ὥσπερ εἴωθε καὶ αὐτὸς καὶ ὁ διδάσκαλος αὐτοῦ Πλάτων’ κρατύνει τὸν ἐναντίον λόγον, οὕτως αὐτῷ παριστάμενος ὡς ὁμολογήσων <ᾧ> οἱ λόγων πατέρες παρέστησαν. τοῦτο δὲ χρήσιμόν ἐστι πρὸς τὸ μηδεμίαν ἔνστασιν καταλιπεῖν τοῖς ἐνίοτε καὶ εὐφυέστερον δυναμένοις ἐνίστασθαι. καὶ νῦν οὖν συνηγορεῖ πρῶτον τοῖς λέγουσι μὴ ἕνεκά του τὴν φύσιν ποιεῖν μηδὲ ὅτι βέλτιον οὕτως· ἐπειδὴ γὰρ οἱ ἕνεκά του ποιεῖν τὴν φύσιν βουλόμενοι πιστοῦνται τοῦτο ἐκ τῆς χρείας μάλιστα τῶν ἐν τοῖς ζῴοις μορίων εἰ γὰρ οἱ μὲν ἐμπρόσθιοι ὀδόντες ὀξεῖς γεγόνασι πρὸς τὸ τέμνειν τὴν τροφήν, οἱ δὲ γομφίοι πλατεῖς πρὸς τὸ λεαίνειν, δῆλον ὅτι οὐκ εἰκῇ καὶ ὡς ἔτυχε γεγόνασιν, ἀλλὰ τοῦ ποιοῦντος πρὸς τὸ χρήσιμον καὶ τὸ βέλτιον ἀφορῶντος), ταῦτα οὖν ἐκείνων λεγόντων, οἱ βουλόμενοι μὴ ἕνεκά ποιεῖν τὴν φύσιν γίνεσθαι μὲν ἐξ ἀνάγκης φυσικῆς ἢ ὑλικῆς λέγουσι τὰ γινόμενα, χρήσιμα δὲ καὶ ἐπωφελῆ κατὰ συμβεβηκὸς ἀποβαίνειν τῆς φύσεως οὐ τούτου ἕνεκα ποιούσης· ἀλλ’ ὥσπερ ὁ Ζεὺς ὕσειεν ἂν καὶ ἐν θέρει, οὐχ ἵνα δὲ τὸν σῖτον τὸν ἐν τῇ ἅλῳ ἀπολέσῃ, ἀλλὰ ὕσαντος συνέβη τὸν σῖτον ἀπολέσθαι, οὕτω τί κωλύει λέγειν μὴ ὕειν μέν, ἵνα ὁ σῖτος αὐξηθῇ, ἄλλως δὲ ὑετοῦ γενομένου καὶ τὸν σῖτον αὐξάνεσθαι συμβαίνειν, γίνεσθαι δὲ τὸν ὑετὸν φύσει καὶ ὑλικῇ ἀνάγκῃ; τὴν γὰρ ἀνενεχθεῖσαν ἀτμίδα ψυχθεῖσαν καὶ ὕδωρ γενομένην διὰ τὸ βάρος καταφέρεσθαι καὶ τοῦτο εἶναι τὸν ὑετόν. καὶ ἄλλως δὲ φαῖεν ἄν μηδέποτε τὸ βέλτιον τοῦ χείρονος ἕνεκα γίνεσθαι μήτε ὑπὸ νοῦ μήτε ὑπὸ φύσεως. ὥστε οὐδὲ ἡ τοῦ ἡλίου κίνησις, ἥτις ψύχουσα καὶ ἀλέας καὶ ὄμβρων καὶ τῶν τοιούτων αἰτία ἐστί, τῶν καρπῶν ἕνεκα γίνεται, ἀλλ’ ἐπισυμβαίνει καὶ ἡ τούτων τροφὴ ὥσπερ καὶ ἄλλα πολλά, ὡς εἰ τούτων ἕνεκα ποιήσει ὁ ἀκριβέστατος νοῦς. οὕτως οὖν τί κωλύει καὶ τὰ μόρια τῶν ζῴων καὶ τῶν φυτῶν ἐξ ἀνάγκης μὲν ὑλικῆς γίνεσθαι, οὐ μὴν τοὐ εὖ καὶ τοῦ ὠφελίμου στοχαζομένης τῆς φύσεως οὐδὲ ἕνεκά του ποιούσης. καὶ γὰρ οἱ μὲν ἐμπρόσθιοι ὀδόντες ὀξεῖς γεγόνασιν, οἱ δὲ γομφίοι πλατεῖς οὐ διὰ τὴν χρείαν, ἀλλὰ διὰ τὴν φυσικὴν ἀνάγκην. ἡ γὰρ τοῦ φατνώματος, εἴποι τις ἄν, περιφέρεια πυκνοτέρα γέγονε τῶν ἑαυτῆς περάτων διὰ τὴν καμπήν· τὰ γὰρ καμπτόμενα πυκνοῦται κατὰ τὴν κοίλην καὶ κατὰ τὴν κυρτὴν ἐπιφάνειαν τῆς μὲν τεινομένης τῆς δὲ συμπι- λουμένης κατ’ ἐκείνου, καθ’ οὗ τὸ περιφερὲς μάλιστα γίνεται. διὰ δὲ τοῦ πυκνοτέρου τὰ διιόντα ὀξύνεται καὶ τὰ ὀξέα μᾶλλον δίεισι. τούτων δὲ οὕτω γινομένων διὰ τὴν ἀνάγκην τὴν ὑλικὴν συνέβη ἄλλως εἰς ὠφέλειαν αὐτὰ γενέσθαι τῶν ζῴων, ὡς εἰ καὶ ταύτης ἕνεκα ἐγένετο. διὰ τί γὰρ ἄλλα μὲν ἀπόλλυται ὑπὸ τῶν οἰκείων μορίων, ὡς ἀετοὶ τοῦ ῥάμφους ἐπι- καμπτομένου λιμώττοντες, ἄλλα δὲ σῴζεται, εἰ μὴ ἐκ ταὐτομάτου ταῦτα οὕτως συνέτρεχε. καὶ ὅπου μὲν οὕτως πάντα συνέβη συνδραμεῖν, ὥσπερ καὶ εἰ ἕνεκά του ἐγίνετο, ταῦτα, κἄν ἐκ ταὐτομάτου συνέστη, ἐπειδὴ ἐπιτηδείως συνέστη, διεσώθη· ὅσα δὲ μὴ οὕτως, ἀπώλετο καὶ ἀπόλλυται. ὥσπερ Ἐμπεδοκλῆς κατὰ τὴν τὴν φιλίας ἀρχήν φησι γενέσθαι ὡς ἔτυχε μέρη πρῶτον τῶν ζῴων, οἷον κεφαλὰς καὶ χεῖρας καὶ πόδας, ἔπειτα συνιέναι ταῦτα βουγενῆ ἀνδρόπρῳρα, τὰ δ’ ἔμπαλιν ἐξανατέλλειν “ἀνδρογενῆ” δηλονότι “βούπρωρα”, τουτέστιν ἐκ βοὸς καὶ ἀνθρώπου. καὶ ὅσα μὲν οὕτω I συνέστη ἀλλήλοις ὥστε δύνασθαι τυχεῖν σωτηρίας, ἐγένετο ζῷα 84v καὶ ἔμεινεν διὰ τὸ ἀλλήλοις ἐκπληροῦν τὴν χρείαν, τοὺς μὲν ὀδόντας τέμνοντάς τε καὶ λεαίνοντας τὴν τροφήν, τὴν δὲ γαστέρα πέττουσαν, τὸ δὲ ἧπαρ ἐξαιματοῦν. καὶ ἡ μὲν τοὐ ἀνθρώπου κεφαλὴ τῷ ἀνθρωπίνῳ σώ- ματι συνελθοῦσα σῴζεσθαι ποιεῖ τὸ ὅλον, τῷ δὲ τοῦ βοὸς οὐ συναρμόζει καὶ διόλλυται· ὅσα γὰρ μὴ κατὰ τὸν οἰκεῖον συνῆλθε λόγον, ἐφθάρη. τὸν αὐτὸν δὲ τρόπον καὶ νῦν πάντα συμβαίνει. ταύτης δοκοῦσι τῆς δόξης τῶν μὲν ἀρχαίων φυσικῶν ὅσοι τὴν ὑλικὴν ἀνάγκην αἰτίαν εἶναι τῶν γινο- μένων φασί, τῶν δὲ ὑστέρων οἱ Ἐπικούρειοι. “ἡ δὲ πλάνη γέγονεν αὐτοῖς, ὥς φησιν Ἀλέξανδρος, ἀπὸ τοῦ ἡγεῖσθαι πάντα τὰ ἕνεκά του γινό- μενα κατὰ προαίρεσιν γίνεσθαι καὶ λογισμόν, τὰ δὲ φύσει μὴ οὕτως γινόμενα. τὰ δὲ οὐχ οὕτως ἔχει, φησίν, ὡς ἤδη προειρήκαμεν, πάντως ὅτε ἔλεγεν, ὅτι ἡ φύσις ἕνεκά του μὲν ποιεῖ, οὐ κατὰ λόγους δέ.’’ μή- ποτε δὲ εἰ μὲν πρῶτον ἦν καὶ κυριώτατον αἴτιον ἡ φύσις, προορῶσαν, οὗ ἕνεκα ποιεῖ, οὕτως ἔδει ποιεῖν, ἄλλῳ δὲ ὑπηρετοῦσα τῷ κυρίως καὶ ἕνεκά του ποιοῦντι καὶ αὐτὴ μὲν ἕνεκά του ποιεῖ, οὐ μέντοι προλογιζομένη. ὁπότε καὶ τὸ σκέπαρνον ἕνεκά του πελεκᾷ, ἀλλ’ οὐ προλογιζόμενον, ἀλλὰ τῷ προλογιζομένῳ ὑπηρετοῦν. Ἀδύνατον δὲ τοῦτον ἔχειν τὸν τρόπον ἕως τοῦ ἄρα τὸ ἕνεκά του ἐν τοῖς φύσει γινομένοις καὶ οὖσι. Συνηγορήσας τῷ λέγοντι λόγῳ, ὅτι κατὰ συμβεβηκὸς ἀκολουθεῖ τοῖς φύσει γινομένοις τὸ χρειῶδες καὶ ὠφέλιμον, οὐ τούτου ἕνεκα τῆς φύσεως ποιούσης, νῦν δείκνυσιν ὅτι ἀδύνατον τοῦτο οὕτως ἔχειν λαβὼν ἐναργὲς ὃν ὃ ὕστερον ἐπάγει, ὅτι τὰ γινόμενα ἢ κατὰ προωρισμένον σκοπὸν καὶ ἕνεκά του ἢ ἐκ τύχης ἢ ἐκ ταὐτομάτου γίνεται, καὶ ὅτι ταῦτα μὲν τὰ μόρια τῶν ζῴων καὶ ὅλως πάντα τὰ φύσει ἢ ἀεὶ ὡς ἐπὶ τῶν ἀιδίων ἢ ὡς ἐπὶ τὸ πολὺ γίνεται, τὰ δὲ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου ἐδείχθη ἐν τοῖς ἐπ’ ἔλαττον, καὶ συλλογιζόμενος λοιπὸν οὕτως· τὰ φύσει ἢ ἀεὶ οὕτως γίνεται ἢ ὡς ἐπὶ τὸ πολὺ ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου), καὶ τῶν ὀδόντων ἡ φύσις ὡς ἐπὶ τὸ πλεῖστον ὁμοίως καὶ τῶν ἄλλων μερῶν· τὰ δὲ ἀπὸ τύχης καὶ ταὐτομάτου ἢ ὅλως κατὰ συμβεβηκὸς οὔτε ἀεὶ οὔτε ὡς ἐπὶ τὸ πολύ ἐν γὰρ τοῖς ἐπ’ ἔλαττον ἐδείχθη ταῦτα γινόμενα)· οὐκ ἄρα τὰ φύσει ἀπὸ τύχης ἢ ἐκ ταὐτομάτου ἢ ὅλως κατὰ συμβεβηκός. καὶ ἔστιν ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι συναχθείς, οὗ τὰς μὲν προτάσεις τέθεικεν ὁ Ἀριστοτέλης, τὸ δὲ συμπέρασμα ὡς σαφὲς οὐκ ἐπήγαγε. τὴν δὲ μείζονα τῶν προτάσεων τὴν λέγουσαν ‘τὰ ἀπὸ τύχης καὶ ἐκ ταὐτομά- του οὔτε ἀεὶ οὔτε ὡς ἐπὶ τὸ πολύ᾿ ἔδειξεν ἐκ τοὐ ἀντικειμένου· τὰ γὰρ ὡς ἐπὶ τὸ πολὺ γινόμενα, οἷον τὸ ὕειν πολλάκις χειμῶνος ἢ τὸ καῦμα γί- νεσθαι ὑπὸ κύνα, οὐκ ἀπὸ τύχης οὔτε ἀπὸ συμπτώματος λέγομεν, ἀλλ’ ὅταν ὑπὸ κύνα μὲν ὕῃ πολλάκις ἢ χειμῶνος καύματα ποιῇ, καὶ ὅλως ἐν τοῖς ἐπ’ ἔλαττον. δυνατὸν δὲ καὶ ἐν πρώτῳ σχήματι συναγαγεῖν τὸν συλλο- γισμὸν οὕτως· τὰ φύσει ὡς ἐπὶ τὸ πολύ· οὐδὲν τῶν ὡς ἐπὶ τὸ πολὺ κατὰ συμβεβηκός· οὐδὲν ἄρα τῶν φύσει κατὰ συμβεβηκός. δείξας οὖν ὅτι οὐδὲ τὰ ὠφέλιμα καὶ χρειώδη ἐν τοῖς φύσει κατὰ συμβεβηκὸς γίνεται, εἴπερ ὡς ἐπὶ τὸ πολὺ γίνεται, δείκνυσι λοιπὸν ὅτι ἕνεκά του ταῦτα γίνεται. καὶ ἔστι τὸ διαιρετικὸν ὃ προσέλαβε τοιοῦτον· τὰ γινόμενα ἢ κατὰ συμβεβηκὸς καὶ ἀπὸ συμπτώματος γίνεται ἢ ἕνεκά του· ἀλλὰ μὴν ταῦτα οὐκ ἀπὸ συμ- πτώματος, ὡς δέδεικται· ἕνεκά του ἄρα. τὸ δὲ διαιρετικὸν ἀναγκαῖον δοκεῖ, διότι καὶ ἐκεῖνοι ὡς ἀναιρετικὸν τοῦ ἕνεκά του τὸ ἀπὸ συμπτώματος ἔλεγον. ὡς γὰρ ὀφείλοντος πάντως τοῦ γινομένου ἢ οὕτως ἢ ἐκείνως γίνεσθαι, τῷ δεῖξαι ὅτι