# In Aristotelis physicorum libros commentaria ΣΙΜΠΛΙΚΙΟΥ ΦΙΛΣΟΦΟΥ ΕΙΣ ΤΟ Θ ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ ΥΠΟΜΝΗΜΑ Ο ΕΣΤΙΝ ΟΓΔΟΟΝ..1

Simplicius, In Aristotelis physicorum libros commentaria, ΣΙΜΠΛΙΚΙΟΥ ΦΙΛΣΟΦΟΥ ΕΙΣ ΤΟ Θ ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ ΥΠΟΜΝΗΜΑ Ο ΕΣΤΙΝ ΟΓΔΟΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simplicius/in-aristotelis-physicorum-libros-commentaria/%CE%A3%CE%99%CE%9C%CE%A0%CE%9B%CE%99%CE%9A%CE%99%CE%9F%CE%A5%20%CE%A6%CE%99%CE%9B%CE%A3%CE%9F%CE%A6%CE%9F%CE%A5%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%98%20%CE%A4%CE%97%CE%A3%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%97%CE%A3%20%CE%91%CE%9A%CE%A1%CE%9F%CE%91%CE%A3%CE%95%CE%A9%CE%A3%20%CE%A5%CE%A0%CE%9F%CE%9C%CE%9D%CE%97%CE%9C%CE%91%20%CE%9F%20%CE%95%CE%A3%CE%A4%CE%99%CE%9D%20%CE%9F%CE%93%CE%94%CE%9F%CE%9F%CE%9D..1

Τῆς Φυσικῆς ἀκροάσεως τοῦ Ἀριστοτέλους τὸ τελευταῖον βιβλίον, ὃ κατὰ μὲν τὸν ἀριθμὸν ὄγδοον τῆς ὅλης πραγματείας ἐστί, κατὰ δὲ τὴν τῶν στοιχείων τάξιν Θ τοῖς Περιπατητικοῖς ἐπιγράφειν ἔθος, πολλῶν καὶ καλῶν ἐστι θεωρημάτων μεστόν· τῆ τε γὰρ περὶ τῶν φυσικῶν ἀρχῶν πραγματείᾳ τέλος ἄριστον ἐπιτίθησιν ἀίδιον οὖσαν τὴν πρώτην φυσικὴν κίνησιν ἀποδεικνύον καὶ τὴν ἀιδιότητα τοῦ παντὸς διὰ τῆς ἀιδίου κινήσεως λαμπρῶς ἀνακηρῦττον καὶ τὸ δὴ μέγιστον τὴν φυσικὴν ἅπασαν θεωρίαν τῆς πρώτης ἐξάπτον φιλοσοφίας, καὶ πᾶσαν τὴν φυσικὴν ὕπαρξιν τῆς ὑπερφυοῦς αἰτίας ἐξηρτημένην ἀποδεικνύον, ὅταν καὶ κινούμενον πάν τὸ σῶμα τὸ φυσικὸν ἀποδείξῃ καὶ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι. καὶ τὸ πρώτως καὶ κυρίως κινοῦν τῆς ἀκινήτου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης οὐσίας ἐκφαίνῃ. τοιοῦτον οὖν ἔχον σκοπὸν τὸ βιβλίον, εἰκότως ἄν εἴη πάσης ἀντιληπτικῆς προθυμίας ἐπάξιον. ἐπειδὴ δὲ τῶν ἐφ’ ἡμῶν τις γεγονότων τελχίνων, οὐδὲν ἡγούμενος νεανικὸν ἀνθρώποις μόνοις βασκαίνειν καὶ διὰ τοῦτο πρὸς τὸν οὐρανὸν αὐτὸν καὶ τὸν ὅλον κόσμον τὴν ἑαυτοῦ βασκανίαν ἐκτείνων, δεινὸν ἡγεῖται τὴν τούτων ἀιδιότητα, καὶ παρακουσμάτων τινῶν οὐκ εὐτυχῶς οὐδὲ εὐγνωμόνως ἀπὸ φιλοσοφίας μετασχὼν πρός τε τὰ ἐν τῇ Περὶ οὐρανοῦ δεδειγμένα περὶ ἀιδιότητος αὑτοῦ πέντε γέγραφε πολύστιχα βιβλία, ὧν τὸ σαθρὸν καὶ πρὸς ἀνοήτους μόνους ἀκροατὰς τεθαρρηκὸς ἐπειράθην ἐπιδεῖξαι τὸ πρῶτον τῆς Περὶ οὐρανοῦ πραγματείας ἐξηγούμενος, τὸ δὲ ἕκτον αὑτοῦ βιβλίον πρὸς τὴν ἀίδιον ἐνταῦθα δεδειγμένην κίνησιν καὶ τὸν ἀίδιον χρόνον ἀνεζώσατο, διότι τούτων ἀνελέγκτων μενόντων ἀνάγκη πάντως ἦν ἀίδιον εἶναι καὶ αὐτὸ τὸ τὴν ἀίδιον κίνησιν ἐν χρόνῳ ἀιδίῳ κινούμενον, ἔδοξέ μοι τοῦτο τὸ βιβλίον ἐπερχομένῳ καὶ τὰς πρὸς αὐτὸ γενομένας ἀντιλογίας, ὁποῖαί τινές εἰσι καὶ ἀπὸ ποίας ἕξεως προαγόμεναι, τοῖς φιλομαθεστέροις ἐπιδεῖξαι. πειράσομαι δὲ κἀνταῦθα μετὰ τὴν ἐξήγησιν τῶν ’Αριστοτέλους λόγων τὰς πρὸς αὐτοὺς ἐνστάσεις παρατιθεὶς οὕτω τὴν βάσανον αὐταῖς προσάγειν. p. 250b 11 Πότερον γέγονέ ποτε κίνησις οὐκ οὖσα πρότερον ἕως τοῦ οἷον ζωή τις οὖσα τοῖς φύσει συνέστω σί’ πᾶσιν. Ὅτι μὲν ὁ περὶ κινήσεως λόγος ἀναγκαῖος τῷ φυσικῷ, διὰ πολλῶν ἤδη πρότερον ἐπιδέδεικται· ὅτι δὲ τῷ περὶ κινήσεως λέγοντι προσήκει ζητεῖν, εἰ ἔστιν ἀίδιος κίνησις ἢ οὕτως ἔχει, ὥστε ποτὲ γεγονέναι μὴ πρότερον οὖσαν καὶ φθείρεσθαι πάλιν, ὥστε μηκέτι εἶναι κίνησιν, οὐδεὶς ἄν ἀμφισβητήσοι· δῆλον δὲ ὅτι οὐ περὶ τῶν ὑπὸ σελήνην καθ’ ἕκαστα κινήσεών τινος ζητεῖ (τόυτων γὰρ ἑκάστη καὶ ἀρχὴν ἔχει καὶ τέλος), οὔτε εἰ ὡς μία καὶ συνεχής ἐστι κίνησις ἀίδιος νῦν ζητεῖ (ὅπερ ὕστερον ἀλλὰ καθόλου περὶ κινήσεως, εἰ ἦν τις χρόνος ὅτε οὐκ ἦν κίνησις ὁποιαοῦν οὐδὲ ὅλως ἐκινεῖτό τι τῶν ὄντων, ἢ ἔσται τις χρόνος ὅτε οὐδὲν κινήσεται, ἢ ταῦτα μὲν ἀδύνατα φανεῖται, ἦν δὲ ἀεὶ καὶ ἔσται κίνησις, ὥστε τοῦ τὸ, τουτέστι τὴν κίνησιν, ἀθάνατον καὶ ἄπαυστον ὑπάρχειν τοῖς οὖσιν. ἡ γὰρ κίνησις οὐ τῶν καθ’ αὑτὰ ὑφεστηκότων, ἀλλὰ τῶν ἄλλοις ὑπαρχόντων ἐστί, τουτέστι ταῖς οὐσίαις, αἵπερ ὄντα κυριώτερόν εἰσι τῶν ἐν αὐταῖς τὸ εἶναι ἐχόντων. διὸ τοῖς οὖσιν ὑπάρχειν τὴν κίνησίν φησιν, οὐχ ὅτι μὴ ὄν ἐστιν ἡ κίνησις, ἀλλ’ ὅτι κυρίως ὄντα αἱ οὐσίαι καὶ δι’ αὐτὰς τὰ συμβεβηκότα τοῦ εἶναι μετέχουσι. τὸ δὲ οἷον ζωή τις οὖσα τοῖς φύσει συνεστῶσι πᾶσι κατὰ τὴν Ἀριστοτέλους ἀκρίβειαν εἴρηται συμφωνοῦσαν τῷ Πλάτωνι· ζῆν γὰρ ἐκεῖνά φαμεν, ὅσα ἔνδοθεν ἀφ’ ἑαυτῶν κινεῖται· εἰ οὖν καὶ τὰ φυσικὰ πάντα ἀρχὴν κινήσεως ἐν ἑαυτοῖς ἔχει τὴν φύσιν, ζῆν καὶ ταῦτα εἰκότως ἂν λέγοιτο κατὰ τὴν ἔνδοθεν ἐπιτηδειότητα πρὸς κίνησιν. καὶ γὰρ ἐσχάτη τῶν ζωῶν ἡ φύσις. διὸ καὶ ἐν ὑποκειμένῳ τῷ φυσικῷ σώματι τὸ εἶναι ἔχει καὶ οἷον ζῶν μᾶλλόν ἐστιν ἢ ζωὴ κυρίως. καὶ ἡ κατ’ αὐτὴν κίνησις ἐπιτηδειότης ἐστὶ πρὸς κίνησιν, ὡς μαθησόμεθα ἐν τούτῳ τῷ βιβλίῳ· ὅτι δὲ καὶ τοῦτο τῷ Πλάτωνι συμφώνως ὁ Ἀριστοτέλης ἐφθέγξατο ‘οἷον ζωὴν’ εἰπὼν τὴν ὡς φυσικὴν ἔνδοθεν κίνησιν, ἄκουε τῶν ἐν τῷ δεκάτῳ τῶν Νόμων γεγραμμένων περὶ τῆς ἔνδοθεν κινήσεως· “ἐὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηίνῳ ἢ ἐνύδρῳ ἢ πυροειδεῖ κεχωρισμένῳ ἢ καὶ ξυμμιγεῖ, τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος εἶναι. μῶν ἄρα με ἐρωτᾷς, εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ”. ἀλλὰ ταῦτα περὶ τῆς κυρίως αὐτοκινήτου ζωῆς εἴρηται τῆς ψυχικῆς. διὸ καλῶς ὁ Ἀριστοτέλης οἷον ζωὴν εἶπεν εἶναι τὴν φυσικὴν κίνησιν καὶ οὐχ ἀπλῶς ζωήν, ὅτι ὃν ἔχει λόγον ἡ ψυχὴ πρὸς φύσιν, τοῦτον ἔχει τὸν λόγον ἡ κυρίως ζωὴ πρὸς τὴν φυσικὴν κίνησιν. ὁ δὲ Ἀλέξανδρος τὸ οἷον ζωή τις οὖσα τοῖς φύσει συνεστῶσι πᾶσιν ὡς δεικτικὸν τοῦ ἀθάνατον καὶ ἄπαυστον εἰρῆσθαι τὴν κίνησίν φησιν. εἰ γὰρ οὕτως ἔχει ἡ κίνησις πρὸς τὰ φυσικὰ ὡς ἡ ζωὴ πρὸς τὰ ἔμψυχα, ὡς ἀδύνατόν ἐστιν ἄνευ ζωῆς ἔμψυχα εἶναι, οὕτω καὶ φυσικὰ χωρὶς κινήσεως. εἰ οὖν ἀίδια τὰ φυσικὰ καθὸ φυσικά οὔτε γὰρ ἤρξατό ποτε οὕτε εἰς τὸ μὴ εἶναι φθαρήσεται, εἴπερ ἡ τῶν φυσικῶν φθορὰ μεταβολή ἐστιν εἰς ἄλλο τι φυσικόν· ὕδατος γὰρ φθαρέντος ἀὴρ γίνεται), δῆλον ὅτι καὶ ἡ κίνησις, καθ’ ἥν ἐστι φυσικά, ἀίδιός ἐστι. μήποτε δὲ ὁ Ἀριστοτέλης οὐκ ἀπὸ τῆς τῶν φυσικῶν ἀιδιότητος τὸ ἀίδιον τῆς κινήσεως ἔδειξεν. οὐδὲ γὰρ ἀποδέδεικταί που τέως ἀίδια τὰ φυσικά, ἀλλὰ ἀπ’ αὐτοῦ τοῦ τῆς φυσικῆς κινήσεως ὁρισμοῦ, ὡς μαθησόμεθα, τὴν φυσικὴν κίνησιν ἀίδιον δείξει, καὶ ἀπὸ ταύτης τὸ φυσικὸν σῶμα. πᾶσι δὲ τοῖς φύσει συνεστῶσιν εἶπεν, διότι οὐχ ὡς ὕδατος ἢ ὡς ἀέρος ζωή ἐστιν ἡ κίνησις, ἀλλ’ ὡς φυσικῶν πάπων καθὸ φυσικὰ καὶ καθὸ ἀρχὴν ἐν ἑαυτοῖς ἔχει κινήσεως· διὸ καὶ ἀίδιός ἐστιν ἡ κατὰ τὸ κοινὸν λαμβανομένη κίνησις. p. 250b 15 εἶναι μὲν οὖν κίνησιν πάντες φασὶν ἕων τοῦ μὴ κινήσεως οὔσης. Ἐπειδὴ τὸ ἀίδιον εἶναι κίνησιν τοῦ ὁποῖόν τι σημαντικὸν ὑπάρχει, προηγεῖται δὲ ἐν τοῖς προβλήμασι τοῦ ὁποῖόν τι καὶ τὸ τί ἐστι καὶ τὸ εἰ ἔστιν ὅλως, καὶ τὸ μὲν τί ἐστιν ἡ κίνησις ἐν τῷ τρίτῳ τῆς πραγματείας ὑπέδειξε, τὸ δ’ εἰ ἔστιν οὐ φαίνεται δεδειχώς. διὸ τὸ περὶ τοῦ ὁποῖόν τι νῦν προθέμενος εἰς ἀπόδειξιν εἰκότως τὴν αἰτίαν διδάσκει τοῦ λαβεῖν ὁμολογούμενον, ὅτι ἔστιν ἡ κίνησις. εἰ γὰρ περὶ τὸ εἶναι τὴν κίνησιν πάντες ἀλλήλοις συμφωνοῦσιν οἱ φυσικοί, καίτοι περὶ τὸ ἀίδιον ἢ μὴ διαφερόμενοι, οὐδὲν ἄν ἄτοπον εἴη τὸ λαβεῖν ὁμολογούμενον, ὅτι ἔστιν ἡ κίνησις· τοὺς γὰρ ἀναιροῦντας τὴν κίνησιν ἔδειξεν μηδὲ φυσικοὺς ὄντας μηδὲ προσήκειν τῷ φυσικῷ τὸν πρὸς αὐτοὺς λόγον ὡς τὰς ἀρχὰς ἀναιροῦντας τὰς φυσικάς. αἴτιον δὲ τοῦ πάντας τοὺς φυσικοὺς περὶ κινήσεως λέγειν τὸ κοσμοποιεῖν, καὶ περὶ γενέσεως καὶ φθορᾶς εἶναι τὴν θεωρίαν πᾶσιν αὐτοῖς. κοσμοποιεῖν δὲ λέγει τοὺς φυσικοὺς οὐχ ὡς γενητὸν ἀπὸ χρόνου τὸν κόσμον λέγοντας, ἀλλ’ ὡς τὴν σύστασιν αὐτοῦ διὰ κινήσεως παραδιδόντας. οὕτω γὰρ καὶ Δημόκριτος κοσμοποιεῖ καὶ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας, οἱ μὲν συγκρίνεσθαι καὶ διακρίνεσθαι τὰ ἄτομα σώματα καὶ τὰ τέτταρα στοιχεῖα λέγοντες, Ἀναξαγόρας δὲ ἐκκρίνεσθαι τὰς ὁμοιομερείας ἀπὸ τοῦ μίγματος λέγων· καὶ ἡ σύγκρισις δὲ καὶ ἡ διάκρισις καὶ ἡ ἔκκρισις κινήσεις τινές εἰσι. καὶ περὶ γενέσεως δὲ καὶ φθορᾶς διαλέγονται πάντες, αἵτινες κἀν μὴ κινήσεις ὦσιν, ἀλλ’ οὐκ ἄνευ γίνονται κινήσεως· καὶ γὰρ κατὰ τόπον κινήσεις καὶ ἀλλοιώσεις καὶ αὐξήσεις καὶ μειώσεις τῶν γενέσεων προηγοῦνται καὶ τῶν φθορῶν. p. 250b 18 Ἀλλ’ ὅσοι μὲν ἀπείρους κόσμους εἶναί φασιν ἕως τοῦ καὶ περὶ τῆς κινήσεως ὑποτίθενται κατὰ λόγον. Τοῦ τὴν κίνησιν ὡς οὖσαν παραλαβεῖν ἀπολογίαν ἑαυτῷ πορίσας τὴν τῶν φυσικῶν περὶ τοῦτο συμφωνίαν ἐκ τῆς περὶ τὴν ἀιδιότητα τῆς κινήσεως διαφωνίας αὐτῶν, πάλιν ὅτι ἀναγκαία ἡ περὶ τῆς ἀιδιότητος ζήτησις παραδείκνυσι λέγων, τίνες μὲν τῶν φυσικῶν ἀίδιον ὑπέθεντο τὴν κίνησιν, τίνες δὲ οὐκ ἀίδιον, πρὸς τὰς περὶ τῶν κόσμων ὑποθέσεις καὶ τὰ περὶ τῆς κινήσεως προσαρμόσαντες. οἱ μὲν γὰρ ἀπείρους τῷ πλήθει τοὺς κόσμους ὑποθέμενοι, ὡς οἱ περὶ Ἀναξίμανδρον καὶ Λεύκιππον καὶ Δημόκριτον καὶ ὕστερον οἱ περὶ Ἐπίκουρον γινομένους αὐτοὺς καὶ φθειρομένους ὑπέθεντο ἐπ’ ἄπειρον ἄλλων μὲν ἀεὶ γινομένων ἄλλων δὲ φθειρομένων, καὶ τὴν κίνησιν ἀίδιον ἔλεγον· ἄνευ γὰρ κινήσεως οὐκ ἔστι γένεσις ἡ φθορά. τῶν δὲ ἕνα μόνον κόσμον λεγόντων οἱ μὲν ἀγένητόν τε ἀπὸ χρόνου καὶ ἄφθαρτον αὐτὸν λέγοντες ἀίδιον καὶ τὴν κίνησιν ὑπετίθεντο, ὥσπερ Πλάτων καὶ Ἀριστοτέλης· γενητὸν δὲ καὶ φθαρτὸν τὸν ἕνα κόσμον ποιοῦσιν, ὅσοι ἀεὶ μέν φασιν εἶναι κόσμον, οὐ μὴν τὸν αὐτὸν ἀεί, ἀλλὰ ἄλλοτε ἄλλον γινόμενον κατά τινας χρόνων περιόδους, ὡς Ἀναξιμένης τε καὶ Ἡράκλειτος καὶ Διογενὴς καὶ ὕστερον οἱ ἀπὸ τῆς Στοᾶς. καὶ δῆλον ὅτι καὶ περὶ κινήσεως οὗτοι τὴν αὐτὴν ἔχουσι οοξαν· ὅτε γὰρ κόσμος ἦν, τότε κίνησιν ἀναγκαῖον εἶναι. Ἐμπεδοκλῆς δέ, εἰ μὲν κατὰ τὸ σχῆμά τις ἀκούοι τοῦ λόγου, ὡς ποτὲ μὲν σφαῖρον ποτὲ δὲ κόσμον λέγοντος, δῆλον ὅτι καὶ τὴν κίνησιν ἐν τῆ γενέσει τοῦ κόσμου θεωρῶν γινομένην καὶ φθειρομένην ὑπετίθετο ἀεί, εἰ δὲ καὶ τὸν σφαῖρον εἶναι βούλεται καὶ τὸν κόσμον ἀεί καὶ κίνησιν ἐνόμιζεν ἐν τῷ κόσμῳ ἀπ’ ἀρχῆς δὲ χρόνου λέγειν γεγονέναι τὸν κόσμον Ἀναξαγόρας τε καὶ Ἀρχέλαος καὶ Μητρόδωρος ὁ Χῖος· οὗτοι δὲ καὶ τὴν κίνησιν ἄρξασθαί φασιν· ἠρεμούντων γὰρ τὸν πρὸ τοῦ χρόνον τῶν ὄντων κίνησιν ἐγγενέσθαι φασὶν ὑπὸ τοῦ νοῦ, ὑφ’ ἧς γεγονέναι τὸν κόσμον. φαίνονται δὲ καὶ οὗτοι τάξεως ἕνεκα διδασκαλικῆς ἀρχὴν τῆς κοσμοποιίας ὑποθέμενοι. καὶ ὅ γε Ἀναξαγόρας σαφῶς ἀπὸ τῆς νοητῆς ἑνώσεως, ἐφ’ ἧς ἦν “ὀμοῦ πάντα χρήματα’’, ὥς φησι, τὴν κοσμικὴν διάκρισιν ὑποστῆσαι τὸν νοῦν λέγει. ὁ μέντοι Ἀλέξανδρος καὶ τὸν Πλάτωνά φησιν ἀπ’ ἀρχῆς χρόνου τὸν κόσμον ὑφιστάνειν, πλὴν ὅτι καὶ πρὸ τῆς τοῦ κόσμου γενέσεως κίνησιν ἐν τοῖς οὖσι πλημμελῆ καὶ ἄτακτον ἔλεγε. ‘ παραλαβὼν γάρ, φησίν, ὁ θεὸς πᾶν ὅσον ἦν ὁρατὸν οὐχ ἡσυχίαν | ἔχον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας.’ ἀλλ’ ὅτι μὲν οὐχ οὕτως ἀπ’ ἀρχῆς χρονικῆς ὡς προὑπάρχοντος χρόνου γεγονέναι τὸν κόσμον ὁ Πλάτων φησί, δῆλός ἐστι σαφῶς εἰπών, ὅτι ὁ χρόνος μετ’ οὐρανοῦ γέγονεν· ὥστε οὐδὲ τὸ πλημμελὲς καὶ ἄτακτον χρόνῳ προῦπάρχειν κατ’ αὐτὸν νομιστέον. ἀλλ’ ἵνα καὶ τὴν γενεσιουργὸν ἐνδείξηται πλημμέλειαν κατὰ τὴν ἀπὸ τοῦ ὄντος ὕφεσιν ὑποστᾶσαν καὶ τὴν ἀπὸ τοῦ δημιουργοῦ τάξιν ἀεὶ διακοσμοῦσαν αὐτήν, χωρὶς ἑκάτερον ὑπέδειξε τῷ λόγῳ. ὅπερ ἐν τῷ Πολιτικῷ πεποίηκεν ἀποστήσας τοῦ κόσμου τῷ λόγῳ τὸν δημιουργὸν καὶ θεασάμενος αὐτὸν ‘ εἰς τὸν τῆς ἀνομοιότητος πόντον’ ὑποφερόμενον. τοιαύτης οὖν οὔσης διαιρέσεως τῶν περὶ κόσμου δοξασμάτων οἱ μὲν ἀπείρους λέγοντες ὡς ἄλλων ἀεὶ γινομένων ἄνους φθείρεσθαι ἀίδιον τὴν κίνησιν ἔλεγον, ὅσοι δὲ ἕνα τὸν αὐτὸν ἀεὶ ἢ ἕνα μὲν μὴ τὸν αὐτὸν δὲ ἀεί, οὗτοι καὶ περὶ τῆς κινήσεως οἰκείως ὑπέθεντο τῇ περὶ τοῦ κόσμου δόξῃ. οἵ τε γὰρ ἕνα ἀεὶ τὸν αὐτὸν λέγοντες ἀίδιον καὶ τὴν κίνησιν λέγουσιν, ὁμοίως δὲ καὶ οἱ ἄλλοτε ἄλλον ἕνα λέγοντες, ὅταν τῇ τοῦ ἑτέρου φθορᾷ ἡ τοῦ ἑτέρου γένεσις ἕπηται, καὶ οὗτοι ἀίδιον τὴν κίνησίν φασιν· ἀεὶ γὰρ ὄντος κόσμου ἀνάγκη καὶ κίνησιν ἀεὶ εἶναι. εἰ δὲ ἕνα λέγοντες ἀπ’ ἀρχῆς τινος χρόνου τοῦτον γεγονέναι φασίν, ὡς ἀληθὲς εἶναι λέγειν, ὅτι ἦν ὅτε οὐκ ἦν κόσμος, καὶ φθειρόμενον ἔν τινι χρόνῳ μηκέτι γίνεσθαι, δῆλον ὅτι καὶ ἡ κίνησις ἀρχὴν ἕξει καὶ τέλος. ἀλλὰ γεγονέναι μὲν τὸν ἕνα πολλοὶ λέγουσι κοσμοποιοῦντες καὶ τῷ λόγῳ τὴν τάξιν τῆς δημιουργίας παραδιδόναι βουλόμενοι, γίνεσθαι δὲ καὶ φθείρεσθαι τὸν ἕνα κόσμον, ὡς μηκέτι εἶναι κόσμον, οὐδένα τῶν φυσιολόγων ἴσμεν λέγοντα. Ἐλλιπὴς δὲ ἡ λέξις δοκεῖ διὰ βραχυλογίαν ἡ λέγουσα ὅσοι δὲ ἢ ἕνα ἢ μὴ ἀεί· τῷ μὲν γὰρ ἕνα ἐλλείπει τὸ ‘καὶ ἀεὶ’, τῷ δὲ μὴ ἀεί τὸ ‘καὶ ἕνα’, ὡς εἶναι τὸ τέλεον οὕτως· ‘ ὅσοι δὲ ἢ ἕνα καὶ ἀεὶ τὸν αὐτὸν ἢ ἕνα μέν, οὐκ ἀεὶ δέ.’ τοῦτο δὲ διχῶς ἂν διαιρεθείη· ἢ γὰρ ὡς μὴ ἀεὶ μὲν τοῦ αὐτοῦ, ὄντος δὲ ἀεὶ κόσμου, ἢ ὡς μηδὲ ὄντος ἀεί. τὸ δὲ ἐλλιπὲς ἐθεράπευσεν ἡ ἀσφαλὴς ἐπαγωγή· ὡς γὰρ ἄν ἀποφαίνωνται, φησί, περὶ τοῦ κόσμου, κατὰ τὸν αὐτὸν λόγον καὶ περὶ τῆς κινήσεως ὑποτίθενται. καὶ γὰρ ὄντος μὲν κόσμου καὶ γινομένου καὶ φθειρομένου ἀνάγκη κίνησιν εἶναι, μὴ ὄντος δὲ μηδὲ γινομένου ἢ φθειρομένου, ἀνάγκη μὴ εἶναι κίνησιν. p. 250b23 Εἰ δὴ ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι ἕως τοῦ ἡ δὲ τάδε ἐνθένδε ἀλλάσσοντα. Εἰπὼν ὅτι τῶν φυσικῶν οἱ μὲν ἀίδιον ὑπέθεντο τὴν κίνησιν, οἱ δὲ οὐκ ἀίδιον, οἰκείως ἑκάτεροι ταῖς ἑαυτῶν περὶ τοῦ κόσμου δόξαις, ἀνελεῖν προτίθεται τοὺς μὴ ἀίδιον αὐτὴν λέγοντας λόγους, ἀλλ’ οὕτως ἔχειν ὡς ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι. καὶ δύο τρόπους ἐκθέμενος, καθ’ οὓς δυνατόν ποτε μηδὲν κινεῖσθαι, καὶ τοὺς προισταμένους αὐτῶν προσπαραγράψας Ἀναξαγόραν τε καὶ Ἐμπεδοκλέα, διὰ τοῦ τούτους ἀνελεῖν τοὺς τρόπους εἰσάγει τὸ δεῖν πάντως ἀίδιον εἶναι τὴν κίνησιν. δύο δὲ οἱ τρόποι, διότι κινήσεως νῦν φαινομένης, εἰ ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι, ἀνάγκη ἢ ὡς πρότερον μὴ οὔσης κινήσεως, ὡς ἐδόκει λέγειν Ἀναξαγόρας τὴν ἀεὶ συνυπάρχουσαν τῶν δευτέρων ἀπὸ τῶν προτέρων ὑπόστασιν διὰ τῆς κατὰ χρόνον λέγεσθαι δοκούσης ἐκφάνσεως σαφεστέραν ποιῶν ὁ δὲ αὐτὸς τρόπος τῆς ὑποθέσεως ἐστι, κἂν ὕστερον μὴ εἶναί τις κίνησιν ὑπόθηται· διόπερ οὐδὲ ἐμνημόνευσε τούτου)· ἐδόκει δὲ λέγειν ὁ Ἀναξαγόρας, ὅτι ὁμοῦ πάντων ὄντων χρημάτων καὶ ἠρεμούντων τὸν ἄπειρον πρὸ τοῦ χρόνον, βουληθεὶς ὁ κοσμοποιὸς νοῦς διακρῖναι τὰ εἴδη, ἅπερ ὁμοιομερείας καλεῖ, κίνησιν αὐταῖς ἐνεποίησεν· οὐ γὰρ ἦν διάκρισιν σωματικὴν ἄνευ κινήσεως γενέσθαι. δεύτερος δὲ τρόπος ὁ κατ’ Ἐμπεδοκλέα παρὰ μέρος κίνησιν ποιοῦντα καὶ ἠρεμίαν. ὑπέθετο γὰρ οὗτος τόν τε νοητὸν καὶ τὸν αἰσθητὸν κόσμον ἐκ τῶν αὐτῶν στοιχείων τῶν τεττάρων συνεστῶτας, τὸν μὲν παραδειγματικῶς δηλονότι τὸν δὲ εἰκονικῶς, καὶ ποιητικὰ αἴτια τοῦ μὲν νοητοῦ τὴν Φιλίαν διὰ τῇς ἑνώσεως τὸν σφαῖρον ποιοῦσαν, ὃν καὶ θεὸν ἐπονομάζει καὶ οὐδετέρως ποτὲ καλεῖ “ σφαῖρον ἔην’’), τοῦ δὲ αἰσθητοῦ τὸ Νεῖκος, ὅταν ἐπικρατῆ μὴ τελέως, διὰ τῆς διακρίσεως τὸν κόσμον τοῦτον ποιοῦν. δυνατὸν δὲ καὶ ἐν τούτῳ τῷ κόσμῳ τήν τε ἕνωσιν ὁρᾶν καὶ τὴν διάκρισιν, τὴν μὲν κατὰ τὸν οὐρανόν, ὃν ἄν τις καὶ σφαῖρον καὶ θεὸν εἰκότως καλέσειε, τὴν δὲ κατὰ τὸ ὑπὸ σελήνην, ὃ μάλιστα τοῦ κοσμεῖσθαι δεόμενον κόσμος καλεῖται κυριώτερον. δυνατὸν δὲ καὶ ἐν τῷ ὑπὸ σελήνην ἄμφω θεωρεῖν τήν τε ἕνωσιν καὶ τὴν διάκρισιν ἀεὶ μὲν ἄμφω, ἄλλοτε δὲ ἄλλην ἐν ἄλλοις καὶ ἄλλοις μέρεσιν ἢ ἐν ἄλλοις καὶ ἅλοις χρόνοις ἐπικρατοῦσαν. καὶ γὰρ καὶ ἐνταῦθα τὸ Νεῖκος καὶ τὴν Φιλίαν παρὰ μέρος ἐπικρατεῖν ἐπί τε ἀνθρώπων καὶ ἰχθύων καὶ θηρίων καὶ ὀρνέων ὁ Ἐμπεδοκλῆς φησι τάδε γράφων· † τοῦτον μὲν ἂν βροτέων μελέων ἀριδείκετον ὄγκον· ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα γυῖα, τὰ σῶμα λέλογχε βίου θαλέθοντος ἐν ἀκμῇ· ἄλλοτε δ’ αὖτε κακῇσι διατμηθέντ’ Ἐρίδεσσι πλάζεται ἄνδιχ’ ἕκαστα περὶ ῥηγμῖνι βίοιο· ὡσαύτως θάμνοισι καὶ ἰχθύσιν ὑδρομελάθροις | θηρσί τ’ ὀρειλεχέεσσιν ἰδὲ πτεροβάμοσι κύμβαις. Παραθέμενος δὲ ὁ Ἀριστοτέλης τὰ τοῦ Ἐμπεδοκλέους ἔπη, ἐν οἷς αὐτὸν οἴεται τήν τε κίνησιν καὶ τὴν ἀκινησίαν παραδιδόναι, τὴν μὲν κίνησιν κατὰ τὴν γένεσιν θεωρεῖ τοῦ τε ἑνὸς ἐκ τῶν πολλῶν καὶ τῶν πολλῶν ἐκ τοῦ ἑνός, σαφῶς καὶ τοῦ Ἐμπεδοκλέους εἰπόντος τῇ μὲν γίνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών. ὅτι γὰρ τῇ γενέσει κίνησις σύνεστιν εἴρηται πρότερον, τὴν δὲ ἀκινησίαν ἔοικεν ὁ Ἐμπεδοκλῆς ἐνορᾶν κατὰ τὴν ἀίδιον ταὐτότητα τῆς εἰς ἄλληλα τοῦ ἑνὸς καὶ τῶν πολλῶν μεταβολῆς· τοιοῦτον γὰρ τὸ ᾗ δὲ τάδ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ’ αἰὲν ἑνάσιν ἀκίνητοι κατὰ κύκλον· ὁ δὲ Ἀλέξανδρος οἶδεν μὲν καὶ τοῦτον τὸν νοῦν, φησὶ δὲ μὴ κατὰ τοῦτον ἐκδέχεσθαι τὸν Ἀριστοτέλην, ἀλλὰ καὶ ταῦτα περὶ τῆς μεταβολῆς ἀκούειν, ὅταν λέγῃ· ᾗ δὲ τάδ’ ἐνθένδ’ ἀλλάσσοντα, τουτέστιν εἰς τάδε ἐκ τῶνδε μεταβάλλοντα οὐ λήγει. ‘‘κατὰ τὴν ἄμειψιν ταύτην καὶ τὴν εἰς ἄλληλα ἐν μέρει μεταβολὴν καὶ ταύτῃ ἀίδιά ἐστι, τουτέστιν ἀίδιος αὐτῶν ἡ εἰς ἄλληλα μεταβολή. ἰδίᾳ μὲν γὰρ οὐθέτερον τῶν γινομένων ὑπὸ τοὐ Νείκους καὶ τῆς Φιλίας ἐκ τῶν στοιχείων ἀίδιόν ἐστιν οὐδὲ ἔμπεδος αὐτοῖς ὁ αἰών, ἡ μέντοι εἰς ἄλληλα αὐτῶν μεταβολὴ ἀίδιος· τοῦτο γὰρ σημαίνει τὸ αἰὲν ἔασι.” ταῦτα κατὰ λέξιν εἰπὼν ὁ Ἀλέξανδρος ἐπάγει· ‘‘εἶτα ἐπὶ τούτοις εἴη ἄν ἰδίᾳ λεγόμενον τὸ ἀκίνητοι κατὰ κύκλον, τουτέστιν ἀκίνητα γενόμενα καθ’ ἑκάστην περίοδον καὶ καθ’ ἑκάστην τελειότητα, ἣν κύκλον λέγει.’’ μήποτε δὲ ἀπίθανος ἡ ἀπόστασις τοῦ ἀκίνητοι κατὰ κύκλον, ἅμα δὲ καὶ ἀδιανόητος· δεῖται γὰρ τοῦ αἰὲν ἔασιν. ἀλλὰ μᾶλλον ῥητέον οὕτως ἀκούειν τὸν Ἀριστοτέλην, ὅτι καθ’ ὅσον μὲν εἰς ἄλληλα ἀεὶ μεταβάλλει, ἀίδιος αὐτῶν ἡ μεταβολὴ καὶ ἡ κίνησις, καθ’ ὅσον δὲ ἐνθένδε ἐκεῖσε μεταβάλλοντα τάδε γίνεται, οἷον ἐκ πολλῶν ἓν ἢ ἐξ ἑνὸς πολλά, καὶ μετὰ τὴν μεταβολὴν ἵσταται ποτὲ μὲν εἰς τὸ ἓν εἶναι ποτὲ δὲ εἰς τὸ πολλά, ταύτῃ κατὰ περιόδους ἀεὶ μετὰ τὴν μεταβολὴν ἀποκαθιστάμενα εἰς τὸ τοῦ ἑνὸς ἢ τὸ τῶν πολλῶν εἶδος ἀκίνητά ἐστι κατὰ τὴν περίοδον ἐκείνην, ἕως ἀν’ πάλιν μεταβάλλειν ἄρξηται. φαίνεται δὲ καὶ ὁ Θεμίστιος ταύτης τῆς ἐννοίας ἐχόμενος· τὴν γὰρ ἠρεμίαν ἐν τοῖς μεταξὺ τῶν μεταβολῶν χρόνοις γίνεσθαί φησι. p. 251a5 Σκεπτέον δὴ περὶ τούτου πῶς ἔχει ἕως τοῦ τὴν περὶ τῆς ἀρχῆς τῆς πρώτης. Ἡ περὶ τῆς ἀιδίου κινήσεως ζήτησις ὅπως ἀναγκαία, δείκνυσιν, εἴπερ συντελεῖ μὲν καὶ πρὸς τὴν φυσικὴν θεωρίαν (εἰ γὰρ ἀίδιος ἡ φυσικὴ ἡ μὲν κατὰ συνέχειν, ἡ δὲ κατὰ τὴν ἀνέκλειπτον μεταβολήν, δῆλον ὅτι καὶ τὰ φυσικὰ ἀίδιά ἐστι τὰ μὲν τῷ ἀριθμῷ τὰ αὐτὰ μένοντα, τὰ δὲ τῷ τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν ὑπάρχειν), συντελεῖ δὲ καὶ πρὸς τὴν ἐπὶ τὴν πρώτην ἀρχὴν ἄνοδον, ἧς ἡ θεωρία οὐκέτι φυσικῆς ἐστι πραγματείας, τείας, ἀλλὰ τῆς πρώτης φιλοσοφίας· συντελεῖ δὲ καὶ πρὸς ἐκείνην, ὅτι δειχθήσεται ἡ ἀίδιος κίνησις ὑπὸ ἀκινήτου αἰτίου γινομένη παντελῶς τῆς φυσικῆς οὐσίας ἐξῃρημένου. p.251a8 Ἀρξώμεθα δὲ πρῶτον, ἐκ τῶν διώρισ’ μέν ὢν ἡμῖν ἕως τοῦ καὶ καυστικόν, πρὶν κάειν. ‘Oρμήσας ἀποδεῖξαι τὴν κίνησιν ἀίδιον οὖσαν διὰ πλειόνων ἐπιχειρημάτων τὸ πρῶτον ἀπὸ τοῦ ὁρισμοῦ ποιεῖται τῆς κινήσεως, ὃν ἐν τοῖς Φυσικοῖς διορισθῆναί φησι, Φυσικὰ καλῶν τὰ πρῶτα τῆς Φυσικῆς ἀκροάσεως πέντε βιβλία, ἅπερ καὶ Περὶ ἀρχῶν ὀνομάζει πολλάκις. ἐν γὰρ τῷ τρίτῳ τὸν τῆς κινήσεως ὁρισμὸν ἀποδέδωκεν, οὗ καὶ νῦν ὑπομιμνῄσκει, ὅτι ἔστιν ἡ κίνησις ἐνέργεια τοῦ κινητοῦ ᾗ κινητόν, τουτέστι μένοντος δυνάμι τοὺ κινουμένου, ἕως ἄν κινῆται. ἀποβαλὸν γὰρ τελέως τὸ δυνάμει καὶ ἐνεργείᾳ γενόμενον κατ’ ἐκεῖνο, καθ’ ὃ ἐλέγετο δυνάμει, οὐκέτι κινεῖται, ἀλλ’ ἕστηκεν ἐν τῷ ἐνεργείᾳ· κιν·εῖται δὲ ἀεὶ καθ’ ὃ ἔχει τι δυνάμει ἐπὶ τὸ ἐνεργεία μεταβαῖνον. ἐκ δὴ ταύτης τῆς ἐννοίας τῆς κινήσεως ἀίδιον δείκνυσι τὴν κίνησιν, οὐ τὴν κυρίως λεγομένην μόνην, ἀλλὰ τὴν μεταβολήν, ὑφ’ ἣν καὶ γένεσίς ἐστι καὶ φθορά· τῆς γὰρ τοιαύτης ὁρισμός ἐστιν οὗτος. ἀίδιον δὲ δείκνυσιν οὐ τήνδε τινὰ τὴν κίνησιν τὴν ἄτομον, οἷον τήνδε τὴν λεύκανσιν (τοῦτο γὰρ αὐτόθεν ψεῦδος· ἀρχὴν γὰρ ἔχει καὶ τελευτὴν ἄτομος), ἀλλὰ ἁπλῶς κίνησιν· ὥστε πάσης κινήσεως λαμβανομένης ἀεὶ δείκνυσθαι προϋπάρχουσαν ἄλλην κίνησιν τὴν ὁποιανοῦν καὶ μετ’ αὐτὴν ὑπάρχουσαν ἄλλην, ὥστε μήτε τὴν πρώτην κίνησιν δυνατὸν εἶναι λαβεῖν, ὡς εἶναί ποτε ὅτε οὐκ ἦν κίνησις μηδενὸς κινουμένου πρὸ τῆς πρώτης κινήσεως, μήτε τὴν ἐσχάτην, ὡς πάλιν μετὰ ταύτην μὴ εἶναι κίνησιν διὰ τὸ μηδὲν κινεῖσθαι. καὶ δῆλον ὅτι ἡ οὕτως ἀίδιος κίνησις οὔτε μία οὔτε συνεχής ἐστιν, ἀλλ’ ἐφεξῆς. λαβὼν οὖν ἐκ τοῦ ὁρισμοῦ τῆς κινήσεως, ὅτι ἀνάγκη τὸ μέλλον κινεῖσθαι κινητὸν εἶναι πρότερον κατὰ φύσιν καὶ τοιοῦτον ὡς δύνασθαι κινεῖσθαι, διότι πᾶσα ἐνέργεια γενητὴ ἀπὸ δυνάμεως προχωρεῖ, | καὶ οὐκ ἄν γένοιτό τι, ὃ μὴ ἠδύνατο γενέσθαι, οὐδ’ ἄν ἐκινήθη τι φυσικῶς μὴ δύναμιν ἔχον τοῦ κινηθῆναι πρῶτον γὰρ ἐν τοῖς γενητοῖς τῷ χρόνῳ τὸ δυνάμει τοῦ ἐνεργείᾳ, διότι ἐξ ἀτελοῦς ἐπὶ τὸ τέλειον τὰ γινόμενα προκόπτει), τοῦτο οὖν ἐκ τοῦ ὁρισμοῦ δι’ ὀλίγου ῥήματος ὑπομνήσας τοῦ λέγοντος ἀναγκαῖον ἄρα ὑπάρχειν τὰ πράγματα τὰ δυνάμενα κινεῖσθαι καθ’ ἑκάστην κίνησιν ἐπέστησε καλῶς, ὅτι καὶ χωρὶς τοῦ ὁρισμοῦ πᾶς ἄν ὁμολογήσειεν ἀναγκαῖον εἶναι ἐκεῖνο κινεῖσθαι, τὸ δυνατὸν κινεῖσθαι καθ’ ἑκάστην κίνησιν· ὅπερ καὶ ἐπὶ ἑκάστου εἴδους τῆς κινήσεως παραδείκνυσιν ἀλλοιοῦσθαι μὲν τὸ ἀλλοιωτὸν λέγων, κατὰ τόπον δὲ κινεῖσθαι τὸ φορητὸν καὶ πρὶν καίεσθαι καυστὸν ὑπάρχειν. ἐπειδὴ δὲ ἐν τοῖς φυσικοῖς καὶ γενητοῖς οὐ μόνα τὰ πάσχοντα κινούμενα πάσχει, ἀλλὰ καὶ τὰ ποιοῦντα κινούμενα ποιεῖ, καὶ δεῖ καὶ ἐπὶ τούτων προυπάρχειν τοῦ κινοῦντος τὸ κινητικόν, διὰ τοῦτο πρυσέθηκε καὶ καυστικὸν πρὶν κάειν. δῆλον δὲ ὅτι ταῦτα οὐκ ἐπὶ πάσης ἐνεργείας ἐστὶν ἀληθῆ· οὐ γὰρ ἐπὶ τῶν τελείων καὶ ὑπὲρ τὸ γενητόν, ἀλλ’ ἐπὶ τῶν ἀτελῶν, ἐφ’ ὧν ἀεὶ σύνεστι τὸ δυνάμει τῷ ἐνεργείᾳ, τοιαύτη δέ ἐστιν ἡ κίνησις ἀμφοῖν οὖσα μῖγμα, ὥστε ἐπὶ κινήσεως μεταβολικῆς οὔσης ἀληθὴς λόγος, ὅτι δεῖ προυπάρχειν τὸ πεφυκὸς κινεῖσθαι τῆς κινήσεως, εἴτε παθητικῶς εἴτε ποιητικῶς κινεῖται. p. 251a16 οὐκοῦν καὶ ταῦτα ἀναγκαῖον ἕως τοῦ ὥστε πρὸ τῆς πρώτης μεταβολῆς, ἔσται μεταβολὴ προτέρα. Λαβὼν ὅτι προυπάρχειν ἀνάγκη τῆς κινήσεως τό τε κινητὸν καὶ τὸ κινητικὸν καὶ λαβὼν αὐτὸ ἀπό τε τοὐ ὁρισμοῦ τῆς κινήσεως καὶ ἀπὸ τῆς ἐναργείας, ἐφεξῆς λοιπὸν ἐκ διαιρέσεως ἐρωτᾷ, ὅτι ἀναγκαῖον ταῦτα ἢ γενέσθαι ποτὲ οὐκ ὄντα πρότερον ἢ ἀγένητα εἶναι. ἀλλ’ εἰ μὲν γέγονε τὸ κινητὸν καὶ τὸ κινητικόν, ἐπεὶ πᾶσα γένεσις διὰ κινήσεως, ἀνάγκη πρὸ τοῦ τὸ μὲν κινῆσαι τὸ δὲ κινηθῆναι κίνησιν εἶναι, καθ’ ἣν ταῦτα γέγονεν ἄλλως γὰρ ἀδύνατον γενέσθαι τι), ὥστε πρὸ τοῦ τὸ μὲν κινῆσαι τὸ δὲ κινηθῆναι ἀναγκαῖον εἶναι κίνησιν. ὥστε οὐκ ἦν ἀρχὴ κινήσεως ἡ ληφθεῖσα. εἰ δὲ μὴ ἐγένετο τὸ κινητὸν καὶ τὸ κινητικόν, ἀλλ’ ὄντα προυπῆρχεν ἀεὶ κινήσεως νήσεως μὴ οὔσης, ἄλογον μέν φησι καὶ αὐτόθεν ἐπιστήσαντι φανεῖται, τὸ ἀμφοῖν ἀιδίων ὑποκειμένων, τοῦ τε κινητοῦ καὶ τοῦ κινητικοῦ, κατὰ τὸν ἄπειρον τὸν πρὸ τοῦ χρόνον μὴ ἐνερτήσαντα αὐτὰ κατὰ τὰς δυνάμεις, ἃς ἔχουσι, νῦν ἄρχεσθαι ταύτης τῆς ἐνεργείας ἀναιτίως· οὐ γὰρ ἔχομεν αἰτίαν ἀποδοῦναι, διὰ τί νῦν ἀλλὰ μὴ πρότερον. ἔτι δὲ μᾶλλον, φησί, τὸ ἄτοπον φανήσεται προιοῦσι κατὰ τὸν λόγον. εἰ γὰρ ὄντων τῶν μὲν κινητῶν τῶν δὲ κινητικῶν καὶ ἠρεμούντων τὸν πρὸ τοῦ πάντα χρόνον, ὡς μὴ εἶναι τότε κίνησιν, νῦν ἤρξατο τὸ μὲν κινεῖν τὸ δὲ κινεῖσθαι, ἀναγκαῖον μεταβολήν τινα περὶ αὐτὰ πρόΤερον γενέσθαι τῆς αἰτίας, δι’ ἣν τὸν ἄπειρον πρὸ τοῦ χρόνον ἠρεμοῦντα νῦν ἤρξατο τὸ μὲν κινεῖν τὸ δὲ κινεῖσθαι· εἰ δὲ μεταβολήν, δῆλον ὅτι κίνησιν· πᾶσα γὰρ μεταβολὴ κίνησις ἢ μετὰ κινήσεως. τῶν γὰρ αὐτῶν περὶ αὐτὰ μενόντων οὐκ ἄν πρότερον μὲν ἠρέμει, νῦν δὲ ἐκινεῖτο ἀπό τινος ἀρξάμενα χρόνου, ἀλλὰ πάντως τι γέγονεν αἴτιον, ὃ πρότερον οὐκ ἦν, τοὺ τὸν ἄπειρον πρὸ τοῦ χρόνον μὴ ἐνεργοῦντα πρὸς ἄλληλα νῦν ἐνεργῆσαι. ἢ γὰρ πρότερον ἀλλήλων ἀφεστηκότα νῦν ἐπλησίασαν, ἢ μεταξύ τι ἦν τὸ κωλῦον, ὃ νῦν ἀνῄρηται, ἢ μηδὲ ἐπιτήδεια ὄντα πρότερον ὕστερον γέγονεν ἐπιτήδεια. ὅτι δὲ ἄν τούτων γένηται, ’δει μεταβολῆς πρώτης καὶ κινήσεως, ἵνα δυνηθῇ κατ’ ἐνέργειαν τούτων τὸ μὲν κινεῖν, τὸ δὲ κινεῖσθαι· ὥστε ἔσται πάλιν κίνησις πρὸ τῆς πρώτης κινήσεως. εἰπὼν δὲ ἦν γάρ τι αἴτιον τῆς ἠρεμίας τὴν αἰτίαν τούτου προσέθηκεν ἐπενεγκὼν ἡ γὰρ ἠρεμία στέρησις κινήσεως, ὅπερ ἦν δεδειγμένον ἐν τοῖς ἔμπροσθεν. πᾶσα δὲ στέρησις ἐξ αἰτίας γίνεταί τινος, ὥσπερ καὶ ἡ ἕξις, καὶ μάλιστα ἡ κατὰ τὴν ἠρεμίαν· οὐ γὰρ τοιαύτη στέρησίς ἐστιν ἡ ἠρεμία, οἷαί εἰσιν αἱ παρὰ φύσιν στερήσεις· ἡ γὰρ φύσις ὥσπερ κινήσεως ἀρχὴ οὕτω καὶ ἠρεμίας λέγεται. εἰ οὖν πάντα τὰ κατὰ φύσιν γινόμενα κατὰ αἰτίας γίνεταί τινας, δῆλον ὅτι καὶ τῆς ἠρεμίας ἀνάγκη τι αἴτιον ὑπάρχειν. στέρησις δὲ ἡ ἠρεμία ὡς ἡ κατὰ τὴν δύναμιν ἐπιτηδειότης στέρησις λέγεται· διὸ καὶ αὐτὴ ἀρχή πώς ἐστι τῶν ἐν γενέσει καὶ πρώτη κατὰ χρόνον τῆς ἕξεως καὶ τῆς τελειότητος. p. 251 a 28 Τὰ μὲν γὰρ κινεῖ μοναχῶς ἕως τοῦ ἔσται ἄρα τις προτέρα μεταβολὴ τῆς πρώτης. Δείξας ὅτι κἂν γενητὰ ὑποτεθῇ τό τε κινοῦν καὶ τὸ κινούμενον, κἄν ἀίδια μέν, ἀπὸ ἀρχῆς δὲ χρόνου τὸ κινεῖν καὶ τὸ κινεῖσθαι λαβόντα, ἀνάγκη πρὸ τῆς ὑποτεθείσης ἀρχῆς τῆς κινήσεως ἄλλην λαμβάνεσθαι κίνησιν, ὥστε τῆς πρώτης δοκούσης μεταβολῆς εἶναι πάντως ἀεὶ προτέραν, καὶ οὕτως ἀίδιον δείκνυσθαι τὴν κίνησιν τῷ μὴ εἶναι τὴν πρώτην λαβεῖν· ταῦτα οὖν δείξας ἀπὸ τοῦ κινουμένου μάλιστα ἐφ’ ἐξῆς καὶ ἀπὸ τοῦ κινοῦντος τὸ αὐτὸ δείκνυσι. τὸ γὰρ κινητικόν τινος δυνάμει εἰ μέλλοι καὶ ἐνεργείᾳ κινεῖν, μεταβάλλειν αὐτὸ πρῶτον ἀνάγκη τοῦ κινητοῦ ὡσαύτως ἔχοντος ὑποκειμένου. καὶ ἦν μὲν τοῦτο καὶ αὐτόθεν ἐναργές· τοῦ γὰρ κινητοῦ ὁμοίως ἔχοντος, εἰ καὶ τὸ κινητικὸν ὁμοίως εἶχε, διὰ τί ποτὲ μὲν δυνάμει μόνον ἦν, ποτὲ δὲ ἐνεργείᾳ κινητικόν; αὐτὸς δὲ καὶ κατ’ ἄλλην μέθοδον αὐτὸ δείκνυσι· προλαβὼν γὰρ δυνάμει, ὅτι τὰ τὰς ἐναντίας κατὰ φύσιν κινοῦντα κινήσεις τῶν κινουμένων τῶν αὐτῶν μενόντων ἀνάγκη αὐτὰ μεταβάλλοντα τὰς ἐναντίας κινεῖν, ἐκ διαιρέσεως λοιπὸν λαμβάνει, ὅτι τῶν κινούντων τὰ μὲν μίαν ἀπλῆν κίνησιν κινεῖ ὡς τὸ πῦρ θερμαίνει καὶ ἡ χιὼν ψύχει, τὰ δὲ τὰς ἐναντίας ὡς ἡ ἐπιστήμη τὴν ψυχὴν πρὸς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὅταν ἑκὼν ὁ σπουδαῖος διαμαρτάνῃ πρὸς ἀπάτην τινός. καὶ ἐφιστάνει, ὅτι καὶ τὰ δοκοῦντα μοναχῶς κινεῖν καὶ ταῦτα τὰς ἐναντίας ἐμποιεῖ διαθέσεις, ὥσπερ τὸ ψυχρὸν θερμαίνει κατὰ συμβεβηκὸς τῷ ἀποστῆναι. οὕτω δὲ καὶ τὸ κατὰ τόπον κινοῦν ἠρεμίζει τῷ ἀποστῆναι, τουτέστιν τῷ αὐτὸ ἀλλοίως διατεθῆναι. ὥστε πάντα τὰ κινοῦντα οὐκ ἀεὶ δύναται κινεῖν οὐδὲ ἀεὶ ἠρεμίζειν, ἀλλὰ πλησιάζοντα μὲν εἰ τύχοι κινεῖν, ἀφιστάμενα δὲ ἠρεμίζειν. ὥστε ὅταν οὕτως ἔχῃ, ὡς τὸ μὲν μὴ κινεῖν τὸ δὲ μὴ κινεῖσθαι, εἶτα ὕστερον τὸ μὲν κινῇ τὸ δὲ κινῆται, δῆλον ὅτι μεταβολή τις γέγονεν ἢ περὶ ἄμφω ἢ περὶ θάτερον· πάντα γὰρ τὰ πρός τι οὕτως ἐκ τοῦ δυνάμει γίνεται ἐνεργείᾳ, ἢ ἑτέρου μεταβάλλοντος ἢ ἀμφοῖν. πρός τι δὲ καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον. εἰκότως οὖν πάλιν συμπεραινόμενος τὸν λόγον ἐπήγαγεν· ἔσται ἄρα τις προτέρα μεταβολὴ τῆς πρώτης. καὶ περὶ ταύτης πάλιν τὰ αὐτὰ ἐρωτητέον, ἣν κινεῖται τὸ κινοῦν ἵνα ἐνεργείᾳ δυνηθῇ κινεῖν. διὰ τί γὰρ πάλιν ἐκείνην τὴν κίνησιν νῦν, ἀλλὰ μὴ πρότερον ἐκινήθη; ἔσται γὰρ πάλιν τὸ τοῦ κινοῦντος κινητικὸν πρότερον αὐτὸ κινούμενον, ἵνα τοῦτο κινήσῃ μὴ πρότερον κινοῦν αὐτὸ. ταῦτα μὲν οὖν τὰ τοῦ Ἀριστοτέλους ἐν τῇ πρώτῃ τῶν ἀποδείξεων κατὰ τοιαύτας ἐννοίας ὡς οἶμαι ῥηθέντα. Ἐπειδὴ δὲ πολὺν συρφετὸν ὁ Γραμματικὸς ἐκεῖνος κατ’ αὐτῶν μὲν οὐχί, κατὰ δὲ τῶν ἀνοήτων ἀνθρώπων ἐπεσώρευσεν, φέρε τὸν Ἀλφειὸν μεθ’ Ἡρακλέους παρακαλέσαντες τῶν εἰσδεξαμένων αὐτὸν ψυχῶν κατὰ τὸ δυνατὸν ἐκκαθάρωμεν. προθεὶς δὴ τὴν Ἀριστοτέλους ῥῆσιν καὶ τοῦ τε Ἀλεξάνδρου τὴν ἐξήγησιν πᾶσαν καὶ τοῦ Θεμιστίου τὴν παράφρασιν ἐπενεγκών, ἵνα πολύστιχα μᾶλλον αὐτοῦ γενόμενα τὰ συγγράμματα τῷ πλήθει καταπλήττῃ τοὺς ἰδιώτας, ἐπάγει λοιπὸν τἀς ἑαυτοῦ ἐνστάσεις τῷ λόγῳ πρώτην τοιάνδε· “ἐπειδή, φησίν, ὁ Ἀριστοτέλης τὴν κίνησιν ὁριζόμενος ἐντελέχειαν εἶναι τοῦ κινητοῦ ᾗ κινητὸν κοινῶς πᾶσαν κίνησιν διὰ τοῦ ὁρισμοῦ περίληφεν, ἀλλά δὴ καὶ τῶν κινήσεων τὰς μὲν ἀιδίους εἶναι, τἀς δὲ καὶ ἀρχὴν καὶ πέρας ἔχειν ὑποτίθεται, πόθεν ὡς ἑπόμενον τῷ ὁρισμῷ τῆς κινήσεως εἴληφε τὸ τῆς μὴ ἀιδίου κινήσεως, ἀλλ’ ἀρχὴν ἐχούσης τοῦ εἶναι προϋπάρχειν ἐξ ἀνάγκης κατά χρόνον τὰ κινεῖσθαι μέλλοντα μόνην τὴν δύναμιν τῆς κινήσεως χωρὶς τῆς ἐνεργείας ἔχοντα;” τοῦτο γάρ, ὅτι μὴ ἔστιν ἀληθές, πειρᾶται κατασκευάζειν οὕτω· “πᾶς ὁρισμός, φησίν, ἰσοτίμως ἰοῦ ὁριστοῦ παντὸς κατηγορεῖται” , καὶ μηκύνει κἀνταῦθα τὸν λόγον τοῖ παραδείγμασιν. ‘‘ὥστε, φησί, καὶ ὁ τῆς κινήσεως ὁρισμὸς ὁμοίως ἐφαρμόττει καὶ τῇ ἀνάρχῳ κινήσει, εἴ τις εἴη τοιαύτη, καὶ τῇ ἀρχὴν ἐχούσῃ. εἰ οὖν ἐπὶ τῆς μὴ ἀιδίου ἕπεται τῷ ὁρισμῷ τὸ προϋπάρχειν δεῖν κατὰ χρόνον τῆς κινήσεων τὸ κινούμενον, ἕψεται τὸ αὐτὸ καὶ ἐπὶ τῆς ἀιδίου. εἰ οὖν ταῦτα ἀληθῆ, ἀνάγκη ἢ μὴ ἀληθεύειν τὸν ὁρισμὸν καὶ ἐπὶ τῆς ἀιδίου κινήσεως, καίτοι ὡς κοινὸν ἀποδοθέντα, ὅπερ ἄτοπον· ἢ εἰ χαἰ ἐπὶ ταύτης ἀληθεύοι τὸ κατὰ χρόνον πρϋπάρχειν τῆς κινήσεως τὸ κινούμενον, ὥστε καὶ τῆς κυκλοφορία προϋπάρχειν κατὰ χρόνον τὴν τοῦ οὐρανοῦ οὐσίαν, οὐδὲν δὲ ὥν ἐχόντων τι κατά χρόνον ἑαυτοῦ προυπάρχον ἀίδιόν ἐστιν, οὐδὲ ἡ καῖ’ αὐτὸν ἀίδιος κίνησις ἀίδιος ἔσται, καὶ εἰς τοὐναντίον ὁ λόγος | αὐτῷ περιτέτραπται. ἢ εἰ βούλονται, φησίν, ἀίδιον κίνγσιν εἶναι, οὐκ ἔστιν ἀληθὲς τὸ τῷ ὁρισμῷ τῆς κινήσεως ἐξ ἀνάγκης ἕπεσθαι τὸ προϋπάρχειν κατὰ χρόνον τῆς κινήσεως τὸ κινητόν· ἐπὶ γὰρ τῆς ἀιδίου κινήσεως οὐ προϋπάρχει.” εἶτα ἐφεξῆς σπουδάζει δεικνύναι, ὅτι ὅτε τὸν ὁρισμὸν ἀπεδίδου τῆς κινήσεως ὁ Ἀριστοτέλης, οὐ ταύτην εἶχε τὴν ἔννοιαν περὶ τοῦ δυνάμει, ὡς δυναμένου χωρίζεσθαι τῆς ἐνεργείας, τουτέστι τῆς κινήσεως, ἀλλ’ ὡς καὶ τῆς κινήσεως ἕως τότε οὔσης, ἕως ἔνεστι τὸ δυνάμει, καὶ τοῦ δυνάμει ἕως τότε ὄντος, ἕως ἐστὶν ἡ κίνησις· παυσαμένης γὰρ τῆς κινήσεως, ὅταν εἰς τέλος ἔλθῃ τὸ κινούμενον, παύεσθαι καὶ τὸ δυνάμει. καὶ παρατίθεται τοῦ Ἀριστοτέλους λέξιν λέγοντος “ἀλλ’ ὅταν ᾖ οἰκία, οὐκέτι οἰκοδομητόν ἐστιν· οἰκοδομεῖται δὲ τὸ οἰκοδομητόν” , καὶ τοὺς ἐξηγητὰς τῶν ἐκεῖ λεγομένων προσμαρτύρεται, ὅτι ὡς συνοῦσαν τῇ κινήσει τὴν δύναμιν ἐν ἐκείνοις ἔλαβεν ὁ Ἀριστοτέλης καὶ οὐχ ὡς κεχωρισμένην τῆς ἐνεργείας, ὡς νῦν ‘παραλογίσασθαι’ , φησί, βουλόμενοι κέχρηνται. τοιαύτη μὲν ἡ πρώτη τοῦδε τοῦ ἀνδρὸς ἔνστασις σπουδάζοντος δεικνύναι, ὅτι μὴ καλῶς εἴρηται προυπάρχειν κατὰ χρόνον τῆς κινήσεως τὰ δυνάμενα κινεῖσθαι. ῥητέον δὲ πρὸς αὐτὰ πρῶτον μέν, ὅτι ὁ τῆς κινήσεως ὁρισμὸς πάσης ὁμοίως ἐστί κινήσεως τῆς τε ἀιδίου καὶ τῆς ἀρχὴν καὶ τέλος ἐχούσης· πᾶσα γὰρ κίνησις ἐνέργειά ἐστι τῶν μετὰ τοὺ ἐνεργεῖν καὶ τὸ δυνάμει ἔτι τὸ πρὸς τὸ ἐνεργεῖν ἐχόντων. διὸ καὶ ἀτελὴς ἐνέργεια ἡ κίνησις λέγεται, ὅτι τῷ δυνάμει ἀεὶ συνυπάρχει. δεύτερον δὲ ὅτι καὶ τὸ προυπάρχειν τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι ἐπὶ πάντων μὲν καὶ αὐτὸ τῶν κινουμένων ἀληθές, ἀλλ’ ἐπὶ μὲν τῶν ἀρχὴν καὶ τέλος ἐχόντων τῆς κινήσεως οὕτω προϋπάρχειν τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι, ὡς καὶ μήπω κινήσεως οὔσης ὑπάρχειν ἐκεῖνα· ἐπὶ δὲ τῶν ἀίδιον κίνησιν κινουμένων ἀεὶ μέν ἐστι κίνησις, ἄλλοτε δὲ ἄλλη δηλονότι. ἀεὶ δὲ τὸ πρὸς ἑκάστην κίνησιν δυνάμει προϋπάρχει τῆς κινήσεως· ὁ γὰρ ἥλιος, ὅτε τὸν κριὸν κινεῖται, δύναμιν ἔχει τοῦ καὶ τὸν ταῦρον μετὰ τὸν κριὸν διελθεῖν, καὶ δῆλον ὅτι τὸν κριὸν διερχόμενος προϋπάρχει μετὰ τοὺ δυνάμει τῆς κατὰ τὸν ταῦρον κινήσεως.’’ τούτων οὖν οὕτως ἐχόντων, ὅρα, ὅπως ἢ τοῖς ἄλλοις οὗτος ὡς ἀναισθήτοις προσφέρεται ἢ ἑαυτὸν παραλογιζόμενος οὐκ αἰσθάνεται. εἰ γὰρ τῆς κυκλοφορίας προϋπάρχει, φησί, κατὰ χρόνον ὁ οὐρανὸς οὐκ ἂν εἴη ἀίδιος ἡ κυκλοφορία· παρελογίσθη δὲ τὴν ἀίδιον κυκλοφορίαν ἅμα πᾶσαν ὑφεστῶσαν τὴν ἄπειρον λαβὼν καὶ οὕτω προϋπάρχειν αὐτῆς κατὰ χρόνον τὸν οὐρανὸν ὑποθέμενος καὶ συνάγειν οἴεται, ὅτι οὐκ ἔστιν ἀίδιος ἡ κυκλοφορία, εἴπερ ἔχει τι κατὰ χρόνον προϋπάρχον ἑαυτῆς. ἔδει δὲ μὴ ὡς ἅμα ὑφεστῶσαν ἄπετρον τὴν ἀίδιον κίνησιν ὑποθέσθαι, ἀλλ’ ὡς ἐν τῷ γίνεσθαι ἐπ’ ἄπειρον ἀίδιον ἔχουσαν τὸ εἶναι· αὕτη γὰρ ἡ τῆς κινήσεως φύσις οὐχ ἅμα ὑφεστώσης, ἀλλ᾿ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσης· ὥστε τῆς ἀεὶ ὑπαρχούσης κινήσεως ἄλλοτε ἄλλης οὔσης προυπάρχει πάντως ἀεὶ τὰ δυνάμενα κινεῖσθαι. μάτην ἄρα οὗτος νεανιεύεται ὡς εἰς τοὐναντίον περιτρέψας τὸν λόγον, ἔτι δὲ μάτην παραλογίζεσθαι τὸν Ἀριστοτέλην φησὶ καὶ τοὺς τοῦ Ἀριστοτέλους ἐξηγητὰς τῷ ὁρισμῷ τῆς κινήσεως ἀκολουθεῖν λέγοντας τὸ προϋπάρχειν τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι. κἂν γὰρ εἶπεν ὁ Ἀριστοτέλης, ὅτι μετὰ τῆς κινήσεώς ἐστι τὸ δυνάμει καὶ παυσαμένης τῆς κινήσεως, ὅταν εἰς τέλος ἔλω τὸ κινούμενον καὶ γένηται ἡ οἰκία, παύεται καὶ τὸ οἰκοδομητὸν, τουτεστι τὸ δύναμαι· ἀλλ’ οὐκέτι καὶ ἐκεῖνο εἶπεν, ὅτι μήπω οὔσης τῆς κινήσεως οὐδὲ τὸ δυνάμει ἐστίν, ὅπερ ἐμάχετο ἄν τῷ λέγοντι λόγῳ προυπάρχειν τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι. ἀλλ’ οὗτος οὐδὲν τῶν λεγομένων συνιεὶς σπουδάζει δεικνύναι τὸν Ἀριστοτέλην καὶ τοὺς τοῦ Ἀριστοτέλους ἐξηγητὰς καὶ συνυπάρχειν καὶ συναποπαύεσθαι τὸ δυνάμει καὶ τὴν κίνησιν λέγοντας, οὐκ ἐφιστάνων ὅτι, κἂν συνυπάρχῃ καὶ συναποπαύηται, οὐδὲν κωλύει καὶ προηγεῖσθαι· τοῦτο γὰρ ἐπὶ τῶν ἀρχὴν καὶ τελευτὴν ἐχουσῶν κινήσεων καὶ ἐναργέστατα φαίνεται γινόμενον. τὸ γὰρ δυνάμενον κινεῖσθαι καθ’ ἑκάστην κίνησιν τέως ἠρεμοῦν ὀλίγον ὕστερον κινεῖται. πῶς δὲ ὁ ταύτας τοῦ Ἀριστοτέλους τὰς ῥήσεις παραγράφειν φιλοτιμούμενος, ἐν αἷς λέγει συνυπάρχειν καὶ συναποπαύεσθαι τῇ κινήσει τὸ δυνάμει, ἐκείνας οὐκ ἐνενόησεν, ἐν αἷς λέγει μὴ κατὰ ταὐτὸν ὑπάρχειν τὸ δυνάμει καὶ τὸ ἕνω γείᾳ μηδὲ ἅμα, ὅταν ἐν τῷ τρίτῳ λέγῃ· “ἐπεὶ δὲ ἔνια ταὐτὰ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἐστίν, οὐχ ἄμα δὲ ἢ οὐ κατὰ ταὐτόν, ἀλλ’ οἷον θερμὸν μὲν ἐντελεχείᾳ, ψυχρὸν δὲ δυνάμει;” καὶ πάλιν αὐτός ἐστιν ὁ λέγων “ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν, ὁτὲ δὲ μή’’, τῶν δυνάμει ὄντων δηλονότι. παραθέμενος δὲ καὶ τοῦ Θεμιστίου τὴν παράφρασιν ταύτης τῆς λέξεως λέγουσαν· “ ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν καθ’ ὃ δύναται, ὁτὲ δὲ μήπω, οἷον τὸ οἰκοδομητόν ἐστιν δυνάμει. ποτὲ μὲν ἐνεργεῖν ὡς οἰκοδομητὸν ὅταν οἰκοδομῆται, ποτὲ δὲ οὔ, οἷον | εἰ κέοιντο ἀπλῶς λίθοι καὶ ὁ πηλὸς μήπω κινούμενοι ὑπὸ τοῦ τεχνίτου’’, οὐκ ἐπέστησεν, ὅτι προϋπάχειν οὗτοι λέγουσιν οἱ λόγοι τῆς κινήσεως τὸ δυνατὸν κινεῖσθαι. τοιοῦτον μὲν οὖν τὸ πρῶτον τοῦδε τοῦ ἀνδρὸς πάλαισμα παρὰ ὀρθῷ κριτῇ πολλὴν οἶμαι ἀλογιστίαν ἐμφαῖνον, ἵνα τὰ μεταξὺ πολλὰ θρασέως ἀποφανθέντα παραλείπω· ὧν τάχα οὐδὲν κωλύει κἂν ἑνὸς μνημονεῦσαι πρὸς τὴν τῆς ἕξεως αὐτοῦ κατανόησιν. ἶπάς, φησίν, ὁρισμὸς ἰσοτίμως τοῦ ὁριστοῦ κατηγορεῖται, ὥσπερ ὁ τῆς οὐσίας ὁρισμὸς οὐκ ἄλλως μὲν ἐπὶ τῶν ἀιδίων οὐσιῶν, ἄλλως δὲ ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ νοεῖται.’’ καίτοι τίς οὕτως ἐστὶν ὀψιμαθής, ὡς ἀγνοεῖν ὅτι κατὰ τὴν ἀφ’ ἑνὸς πρόοδον ἀπὸ τῆς ἀιδίου οὐσίας ἡ γενητὴ πρόεισιν οὐσία, καὶ κἄν ᾖ τις ὁρισμὸς κοινὸς τῆς οὐσίας, καὶ οὗτος ὡς ἀφ’ ἑνὸς προ·ιών, ἀλλ’ οὐκ ἰσοτίμως, ὡς οὗτός φησι, ταῖς διαφόροις οὐσίαις ἐφαρμόσει; ἀλλ’, ὡς ἔοικεν, ἀκούσας ἐν εἰσαγωγαῖς ἐπ’ ἴσης τὰ γένη τῶν εἰδῶν κατηγορεῖσθαι ἐνόμισε καὶ τοῖς ὁρισμοῖς τοῦτο προσήκειν. Δεύτερον δ’ ἐπιχείρημα προσάγει τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένοις τοιοῦτον· “καὶ ἐπὶ τῶν κινήσεων, φησί, τῶν ὁμολογουμένως ἀρχὴν ἐχουσῶν τοῦ εἶναι καὶ πέρας εἰ δειχθείη τινὰ τῶν οὕτω κινουμένων ἅμα τε εἰς τὸ εἶναι παραγόμενα καὶ εὐθὺς συνεπομένην τὴν ἐκ φύσεως αὐτοῖς προσοῦσαν κίνησιν ἔχοντα, δῆλον οἶμαι παντὶ γένοιτο ἄν, ὡς ἐφαρμόσει καὶ τῇ αὐτῶν κινήσει ὁ ὁρισμός· κινητὰ γὰρ ὄντα καὶ δυνάμενα κινεῖσθαι οὕτω κινεῖται μενούσης ἔτι τῆς δυνάμεως καὶ οὐ προυπάρχει τῆς κινήσεως τὰ πράγματα δυνάμει μόνον ὄντα.’’ οὕτως οὖν τὴν ἅμιλλαν προβαλλόμενος πειρᾶται δεικνύναι, ὅτι τινὰ τῶν γενητῶν ἅμα τε γέγονε καὶ τὴν κατὰ φύσιν εὐθὺς κινεῖται κίνησιν. καί φησιν, ὅτι τὸ πῦρ, εἰ κάτω συνίσταιτο, ἅμα τε πῦρ γίνεται καὶ σύνδρομον ἴσχει τῇ οὐσίᾳ τὴν ἐπὶ τὸ ἄνω φοράν, ὁμοίως καὶ τὸ ἐν τοῖς νέφεσι συνιστάμενον ὕδωρ ἅμα τῷ συστῆναι, εἰ μή τι κωλύσει, ἐπὶ τὸ κάτω φέρεται. εἶτα ὥσπερ ἔνστασιν λύων τὴν λέγουσαν, ὅτι προυπάρχει τὸ ξύλον δυνάιuει ὂν πῦρ τῆς τοῦ πυρὸς ἐπὶ τὸ ἄνω κινήσεως, ὅτε ἐκ ξύλου τὸ πῦρ γέγονεν “ οὐ τὸ ξύλον, φησίν, ἦν τὸ τὴν δύναμιν ἔχον τῆς ἐπὶ τὸ ἄνω φορᾶς· γένεσις γὰρ ἡ εἰς τὸ πῦρ τοῦ ξύλου μεταβολή, καὶ οὐ κίνησις. ὁ δὲ εἰρημένος ὁρισμὸς οὐ γενέσεως ἐστιν, ἀλλὰ κινήσεως ἐντελέχεια γάρ 9 φησί, τοῦ κινητοῦ ἡ κινητόν). οὐκοῦν εἰ ἡ μὲν ἐπὶ τὸ ἄνω φορὰ κίνησίς ἔστι καὶ οὐ γένεσις, ἡ δὲ εἰς τὸ πῦρ τοῦ ξύλου μεταβολὴ γένεσίς ἔστι καὶ οὐ κίνησις, εἰ καὶ μὴ ἄνευ κινήσεως ἡ γένεσις, οὐκ ἄρα ἡ ἐπὶ τὸ ἄνω φορὰ τοῦ πυρὸς ἐντελέχεια ἦν τῆς τοῦ ξύλου δυνάμεως. τὰ μὲν γὰρ κινούμενα καθ’ ἕκαστον εἶδος κινήσεως μένοντα ἐπὶ τῆς αὑτῶν οὐσίας καὶ μὴ φθειρόμενα κινεῖται, τὸ δὲ ξύλον οὐ μένον ξύλον ἐπὶ τὸ ἄνω φέρεται, ἀλλὰ φθαρὲν καὶ εἰς πῦρ μεταβεβληκὸς οὐκ αὐτὸ κινεῖται πῶς γὰρ τὸ φθαρὲν καὶ μηκέτι ὄν;), ἀλλὰ τὸ ἐξ αὐτοῦ γινόμενον πῦρ.’’ οὐκ ἀρκεσθεὶς δὲ τούτοις καὶ ἄλλα ἐπάγει ἐπιχειρήματα δεικνύναι πειρώμενος, ὅτι οὐ τὸ ξύλον ἐστὶ τὸ τὴν δύναμιν ἔχον τοῦ ἄνω φέρεσθαι, ἀλλὰ τὸ πῦρ, ἐκ τούτου δεικνύναι νομίζων, ὅτι οὐκ ἔστιν ἀληθὲς τὸ προϋπάρχειν τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι, ἐξ οὗ δέδεικται ἡ τῆς κινήσεως ἀιδιότης. “τὸ μὲν γὰρ ξύλον, φησί, προυπάρχει τῆς τοῦ πυρὸς ἐπὶ τὸ ἄνω κινήσεως, ἐπειδὴ καὶ τοῦ πυρὸς τοῦ ἐξ αὐτοῦ γινομένου προϋπάρχει· τὸ δὲ πῦρ ἅμα πῦρ ἐστι καὶ ἐπὶ τὸ ἄνω κινεῖται.’’ διὰ τοῦτο οὖν ἐπιμένει δεικνύς, ὅτι οὐ τὸ προυπάρχον ἐστὶ τὸ δυνάμενον κινεῖσθαι οἷον τὸ ξύλον, ἀλλ’ αὐτὸ τὸ κινούμενον οἷον τὸ πῦρ τὸ συνυπάρχον τῇ κινήσει αὐτὸ καὶ δυνάμενόν ἐστι κινεῖσθαι. “εἰ γὰρ τοῦ ξύλου, φησίν, ἐντελέχειάν τις λέγοι τὴν ἐπὶ τὸ ἄνω φοράν, πρῶτον μὲν τῶν ἐναντίων ἡ αὐτὴ ἔσται ἐνέργειά τε καὶ κίνησις· τὸ μὲν γὰρ ξύλον βαρύ, τὸ δὲ πῦρ κοῦφον. εἰ οὖν ἡ ἐπὶ τὸ ἄνω κίνησις καὶ τοῦ πυρός ἐστιν ἐνέργεια καὶ τοῦ εἰς αὐτὸ μεταβεβληκότος ξύλου, τῶν ἐναντίων ἡ αὐτὴ ἔστι ἐνέργει καὶ κίνησις, καὶ οὐ κατ’ ἄλλο τι, ἀλλὰ καθ’ ὃ τῶν ἐναντίων μετέχουσιν· ἐναντία δὲ κουφότης καὶ βαρύτης. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τοῦ αὐτοῦ ἑκατέρα τῶν ἐναντίων κινήσεων ἐντελέχεια ἔσται καὶ ἐνέργεια, εἴπερ τοῦ ξύλου καὶ ἡ ἐπὶ τὸ κάτω φορὰ ἐντελέχεια καὶ ἡ ἐπὶ τὸ ἄνω, ἣν τὸ πῦρ φέρεται τὸ ἐξ αὐτοῦ γενόμενον. εἰ οὖν μὴ πέφυκε, φησί, τὸ ξύλον, ἕως ἄν ᾖ ξύλον, τὴν ἄνω φορὰν φυσικῶς κινεῖσθαι, οὐδὲ δύναμιν ἕξει τῆς ἐπὶ τὸ ἄνω φορᾶς, οὐδὲ ἔστιν αὐτοῦ ἐνέργεια καὶ τελείωσις ἡ ἐπὶ τὸ ἄνω τοῦ πυρὸς κίνησις.’’ εἶτα καὶ τρίτον ἐπιχείρημα πρὸς τὸ αὐτὸ τοιοῦτον ἐπάγει· εἰ πάντα τὰ στοιχεῖα καὶ τὰ ἐξ αὐτῶν σύνθετα σώματα εἰς ἄλληλα μεταβάλλειν δύναται, ἢ ἀμέσως ἢ καὶ διὰ μέσων ἑτέρων τὸ γὰρ ὕδωρ διὰ μέσου ἀέρος μεταβάλλοι ἄν εἰς πῦρ), συμβήσεται πᾶσαν κίνησιν παντὶ κατὰ φύσιν εἶναι καὶ τῶν κούφων ἑκάστῳ καὶ τῶν βαρέων. καὶ τέταρτον· “εἴπερ ἡ αὔξησις, φησίν, ἐντελέχειά ἐστι τοῦ αὐξητοῦ ᾗ τοιοῦτόν ἐστιν οἷον φέρε τῆς σαρκός, δύναται δὲ ὁ ἄρτος καὶ ὁ οἶνος ἐν ζῴῳ μεταβληθέντα γενέσθαι σάρξ, εἴη ἂν ἡ αὔξησις ἐνέργειά τε καὶ ἐντελέχεια τοῦ ἄρτου τε καὶ | τοῦ οἴνου. ὅπερ ἀδύνατον· αὔξεται μὲν γὰρ τὰ τρεφόμενα, τρέφεται φεται δὲ τὰ ἔμψυχα, ἡ δὲ τροφὴ τρέφει, οὐ τρέφεται. οὐκ ἄρα ἡ τῆς σαρκὸς αὔξησις ἐντελέχεια τροφῆς ἐστιν, ἧς μεταβαλλούσης σὰρξ γέγονεν. ὥστε οὐδὲ ἡ ἐπὶ τὸ ἄνω τοῦ πυρὸς κίνησις τοῦ ξύλου ἐστὶν ἐνέργεια καὶ κίνησις, ἀλλὰ τὸ προσεχῶς κινεῖσθαι πεφυκὸς τήνδε τὴν κίνησιν, φησίν, ἐπὶ τῆς ἑαυτοῦ μόνον φύσεως καὶ μὴ φθειρόμενον τοῦτο λέγομεν δυνάμει εἶναι κινητὸν ἐκείνην τὴν κίνησιν, οἷον τὸν ἄνθρωπον βαδιστικόν, οὐ τὰ στοιχεῖα· καὶ τὴν κίνησιν δὲ τῆς προσεχοῦς δυνάμεως ἐντελέχειαν εἶναί φαμεν. εἰ οὖν τὸ πῦρ ἐστι, φησί, τὸ δυνάμει κινητὸν καὶ οὐ τὸ ξύλον, ἅμα δὲ πῦρ γίνεται καί, εἰ μή τις βία κωλύσειεν, ἐπὶ τὸ ἄνω φέρεται, ὁμοίως καὶ τὸ ἐν ταῖς νεφέλαις ὕδωρ, οὐκ ἀληθὲς τὸ μὴ ἐπὶ τῶν ἀιδίων κινήσεων προυπάρχειν κατὰ χρόνον τῆς κατ’ ἐνέργειαν κινήσεως τὸ δυνάμει κινητόν.’’ ἐν δὴ τούτοις πρῶτον μὲν τῷ σκοπῷ τῶν λεγομένων ἐπιστῆσαι χρή, ὅτι πρὸς ἀντιλογίαν μόνην παρεσκεύασται τῆς ἀληθείας οὐδὲν πεφροντικώς. εἰ γὰρ ὁ Ἀριστοτέλης τοῦτο δεῖξαι προτίθεται, ὅτι οὐκ ἔστι πρώτη κίνησις, ἀλλὰ πρὸ πάσης τῆς λαμβανομένης ἔστι τις ἄλλη, ὧ ἕπεται τὸ ἀίδιον εἶναι τὴν κίνησιν ἄλλης πρὸ ἄλλης ἐπ’ ἄπειρον ἀεὶ λαμβανομένης (δείκνυσι δὲ αὐτὸ προλαβών, ὅτι προυπάρχει τῆς κινήσεως τὸ κινεῖσθαι), εἰ ἀληθές ἐστι τὸ μὴ εἶναι πρώτην κίνησιν, ψευδὲς δὲ τὸ προυπάρχειν τὸ δυνάμενον κινεῖσθαι τῆς κινήσεως, τὸ μὲν δόγμα αὐτὸ τὸ ἀίδιον εἶναι τὴν κίνησιν οὐκ ἐλέγχεται, ὁ δὲ τρόπος, εἰ ἄρα, τῆς ἀποδείξεως ἀδόκιμος φανεῖται. οὗτος οὖν ἀνελεῖν προθέμενος τὸ προυπάρχειν τὸ δυνάμει κινούμενον τῆς κινήσεως κινήσεις ἔλαβε πυρὸς καὶ ὕδατος, ὧν ὁμολογεῖ προυπάρχειν τὰς ἐξ ἄλλων γενέσεις αὐτῶν, ὥστε ἀεὶ πρὸ κινήσεως κίνησιν εἶναι. Καὶ τί λέγω ταῦτα; ὅτε σαφῶς οὗτος ὑπὸ τῆς ἀντιλόγου φιλονεικίας ἐσκοτωμένος· “τέως γὰρ νῦν, φησίν, οὐ ζητοῦμεν, εἴτε ἐξ ὄντων τὰ γινόμενα γίνεται εἴτε ἐκ μὴ ὄντων, οὐδὲ εἰ ἔστι τις πρώτη κίνησις ἢ μὴ ἔστιν, ἀλλ’ ὅτι οὐκ ἀληθὲς τὸ ἐκ τοὐ ὁρισμοῦ δῆθεν τῆς κινήσεως εἰλημμένον ἀξίωμα’’. καίτοι εἰ μὴ ἔστι πρώτη κίνησις, κἄν μὴ ἀληθὲς ᾖ τὸ ἀξίωμα, οὐδὲν βέβλαπται τὸ δόγμα τὸ περὶ τῆς ἀιδίου κινήσεως. ταῦτα μὲν οὖν ἐμήκυνα τὸν σκοπὸν τοῦ ἀνδρὸς παραγυμνῶσαι βουλόμενος· ὅτι δὲ οὐδὲ τὸ ἀξίωμα σαλεύει τὰ ὑπὸ τούτου λεγόμενα οὐδὲ νοήσας φαίνεται τὰ εἰρημένα, ὧδε ἄν μάθοις· τὸ δυνάμενον κινεῖσθαι διττόν ἐστιν, ὅπερ οὗτος ἀγνοήσας ἑαυτόν τε συνέχεε καὶ τοὺς ἀγνοοῦντας αὐτοῦ τὴν ἕξιν. λέγομεν γὰρ δύνασθαι κινεῖσθαι τὸ τὴν τελείαν ἔχον δύναμιν τὴν προβλητικὴν τῆς ἐνεργείας, ᾗ σύνεστιν ἡ ἐνέργεια οὕτω γὰρ τὸ μὲν πῦρ ἐπὶ τὸ ἄνω δύναται κινεῖσθαι, τὸ δὲ ὕδωρ ἐπὶ τὸ κάτω συνούσης ἀεὶ τῇ δυνάμει ταύτῃ τῆς ἐνεργείας καὶ ἀπ’ αὐτῆς προαγομένης)· λέγομεν δὲ δυνάμενον κινεῖσθαι καὶ τὸ δυνάμει κινητόν, ὃ οὔπω μὲν τὴν τελείαν ἔχει δύναμιν τὴν οἰστικὴν τῆς ἐνεργείας, πέφυκε δὲ ἴσχειν. οὕτω δυνάμει λέγομεν κινεῖσθαι τὸ πεφυκὸς μὲν κινεῖσθαι, μήπω δὲ πρόχειρον ἔχον τὴν τελείαν δύναμιν τὴν οἰστικὴν τῆς ἐνεργείας. τοῦ οὖν Ἀριστοτέλους προϋπάρχειν εἰπόντος τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι οὕτως, ὡς τὸ πεφυκὸς μέν, μήπω δὲ κινούμενον ἡ μὴ ἐκεῖνο τῆς κινήσεως τὸ μέρος κινούμενον καὶ γὰρ τὸν ἥλιον δυνάμει ἐν ταύρῳ κινεῖσθαι λέγομεν, ὅταν τὸν κριὸν κινῆται) καὶ ἐπὶ τούτων προυπάρχειν εἰπόντος τὸ δυνάμενον κινεῖσθαι τῆς κινήσεως, οὗτος ἐλέγχειν οἴεται τὸν Ἀριστοτέλους λόγον ἐπὶ τοῦ πυρὸς καὶ τοῦ ὕδατος δεικνὺς συνυπάρχουσαν τὴν κίνησιν τῷ δυναμένῳ κινεῖσθαι κατὰ τὴν τελείαν δύναμιν τὴν οἰστικὴν τῆς ἐνεργείας. ταύτην οὖν ἀγνοήσας τὴν διαφορὰν μάτην πάντα τὰ ἐφεξῆς ἐρραψῴδησε δεικνύναι φιλονεικῶν, ὅτι τὴν δύναμιν τῆς ἐπὶ τὸ ἄνω κινήσεως τὸ πῦρ ἔχει τὸ ἤδη κινούμενον ἐπὶ τὸ ἄνω, ἀλλ’ οὐ τὸ ξύλον τὸ πεφυκὸς γίνεσθαι πῦρ, οὐκ ἐννοῶν ὅτι ἄλλην μὲν ἔχει τὸ πῦρ τὴν τελείαν, ἄλλην δὲ τὸ ξύλον τὴν ἀτελῆ καὶ κατὰ τὸ δυνάμει λεγομένην, καθ’ ἣν πέφυκε πῦρ γενόμενον καὶ αὐτὸ ἐπὶ τὸ ἄνω φέρεσθαι. ὅλως γάρ, εἰ πῦρ μέν ἐστι δυνάμει τὸ ξύλον, τῷ δὲ πυρὶ συμπέφυκε. κατ’ ἐνέργειαν ἡ ἐπὶ τὸ ἄνω κίνησις, πῶς οὐχὶ καὶ τῷ ξύλῳ ὥσπερ τὸ πυρὶ εἶναι, οὕτω καὶ τὸ ἐπὶ τὸ ἄνω κινεῖσθαι δυνάμει ὑπάρχει; ἀλλ’ ἰὴ εἰς τὸ πῦρ, φησί, τοῦ ξύλου μεταβολὴ οὐκ ἔστι κίνησις ἀλλὰ γένεσις. ὁ δὲ εἰρημένος ὁρισμὸς οὐ γενέσεως ἐστιν, ἀλλὰ κινήσεως ἐντελέχεια ἐία γάρ, φησί, τοῦ κινητοῦ ᾗ κινητόν).’ ὥστε, φαίη ἄν, τὸ ξύλον γενέσεως προυπάρχειν, οὐ μέντοι κινήσεως εἶπεν ὁ Ἀριστοτέλης. ἆρα οὖν οἷος ἀνήρ ἐστιν οὗτος πρὸς Ἀριστοτέλη διατεινόμενος ὁ μηδὲ γινώσκων τὰ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένα; αὐτίκα γοῦν τὸν ὁρισμὸν τὸν λέγοντα “ ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν’’ κινήσεως εἶναί φησιν ἀλλ’ οὐ γενέσεως, ἀγνοῶν ὅτι τὸν ὁρισμὸν τοῦτον ἀποδέδωκεν Ἀριστοτέλης μήπω διακρίνας τὴν γένεσιν καὶ φθορὰν ἀπὸ τῆς κυρίως κινήσεως· τοῦτο γὰρ ἐν τῷ πέμπτῳ βιβλίῳ πεποίηκεν. ἔτι δὲ μᾶλλον ἠγνόησεν, ὅτι σαφῶς καὶ ὡς γενέσεως καὶ φθορᾶς τὸν ὁρισμὸν τῆς κινήσεως ἀποδέδωκεν. καὶ πρὸ ὀλίγου μέν καὶ ἐν τούτοις δὲ ἔτι σαφέστερον τοῖς ῥητοῖς)· ‘διῃρημένου καθ’ ἕκαστον γένος τοῦ μὲν ἐντελε|χείᾳ, τοῦ δὲ δυνάμει, τὴν τοῦ δυνάμει ὄντος ἐνέργειαν ᾗ τοιοῦτόν ἐστιν λέγω κίνησιν εἶναι, οἷον τοῦ μὲν ἀλλοιωτοῦ ᾗ ἀλλοιωτὸν ἀλλοίωσιν, τοῦ δὲ αὐξητοῦ καὶ τοῦ ἀντικειμένου φθιτοῦ οὐδὲν γὰρ ὄνομα κοινὸν ἐπ’ αὐξήσει καὶ φθίσει) αὔξησιν καὶ φθίσιν, τοῦ δὲ γενητοῦ καὶ φθαρτοῦ γένεσιν καὶ φθοράν, τοῦ δὲ φορητοῦ φοράν.’ πῶς οὖν οὗτος τὴν εἰς τὸ πῦρ τοῦ ξύλου μεταβολὴν γένεσίν φησι καὶ οὐ κίνησιν; ἵνα πρὸ γενέσεως μὲν εἴη τὸ γενητόν, μὴ μέντοι πρὸ κινήσεως τὸ κινητόν. ἀλλ’ ὅτι μὲν καὶ ἡ γένεσις κίνησίς ἐστι κατὰ τὸ κοινὸν τῆς κινήσεως καὶ τῷ ὁρισμῷ τῆς κοινῆς κινήσεως ὑποβέβληται πρόδηλον, καὶ ὅτι ἡ τοῦ ξύλου τοῦ μεταβάλλοντος εἰς πῦρ κίνησις ἡ γένεσίς ἐστι καὶ μεταβολὴ ἡ εἰς πῦρ, καὶ ταύτης προσεχῶς προυπάρχει τὸ ξύλον, πρὸς ἣν καὶ δυνάμει ἦν, ἀλλ’ οὐχὶ τῆς ἐπὶ τὸ ἄνω φορᾶς τοῦ πυρός· οὐδὲ αὕτη ἐστὶν ἡ τοῦ ξύλου ἐντελέχεια καὶ κίνησις, ἀλλ’ ἡ εἰς τὸ πῦρ μεταβολή. οὗτος δὲ ὡς τοῦ Ἀριστοτέλους λέγοντος, ὅτι τὸ δυνατὸν κινεῖσθαι προϋπάρχει τῆς κινήσεως, οὐχὶ ταύτης, πρὸς ἣν ἐλέγετο δυνατόν, ἀλλὰ τῆς ἐκείνου κινήσεως, εἰς ὃ μεταβέβληκεν. οἷον τὸ ξύλον τὸ δυνατὸν εἰς πῦρ μεταβάλλειν οὐχ ὅτι τῆς εἰς πῦρ μεταβολῆς προϋπάρχει, ἀλλὰ τῆς ἐπὶ τὸ ἄνω κινήσεως τοῦ πυρός, οὗτος εὐθύνειν ἐπιχειρεῖ τὸν λόγον διὰ πλειόνων ἐπιχειρημάτων. καὶ δῆλον μέν, ὅτι παρὰ θύρας ὑπαντῶντος πάντα ἐστὶ περιπά· πλὴν ἵνα καὶ τὴν ἐν τούτοις ἕξιν τοῦ ἀνδρὸς ἀποκαλύψω, ποιήσομαι καὶ τούτων λόγον τινά. “Εἰ γὰρ τοῦ ξύλου, φησίν, ἐντελέχειάν τις λέγοι τὴν ἐπὶ τὸ ἄνω φοράν, καὶ τῶν ἐναντίων ἡ αὐτὴ ἔσται ἐνέργεια, καὶ τοῦ αὐτοῦ ἑκατέρα τῶν ἐναντίων κινήσεων ἐντελέχεια ἔσται καὶ ἐνέργεια’, καὶ παρεθέμην αὐτοῦ πρὸ ὀλίγου τὴν ταῦτα δηλοῦσαν λέξιν. τί δὴ ἄτοπον, ὦ τάν, εἰ τὴν ἐπὶ τὸ ἄνω κίνησιν τὸ μὲν ξύλον δυνάμει ἔχει ὡς πεφυκὸς γίνεσθαι πῦρ, τὸ δὲ πῦρ κατ’ ἐνέργειαν· καὶ αὖ πάλιν τοῦ ξύλου κατ’ ἐνέργειαν μὲν ἡ ἐπὶ τὸ κάτω φορά, κατὰ δύναμιν δὲ ἡ ἐπὶ τὸ ἄνω, ὅτι δυνάμει πῦρ ἐστι, δυνατὸν δὲ καὶ τῷ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς ταῦτα διαιρεῖν. ἢ οὐκ ἀληθὲς εἰπεῖν καὶ τὸ ὕδωρ ἐνεργείᾳ μὲν καὶ καθ’ αὑτὸ ψύχειν, δυνάμι δὲ καὶ κατὰ συμβεβηκὸς θερμαίνειν, ὅτι μεταβάλλειν ποτὲ πέφυκε τὸ ὕδωρ εἰς πῦρ. καὶ ἔδει τοῦ Ἀριστοτέλους ἀκοῦσαι λέγοντος ἐν ἐκείνοις τοῖς περὶ κινήσεως λόγοις· “ἐπεὶ δὲ ἔνια ταὐτὰ καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν, οὐχ ἅμα δὲ ἢ οὐ κατὰ ταὐτόν, ἀλλ’ οἷον θερμὸν μὲν ἐντελεχείᾳ, ψυχρὸν δὲ δυνάμει’’, ψυχρὸν καὶ δυνάμει κατώφορόν ἐστι. δῆλον δέ, ὅτι τὸ ξύλον, ἕως ἄν ᾖ ξύλον τὴν μὲν οἰστικὴν δύναμιν τῆς ἐπὶ τὸ ἄνω φορᾶς οὐκ ἔχει, δυνάμει μέντοι καὶ κατ’ ἐπιτηδειότητα πῦρ ἐστι καὶ ἐπὶ τὸ ἄνω φέρεται τὸ ξύλον. καὶ τὸ τρίτον δὲ ἀπὸ τῆς αὐτῆς ἀγνοίας ἐπαχθὲν ὁμοίως ἐστὶν εὐαπόλυτον. πᾶσα γὰρ κίνησις καὶ ἡ ἐπὶ τὸ ἄνω καὶ ἡ ἐπὶ τὸ κάτω παντὶ στοιχείῳ προσήκει καὶ κούφῳ καὶ βαρεῖ καὶ κατὰ φύσιν, εἰ βούλει· πλὴν οὕτω τὸ κατὰ φύσιν, ὡς ποτὲ μὲν δυνάμει ποτὲ δὲ ἐνεργείᾳ· καὶ γὰρ τῷ ὕδατι ἡ ἐπὶ τὸ ἄνω φορὰ δυνάμει προσήκει, ὅτε δύναται γενέσθαι πῦρ. Καὶ πρὸς τὸ τέταρτον δὲ τὸ αὐτὸ ῥητέον, ὅτι καὶ ὁ ἄρτος δυνάμει σὰρξ ὢν λέγοιτο ἄν αὔξεσθαι δυνάμει. κἀν γὰρ ἡ προσεχὴς ἐπιτηδειότης τῷ ἄρτῳ τῆς εἰς σάρκα μεταβολῆς ἐστιν, ἀλλὰ μεταβάλλων εἰς σάρκα αὔξεσθαι ἐνεργεία πέφυκεν. ἐπειδὴ δὲ καὶ νομοθετῶν οὗτος ὁ χρηστὸς ἀποφαίνεται, ὅτι τὸ προσεχῶς κινεῖσθαι πεφυκὸς τήνδε τὴν κίνησιν ἐπὶ τῆς ἑαυτοῦ μένον φύσεως καὶ μὴ φθειρόμενον, τοῦτο λέγομεν δυνάμει εἶναι κινητὸν ἐκείνην τὴν κίνησιν, οἷον τὸν ἄνθρωπον βαδιστικόν, οὐ τὰ στοιχεῖα, ἐρωτητέον αὐτὸν πρῶτον μέν, πῶς εἶπεν Ἀριστοτέλης θερμὸν μὲν ἐντελεχείᾳ, ψυχρὸν δὲ δυνάμει’’. ἆρα οὐχ ὡς τοῦ δυνάμει ψυχροῦ μεταβάλλειν εἰς τὸ ψυχρὸν πεφυκότος; ἔπειτα, εἰ μηδέποτε αὐτὸς δυνάμει σάρκα τὸν ἄρτον εἶπεν ἢ τὸ σπέρμα δυνάμει ζῷον· καίτοι σπέρμα οὐκ ἐπὶ τῆς ἑαυτοῦ μένον φύσεως ἀνθρωπίζεται. ἀλλὰ κἀνταῦθα ταὐτὸν πέπονθεν οὗτος. ἀγνοῶν γὰρ τὴν διαφορὰν τῆς τελείας δυνάμεως πρός τε τὸ δυνάμει τὸ ἀτελὲς καὶ τὰς μεταξὺ διαθέσεις τὰς τῆς τελείας δυνάμεως τῷ δυνάμει τῷ ἀτελεῖ προσάπτει. τὸ γὰρ ἄνευ μεταβολῆς ἐνεργοῦν κατὰ τὴν τελείαν δύναμιν ἐνεργεῖ τὴν τῆς ἐνεργείας προβλητικήν, τὸ δὲ ἀτελὲς δυνάμει μεταβάλλοντος τοῦ δυναμένου γίνεται ἐνεργείᾳ, γινομένου μὲν τοῦ γενητοῦ, αὐξομένου δὲ τοῦ αὐξητοῦ, ἀλλοιουμένου δὲ τοῦ ἀλλοιωτοῦ. ἔστι δέ τις καὶ μέση διάθεσις, ἐν ᾗ τὸ δυνάμει συντρέχει πὼς τῇ τελείᾳ δυνάμει, ὅπερ ἐν τοῖς κατὰ τόπον κινουμένοις ὁρᾶται, διότι τελειότατα τῶν ἄλλων ἐστὶ τὰ κατὰ τόπον κινούμενα. τὸ γοῦν πῦρ κινητὸν ἐπὶ τὸ ἄνω λέγομεν συνούσης ἀεὶ τῆς τελείας δυνάμεως τῷ ἀτελεῖ δυνάμει καὶ τῇ φύσει πλησιάζοντι, διότι χωρὶς τῆς τοὺ κινουμένου μεταβολῆς ἡ κατὰ τόπον μετάστασις γίνεται· τὸ μέντοι γινόμενον μεταβάλλον αὐτὸ τό τε δυνάμει ἀτελέστερον ἔχει καὶ τὴν δύναμιν αὐτήν, καθ’ ἣν μεταβάλλει, τῆς κατὰ τόπον κινούσης ἀτελεστέραν. τοιούτων οὖν οὐσῶν διαφορῶν ἔν τε τῷ δυνάμει καὶ ἐν τῆ δυνάμει αὐτὸς ἐπὶ τῶν κατὰ τόπον κινουμένων ἀξιοῖ πάντα τὰ δυνάμει ἐπὶ τῆς ἑαυτῶν μένοντα φύσεως καὶ μὴ φθειρόμενα, λέγεσθαι δυνάμει εἶναι κινητά. ἔδει δὲ καὶ τὸ ἐπὶ τῆς γενέσεως δυνάμει θεάσασθαι κατὰ τὴν τῆς οὐσίας μεταβολὴν εἰς τὸ ἐνεργείᾳ μεταβάλλον, ὥσπερ τὸ ἐπὶ τῆς αὐξήσεως κατὰ τὴν τῆς ποσότητος καὶ ἐπὶ τῆς ἀλλοιώσεως κατὰ τὴν τῆς ποιότητος. καὶ κάλλιον ἦν ἐπὶ μὲν τοῦ ξύλου μεταβάλλοντος εἰς πῦρ τὴν κατὰ γένεσιν κίνησιν ἰδεῖν καὶ ὅπως προυπάρχει καὶ φύσει καὶ χρόνῳ τῆς τοιαύτης κινήσεως τὸ δυνάμενον αὐτὴν κινηθῆναι ξύλον, ἐπὶ δὲ τοῦ πυρὸς τὴν κατὰ τόπον καὶ ὅπως καὶ τοῦτο τῇ οὐσίᾳ προυπάρχει τῆς ἀνωφόρου ἐνεργείας· δεῖ γὰρ πῦρ γενόμενον οὕτως ἐπὶ τὸ ἄνω κινηθῆναι, κἄν εὐθὺς ἅμα τῷ γενέσθαι πῦρ κινῆται. εἰ δὲ καὶ τὸ ξύλον τις, ὥσπερ τῆς εἰς πῦρ μεταβολῆς, οὕτω καὶ τῆς ἐπὶ τὸ ἄνω φορᾶς προυπάρχειν λέγοι, οὐκ ἄν διαμαρτάνοι. ὥστε ἐπὶ μὲν τῶν ἄλλων τῶν τριῶν κινήσεων, γενέσεως φημι καὶ ἀλλοιώσεως καὶ αὐξήσεως, καὶ οὗτος ἄν οἶμαι ὁμολογήσειε προυπάρχειν τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι, οἷον τὸ σπέρμα καὶ τὸ ἐπιδιδὸν κατὰ ποσότητα καὶ τὸ μεταβάλλον κατὰ ποιότητα· καὶ ἐπὶ τῆς κατὰ τόπον δὲ μεταβολῆς, ἐφ’ ἧς οὗτος μάλιστα νομίζει τὸν λόγον ἐλέγχειν, εἴπερ ὁμολογεῖ καὶ οὗτος ἐνυπάρχειν τῷ κινουμένω τὸ δυνάμει (προϋπάρχει δὲ πανταχοῦ τὸ δυνάμει τοῦ ἐνεργείᾳ, κἂν ἡ δύναμις τῇ ἐνεργείᾳ συνυπάρχῃ), δῆλον ὅτι καὶ τὸ δυνάμενον προυπάρχει τοῦ κατ’ ἐνέργειαν. καὶ γὰρ καὶ τὸ πῦρ, κἀν εὐθὺς πῦρ γενόμενον ἐπὶ τὸ ἄνω κινῆται, ἀλλ’ ἐν τῇ μεταβάσει τὸ δυνάμει, φέρε εἰπεῖν ἐν τῷ ἀέρι γενέσθαι, προυπάρχον ἔχει τοῦ ἐνεργείᾳ καὶ τὸ δυνάμει ἐν τῷ ὑπεκκαύματι προυπάρχει τοῦ ἐνεργείᾳ. καὶ ἔστι διὰ πάντων ἀνέλεγκτος ὁ Ἀριστοτέλους λόγος ὁ λέγων ἀναγκαῖον εἶναι προυπάρχειν τὰ πράγματα τὰ δυνάμενα κινεῖσθαι καθ’ ἑκάστην κίνησιν. ὥστε μάτην οὗτος ἐπὶ τῷ τέλει τοῦ λόγου μεγαλαυχούμενος· ἱεῖ ψεῦδος, φησί, δέδεικται τὸ προϋπάρχειν τῆς κινήσεως τὰ δυνάμενα κινεῖσθαι, καὶ τὸ ἐκ τούτου ἄρα συγκατασκευαζόμενον, ὡς ὁ Γραμματικὸς ἔφρασε, τὸ ἄναρχον εἶναι τὴν κίνησιν συνελέγχεται.’ δικαιότερον γὰρ οἶμαι λέγειν, ὡς εἰ τοῦτο διὰ πάντων ἀληθὲς ἀποδέδεικται, καὶ τὸ ἐκ τούτου δεικνύμενον ἀληθὲς ἄν εἴη μηδὲν ὑπὸ τοῦ θορύβου τῶν κολοιῶν ταραττόμενον. οὗτος μέντοι τὰς Ἀριστοτέλους ἀρχὰς τῆς ἀποδείξεως περιπτύσας αὐτὸς ἡμῖν οἰκείαν εἰσηγήσασθαι βούλεται μέθοδον “μόνως ἂν οὕτω, λέγων, ἄναρχος εἶναι ἡ κίνησις ἀπεδείκνυτο, εἴπερ ἦν ἀληθὲς τὸ πολυθρύλητον τῶν φυσικῶν, ὡς αὐτοί φασιν, ἀξίωμα τὸ ‘μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι’, ἀλλὰ πᾶν ἐκ προϋπάρχοντος ἔχειν τὴν γένεσιν.’’ καὶ μέμφεται τῷ Ἀριστοτέλει μὴ τοῦτο λαβόντι τὸ ἀξίωμα εἰς τὸ συλλογίσασθαι, ὅτι ἄναρχός ἐστιν ἡ κίνησις, ἀγνοῶν οὗτος ἁνήρ, ὅσον τῆς Ἀριστοτέλους ἀγχινοίας διέστηκεν, ἀγνοῶν δὲ καὶ ὅτι τῆς Ἀριστοτέλους ἐπιστήμης ἴδιόν ἐστι τὸ προσεχεῖς ἀρχὰς ἀεὶ τῶν ἀποδείξεων λαμβάνειν καὶ μὴ κοινάς. ἐν μὲν γὰρ τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως τἀς τῆς γενέσεως ἀρχὰς ζητῶν ἐμνημόνευσεν ἀπορίας τινὸς πειρωμένης ἀναιρεῖν τὴν γένεσιν διὰ τὸ δεῖν πᾶν τὸ γινόμενον ἢ ἐξ ὄντος γενέσθαι ἢ ἐκ μὴ ὄντος· ἑκάτερον δὲ ἀδύνατον εἶναι· “οὔτε γὰρ τὸ ὂν γίνεσθαι εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐδὲν ἂν γενέσθαι ὑποκεῖσθαι γάρ τι δεῖν)’’, καὶ λύει τὴν ἀπορίαν ἐκ μὲν τοῦ ἁπλῶς μὴ ὄντος μηδὲν γίνεσθαι λέγων, ἐκ δὲ τοῦ μὴ ὄντος κατὰ συμβεβηκὸς γίνεσθαι, διότι ἐκ τῆς στερήσεως οὐ καθ’ αὑτήν, ἀλλ’ ἐν τῷ ἐστερημένῳ οὔσης, καὶ κατ’ ἐκεῖνον τὸν λόγον καὶ εἶναι γένεσις καὶ ἀίδια καὶ ἀνέκλειπτα δείκνυται τὰ γινόμενα, εἴπερ παντὸς τοῦ γινομένου προυπάρχει τι ἄλλο καὶ αὐτὸ γενητόν, καὶ μετὰ τὸ φθειρόμενον ὑπολείπεταί τι καὶ αὐτὸ φθαρτόν. ἐνταῦθα μέντοι οὐ τὰ κινούμενα, ἀλλὰ τὴν κίνησιν ἀίδιον δεῖξαι προθέμενος, ἐξ αὐτοῦ τοῦ ὁρισμοῦ τῆς κινήσεως ἐπεχείρησε καὶ τοῦ ὁρισμοῦ αὐτῆς προυπάρχειν ἀεὶ τῆς κινήσεως ἐνδεικνυμένου τὸ κινεῖσθαι δυνάμενον ὡς ἡ οὐσία πανταχοῦ προυπάρχει τῆς ἐνεργείας. ἆρα οὖν ἐθελήσοι τις ἄν νοῦν ἔχων τὴν Ἀριστοτέλους μέθοδον ἀφεὶς ταῖς προπετέσι τούτου φαντασίαις ἀκολουθεῖν; Πλὴν ἐπειδὴ ῥᾳδίως ἀποδεικνύναι νομίζων ψευδῆ τὸν λέγοντα λόγον ‘μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι’ διατείνεται μόνως ἂν οὕτως ἀίδιον εἶναι τὴν κίνησιν, εἰ ἀληθὲς ἀποδειχθείη τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι, φέρε καὶ ταύτας αὐτοῦ τὰς ἀδολεσχίας ἐπισκεψώμεθα, ἃς τελέως μὲν ἐν τῷ ἐνάτῳ καὶ ἑνδεκάτῳ τῶν Πρὸς Πρόκλον εἶπεν ἑαυτῷ γεγράφθαι ἀριθμοῖς ἡμᾶς βιβλίων καταπλήττων πρὸς ἄνδρας εὐκλεεῖς ἀντιγεγραμμένων, καὶ νῦν δὲ οὐ δι’ ὀλίγων ἐκτίθεται· “πρῶτον μέν, λέγων, εἰ καὶ ἡ φύσις ἐξ ὄντων ποιεῖ τὰ ὑπ’ αὐτῆς δημιουγρούμενα διὰ τὸ καὶ τὴν οὐσίαν αὐτῆς καὶ τὴν ἐνέργειαν ἐν ὑποκειμένῳ ἔχειν καὶ χωρὶς ἐκείνου μήτε εἶναι μήτε ἐνεργεῖν δύνασθαι, οὐκ ἀνάγκη καὶ τὸν θεὸν τὸν ἐξῃρημένην ἔχοντα τῶν ὄντων ἁπάντων καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν ἐξ ὄντων δημιουργεῖν. οὕτω γὰρ οὐδὲν ἕξει πλέον τῆς φύσεως, καίτοι γε οὐ μόνον τὰ εἴδη τῶν ἀμέσως ὑπ’ αὐτοῦ δημιουργουμένων ποιεῖ ὁ θεός, ἀλλὰ καὶ αὐτὴν τὴν ὕλην παράγειν καὶ δημιουργεῖν πεπίστευται· μόνον γὰρ τὸ πρῶτον ἀγένητόν ἐστι καὶ ἀναίτιον. εἰ οὖν καὶ τὴν ὕλην ὁ θεὸς ὑφίστησιν (οὐ δεῖται δὲ ἡ ὕλη ἑτέρας ὕλης εἰς ὕπαρξιν· αὐτὴ ἐστι τὸ πρῶτον ἁπάντων τῶν φυσικῶν ὑποκείμενον)· οὐκ ἄρα πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεται. εἴτε γὰρ ἀεὶ ὑπὸ θεοῦ γίνεται ἡ ὕλη εἴτε ποτέ, οὐ δεήσεται δήπουθεν ἑτέρας ὕλης, αὐτὴ τὸ πρῶτον οὖσα τῶν σωμάτων ὑποκείμενον· οὐκ ἄρα, εἰ τὰ γινόμενα ὑπὸ φύσεως ἐξ ὄντων γίνεται, ἀνάγκη καὶ τὰ ἀμέσως ὑπὸ θεοῦ γινόμενα ἐξ ὄντων γίνεσθαι, εἴπερ ἡ μὲν φύσις καὶ χρόνου δεῖταί τινος καὶ γενέσεως, ἵνα ἕκαστον δομιουργήσῃ τῶν φυσικῶν, ὁ δὲ θεὸς ἀχρόνως καὶ ἄνευ γενέσεως, τουτέστι διαπλάσεως τῶν κατὰ μέρος καὶ διαμορφώσεως, τὰ ἀμέσως ὑπ’ αὐτοῦ γινόμενα ὑφίστησιν· ἀρκεῖ γὰρ αὐτῷ μόνον τὸ θέλειν εἰς τὴν τῶν πραγμάτων οὐσίωσιν.’’ Εἶτα καὶ ἄλλης ἀποδείξεως ἡμᾶς ὑπομιμνῄσκει ἐν τῷ ἑνδεκάτῳ τῶν πρὸς Πρόκλον ῥηθείσης, δι’ ἧς ἔδειξεν, ὡς οἴεται, ὅτι καὶ τὰ ὑπὸ φύσεως καὶ τὰ ὑπὸ τέχνης γινόμενα ἐκ μὴ ὄντος ὑφίσταται καὶ εἰς τὸ μὴ ὂν φθείρεται. “ συνθέτων γάρ, φησίν, ὄντων τῶν οὕτω γινομένων ἐξ ὕλης καὶ εἴδους, καὶ τῆς μὲν πρώτης ὕλης οὔτε γινομένης ὑπὸ τῆς φύσεως οὔτε φθειρομένης, οὐδὲ μὴν τοῦ ἐξ ὕλης καὶ εἴδους συνθέτου καθ’ ὅλον αὐτό οὕτω γὰρ ἂν καὶ τὴν ὕλην γίνεσθαι συνέβαινε καὶ φθείρεσθαι), λείπεται τοῦ εἴδους μόνου τὴν γένεσιν εἶναι καὶ τὴν φθοράν. εἰ οὖν τά τε χρώματα καὶ τὰ σχήματα καὶ αἱ τῆς ψυχῆς ἄλογοί τε καὶ φυσικαὶ δυνάμεις, καὶ ἁπλῶς εἰπεῖν τὰ ἔνυλα εἴδη ἐν μέρει χρόνου τὴν ὕπαρξιν ἔχει φημὶ δὲ τὰ ἐν ἑκάστῳ φυσικῷ πράγματι ἄτομα εἴδη· τούτων γὰρ ἡ γένεσίς ἐστι καὶ ἡ φθορά), εἰ οὖν ταῦτα ἐν τῇ τῶν σωμάτων φθορᾷ εἰς τὸ μηδαμῶς ὂν μεθίσταται, δῆλον ὅτι καὶ πρότερον οὐδαμῶς ὄντα τὴν ὕπαρξιν ἐκ μὴ ὄντων εἴληφεν.” εἶτα ἐπὶ τούτοις ἐπήγαγε· ‘‘τοῦτο δὲ ἴσως οὐδὲν ἡμῖν πρὸς τὴν προκειμένην συνοίσει ὑπόθεσιν. κἄν γὰρ ἐκ μὴ ὄντων τὰ ἔνυλα εἴδη εἰς τὸ εἶναι παράγηται, ἀλλ’ οὖν οὐδεμία φυσικὴ γένεσις ἄνευ κινήσεως ὑφίσταται. μετὰ κινήσεως γὰρ πάντως ἡ γένεσις, ὥστε ἀεὶ οὕσης γενέσεως ἀεὶ καὶ κίνησις ἦν. ἀλλὰ πόθεν, ὅτι ἀεὶ ἦν γένεσις; ὁ γὰρ λέγων, ὅτι ἀεὶ ἦν γένεσις, οὐδὲν ἕτερόν φησιν ἢ ὅτι ἀεὶ ἦν κίνησις· ὥστε τὸ ἐξ ἀρχῆς αἰτεῖ καὶ τὸ ζητούμενον λαμβάνει ὁμολογούμενον.” εἶτα ἐφεξῆς ἀλλοκότως οἶμαι συνάπτει τούτοις· “οὔτε γὰρ ἐκ προϋποκειμένου τινὸς τὰ ἀμέσως ὑπὸ θεοῦ δημιουργούμενα γίνεται οὔτε διὰ γενέσεως ἢ χρονικῆς παρατάσεως· καὶ τὴν ὕλην γὰρ αὐτὴν καὶ τὸν χρόνον ἅμα τῷ παντὶ συνυπέστησεν ὁ θεός, ὥστε οὐ προυπῆρξε τοῦ κόσμου κίνησις. δῆλον οὖν ἐντεῦθεν ὡς εἰ μή τις δείξειε λόγος τὸν κόσμον ἄναρχον εἶναι καὶ ἀτελεύτητον, ἀδύνατον τὴν κίνησιν ἀίδιον ἀποδεῖξαι. τῶν λόγων οὖν ἁπάντων, ἐξ ὧν ἀίδιον εἶναι τὸν κόσμον κατασκευάζουσιν ἐλεγχομένων, καὶ τὸ ἑπόμενον ἐξ ἀνάγκης συνελέγχεται.’’ ἀλλ’ εἰ τοσαῦτα καὶ τοιαῦτα παραγράφειν αὐταῖς λέξεσιν ἐκαρτέρησα, μή τις τῶν εὐφυεστέρων ἄμουσόν μου σχολὴν καταψηφίσεται· οἶδα γὰρ καὶ αὐτός, ὅτι τοῖς ὁπωσοῦν ἠγμένοις εὐσύνοπτος ἡ τῶν λόγων τούτων ἐστὶν ἀλλοκοτία. ἀλλ ἐπειδὴ τοῖς ἀπαιδεύτοις οὗτος ἀκροαταῖς ἁρμοζόμενος καὶ μακρὰ γράφει, καὶ ὡς ἀποδεδειγμένα συμπεραίνεται τὰ μηδὲ εἰς νόησιν αὐτῷ ἀφιγμένα φιλάνθρωπον οἶμαι καὶ τούτοις ὡς δυνατὸν ὑποδεῖξαι τὴν ἕξιν τοῦ ἀνδρός. καὶ δὴ τούτῳ πρῶτον ἐπιστήσωμεν, ὅθεν οὗτος ὁ μακρὸς ἤρξατο λόγος· ὁ γὰρ εἰπὼν ἐν ἀρχῇ, ὅτι μόνως ἄν οὕτως ἄναρχος εἶναι ἡ κίνησις ἀπεδείκνυτο, εἴπερ ἦν ἀληθὲς τὸ πολυθρύλητον τῶν φυσικῶν, ὡς αὐτοί φασιν, ἀξίωμα τὸ ‘μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι’, καὶ διατεινάμενος, ὅτι τούτου οὕτως ἔχοντος ἀδύνατον μὴ ἀεὶ εἶναι κίνησιν καὶ μετ’ ὀλίγα ἀποκομπάσας, ὅτι τοῦτο μόνον ἤρκει λαβεῖν τῷ Ἀριστοτέλει τὸ ἀξίωμα εἰς τὸ συλλογίσασθαι, ὅτι ἄναρχός ἐστιν ἡ κίνησις, ἄκουσον οἷα τούτων ἐπιλαθόμενος ἐν τοῖς ἑξῆς ὁ σοφὸς οὗτος ἐπήγαγε. δείξας γάρ, ὡς οἴεται, ὅτι ἐκ μὴ ὄντων ἡ γένεσις, ὅπερ αὐτῷ προέκειτο ὡς ἀναιρετικὸν τοῦ ἐξ ὄντων, ᾧ μόνως ἀκολουθεῖν τὸ ἀίδιον εἶναι τὴν κίνησιν ἔλεγεν, ἐπάγει· “τοῦτο δὲ ἴσως οὐδὲν ἡμῖν πρὸς τὴν προκειμένην συνοίσει ὑπόθεσιν” καὶ τὰ ἑξῆς, ἵνα μὴ πάλιν τὴν αὐτὴν ἀνακινῶ κόνιν. εἰ οὖν μηδὲν ἡμῖν συντελεῖ πρὸς τὴν ὑπόθεσιν, βέλτιστε, πῶς ἔλεγες, ὅτι μόνως ἄν οὕτως ἄναρχος ἡ κίνησις ἀπεδείκνυτο, εἴπερ ἦν ἀληθὲς τὸ νῦν μηδὲν λεγόμενον συνοίσειν πρὸς τὴν προκειμένην ὑπόθεσιν; πῶς δὲ “τοῦτο μόνον, ἔλεγες, ἤρκει τῷ Ἀριστοτέλει λαβεῖν τὸ ἀξίωμα’’, ὃ μηδὲν ἐφάνη συνοῖσον. Ἀλλ’ ἴδωμεν, ὅπως τὸ πολυθρύλητον ἀξίωμα τῶν φυσικῶν ἀνατρέπει δεικνὺς αὐτός, ὅτι ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται τὰ γινόμενα καὶ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν φθείρεται. καὶ τούτῳ δὲ πρῶτον ἐπιστήσωμεν εἰ δοκεῖ, εἰ ἐνενόησεν ὅλως ἁνὴρ οὗτος, πῶς εἴρηται τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι τὸ γινόμενον· φαίνεται γὰρ οὕτως ἀκούων ὡς τοῦ αὐτοῦ εἴδους προυπάρχειν ὀφείλοντος, ἵνα ἐξ αὐτοῦ γίνηται τὸ γινόμενον, οἷον τὴν ὕλην ἐξ ὕλης καὶ τὰ ἄτομα εἴδη ἐκ τῶν ὁμοίων. λέγει γοῦν· “εἰ οὖν καὶ τὴν ὕλην ὁ θεὸς ὑφίστησιν, οὐ δεῖται δὲ ἡ | ὕλη ἑτέρας ὕλης εἰς ὕπαρξιν, οὐκ ἄρα πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεται.’’ καὶ περὶ τῶν ἀτόμων δὲ εἰδῶν, ὧν τὴν γένεσιν εἶναι καὶ τὴν φθοράν φησιν. εἰ οὖν ταῦτα πάντα ἐν τῇ τῶν σωμάτων φθορᾷ εἰς τὸ μηδαμῶς ὂν μεθίσταται, δῆλον ὅτι καὶ πρότερον οὐδαμῶς ὄντα τὴν ὕπαρξιν ἐκ μὴ ὄντων εἴληφεν. εἰ γὰρ διὰ τοῦτο ἐκ μὴ ὄντος, ὅτι οὐκ ἦν αὐτὰ πρότερον, δῆλον ὅτι ἐξ ὄντος αὐτὰ ἄν ἦν πρότερον. καὶ οὐδὲ τοῦ Ἀριστοτέλους ἤκουσεν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως τὴν τῶν φυσικῶν ἀπορίαν ἐκτιθεμένου καὶ λέγοντος· “οὔτε γὰρ τὸ ὂν γίνεσθαι εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐδὲν ἄν γενέσθαι ὑποκεῖσθαι γάρ τι δεῖν)’’· οὐ γὰρ ἄν αὐτὸ ἑαυτῷ ὑποκεῖσθαι ἐνόμισεν. ἀλλ’ ἆρα τοῦτο μὲν τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι τὰ γινόμενα ἀγνοεῖ ὅπως λέγεται παρὰ τοῖς φυσικοῖς, τὴν ’δε γένεσιν ἥτις ποτέ ἐστι γινώσκει, ἢ ταύτην ἔτι μᾶλλον ἀγνοῶν φαίνεται; καὶ γὰρ καὶ Ἀριστοτέλης καὶ οἱ ἄλλοι φυσικοὶ γίνεσθαι λέγουσιν οὐ τὸ ἀπ’ αἰτίας ὁπωσοῦν ὑφιστάμενον, ἀλλὰ τὸ ἐν μέρει χρόνου τὴν εἰς τὸ εἷναι πάροδον λαχόν. διόπερ οὐδὲ ἐξ ὄντος ἔλεγον δυνατὸν γενέσθαι τὸ ὄν προϋπάρχειν γὰρ τὸ ὄν) οὔτε ἐκ μὴ ὄντος ὑποκειμένου γὰρ δεῖν τινος), ἅπερ ἄμφω ἐπὶ τῶν ποτὲ γινομένων ἁρμόττει. τὸ γὰρ ἀίδιον καὶ ἀεὶ ὂν πῶς ἄν ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος; ὁ δὲ Ἀριστοτέλης καίτοι αἴτιον τοῦ οὐρανοῦ καὶ τῆς ἀιδίου κινήσεως αὐτοῦ τὸν θεὸν λέγων, ὅμως ἀγένητον αὐτὸν καὶ ἄφθαρτον ἀποδείκνυσιν. καὶ μέντοι τὴν ἀπορίαν λύων τῶν φυσικῶν ἐκ τῆς στερήσεως τῆς ἑαυτοῦ γίνεσθαί φησι τὸ γινόμενον. πῶς δὲ ἄν εἴη τοῦ ἀιδίου στέρησις; καὶ τί λέγω τοὺς ἄλλους, ὅτε καὶ αὐτὸς οὗτος τὴν γένεσιν καὶ τὴν φθορὰν τῶν ἀτόμων εἶναί φησι καὶ ἐν μέρει χρόνου τὴν ὕπαρξιν ἐχόντων; ὁ δὴ ταῦτα λέγων καὶ τὴν ὕλην ἀίδιον οὖσαν γενητήν φησι, καὶ ἐπ’ αὐτῆς πειρᾶται δεικνύναι, ὅτι οὐκ ἐξ ὄντος, ἀλλ’ ἐκ μὴ ὄντος γίνεται τὸ γινόμενον. καὶ οὐ τὴν ὕλην μόνην, ἀλλὰ καὶ τὰ ἄλλα πάντα πλὴν τοῦ πρώτου γενητά φησι, καὶ ἀποφαίνεται σαφῶς, ὅτι μόνον τὸ πρῶτον ἀγένητόν ἐστι καὶ ἀναίτιον. ὅρα οὖν, ὅτι πρότερον τὰ ἄτομα λέγων γενητὰ τὰ ἐν μέρει χρόνου τὴν ὕπαρξιν ἔχοντα ἐν τούτοις γενητὰ λέγει τὰ ἀπ’ αἰτίας, εἴπερ καὶ τὴν ὕλην ἀίδιον λέγων γίνεσθαί φησιν αὐτὴν ἐκ μὴ ὄντος καὶ εἴπερ τὸ πρῶτον μόνον ἀγένητόν καὶ ἀναίτιον φησι, συντάξας τῷ ἀγενήτῳ τὸ ἀναίτιον, καὶ μηδὲ τοὺς ὁμοδόξους εὐλαβηθεὶς γινόμενον καὶ ποιούμενον δηλονότι καὶ τὸ μετὰ τὸ πρῶτόν φησι· τὸ γὰρ γινόμενον καὶ δημιουργούμενον καὶ αὐτός φησιν, ἀλλ’ οὐχὶ τὸ γεννώμενον. καὶ οὐ περὶ ἄλλων καὶ ἄλλων ποιούμενος τὸν λόγον τοὺς εὐρίπους στρέφεται τούτους, ἀλλ’ ἐν τῷ ἑνὶ τῶν λεγομένων εἱρμῷ. ἆρα οὖν ὁποῖόν τινα τοῦτον χρὴ νομίζειν, εἰ μηδὲ γινώσκων, περὶ τίνος ποιεῖται τοὺς λόγους, πρὸς τοὺς κορυφαίους τῶν φιλοσόφων ἀντιλέγειν φιλοτιμεῖται ἀτιμώρητον αὑτῷ νομίζων ἔσεσθαι τὴν γιγαντικὴν ταύτην θρασύτητα; ἀλλ’ ἴδωμεν λοιπόν, ὅπως ἀποδείκνυσιν, ὅτι οὐκ ἐξ ὄντος ἀλλ’ ἐκ μὴ ὄντος γίνεται τὰ γινόμενα, κἀνταῦθα δὲ πάλιν τὴν αὐτοῦ πρὸς αὑτὸν ὅρα διαφωνίαν τῶν λόγων. Ἀρχόμενος μὲν γὰρ τῆς ἀποδείξεως τὴν φύσιν ἐξ ὄντων ποιεῖν τὰ γινόμενα συγχωρεῖ καὶ τὴν αἰτίαν ἐπάγει τὸ καὶ τὴν οὐσίαν αὐτῆς καὶ τὴν ἐνέργειαν ἐν ὑποκειμένῳ ἔχειν, καὶ τὸν θεὸν ταύτῃ διαφέρειν τῆς φύσεως φησι, καθ’ ὅσον αὕτη μὲν ἐξ ὄντων, ὁ δὲ θεὸς ἐκ μὴ ὄντων ποιεῖ τὰ γινόμενα· προελθὼν δὲ ἀποδείξεως ἡμᾶς ἀναμιμνῄσκει, ἐφ’ ᾗ σεμνύνεται, δεικνύσης, ὅτι καὶ ἡ φύσις καὶ ἡ τέχνη ἐκ μὴ ὄντων ποιοῦσιν, ὥσπερ καὶ τὸν θεὸν ἔλεγε ποιεῖν. καίτοι πρότερον ταύτῃ διαφέρειν τῆς φύσεως τὸν θεὸν εἰπὼν τῷ τὴν μὲν ἐξ ὄντων, τὸν δὲ ἐκ μὴ ὄντων ποιεῖν, καὶ δυσχεραίνων ἔλεγεν· “εἰ καὶ ὁ θεὸς ἐξ ὄντων ποιεῖ, οὐδὲν ἕξει πλέον τῆς φύσεως ὁ θέος’’. ἐπειδὴ δὲ τὴν ὕλην ἀίδιον ὁμολογῶν ὑπὸ τοῦ θεοῦ γίνεσθαί φησιν ἐκ μὴ ὄντος καὶ τὰ εἴδη τὰ ἀμέσεως ὑπ’ αὐτοῦ παραγόμενα, δηλονότι καὶ ταῦτα ἀίδια ὄντα, εἴπερ τὰ γινόμενα καὶ φθειρόμενα καὶ ὑπὸ φύσεως καὶ κατ’ αὐτὸν γίνεται, φανερὸν ὅτι τὰ ἀίδιά φησιν ἐκ μὴ ὄντων γίνεσθαι, ἅπερ ἀγένητα παντελῶς ὁ Ἀριστοτέλης ἀποδείκνυσι. καὶ παρὰ θύρας ὑπαντῶν φαίνεται. τοῦ γὰρ Ἀριστοτέλους καὶ γενητὰ λέγοντος τὰ ἐν μέρει χρόνου τὴν ὑπόστασιν ἔχοντα καὶ ταῦτα ἐξ ὄντος τὴν γένεσιν ἴσχειν ἀποδεικνύντος, οὗτος τὰ ἀίδιά φησιν ἐκ μὴ ὄντων γίνεσθαι, ἅπερ Ἀριστοτέλης οὐδὲ γίνεσθαι ἀξιοῖ. ἀλλὰ κατ’ ἄλλον τρόπον ὑπὸ θεοῦ παράγεσθαί φησι· τὰ γὰρ γινόμενα πάντως καὶ φθείρεσθαι νομίζει. κἀν ἀληθὲς οὖν, ὅτι ἐκ μὴ ὄντων ὁ θεὸς τὰ ἀίδια καθ’ ὁντιναδήποτε τρόπον εἰς τὸ εἶναι παράγει, οὐδὲν τοῦτο πρὸς τὸν Ἀριστοτέλους λόγον ἐνίσταται. ὅλως γὰρ εἰ ὁ θεός, ὥς φησιν, ἀχρόνως καὶ ἄνευ γενέσεως τὰ ἀμέσως ὑπ’ αὐτοῦ γινόμενα ὑφίστησι, δῆλον ὅτι οὐκ ἔστι ταῦτα τὰ διὰ γενέσεως τὸ εἶναι λαχόντα. ‘ ἀλλὰ δὴ τὰ χρώματα, φησί, καὶ τὰ σχήματα καὶ ἁπλῶς εἰπεῖν τὰ ἔνυλα καὶ ἄτομα εἴδη, ὧν ἡ γένεσίς ἐστι καὶ ἡ φθορά, εἰς τὸ μηδαμῶς ὂν μεθίσταται· δῆλον οὖν ὅτι καὶ πρότερον οὐδαμῶς ὄντα τὴν ὕπαρξιν ἐκ μὴ ὄντων εἴληφε.’ καίτοι ποῖον χρῶμα ἢ ποῖον σχῆμα φθαρὲν οὐχ οὕτως ἐφθάρη, ὥστε εἰς ἄλλο χρῶμα καὶ σχῆμα μεταβαλεῖν; εἰ γὰρ τὸ σῶμα ὑπομένει ἐν ταῖς μεταβολαῖς, ὡς οὗτος ὁμολογεῖ τοῦτο νομίζων εἶναι τὴν πρώτην ὕλην, πᾶν δὲ σῶμα φυσικὸν μετὰ χρώματός ἐστι, δῆλον ὅτι τὸ λευκὸν σῶμα μεταβαλεῖ χρῶμα ἔχον ἄλλο· καὶ ἐπὶ τοῦ σχήματος ὁ αὐτὸς λόγος· ἀδύνατον γὰρ σῶμα πεπερασμένον μὴ ἔχειν σχῆμα μετὰ τοῦ χρώματος. ἀλλ’ οὗτος ἁνὴρ ὡς καὶ πρότερον εἶπον·, παντελῶς ἀγνοεῖν μοι δοκεῖ, πῶς λέγεται τὸ ἐξ ὄντος γίνεσθαι | τὰ γινόμενα καὶ φθείρεσθαι εἰς ὄν· φαίνεται γὰρ οἰόμενος λέγεσθαι, ὅτι ἐξ ὄντος τοῦ αὐτοῦ τῷ εἴδει καὶ εἰς ὂν τὸ αὐτό. τοιαύτην γὰρ ἔννοιαν ἐμφαίνει λέγων, ὅτι ἡ ὕλη οὐ δεήσεται ἑτέρας ὕλης, καὶ ὅτι οὐδαμῶς ὄντα τὰ εἴδη πρότερον τὴν ὕπαρξιν ἐκ μὴ ὄντων εἴληφε, καίτοι τοῦ Ἀριστοτέλους μυριάκις τὰ αὐτὰ ἀποδείξαντος, ὅτι ἐξ ἐναντίων ἡ γένεσις καὶ ἡ φθορὰ εἰς τὰ ἐναντία. θαυμαστὸν δέ, ὅπως ὁμολογῶν τὰ ἀμέσως ὑπὸ θεοῦ παραγόμενα, οἷον εἶναι καὶ τὸν κόσμον νομίζει, μήτε διὰ γενέσεως μήτε διὰ χρονικῆς παρατάσεως ὑφίστασθαι, τοσούτους δαπανᾷ λόγους καὶ οὕτως ἀσεβῆ σκοπὸν ἐνεστήσατο σπουδάζων δεῖξαι τὰ ἀμέσως ὑπὸ τοῦ πρώτου θεοῦ παραγόμενα ἀρχήν τε ἔχειν χρονικὴν καὶ πέρας. “ἐπειδὴ δέ, φησί,, κίνησις οὐ προυπῆρξε τοῦ κόσμου, ἄν μή τις δείξῃ τὸν κόσμον ἀίδιον, ἀδύνατον τὴν κίνησιν ἀίδιον ἀποδεῖξαι’’. ἐλέγξας οὖν, ὡς οἴεται, τοὺς ἀίδιον εἶναι τὸν κόσμον κόσμονσκευάζοντας λόγους, συνήλεγξε καὶ τὸ ἀίδιον εἶναι τὴν κίνησιν. ἀλλ’ ὅτι μὲν οὔτε τοῖς περὶ τῆς ἀιδιότητος τοῦ κόσμου δεδειγμένοις ὑπὸ τοῦ Ἀριστοτέλους φαίνεται παρακολουθήσας οὗτος οὔτε σαλεύσας τι τῶν ἀποδειχθέντων, ἐν τοῖς εἰς τὸ πρῶτον τῆς Περὶ οὐρανοῦ γεγραμμένοις ὡς οἶμαι μετρίως ὑπέδειξα. καὶ νῦν δέ, ὅτι ἀρχόμενος μὲν τοῦ λόγου μόνως εἶπεν τὴν ἀιδιότητα δείκνυσθαι τῆς κινήσεως, εἴ τις ἀποδείξοι τὰ γινόμενα ἐξ ὄντων γινόμενα, προελθὼν δὲ οὐδὲν τοῦτο συντελεῖν φησι πρὸς τὴν τῆς ἀιδιότητος ἀπόδειξιν· ἐπὶ τέλει δέ· “ἂν μή τις δείξῃ, φησί, τὸν κόσμον ἀίδιον, ἀδύνατον τὴν κίνησιν ἀίδιον ἀποδεῖξαι’’ ἀγνοῶν, ὅτι τῆς μὲν αὐτοῦ παχύτητος ὁ τρόπος ἦν οὗτος τῆς ἀποδείξεως εἰκότως. ἀιδίου γὰρ τοῦ κόσμου δειχθέντος, τίς ἔτι λοιπὸν ἐζήτει νοῦν ἔχων, εἰ ἀίδιος ἡ τοῦ ἀιδίου κόσμου κίνησις; μὴ κινουμένου γὰρ διηνεκῶς τοῦ οὐρανοῦ οὔτ’ ἄν αὐτὸς ἦν ἀεικίνητον ἔχων τὴν φύσιν οὔτ’ ἄν τὰ ὑπὸ σελήνην διέμενε συνεχῶς μεταβάλλοντα. τῆς μέντοι τοῦ Ἀριστοτέλους μεγαλονοίας ἦν καὶ τὸν κόσμον ἀίδιον δεικνύναι καὶ τὴν κίνησιν αὐτὴν ἐφ’ ἑαυτῆς καὶ ἀπὸ τῆς οἰκείας φύσεως τὸ ἀίδιον ἔχουσαν, ὥσπερ καὶ τὸν χρόνον ἐπιδείξει. μηκύνειν δὲ οὗτος τοὺς ἑαυτοῦ λόγους μηχανώμενος, ἵνα τούτῳ τοὺς ἀνοήτους ἐκπλήττῃ, προφανεστέραν ἔτι μᾶλλον τὴν ἑαυτοῦ δυσσυνεσίαν ποιεῖ. Πάλιν γὰρ εἰς τοὐπίσω μεταχωρήσας ἀποδεδεῖχθαί τε αὑτῷ φησί τινα τῶν γενητῶν μὴ χρόνῳ προυπάρχειν τῆς κατὰ φύσιν ἑαυτῶν κινήσεως, ὅπερ ὡς ἐμάθομεν οὐκ ἀπέδειξε, καὶ τὸ αὐτὸ πάλιν ἀποδεικνύναι πειρᾶται καὶ τὸν Ἀριστοτέλους διελέγχειν λόγον τὸν λέγοντα, ὡς ἀνάγκη ἐν τοῖς πρός τι ἢ ἄμφω ἢ θάτερον κινεῖσθαι, ἵνα τὴν πρὸς ἄλληλα δέξηται σχέσιν. “λαβὼν γάρ, ὥς φησιν οὗτος, ὁ Ἀριστοτέλης ὁμολογούμενον, ὅτι δεῖ προυπάρχειν πρότερον τὰ πρός τι, εἶτα τὴν πρὸς ἄλληλα σχέσιν ἀναδέχεσθαι, ὡς οὐκ ἐνδεχόμενον ἅμα τε εἶναί τινα καὶ πρός τι εἶναι, οὕτω συνήγαγε τὸ δεῖν πάντως ἢ ἄμφω κινηθέντα ἢ θάτερον τὴν πρὸς ἄλληλα σχέσιν ἀναδέξασθαι.’’ καὶ πάλιν τήν τε Ἀριστοτέλους ῥῆσιν καὶ τὴν Ἀλεξάνδρου ἐξήγησιν παραθέμενος τὰ αὐτὰ δεικνύειν ἐπιχειρεῖ, ὅτι τὸ πῦρ κάτω γενόμενον καὶ τὸ ὕδωρ ἄνω συστὰν εὐθὺς ἅμα τῷ γενέσθαι τὴν ἑαυτῶν ἔχει κίνησιν, καὶ οὐ προυπάρχει αὐτῆς κατὰ χρόνον ἡ κινητικὴ τοῦ ὑποκειμένου φύσις. “εἰ οὖν κινητικὸν μέν, φησίν, ἡ ἐν αὐτῷ φυσικὴ δύναμις, κινητὸν δὲ τὸ ὑποκείμενον αὐτῇ σῶμα, πρός τι δέ ἐστι τὸ κινητὸν καὶ τὸ κινητικόν, καὶ προυπάρχειν ἀνάγκη ταῦτα κατὰ χρόνον, ὥς φησιν Ἀριστοτέλης, τῆς πρὸς ἄλληλα σχέσεως, οὐκ εὐθὺς τὸ πῦρ ἅμα τῷ πῦρ εἶναι κινήσεται ἐπὶ τὸ ἄνω, εἴπερ κάτω τύχοι γεγονός, ὅπερ παρὰ τὰ ἐναργῆ φαίνεται. καὶ ἐπὶ τῶν μορίων δέ, φησί, τῶν ζῴων ἅμα τε διαμεμόρφωται καὶ τὴν τοῦ δεξιοῦ καὶ ἀριστεροῦ σχέσιν ἀναλαμβάνει, καὶ οὐ πρότερον μόρια γέγονεν, εἶθ’ οὕτως ἀνείληφε τὴν σχέσιν.’’ ἀλλὰ τί μοι τὰς τούτου ληρωδίας ἀναμετρεῖσθαι μηδὲν νοήσαντος, ὡς οἶμαι, τὰ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένα καὶ διὰ τοῦτο παρὰ θύρας πρὸς αὐτὸν ὑπαντήσαντος; ὁ μὲν γὰρ Ἀριστοτέλης εἰπὼν προϋπάρχειν τῆς κινήσεως τὰ πράγματα τὰ δυνάμενα κινεῖσθαι καθ’ ἑκάστην κίνησιν, ἐκ διαιρέσεως λοιπὸν ἐρωτᾷ τὸν λόγον λέγων· ‘οὐκοῦν καὶ ταῦτα ἀναγκαῖον ἢ γενέσθαι ποτὲ οὐκ ὄντα ἢ ἀίδια εἶναι. εἰ μὲν τοίνυν ἐγένετο, ἀναγκαῖον πρότερον τῆς ληφθείσης ἄλλην γενέσθαι μεταβολὴν καὶ κίνησιν. εἰ δὲ ὄντα προὐπῆρχεν ἀεὶ κινήσεως μὴ οὔσης, δῆλον ὡς οὐχ οὕτως εἶχον ὡς ἦν δυνάμενα τὸ μὲν κινεῖσθαι τὸ δὲ κινεῖν, ἀλλὰ μετέβαλλε θάτερον αὐτῶν. ἀνάγκη γὰρ ἐν τοῖς πρός τι τοῦτο συμβαίνειν, οἷον εἰ μὴ ὂν διπλάσιον νῦν διπλάσιον, μεταβάλλειν, εἰ μὴ ἀμφότερα, θάτερον’. ὁρᾷς, ὅτι κατὰ τὴν ἀκολουθίαν τῆς διαιρέσεως τὰ δυνάμενα κινεῖν καὶ κινεῖσθαι ἢ ποτὲ γινόμενα ἢ ἀεὶ ὄντα ὑποθέμενος, εἰπὼν τὸ ἑπόμενον τῷ γίνεσθαι τὰ λοιπὰ πάντα ἐπὶ τῆς ἀεὶ εἶναι λεγούσης ὑποθέσεως τίθησιν. ὥστε καὶ τῶν πρός τι, κἂν προυπάρχῃ κατὰ τὸ ἀληθὲς πανταχοῦ τῆς σχέσεως ἡ οὐσία ἀλλ’ οὐ νῦν τοῦτό φησιν ὁ Ἀριστοτέλης· ἀλλ’ ὅτι ὑποκειμένων μὲν ἀεὶ εἶναι τῶν δυναμένων κινεῖν καὶ κινεῖσθαι, ἠρεμούντων δέ, δῆλον ὡς οὐχ οὕτως εἶχον, ὡς ἦν δυνάμενα τὸ μὲν κινεῖσθαι ἐνεργείᾳ, τὸ δὲ κινεῖν οὐ γὰρ ἂν ἠρέμει), ὠὰ τὸ μὲν ἐκίνει, τὸ δὲ ἐκινεῖτο. εἰ οὖν μέλλει τὸ μὲν κινεῖν, τὸ δὲ κινεῖσθαι, δεῖ μεταβάλλειν ἢ ἄμφω ἢ θάτερον ἢ προσθήκην ἢ ἀφαίρεσιν λαμβάνοντα, ἵνα γένηται τὸ μὲν διπλάσιον τὸ δὲ ἥμισυ, ἢ πλησιάζοντα, εἰ πρότερον διειστήκει. τίς οὖν ἦν χρεία σοι τοσούτους δαπανᾶν λόγους δεικνύντι, ὅτι τὰ πρός τι οὐ προϋπάρχει τῆς σχέσως, καὶ τὸν Ἀριστοτέλη συκοφαντεῖν γράφειν· “οὐκ ἄρα ἐστὶν ἀληθὲς τὸ δεῖν πάντως τὰ πρός τι, εἰ μὴ τῶν ἀεὶ ὄντων εἴη, προυπάρχειν κατὰ χρόνον τῆς αὑτῶν σχέσεως’’, τοῦ τε Ἀριστοτέλους σαφῶς εἰπόντος “εἰ δὲ ὄντα προϋπῆρχεν ἀεὶ κινήσεως μὴ οὔσης’’ καὶ ἐπὶ τούτου τοῦ τμήματος τῆς διαιρέσεως τὴν ἀπὸ τῶν πρός τι μαρτυρίαν προσλαβομένου; ἀλλ’ ἐπειδὴ καὶ νῦν ὡς ἀποδεδειχὼς φρυάττεται, ὅτι οὐκ ἔστιν ἀληθὲς τὸ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένον τὸ προυπάρχειν τῆς κινήσεως τὰ δυνάμενα κινεῖσθαι καὶ πρὸς ταῖς προτέραις ἄλλην ἐπιχείρησιν κομίζειν δοκεῖ, μηδὲ ταύτην ἀνεπίκριτον καταλίπωμεν. “εἰ γάρ ἐστι, φησί, κινητικὸν μὲν ἡ ἐν τῷ πυρὶ φυσικὴ δύναμίς, κινητὸν δὲ τὸ ὑποκείμενον αὐτῇ σῶμα, κἂν ἅμα πῦρ γένηται, τὸ μὲν κινεῖ τὸ δὲ κινεῖται, οὔτε τὸ δυνάμενον κινεῖν καὶ κινεῖσθαι προυπάρχει κατὰ χρόνον τῆς κινήσεως οὔτε τὰ πρός τι τῆς πρὸς ἄλληλα σχέσεως, εἴπερ πρός τι τὸ κινοῦν ἐστι καὶ τὸ κινούμενον’’. πρὸς δὴ ταῦτα εἴρηται μὲν καὶ πρότερον, ὡς εἰ τὸ μὲν κινούμενον οὐσία ἐστίν, ἡ δὲ κίνησις ἐνέργεια, καὶ προυπάρχει πανταχοῦ κατὰ χρόνον ἡ οὐσία τῆς γενητῆς καὶ φθαρτῆς ἐνεργείας, δῆλον ὅτι καλῶς εἶπεν ὁ Ἀριστοτέλης. γεγονέτω γὰρ πῦρ κάτω καὶ κινείσθω ἐπὶ τὸ ἄνω· εἰ μὲν γὰρ μὴ ἀπέλαβε κάτω τὸ τοῦ πυρὸς εἶδος, οὐδ’ ἄν τὸ ἄνω κινεῖσθαι εἶχεν. εἰ δὲ πῦρ ὂν μὴ εὐθύς ἐστιν ἢ ἐν τῷ μέσῳ ἢ ἐν τῷ ἄνω τόπῳ, δῆλον ὅτι προυπάρχει ἡ οὐσία τοῦ πυρὸς κατὰ χρόνον τῆς κατὰ τόπον κινήσεως καὶ τῆς ἀεὶ γενησομένης κινήσεως, κἂν ὡς συνεχῆ διέλῃς αὐτὴν ἐπ’ ἄπειρον, προυπάρχει κατὰ χρόνον ἀεὶ τὸ δυνάμενον κινεῖσθαι τῆς κινήσεως συνδιαιρουμένου δηλονότι καὶ τοῦ χρόνου· ὥστε κἂν κινοῦν ἅμα καὶ κινούμενον ᾖ τὸ φυσικὸν σῶμα, προυπάρχει ἡ τοῦ κινοῦντος καὶ κινουμένου οὐσία τῆς ἐνεργείας αὐτοῦ. ἀλλὰ τοῦτο μὲν καὶ ἤδη εἴρηται· γινωσκέτω δὲ καὶ τοῦτο ὁ τὰ τοιάδε ἀντιλέγων, ὅτι ἡ ἐν τῷ κινουμένῳ ἐνυπάρχουσα φυσικὴ δύναμις οὐ κατὰ τὸ κινεῖν κυρίως θεωρεῖται, ἀλλὰ κατὰ τὸ κινεῖσθαι, εἴπερ δυνάμει ἐστὶ καὶ ἀτελής. καὶ οὕτω λέγεται ἀρχὴ κινήσεως ἐν ᾧ ἐστιν, ὡς κατὰ τὸ κινεῖσθαι ἀρχὴ οὖσα. τὸ γὰρ κυρίως κινοῦν τέλειον τέ ἐστι καὶ ἐξῃρημένον εἶναι βούλεται τοῦ κινουμένου ὡς τοῦ δυνάμει τὸ ἐνεργείᾳ. διὸ καὶ προυπάρχειν ἀνάγκη τοῦ κινουμένου τὸ κινοῦν, εἴπερ τὸ κινοῦν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἄγει τὸ κινούμενον. καὶ οὐκ ἐμαυτοῦ ταῦτα λέγω, ἀλλ’ ὁ Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῆς Φυσικῆς οὐ τὴν ἐν τῷ γινομένῳ ἀνθρώπῳ φύσιν ποιεῖν τὸν ἄνθρωπόν φησι κυρίως· ἐκείνη γὰρ γίνεται μᾶλλον ἢ ποιεῖ, ἀλλ’ ὅτι “ὁ ἐντελεχείᾳ ἄνθρωπος ποιεῖ ἐκ τοῦ δυνάμει ὄντος ἀνθρώπου ἄνθρωπον.” καὶ ἐν τούτῳ δὲ τῷ βιβλίῳ ἐρεῖ σαφῶς περὶ τῶν φυσικῶν σωμάτων, ὅτι “οὐδὲν τούτων κινεῖ ἑαυτό, ἀλλὰ κινήσεως ἀρχὴν ἔχει, οὐ τοῦ κινεῖν οὐδὲ τοῦ ποιεῖν, ἀλλὰ τοῦ πάσχειν.’’ οὕτω δὲ καὶ ἐπὶ τῶν κατὰ τόπον κινουμένων ζητήσας τι τὸ κυρίως κινοῦν οὐ τὴν ἐν τῷ κινουμένῳ φύσιν ᾐτιάσατο, διότι κινουμένη μᾶλλόν ἐστιν αὕτη ἢ κινοῦσα, ἀλλὰ τὸ τοῦ εἴδους ἐκείνου ποιητικόν· τὸ γὰρ ποιοῦν πῦρ τοῦτο τῆς ἐπὶ τὸ ἄνω κινήσεως αἴτιον ποιητικὸν εἶπεν. ὥστε καὶ κατὰ τούτους οἶμαι τοὺς λόγους ἡ ἀπὸ τῆς φύσεως καὶ τοῦ ὑποκειμένου σώματος ἔνστασις ὑπὸ τούτου προβληθεῖσα οὐδὲν τὸν Ἀριστοτέλους λόγον ὀχλήσει λέγοντα, ὅτι πάντα μὲν τὰ δυνάμενα κινεῖν καὶ κινεῖσθαι προυπάρχει τῷ χρόνῳ τῆς κινήσεως. καὶ γὰρ ἐπὶ μὲν γενέσεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως προυπάρχει σαφῶς τὸ ποιοῦν καὶ τὸ γινόμενον, οἷον τὸ σπέρμα καὶ τὸ καταμήνιον καὶ οἱ λίθοι καὶ τὰ ξύλα τῆς τοῦ ἀνθρώπου καὶ τοῦ οἴκου γενέσεως καὶ ὁ ἄρτος καὶ ἡ σὰρξ τῆς αὐξήσεως καὶ τὸ σῶμα καὶ ὁ ἥλιος τῆς μελάνσεως. δέδεικται δὲ οἶμαι καὶ ἐπὶ τῆς κατὰ τόπον μεταβολῆς τοῦτο οὕτως ἔχον. ἐπὶ δὲ τῶν πρός τι ὅτι μάτην ἐνέστη πρὸς τὸν Ἀριστοτέλην ὡς ἐπὶ πάντων τῶν πρός τι λέγοντα προϋ πάρχειν τὰ πρός τι τῆς σχέσεως, καὶ ὅτι τὸ κινοῦν καὶ κινούμενον καὶ † τὰ οὕτω πρός τι, δέδεικται. Καὶ τὰ ἀπὸ τῶν μορίων οὖν τῶν ζῴων ἀπορηθέντα μάτην ἠπόρηται. κἂν γὰρ συνυπάρχῃ ἐπ’ αὐτῶν ἡ σχέσις, οὐδὲν ὁ Ἀριστοτέλους λόγος ἐμπεπόδισται· αὐτὸς γὰρ τῶν ἐνεργητικῶν σχέσεων προυπάρχειν τὰς οὐσιώδεις ὑπάρξεις φήσειεν ἄν. ἐπὶ τέλει δὲ ἔνστασιν ἑαυτῷ προβαλόμενος, ὡς εἰ καὶ μὴ πάντως ἐπὶ τῶν πρός τι προυπάρχει τὰ πράγματα τῆς σχέσεως, ἀλλ’ οὖν διὰ κινήσεως εἰς τὸ εἶναι παρῆλθε κινηθέντος γὰρ τοῦ σπέρματος τὰ μόρια γέγονε, καὶ ἄλου τινὸς πάλιν προκινηθέντος τὸ σπέρμα· ὁμοίως καὶ ἐπὶ πυρὸς καὶ τῶν ἄλλων, ὥστε οὐκ ἔστι λαβεῖν πρώτην κίνησιν), οὕτω δ’ οὖν ἐνστὰς πάλιν λύει λέγων ὅτι ‘καὶ εἰ ἡ φύσις ἐξ ὄντων δημιουργεῖ, οὐκ ἤδη καὶ τὸν θεὸν ἀνάγκη. εἰ γὰρ μὴ ἀεὶ ἦν ὁ κόσμος, δῆλον ὡς ἐκ μὴ ὄντων αὐτὸν ἐδημιούργησεν ὁ θεός, καὶ ὅτι εἰ ὁμοίως τῇ φύσει ποιεῖ, οὐδὲν διοίσει τῆς φύσεως. καὶ ὅτι καὶ τὴν ὕλην τῶν σωμάτων ἐκ μὴ ὄντων παρήγαγεν · οὐ γὰρ δὴ ἐξ ὑποκειμένου . καὶ εἴρηται μὲν ταῦτα καὶ πρότερον παρ’ αὐτοῦ καὶ διὰ πλείστων, καὶ διαλέλυται, ὡς οἶμαι, καὶ νῦν δὲ διὰ τοὺς ἄλλοτε ἄλλοις χωρίοις ἐντυγχάνοντας ἀνάγκη τι συντόμως εἰπεῖν. καὶ ὅτι μὲν περὶ κινήσεως ζητούντων ἡμῶν, εἴτε ἀίδιος εἴτε μή, τὸ λέγειν ἱεῖ γὰρ μὴ ἀεὶ ἦν ὁ κόσμος, δῆλον ὡς ἐκ μὴ ὄντων αὐτὸν ὁ θεὸς εδημιούργησε᾿ τῶν λίαν οἶμαι ἀνοήτων ἐστίν· ὅτι δὲ τὰ ἀμέσως ὑπὸ τοῦ θεοῦ παραγόμενα ἀίδια πάντως ὄντα οὐδὲ γίνεσθαί φησιν Ἀριστοτέλης γίνεσθαι γὰρ ἐκεῖνα μόνα τὰ ἐν μέρει χρόνου, ὅσα φθορὰ διαδέχεται). κἄν τὴν ὕλην οὖν παρήγαγεν ὁ θεός, οὐκ ἐξ ὑποκειμένου ἀλλὰ ἀίδιον αὐτὴν | παρήγαγεν, ὥσπερ καὶ τὸ εἶδος τὸ κοινόν. εἰ οὖν ἐν τῇ φυσικῇ γενέσει ἀεί τι ὕστερον ἐκ προτέρου γίνεται τοῦτο γὰρ οὗτος ὁμολογεῖ), ἀνάγκη ἐπ’ ἄπειρον προιέναι ἄλλο πρὸ ἄλλου τιθέντα. εἰ γὰρ ὑποθώμεθά τι πρῶτον, ὃ ὑπὸ θεοῦ ἀμέσως ἐγένετο καὶ οὐχ ὑπὸ φύσεως, πρῶτον μὲν ἀίδιον ἀνάγκη εἶναι ἐκεῖνο καὶ οὐ γινόμενον. ἔπειτα πῶς ἄν ὁμοφοὲς εἴη τὸ ὑπὸ θεοῦ ἀμέσως γινόμενον ἐκ φύσεως γινομένοις, τάχα δὲ καὶ χεῖρον, εἴπερ ἐξ ὑποκειμένου ἐκείνου ἡ φύσις τὸ ἑαυτῆς ἀποτέλεσμα ποιεῖ. “ ὥσπερ δέ, φησίν, ἥδε τυχὸν ἡ ὕλη ἐκ προυποκειμένου πυρὸς ἐγένετο πῦρ κἀκεῖνο ἐξ ἄλλου, ἐνδέχεται δὲ στῆναί ποτε ἀνιόντων εἴς τι πῦρ, ὃ μὴ ἐξ ἄλλου πυρὸς ἐξαφθείσης αὐτοῦ τῆς ὕλης γέγονεν, ἀλλ’ ἢ ἐκ παρατρίψεως ἢ ἐξ ἄλλης τινὸς αἰτίας, οὐ μὴν ἐκ πυρός, οὕτω δὴ καὶ ἐπὶ τῆς τῶν πραγμάτων ἐξ ἀλλήλων γενέσεως οὐκ ἔστιν ἀδύνατόν, φησί, τὸ παραπλήσιον ὁρᾶν γινόμενον. νῦν μὲν οὖν, φησίν, ἅτε δὴ ὑπὸ φύσεως αὐτῶν γινομένων ἄλλο ἐξ ἄλλου τὴν γένεσιν ἴσχει, ἀρχὴν δὲ ὅμως ἔχειν αὐτὰ τῆς ὑπάρξεως ἐνδέχεται καὶ εἶναί τι πρῶτον καθ’ ἕκαστον εἶδος, ὃ μὴ ἐξ ἄλλου προϋπάρχοντος ὁμοίου ἢ ἀνομοίου τὴν γένεσιν εἴληφε, καὶ μάλιστα ἐπ’ αὐτῶν τῶν πρώτων στοιχείων, ἀλλὰ τῇ ἐκ θεοῦ πρώτῃ τοῦ κόσμου συστάσει συνυπέστη · τὰ γὰρ ἐκ τῶν στοιχείων, εἰ καὶ τότε πρώτως, ἀλλ’ οὖν ἐξ αὐτῶν δηλονότι καὶ οὕτω γέγονεν. οὐκοῦν, ὅπερ καὶ πρότερον ἐλέγομεν, εἰ μὴ ὁ κόσμος ἄναρχον ἔχων κατὰ χρόνον δεικνύοιοτο τὴν ὑπόστασιν, οὐχ ὅτι ἡ κίνησις ἄναρχός ἐστι δειχθῆναι δύναται. ” ταῦτα μὲν οὖν αὐτοῖς οὗτος τοῖς ῥήμασιν ἔγραψεν. ἴδωμεν δὲ τῶν εἰρημένων ἕκαστον. τὸ γὰρ πρῶτον, ὃ λέγει, πῦρ κἄν μὴ ἐκ πυρὸς ἀλλ’ ἐκ παρατρίψεως ἔσχεν τὴν γένεσιν, ἀνάγκη προυπάρχειν, καὶ ἐκείνου τὸ ἐξ οὗ γέγονεν, οἷον ἀέρα τὸν παρατριβέντα· καὶ πάλιν καὶ τοῦ πρώτου πυρὸς ἐξ ὄντος ἡ γένεσις· ὥστε εἰ τὸ ὅμοιόν τις καὶ ἐπὶ τῶν ἄλλων φυλάξειεν, ἀνάγκη π·άντως καὶ τοῦ πρώτου λεγομένου γίνεσθαι προυπάρχειν τι τὸ ἐξ οὗ γέγονε. τὸ δὲ λέγειν, ὅτι νῦν μὲν ὑπὸ τῆς φύσεως γινόμενα τὰ στοιχεῖα ἐξ ἀλλήλων γίνεται, ἐν ἀρχῇ δὲ ὑπὸ τοῦ θεοῦ ἐγένετο, θαυμαστῶς ἀταλαιπώρου ψυχῆς ἐστι πρὸς τὴν τῆς ἀληθείας ζήτησιν. πόθεν γὰρ ἄλλοθεν ἔχει τοῦτο τὸ ἐξ ἀλλήλων γίνεσθαι εἰ μὴ ὑπὸ θεοῦ; πῶς δὲ ἄν τις νοῦν ἔχων τοσαύτην περὶ τὸν θεὸν μεταβολὴν ἐννοήσειεν, ὡς πρότερον μὴ ποιοῦντα ἐν ἐλαχίστῳ τινὶ χρόνῳ ποιητὴν στοιχείων μόνων γενέσθαι, καὶ πάλιν παύσασθαι τῆς ποιήσεως τῇ φύσει παραδεδωκότα τήν τε τῶν στοιχείων χείων ἐξ ἀλλήλων γένεσιν καὶ τῶν ἄλλων ἐκ τῶν στοιχείων· δῆλον δὲ ὅτι κατὰ τὴν τοῦ καλοῦ τοῦδε διδασκαλίαν οὐ τοῦ κόσμου οὐδὲ τῶν ἐν αὐτῶ πάντων, ἀλλὰ τῶν στοιχείων μόνων ὁ θεὸς αἴτιος καὶ τούτων φθαρτῶν, εἴπερ εἰς ἄλληλα μεταβάλλουσι. καίτοι, ὅπερ εἶπον, τὰ ἀμέσως ὑπὸ τοῦ θεοῦ γινόμενα, ἅτε ὑπ’ αὐτοῦ μόνου ἀμεταβλήτου ὄντος καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος γινόμενα, ἀίδια καὶ αὐτά ἐστι. διὸ καὶ τὰ οὐράνια προσεχῶς ὑπ’ αὐτοῦ παραχθέντα ἀίδιον ἔσχε καὶ κατ’ ἀριθμὸν τὴν ὑπόστασιν καὶ τῶν ὑπὸ σελήνην αἱ κοινότητες κατ’ εἶδος ἔσχον τὴν ἀιδιότητα, διότι κατ’ αὐτὸ ὑπ’ αὐτοῦ προσεχῶς παρήχθη. τὸ δὲ γινόμενον καὶ φθειρόμενον αὐτοῖς ἀπὸ τῶν ἐν οὐρανῷ ἀιδίων μὲν κινουμένων δὲ αἰτίων προσυφάνθη· καὶ τοῦτό ἐστιν, ὃ πρὸς τοὺς νέους θεοὺς ὁ παρὰ Πλάτωνι δημιουργὸς εἶπεν· “ τὸ δὲ λοιπὸν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφήν τε διδόντες αὐξάνετε καὶ φθῖνον πάλιν δέχεσθε.” ἀλλ’ ὅσα μὲν οὗτος πρὸς τὴν πρώτην τοὐ Ἀριστοτέλους ἐπιχείρησιν περὶ τῆς κατὰ τὴν κίνησιν ἀιδιότητος ἐτόλμησεν ἀντειπεῖν, μετρίας οἶμαι τετύχηκεν ἐπικρίσεως· ἐπὶ δὲ τὸ δεύτερον ἐλθὼν ἐπιχείρημα σαφηνίζειν τε αὐτὸ πειράσομαι, καὶ τότε τὰς πρὸς αὐτὸ ἐνστάσεις ἐκθήσομαι, καὶ πῇ σαθρὸν ἐκεῖναι φθέγγονται παραστήσω. p. 251b10 Πρὸς δὲ τούτοις τὸ πρότερον καὶ ὕστερον ἕως τοῦ τὸν γὰρ χρόνον ἀγένητον εἶναι. Πάνυ ἐναργῆ καὶ ταύτην <τὴν> ἀπόδειξιν κομίζει τοῦ τὴν κίνησιν μήτε γίνεσθαι μήτε φθείρεσθαι, ἄλλα ἀίδιον ὑπάρχειν, ἀπὸ τοῦ χρόνου κατασκευάζων αὐτὴν διὰ συνημμένου τοιούτου· εἰ ἀίδιος ὁ χρόνος, ἀίδιος καὶ ἡ κίνησις· ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα λῆγον. καὶ τὸ μὲν συνημμένον καὶ νῦν δείξει καὶ ὕστερον ἐκ τοῦ τὸν χρόνον κίνησιν εἶναι, ὥς τινες ενομισαν, ἢ ἀριθμὸν ἢ πάθος τι τῆς κινήσεως· ὅτι δὲ ὁ χρόνος ἀίδιος, καὶ ἐκ τῶν γενητὴν τὴν κίνησιν λεγόντων πειρᾶται δεικνύναι μετὰ τοῦ καὶ περιτρέπειν τὸν λόγον. εἰ γὰρ γίνεταί, φησίν, ἡ κίνησις πρότερον μὴ οὖσα καὶ εἰ φθείρεται ὕστερον μηκέτι οὖσα, δῆλον ὅτι καὶ τὸ πρότερόν ἐστι πρὸ τῆς κινήσεως καὶ τὸ ὕστερον μετὰ τὴν κίνησιν· εἰ δὲ τὸ πρότερον καὶ τὸ ὕστερον, ἀνάγκη καὶ χρόνον εἶναι πρὸ τῆς κινήσεως καὶ μετὰ τὴν κίνησιν· τὸ γὰρ πρότερον καὶ τὸ ὕστερον τοῦτο, καθ’ ὃ λέγουσιν πρότερον μὴ οὖσαν κίνησιν ὕστερον γίνεσθαι καὶ πρότερον οὖσαν ὕστερον μὴ εἶναι, τάξιν τῶν τοῦ χρόνου μερῶν δηλοῖ· μέρη γὰρ ταῦτα χρόνου. καὶ εἰς αὐτὰ διαιρεῖται ὁ χρόνος. εἰ δὲ χρόνον ἀνάγκη πρὸ τῆς κινήσεως εἶναι καὶ μετὰ τὴν κίνησιν, ὁ δὲ χρόνος ἡ κίνησίς ἐστιν ἢ | ἀριθμὸς κινήσεως, ὡς δέδεικται, ἀνάγκη καὶ κίνησιν εἶναι πρὸ τῆς κινήσεως καὶ μετὰ τὴν κίνησιν. ὥστε τοῖς λέγουσιν, ὅτι μὴ οὖσα πρότερον κίνησις ὕστερόν ἐστι καὶ οὖσα πρότερον ὕστερον οὐκ ἔσται, ἕπεται τὸ λέγειν ὅτι ἦν ποτε κίνησις, ὅτε οὐκ ἦν κίνησις, καὶ ἔσται ποτὲ κίνησις, ὅτε οὐκ ἔσται κίνησις. ἀλλὰ τοῦτο μὲν αὐτὸς παρῆκεν ἐπαγαγεῖν. λαβὼν δὲ ὅτι ὁ χρόνος ἢ κίνησίς, ἐστιν ἢ ἀριθμὸς κινήσεως. ὡς ἀεὶ χρόνου ὄντος εἶναι κίνησιν, καὶ ὅτι ἀίδιός ἐστιν ὁ χρόνος, ἐπήγαγεν ὅτι ἀνάγκη καὶ κίνησιν ἀίδιον εἶναι. ὅτι δὲ ἀίδιος ὁ χρόνος ᾐνίξατο μὲν διὰ τοῦ προτέρου καὶ ὑστέρου. εἰ γὰρ ὁ μὲν χρόνος τὸ πρότερον καὶ ὕστερόν ἐστι, τὸ δὲ πρότερον καὶ ὕστερον ἀίδιόν ἐστιν εἰ γάρ τι εἴη πρὸ τοῦ προτέρου καὶ αὐτὸ πρότερόν ἐστι, καὶ εἰ μετὰ τὸ ὕστερον, καὶ αὐτὸ ὕστερον), καὶ ὁ χρόνος ἄρα ἀίδιος. καὶ δείκνυσι δὲ πρῶτον μὲν ἐκ τῆς κοινῆς τῶν φυσικῶν περὶ τούτου δόξης. πάντας γὰρ ἀίδιον οἴεσθαι τὸν χρόνον πλὴν τοῦ Πλάτωνος· οὗτος γὰρ ἅμ τῷ κόσμῳ γενέσθαι φησὶν αὐτόν· ὅπως δὲ τοῦτο λέγει Πλάτων’ μετ’ ὀλίγον εἰσόμεθα. ὁ μέντοι Δημόκριτος οὕτως ἀίδιον ἐπέπειστο εἶναι τὸν χρόνον, ὅτι βουλόμενος δεῖξαι μὴ πάντα γενητὰ ὡς ἐναργεῖ τῷ τὸν χρόνον μὴ γεγονέναι προσεχρήσατο. καὶ Ἀναξαγόρας δέ, ὅταν λέγῃ “ ἦν ὁμοῦ πάντα χρήματα”, χρόνον ἐνδείκνυται πρὸ τῆς κοσμοποιοῦ διακρίσεως · καὶ γὰρ τὸ “ἦν” χρονικόν, καὶ ἀδιάκριτα ὄντα τὸν ἄπειρον πρὸ τοῦ χρόνον ὕστερον διακρῖναι καὶ κοσμῆσαι τὸν νοῦν φησι, καὶ Ἐμπεδοκλῆς δὲ ἐξ ἀιδίου λέγων ἀνὰ μέρος τὴν ἐπικράτειαν γίνεσθαι ποτὲ μὲν τῆς Φιλίας ποτὲ δὲ τοῦ Νείκους δῆλός ἐστιν ἀίδιον τὸν χρόνον οἰόμενος· εἰ δὲ ὁ χρόνος ἀίδιος, καὶ ἡ κίνησις. p. 251b17 Πλάτων δὲ γεγονέναι μόνος. ἅμα γὰρ αὐτὸν τῷ οὐρανῷ γεγονέναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησί. Τὰ πολλάκις ἐν ἄλλοις εἰρημένα πρὸς ἐμοῦ καὶ νῦν ἀναγκαῖον εἰπεῖν, ὅτι πολλαχῶς τοῦ γενητοῦ καὶ ἀγενήτου λεγομένων ἄλλως μὲν ὁ Πλάτων ἄλλως δὲ ὁ Ἀριστοτέλης αὐτῷ χρώμενοι δοκοῦσιν ἐναντιοῦσθαι πρὸς ἀλλήλους οὐκ ἐναντιούμενοι. καὶ γὰρ γενητὸν λέγεται τὸ πρότερον μὲν μὴ ὄν, ὕστερον δὲ ὄν, καὶ ἐν μέρει χρόνου τὴν ὑπόστασιν ἔχον, καθ’ ὃ σημαινόμενον Ἀριστοτέλης χρῆται τῷ γενητῷ πρὸς τὸ ἀίδιον ἀντιδιαιρῶν αὐτό. ἄλλο δὲ τοῦ γενητοῦ σημαινόμενον τὸ πρὸς τὸ ὄντως ὂν τὸ αἰώνιον καὶ αὐθυπόστατον ἀντιδιῃρημένον , ὅπερ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον ἀπ’ αἰτίας ἄλλης ὑφίσταται καὶ οὐχ ὑφ’ ἑαυτοῦ. καὶ δι’ ἄμφω ταῦτα διά τε τὴν πρὸς τὸ ὄντως ὂν καὶ ἅμα ὅλον ὂν καὶ τὴν πρὸς τὸ αὐθυπόστατον ἀντίθεσιν γενητὸν λέγεται, κἂν ἀίδιον ᾖ . καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ὁ Πλάτων πᾶσαν τὴν αἰσθητὴν καὶ σωματικὴν σύστασιν γενητὴν καλεῖ· τὸ γὰρ σωματικὸν πᾶν διεσπασμένον οὕτε αὐτὸ ὑφιστάνειν ἑαυτὸ δύναται οἴ ἅμα ὅλον συνῆχθαι οὔτε κατὰ τὴν οὐσίαν οὔτε κατὰ τὸ εἶναι τῆς οὐσίας · καὶ δῆλός ἐστιν εὐθὺς τῷ ὄντι τὸ γενητὸν ἀντιτιθείς, ἐν οἷς φησι· “ τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε.” κατὰ δὴ τοῦτο τὸ γενητὸν καὶ οὐχὶ τὸ ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενον καὶ τὸν κόσμον γενητὸν ὁ Πλάτων’ φησὶ καὶ τὸν χρόνον. ἐρωτήσας γοῦν περὶ τοῦ κόσμου “ πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος” ἀπεκρίνατο· ἀπεκρίνατο· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων, πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δὲ αἰσθητὰ δόξῃ περιληπτὰ μετ’ αἰσθήσεως, γινόμενα καὶ γενητὰ ἐφάνη.” ὁρᾷς, ὅτι τὴν αἰτίαν ἀποδιδοὺς τοῦ γενητὸν εἶναι τὸν κόσμον οὐκ εἶπεν, ὅτι ῾ πρότερον γὰρ μὴ ὂν ὕστερον ἔστιν᾿, ἀλλ᾿ ὅτι “ ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων.” ἀλλὰ καὶ τὸν χρόνον γενητὸν εἶναι βούλεται “ χρόνος δ’ οὖν ᾧτ’ οὐρανοῦ γέγονε” λέγων. καὶ τούτου δὲ αἴτιον οὐ τὸ πρότερον ὄντα τὸν χρόνον ὕστερον μὴ εἶναι· ἀίδιον γὰρ αὐτὸν εἶναι λέγει, εἰ καὶ μὴ οὕτως ὡς τὸν αἰῶνα, ἀλλ’ ὅτι εἰκών ἐστιν αἰῶνος καὶ κατὰ κίνησιν ὑφέστηκε. λέγει γοῦν ὁ παρὰ Πλάτωνι Τίμαιος μετὰ τὴν τοῦ σωματοειδοῦς ψύχωσιν· “ ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνόησεν τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι. καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀίδιον ὂν καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιοῦτον ἀποτελεῖν. ἡ μὲν οὖν ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος. καὶ τοῦτο μὲν δὴ τῷ γενητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν · εἰκὼ δὲ ἐπενόει κινητόν τινα αἰῶνος ποιῆσαι, καὶ διακοσμῶν οὐρανὸν ἅμα ποιεῖ μένοντος αἰῶνος ἐν ἑνὶ κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν·” ἐπίστησον οὖν, ὅτι καὶ τόδε τὸ πᾶν ὡς δυνατὸν ἀίδιον εἶναι βουλόμενος ὁ δημιουργὸς εἰκονικῷ ὄντι τούτῳ εἰκόνα τοῦ αἰῶνος αὐτῷ τὸν χρόνον ἐδωρήσατο, ‘ἵνα ὡς ὁμοιότατος, φησίν, ὁ κόσμος τῷ παραδείγματι κατὰ δύναμιν ᾖ. τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά ἐστιν ὄν, ὁ δὲ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος.’ εἰ οὖν ἐν παντὶ χρόνῳ καὶ γεγονώς ἐστιν ὁ κόσμος καὶ ὢν καὶ ἐσόμενος, δῆλον ὅτι ἀίδιός ἐστι καὶ αὐτός, οὐχ ὡς αἰώνιος δέ. τὸ γὰρ αἰώνιον ἅμα πᾶσαν ἑαυτοῦ καὶ τὴν οὐσίαν ἔχει καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, ὅτι καὶ ὁ αἰὼν τὸ ἀεὶ τῷ ὄντι συνῄρηκεν. ὁ δὲ χρόνος καὶ τὸ ἔγχρονον ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα τὸ ὁλοτελὲς ἐκείνων κατὰ κίνησιν καὶ γένεσιν ἐκμηρύονται. εἰ οὖν καὶ Πλάτων’ διὰ τὸν χρόνον φησὶ τῆς δυνατῆς ἀιδιότητος τὸ πᾶν μετέχειν, | δῆλον ὅτι καὶ κατ’ αὐτὸν ἀίδιός ἐστιν ὁ χρόνος, εἰ καὶ μὴ οὕτως ὡς ὁ αἰών. μηδεὶς οὖν πρὸς τὰ ῥήματα βλέπων ἐναντιοῦσθαι νομιζέτω τοὺς φιλοσόφους. εἰ μὲν γὰρ τὰ αὐτὰ σημαινόμενα τοῦ γενητοῦ καὶ ἀγενήτου λαμβάνοντες ὁ μὲν γενητόν, ὁ δὲ ἀγένητον ἔλεγε τὸν χρόνον καὶ τὸν κόσμον, ἐναντίως ἄν ἔλεγον· νῦν δὲ ταῖς μὲν ἐννοίαις συμφέρονται. εἰ γὰρ ὁ μὲν Ἀριστοτέλης ἀριθμὸν κινήσεως λέγει τὸν χρόνον, ὁ δὲ Πλάτων’ κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα, τί ἄρα ταῦτα ταῖς ἐννοίαις διαφέρετον, ὁπότε καὶ μέχρι τῶν ὀνομάτων συμφέπονται ; καὶ εἰ ὁ μὲν Ἀριστοτέλης ἀίδιον τὸν χρόνον φησίν, ὁ δὲ Πλάτων’ ἀίδιον τὸν κόσμον διὰ τῆς τοῦ χρόνου μεθέξεως γεγονέναι λέγει, καὶ εἰ σαφῶς ὁ Πλάτων τὸν μὲν κόσμον γενητὸν ὡς σωματικόν φησι, τὸν δὲ χρόνον ὡς ἐν κινήσει καὶ τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, ἅπερ καὶ Ἀριστοτέλης ἐπ’ ἀμφοῖν ὁμολογεῖ, πῶς ἔτι τὸ γενητὸν τοῦ Πλάτωνος πρὸς τὸ ἀγένητον τοῦ Ἀριστοτέλους ταῖς ἐννοίαις καὶ οὐχὶ τοῖς ὀνόμασι μόνοις ἀντιφάσκειν νομίζομεν ; διὰ τί οὖν, φαίη τις ἄν, ὁ Ἀριστοτέλης ἔξω ἑνὸς πάντας φησὶ τὸν χρόνον ἀγένητον λέγειν τὴν μὲν ἀρχὴν αἰνιξάμενος, ὕστερον δὲ καὶ ὀνομαστὶ προσθείς, ὅτι Πλάτων’ μόνος γεγονέναι φησὶ καὶ τὴν αἰτίαν τοῦ γεγονέναι προσθείς· ἅμα γὰρ αὐτὸν τῷ οὐρανῷ γεγονέναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησίν; ἢ ὅτι παλαιὸν ἔθος ἦν καὶ πρὸς τὸ φαινόμενον ἀντιλέγειν φειδοῖ τῶν ἐπιπολαιοτέρων τὰς γνώμας. ἐπειδὴ οὗν τὸ γενητὸν συνηθέστερον ἐπὶ τῶν πρότερον μὴ ὄντων ὕστερον δὲ ὄντων ἐλέγετο, διὰ τοῦτο πρὸς ταύτην τὴν σημασίαν τοῦ ὀνόματος ἀντιλέγων ὁ Ἀριστοτέλης δοκεῖ μὲν εὐθύνειν τὸν Πλάτωνα ὡς γενητὸν εἰπόντα, εὐθύνει δὲ κατὰ τὸ ἀληθὲς οὐ τὸν Πλάτωνα, ἀλλὰ τοὺς ἐπὶ τούτου τοῦ σημαινομένου τὸ γενητὸν τῷ χρόνῳ καὶ τῷ κόσμῳ προσάψαντας. p. 251b19 Εἰ οὖν ἀδύνατον εἶναι καὶ νοῆσαι χρόνον ἄνευ τοῦ νῦν ἕως τοῦ εἴπερ ὁ χρόνος πάθος τι κινήσεως. Ἐπειδὴ ὁ χρόνος ἢ κίνησίς ἐστιν ἢ ἀριθμὸς ἢ πάθος τι τῆς κινήσεως ἢ ἁπλῶς τῇ κινήσει τι πάντως συνυπάρχον, εἰ ἀίδιος ὁ χρόνος, ἀίδιος πάντως ἐστὶν καὶ ἡ κίνησις. δείξας οὖν πρότερον, ὅτι ἀίδιος ὁ χρόνος ἔκ τε τοῦ προτέρου καὶ ὑστέρου καὶ ἐκ τῆς πάντων τῶν φυσικῶν πλὴν ἑνός, ὥς φησιν, περὶ τούτου δόξης, τὸ αὐτὸ καὶ δι’ ἄλλης ἐπιχειρήσεως ἔτι μᾶλλον τῷ χρόνῳ προσηκόυσης ἀποδείκνυσιν. ἡ δὲ ἀπόδειξις δοκεῖ μοι τοιαύτη· ὁ χρόνος κατὰ τὸ νῦν ἔστι τε καὶ νοεῖται· τοῦ γὰρ χρόνου τὸ νῦν μόνον ἐν ὑποστάσει ἐστί, διότι τὸ μὲν παρεληλυθὸς οὐκέτι ἐστί, τὸ δὲ μέλλον οὔπω · τὸ κατὰ τὸ νῦν ὑφεστὸς κατὰ μεσότητα ὑφέστηκεν, ἥτις ἀρχὴ μέν ἐστι τοῦ ἐσομένου χρόνου, τελευτὴ δὲ τοὐ παρελθόντος. τὸ κατὰ μεσότητα τοιαύτην ὑφεστός, ὡς καὶ πρὸ τοῦ ληφθέντος ἀεὶ καὶ μετὰ τὸ ληφθὲν εἶναί τι, τοιοῦτον· πᾶν γὰρ τὸ ἐν ὑποστάσει νῦν μέσον ἐστὶ χρόνων καὶ τῶν ἐν αὐτοῖς νῦν· τὸ οὖν τοιοῦτον ἀίδιόν ἐστιν· ὃ γὰρ ἄν ὑποθῆταί τις ὡς ἔσχατον νῦν, καὶ αὐτὸ μέσον ἐστὶ καὶ ἔχει μεθ’ ἑαυτὸ χρόνον, ὥστε μὴ εἶναι ἔσχατον νῦν μηδὲ χρόνον· εἰ γὰρ χρόνον, καὶ νῦν, εἰ τὸ πέρας τοῦ χρόνου νῦν ὥσπερ τῆς γραμμῆς στιγμή. ὁμοίως δὲ οὐδὲ ἀρχὴν ἕξει· καὶ γὰρ τὸ ἐν ἀρχῇ δοκοῦν νῦν μέσον καὶ αὐτό ἐστιν, ὥσπερ ἀρχὴ τοῦ μέλλοντος, οὕτω πέρας ὂν τοῦ παρεληλυθότος. ὁ χρόνος ἄρα ἀίδιός ἐστιν οὔτε ἀρχὴν ἔχων οὔτε τέλος. εἰ δὲ ὁ χρόνος ἀεί ἐστι, δῆλον ὅτι καὶ ἡ κίνησις ἀεὶ ἔσται, εἴπερ ὁ χρόνος ἀριθμὸς ἢ πάθος ἐστὶ τῆς κινήσεως. καὶ ὥσπερ οὐδὲ κίνησιν ἄνευ χρόνου λαβεῖν δυνατόν, οὐδὲ χρόνον ἄνευ κινήσεως. Τὰ μὲν οὖν ὑπὸ τοῦ Ἀριστοτέλους κἀνταῦθα νοερῶς καὶ θείως εἰρημένα πρὸς ἀπόδειξιν τοῦ ἀίδιον εἶναι τὴν κίνησιν τῆς δυνατῆς ὑπὸ τῶν ἐξηγητῶν σαφηνείας τετύχηκεν. ὁ δὲ Γραμματικὸς πάλιν καὶ τούτοις ἀντιλέγειν πειραθεὶς ἴδωμεν, ὁποῖος ἄρα φανεῖται βασανιζόμενος. συγχωρήσας δὴ οὗτος ὁμοίως ἔχειν τῷ χρόνῳ τὴν κίνησιν ἀιδιότητός τε πέρι καὶ γενέσεως καὶ φθορᾶς πρὸς τὴν ἀιδιότητα μάχεται τοῦ χρόνου καὶ τοὺς κατασκευάζοντας αὐτὴν λόγους ἀνατρέπειν φιλονεικεῖ τριχῇ διῃρημένους, ὧν ὁ πρῶτος εὐθὺς ἀπὸ τοῦ προτέρου καὶ ὑστέρου τὴν ἐπιχείρησιν ἐποιήσατο. ὁ γὰρ λέγων τὴν κίνησιν γενητὴν εἶναι οὐδὲν ἄλλο λέγει ἢ ὅτι πρότερον μὴ οὖσα ὕστερον ἔστι, καὶ ὁ λέγων φθαρτὴν οὐδὲν ἄλλο λέγει ἢ ὅτι πρότερον οὖσα ὕστερον οὐκ ἔστιν. εἰ οὖν τὸ πρότερον καὶ τὸ ὕστερον χρόνου μέρη ἐστίν, καὶ πρὸ κινήσεως ἔσται χρόνος καὶ μετὰ τὴν κίνησιν· ὅπου δὲ χρόνος, πάντως καὶ κίνησις. ὥστε καὶ πρὸ τῆς πρώτης δοκούσης κινήσεως ἔσται κίνησις ἀεί, καὶ μετὰ τὴν ἐσχάτην δοκοῦσαν πάλιν ἔσται κίνησις· ἀίδιος ἄρα ἡ κίνησις. πρὸς δὴ τοῦτον τὸν λόγον ἀπαντῶν οὗτος τρία τινὰ προείληφεν οἷον ἀξιώματα πρὸς τὴν θαυμαστὴν αὑτοῦ κατασκευήν, πρῶτον ὅτι ὁ χρόνος τρίτην ἀπὸ σωμάτων ἔχει τὴν ὕπαρξιν ἢ τετάρτην, ὡς ὕστερον ἐπιδιορθούμενος λέγει. εἶναι γὰρ πρῶτον τὸ σῶμα καὶ δευτέραν τὴν κινητικὴν αὐτοῦ δύναμιν καὶ τρίτην τὴν κίνησιν, καὶ οὕτως ἐπὶ τῇ ἐνεργητικῇ κινήσει τὸν χρόνον ἀριθμὸν ὄντα κινήσεως. δεύτερον δὲ τὰς νοερὰς οὐσίας παντὸς ἐξῃρῆσθαί φησι σώματος καὶ τῇ οὐσίᾳ | καὶ τῇ ἐνεργείᾳ καὶ ἐπαινεῖ καὶ τὸν Πλάτωνα καὶ τὸν Ἀριστοτέλην καὶ τοὺς ἄλλους φιλοσόφους τοὺς τοῦτο ἀποδείξαντας. καὶ τρίτον “ συνωμολόγηται, φησί, περὶ τοῦ νῦν, ὡς εἰ ἀμερὴς αὐτοῦ καὶ ἀδιάστατος ἡ πρὸς τὰ νοητὰ τυγχάνει ἐπιβολὴ καὶ μὴ δεομένη συλλογισμῶν εἰς τὴν τοῦ νοητοῦ κατάληψιν ὡς διανοίᾳ μεταβαίνουσα ἐπὶ προτάσεις ἀπὸ προτάσεων, ἀλλ’ ἢ ἅπτεται ἢ οὐχ ἅπτεται. ἀλλ’ οὖν γε πάλιν καὶ τοῦτο περὶ τῆς τοῦ νοῦ ἐνεργείας προσωμολόγηται , ὡς οὐκ ἀθρόαν ἅμα πάντων τῶν ὄντων ἴσχει τὴν νόησιν· οὐδὲ γὰρ καὶ θεὸν ἅμα καὶ ἄγγελον καὶ τὰς τῶν ψυχῶν διαφοράς τε καὶ κοινωνίας καὶ σώματα καὶ χρόνον καὶ αἰῶνα καὶ τὰ λοιπὰ τῶν ὄντων νοεῖν δύναται· τοῦτο γὰρ τῆς θείας μόνης, ἵνα οὕτως εἴπω, νοήσεως ἐστιν ἴδιον, ἡ ἀμερὴς ἀπάντων τῶν ὄντων καὶ τῶν παρωχηκότων ἅμα καὶ τῶν μελλόντων γνῶσις. οὐ περὶ τοὐ θείου δέ, φησί, νοῦ τὸν λόγον νῦν ποιούμεθα, ἀλλὰ περὶ τοῦ μετ’ ἐκεῖνον, εἴτε ἀγγελικὸς εἴη εἴτε ψυχικὸς εἴτε ὁποιοσοῦν ἄλλος. ὁ τοίνυν νοῦς, φησί, μεταβατικῶς ἀπὸ νοήματος εἰς νόημα προιὼν δύο ἅμα νοήματα κατὰ ταὐτὸν οὐκ ἐπιδέχεται, ἀλλὰ τὸ μέν τι πρῶτον ἐνόησε, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον.” ταῦτα ὥσπερ ἀξιώματα προλαβών ἐπήγαγεν αὐτοῖς· ” εἰ ὁ νοῦς τῆς πρὸς τὰ σώματα σχέσεως καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ κεχώρισται, δῆλον ὅτι καὶ τῆς τῶν σωμάτων κινήσεως πολλῷ μᾶλλον ἐστέρηται καὶ τοῦ χρόνου. εἰ οὖν ἄσχετος μὲν ὁ νοῦς καθὸ νοῦς ἐστι πρὸς τὸν χρόνον, οὐχ ἅμα δὲ πάντων τῶν νοητῶν ἴσχει τὴν νόησιν, ἀλλὰ τόδε τυχὸν πρότερον νοήσας ἐφεξῆς εἰς ἕτερον μετέρχεται νόημα κἀξ ἐκείνου πάλιν εἰς ἄλλο, ἔστιν ἄρα ἐν ταῖς νοήσεσι τοῦ νοῦ τὸ πρότερον νόημα καὶ τὸ ὕστερον, καίτοι χρονικῆς ἀπάσης ἠλλοτριωμένου σχέσεως. οὐκ ἄρα τὸ ὁπωσοῦν νοούμενον ἢ λεγόμενον πρότερόν τε καὶ ὕστερον εὐθὺς καὶ χρόνου δηλωτικόν ἐστιν. εἰ δὲ καὶ χρόνος, φησί, μετ’ οὐρανοῦ γέγονε κατὰ τὸν Πλάτωνα, εἴ τις ἀνέλοι τὰ σώματα, ἀναιρεῖ καὶ τὸν χρόνον, οὐ μέντοι τὸν νοῦν ἀναιρεῖ. εἰ οὖν μεταβατική ἐστιν ἡ τοῦ νοῦ ἐνέργεια καὶ χρόνου μὴ ὄντος, ἀνάγκη τὸ μὲν πρῶτον νοεῖν τὸ δὲ δεύτερον· τοῦτο γὰρ αὐτῷ, φησί, κατ’ οὐσίαν ὑπάρχει. οὐκ ἄρα τὸ ὁπωσοῦν πρότερον εἶναι καὶ ὕστερον λεγόμενον εὐθὺς καὶ χρόνου δηλωτικόν ἐστιν. ἀλλὰ γὰρ εἴ τις, φησί, μηδὲ τὰς νοερὰς οὐσίας ἐλευθέρας εἶναι τῆς πρὸς τὸν χρόνον σχέσεως συγχωρήσειε, πάντως γοῦν τὸν τοῦ χρόνου δημιουργὸν παντὸς ὑπέρτερον εἶναι καὶ ἐπέκεινα χρόνου τις ἀξιώσειεν. εἰ οὖν ἀμέσως δημιουργεῖ τὸν οὐρανὸν ὁ θεός, καὶ τὸ τοιώσδε κινεῖσθαι αὐτῷ δέδωκεν· ἀνισοταχὴς δὲ τῶν οὐρανίων ἐστὶν ἡ κίνησις. εἴ τις οὖν ὑπὸ τὴν αὐτὴν τοῦ ζῳδιακοῦ μοῖραν τοὺς πλανωμένους τῶν ἀστέρων συνεληλυθότας ἐπινοήσειε, δῆλον ὅτι οὐκ ἐν τῷ αὐτῷ χρόνῳ εἰς τὸ αὐτὸ σημεῖον ἕκαστος αὐτῶν ἐπαναστρέψει. οὐκοῦν ὅτε εἰς τὸ αὐτὸ σημεῖον ἡ σελήνη τὸν ἑαυτῆς ἀνύσασα κύκλον πάλιν κατήντησεν, ἐν ᾧ πάντες ἅμα ὄντες ἐτύγχανον πρότερον, ἔγνω δήπουθεν ὁ ταῦτα διαταξάμενος θεός, ὡς αὕτη μὲν τὸν ἑαυτῆς ἤνυσε κύκλον, οἱ λοιποὶ δὲ οὐδέπω· ὥστε εἰ τὸν μὲν ἔγνω πρότερον ἀποκαταστάντα τῶν ἀστέρων, τὸν δὲ ὕστερον, ἔστιν ἄρα, ὅσον ἐπὶ ταῖς Ἀριστοτέλους ἐπιχειρήσεσι, καὶ ἐν ταῖς θείαις νοήσεσι τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, διὰ τοῦτο δὲ καὶ ὁ χρόνος· οὐ γὰρ δὴ ἀγνοεῖν αὐτὸν ταῦτα φήσουσιν, ὧν αὐτός ἐστιν ἀμέσως δημιουργός· καὶ οὐκ ἐν ταῖς νοήσεσι μόνον, ἀλλὰ καὶ ἐν ταῖς βουλήσεσιν. ὅτε γὰρ ἡ σελήνη τὸ αὐτὸ κατειλήφει σημεῖον, ἐβούλετο δήπουθεν αὐτὴν οὕτως ἔχειν ὁ θεός, τοὺς δὲ λοιποὺς οὐδέπω ἐβούλετο. καὶ ὅτε τὸν ἥλιον ὑπομένειν ἤθελε, τοῦτο οὔπω τὸν στίλβοντα φέρε ἢ τῶν ἄλλων τινά. ἔστιν ἄρα καὶ ἐν ταῖς βουλήσεσι τοῦ θεοῦ προτέρα τις καὶ δευτέρα βούλησις καὶ τρίτη, καὶ διὰ τοῦτο χρόνος. ἔτι τῶν μελλόντων τὴν γνῶσιν ἔχει ὁ θεός· μέλλοντα δέ ἐστιν οὐ τὰ καθόλου. ἀλλὰ τὰ καθ’ ἕκαστα καὶ ἄτομα οἷον Σωκράτης, πρὶν γενέσθαι, καὶ Πλάτων’. οὐκοῦν εἰ οἶδεν τὸ μέλλον ὁ θεός, οἶδεν ὡς οὔπω ἐνέστηκεν· ὅταν δὲ πάλιν ἐνστῇ, οἶδεν ὅτι ἐνέστηκε· καὶ ἐπειδὰν φθαρῇ, οἶδεν ὡς παρώχηκε καὶ οὐκέτι τῶν ὄντων ἐστίν. ὥστε ἡ γνῶσις, καθ’ ἣν ἥδει ὅτι μέλλει, προτέρα ἐστὶν τῆς καθ’ ἣν γινώσκει, ὅτι οὐκέτι τῶν ὄντων ἐστίν. εἰ οὖν διὰ τὴν τοῦ προτέρου καὶ ὑστέρου λέξιν εὐθὺς καὶ χρόνος ἐμφαίνεται παρυφιστάμενος, οὐδὲ τὸν τοὺ χρόνου δημιουργὸν ἔξω τῆς τοὺ χρόνου ποιήσομεν σχέσεως.” ταῦ εἰπὼν ἐφεξῆς διὰ πολλῶν πειρᾶται κατασκευάζειν, ὅτι τὰ ὑπέρχρονα μήτε νοῆσαι μήτε ἑρμηνεῦσαι δυνάμενοι χρονικοῖς κεχρήμεθα ῥήμασιν. ὡς γὰρ ὁ θεὸς ἀχρόνως τὰ ὑπὸ χρόνον νοεῖ, οὕτως ἡμεῖς τὰ ὑπὲρ χρόνον χρονικῶς. εἰ οὖν λέγομεν ῾οὐκ ἦν ἀεὶ χρόνος᾿ ἢ ‘οὐκ ἦν πρὶν γενέσθαι᾿ ἢ ἄλλῃ τινὶ λέξει χρώμεθα χρονικὴν ἔννοιαν σημαινούσῃ, οὐκ εὐθὺς ἀνάγκη καὶ χρόνον συνεπινοεῖσθαι ταῖς λέξεσιν, ἀλλὰ μόνον τὸ μὴ ἀεὶ τὸν χρόνον εἶναι. ὅτι γὰρ αἱ χρονικαὶ λέξεις οὐ πάντως καὶ χρόνον, ὅπως ἄν λέγωνται, σημαίνουσιν, ἐν τῷ πέμπτῳ τῶν Πρὸς Πρόκλον ἀποδεδειχέναι φησί. καὶ ἐκεῖθεν τὰς περὶ τούτου πίστεις ἐκλέγεσθαι τοὺς ἐντυγχάνοντας παραιτεῖται , ὡς λέγει ὁ Γραμματικός, ἵνα τὸ παλιλλογεῖν ᾧ μάλιστα γέγηθεν) ἐκφύγῃ. τούτων αὐτῇ λέξει τὰ πλεῖστα γεγραμμένα παρεθέμην πολλοὺς ἐλπίζων ἀπιστεῖν, εἰ τοιαῦτά τις ἐννοῶν καὶ γράφων πρὸς τοὺς κορυφαίους τῶν φιλοσόφων ἀντιλέγειν ἐτόλμησεν. Ἀλλ᾿ ἴδωμεν τὰ ὑπ’ αὐτοῦ ῥηθέντα ἀπὸ τῶν ὑπ’ αὐτοῦ προληφθέντων ὡς ἀξιωμάτων ἀρξάμενοι. τὸ δὴ πρῶτον ἔλεγε τὸν χρόνον τρίτην ἢ τετάρτην ἀπὸ σωμάτων ἔχειν τὴν ὕπαρξιν μόνον τὸν τῆς ἐνεργείας μετρητικὸν χρόνον θεασάμενος. | καίτοι τῶν γε μεριστῶν καὶ γενητῶν καὶ ὅλως τῶν τοῦ ὄντως ὄντος ἐκβεβηκότων οὐ τὴν ἐνέργειαν μόνην, ἀλλὰ καὶ τὴν τοῦ εἶναι παράτασιν καὶ τὴν κατὰ τὰς ποιότητας μετρεῖ ὁ ὁ χρόνος. ἔπειτα ὁ πολλαχοῦ τὸν Πλάτωνα παράγων οὐκ ἐνενόησεν, ὅτι διὰ τὴν τοῦ χρόνου μέθεξιν ὁμοιότερον γενέσθαι τῷ παραδείγματι τὸν κόσμον φησίν, ἐν οἷς γράφει “ ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνόησε τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ” καὶ τὰ ἐφεξῆς, ἃ πρὸ ὀλίγου παραθέμενος οὐ δέομαι πάλιν ἐνοχλεῖν. εἰ οὖν τῆς ἀιδιότητος, ἣν οὗτος μόνῳ τῷ θεῷ προσήκειν οἴεται, διὰ τὸν χρόνον ὁ κόσμος μετέσχε καὶ τῆς μᾶλλον πρὸς τὸ παράδειγμα ὁμοιότητος ἤπερ ὅτε σωματικὸς μόνον ἦν καὶ ἔμψυχος, πῶς αὐτὸν ἀμενηνὸν οὗτος ἐνόμισεν; εἰ δὲ καὶ τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸς τὸν κόσμον, ἣν ὁ αἰὼν ἔχει πρὸς τὸ παράδειγμα τοῦ κόσμου ὡς γὰρ ἐκεῖνο διὰ τὴν τοῦ αἰῶνος μέθεξιν ὑπερτέραν ἔχοντος τάξιν αἰώνιόν ἐστιν, οὕτω καὶ ὁ κόσμος διὰ τὴν τοῦ χρόνου μέθεξιν ἀίδιος ὢν ὡς ὑπερτέρου μετέχει τοῦ χρόνου) * * * ἀλλὰ τοῦτο μὲν οὐδὲν θαυμαστόν, εἰ λέληθε τούτου τὴν περίεργον ἀδολεσχίαν τοῖς κλεινοῖς τῶν φιλοσόφων πεπιεσμένον. Τὸ δὲ δεύτερον αὐτοῦ τῶν ἀξιωμάτων τὸ λέγον τὰς νοερὰς οὐσίας πάντως ἐξῃρῆσθαι σώματος καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ εἴρηται καλῶς, κἄν δῆλος ᾖ οὗτος παντελῶς ἀγνοῶν τὴν νοερὰν οὐσίαν, ὡς ἐκ τοῦ τρίτου μαθησόμεθα. ὁ γὰρ αὐτὸς ἐν τῷ τρίτῳ λέγει, καὶ ὅτι ἀμερὴς αὐτοῦ καὶ ἀδιάστατος ἡ πρὸς τὰ νοητὰ τυγχάνει ἐπιβολή, καὶ ὅτι οὐχ ἅμα θεὸν καὶ ἄγγελον καὶ τὰς τῶν ψυχῶν διαφορὰς καὶ κοινωνίας καὶ τὰ ἄλλα γινώσκει, ἀλλὰ μεταβατικῶς ἀπὸ νοήματος εἰς νόημα προϊὼν καὶ δύο ἅμα νοήματα κατὰ ταὐτὸν μὴ καταδεχόμενος. τοῦτο γὰρ θεοῦ φησιν ἴδιον, ἀλλ’ οὐ τοῦ ἀγγελικοῦ ἢ τοῦ ψυχικοῦ νοῦ· οὗτος γὰρ τὸ μέν τι πρῶτον ἐνόησε, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον. πῶς οὖν ἀμερὴς αὐτοῦ καὶ ἀδιάστατός ἐστιν ἡ ἐπιβολή, εἰ μὴ δύο ἅμα νοεῖ, ἀλλὰ τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, καὶ μεταβαίνει ἀπ’ ἄλλου εἰς ἄλλο; τίνα δὲ καὶ λέγει τὸν νοῦν τοῦτον; ἢ γὰρ τὴν λογικὴν ψυχὴν ἢ τὸ ἄκρον ταύτης ἡ τινα ἄνην οὐσίαν ὑπὲρ ψυχήν; εἰ μὲν γὰρ τὴν λογικὴν ψυχὴν νοῦν καλεῖ ταύτης γὰρ ἴδιοί εἰσιν αἱ συλλογιστικαὶ καὶ μεταβατικαὶ ἀπ’ ἄλλων εἰς ἄλλα νοήσεις), οὐκ ἔστιν ἄσχετος αὕτη οὔτε πρὸς σώματα οὔτε πρὸς χρόνον. πῶς γὰρ οἷόν τε μετάβασιν ἀπ’ ἄλλου εἰς ἄλλο ἀχρόνως γενέσθαι ; πῶς δὲ τὸ μὴ ἅμα νοοῦν οὐ τὸ μὲν ἐν προτέρῳ χρόνῳ νοεῖ, τὸ δὲ ἐν ὑστέρῳ; λεγέτω γὰρ ἡμῖν ὁ Γραμματικός, τί τὸ ἅμα σημαίνει καὶ τί τὸ οὐχ ἅμα, εἰ μὴ ἄρα τὸ ἅμα ὡς ταὐτὸν τῶ ὁμοῦ τέθεικε καὶ τὴν τούτων διαφορὰν ἀγνοήσας. αἰσθάνομαι γάρ, ὅτι κτὰ τὸν μῦθον ὡς κεράτων οὗτος τῆς ἐν φιλοσοφίᾳ μεγαλαυχίας ἐπιθυμήσας καὶ τῶν ὤτων ἀπεστερήθη, τῆς προσηκούσης αὐτῷ κατὰ τὴν γραμματικὴν συνασκήσεως, εἴπερ τὸ μὴ ἅμ γινῶσκον, ἀλλ’ ἀπ’ ἄλλου εἰς ἄλλο μεταβαῖνον καὶ τὸ μὲν πρότερον νοοῦν τὸ δὲ ὕστερον, νομίζει μὴ κατὰ χρόνον νοεῖν. εἰ δὲ τὸ ἄκρον τῆς λογικῆς ψυχῆς νομίζει νοῦν ἤ τινα ὑπὲρ ψυχὴν οὐσίαν, εἰ μὲν μεταβατικὴν ποιεῖται τὴν νόησιν, ὡς οὗτος ἀξιοῖ, πλὴν τοῦ θεοῦ, εἴπερ ἄρα, πάντα οὕτω γινώσκειν λέγων, οὔτε ὑπὲρ ψυχήν ἐστιν ἐκεῖνο οὔτε ὑπὲρ χρόνον. εἰ δὲ ἀθρόαν πάντων καὶ ἀμετάβατον, ὅπερ προσήκει τῷ κατ’ οὐσίαν νῷ, οὐκέτι τὸ πρότερον καὶ τὸ ὕστερον, οὐδὲ τὸ εἰς ἕτερον ἐξ ἑτέρου μετερχομενον ἔχει χώραν. ὥστε οὐκ ἄν εὕροι πρότερόν τι καὶ ὕστερον τοιοῦτον μὴ κατὰ χρόνον λεγόμενον, ὅπερ σπουδάζων ἀποδεῖξαι τὴν ἀδιάρθρωτον ἑαυτοῦ περὶ τῆς νοερᾶς οὐσίας ἔννοιαν ἀπεγύμνωσεν, ἔδει γὰρ τὰ του προτέρου καὶ ὑστέρου σημαινόμενα ἢ ὑπὸ τοῦ Ἀριστοτέλους ἔν τε Κατηγορίαις καὶ ᾧτ’ ὀλίγον διαιρούμενα ἀκοῦσαι, ἢ αὐτὸν διελόμενον δεῖξαι, ποῖα μὲν ἐπιβάλλει τῷ χρόνῳ, ποῖα δὲ οὔ. λεγέσθω δὲ ὅμως πρὸς διάρθρωσιν τῆς ἐκείνου συγχύσεως, ὅτι τὸ ῾πρῶτον᾿ τάξιν δηλοῦν τριχῶς ὡς ἐν τοῖς παροῦσιν ἂν εἴη λεγόμενον, ἢ γὰρ τῇ θέσει ὡς πρῶτον ἄνωθεν τὸν ἀπλανῆ λέγομεν οὐρανόν) ἢ τῇ φύσει καὶ τῇ οὐσίᾳ ὡς τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ, καὶ συνεπιφερόμενον μὲν μὴ συνεπιφέρον δέ, ὡς ἔχει τὰ γένη πρὸς τὰ εἴδη) ἢ τὸ χρόνῳ πρότερον, ὡς τὰ Τρωικὰ τῶν Πελοποννησιακῶν. λεγέτω τοίνυν ἡμῖν, εἰ μὴ κατὰ χρόνον ἐστὶ τὸ πρότερον καὶ ὕστερον ἐν τοῖς νοήμασι τοῦ παρ’ αὐτοῦ λεγομένου νοῦ, κατὰ τί ἄν ἄλλο εἴη; θέσις μὲν γὰρ ἐν τοῖς νοητοῖς οὐκ ἔστιν, εἰ μὴ κατὰ μεταφορὰν λέγοιτο· εἰ δὲ καὶ ἦν, οὐδὲν ἐκώλυεν ἅμα νοεῖν τὸ πρότερον καὶ τὸ ὕστερον· ἅμ γοῦν οἶμαι νοεῖ τῆς σφαίρας τό τε κέντρον καὶ τὴν περιφέρειν. ἀλλὰ καὶ τὸ φύσει πρότερον καὶ ὕστερον, ὥσπερ τὸ αἴτιον καὶ αἰτιατόν, ἅμα οὐ μόνος ὁ νοῦς, ἀλλὰ καὶ ἡ ψυχὴ νοεῖν ἀναγκάζεται διὰ τὴν πρὸς ἄλληλα σχέσιν. τὸ δὲ κατὰ μετάβασιν πρότερον καὶ ὕστερον καὶ μὴ ἅμ πάντως ἔχει συνυπάρχοντα χρόνον καὶ κίνησιν. καὶ τό γε ἐν τῇ γνώσει πρότερον καὶ ὕστερον τὸ μὴ ἅμ ὑπάρχον οὐδὲ ἐπινοῆσαι δύναμαι, πῶς ἂν κατ’ ἄλλο σημαινόμενον ἢ τὸ κατὰ χρόνον λέγοιτο. ἀλλὰ λόγους οὗτος ἐκφυσᾷ κενοὺς εἰς σύννοιαν αὐτῶν οὐκ ἐρχόμενος, ὅς γε τὸν νοῦν ὑπὲρ χρόνον θεὶς μεταβατικὰς αὐτῷ δέδωκεν ἐνεργείας. ῾ τόδε, γάρ φησι, νοήσας ἐφεξῆς εἰς ἕτερον μετέρχεται ἔτι νόημα, οὐχ ἅμα νοῶν᾿, καὶ τοῦτο θεὶς ὑπὲρ χρόνον εἶναί φησι τὴν τοιαύτην ἐνέργειαν, σαφῶς ἐνδεικνύμενος τοῖς δυναμένοις παρακολουθεῖν, ὅτι οὔτε τῆς νοερᾶς οὐσίας ἢ γνώσεως οὔτε τῆς τοῦ χρόνου φύσεως ἔννοιαν ἔχει διηρθρωμένην. διὸ προθέμενος δεῖξαι πρότερόν τι καὶ ὕστερον μὴ κατὰ χρόνον ὑπάρχον, προεβάλετο μὲν τὸν νοῦν ὡς ὑπὲρ χρόνον ὄντα καὶ ἐνεργοῦντα κατ’ ἄλλο τι πρότερον καὶ ὕστερον· τὸ δὲ πρότερον καὶ ὕστερον τὰ χρονικὰ λαβὼν ἐπ’ αὐτοῦ πάντα συνέφυρεν. εἰ γὰρ ἀπ’ ἄλλου εἰς ἄλλο μετέρχεται, δῆλον ὅτι κινεῖται, ὅπου δὲ κίνησις, ἐκεῖ καὶ χρόνος, ὡς καὶ αὐτὸς τῆς ἀντιλογίας ἀρχόμενος ὡμολόγησεν ἀριθμὸν κινήσεως τιθεὶς τὸν χρόνον. κἄν μὴ πᾶν οὖν τὸ πρότερον καὶ ὕστερον ὁπωσοῦν λεγόμενον εὐθὺς καὶ χρόνου δηλωτικόν ἐστιν οὐ γὰρ δὴ τὸ κατὰ φύσιν ἢ τὸ κατὰ θέσιν), ἀλλὰ τό γε ἐν τῇ μεταβατικῇ νοήσει πρότερον καὶ ὕστερον, καθ’ ὃ τόδε πρότερον νοήσας ἐφεξῆς εἰς ἕτερον μετέρχεται κἀξ ἐκείνου πάλιν εἰς ἄλλο, ὅτι ποτὲ ἄν ᾖ τὸ οὕτω νοοῦν, τοῦτο τὸ πρότερον καὶ ὕστερον κατὰ χρόνον καὶ οὐ κατ’ ἄλλο τι τοῦ προτέρου καὶ ὑστέρου σημαινόμενον κίνησίς ἐστιν ἢ μετὰ κινήσεως. ἡ γὰρ μετάβασις, ὅπερ εἶπον, κίνησις· ὅπου δὲ κίνησις, ἐκεῖ καὶ χρόνος· ὥστε καὶ πάντα αὐτοῦ τὰ ἐφεξῆς ἐπιχειρήματα τὰ λέγοντα μεταβατικὴν μέν, ἄχρονον δὲ τὴν τοῦ νοῦ καὶ τοῦ θεοῦ ἐνέργειαν ματαίως ἐπικεχείρηται. μάταιος δὲ καὶ ἡ κατ’ ἐπίνοιαν ἀναίρεσις τῶν σωμάτων καὶ τοῦ χρόνου συναναίρεσις. ἱεῖ γὰρ ἀνέλοι, φησί, τὶς τὰ σώματα, καὶ τὸν χρόνον συναναιρεῖ, εἴπερ χρόνος μετ’ οὐρανοῦ γέγονεν, ὥς φησιν ὁ Πλατων, οὐ μέντοι τὸν νοῦν ἀναιρεῖ. εἰ οὖν μεταβατική, φησίν, ἐστὶν ἡ τοῦ νοῦ ἐνέργεια καὶ χρόνου μὴ ὄντος, καὶ ἀνάγκη τὸ μὲν πρότερον νοεῖν, τὸ δὲ δεύτερον, οὐ πᾶν τὸ πρότερον καὶ ὕστερον λεγόμενον εὐθὺς καὶ χρόνου δηλωτικόν ἐστιν.’ ἐνταῦθα δὲ καὶ προσέθηκε τὸ τὸ μὲν πρότερον νοεῖν, τὸ δὲ δεύτερον, κατ’ οὐσίαν ὑπάρχει τῷ νῷ. καὶ ὅτι μὲν ὁ νοῦς νοεῖ τὸ πρότερον καὶ τὸ δεύτερον καὶ τὸ κατὰ φύσιν καὶ τὸ κατὰ θέσιν καὶ τὸ κατὰ χρόνον, πρόδηλον τί γὰρ ἂν ἀγνοήσοι νοῦς ὤν), οὐ μέντοι μεταβατικῶς τὸ μὲν πρότερον νοεῖ, τὸ δὲ ὕστερον. καὶ τάχα τοῦτο ἔσφηλε τὸν Γραμματικόν. ἀκούσας γὰρ ἴσως τῶν φιλοσόφων λεγόντων, ὅτι ὁ νοῦς τὴν πρώτην ἐν ἑαυτῷ διάκρισιν ἀναφήνας καὶ παράγει διακεκριμένα τὰ πράγματα καὶ νοεῖ διακεκριμένως μὲν ἀμεταβάτως δὲ τὰ μὲν πρῶτα ὄντα τὰ δὲ δεύτερα ὡς διακεκριμένα, οὗτος μὴ νοήσας τὸ λεγόμενον ἐνόμισε λέγεσθαι, ὅτι τὰ μὲν πρῶτα νοεῖ, τὰ δὲ μεταβατικῶς εἰς ἕτερον ἐξ ἑτέρου νόημα μετερχόμενος. τοῦτο δὲ διὰ τὴν ἄγνοιαν πέπονθεν τῶν περὶ τοῦ νοῦ καλῶς πεπιστευμένων. εἰ γὰρ ἤκουσεν Ἀριστοτέλους λέγοντος περὶ τοῦ νοῦ “ τῇ οὐσία ὢν ἐνέργεια” καὶ ὅτι ὁ νοῦς τὰ πράγματά ἐστι, καὶ ἀκούσας ἐνόησε τὰ λεγόμενα, οὐκ ἂν μεταβατικὰς ἐνόει τὰς ἐνεργείας τοῦ νοῦ. εἰ γὰρ ἡ ἐνέργεια τοῦ νοῦ καὶ τῇ οὐσίᾳ αὐτοῦ συμπέπηγε καὶ τοῖς πράγμασι, δῆλον ὅτι ἀμετάβατος ἂν εἴη. ἀλλὰ τοῦτο μέν, ὅπερ εἶπον, ἔστω πολὺ τὴν τούτου διάνοιαν ὑπερβαίνειν περὶ σκιὰς καὶ εἴδωλα τὰ πρὸς ἀντιλογίαν αὐτῷ χρήσιμα διατρίβοντος, τὸ δὲ μὴ ἐφ’ ἱστάνειν, ὅτι τὰ κατὰ μετάβασιν ἐνεργοῦντα, ὡς εἰς ἕτερον ἐξ ἑτέρου νόημα μετιέναι ἀπὸ προτέρου εἰς ὕστερον καὶ μὴ ἅμα ἄμφω συναιρεῖν, † τοῦτο κατὰ χρόνον ἐνεργοῦν χρονικὸν ἔχει τὸ πρότερον καὶ τὸ ὕστερον, τοῦτο τῶν ἄγαν ἀνοήτων μοι δοκεῖ, ὥσπερ καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα. οὐ γὰρ ἀρκεσθεὶς οἷς εἰς τὸν νοῦν πεπαρῴνηκεν μεταβατικὰς αὐτοῦ τἀς ἐνεργείας νομίζων· “ εἴ τις, φησί, μηδὲ τὰς νοερὰς οὐσίας ἐλευθέρας εἶναι τῆς πρὸς τὸν χρόνον σχέσεως συγχωρήσειεν, ἀλλὰ τόν γε τοῦ χρόνου δημιουργὸν παντὸς ὑπέρτερον εἶναι χρόνου καὶ οὗτος ἀξιώσειεν. εἰ οὖν ἀμέσως, φησί, δημιουργεῖ τὸν οὐρανὸν ὁ θεός” καὶ ὅσα τούτοις ἐπήγαγεν, ἵνα μὴ δὶς τὰ αὐτὰ γράφω), ῾ἐπειδὴ καὶ γινώσκει τὰς τῶν ἀστέρων ἀποκαταστάσεις ὁ θεός, ὅτι ὁ μὲν πρότερος ἀποκαθίσταται, ὁ δὲ ὕστερος, καὶ βούλεται οὕτως, ἀλλὰ μὴν καὶ τὸ μέλλον οἶδεν ὅτι μέλλει καὶ τὸ ἐνεστὸς ὅτι ἐνέστηκε καὶ τὸ παρῳχηκὸς ὅτι παρῴχηκεν, ἔστιν ἄρα καὶ ἐν ταῖς θείαις νοήσεσι καὶ βουλήσεσι τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, καὶ ἡ γνῶσις, φησί, καθ’ ἣν ᾔδει ὅτι μέλλει, προτέρα ἐστὶ τῆς καθ’ ἣν ᾔδει ὅτι ἐνέστηκε, ταύτης δὲ πάλιν ὑστέρα, καθ’ ἣν γινώσκει ὅτι οὐκέτι τῶν ὄντων ἐστίν. εἰ οὖν διὰ τὴν τοῦ προτέρου καὶ ὑστέρου λέξιν εὐθὺς δοκεῖ τῷ Ἀριστοτέλει καὶ χρόνος ἐμφαίνεσθαι, οὐδὲ τὸν τοῦ χρόνου δη μιουργὸν ἔξω τῆς τοῦ χρόνου ποιήσομεν σχέσεως᾿. λεγέτω τοίνυν τὸ ἐν ταῖς νοήσεσι καὶ βουλήσεσι πρότερον καὶ ὕστερον, πότερον κατὰ μετάβσιν θεωρεῖ γινόμενον , ὅτι νοήσας τόδε τι πρότερον καὶ ἐφεξῆς εἰς ἕτερον μετέρχεται νόημα κἀξ ἐκείνου πάλιν εἰς ἄλλο, ἢ κατά τι ἄλλο σημαινόμενον τοὺ προτέρου καὶ ὑστέρου; εἰ μὲν γὰρ κατὰ μετάβασιν καὶ κίνησιν αὐτὸ θεωρεῖ, αὐτός ἐστιν ὁ μετὰ τὰς τοῦ νοῦ ἐνεργείας καὶ τὰς τοῦ θεοῦ τοῦ τὸν χρόνον δημιουρηήσαντος ὑπὸ χρόνου μετρεῖσθαι λέγων. καὶ ὅτι οὕτω μᾶλλον τὸ πρότερον καὶ ὕστερον νοεῖ, δῆλός ἐστιν ἐκ τοῦ “ ὅταν ὅταν δὲ πάλιν ἐνστῇ, οἶδεν ὅτι ἐνέστηκε, καὶ ἐπειδὰν φθαρῇ, οἶδεν ὅτι παρῴχηκεν.” εἰ οὗν ὅταν ἐνστῇ, τότε οἶδεν ὅτι ἐνέστηκε, καὶ ἐπειδὰν φθαρῇ, τότε οἶδεν ὅτι παρώχηκε, καὶ οὔτε πρότερον οἶδε ταῦτα οὔτε ὕστερον, τὸ δὲ παρῳχηκὸς καὶ τὸ ἐνεστηκὸς καὶ τὸ μέλλον οὐχ ἅμα ἐστίν, ἀλλὰ κατὰ τὸν ῥέοντα χρόνον τὸ μὲν οὐκέτι τὸ δὲ ἔστιν τὸ δὲ οὐδέπω, δῆλον ὡς τὴν ῥοὴν ταύτην καὶ ἐν ταῖς τοῦ θεοῦ νοήσεσιν οὗτος φαντάζεται. καὶ τὸ ῾ὅτε᾿ δὲ καὶ ῾τότε᾿ εἰ μὴ χρονικά ἐστιν ἐπιρρήματα, λεγέτω οὗτος ὁποῖα χρὴ νομίζειν αὐτά, εἰ δὲ κατ’ ἄλλο τι σημαινόμενον τοῦ προτέρου καὶ ὑστέρου τὴν μέν τινα προτέραν ἐν τῷ θεῷ γνῶσίν φησι, τὴν δὲ ὑστέραν (ποιήσωμεν γὰρ | αὐτὸν εἰ δοκεῖ κἄν τῷ λόγῳ καλλίονα, ἐπειδὴ τῷ ἔργῳ τέως οὐκ ἰσχύομεν), εἰ μὲν οὕτω προτέραν λέγει καὶ ὑστέραν, ὡς προτέρου καὶ ὑστέρου τῶν κατὰ χρόνον ἔχοντος γνῶσιν τοῦ θεοῦ καὶ γινώσκοντος, ὅτι τὸ μὲν πρότερον γέγονε, τὸ δὲ ὕστερον, οὐ πάνυ ἄτοπον· οὐδὲ συνεισέρχεται χρόνος τῇ τοῦ προτέρου καὶ ὑστέρου γνώσει, ὥσπερ οὐδὲ τῇ αἰτίᾳ αὐτοῦ τῇ θείᾳ· οὔτε Ἀριστοτέλης τὸ τοιοῦτον πρότερον καὶ ὕστερον ἠνάγκασε χρονικῶς ἀκούειν. μὴ μέντοι τολμάτω τις τὸ τοῦ γνωστοῦ πρότερον καὶ ὕστερον εἰς τὴν τοῦ θεοῦ γνῶσιν ἀναφέρειν καὶ κατὰ τοῦτο λέγειν, ὅτι ἡ γνῶσις, καθ’ ἣν ᾔδει ὅτι μέλλει, προτέρα ἐστὶ τῆς καθ’ ἣν ᾔδει, ὅτι ἐνέστηκε, ταύτης δὲ ὑστέρα, καθ’ ἣν γινώσκει, ὅτι οὐκέτι τῶν ὄντων ἐστίν. ἅμα γάρ ἐστιν ἐν αὐτῷ τούτων ἡ γνῶσις καὶ οὐχὶ ἡ μὲν προτέρα ἡ δὲ ὑστέρα, καὶ ἀναμιμνῃσκέσθω τῶν ἑαυτοῦ λόγων, ἐν οἷς ἔλεγε καὶ τὰ ὑπὸ χρόνον ἀχρόνως γινώσκειν τὸν θεόν. ἀλλ’ ὡς ἔοικεν ἠγνόει, τί τότε ἔλεγεν. εἰ δὲ τὸ πρότερον καὶ ὕστερον ὡς κατὰ θέσιν ἤ, ὡς ἂν ἐκεῖ τις εἴποι κυριώτερον, κατὰ τάξιν αἰτιώδη ἢ κατὰ φύσεως ὑπεροχὴν ἐν ταῖς νοήσεσιν ἢ βουλήσεσί τις ὁρᾷ τοῦ θεοῦ, οὐδὲν ταῦτα πρὸς τὸν Ἀριστοτέλους λόγον τὰ σημαινόμενα, ἀλλ’ ἔστι παίδων παιζόντων τὸ ἀπὸ τοὐ ἀδιορίστου τῆς ὁμωνυμίας ἀντιλέγειν ἐπιχειρεῖν. Προελθὼν δὲ ἀξιοῖ τὸν ἀκούοντα, ὅτι πρὶν γενέσθαι οὐκ ἦν χρόνος, μὴ χρονικῶς τὸ ῾πρίν᾿ ἐννοεῖν· ‟πολλαὶ γὰρ λέξεις χρονικαί, φησίν, οὐ πάντως χρόνον σὴ σημαίνουσιν, ἀλλὰ μόνον τὸ μὴ ἀεὶ τὸν χρόνον εἶναι νοεῖν ἐκ τῆς λέξενς.” ὁ δὴ ταῦτα λέγων δῆλός ἐστιν οὐ βουλόμενος νοεῖν ἃ λέγει. εἰ γὰρ ἀξιοῖ μὴ κατὰ χρόνον τὸ πρότερον τοῦτο καὶ ὕστερον ἐννοεῖν, ἐζήτησεν ἄν, πῶς ἄλλως αὐτὸ δυνατὸν ἐκλαμβάνειν, καὶ εὑρών, ὅτι οὐ δυνατὸν ἄλλως, ἀπέστη τῆς ἀκαίρου ἀντιλογίας. ὁ γὰρ λέγων, ὅτι πρὸ ἑξακισχιλίων εἰ τύχοι ἐτῶν οὐκ ἦν ὁ κόσμος, τί διάφορον λέγει τοῦ λέγοντος, ὅτι πρὸ τοσῶνδε ἐτῶν οὐκ ἦν γραμματικὴ τέχνη; ὁ δὲ τοῦτο λέγων τί ἄλλο λέγει ἢ ὅτι ἐν τῷ πρὸ ἐκείνων τῶν ἐτῶν χρόνῳ οὐκ ἦν; τὸ γὰρ τοιοῦτον πρότερον οὔτε τῇ θέσει ἐστίν, ὡς εἰ ἔλεγον ‘πρὸ τοῦδε τοῦ κίονος οὐκ ἔστιν ἄλλος᾿ (καὶ γὰρ θέσις κειμένων ἐστίν) οὔτε τῇ φύσει, ὡς καὶ πρότερον εἶπον· καὶ τοῦτο γὰρ ἀπαιτεῖ τι εἶναι τὸ πρότερον, ὅταν λέγωμεν πρότερον εἶναι τὸ γένος τοῦ εἴδους. ὅλως δὲ τὸ πρὸ ἑξακισχιλίων ἐτῶν ὕστερα ἑαυτοῦ ἔχει τὰ ἑξακισχίλια ἔτη· τὸ γὰρ πρότερον ὑστέρου πρότερον. εἰ οὖν χρόνος ὁ ὕστερος, χρόνος ἂν εἴη καὶ ὁ πρότερος ἢ ἐν χρόνῳ. ἀλλὰ τοῦτο, φησί, νόησον μόνον, ὅτι οὐκ ἀεί ἐστιν ὁ χρόνος. τί οὖν τοῦτο ἄρα σημαίνει; οὐχὶ ὅτι ποτὲ μὲν ἔστι, ποτὲ δὲ οὐκ ἔστι; τὸ δὲ ποτὲ ἆρα οὐδὲ αὐτὸ χρόνον δηλοῦν ὁ Γραμματικὸς ἐρεῖ; δίκαιος οὖν λέγειν αὐτός, τί ποτε ἄλλο σημαίνει. οὐ γὰρ ἄσημος ἡ λέξις φαίνεται, ἀλλὰ κινεῖ τινα τοῦ ἀκούοντος γνῶσιν καὶ διατίθησί πὼς αὐτόν. ταῦτα μὲν οὖν πρὸς τὸ πρῶτον τῶν νῦν ῥηθέντων ἐπιχειρημάτων εἶπέν τε καὶ ἤκουσεν ὁ Γραμματικός. Πρὸς δὲ τὸ δεύτερον τῶν Ἀριστοτέλους ἐπιχειρημάτων τὸ πιστούμενον ἀίδιον εἶναι τὸν χρόνον, ἐκ τοῦ πάντας τοὺς φυσικοὺς πλὴν ἑνὸς τοῦ Πλάτωνος ὁμονοητικῶς ἔχοντας φαίνεσθαι περὶ τὴν ἀιδιότητα τοῦ χρόνου καὶ τὸ ἀγένητον εἶναι, ἄκουσον οἷα πάλιν οὗτος ἀντιλέγειν προείλετο. πρῶτον μὲν γὰρ ‘οὐκ ἐπειδή, φησί συμφωνοῦσι πρὸς ἀλλήλους οἱ παρὰ Πλάτωνα, πέντε τυχὸν ἢ δέκα ἄνδρες, ἀγένητον λέγοντες τὸν χρόνον ἡδῆ διὰ τοῦτο προκρίνειν ἄξιον αὐτοὺς τοῦ Πλάτωνος· οὐ γὰρ πλήθει δεῖ τῶν ἀποφηναμένων κρίνεσθαι τὴν ἀλήθειαν, ἐπεὶ οὕτω γε μόνος Ἀριστοτέλης τὴν πέμπτην οὐσίαν τοῦ σώματος εἰσάγων τὴν χείρονα ψῆφον ἀποίσεται πάντων ἢ τῶν γε πλείστων ἀρχὰς τοῦ κόσμου τὰ τέτταρα στοιχεῖα ἢ πάντα ἢ τούτων τινὰ λεγόντων. ὅλως δὲ εἰ χρὴ τῷ πλήθει τῶν φυσικῶν ἀκολουθεῖν, πῶς, ὡς αὐτὸς ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ φησι, τὸν κόσμον ἐκεῖνοι μὲν γενόμενον ἅπαντες εἶναί φασιν, αὐτὸς δὲ ἀγένητον ἀποδείκνυσιν; ἐκ τρίτων δέ, εἰ μᾶλλον χρὴ πείθεσθαι τοῖς σύμφωνα πρὸς ἑαυτοὺς λέγουσιν ἢ τοῖς καὶ πρὸς ἑαυτοὺς ἀσυμφωνοῦσι, σύμφωνα δὲ μᾶλλον ὁ Πλάτων ἑαυτῷ λέγει ‟χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν” εἰπὼν τῶν ἄλλων τὸν μὲν κόσμον γενητόν, τὸν δὲ χρόνον ἀγένητον εἰπόντων, καίτοι μηδετέρου τέρου τούτων χωρὶς θατέρου τὴν ὑπόστασιν ἔχοντος, τῷ Πλάτωνι μᾶλλον πειστέον μετὰ τοῦ κόσμου καὶ τὸν χρόνον γενητὸν εἶναι λέγοντι. ‘ἔτι, φησίν, εἰ ἐν τοῖς ἄλλοις ἅπασι φυσικοῖς μακρὰν ἀποπλανηθέντας τῆς ἀληθείας τοὺς ἄλλους φυσικοὺς ἔδειξε, πῶς τὴν περὶ τοῦ ἀγένητον εἶναι τὸν χρόνον μαρτυρίαν αὐτῶν ὡς ἀξιόπιστον εἶναι παραδεξόμεθα;᾿ καὶ ἐπὶ τούτοις πλείονας καὶ ἀρχαιοτέρους καὶ τὸ ἀξιόπιστον πολλαχόθεν ἔχοντας ἀντιδιαταττομένους τοῖς ἀγένητον λέγουσι τὸν χρόνον δεικνύειν ἔχειν φησί. ῥητέον τοίνυν καὶ πρὸς ταύτας αὐτοῦ τὰς ἀντιρρήσεις, ὅτι τὰς τῶν ἄλλων μαρτυρίας οὐχ ὡς ἀποδεικτικὰς ὁ Ἀριστοτέλης παρατίθεται, ἀλλὰ μετὰ τὰς ἀποδείξεις ὡς τὰ πολλά, εἴ τινας καὶ τῶν προτέρων εὕροι τοῖς ἀποδεδειγμένοις σύμφωνα λέγοντας, μνήμην αὐτῶν ποιεῖται πρῶτον μὲν εὐγνώμονα χάριν ἀποδιδούς, ὅτι πρῶτοι τὴν τοιαύτην εἶδον ἀλήθειαν, ἔπειτα καὶ τοῖς μανθάνουσι πειθὼ μετὰ τῆς ἀποδεικτικῆς ἀνάγκης προσφέρων· ἀναμφισβητότερα γὰρ δοκεῖ τὰ παρὰ τοῖς πλείοσι καὶ σοφωτέροις ὁμολογούμενα ὥσπερ τὰ παρὰ πᾶσι παντελῶς ἀναμφίλεκτα διὰ τὸ μὴ ἔχειν ἀλλαχόσε ποι πρὸς ἀντικείμενον τὴν διάνοιαν ἀποκλῖναι. οὗτος δὲ ὁ Γραμματικὸς τοῦ τοιούτου σκοποῦ τῶν λόγων μὴ συναισθόμενος ὡς πρὸς ἀποδεικτικὴν τὴν μαρτυρίαν ἀντιλέγων ‟οὐ δεῖ, φησί, ταῖς ἀναποδείκτοις αὐτῶν ἀποφάνσεσι δίκην ἀλόγων | κατακολουθεῖν”. ὅτι δὲ ὁ Πλάτων’ γενητὸν τόν τε κόσμον εἶπεν καὶ τὸν χρόνον οὐ κατὰ τὸ αὐτὸ τῷ Ἀριστοτέλει σημαινόμενον, καὶ ὅπως ὁ Ἀριστοτέλης παλαιὰν συνήθειαν διασῴζων οὐ πρὸς τὸν Πλάτωνα, ἀλλὰ πρὸς τοὺς κατὰ τὴν πρόχειρον ἐκδοχὴν τὸ γενητὸν ἀκούοντας ἀντιλέγει, οὐ δέομαι πάλιν λέγειν πρὸ ὀλίγου ταῦτα