κατὰ συμβεβηκὸς ἀναιρεῖν ᾤοντο τὸ ἕνεκά του· καὶ οὕτως μὲν εἴ τις ἐν ἀρχῇ λαμβάνει τὰ φύσει ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι, συνάγει διά τε τῶν λημμάτων καὶ τοῦ διαιρετικοῦ, ὅτι τὰ φύσει ἕνεκά του καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ σχήματι. αὐτὸς δὲ ἐπὶ τῶν μο- ρίων τῶν ζῴων καὶ τῶν τοιούτων μάλιστα προαγαγὼν τὸν λόγον ὡς ἐναργῶς ἐχόντων τὸ ἐπὶ πολὺ γίνεσθαι καὶ δείξας, ὅτι τῶν μορίων <μορίων> εὐχρηστότητες διὰ τὸ μὴ κατὰ συμβεβηκὸς γίνεσθαι ἕνεκά του γίνονται, καὶ προσλαβών, ὅτι φύσει ἐστὶ πάντα τὰ τοιαῦτα, ὡς κἄν αὐτοὶ φαῖεν ἄν οἱ ταῦτα λέγοντες φύσεως γὰρ ἔργα τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ τούτων μέρη, ἐν οἷς οὐδὲν περιττὸν οὐδὲ ἐλλεῖπον) καὶ ὑπο- κείμενον ποιήσας τὰ μόρια τῶν ζῴων καὶ τὰ τοιαῦτα καὶ κατηγορήσας αὐτῶν τό τε ἕνεκά του καὶ τὸ φύσει, μερικὸν συμπέρασμα συνάγει ἐν τρίτῳ σχήματι, ὅτι τινὰ τῶν ἕνεκά του φύσει ἐστί. καλῶς γὰρ ὁ Ἀλέξανδρος ἐπέστησεν ὅτι “οὐκ ἐν πρώτῳ σχήματι ἀλλ’ ἐν τρίτῳ μᾶλλον γίνεται ἡ συναγωγὴ μερικὸν συμπέρασμα συνάγουσα τὸ λέγον ὅτι τινὰ τῶν ἕνεκά του γινομένων φύσει γίνεται. καὶ γὰρ ἡ ἐν πρώτῳ σχήματι συναγωγὴ συνάγει, ὅτι πάντα τὰ ἕνεκά του φύσει ἐστὶν οὐκ ὂν ἀληθές. τὰ μὲν γὰρ φύσει πάντα ἕνεκά του, τὰ δὲ ἕνεκά του οὐ πάντα φύσει. καὶ γὰρ τὰ κατὰ προαίρεσιν καὶ τὰ κατὰ τέχνην ἐν τοῖς ἕνεκά τού ἐστι. συνάγει γοῦν οὕτως· ἐπειδὴ τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ τούτων μόρια καὶ ἡ εὐχρη- στία αὐτῶν ὡς ἐπὶ τὸ πλεῖστον οὕτως γίνεται, τὰ δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἕνεκά του, ἐὰν προσλάβωμεν ὤην πρότασιν τὴν λέγουσαν τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ τούτων μέρη φύσει, ὅπερ καὶ ὑπ’ ἐκείνων ὁμολογεῖται, συνα- χθήσεται | τὸ τινὰ τῶν ἕνεκά του γινομένων φύσει γίνεσθαι, ὅπερ ἐδήλωσε καὶ αὐτὸς διὰ τοῦ ἔστιν ἄρα τὸ ἕνεκά του ἐν τοῖς φύσει γινομένοις καὶ οὖσι. καὶ γὰρ εἰ ἔστιν ἐν τοῖς φύσει γινομένοις τὸ ἕνεκά του, τὰ μὲν φύσει ἕνεκά τού ἐστι πάντως, οὐ πάντα δὲ τὰ ἕνεκά του φύσει. ὥσπερ ἐπειδὴ ἔστι τὸ τρέφεσθαι καὶ αὔξεσθαι ἐν τοῖς ζῴοις, τὰ μὲν ζῷα τρέφεται καὶ αὔξεται, οὐ πᾶν δὲ τὸ τρεφόμενον καὶ αὐξό- μενον ζῷόν ἐστι.” μήποτε δὲ καὶ συντόμως μὲν τὸ προκείμενον συνελογίσατο καὶ καθόλου εἰπὼν ὅτι πάντα τὰ φύσει ἡ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ καὶ προσλαβὼν ὅτι τὰ ἐκ τύχης οὐκ ἀεὶ καὶ συναγαγὼν ἐν δευτέρῳ καὶ ἐν πρώτῳ σχήματι, ὡς εἴρηται πρότερον. καὶ μέντοι ὡς ἐπὶ τῶν μορίων προαγαγὼν τὸν λόγον διὰ τὸ ἐναργὲς ἐν τρίτῳ σχήματι μερικὸν συμπέ- ρασμα συνήγαγεν. εἰ τοίνυν ὁ σῖτος ὑπὸ τοῦ ὑετοῦ αὔξεται κατὰ φύσιν καὶ ὡς ἐπὶ τὸ πολύ, δῆλον ὅτι οὐ κτὰ συμβεβηκὸς αὔξεται ὁ σῖτος ὑπὸ τοῦ ὑετοῦ, ὥστε καὶ ἕνεκά του γίνεται ὁ ὑετὸς τοῦ αὔξεσθαι τὸν σῖτον, ὥσπερ καὶ ἄλλων πολλῶν ἕνεκα γίνεται, ἅπερ οὐ κατὰ συμβεβηκὸς ἕπεται τῷ ὑετῷ. τὸ γὰρ αὐτὸ πολλῶν ἕνεκα γίνεται καὶ μικρῶν καὶ μεγάλων. ἆρα οὖν καὶ τοῦ σαπῆναι ἕνεκα τὸν σῖτον; ἢ τοῦτο οὐκ ἔστι τῶν ὡς ἐπὶ τὸ πολὺ τῶ ὑετῷ ἀκολουθούντων, ἀλλὰ τῶν ὡς ἐπ’ ἔλαττον· διὸ κἄν φύσει γίνεται, ἀλλὰ κατὰ ἀποτυχίαν τοὐ σκοποῦ τῆς φύσεως ὥσπερ τὰ τέρατα. πλὴν καὶ εἰ ἕνεκα τοῦ σαπῆναι τὸν σῖτον γίνεται ὁ ὑετός, ἀλλ’ οὐχ ὑπὸ τῆς φύσεως ἕνεκα τούτου γίνεται, ἀλλ’ ὑπὸ τοῦ τῇ φύσει χρωμένου δημιουργοῦ θεοῦ τοῦ πάντα κατὰ δίκην ἀπευθύνοντος. Ἔτι ἐν οἷς τέλος <τί> ἐστὶν ἕως τοῦ ἕνεκα ἄρα θατέρου θάτερον. Δεύτερον τοῦτο ἐπιχείρημα. ὁ δὲ Ἀλέξανδρος οὕτως ἐξηγεῖται τὸ χωρίον· “δείξας, φησίν, ὅτι τὰ φύσει ἕνεκά του ἔστι γὰρ ἐν αὐτοῖς λος τι οὗ ἕνεκα), προσλαμβάνει τοῦτο ὡς ἑπόμενον, ἐν οἷς τέλος τί ἐστιν ἕνεκά του, τούτου χάριν τὰ πρὸ αὐτοῦ πράσσεται· ᾧ ἕπεται τὸ καὶ ἐν τοῖς φύσει γινομένοις τοῦ τέλους ἕνεκα γίνεσθαι τὰ πρὸ τοῦ τέλους”. ἐγὼ δὲ ἔοικα μὴ νοεῖν τὸ λεγόμενον· δοκεῖ γάρ μοι λέγειν οὐδὲν ἄλλο ἢ ὅτι λαβὼν ὅτι τὰ φύσει ἕνεκά του, συνάγει ὅτι τὰ φύσει ἕνεκά του· τὸ γὰρ “ἐν τοῖς φύσει γινομένοις τοῦ τέλους ἕνεκα γίνεσθαι τὰ πρὸ τοῦ τέλους” τί ἄλλο ἐστί; “πάλιν δὲ λαβών, φησί, τὸ ἐν οἷς τέλος τί ἐστι τοῦ χάριν τὰ πρὸ αὐτοῦ πράσσεσθαι ὡς ὁμολογούμενον, προσλαμβάνει αὐτῷ τὸ ὡς πράσσεται οὕτως καὶ πεφυκέναι πράσσεσθαι, καὶ ὡς πέφυκεν οὕτω πράσσεσθαι· ἐξ ὧν συνάγει τὸ μὴ μόνον εἶναι ἐν τοῖς φύσει τὸ ἕνεκά του, ἀλλὰ καὶ πεφυκέναι αὐτὰ ἕνεκά του. τοῦτο δὲ προσαπέδειξεν, ἵνα μή τις λέγῃ εἶναι μὲν ἐν τοῖς φύσει γινομένοις τὸ ἕνεκά του, οὐ μὴν καὶ τούτου χάριν τὴν φύσιν αὐτὰ ποιεῖν.” καίτοι πῶς εἶχε λόγον, μὴ δι’ ὅ ἐστι διὰ τοῦτο ποιεῖν αὐτὸ τὸ ποιοῦν; ὅλως δὲ εἰ προείληπται ὡς ὁμολογούμενον τὸ ἐν οἷς τέλος τί ἐστι τοῦ τέλους χάριν τὰ πρὸ αὐτοῦ πράσσεσθαι, προεί- ληπται τὸ τούτου χάριν γίνεσθαι ὑπὸ τοῦ ποιοῦντος. μήποτε οὖν ἡ μὲν πρώτη ἀπόδειξις τοιαύτη ἐστίν· ἐν οἷς τῶν γινομένων τέλος τί ἐστι τὸ ὡς πέρας, εἰς ὃ περατοῦται ἡ κίνησις καὶ προιοῦσα συνεχῶς τελευτᾷ, ἐν τού- τοις ἅπαντα τὰ πρὸ τοὐ τέλους τοῦ τέλους ἕνεκεν γίνεται· ἐν δὲ τοῖς φύσει γινομένοις ἔστι τι τέλος· συνεχῶς γὰρ κινεῖται καὶ πρόεισιν ἀδιαλείπτως μέχρι τοῦ τὸ τέλος ὁλόκληρον περιποιήσασθαι. καὶ γὰρ ἡ πόα καὶ ἡ κα- λάμη καὶ ὁ ἄσταχυς καὶ <αἱ ποικίλαι καὶ> παμπληθεῖς προίασι μέχρι τοὐ πυροῦ, εἶτα ἐντεῦθεν στάσις ἤδη καὶ ἠρεμία. ταύταις ταῖς δύο προτάσεσι τεθείσαις ἀκολουθεῖ συμπέρασμα τὸ ἐν τοῖς φύσει γι- νομένοις ἕνεκα τοῦ τέλους ἀεὶ πράττεσθαι τὸ πρότερον καὶ τὸ ἐφεξῆς, ὅπερ ἐστὶ τὸ ἕνεκά του ποιεῖν τὴν φύσιν· τοῦτο δὲ ἦν τὸ προκείμενον. τῶν δὲ δύο τὴν πρώτην εἰρημένην μόνην πρότασιν τέθεικε λέγων ἐν οἷς τέλος τί ἐστι, τούτου ἕνεκα πράττεται τὸ πρότερον καὶ τὸ ἐφεξῆς. τὴν δὲ δευτέραν καὶ τὸ συμπέρασμα ὡς πρόδηλα ἀφῆκεν. Ὅτι δὲ ἀληθεῖς αἱ δύο προτάσεις, δῆλον. ὅπου γάρ ἐστι τέλος τι καὶ συνεχὴς καὶ τεταγμένη ἡ ἐπ’ αὐτὸ ὁδός, φανερὸν ὅτι τούτου ἕνεκα πάντα τὰ ἔμπροσθεν πράττεται. οἷον ἐν τοῖς τεχνητοῖς ἐστι τέλος ἡ ὑγίεια· ταύτης ἕνεκα τὰ ἔμπροσθεν ποιεῖ πάντα ὁ ἰατρός. καὶ ὅτι ἐν τοῖς φυσικοῖς τέλος ἐστὶ τὸ εἶδος. καὶ τούτου ἕνεκα πάντα πράττεται, τοῦ εἰ- δοποιηθῆναι τῶν φυσικῶν ἕκαστον καὶ ἀπολαβεῖν τὴν οἰκείαν μορφήν. γαροῦν εἰς τοῦτο ἐλθοῦσα παύεται ἡ τῆς φύσεως ἐνέργεια. τούτων δὲ κειμένων ἀληθὲς ἄν εἴη τὸ ἐν τοῖς φυσικοῖς πάντα τὰ ἔμπροσθεν ἕνεκα τοῦ τέλους πράττεσθαι. οὐκοῦν εἰ τοῦτο οὕτως ἔχει, οὐκ ἐπισυμβαίνει τὸ τέλος τοῖς πρὸ τοῦ τέλους, ἀλλ’ ἐκείνου ἕνεκα πέφυκε γίνεσθαι, καὶ ὡς πράττεται, οὕτως πέφυκε, καὶ ὡς πέφυκεν, οὕτως πράττεται ἕκαστον, ἄν μή τι ἐμποδίσῃ· ὥστε εἰ πράττεται τοῦ τέλους ἕνεκα, καὶ πέφυκε τούτου ἕνεκα. μήποτε δὲ τὸ οὐκοῦν ὡς πράττεται οὕτω πέφυκε καὶ τὰ ἑξῆς οὐ τοῦ μὴ ἐπισυμβαίνειν τὸ τέλος ἐστὶ δεικτικά. εἰ γὰρ τὸ πράττεσθαι ἕνεκά του ὁμολογούμενον λαβὼν ὡς ἀκόλουθον τούτῳ ἐπάγει τὸ καὶ πέφυκεν ἕνεκά του, τὸ δὲ ἕνεκά του πραττόμενον ἐκεῖνο οὗ ἕνεκα πράττεται οὐκ ἔχει ἐπισυμβαῖνον, δῆλον ὅτι οὐδὲν ἔσχε πλέον τὸ μεταλαβεῖν τὸ ἕνεκά του πραττόμενον εἰς τὸ πεφυκέναι ἕνεκά του. ὁ δὲ Ἀλέξανδρος, ὡς εἴρηται, τὸ καὶ πεφυκέναι οὕτως προσαποδεδεῖχθαί φησιν, ‘‘ἵνα μή τις λέγῃ εἶναι μὲν ἐν τοῖς φύσει γινομένοις τὸ ἕνεκά του ὡς ἐπὶ τῶν ὀδόντων ἐλέ|γετο), οὐ μὴν τούτου χάριν τὴν φύσιν αὐτὰ ποιεῖν, ἀλλ’ ἐπισυμβαίνειν τὴν χρείαν. ἔτι δέ, φησὶν ὡς καὶ προελθὼν ὑπομνή- σει, ἔστι καὶ ἐν τοῖς ἀπὸ τύχης γινομένοις τό τε οὗ ἕνεκα καὶ τὸ χάριν. ἀλλ’ οὐ τοῦ τέλους χάριν ἐστὶ τὰ πρὸ αὐτοῦ. δείξας οὖν ὅτι τὰ φύσει ἕνεκά του, νῦν προσαπέδειξεν ὅτι οὐχ οὕτως ἕνεκά του ὡς ἐν τοῖς κατὰ τύχην, ἀλλ’ ὅτι πέφυκεν οὕτως’’. μήποτε δὲ οὐ διὰ τὴν πρὸς <τὰ> κατὰ τύχην ἀντιδιαστολὴν τὸ πεφυκέναι προσέθηκεν. ἐπὶ γὰρ τῶν κατὰ τύχην τὸ πραττόμενον ὅσον ἐπὶ τῷ τέλει μάτην πράττεται. νῦν δὲ τὸ πράττεσθαι ἕνεκα τοῦ τέλους ὁμολογούμενον λαβὼν ἐκ τούτου τὸ πεφυκέναι οὕτως κατεσκεύασεν. ὥστε οὐδὲ ἡ πρώτη ἐξήγησις τοὐ Ἀλεξάνδρου δόξει λόγον ἔχειν. εἰ γὰρ ὁμολογούμενον ἐλήφθη τὸ ἕνεκα τοὐ τέλους πράττεσθαι τὸ πραττόμενον ἐν τοῖς φυσικοῖς, οὐδεὶς ἂν εἶπεν εἶναι μὲν ἐν τοῖς φύσει τὸ ἕνεκά του, τὴν δὲ φύσιν μὴ τοῦ τέλους ἕνεκα ποιεῖν. ἀλλ’ ἴσως πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν κατὰ τέχνην. ἐν γὰρ τούτοις τὸ πραττόμενον ἕνεκα τοῦ τέλους πράττεται, οὐ μέντοι κατὰ φύσιν πράττεται. δείξας οὖν κοινῶς ὅτι ἐν οἷς τέλος τί ἐστι τούτου ἕνεκα πράττεται τὸ πρότερον καὶ τὸ ἐφεξῆς, ὅπερ καὶ ἐπὶ τῶν τεχνητῶν καὶ ἐπὶ τῶν κατὰ προαίρεσιν ἁρμόττει, νῦν δείκνυσιν ὅτι ἐπὶ τῶν φυσικῶν κατὰ φύσιν ἐστὶ τοῦτο. καὶ ἡ φύσις ἐστὶν ἡ ἕνεκά του ποιοῦσα. τοῦτο γὰρ τὸ πε- φυκεναι οὕτως σημαίνει. ὅτι δὲ ταύτην ἔχει τὴν εννοιαν, τεκμαίρομαι τοῦ ἐπαγομένου οἷον εἰ ἡ οἰκία τῶν φύσει γινομένων ἦν καὶ τῶν ἑξῆς. δι’ ὧν οὐδὲν ἄλλο δείκνυσιν ἢ ὅτι ὡς ἐπὶ τῶν κατὰ τέχνην τοῦ τέλους ἕνεκα πράττεται τὸ πραττόμενον τεχνικῶς, τουτέστι τῆς τέχνης ποιούσης ἤτοι τοῦ τεχνίτου κατὰ τὴν τέχνην, οὕτως καὶ ἐπὶ τῶν φύσει γινομένων ὑπὸ τῆς φύσεως ἕνεκα τοῦ τέλους πράττεται τὸ πραττόμενον. εἰ γὰρ ἡ οἰκία τῶν φύσει γινομένων ἦν, οὕτως ἂν ἕνεκα τοῦ τέλους τὸ πρότερον καὶ τὸ ἐφεξῆς τῶν ἐν αὐτῇ πραττομένων ἐπράττετο ὑπὸ τῆς φύσεως, ὡς νῦν ὑπὸ τῆς τέχνης καὶ οὐκ ἄλλως. ἀλλ’ οὐδὲ εἰ ἡ τέχνη ζῷον ἐποίει, ἄλλως ἄν ἐποίησεν ἢ ὡς ἡ φύσις ποιεῖ. ἐποίησε δ’ ἄν ἕνεκα τοῦ τέλους τὰ πρὸ αὐτοῦ. τοῦτο γάρ ἐστι τὸ ἕνεκα ἄρα θατέ- ρου θάτερον. τοῦτο δὲ προσέθηκε τὸ ἀντίστροφον δεικνύς, ὅτι καὶ εἴ τι τῶν φύσει γινομένων καὶ κατὰ τέχνην γίνοιτο, ὁμοίως ἄν γίνοιτο. καὶ καλῶς τὴν οἰκίαν παράδειγμα παρέθετο πρότερον καὶ φύσει γινομένην ὑπὸ τῶν ἀλόγων ζῴων καὶ τέχνῃ ὑπ’ ἀνθρώπων. εἰ οὖν καὶ κατὰ τέχνην ὁμοίως ἄν γίνοιτο ὥσπερ καὶ κατὰ φύσιν, ἐν δὲ τοῖς κατὰ τέχνην ἐναργῶς τοῦ τέλους ἕνεκα γίνεται τὰ πρὸ τοῦ τέλους, καὶ ἐν τοῖς κατὰ φύσιν ὁμοίως ἔχει. Ὀταν δὲ λέγῃ ἐν οἷς τέλος τί ἐστι, τούτου ἕνεκα πράττεται τὸ πρότερον καὶ τὸ ἐφεξῆς, τέλος λέγει οὐχ ἀπλῶς τὸ οὗ ἕνεκεν τοῦτο γὰρ ἦν τὸ ζητούμενον, εἰ ἕνεκά του ποιεῖ ἡ φύσις), ἀλλ’ ὅπερ τὸ πρότε- ρον καὶ τὸ ἐφεξῆς, ἀπλῶς τὴν ἐν τάξει πρόοδον συμπεραίνει καὶ ὃ τελειοῖ τὴν κίνησιν, συνεχεῖ οὔσῃ αὐτῇ τελευταῖον ἐπιγινόμενον καὶ περα- τοῦν αὐτήν. ὁ μέντοι Ἀλέξανδρος “τέλος, φησί, λέγει οὐχ ἀπλῶς τὸ ὕστερον ἐπιγινόμενον, ἐπεὶ καὶ τοῖς αὐτομάτως γινομένοις ὕστερόν τι ἀπαντᾷ, ἀλλ’ ὡς τὸ οὗ ἕνεκα.’’ καὶ ἐπάγει ὅτι “τοῦτο βουλόμενος καὶ νῦν ἐνδείξασθαι προσέθηκε τὸ ἔτι ἐν οἷς τέλος ἐστὶ τὸ ἕνεκά του· οὐ γὰρ ἁπλῶς ἠρκέσθη τέλος εἰπών, ἀλλὰ προσέθηκε τὸ ἕνεκά του δεικνὺς ὁποῖον τὸ τέλος εἶναι βούλεται”. καὶ ταῦτα ἐπιστάσεως ἄξιά μοι δοκεῖ, πρῶτον ὅτι οὐχ οὕτως ἔχει ἡ γραφὴ τῶν ἐμοὶ συνεγνωσμένων ἀντιγράφων πάντων, ἀλλ’ οὕτως ἔτι ἐν οἷς τέλος τί ἐστι, τούτου ἕνεκα πράτ- τειαι τὸ πρότερον· ἔπειτα ὅτι τὸ ἕνεκά του οὐκ ἔστι τέλος, ἀλλὰ τὸ οὗ ἕνεκα. βουληθεὶς δὲ οὕτως συντάξαι ἔτι ἐν οἷς τὸ ἕνεκά του τέλος τί ἐστιν εὑρίσκω μὴ προχωροῦσαν τὴν σύνταξιν διὰ τὸ ἑνικὸν ἄρθρον τῷ ἕνεκά του προσκείμενον. ὅλως δέ, ὅπερ εἶπον, τοῦτο ἦν τὸ ζητούμενον, εἰ ἕνεκά του ποιεῖ ἡ φύσις. ὅπερ ἐνδείκνυσι διὰ τοῦ ἐφεξῆς καὶ ἐν τάξει τὴν ὁδὸν ποιουμένην εἰς πέρας τι καταντᾶν· τὸ δὲ τοιοῦτον πέρας οὗ ἕνεκά ἐστι. φύσει δὲ τὸ οὕτως ὁδεῦον, ὡς καὶ πρότερον εἶπε καὶ ἐφεξῆς δηλώσει λέγων “φύσει γάρ, ὅσα ἀπό τινος ἐν αὑτοῖς ἀρχῆς συνεχῶς κι- νούμενα ἀφικνεῖται εἰς τέλος’’. Ὅλως τε ἡ τέχνη τὰ μὲν ἐπιτελεῖ ἕως τοῦ καὶ ἐν τοῖς κατὰ φύσιν τὰ ὕστερα πρὸς τὰ πρότερα. Ἀπὸ τῆς τέχνης ὡς καὶ παρ’ ἐκείνοις ὁμολογουμένως ἕνεκά του ποιούσης δείξας ὅτι καὶ ἡ φύσις ἕνεκά του ποιεῖ, ὅτι οἰκείως ἐχρήσατο τῇ ἀποδείξει πιστοῦται τὴν ὁμοιότητα δεικνὺς τῆς τέχνης πρὸς τὴν φύσιν, καὶ τὴν πρὸς αὐτὴν κοινωνίαν. ὧν τὴν μὲν κοινωνίαν δηλοῖ τῷ συνεργα- ζομένην τῇ φύσει τὴν τέχνην ἀναπληροῦν ὅσα ἡ φύσις ἀδυνατεῖ καθ’ αὑ- τὴν ποιεῖν, οἷον ὑγείαν καὶ σάρκωσιν ἰατρική, ὅταν ἡ φύσις καθ’ αὑτὴν ταῦτα ποιεῖν ἀδυνατῇ. μιμεῖται δὲ ἡ τέχνη τὴν φύσιν γράφουσα καὶ πλάττουσα παντοίων ζῴων καὶ φυτῶν ἰδέας. ἤδη δέ τινες καὶ ἐξ ᾠῶν νεοττιὰς γεννῶσι χωρὶς ὀρνίθων τῇ πρὸς ἐκείνας μιμήσει τῆ τέχνῃ χρώ- μενοι. εἰ οὖν συνεργὸς καὶ μιμητικὴ τῆς φύσεως ἐστιν ἡ τέχνη καὶ ἔστι τὰ κατὰ τέχνην ἕνεκά του, δῆλον ὅτι καὶ τὰ κατὰ φύσιν. ὁμοίως γὰρ ἔχει τὸ τέλος καὶ τὰ πρὸς τὸ τέλος καὶ ἐν τοῖς κατὰ τέχνην καὶ ἐν τοῖς κατὰ φύσιν, εἴπερ μιμεῖται ἡ τέχνη τὴν φύσιν καὶ κοινωνός ἐστιν αὐτῆς. εἰ οὖν ἐν τοῖς κατὰ τέχνην τὰ πρότερα τῶν ὑστέρων ἕνεκα γίνεται, καὶ ἐν τοῖς κατὰ φύσιν ὁμοίως ἕξει. ὁ μέντοι Πορφύριος ἐκ τοῦ μᾶλλον καὶ ἧτ- τον γίνεσθαι τὴν ἐπιχείρησιν ἐνταῦθά φησιν· “εἰ γὰρ ἡ τέχνη χείρων οὖσα τῆς φύσεως, ὥσπερ καὶ ἡ εἰκὼν τοῦ παραδείγματος, τὰ πρὸ τοῦ τέ- λους ἕνεκα τοῦ τέλους ποιεῖ, πολὺ μᾶλλον ἡ φύσις κρείττων οὖσα τῆς τέχνης οὕτως ποιήσει.’’ πῶς δ’ ἄν λέγοι χείρονα τῆς φύσεως τὴν τέχνην, εἴπερ ἐκεῖνά φησιν ἐπιτελεῖν τὴν τέχνην, ἅπερ ἡ φύσις ἀδυνατεῖ | ἀπερ- γάσασθαι; εἰ μὴ ἄρα τοῦτο οὕτως εἶπεν, ὡς τῆς τέχνης τὸ λεῖπον ἀναπλη- ρούσης τοῦτο δὲ καὶ τὸ χεῖρον ποιεῖν δυνατόν) ἢ καὶ ὡς μιμουμένης. Μάλιστα δὲ ἐπὶ τῶν ζῴων τῶν ἄλλων ἕως τοῦ ἔστιν ἡ αἰτία ἡ τοιαύτη ἐν τοῖς φύσει γινομένοις καὶ οὖσιν. Ὅτι τὰ κατὰ φύσιν γινόμενα ἕνεκά του γίνεται ὁμοίως τοῖς κατὰ τέχνην καὶ προαίρεσιν καὶ νοῦν, δείκνυσι καὶ ἐκ τῶν ἀλόγων ζῴων πάνυ ἐμμεθόδως ἐπιχειρῶν. οἱ γὰρ ἀράχναι καὶ οἱ μύρμηκες οὔτε τέχνῃ οὔτε προαιρέσει, ἀλλ’ ἀλόγως καὶ κατὰ φύσιν ποιοῦντες προφανὲς ἔχουσι τὸ ἕνεκά του ποιεῖν οὕτως, ὡς καὶ ἀμφισβητεῖσθαι, μήποτε νῷ ἢ τέχνῃ καὶ προλογισμῷ ἐργάζονται· οὕτως πάντα τοῦ χρειώδους ἕνεκα καὶ ὠφελίμου ποιοῦσιν ὡς τὰ νῷ καὶ προλογισμῷ χρώμενα, οἱ μὲν ἀράχναι διὰ τὴν τῶν μυῶν ἄγραν δίκτυα ἀσφαλῆ καὶ ἐπὶ πολὺ διικνούμενα διατείνοντες, οἱ δὲ τὴν τροφὴν θησαυρίζοντες καὶ θαυμασταῖς χρώμενοι μεθόδοις πρὸς ὁλκὴν τῶν μειζόνων βαρῶν καὶ ὑγρανθεῖσαν πολλάκις τὴν τροφὴν ἀνάγοντες ὑπὸ τὸν ἥλιον καὶ διαψύχοντες καὶ τάξιν ἐν τῇ πορείᾳ φυλάττοντες. τὸ δὲ ἔτι τούτων θαυμασιώτερον, ὅτι τοὺς ἑαυτῶν φωλεούς, οὓς χειὰς καλοῦμεν, τριχῇ διαιροῦντες ἐν μὲν τῷ ἑνὶ μέρει διαιτῶνται, ἐν δὲ τῷ ἑτέρῳ τὰς τροφὰς ἀποτίθενται, καὶ ἐν τῷ τρίτῳ θάπτουσι τοὺς νεκρούς. καὶ ἡ χελι- δὼν δὲ καὶ ἡ ἀηδὼν οἰκοδομεῖ τὴν νεοττιὰν πηλόν τε τὸν εὐεργότατον ἐκλεξαμένη, ὡς καὶ τοὺς ἰατροὺς αὐτῷ ἀντὶ τῶν ξηραντικωτάτων χρῆσθαι φαρμάκων, καὶ κάρφεσι συνδέουσα τὸν πηλὸν κατὰ σχῆμα πολυχωρητότα- τον καὶ ἰσχυρότατον. καὶ ἡ μέλιττα <θαυμαστὴ> τῆς τῶν ἑξαγώνων ῥημάτων συνθέσεως· τῆς δὲ ἀλκυόνος τὴν καλιὰν ἐν ὕδατι γινομένην ἥκιστα ἂν ὕδωρ λυμαίνοιτο. καὶ πολλὰ ἄν τις εἴποι τὸ τεχνοειδὲς τῆς τῶν ἀλόγων ζῴων ποιήσεως ἐπιδεικνύς. εἰ δέ τῳ δοκεῖ τὰ ἄλογα ζῷα λογισμῷ τινι ποιεῖν, ὁράτω κατὰ μικρὸν διὰ τῶν λογικῶν καὶ ἀλόγων τὸ ἕνεκά του καὶ ἐπὶ τὰ φυτὰ προιόν, ἐν οἷς οὔτε ἀπορία τις ὑπολείπεται, μήποτε νῷ ποιοῦσιν ἢ τέχνῃ· καὶ ὄψεται καὶ ἐν ἐκείνοις τὴν φύσιν ἕνεκά του ποιοῦσαν. τά τε γὰρ φύλλα καὶ τὰ περικάρπια τοῦ καρποῦ ἕνεκα γί- νεται καὶ αἱ ῥίζαι ἕνεκα τῆς τροφῆς. ἐπεὶ διὰ τί οὐκ ἄνω μὲν αἱ ῥίζαι, κάτω δὲ οἱ κλάδοι; διὰ τί δὲ οὕτως ἀμφιέννυσι τὰ σπέρματα ἀσφαλῶς, εἰ μὴ πολλὴν εἶχε πρόνοιαν τῆς ἐξ ἀλλήλων παλιγγενεσίας; Καὶ εἴη ἄν ἡ συναγωγὴ τοὐ λόγου τοιαύτη· τὰ ἐν τοῖς ἀλόγοις ζῴοις καὶ μάλιστα τὰ ἐν τοῖς φυτοῖς κατὰ φύσιν γινόμενα ὁμοίως γίνεται τοῖς κατὰ νοῦν καὶ τέχνην γινομένοις· τὰ κατὰ νοῦν καὶ τέχνην γινόμενα ἕνεκά του γίνεται· τὰ δὲ ἐν τοῖς ἀλόγοις ζῴοις ἄρα καὶ ἐν τοῖς φυτοῖς γινόμενα ἕνεκά του γίνεται· ἡ φύσις ἄρα ἕνεκά του ποιεῖ. ἐν δὲ τούτοις πάλιν ἀξιῶ ἐφιστάνειν, ὅτι τὰ ἄλογα ζῷα καὶ τὰ φυτὰ ὡς φυσικὰ λαμβάνει ὁ Ἀριστοτέλης, καίτοι ἔμψυχα ὄντα καὶ ὑπὸ ψυχῆς διοικούμενα, τῶν ἀλόγων ζῴων καὶ φαντασίᾳ καὶ αἰσθήσει χρωμένων καὶ ὀρέξει ἐν ταῖς οἰκείαις ἐνεργείαις. εἰ δὲ ἐβούλετο ἐπὶ τῶν κυρίως φύσει ὄντων καὶ μόνως φύσει τὸ ἕνεκά του ἰδεῖν, παρέλαβεν ἄν τὴν κατὰ τόπον τῶν στοιχείων κίνησιν γινομένην ἕνεκα τοῦ τὴν οἰκείαν ὁλότητα καταλαβεῖν καὶ τὴν τῶν ἐναντίων ποιοτήτων μάχην ἕνεκα τῆς ἐν τῷ ὑποκειμένῳ σωτηρίας καὶ τῶν ἐν τῇ ἑκάστου γενέσει γινομένων τροπῶν ἀεὶ τὴν προτέραν τῆς ἐφεξῆς ἕνεκα προγινομένην· ἀπὸ γὰρ ὕδατος πῦρ γίνεται διὰ μέσου ἀτμοῦ καὶ ἀέρος. μήποτε οὖν φύσιν ὁ Ἀριστοτέλης καλεῖ καὶ τῆς ψυχῆς πᾶν τὸ περὶ σώματα καταγινόμενον. διὸ καὶ τὴν περὶ ψυχῆς πραγματείαν τὰ πολλὰ περὶ τὴν τοιαύτην ψυχὴν πραγματευομένην τῆς φυσικῆς θεωρίας ὑπολαμβάνουσιν. Καὶ ἐπεὶ ἡ φύσις διττὴ ἕως τοῦ αὕτη ἄν εἴη ἡ αἰτία ἡ οὗ ἕνεκα. Δείξας ὅτι τὰ φύσει γινόμενα ἕνεκά του γίνεται, βούλεται δεῖξαι τί τοῦτο τὸ οὗ ἕνεκά ἐστιν. ἐπεὶ οὖν σύνθετά ἐστι τὰ φυσικὰ ἐξ ὕλης καὶ εἴδους καὶ ἑκάτερον τούτων φύσις λέγεται, ὡς δέδεικται πρότερον, καὶ μᾶλ- λον τὸ εἶδος τῆς ὕλης, καὶ ἔστιν ἐν τῷ γινομένῳ τέλος τοῦτο, τοῦ τέλους δὲ ἕνεκα τὰ πρὸ τοὐ τέλους, ἡ μορφὴ ἄν εἴη τὸ οὗ ἕνεκα τὰ ἄλλα, ὅπερ καὶ πρότερον ἔδειξεν, ὅτε τὸ εἶδος καὶ τὸ τέλος εἰς ταὐτὸν ἦγε· “δοκεῖ δέ μοι, φησὶν ὁ Ἀλέξανδρος, διὰ τούτου ἐνδείκνυσθαι, ὅτι κυριωτέρα αἰτία τὸ εἶδός ἐστι καὶ οὐχὶ ἡ ὕλη, ὡς οἱ ἀρχαῖοι λέγειν ἐδόκουν εἰς τὴν ὑλικὴν αἰτίαν πάντα ἀνάγοντες· εἰ γὰρ καὶ ἡ ὕλη τοῦ εἴδους χάριν ἐστί, κυριωτέρα ἂν εἴη αἰτία τῆς ὕλης τὸ εἶδος”· Ἁμαρτία δὲ γίνεται καὶ ἐν τοῖς κατὰ τέχνην ἕως τοὐ καὶ τὸ “οὐλοφυὲς μὲν πρῶτα” σπέρμα ἦν. | Πρὸς τοὺς λέγοντας ἕνεκά του ποιεῖν τὴν φύσιν ἔνστασις ἦν ἀπὸ τῶν τεράτων. τίνος γὰρ ἕνεκα τὰ “βουγενῆ ἀνδρόπρωρα’’ γίνοιτο ἄν τὰ κατὰ Ἐμπεδοκλέα; λύει οὖν καὶ ταύτην τὴν ἔνστασιν νῦν λέγων, ὅτι οὐ πάντα τὰ ἕνεκά του γινόμενα ἐξ ἀνάγκης κατωρθωμένα γίνεται, ἀλλὰ καὶ ἀμαρ- τάνεταί τινα πολλάκις ἐν τούτοις. καὶ γὰρ ἐν τοῖς κατὰ τέχνην καίτοι ἕνεκά του γινομένοις, ὡς πάντες ὁμολογοῦσιν, ἁμαρτάνεταί τινα· καὶ οὐχ ἕνεκα μὲν τῆς ἁμαρτίας ἡ τέχνη ἐποίει, ἕνεκα δέ τινος ἐκείνου οὗ διήμαρ- τεν. οὕτως δὴ καὶ ἡ φύσις ποιεῖ μὲν ἕνεκά τινος, ἁμαρτάνεται δὲ πολ- λάκις τὸ οὗ ἕνεκα καὶ ἀποβαίνει ἄλλο τι παρὰ τὸ οὗ ἕνεκα. ὥσπερ οὖν κἂν μὴ κατορθώσῃ τὸ φάρμακον ἐκεῖνο, οὗ ἕνεκα παρὰ τοῦ ἰατροῦ ἐδόθη, ἀλλ’ ἕνεκά του πάντως ἐδόθη, καὶ ὁ γραμματικὸς κἄν μὴ ὀρθῶς ἔγραψεν, ἀλλ’ ἕνεκα τοῦ ὀρθῶς γράφειν ἔγραφεν, οὕτως καὶ ἡ φύσις, κἄν μὴ ἄν- θρωπον ποιήσῃ, ἀλλ’ ἕνεκά γε τοῦ ἄνθρωπον ποιεῖν ἐποίει· ἀπετεύχθη δὲ ὥσπερ καὶ ἐν τοῖς κατὰ τέχνην. καὶ τὰ τέρατα οὖν ἁμαρτήματα ἐκείνοῦ τοὐ οὗ ἕνεκά ἐστι. διὸ οὐδὲ ἐκτοπίζεταί που μακρὰν τοῦ οὗ ἕνεκα. ἀλλὰ μάλιστα μὲν ἐκ σπέρματος ἀνθρωπείου ἄνθρωπος, εἰ δὲ μὴ ζῷον, συκῆ δὲ ἡ πλάτανος οὐδέποτε. τοιαῦτα δὲ καὶ Ἐμπεδοκλέους “βουγενῆ ἀνδρόπρωρα”. ὅταν δὲ λέγῃ ὁ Ἀριστοτέλης καὶ ἐν τοῖς φυσικοῖς τέρατα, ἁμαρτήματά φησιν εἶναι τοῦ ἕνεκά του ποιοῦντος. εἰπὼν δὲ ὅτι τὰ τέρατα ὁμοίως γίνεται τοῖς ἐπὶ τῶν τεχνῶν ἁμαρτανομένοις ἐπιση- μαίνεται, ὅτι καὶ τὰ παρὰ τῷ Ἐμπεδοκλεῖ “βουγενῆ ἀνδρόπρωρα’’ ἢ “ἀν- δρογενῆ βούπρωρα’’, εἰ ἐγίνετο τὰ τοιαῦτα, κατὰ ἁμαρτίαν ἐγίνετο τῶν ἀρχῶν, ἐξ ὧν ἡ γένεσις τῶν τε ποιητικῶν καὶ τῶν ὑλικῶν, ὡς καὶ νῦν κατὰ τὴν περὶ τὸ σπέρμα ἁμαρτίαν τὰ τέρατα ἀποβαίνει ἐξσθενοὐντος τοῦ σπέρματος καὶ διαφθειρομένης ἀρχῆς. καὶ οὐχ ἱκανὰ τὰ τοιαῦτα παραδείγματα δεῖξαι, ὅτι ἡ φύσις οὐχ ἕνεκά του ποιεῖ. συγχωρήσας δὲ τὸ πρῶτον τῷ Ἐμπεδοκλεῖ ἀπ’ ἀρχῆς τερατώδη ζῷα λέγοντι τὰ “βουγενῆ ἀνδρόπρωρα’’ καὶ τούτου δοθέντος, λύσας τὴν ἔνστασιν ἐκ τοῦ καὶ ἐκεῖνα διαφθειρομένης ἀρχῆς γίνεσθαι, ἐφεξῆς καὶ τὴν αἰτίαν τῆς τοιαύτης ἐνστάσεως τῆς ἀπὸ τῶν Ἐμπεδοκλέους τεράτων ἀναιρεῖ ἀσύστατον δεικνὺς τὴν ἀπ’ ἀρχῆς τῶν τερατωδῶν ζῴων γένεσιν, ὡς εἰ ἔλεγε μάλιστα μὲν καὶ εἰ ἐγίνετο τερατώδη ζῷα ἀπ’ ἀρχῆς, οὐκ ἀναιρεῖται ἐκ τούτου τὸ τὴν φύσιν ἕνεκά του ποιεῖν. τῆς γὰρ φύσεως ἕνεκά του ποιούσης ἁμαρτία ἢ περὶ τὸ ποιοῦν ἡ περὶ τὴν ὕλην γενομένη ἄλλο τι ἀποβῆναι ἐποίησε καὶ οὐχὶ ἐκεῖνο τὸ οὗ ἕνεκα τὸ ποιοῦν ἐποίει. ἔπειτα δὲ οὐδὲ ἀληθής ἐστιν ἡ τῆς ἐνστάσεως ὑπόθεσις. οὐ γὰρ δυνατὸν ἦν ζῷα ἐξ ἀρχῆς γενέσθαι, ἀλλὰ σπέρμα πρὸ τῶν ζῴων, εἴπερ ἀνάγκη πᾶν ζῷον καὶ τὸ κατωρθω- μένον καὶ τὸ τερατῶδες ἐκ σπέρματος γενέσθαι οἰκείου, ἀλλ’ οὐκ εὐθὺς ἡμιτόμων τῶν ζῴων ἡμιτόμοις συγκολλωμένων. εἰ δὲ ἀναγκαῖον ἀπὸ σπέρ- ματος οἰκείου τὴν ἀρχὴν ἕκαστον τῆς γενέσεως λαβεῖν, δῆλον ὅτι τάξις τίς ἐστιν ἐν τῇ γενέσει καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον, καὶ τὸ πρῶτον τοῦ δευτέρου χάριν. ἐν δὲ τοῖς τοιούτοις τὸ ἕνεκά του πάντως θεωρεῖται. εἰπόντος δὲ τοὐ Ἐμπεδοκλέους ἐν τῷ δευτέρῳ τῶν Φυσικῶν πρὸ τῆς τῶν ἀνδρείων καὶ γυναικείων σωμάτων διαρθρώσεως ταυτὶ τὰ ἔπη νῦν δ’ ἄγ’, ὅπως ἀνδρῶν τε πολυκλαύτων τε γυναικῶν ἐννυχίους ὅρπηκας ἀνήγαγε κρινόμενον πῦρ, τῶνδε κλύ’· οὐ γὰρ μῦθος ἀπόσκοπος οὐδ’ ἀδαήμων· οὐλοφυεῖς μὲν πρῶτα τύποι χθονὸς ἐξανέτελλον ἀμφοτέρων ὕδατός τε καὶ εἴδεος αἶσαν ἔχοντες, τοὺς μὲν πῦρ ἀνέπεμπε θέλον πρὸς ὁμοῖον ἱκέσθαι, οὔτε τί πω μελέων ἐρατὸν δέμας ἐμφαίνοντας, οὔτ’ ἐνοπὴν † οἵα τ’ ἐπιχώριον ἀνδράσι γυῖον· ταῦτα οὖν εἰπόντος τοῦ Ἐμπεδοκλέους ἐφίστησιν, ὅτι καὶ αὐτὸς ὡς ἔοικε σπέρμα πρὸ τῶν ζῴων γεγονέναι φησί. καὶ τὸ “οὐλοφυὲς μὲν παρ’ αὐτοῦ εἰρημένον σπέρμα ἦν οὔπω “μελέων ἐρατὸν δέμας’’ ἐμφαῖνον, διότι ὕδωρ μὲν ἦν ἐνεργείᾳ ὑγρὸν ὄν, δυνάμει δὲ τὸ εἶδος τοῦ ἀνθρώπου. μήποτε δὲ οὔτε ζῷα πρὸ σπέρματος οὔτε σπέρμα πρὸ τῶν ζῴων ὑποστῆ- ναι δυνατὸν ἦν. ὡς γὰρ πᾶν ζῷον καὶ φυτὸν ἐξ οἰκείου γίνεται σπέρμα- τος, οὕτως καὶ πᾶν σπέρμα ἐξ οἰκείου γίνεται ζῴου καὶ φυτοῦ. ἐφιστάνοι οὖν ἄν ὁ Ἀριστοτέλης, ὅτι μὴ ἀεὶ πρὸ τοῦ ζῴου τὸ σπέρμα ὑφεστάναι φησὶν Ἐμπεδοκλῆς. καὶ δῆλον ὅτι καὶ πρὸ τοῦ σπέρματος τὸ ζῷον. καὶ διορθῶν τὴν ἐπίστασιν ἐπήγαγε καὶ τὸ “οὐλοφυὲς μὲν πρῶτον’’ σπέρμα ἦν, ὡς καὶ αὐτοῦ τοῦ Ἐμπεδοκλέους τοῦτο συνεωρακότος, ὅτι σπέρμα προυπάρχειν ἔδει τῆς τῶν ζῴων γενέσεως. εἰ δὲ τὸ σπέρμα ἦν, θαυμαστῶς μοι δοκεῖ τὸ “οὐλοφυὲς” αὐτῷ ἐπιπρέπειν. οὐλοφυὲς γὰρ ἐκεῖνο κυρίως ἐστίν, ὃ καθ’ ὅλον ἑαυτὸ πᾶν ἐστιν ὅπερ ἄν ἐστι μήπω γε- νομένης ἐν αὐτῷ διακρίσεως. πᾶν γὰρ μέρος τοῦ σπέρματος τὰ πάντα τοῦ σώματος μόριά ἐστιν. οὐδὲν δὲ τοῦ σώματος μέρος ἐστὶ τὰ ἄλλα μέρη διακρίσεως ἤδη γενομένης ἐν αὐτοῖς καὶ διασπασθέντος τοῦ οὐλο- φυους. ἔτι καὶ ἐν τοῖς φυτοῖς ἔστι τὸ ἕνεκά τοῦ ἕως τοὐ καὶ ἐν τοῖς σπέρμασι γίνεσθαι ὅπως ἔτυχε. Καὶ τοῦτο πρὸς τὴν ἀπὸ τῶν Ἐμπεδοκλέους ὁρμωμένην ἔνστασιν εἴρητᾶι. ἐπειδὴ γὰρ καὶ ἐν τοῖς φυτοῖς προφανές ἐστι τὸ ἕνεκά του, ὡς ἐλέ- γετο πρότερον, τῶν μὲν φύλλων ἕνεκα τοῦ περικαρπίου καὶ τῶν ῥιζῶν κάτω διὰ τὸ ἕλκειν τὴν τροφήν, ἆρα καὶ ἐν τούτοις ὥσπερ καὶ ἐν τοῖς ζῴοις ἔστι τινὰ τερατώδη ἐξ ἀμπέλου καὶ ἐλαίας ἀμπελογενῆ ἐλαιό- πρωρα, ὥστε καὶ ἀπὸ τούτων ἐνίστασθαι πρὸς τὸ ἕνεκά του τὴν φύσιν ποιεῖν, ἢ οὔ; εἰ μὲν γὰρ ἔστιν, ἀτόπως αὐτὰ παραλέλοιπεν Ἐμπεδοκλῆς, εἰ δὲ μὴ ἔστι, πῶς ἐπὶ μὲν τῶν ζῴων ἔστιν, ἐπὶ δὲ τῶν φυτῶν οὐκ ἔστι “δοκεῖ δέ μοι, φησὶν ὁ Ἀλέξανδρος, τῷ ἔτι καὶ ἐν τοῖς φυτοῖς | ἔνεστι τὸ ἕνεκά του προσκείμενον τὸ ἧττον δέ ἐπιχείρησίν τινα ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον ἐνδείκνυσθαι τοιαύτην· εἰ ἐν οἷς ἧττον φανερὸν τὸ τέλος δ ἐστὶ γινομένοις φύσει ταῦτα οὐχ ὡς ἔτυχε γίνεται ἀλλ’ ἕνεκά του, ἐν δὲ τοῖς φυτοῖς, ἐν οἷς ἧττον διήρθρωται τὸ τέλος, οὐ γίνεται ἀπὸ τύχης τὰ γινόμενα οὐδὲ ἀμπελογενῆ ἐλαιόπρωρα, οὐδὲ ἐν τοῖς ζῴοις, ἐν οἷς μᾶλλον διήρθρωται τὸ ἕνεκά του, γίνεται τὸ ἀπὸ τύχης ὥστε οὐδὲ βουγενὴ ἀνδρόπρῳρα συνίσταται”. ἔτι δέ, φησίν, ἔδει καὶ ἐν σπέρμασι γίνεσθαι ὅπως ἔτυχεν, εἴπερ τὰ φύσει κατὰ σύμπτωμα καὶ κτὰ τύχην ἐγίνετο· οἷον ἐκ τοῦδε τοῦ σπέρματος ἔδει διαφόρως ποτὲ μὲν ἵππον ποτὲ δὲ ἄνθρωπον γίνεσθαι ποτὲ δὲ ἄλλο τι τῶν ζῴων. νῦν δὲ ὥρισται ὡς ἐπίπαν ἡ ἐκ τοῦ σπέρματος γένεσις· ἐκ γὰρ τοῦ ἀνθρωπείου ἄνθρωπος καὶ ἐκ τοὐ ἱππείου ἵππος. οὐκ ὄρα κατὰ τύχην οὐδὲ ὅπως ἔτυχεν, ἀλλὰ κατὰ τάξιν καὶ ἀκολουθίαν καὶ ἕνεκα τοῦ ἐφεξῆς τὸ πρότερον γίνεται· Ὅλως τε ἀναιρεῖ ὁ οὕτως λέγων ἕως τοὐ ἀεὶ μέντοι ἐπὶ τὸ αὐτό, ἐὰν μή τι ἐμποδίσῃ. Ὥσπερ πρότερον ἔλεγεν, ὅτι οἱ τὴν κίνησιν ἀναιροῦντες οὐδὲ φυσικοί εἰσιν αὐτὴν ἀναιροῦντες τὴν φύσιν, εἴπερ ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας ὑπόκειται, οὕτω καὶ νῦν δείκνυσιν, ὅτι οἱ ἀναιροῦντες τὸ ἕνεκά του τὴν φύσιν ποιεῖν καὶ αὐτὴν τὴν φύσιν ἀναιροῦσι καὶ τὰ φύσει συνεστηκότα. ἀλλ’ οὐχὶ τηροῦντες αὐτὰ λέγουσιν ὅπως ἔτυχε γίνεσθαι. δείκνυσι δὲ αὐτὸ ἀπὸ τῆς ἐννοίας, ἣν ἔχομεν περὶ τῶν φύσει καὶ τῆς φύσεως. εἰ γὰρ ἡ φύσις ἀρχὴ κινήσεως ἐστι καὶ ἠρεμίας ἐν ᾧ ἐστι καὶ τὰ φύσει ταῦτά ἐστιν, ὅσα ἀπό τινος ἐν αὑτοῖς ἀρχῆς συνεχῶς κινούμενα ἀφι- κνεῖται ἐπί τι τέλος, οὐ τὸ αὐτὸ ἀπὸ πάσης ἀρχῆς οὐ γὰρ ἐκ τῆς τοῦ ἀνθρώπου ἀρχῆς οἷον τοὐ ἀνθρωπείου σπέρματος ἡ κίνησις εἰς κύνα τελευτᾷ, εἰς ὃν τελευτᾷ ἡ ἀπὸ τοῦ κυνείου σπέρματος κίνησις), ἀεὶ μέντοι ἀφ’ ἑκάστης ἀρχῆς ἢ κινήσεως ἐπὶ τὸ αὐτὸ καταντᾷ τέλος τὸ οἰκεῖον, ἄν μή τι ἐμποδίσῃ ἀπὸ γὰρ τῆς τοῦ ἀνθρώπου εἰς ἄνθρωπον καὶ ἀπὸ τῆς τοῦ ἵππου εἰς ἵππον), ὥστε οὔτε ταὐτὸν ἀπὸ τῶν πασῶν καὶ τῶν διαφόρων οὔτε τὸ τυχὸν ἀφ’ ἑκάστης. εἰ οὖν τοιαῦτά ἐστιν, ὡς ἐπί τι τέλος ὡρισμένον ἀφικνεῖσθαι συνεχῶς κινούμενα, ὡς ἀεὶ τὴν δευτέραν κίνησιν ἕπεσθαι τῇ προτέρᾳ, δῆλον ὅτι ἕνεκα τοῦ δευτέρου τὸ πρότερον ἀεὶ γίνεται ἐν τοῖς τοιούτοις· εἰ οὖν τὰ φύσει ἕνεκά του, τὰ μὴ ἕνεκά του οὐ φύσει· καὶ ὅλως εἰ μὴ τοιαύτην ἔννοιαν ἔχομεν τῶν φύσει ὡς ἕνεκά του γινομένων, οὐδὲ φύσει ὄντα ἐννοοῦμεν. ἀναιρεῖται γὰρ ἡ φύσις ἀναιρεθείσης τῆς εἰς ὡρισμένον τέλος κινήσεως· τοιαύτης γὰρ κινήσεως ἀρχὴ καὶ οὐ τῆς τυχούσης. καὶ συλλογιστικῶς δὲ ἐκτίθεται τὴν ἀπόδειξιν ὁ Ἀλέξανδρος οὕτως· “τὰ φύσει ἀπό τινος ἀρχῆς ἐν αὐτοῖς οὔσης συνεχῶς κινούμενα ἀφικνεῖται πρός τι τέλος· τὰ μὴ ἕνεκά του γινόμενα οὐκ ἀπ’ ἀρχῆς τινος συνεχῶς κινούμενα ἀφικνεῖται πρός τι τέλος· οὐκ ἄρ τὰ μὴ ἕνεκά του γινόμενα φύσει, ὥστε οἱ τὰ φύσει γινόμενα μὴ ἕνεκά του, ἀλλ’ ὡς ἔτυχε λέγοντες γίνεσθαι ἀναιροῦσι τὰ φύσει καὶ <τὴν> φύσιν.” Τὸ δὲ οὗ ἕνεκα καὶ ὃ τούτου ἕνεκα ἕως τοῦ ἐν δὲ τοῖς φυσικοῖς ἀεὶ οὕτως, ἄν μή τι ἐμποδίσῃ. Ἐπειδὴ καὶ ἐν τοῖς ἀπὸ τύχης εἶναι δοκεῖ τὸ οὗ ἕνεκα καὶ τὸ ἕνεκά του, ὅταν λέγωμεν ὅτι ἀπὸ τύχης ἦλθεν ὁ ξένος καὶ λυτρωσάμενος τὸν αἰχμάλωτον, ὡς ὁ παρὰ Μενάνδρῳ Δημέας τὴν Κράτειαν, ἀπῆλθεν ἢ ἀφῆκε γράφεται γὰρ ἀμφοτέρως, ὥσπερ καὶ ἀντὶ τοῦ λυτρωσάμενος τὸ λουσάμενος), καὶ πράξῃ τοῦτο ὥσπερ ἕνεκα τούτου ἐλθών, κἂν μὴ διὰ τοῦτο ἔλθῃ· τοῦτο γὰρ κατὰ συμβεβηκὸς αἴτιον, καὶ διὰ τοῦτο ἀπὸ τύχης λέγεται καὶ θεωρεῖταί πὼς καὶ ἐν τούτῳ τὸ οὗ ἕνεκα καὶ τὸ τούτου ἕνεκα. ἀλλ’ ἔστι τις διαφορὰ τούτου τε καὶ τοῦ κυρίως τοιούτου τοῦ τῇ φύσει προσήκοντος. τὸ γὰρ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ οὐ κατὰ συμβε- βηκὸς οὐδ’ ἀπὸ τύχης. ἐπ’ ἔλαττον γὰρ τοῦτο· ἐν δὲ τοῖς φυσικοῖς ἀεὶ οὕτως, ἄν μή τι ἐμποδίσῃ. ὥστε διαφέρει τὸ οὗ ἕνεκα καὶ ἕνεκά του τὰ ἐν τοῖς ἀπὸ τύχης τῶν ἐν τοῖς φυσικοῖς τῷ τὰ μὲν ἐν τοῖς κατὰ τύχην κατὰ συμβεβηκὸς καὶ ὡς ἐπ’ ἔλαττον, τὰ δὲ ἐν τοῖς φυσικοῖς ὡς ἐπὶ τὸ πλεῖστον. ἀλλὰ πῶς ὅλως ἐν τούτοις τὸ οὗ ἕνεκα καὶ τὸ ἕνεκά του, εἴπερ μὴ τοῦ λυτρώσασθαι ἕνεκα ἦλθεν; ὅτι τὸ μὲν οὗ ἕνεκα γέ- νοιτ’ ἄν ἀπὸ τύχης, ὅτι τέλος ὡς λυσιτελὲς ἠκολούθησε τῇ ἀφίξει τοὐ λυτρώσασθαι, κἄν μὴ τούτου ἕνεκα ἦλθε· καὶ ἔστι τοῦτο οὐ κυρίως μὲν οὗ ἕνεκα, ἀλλ’ ὡς οὗ ἕνεκα. καὶ τὸ ἕνεκά του δὲ οἷον τὸ ἐλθεῖν τὸν ξένον ὡσεὶ ἕνεκα τούτου, κἂν μὴ ἕνεκα τοὐ λυτρώσασθαι ἦλθεν. οὕτως μὲν οὖν ὁ Ἀριστοτέλης ἐνδέχεται. ἡ κἄν ὁ ξένος δὲ μὴ τούτου ἕνεκα ἦλθεν, ἀλλ’ ἡ τύχη τούτου ἕνεκα τὴν ἄφιξιν γενέσθαι παρεσκεύασε καὶ τοῦτο τέλος τῇ ἀφίξει παρέσχε. διὸ τοῦτο μὲν συνεχώρησεν ὁ Ἀριστοτέ- λης τὸ εἶναι καὶ ἐν τοιούτῳ τὸ οὗ ἕνεκα καὶ τὸ ἕνεκά του, κἄν μὴ τῇ προαιρέσει τὸ τοιοῦτον τέλος ἀκολουθῇ. τὴν δὲ διαφορὰν αὐτῶν κατὰ τὸ ὡς ἐπὶ τὸ πλεῖστον καὶ κατὰ τὸ ὡς ἐπ’ ἔλαττον παραδέδωκεν. | Ἄτοπον δὲ τὸ μὴ οἴεσθαι καὶ ἕνεκά του γίνεσθαι ἕως τοῦ ὅτι μὲν οὖν αἰτία ἡ φύσις καὶ οὕτως ὡς ἕνεκά του, φανερόν. Πολυειδῶς ἀποδεικνὺς τὸ προκείμενον καὶ τὴν ἔννοιαν διορθοῖ νῦν, δι’ ἣν οὐ βούλονται τὴν φύσιν ἕνεκά του ποιεῖν. οἴονται γὰρ τὰ ἕνεκά του ποιοῦντα προβουλευσάμενα καὶ προορίσαντα τὸ τέλος οὕτως ποιεῖν ἐκείνου στοχαζόμενα, ἀπὸ τῶν κατὰ τὰς τέχνας γινομένων ταύτην τὴν ἔννοιαν λαμ- βάνοντες. ὑπαντᾷ οὖν ἀπ’ αὐτῶν τῶν τεχνῶν, ἀφ’ ὧν ἡ διάστροφος ἔν- νοια γέγονεν. οὐδὲ γὰρ ἡ τέχνη, φησί, βουλεύεται. οὐ γὰρ βουλῆς δεῖ τοῖς τεχνίταις εἰς τὸ πρᾶξαι τὸ κατὰ τέχνην· ὥρισται γὰρ ἕκαστον τῶν γινομένων, ὅταν κατὰ τέχνην ἐνεργῆται. τί γὰρ δεῖται βουλῆς ὁ γραμματικός, ἵνα οὕτως γράψῃ τὸ Δίωνος ὄνομα ὡς γράφει; ἀλλ’ ἐν ταῖς στοχαστικαῖς μόναις χώραν ἔχει τὸ βουλεύεσθαι. καὶ εἴη ἄν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη. εἰ ἡ τέχνη ἕνεκά του ποιεῖ καὶ μὴ προβουλευομένη, πολλῷ μᾶλλον τὴν φύσιν οὐκ ἔστιν ἀνάγκη προβουλευομένην ἕνεκά του ποιεῖν· ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον. τὴν δὲ ὁμοιότητα τῆς φύσεως δηλοῖ πάλιν πρὸς τὴν τέχνην διὰ τοῦ καὶ εἰ ἐνῆν ἐν τῷ ξύλῳ ἡ ναυπηγική, ὁμοίως ἄν ἐποίει νῦν ὡς εἰ καὶ ἡ φύσις ἐποίει ναῦν, ὡς κατ’ οὐδὲν ἄλλο διαφερόντων τῶν φύσει ἢ τέχνῃ γινομένων ἢ κατὰ τὸ τὰ μὲν φύσει ἔνδοθεν γίνεσθαι τὰ δὲ τέχνῃ ἔξωθεν. διὸ καὶ ἐπ’ ἄλλο τι παράδειγμα προσεχέστερον μεταβὰς μάλιστα, φησί, δήλη ἡ πρὸς τὴν φύσιν τῆς τέχνης ὁμοιότης, ὅταν τις ἰατρεύῃ αὐτὸς ἑαυτόν· τούτῳ γὰρ ἔοικεν ἡ φύσις ὡς ἔνδον ἔχοντι τὸ αἴτιον. ἡ δὲ πρὸς τὴν φύσιν καὶ τοῦ τοιούτου διαφορὰ εἴρηται πρότερον ὑπ’ αὐτοῦ, ὅτι ἐν μὲν τούτοις κατὰ συμβεβηκός ἐστιν ἡ τῆς κινήσεως ἀρχή οὐ γὰρ ᾗ ἰατρὸς ὑφ’ ἑαυτοῦ ἰατρεύεται, ἀλλ’ ᾗ συνέβη νοσεῖν αὐτόν), ἐπὶ δὲ τῶν φύσει καθ’ αὑτό. καθὸ γὰρ φύσει, ἔνεστιν ἡ τῆς κινήσεως ἀρχή. πλὴν ἐν τοῖς τοιούτοις μάλιστά ἐστιν ἡ τῶν τεχνῶν πρὸς τὴν φύσιν ὁμοιότης, ἐν οἷς ἔνδοθεν ὁπωσοῦν ἡ κίνησις δοκεῖ. Τὀ δὲ ἐξ ἀνάγκης πότερον ἐξ ὑποθέσεως ἕως τοῦ τὸ δὲ οὗ ἕνεκα ἐν τῷ λόγῳ. Μετὰ τὸ συμπληρῶσαι τὴν περὶ τῶν αἰτίων * δύο προὔθετο ζητή- ματα οἰκεῖα τῷ περὶ τῶν αἰτίων λόγῳ· διαρθροῖ γὰρ τὰ περί τε τοῦ ποιη- τικοῦ καὶ ὑλικοῦ αἰτίου ἀδιαρθρώτως παρά τισιν ὑπονοηθέντα καὶ πρῶτον μὲν ὅτι ἡ φύσις τῶν ἕνεκά τού ἐστιν αἰτίων καὶ οὐ τῶν εἰκῇ καὶ ὡς ἔτυχε ποιούντων, ὅπερ ἐδόκει τισί, δεύτερον δὲ πῶς τὸ ἐξ ἀνάγκης διὰ τὴν ὕλην λεγόμενον ὑπάρχει τοῖς φυσικοῖς. ἆρα ὡς διὰ τὴν ὕλην ἐξ ἀνάγκης ἑπομένων τῶν ἐφεξῆς καὶ διὰ ταύτην τοῦ τέλους τοῦ κατὰ τὸ ὠφέλιμον ἐπιγινομένου, ὥσπερ ἐδόκουν οἴεσθαί τινες κυριώτατον καὶ μόνον αἴτιον τὴν ὕλην ὑπολαμβάνοντες, ὡς δηλοῖ τὸ πάντων τῶν γινομένων τὰς αἰτίας κατὰ τὴν ὕλην ἀποδιδόναι, ἆρα οὖν οὕτως ἐξ ἀνάγκης ἡ ὕλη τοῖς φυσικοῖς ὑπάρχει, ὅπερ ἀπλῶς καλεῖ, ἢ μᾶλλον ἐξ ὑποθέσεως ὑποτε- θέντι τῷ τέλει ἕπεσθαι τὸ τῆς ὕλης ἀναγκαῖον; ὥστε εἰ οἶκος μέλλοι γε- νέσθαι, τουτέστιν ἀσφάλειά τις τῶν ἐνόντων, ἀνάγκη ὀροφὴν γενέσθαι καὶ τοίχους καὶ θεμέλιον ὑποβληθῆναι· οὐ μέντοι εἰ οὕτω πέφυκεν ἡ ὕλη, ὥστε τὰ μὲν βαρέα κάτω βρίθειν τὰ δὲ κοῦφα ἐπιπολάζειν, ἤδη διὰ τοῦτο γίνεται ὁ οἶκος. τούτων οὖν ὄντων τῶν ζητουμένων τὸ μὲν ἀπλῶς ἀναγ- καῖον ἀποδοκιμάζει ὡς ἐδόκουν λέγειν οἱ ἀπὸ τῆς ὕλης τὰς αἰτίας ἀποδιδόντες· ἐπεὶ τὸ θερμὸν ἀνωφερὲς καὶ κοῦφον, τὸ δὲ ψυχρὸν βαρὺ καὶ κατωφερές, διὰ τοῦτο οὕτω συνέστη ὁ κόσμος καὶ ἐγένετο κάτω μὲν ἡ γῆ, ἄνω δὲ τὸ πῦρ, ἢ ὅτι διὰ τὸν δῖνον μέσον ἡ γῆ κρατεῖται. καὶ γὰρ ἐκείνως μὲν Ἐμπεδοκλῆς, οὕτω δὲ Ἀναξαγόρας ἐλεγέτην, οὐκέτι τὸ εὖ καὶ τὸ οὗ ἕνεκα αἰτιώμενοι, ἀλλὰ τὴν ὕλην μόνην, ἀναγκαίως ἕπεσθαι ταύτῃ τὸ τέλος καὶ τὸ χρειῶδες νομίζοντες. οὕτω δὲ καὶ τὸν· τοῖχον ἐξ ἀνάγκης τις ἄν γεγενῆσθαι νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρεσθαι, τὰ δὲ κοῦφα ἐπιπολάζειν. τοῦτο οὖν ἀποδοκιμάζει τὸ ἀναγκαῖον ἐπὶ τῆς ὕλης λεγόμενον, ἐγκρίνει δὲ τὸ ἐξ ὑποθέσεως. δι’ οὗ δείκνυσιν ὅτι οὐκ ἄνευ μὲν τῆς ὕλης γίνεται τὰ γινόμενα, οὐ μέντοι διὰ τὴν ὕλην ὡς διά τινα κυρίως αἰτίαν, ἀλλ’ ὡς δι’ ὕλην μόνον καὶ δι’ ὑλικὴν αἰτίαν. τὰ γὰρ ἐξ ὑποθέσεως ὡς ὕστερα τῶν προϋποτθεμένων καὶ ἧττον αἴτιά ἐστι, τὸ δὲ κυρίως αἴτιον τὸ τέλος ἐστὶ καὶ τὸ οὗ ἕνεκα. τοῦ γὰρ οἴκου ἢ τοῦ τοίχου κυρίως αἴτιον οὐ τὰ βαρέα καὶ ἐπιπολάζοντα, ἀλλὰ | τὸ κρύπτειν καὶ σῴζειν τὰ ἐνόντα ἡ ἀνέχειν τὴν ὀροφήν. ἡ δὲ ὕλη ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον ἔχει. ὑποτεθέντος γὰρ τοῦ τέλους καὶ τοῦ οὗ ἕνεκα ἀκολουθεῖ τὸ ἀναγκαῖον τῆς ὅλης. ὥστε τοῦτό ἐστιν, οὗ χωρὶς ἀδύνατον τὸ ἀποτέ- λεσμα γενέσθαι· ·οἷον εἰ ἔσται οἰκία, δεῖ λίθους ἐξ ἀνάγκης εἶναι καὶ ξύλα, οὐ μέντοι εἰ ταῦτα, ἤδη οἰκίαν εἶναι ἀναγκαῖον. οὕτως δὲ καὶ ἐπὶ τῶν φύσει γινομένων τὸ οὕτως ἀναγκαῖον οὐκ ἐν τῷ τέλει θετέον, ἀλλ’ ἐν τῇ ὕλῃ. οὐχ ὅτι ἕνεκα ταύτης, οὐδ’ ὅτι ἐξ ἀνάγκης ἕπεται ταύτῃ τὸ χρειῶ- δες, ἀλλ’ ὅτι οὐκ ἄνευ ταύτης. οὐ γὰρ οἱ λίθοι καθ’ αὑτοὺς οὐδὲ αἱ πλίνθοι καὶ τὰ ξύλα κινούμενα ὡς ἐπεφύκει κατασκευάζουσιν οἰκίαν, ἀλλ’ ἡ σύνθεσις ἡ τοιάδε καὶ ἡ μορφὴ καὶ ἡ τέχνη τοῦ τέλους ἕνεκα πάντα ποιοῦσα, οὐκ ἄνευ μέντοι τῆς ὕλης. καὶ γὰρ ἔστι μὲν καὶ ἡ ὕλη τῶν καθ’ αὑτὰ αἰτίων, ὥσπερ εἴρηται, ἀλλὰ κυριωτέρα γε ἡ μορφὴ καὶ ὁ λόγος καὶ τὸ τί ἦν εἶναι. καὶ οὐ τοῦτο ταῖς ἐκείνης κινήσεσιν ἐξ ἀνάγκης ἀκολουθεῖ, ἀλλ’ ἐκείνη μᾶλλον τούτῳ πέφυκε προυποτιθεμένη συναρμόζεσθαι. οὐ γὰρ ἐπειδὴ σίδηρός ἐστι, διὰ τοῦτο ἐξ ἀνάγκης πρίων, ἀλλὰ πρίονος ὑπο- κειμένου εἰς ποίησιν δεῖ σίδηρον ἐξ ἀνάγκης παραληφθῆναι, ὥστε ἡ ὕλη τὸ ἀναγκαῖον οὕτως ἔχει οὐ δι’ ἑαυτήν, ἀλλὰ διὰ τὴν μορφήν. τῇ μὲν γὰρ ὕλῃ οὐδὲν ἐξ ἀνάγκης ἀκολουθεῖ, αὐτὴ δὲ ἐξ ἀνάγκης ὀφείλει προϋ ποκεῖσθαι τῷ εἴδει. οὐ τὸ τέλος οὖν ἐξ ἀνάγκης ὑλικῆς ἀκολουθεῖ τοῖς πρὸ αὐτοῦ, ἀλλ’ ὑποθεμένοις τοῦτο διὰ τὴν ὑπόθεσιν ταύτην τὸ ἀναγκαῖον ἕπεται τῆς ὕλης, ἐπεὶ τό γε τοῦ τέλους ἀναγκαῖον, καθ’ ὃ ἀνάγκη τὸ τέ- λος τοῖς προϋηργμένοις ἀκολουθεῖν, ἄν μή τι ἐμποδίσῃ, δι’ αὐτὸ τὸ τέλος ἐστίν. οὗ ἕνεκα καὶ τὰ προυπηργμένα τοιαῦτα καὶ κατὰ τὴν τοιαύτην τάξιν παραλαμβάνεται. ὥστε ἡ ὕλη τὸ ἀναγκαῖον διὰ τὸ τέλος ἔχει, ἀλλ’ οὐχὶ τὸ τέλος διὰ τὴν ὕλην. ἕνεκα γὰρ τοῦ τέλους γίνεται τὰ γινόμενα, οὐκ ἄνευ μέντοι τῆς ὅλης, πλὴν οὐχ ὡς διὰ τὴν κυριωτάτην αἰτίαν τὴν ὕλην, ἀλλὰ διὰ τὴν ἧς οὐκ ἄνευ. τὸ δὲ ὅπως τοδὶ καὶ ἕνεκα τουδὶ σημαίνει τό τε εἶδος καὶ τὸ τέλος τοῦ πρίονος. ὥστε οἱ μὲν μόνην αἰτίαν τὴν ὕλην εἶναι τιθέμενοι καὶ ταῖς ἐκείνης φυσικαῖς κινήσεσιν ἕπεσθαι τὰ γινόμενα λέγοντες ἁπλῶς ἄν ἐξ ἀνάγκης γίνεσθαι τὰ γινόμενα λέγοιεν. ἐπεὶ δὲ ἀποδέδεικται ἡμῖν ἄλλη παρὰ τὴν ὕλην αἰτία κυριωτέρα τὸ εἶδος καὶ ταύτης ἕνεκα παριοῦσα ἡ ὕλη, ἀλλ’ οὐχὶ ἡ ὕλη παράγουσα τὴν μορ- φῆν, οὐκ ἄν οὐδὲ ἡ ὕλη ἁπλῶς ἀναγκαία λέγοιτο, ἀλλ’ ἐξ ὑποθέσεως. ὑποθεμένοις γὰρ τὸ εἶδος οὕτως εὑρίσκεται τῆς ὕλης τὸ ἀναγκαῖον. ἔστιν οὖν ἐν τῇ ὕλῃ τὸ ἀναγκαῖον· τὸ δέ, οὗ ἕνεκα τὸ ἀναγκαῖον, τοῦτο ἐν τῷ εἴδει, ὅπου καὶ τέλος ἐστὶ καὶ κυρίως αἴτιον. καὶ γὰρ εἰ τοῦτο γένοιτο ἡμῖν, τὰ ἄλλα ἂν πάντα παραλίποιμεν, καὶ τούτου γενομένου τέλος ἔχουσιν αἱ πράξεις, ὅπερ ἀρχῇ μάλιστα καὶ αἰτίᾳ προσήκει. καὶ ὅλως ἀρχὴ ἡ πρόθεσίς ἐστι· τοιοῦτον δὲ τὸ τέλος. ὥστε συγχωρεῖ μὲν καὶ αὐτὸς τὸ ἀναγκαῖον τῇ ὕλῃ, ἀλλ’ οὐχ ὡς τοῦ εἴδους ἐξ ἀνάγκης ἀκολουθοῦντος, ἀλλ’ ὡς τῶν ὧν οὐκ ἄνευ λόγον ἐχούσης τῆς ὕλης· οὐ γὰρ τὸ τέλος ἐξ ἀνάγκης, ἀλλὰ διὰ τὸ τέλος τὸ ἐξ ἀνάγκης. Καὶ ἐν τούτῳ δὲ τῷ κεφαλαίῳ Πλατωνικῶς ὁ Ἀριστοτέλης ἀναστρε- φόμενος φαίνεται. λέγει γὰρ καὶ ὁ Πλάτων’ ἐν Τιμαίῳ· “ταῦτα δὴ πάντα τότε ταύτῃ πεφυκότα ἐξ ἀνάγκης ὁ τοῦ καλλίστου τε καὶ ἀρίστου δημιουρ- γὸς ἐν τοῖς γινομένοις παρελάμβανεν, ἡνίκα τὸν αὐτάρκη τε καὶ τελεώτατον θεὸν ἐγέννα, χρώμενος μὲν ταῖς περὶ ταῦτα αἰτίαις ὑπηρετούσαις, τὸ δὲ εὖ τεκταινόμενος ἐν πᾶσι τοῖς γινομένοις αὐτός. διὸ δὴ χρὴ δύο αἰτίας εἴδη διορίζεσθαι τὸ μὲν ἀναγκαῖον τὸ δὲ θεῖον, καὶ τὸ μὲν θεῖον ἐν ἅπασι ζη- τεῖν κτήσεως ἕνεκα εὐδαίμονος βίου, καθόσον ἡμῶν ἡ φύσις ἐνδέχεται, τὸ δὲ ἀναγκαῖον ἐκείνων χάριν, λογιζόμενον ὡς ἄνευ τούτων οὐ δύναται αὐτὰ ἐκεῖνα, ἐφ’ οἷς σπουδάζομεν, κατανοεῖν οὐδὲ αὖ λαβεῖν οὐδὲ ἄλλως πὼς μετασχεῖν.” τὰ αὐτὰ δὲ περὶ τούτων τῶν διττῶν αἰτίων καὶ ἐν Φαίδωνι διώρισται σαφῶς ἐν οἷς φησι· “τὸ γὰρ μὴ διελέσθαι οἷόν τε εἶναι, ὅτι ἄλλο μέν τί ἐστι τὸ αἴτιον τῷ ὄντι, ἄλλο δὲ ἐκεῖνο, οὗ ἄνευ τὸ αἴτιον οὐκ ἄν ποτε εἴη αἴτιον. ὃ δή μοι φαίνονται ψηλαφῶντες οἱ πολλοὶ ὥσπερ ἐν σκότει ἀλλοτρίῳ ὀνόματι προσχρώμενοι ὡς αἴτιον αὐτὸ προσαγορεύειν. διὸ δὴ καὶ ὁ μέν τις δίνην περιτιθεὶς τῇ γῇ ὑπὸ τοῦ οὐρανοῦ μένειν δὴ ποιεῖ τὴν γῆν, ὁ δὲ ὥσπερ καρδόπῳ πλατείᾳ βάθρον τὸν ἀέρα ὑπερείδει· τὴν δὲ τοῦ ὡς οἷόν τε βέλτιστα αὐτὰ τεθῆναι δύναμιν οὕτω νῦν κεῖσθαι, ταύ- την οὔτε ζητοῦσιν οὔτε τινὰ οἴονται δαιμονίαν ἰσχὺν ἔχειν.” ἄλλα δὲ πρὸ τούτων τῶν ῥητῶν διὰ μακροτέρων ὁ Σωκράτης συνεπεράνατο. εἰπὼν δὲ ὁ Ἀριστοτέλης ὅτι καὶ ἐν τοῖς ἄλλοις πᾶσιν τὸ ἕνεκά τού ἐστιν, οὐκ ἄνευ μὲν τῶν ἀναγκαίαν ἐχόντων τὴν φύσιν, οὐ μέντοι διὰ ταῦτα, ἐπειδὴ τὸ διὰ τί αἰτίας ἐστὶ δηλωτικόν, ἔστι δὲ καὶ ἡ ὕλη αἰτία, καὶ κατὰ τοῦτο καὶ διὰ ταύτην εἴη ἄν), εἰκότως προσέθηκε τὸ πλὴν ὡς δι’ ὕλην· αἴτια γὰρ ταῦτα, οὐ μὴν τοῦ τὴν οἰκίαν εἶναι ἀπλῶς αἴτια, ἀλλὰ τὸ τέλος μᾶλλον. ἀπορῶ δὲ ἔγωγε, πῶς ὁ Ἀλέξανδρος τὸ ἀπλῶς ἀναγκαῖον ἀναιρετικὸν τοῦ ἕνεκά του λέγει εἶναι. “ἁπλῶς γὰρ τὸ ἀναγκαῖον, φησίν, ἐν οἷς ἐξ ἀνάγκης τοῖς πρὸ αὐτῶν τὸ τέλος ἀκολουθεῖ”. καίτοι ἐν τοῖς ἀιδίοις καὶ ἐξ ἀνάγκης ἀκολουθεῖ τοῖς πρὸ αὐτοῦ τὸ τέλος οἷον τῇ ἀνατολῇ τοῦ ἡλίου ἡ κατάδυσις αὐτοῦ, καὶ τῷ χειμῶνι τὸ ἔαρ καὶ τούτῳ τὸ θέρος) καὶ ὅμως ἕνεκά του τούτων ἕκαστον· καὶ γὰρ τοῦ ἔαρος ἕνεκα προηγεῖται ὁ χειμὼν καὶ ἡ ἀνατολὴ τῆς δύσεως. ἀλλ’ ἴσως ἐπὶ τοῦ ὑλικοῦ μόνου τὸ ἀναγκαῖον ἀκούων καὶ τῆς κατὰ τὴν ὕλην ἀκολουθήσεως εἰκότως εἶπεν ὅτι | τὸ ἀναγκαῖον ἀναιρεῖ τὸ ἕνεκά του. εἰ γὰρ διὰ τὴν ὕλην μόνον γίνεται τὸ γινόμενον, οὐκ ἔστι τι τὸ οὗ ἕνεκα, ὥστε οὐδὲ τὸ ἕνεκά του. ἐπεὶ καὶ ἐν τοῖς φυσικοῖς τὸ ἀεὶ οὕτως, ἄν μή τι κωλύσῃ, ἀναγκαῖον ὂν οὐκ ἀναιρεῖ τὸ ἕνεκά του. ἐστι δὲ τὸ ἀναγκαῖον ἔν τε τοῖς μαθήμασιν ἕως οὐδὲ γὰρ ἐκεῖ αἱ ἀρχαί, εἰ μὴ τὸ τρίγωνον δύο ὀρθαῖς. Ὁποῖόν ἐστι τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον, καὶ διὰ τῆς ἐν τοῖς μαθήμασιν ἀκολουθίας ὑπομιμνῄσκει. ἔστι γὰρ καὶ ἐν τοῖς μαθήμασι τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον, πλὴν οὐχ ὁμοίως ἐν τούτοις καὶ ἐν τοῖς φύσει γινομένοις. διὸ προσέθηκε τὸ τρόπον τινὰ παραπλησίως. ἐπὶ μὲν γὰρ τῶν μα- θημάτων, ἐὰν ὦσιν αἱ ὑποθέσεις, ἔστι τὸ ἐξ αὐτῶν συναγόμενον συμπέ- ρασμα. οἷον ἐπεὶ εὐθύ, φησί, τοδί ἐστι, τουτέστιν ἐπεὶ εὐθύγραμμον τοιονδὶ οἷον τρίγωνον, ἀνάγκη τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, καὶ εἰ μὴ ἔχει, οὐδὲ εὐθύγραμμον τοδί ἐστιν. εἰ μέντοι τὰς τρεῖς δυσὶν ὀρθαῖς ἴσας ἔχει, οὐκ ἀνάγκη τοδὶ εὐθύγραμμον εἶναι· δυνατὸν γὰρ καὶ τετραπλεύρου τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι καὶ οὐ μόνον τὰς τοῦ τριγώνου. ἐναργέστερον δὲ ἐπὶ ἀριθμῶν ἔστιν ἰδεῖν. εἰ γὰρ ε καὶ ε δέκα γίνεται, εἰ δὲ δέκα, οὐ πάντως ε καὶ ε· καὶ γὰρ θ καὶ α καὶ η καὶ β καὶ ζ καὶ γ καὶ ς καὶ δ δέκα ποιεῖ, εἰ μέντοι μὴ δέκα οὐδὲ ε καὶ ε. ὅλως γὰρ ἐν ταῖς τοιαύταις ἀκολουθίαις τῇ μὲν θέσει τοῦ ἡγουμένου ἕπεται ἡ θέσις τοῦ ἑπομένου, τῇ δὲ θέσει τοῦ ἑπο- μένου οὐχ ἕπεται ἡ θέσις τοῦ ἡγουμένου, ἀλλὰ τῇ ἀναιρέσει τοῦ ἑπομένου ἡ ἀναίρεσις τοῦ ἡγουμένου. οὐ γὰρ δείκνυται ἐκ τῶν ὑστέρων τὰ πρότερα, ἀναιρεῖται δὲ ἐξ αὐτῶν. καὶ ἐν τοῖς φυσικοῖς γινομένοις εἰ ἔσται ἢ ἔστιν οἰκία, ἀνάγκη ὕλην τοιάνδε εἶναι, καὶ εἰ μὴ ἔστιν ὕλη τοιάδε, οὐκ ἄν εἴη 88v οἰκία· οὐ μέντοι εἰ ἔστιν ὕλη τοιάδε, ἀνάγκη οἰκίαν εἶναι. καὶ κατὰ τοῦτο μὲν τὸ σχῆμα ἔοικε τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον ἔν τε τοῖς μαθή- μασιν εἶναι καὶ ἐν τοῖς φυσικοῖς γινομένοις. Διαφέρει δὲ ὅτι ἐπὶ μὲν τῶν μαθημάτων τὸ συνημμένον ἐστίν, εἰ τὰ πρότερα καὶ τὰ ὕστερα. πρότεραι γὰρ αἱ προτάσεις ἢ αἱ ὑποθέσεις τοῦ συμπεράσματος, καὶ εἰ μὴ τὰ ὕστερα, οὐδὲ τὰ πρότερα. ἐπὶ δὲ τῶν γινο- μένων ἔμπαλιν. εἰ γάρ ἐστι τὸ τέλος ἐξ ἀνάγκης, καὶ τὰ πρὸς τὸ τέλος· οὐ μέντοι εἰ τὰ πρὸς τὸ τέλος, ἤδη καὶ τὸ τέλος. εἰ γὰρ οἶκος, καὶ λίθοι, οὐ μέντοι εἰ λίθοι, καὶ οἶκος. ἔχοι δὲ ἄν ὁμοιότητα ἡ ἀκολουθία, εἴ τις τὸ τέλος ὡς πρῶτον νομίζοι τῇ φύσει, διότι τούτου ἕνεκα καὶ ἡ ὕλη. τοῦτο δὲ καὶ αὐτὸς συστήσει πάλιν ἀπὸ τῶν τεχνῶν. λαβὼν γάρ τις εὐθὺς ἐν ἀρχῇ ἐν τῷ λογισμῷ τὴν χρείαν τῆς οἰκίας καὶ τὴν ὠφέλειαν καὶ προαναζῳγραφήσας τὸ σχῆμα, οὕτως τὴν ὕλην παρατίθεται. καὶ ἔστιν ἡ τοῦ τέλους ἔννοια ἀρχὴ τῆς θεωρίας, ἀλλ’ οὐχὶ τῆς πράξεως. διττὴ γὰρ ἡ ἀρχή, ἡ μὲν τῆς θεωρίας, ἡ δὲ τῆς πράξεως. καὶ γίνεται τῆς θεωρίας ἀρχὴ ἡ τοῦ τέλους ἔννοια. ἐπειδὴ γὰρ σκέπης χρεία, ὀροφὴν ποιητέον, οὐκοῦν καὶ τοίχους καὶ θεμέλια καὶ ὄρυξιν. τὸ δὲ τέλος τῆς θεωρίας ἀρχὴ γίνεται τῆς πράξεως. ἀλλ’ ἐπὶ τῶν μαθημάτων, ἐφ’ ὧν πρᾶξις οὐκ ἔστι, μία ἐστὶν ἀρχὴ ἡ κατὰ τὴν θεωρίαν οὐ τὸ τέλος οὖσα οὐδὲ τὸ οὗ ἕνεκα, ἀλλὰ τὰ δεικτικὰ τοῦ συμπεράσματος. ἐγγυτέρω δὲ ἔτι προσήγαγε τὴν ὁμοιότητα τῶν φύσει πρὸς τὰ ἐν τοῖς μαθήμασιν. ὡς γὰρ ἐν τοῖς μαθήμασι τοῦ τέλους ὑποτεθέντος, τουτέστι τοῦ συμπεράσματος ὃ ἦν ἐπὶ ταῖς προτάσεσιν ἐξ ἀνάγκης κειμέναις, αἱ προτάσεις αἵτινές εἰσιν ἀρχαὶ ἐν ἐκείναις οὐκ ἦσαν ἐξ ἀνάγκης τῷ δύνασθαι καὶ δι’ ἄλλων τὸ αὐτὸ δείκνυ- σθαι, οὕτως οὐδὲ ἐν τοῖς φυσικοῖς τῷ ἀναγκαίῳ τῆς ὕλης ἀκολουθοῦσιν αἱ κατὰ τὸν λόγον ἀρχ’ αἰ· οὐ γὰρ τῇ ὕλῃ ἀκολουθεῖ τὸ τέλος. ἐν ἀμφο- τέροις οὖν τῷ ἀναγκαίῳ ὑποτεθέντι οὐχ ἕπονται αἱ κατὰ τὸν λόγον ἀρχαί εἰσὶ δὲ ἐν μὲν τοῖς μαθήμασιν αἱ κατὰ τὸν λόγον ἀρχαὶ αἱ προτάσεις, ἐν δὲ τοῖς φυσικοῖς τὸ τέλος), οἷς τεθεῖσιν ἕπεται τὰ μετὰ ταῦτα ἐν μὲν τοῖς μαθήμασι τὸ συμπέρασμα, ἐν δὲ τοῖς γινομένοις ἡ ὕλη. ἐπειδὴ δὲ ἀσαφῶς εἴρηται τὸ τοῦ τριγώνου παράδειγμα ἐνδειξαμένου μόνον αὐτοῦ τὴν ἀπόδειξιν, ἰστέον ὅτι δέδεικται παντὸς εὐθυγράμμου τὰς ἐκτὸς πάσας γωνίας τέτρασιν ὀρθαῖς ἴσας εἶναι, καὶ ὅτι αἱ τοῦ τριγώνου πᾶσαι γωνίαι αἱ ἐντὸς καὶ ἐκτὸς ς ὀρθαῖς εἰσιν ἴσαι. ἐπεὶ οὖν τὸ τρίγω- νον εὐθύγραμμόν ἐστιν, ὅπερ εἶπεν αὐτὸς εὐθὺ τοδί, τούτου δὲ αἱ ἐντὸς καὶ ἐκτὸς ς ὀρθαῖς ἴσαι εἰσίν, ὧν αἱ ἐκτὸς τέτρασι, λοιπαὶ αἱ ἐντὸς δυ- σὶν ὀρθαῖς ἴσαι εἰσίν· εἰ δὲ μὴ τοῦτο, οὐδὲ αἱ ἐκτὸς τέτρασιν, εἴπερ πᾶσαι ς. ὥστε οὐδὲ εὐθύγραμμον τοδί. εἰ δὲ δυσὶν ὀρθαῖς ἴσαι γ αἱ ἐντός, πάντως τρίγωνον. | Φανερὸν δὲ ὅτι τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς· Δείξας ὅτι τὸ ἀναγκαῖον τὸ ἐν τοῖς φυσικοῖς ἔστι μὲν ἐν τῇ ὕλῃ, ὡς καὶ τοῖς φυσιολόγοις ἐδόκει, καὶ ἐν ταῖς ταύτης μεταβολαῖς καὶ ἀλλοιώσε- σιν, οὐχ ἁπλῶς δέ, ὥστε τῇ ὕλῃ τὸ εἶδος καὶ ὅλως τὸ τέλος ἐξ ἀνάγκης ἀκολουθεῖν, ἀλλ’ ἐξ ὑποθέσεως, ὡς εἴρηται, καὶ συμπερανάμενος· τοῦτο ἐπάγει λοιπόν, ὅτι ἄμφω μὲν αἱ αἰτίαι λεκτέαι τῷ φυσικῷ, μᾶλλον δὲ ἡ κατὰ τὸ τέλος. κυριωτέρα γὰρ αὕτη, εἴπερ καὶ τῆς ὕλης αὕτη αἰτία. ᾧ γὰρ τεθέντι ἐξ ἀνάγκης τὸ λοιπὸν ἕπεται, τοῦτο αἴτιον ἐκείνῳ· εἰ οὖν τῇ μὲν ὕλῃ τεθείσῃ οὐκ ἐξ ἀνάγκης τὸ τέλος ἀκολουθεῖ, τῷ δὲ τέλει τεθέντι ἐξ ἀνάγκης ἡ ὕλη ἀκολουθεῖ, τὸ τέλος αἴτιον ἂν εἴη τῆς ὕλης· αἴτιον δὲ καὶ τοὐ εἴδους ἐστὶ τὸ τέλος, ἐφ’ ὧν ἄλλο παρὰ τὸ τέλος τὸ εἶδός ἐστιν. εἰ οὖν τὸ τέλος αἴτιον τῇ ὕλῃ τοῦ εἶναι, εἰκότως ὁ φυσικὸς περὶ αἰτίων ποιούμενος τὸν λόγον περὶ τοῦ τέλους μᾶλλον ἤπερ περὶ τῆς ὕλης ποιήσεται. εἰπὼν δὲ τὴν ὕλην μὴ εἶναι αἰτίαν τοὐ τέλους, ποίου τέλους δηλῶν, προσέθηκε τὸ οὗ ἕνεκα τὸ πρὸ αὐτοῦ· τοῦτο γὰρ τὸ αἴτιον καὶ ἡ ἀρχή, ἀλλ’ οὐχὶ τὸ ὡς ἔσχατον. ἐπειδὴ δὲ ἐν τοῖς πλείστοις τὸ οὗ ἕνεκα τὸ εἶδός ἐστι, τοῦτο δηλῶν ἐπήγαγεν ὅτι τὸ οὗ ἕνεκα, καὶ ὅτι τὸ τοιοῦτον τέλος καὶ ἀρχὴ ἡ ἀπὸ τοὐ ὁρισμοῦ καὶ τοῦ λόγου λαμ- βανομένη ἐστίν, ὅπερ ἐστὶ τὸ εἶδος. καὶ γὰρ αὕτη αἰτία τῆς ὕλης ἐστὶν ὡς ἐν τοῖς κατὰ τέχνην. τὸ γὰρ εἶδος τῆς οἰκίας ὁρισάμενοι, ὅτι ἐστὶ σκέπη πρὸς ἀπαλέξησιν ἀνέμου καὶ ὄμβρου καὶ καύματος, πρὸς τοῦτον τὸν ὁρισμὸν τὴν ὕλην παρασκευάζομεν. οὕτως δὲ καὶ ἐν τοῖς κατὰ φύσιν· εἰ γὰρ ἔσται ἄνθρωπος, δεῖ σπέρμα ἀνθρώπου καὶ καταμήνια ἐν μήτρᾳ γυναι- κὸς συνελθεῖν. καὶ εἰ ἄλλο τι ζῷον ἢ φυτόν, δεῖ τὴν πρὸς ἐκεῖνο ἐπιτη- δείαν ὕλην παρεσκευάσθαι. τοῦτο γὰρ σημαίνει τὸ εἰ δὲ ταδί, ταδί· πάλιν δὲ κἀνταῦθα ταῖς ἐπιστημονικαῖς ἐννοίαις ἐφεπόμενος ὁ Ἀριστοτέλης εἰς ταὐτὸν αὐτοφυῶς τῷ διδασκάλῳ συνέδραμε. λέγει γὰρ ἐκεῖνος ἐν Τιμαίῳ τῶν διττῶν τούτων ἀρχῶν τὰς διαφορὰς παραδιδοὺς τῆς τε ὑλικῆς καὶ τῆς κατὰ νοερὰν προόρασιν ἀποτελουμένης· “τὰ μὲν οὖν παρεληλυθότα τῶν εἰρημένων πλὴν βραχέων ἐπιδέδεικται τὰ διὰ νοῦ δεδημιουργημένα· δεῖ δὲ καὶ τὰ δι’ ἀνάγκης γινόμενα τῷ λόγῳ παραθέσθαι. μεμιγμένη γὰρ ἡ τοῦδε τοῦ κόσμου γένεσις ἐξ ἀνάγκης καὶ νοῦ συστάσεως ἐγεννήθη· νοῦ δὲ ἀνάγκης ἄρχοντος τῷ πείθειν αὐτὴν τῶν γινομένων τὰ πλεῖστα ἐπὶ τὸ βέλτιον ἄγειν, ταύτῃ κατὰ ταὐτά τε δι’ ἀνάγκης ἡττωμένης ὑπὸ πειθοῦς ἔμφρονος, οὕτως κατ’ ἀρχὰς συνίστατο τόδε τὸ πᾶν. εἴ τις οὖν ᾗ γέγονε ταῦτα κατὰ ταῦτα ὄντως ἐρεῖ, μικτέον καὶ τὸ τῆς πλανωμένης αἰτίας είοος. Ἴσως δὲ καὶ ἐν τῷ λόγῳ ἐστὶ τὸ ἀναγκαῖον ἕως τοῦ τέλους. Εἰπὼν τὸν ὁρισμὸν καὶ τὸν λόγον ἀρχὴν εἶναι καὶ αἰτίαν τῆς ὕλης, ἥτις ἦν τὸ ἀναγκαῖον καὶ ἐν τοῖς αἰτίοις, ἐπειδὴ ἐν πολλοῖς ὁρισμοῖς ἐμπερι- λαμβάνεται καὶ ἡ ὕλη ποτὲ μὲν δυνάμει ἐν τῷ τοῦ εἴδους ὁρισμῷ, ὡς αὐτὸς παρατίθεται, ποτὲ δὲ ἐνεργείᾳ ὡς ἐν τῷ συνθέτῳ, καὶ τότε δῆλον ὅτι οὐκέτι ὁ ὁρισμὸς ἀρχὴ καὶ αἰτία τῆς ὕλης ἔσται ἐμπεριέχων αὐτὴν ἐν ἑαυτῶ, διὰ τοῦτο προσέθηκεν ὅτι ἴσως καὶ ἐν τῷ λόγῳ ἐστὶ τὸ ἀναγ- καῖον. τότε γὰρ τὸ μὲν τέλος καὶ τὸ εἶδος ἔσται ἀρχὴ καὶ αἰτία τῆς ὕλης. ὁ δὲ τοιοῦτος ὁρισμὸς τοῦ συναμφοτέρου δηλωτικὸς ὑπάρχων, ὥστε τὸ λεγόμενον ἔστιν, ὅτι περὶ ἀμφοτέρων τὸν λόγον τῶν αἰτίων ὁ φυσικὸς ποιήσεται, μᾶλλον δὲ περὶ τοὐ τέλους. τοῦτο δέ ἐστιν ἐν τοῖς φυσικοῖς τὸ εἶδος καὶ ὁ ὁρισμός. ὥστε περὶ τοῦ εἴδους καὶ τοῦ ὁρισμοῦ τὸν πλεῖστον ποιήσεται λόγον· ἐνίοτε μέντοι καὶ ἐν τῷ ὁρίζεσθαι περὶ ἀμφοτέρων τῶν αἰτίων ἐρεῖ, ἐφ’ ὧν ὁρισμῶν καὶ λόγων καὶ ἡ ὕλη συμπεριείληπται. ὡς γὰρ αὐτὸς ἐν ἄλλοις λέγει, τῶν φυσικῶν οἱ τέλειοι ὁρισμοὶ γίνονται μὲν κατὰ τὸ εἶδος, ἐμπεριέχουσι δὲ καὶ τὴν ὕλην· τῷ γὰρ φυσικῷ εἴδει τὸ εἶναι σὺν ὕλῃ ἐστὶ καὶ ὑποκειμένῳ. καὶ διὰ τοῦτο ποτὲ μὲν ἀπὸ τῆς ὕλης λαμβάνονται οἱ ὁρισμοὶ ὡς ὅταν εἴπωμεν ὀργὴν εἶναι ζέσιν τοῦ περικαρ- δίου αἵματος, ποτὲ δὲ ἀπὸ τοῦ εἴδους ὡς ὅταν εἴπωμεν ὀργὴν εἶναι ὄρεξιν ἀντιλυπήσεως, ποτὲ δὲ ἀπὸ τοῦ συναμφοτέρου ὡς ὅταν εἴπωμεν ὀργὴν εἶναι ζέσιν τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. καὶ ἐπιστῆσαι χρή, ὅτι ἀπὸ τοῦ ὁρισμοῦ καὶ τῆς ἀποδόσεως τῆς οὐσίας καὶ ἡ ὅλη τὴν ἀνάγκην εἴληφε τῆς παρόδου. καὶ γὰρ ἐν ταῖς τέχναις ἀπὸ τῶν νοημάτων τοῦ τεχνίτου, ἃ δὴ κατὰ τὸν ὁρισμὸν τοὐ εἴδους τὴν ἔννοιαν ὑφίστησι τοῦ μέλλοντος εἴδους, οὕτως καὶ ἡ ὕλη ὑφίσταται. διὸ καὶ αὐτοὶ ἐκλέγονται αὐτὴν ἀπὸ τῆς κατὰ τὸ εἶδος ἐννοίας τὴν ἐπιτηδειότητα αὐτῆς κρίνοντες· τῆς γὰρ οἰκίας ὥσπερ ὁρισμὸν πρῶτον λαμβάνει, ὅτι ἐστὶ σκέπη πρὸς τὰς χρείας τῶν ἀνθρώπων δεομένη πρὸς κατασκευὴν ξύλων καὶ λίθων, καὶ οὕτως ἔρχεται ἐπὶ τὴν | ὕλην· ὥστε ἡ ὕλη διὰ τὸ εἶδος καὶ ὕστερον ὡς ὕλη. καὶ εἰ πρίονα ὁρίζοιτό τις καὶ λέγοι· πρίων ἐστὶν ὄργανον διαιρε- τικὸν τοιωσδὶ ξύλων ἢ λίθων ὀδοῦσι τοιοῖσδε κατεσκευασμένον, συναναφαί- νεται ὅτι ἐκ σιδήρου δεῖ τοὺς ὀδόντας εἶναι. καὶ ὁ ἰατρὸς ὑποθέμενος τὸ τέλος, ὅπερ ἐστὶν ἡ ὑγίεια, ὅπερ ἐστὶ συμμετρία θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν, τὴν πρὸς τοῦτο ὕλην ἐκλέγεται. οὕτως δὲ καὶ ἐπὶ τῶν φυσικῶν. καὶ ἔοικε καὶ διὰ τούτου δεικνύναι, ὅτι τὸ εἶδος ἤτοι τὸ τέλος αἴτιον τῆς ὕλης ἐστίν, εἴπερ διὰ τοῦ ὁρισμοῦ τοῦ εἴδους καὶ ἡ τῆς ὕλης ἔννοια ἀναφαίνεται. κἄν σαφῶς δὲ λέγηται, ἡ ὕλη ἐν τῷ ὁρισμῷ ἔσται, καὶ τότε τὸ μόριον ἐκείνου ὡς ὕλη τοῦ ὁρισμοῦ, ἀλλ’ οὐχὶ ὡς κύριον αἴτιον. καὶ μέχρι τοῦδε συμπεπεράνθωσαν ἡμῖν αἱ εἰς τὸ δεύτερον τῆς Ἀριστοτέλους Φυσικῆς ἀκροάσεως σχολαί.

---

Simplicius, In Aristotelis physicorum libros commentaria, ed. Hermann Diels. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4013.tlg004.local001/.