κατὰ τὴν τῶν Ἀριστοτέλους ἐξήγησιν ὡς οἶμαι διασαφήσας. ὥστε καὶ εἴ τινας ἄλλους τῶν φυσικῶν ὡς γενητὸν λέγοντας τὸν κόσμον ὁ Ἀριστοτέλης εὐθύνει, καὶ ἐκείνων πρὸς τὸ φαινόμενον ὑπαντᾷ. καὶ τί θαυμαστόν, εἴ τινας ἐνόμισεν Ἀριστοτέλης κατὰ τὸ πρόχειρον ἀποδέξασθαι τὸ τοῦ Πλάτωνος καὶ τῶν ἄλλων γενητόν, ὅτε μετὰ τοσούτους τοῦ Πλάτωνος ἐξηγητὰς τοὺς τὸ γενητόν, ὅπως εἴρηται παρὰ τῷ Πλάτωνι, διαρθρώσαντας ὁ Γραμματικὸς οὗτος συμφωνεῖν ἑαυτῷ τὸν Πλάτωνα νομίζει τὸν κόσμον καὶ τὸν χρόνον γενητὸν οὕτως, ὡς οὗτος βούλεται, λέγοντα, ὡς πρότερον μὲν μὴ ὄντα ὕστερον δὲ εἰς τὸ εἶναι παρελθόντα, καὶ οὐκ ἤκουσε τοὐ Πλάτωνος λέγοντος, ὅτι ὅμοιον τὸν κόσμον τῷ παραδείγματι καὶ κατὰ τὴν ἀιδιότητα βουλόμενος ὁ θεὸς ἀπεργάσασθαι ἀντὶ τοῦ ἐκεῖ αἰῶνος τοῦ τὴν αἰώνιον ἀιδιότητα παρεχομένου τῶ παραδείγματι εἰκόνα τοῦ αἰῶνος τὸν χρόνον τῷ κόσμῳ παρέσχε, τὴν χρονικὴν ἀιδιότητα διδόντα; καὶ παρεθέμην πρὸ ὀλίγου τὰ τοῦ Πλάτωνος αὐτὰ ῥήματα. ἀλλ’ οὐδὲ τὴν πέμπτην οὐσίαν εἰσαγαγὼν ὁ Ἀριστοτέλης κατὰ τὴν ἔννοιαν διαφέρεται πρὸς τοὺς ἄλλους καὶ μάλιστα πρὸς τὸν Πλάτωνα. εἰ γὰρ διὰ τοῦτο φαίη ἄν ὁ Πλάτων’ καὶ τὸν οὐρανὸν ἐκ πυρὸς καὶ γῆς εἶναι καὶ τῶν μεταξύ, ὅτι ὁρατὸς καὶ ἁπτός ἐστιν, οὐδὲν δὲ ὁρατὸν ἄνευ πυρὸς οὐδὲ ἁπτὸν ἄνευ γῆς, ἐρωτητέον καὶ ἰὸν Ἀριστοτέλην, εἰ μὴ καὶ αὐτὸς ἄμφω ταῦτα ὁμολογήσοι, καὶ τὸ ὁρατὸν καὶ ἁπτὸν εἶναι τὸν οὐρανὸν καὶ τὸ ταῦτα τῷ πυρὶ καὶ τῇ γῇ πρώτως ὑπάρχειν. διὰ τί οὖν οὗτος πέμπτην οὐσίαν αὐτὸν καλεῖ; ἢ ὅτι καὶ ὁ Πλάτων’ ἄλλην τοῦ οὐρανοῦ τὴν οὐσίαν παρὰ τὰ τέτταρα στοιχεῖα τὰ ὑπὸ σελήνην φησίν εἴπερ τῷ μὲν οὐρανῷ τὸ δωδεκάεδρον ἀποδέδωκε σχῆ μὰ, τῶν δὲ τεττάρων ἕκαστον ἄλλῳ καὶ ἄλλῳ διεζωγράφησεν σχήματι. πέμπτην οὖν καὶ οὗτος οὐσίαν τὴν τοὐ οὐρανοῦ φησιν· ἄλλην γὰρ παρὰ τὰ τέτταρα τὰ ὑπὸ σελήνην στοιχεῖα, εἴπερ πέμπτον ἐστὶ τὸ δωδεκάεδρον σχῆμα, καὶ οὐσιώδη τὰ σχήματά ἐστιν. ἔτι δὲ τοῦτο σαφέστερον πεποίηκε Ξενοκράτης ὁ γνησιώτατος τῶν Πλάτωνος ἀκροατῶν ἐν τῷ Περὶ τῶ Πλάτωνος βίου τάδε γεγραφώς· ‟τὰ μὲν οὖν ζῷα πάλιν οὕτω διῃρεῖτο εἰς ἰδέας τε καὶ μέρη πάντα τρόπον διαιρῶν, ἕως εἰς τὰ πάντων στοιχεῖα ἀφίκετο τῶν ζῴων, ἃ δὴ πέντε σχήματα καὶ σώματα ὠνόμαζεν, εἰς αἰθέρα καὶ πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα”· ὥστε ὁ αἰθὴρ πέμπτον ἄλλο τι σῶμα ἁπλοῦν ἐστι καὶ αὐτῷ παρὰ τὰ τέτταρα στοιχεῖα. Ἀλλ’ οὐδὲ ἀσύμφωνα πρὸς ἑαυτοὺς λέγουσιν οἱ τὸν μὲν κόσμον γενητὸν κατ’ ἄλλο σημαινόμενον λέγοντες ἢ ὡς ἀπ’ αἰτίας ἢ ὡς καθ’ ὑπόθεσιν, τὸν δὲ χρόνον ἀγένητον, ὡς οὐχὶ πρότερον μὲν μὴ ὄντα ὕστερον δὲ ὄντα, κἄν ἀεὶ συνυπάρχωσιν, ὅ τε χρόνος καὶ ὁ κόσμος. ὁ μὲν γὰρ κόσμος διὰ τὴν τῶν προτέρων ἐν αὐτῷ καὶ ὑστέρων φύσιν ἐδέχετο τὴν καθ’ ὑπόθεσιν γένεσιν, ὁ δὲ χρόνος καὶ τὸ πρότερον ἐν ἑαυτῷ καὶ τὸ ὕστερον χρόνον ἔχων οὐδὲ καθ’ ὑπόθεσιν ἐδύνατο λέγεσθαι γενητὸς οὕτως. εἰ γὰρ γενητὸν τὸ πρότερον μὲν μὴ ὂν ὕστερον δὲ ὄν, τὸ δὲ πρότερον χρόνος, πῶς οἷόν τε γενητὸν τὸν χρόνον ἐννοεῖν; ἀλλ’ οὐδὲ ἐν πᾶσιν, ὡς οὗτός φησι, τοῖς φυσικοῖς σκέμμασι ‟μακρὰν ἀποπλανηθέντας τῆς ἀληθείας τοὺς ἄλλους φυσικοὺς” ὁ Ἀριστοτέλης ἐπέδειξεν, ὅς γε καὶ νῦν καὶ ἐν πλείστοις πλείστοις ἀγαπᾷ τὴν ἑαυτοῦ πρὸς ἐκείνους συμφωνίαν. ἢ οὐχὶ πολλοὺς ἐδαπάνησε λόγους δεικνὺς πάντας σχεδὸν τοὺς φυσικοὺς ἐξ ἐναντίων καὶ ὑποκειμένου τινὸς τὴν γένεσιν λέγοντας, εἰ καὶ ἄλλος κατ’ ἄλλην ἐπιβολὴν εἰς ταύτην ἠνέχθη τὴν ἔννοιαν; καὶ οὐχὶ τοῦτο λέγω, ὅτι πάντες ἐν πᾶσι συμφώνως περὶ τῶν φυσικῶν μάλιστα πραγμάτων ἀπεφήναντο, ἀλλ’ ὅτι τὰ πλεῖστα ταῖς ἐννοίαις συμφωνήσαντες τῷ φαινομένῳ τῶν ὀνομάτων διήνεγκαν, πρὸς ὃ τὰς πολλὰς ἀντιλογίας ὁ Ἀριστοτέλης πεποίηται. ἐπειδὴ δὲ πλείονάς φησιν ἔχειν ἐπιδεικνύναι καὶ ἀρχαιοτέρους καὶ μᾶλλον ἀξιοπίστους τοὺς τὸν χρόνον γενητὸν λέγοντας, ἆρα ἐφθόνησεν ἡμῖν τούτους μαθεῖν, οὓς Ἀριστοτέλης ἠγνόησε σαφῶς εἰπὼν ‟ἔξω ἑνὸς ὁμονοητικῶς” πάντας ἀγένητον λέγειν τὸν χρόνον, ἢ μηδένα ἔχων εἰπεῖν τῇ δῆθεν ἀποσιωπήσει τὴν ἄγνοιαν συνεκάλυψεν; εἰ δὲ τὸν τῶν Ἰουδαίων νομοθέτην ἐνδείκνυται λέγοντα ἱέν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος”, εἶτα ποιήσαντος αὐτοῦ τὸ φῶς καὶ διαχωρίσαντος ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους ἐπήγαγε ‟καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα, καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωὶ ἡμέρα μία”, εἰ οὖν ταύτην τοῦ χρόνου νομίζει γένεσιν τὴν ἀπὸ χρόνου, ἐννοείτω ὅτι μυθική τίς ἐστιν ἡ παράδοσις καὶ ἀπὸ μύθων Αἰγυπτίων εἱλκυσμένη. ἐπεὶ πῶς εἶχε λόγον τὸν ἥλιον τὸν τῆς ἡμέρας αἴτιον, ὡς καὶ αὐτὸς ὁ Μωϋσῆς φησι, τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι; Τὸ δὲ τρίτον τῶν τοῦ Ἀριστοτέλους ἐπιχειρημάτων τὸ λέγον ῾εἰ ἀδύνατον εἶναι καὶ νοῆσαι χρόνον ἄνευ τοῦ νῦν, διότι μηδὲν ἔστι λαβεῖν ἐν τῷ χρόνῳ παρὰ τὸ νῦν, τὸ δὲ νῦν ἔστι μεσότης ἀρχὴν μὲν ἔχον τοῦ ἐσομένου χρόνου τελευτὴν δὲ τοῦ παρελθόντος, ἀνάγκη ἀεὶ εἶναι χρόνον, εἰ δὲ χρόνον, φανερὸν ὅτι ἀνάγκη εἶναι καὶ κίνησιν, εἴπερ ὁ χρόνος πάθος τι κινήσεως᾿, πρὸς δὴ τοῦτο λέγειν ἀρξάμενος ‟ἐμοί, φησί, λίαν θαυμάζειν τὸν φιλόσοφον ἔπεισιν, εἰ μὴ συνεώρακεν οὐκ ἀποδεικνύς, ἀλλ’ αἰτησάμενος τὸ ζητούμενον. ζητουμένου γάρ, εἰ τῶν ἀεὶ ὄντων ἐστὶν ὁ χρόνος, ἀξιώματι πρὸς | τὴν τούτου δεῖξιν ἐχρήσατο τῷ εἶναι τὸ νῦν μεσότητα χρόνου. τοῦτο δὲ ταὐτόν ἐστι τῷ λαβεῖν, ὅτι ὁ χρόνος ἐστὶν ἀίδιος, ὥσπερ εἴ τις γραμμήν τινα ἐπὶ μήκιστον ἐκτεταμένην διάστημα, ἧς τὰ πέρατα οὐχ ὁρᾶται, ζητῶν εἰ πεπερασμένη ἐστὶν ἡ ἄπειρος, λαμβάνοι ὅτι πᾶν τὸ ἐν τῆ ζητουμένῃ γραμμῇ σημεῖον μεσότης ἐστὶ γραμμῆς· εἰ γὰρ τοῦτο. πρὸ παντὸς τοῦ λαμβανομένου σημείου καὶ μετ’ αὐτὸ γραμμή ἐστιν, εἰ δὲ τοῦτο, ἄπειρος ἡ ζητουμένη γραμμή. ὥσπερ οὖν, φησίν, ἐπὶ τούτου τοῦ ὑποδείγματος ὁ λαμβάνων παντὸς τοῦ ἐν τῇ ζητουμένῃ γραμμῇ σημείου ἐφ’ ἑκάτερα εἶναι γραμμὴν οὐδὲν ἕτερον ἢ ὅτι ἄπειρός ἐστιν ἡ γραμμὴ λαμβάνει καὶ αὐτὸ τὸ ζητούμενον ἐν τῇ τοῦ συλλογισμοῦ προτάσει παρείληφεν, οὕτω καὶ ὁ τὸν χρόνον ἀίδιον δεῖξαι βουλόμενος, εἶτα λαμβάνων ἀξίωμα καὶ πρότασιν, ὅτι παντὸς νῦν ἐφ’ ἑκάτερα χρόνος ἐστίν. αὐτὸ δὴ τοῦτο λαμβάνει τὸ ζητούμενον, ὅτι ὁ χρόνος ἄναρχός ἐστι καὶ ἀτελεύτητος”. τοῦτο μὲν οὖν αὐτοῦ τὸ πρῶτον ἀντιλογικόν ἐστιν ἐπιχείρημα. Καὶ οὗτος μέν, ὡς λέγει, τὸν Ἀριστοτέλην τεθαύμακε μὴ συνεωρακότα, ὅτι οὐκ ἀποδείκνυσιν, ἀλλ’ αἰτεῖ τὸ ζητούμενον. τίς δὲ οὐκ ἂν τοῦτον θαυμάζοι δικαίως, εἰ μηδὲ τὰ πρόχειρα τῶν λογικῶν μεθόδων ἐπιστάμενος ἀντιλέγειν τολμᾷ πρὸς Ἀριστοτέλη περὶ ὧν αὐτὸς Ἀριστοτέλης ηὗρέ τε καὶ ἐτελεώσατο. ἔστι μὲν γὰρ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι τὸ δι’ αὑτοῦ δεικνύναι τὸ μὴ δι’ αὑτοῦ δῆλον· τοῦτο δὲ γίνεται ἢ ἄντικρυς καὶ φανερῶς ἀξιούντων τὸ προκείμενον, ὥσπερ ἡμῶν λεγόντων τινὰ ἀγαθὰ μὴ εὐθὺς ἀγαθοὺς ποιεῖν, οἷον τὰς δυνάμεις, αἷς ἔστιν εὖ καὶ κακῶς χρῆσθαι (ἀγαθὴ μὲν γὰρ ἡ ἐφ’ ἑκάτερα δύναμις, ἀγαθὸν δὲ οὐ ποιεῖ, εἰ μὴ τὸ εὖ χρώμενον αὐτῇ) οἱ Στωικοὶ τοῦτο ἀναιροῦντες ῾πᾶν, φασί, τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ᾿ τὸ ἐν ἀρχῇ λαμβάνοντες. ποτὲ δὲ οὐκ ἄντικρυς μὲν αὐτὸ τὸ ἐν ἀρχῇ αἰτοῦσί τινες, ἀλλ’ εἰς προτάσεις μεταβαίνειν σχηματιζόμενοι λαμβάνουσιν ὡς ἐναργῆ ἐκεῖνα, ἃ οὐχ οἷόν τε ἄλλως ἢ διὰ τοῦ ζητουμένου ἀποδειχθῆναι. οἷον εἰ προθέμενοι ἀποδεῖξαι, ὅτι τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς γωνίας, λάβοιεν, ὅτι τὸ τετράγωνον τέτταρσιν, ὅπερ ἐστὶ διὰ τοῦ τριγώνου δεικνύμενον. τρίτος δὲ τρόπος τοῦ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ὅταν τῶν ἀλλήλοις ἀντιστρεφόντων τοῦ ἑτέρου ζητουμένου τὸ ἕτερόν τις λαμβάνοι, οἷον εἰ ζητούντων ἡμῶν, εἰ ἡ διάμετρος σύμμετρος τῇ πλευρᾷ, λαμβάνοι τις, ὅτι ἡ πλευρὰ τῇ διαμέτρῳ ἀσύμμετρος. μήποτε δὲ οὐχ ἁπλῶς ὁ τὸ ἀντίστροφον λαμβάνων τὸ ἐν ἀρχῇ αἰτεῖ, εἴπερ ἐκ τῶν ὁρισμῶν αἱ κυρίως ἀποδείξεις γίνονται, ἀλλὰ τότε μόνον, ὅταν ὁμοίως ἄδηλον ᾖ καὶ τὸ ἀντιστρέφον. τοῦ οὖν Ἀριστοτέλους ἐκ τῆς ἐναργείας λαβόντος, ὅτι τὸ νῦν μεσότης ἐστὶ χρόνου, καὶ ἐκ τούτου δείξαντος, ὅτι ἀίδιος ὁ χρόνος, οὗτος ταὐτὸν εἶναί φησιν ἄμφω. καὶ ὅτι μὲν οὐκ ἔστι ταὐτόν, πρόδηλον, οὔτε τῇ λέξει οὔτε τῷ σημαινομένῳ. οὐ γάρ ἐστι τὸ μέσον νὺν ὁ ἀίδιος χρόνος, εἴπερ ὁ χρόνος πᾶς καὶ ἐκ τοῦ παρεληλυθότος καὶ ἐκ τοῦ μέλλοντος συμπληροῦται. οὐ μέντοι οὔτε διὰ τὸ ἀίδιον εἶναι τὸν χρόνον δείκνυται τὸ νῦν μέσον, ἀλλὰ καὶ ἐκ τῆς τοῦ νῦν ἐννοίας. ἀλλ’ οὐδὲ ὁμοίως δῆλά ἐστι τὸ ἀίδιον εἶναι τὸν χρόνον καὶ τὸ μεσότητα εἶναι τὸ νῦν. εἰ δὲ τὰ ἐξ ἀνάγκης ἑπόμενα τὰ αὐτὰ νομίζει οὗτος, ὥρα λέγειν αὐτῷ, ὅτι αἱ διὰ τῶν ἐξ ἀνάγκης ἑπομένων γινόμεναι ἀποδείξεις διὰ τῶν αὐτῶν γίνονται καὶ τὸ ἐν ἀρχῇ αἰτοῦσι, τοιαῦται δὲ αἱ ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων, τοιαῦται δὲ αἱ κυρίως ἀποδείξεις. Ἵδωμεν δὲ καὶ τὸ ἀπὸ τοῦ κατὰ τὴν γραμμὴν σημείου ληφθὲν ἐπιχείρημα· κἀνταῦθα γὰρ τὸ κοινὸν κοινὸν τοῦ τε σημείου καὶ τοῦ νῦν τὸ ἀμερές, καθ’ ὃ ἀρχαὶ καὶ πέρατα γίνονται τὸ μὲν γραμμῆς τὸ δὲ χρόνου, οὐκέτι προσλογισάμενος, ὅτι τὸ μὲν σημεῖον καὶ πεπερασμένης γραμμῆς ἀρχὴ καὶ πέρας εἶναι δύναται μὴ ἐμφαῖνον μεσότητα, ἀλλὰ μόνον τὸ ἀμερὲς ἐν τοῖς θέσιν ἔχουσι, τὸ δὲ νῦν οὐχ ἀπλῶς ἀμερές ἐστιν, ἀλλ’ οὕτως ὡς τὸ ἐνεστὸς τοῦ χρόνου· τοῦτο δὲ εὐθὺς συναναφέρει τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα, διότι οὔτε πρότερόν ἐστιν οὔτε ὕστερον, ἀλλὰ νῦν. ὥστε ὁ παντὸς τοῦ νῦν ἐφ’ ἑκάτερα χρόνον εἶναι λέγων καὶ διὰ τοῦτο ἀίδιον εἶναι τὸν χρόνον ἀποδεικνὺς οὐ τὸ ἐν ἀρχῇ αἰτεῖ οὐδὲ τὸ ζητούμενον λαμβάνει, ἀλλὰ τὸ ἐξ ἀνάγκης ἑπόμενον τῇ ἐναργεῖ τοῦ νῦν μεσότητι λαμβάνει. τίς δὲ ἂν ἤλπισεν, ὅτι γραμματικός τις εἶναι βουλόμενος ἀντείποι ἄν πρὸς <τὸ> τὸν ἐνεστῶτα χρόνον ἀεὶ μέσον εἶναι καὶ μέλλοντος, καὶ λέγοι ἄν ἅπερ οὗτος, ὅτι ὁ μὲν παρ’ ἡμῖν ἐνεστὼς τοιοῦτός ἐστιν, ἦν δέ ποτε ἐνεστὼς καὶ ἔσται μὴ τοιοῦτος. ὅμοιον γάρ μοι δοκεῖ λέγειν τῷ λέγοντι ῾νῦν ἡ δεκὰς πέρας μέν ἐστι τῶν μοναδικῶν ἀριθμῶν, ἀρχὴ δὲ τῶν δεκαδικῶν· ἦν δὲ ὅτε οὐκέτι ἡ δεκὰς ἕξει πρὸ ἑαυτῆς τοὺς μοναδικοὺς ἀριθμούς, καὶ ἔσται ὅτε οὐχ ἕξει μεθ’ ἑαυτὴν τοὺς δεκαδικούς, καίτοι ὡς δεκὰς ἀεὶ ἀμφότερα ἔχει᾿. οὕτω δὲ καὶ ὁ ἐνεστὼς καθὸ ἐνεστὼς πέρας μέν ἐστι τοῦ παρεληλυθότος, ἀρχὴ δὲ τοῦ μέλλοντος. ὡς εἴ γε οὗτος κτὰ τὸ ἐν ἀρχῇ νῦν ἐκεῖνο, ὅ φησι, γραμματικευόμενος ἐτεχνολόγει, τὸν ἐν τοῖς ῥήμασι παρεληλυθότα χρόνον οὐ παρελάμβανεν. ἀλλ’ οὐδὲ τοὺς παρατατικοὺς καὶ παρακειμένους καὶ ὅλως τοὺς συντελικοὺς ἐνεστῶτας χρόνους ἔχειν τινὰ τότε φύσιν εἶπεν ἄν, εἴπερ ἐπικοινωνοῦσί πὼς οὗτοι πρὸς τὸν παρεληλυθότα. ἀλλ᾿ ὡς ἔοικεν ὑπόθεσιν οἰκείαν περαίνειν βουλόμενος οὗτος καὶ τὰς κοινὰς τῶν ὀνομάτων ἐννοίας ἐν ἑαυτῷ διαφθείρει. ῾καὶ οὐκ ἔστι, φησί, δεῖξαι τὸ νῦν μεσότητα χρόνου, εἰ μὴ προαποδειχθείη ὅτι ἀίδιός ἐστιν ὁ χρόνος᾿. καίτοι εἰ ἀπὸ τῶν σαφεστέρων χρὴ τὰς ἀποδείξεις εἶναι (πολὺ δὲ σαφεστέρα ἡ τοῦ νῦν μεσότης τοῦ ἀίδιον εἶναι | τὸν χρόνον· τίς γὰρ οὐκ οἶδε καὶ μὴ γραμματικὸς ὤν, ὅτι ὁ ἐνεστὼς χρόνος μέσος ἐστὶ τοῦ παρεληλυθότος καὶ μέλλοντος). καλῶς ὁ Ἀριστοτέλης ἐκ τῆς τοῦ νῦν μεσότητος ἀπέδειξε τὸ ἀίδιον. ‟ἐπειδὴ δέ, φησί, τῷ οὐρανῷ καὶ τῷ κόσμῳ συνυφέστηκεν ὁ χρόνος, οὐδεὶς δὲ λόγος τῶν ἀίδιον δεικύντων τὸν κόσμον ἀνέλεγκτος ἔμεινε, συναπελέγχοιτο ἄν καὶ ἡ περὶ τῆς τοῦ χρόνου ἀιδιότητος ὑπόληψις.” εἰ οὖν, ὡς ἐγὼ νομίζω, πάντας αὐτοῦ τοὺς τὴν ἀιδιότητα ἐλέγχειν ἐπιχειροῦντας λόγους ἔδειξα σαθροὺς τὸ πρῶτον τῆς Περὶ οὐρανοῦ τοῦ Ἀριστοτέλους πραγματείας ἐπισκεπτόμενος, δῆλον ὅτι κενὸν ἄν εἴη αὐτοῦ καὶ τοῦτο τὸ νεανίευμα. p. 251b28 ῾Ο δὲ αὐτὸς λόγος καὶ περὶ τοῦ ἄφθαρτον εἶναι κίνησιν ἕως τοῦ ἡ γὰρ φθορὰ μεταβολή τις. Προθέμενος δεῖξαι, ὅτι οὐδὲ ἐγένετο κίνησίς ποτε μὴ καὶ πρότερον οὖσα οὔτε φθείρεται, ὡς μὴ καὶ ὕστερον εἶναι, δυσὶν ἐχρήσατο ἐπιχειρήμασιν, ἑνὶ μὲν τῷ ἀπὸ τοῦ ὁρισμοῦ τῆς κινήσεως, ἑτέρῳ δὲ τῷ ἀπὸ τοὐ χρόνου διχῶς ἐκ τούτου τὸ ζητούμενον κατασκευάσας, ἔκ τε τοῦ προτέρου καὶ ὑστέρου καὶ ἐκ τοῦ νῦν τοῦ ἀεὶ ἐν μέσῳ ὄντος τοῦ τε παρεληλυιότος καὶ τοῦ μέλλοντος, ἀλλ’ ἐν μὲν τοῖς ἀπὸ τοῦ χρόνου ἐπιχειρήμασιν ἀμφοτέροις ἀμφότερα ἔδειξε, καὶ ὅτι οὐκ ἦν ὅτε οὐκ ἦν κίνησις, καὶ ὅτι οὐκ ἔσται ὅτε οὐκ ἔσται κίνησις. ἐν δὲ τῷ ἀπὸ τοῦ ὁρισμοῦ τὸ ἕτερον δείξας, ὅτι ἀγένητός ἐστιν ἡ κίνησις καὶ οὐκ ἦν ὅτε οὐκ ἦν κίνησις, καὶ μεταβὰς ἐπὶ τὸ ἀπὸ τοῦ χρόνου ἐπιχείρημα τὰ νῦν προστίθησι τὸ λεῖπον τῷ ἀπὸ τοῦ ὁρισμοῦ ἐπιχειρήματι τὸ ὅτι καὶ ἄφθαρτός ἐστιν ἡ κίνησις. ὥσπερ γὰρ ἀγένητον ἔδειξεν ἐν ἐκείνοις τὴν κίνησιν διὰ τοῦ προϋπάρχειν ἀεὶ τὸ δυνάμενον κινεῖσθαι τῆς κινήσεως, οὕτως ἐν τούτοις ἄφθαρτον αὐτὴν δείκνυσι διὰ τοῦ μεθυπάρχειν ἀεὶ τὸ δυνάμενον κινεῖσθαι τῆς κινήσεως. τοῦτο γάρ ἐστι τὸ οὐ γὰρ ἅμα παύσεται κινούμενον καὶ κινητὸν ὂν οὐδὲ κινοῦν καὶ κινητικὸν ὄν. εἰ μὲν γὰρ παυσάμενον τοῦ κινεῖν ἢ τοῦ κινεῖσθαι καὶ ἐφθείρετο εὐθέως, οὐκ ἄν ὑπέμενε μετὰ τὴν κίνησιν τὸ δυνάμενον κινεῖσθαι. εἰ δὲ καὶ μὴ κινούμενον, ἀλλ’ ἠρεμοῦν εἶναι δυνατόν, διότι καὶ ἠρεμίας ὥσπερ καὶ κινήσεως ἐστιν ἀρχὴ ἡ φύσις, οὐκ ἐν τῷ παύεσθαί τι τοῦ κινεῖσθαι ἤδη καὶ τοῦ κινητὸν εἶναι πέπαυται, ὅταν ἡ κίνησις κίνησις ᾖ κυρίως, ἀλλὰ μὴ φθορὰ τοῦ κινουμένου. ἐπὶ κινήσεως γὰρ τοῦτον τὸν λόγον ἐρωτᾷ, ὡς ὁ Ἀλέξανδρος βούλεται. εἰ οὖν παυσάμενον τοὐ κινεῖσθαι μένει κινητὸν ὄν, δῆλον ὅτι πάλιν κινήσεται, καὶ οὐκ ἦν ἐσχάτη κίνησις ἐκείνη, ἧς ἐπαύσατο. καὶ αὐτὸς ώς ὡς σαφεῖ ἠρκέσθη, ὁ δὲ ἐξηγητὴς προσέθηκε καὶ τὰς αἰτίας· τὸ γὰρ κινητικὸν καὶ τὸ κινητὸν ἤτοι φθαρτά ἐστιν ἢ ἀίδια· καὶ εἰ μὲν φθαρτά, κἄν φθαρείη πᾶσα φθορὰ διὰ κινήσεως ὥστε ὑστέρα πάλιν ἔσται κίνησις τῆς ὑστάτης ῥηθείσης· εἰ δὲ ἄφθαρτα, εἰ τὸ μὲν κινητικὸν εἴη, τὸ δὲ κινητὸν τὸν ἄπειρον χρόνον, πάλιν αὐτῶν τὸ μὲν κινήσει, τὸ δὲ κινήσεται· τοῦτο γάρ ἐστι τὸ δυνατόν, ὃ γένοιτο ἄν, εἰ μὴ φθαρῆναι φθάσοι τὸ λεγόμενον δύνασθαι. Εἰς πίστιν δὲ τοῦ μὴ παύεσθαι ἅμα τάς τε ἐνεργείας τῶν κινουμένων καὶ κινούντων καὶ τὰς δυνάμεις παρέθετο τὸ μὴ ἀνάγκην εἶναι ἅμα παύεσθαι καιόμενον καὶ καυστὸν ὄν. καὶ δοκεῖ μὲν ἀσάφειαν ἐμποιεῖν τῷ λόγῳ τὸ καιόμενον λαβὼν εἰς παράδειγμα, ὃ καὶ φθείρεσθαι ἅμα τῷ κινεῖσθαι δοκεῖ, καίτοι τοῦ λόγου οὐκ ἐπὶ τῶν φθειρομένων, ἀλλ᾿ ἐπὶ τῶν κινουμένων ἀληθεύοντος, ὡς ὁ ἐξηγητής φησι. τὰ γὰρ κινούμενα σῴζεται ἐν τῷ κινεῖσθαι, καὶ οὐκ ἔστιν αὐτῶν ἡ κίνησις φθορά· καὶ τούτῳ διαφέρει τῆς κινήσεως ἡ φθορά, ὅτι τὸ μὲν κινούμενον ὑπομένει, τὸ δὲ φθειρόμενον οὐχ ὑπομένει. πῶς οὖν τὸ καιόμενον παρέθετο, ὃ φθείρεται ὡς ἐπίπαν; ἢ δυνατὸν ὦν λέγειν, ὅτι ἀντὶ κινουμένου παρέλαβεν αὐτό. ἢ ὅτι ἐνδέχεται καὶ καυθέντα τινὰ μὴ ἐφθάρθαι, ὡς τὰ χεόμενα οἷον χρυσόν, μόλυβδον, χαλκὸν καὶ τὰ τοιαῦτα. ἢ οὐ μάτην τὸ καυστὸν παρέθετο, ἀλλ’ ἐνδεικνύμενος, ὅτι καὶ τὰ οὕτω κινούμενα ὡς τὰ καιόμενα καὶ φθείρεσθαι δοκοῦντα καὶ αὐτὰ μετὰ τὴν κίνησιν ἀπολείπει τι κινητὸν καὶ μετὰ τὴν καῦσιν καυστόν, ὃ πάλιν καυθήσεται. κἄν γὰρ εἰς πῦρ ἡ μεταβολὴ γένηται τοῦ καιομένου, ἐπειδὴ καὶ τὸ πῦρ εἰς ἄλλο στοιχεῖα μεταβάλλει, ἔχει καὶ αὐτὸ τὸ καυστόν, εἰ καὶ μὴ προσεχῶς. ὅτι δὲ κατὰ ταύτην μῶλον τὴν ἔννοιαν ὁ Ἀριστοτέλης τὸ καυστὸν παρέθετο, ὡς καὶ ἐπὶ τοῦ φθαρτοῦ ἀληθῶς ἔχοντος τοῦ λόγου, δηλοῖ ἐπαγαγών· καὶ τὸ φθαρτικὸν δὲ δεήσει φθαρῆναι, ὡς φθαρτὸν λαβὼν τὸ καυστὸν καὶ δεικνύς, ὅτι καὶ ἀπὸ τούτου τὸ αὐτὸ φανήσεται τὸ μὴ εἶναι κίνησιν ἐσχάτην ὥσπερ οὐδὲ πρώτην. ὡς γὰρ τὸ κινούμενον πᾶν ὑπό τινος κινεῖται, οὕτω καὶ τὸ καιόμενον ὑπό τινος καίεται καὶ τὸ φθειρόμενον ὑπό τινος φθείρεται. τὸ φθεῖραν οὐ δήπου καὶ αὐτὸ συνέφθαρται τῷ φθαρέντι ὑπ’ αὐτοῦ, ὑπομεῖναν δὲ δῆλον ὡς ὕστερον φθαρήσεται καὶ αὐτὸ φθαρτὸν ὄν, καὶ πάλιν τὸ τοῦτο φθεῖραν ὕστερον. εἰ οὖν ἡ φθορὰ διὰ κινήσεως καὶ κίνησις ἤτοι μεταβολή, ὅπερ ἐδήλωσεν εἰπών· καὶ γὰρ ἡ φθορὰ μεταβολή τις, δῆλον ὅτι οὐκ ἔσται τις ὑστάτη μεταβολή, ἀλλ’ ἀεὶ τῆς λαμβανομένης ἔστιν ὑστέραν λαβεῖν· ὥστε ταὶ ἡ κίνησις ἀνέκλειπτός ἐστιν. ἀλλὰ πῶς ἔλαβεν, ὅτι τὸ φθαρτικόν τινος καὶ αὐτὸ φθαρτόν ἐστι; φθείρεται γὰρ ἀσθενὴς ὀφθαλμὸς ἀτενίζων πρὸς ἥλιον, καὶ ξηραίνεται πολλὰ τῶν φυτῶν ὑπὸ τοῦ ἡλίου ἄφθαρτον τὴν οὐσίαν ἔχοντος. ἢ πρῶτον μὲν οὐχ | ὑπὸ τοῦ ἡλίου φθείρεται τὰ εἰρημένα, ἀλλ’ ὑπὸ τῆς ἐν τῷ ἀέρι γενομένης ἐκ τοῦ ἡλίου διαθέσεως. εἰ γὰρ ἐξ ἐναντίων φθείρεται τὰ φθειρόμενα, τὰ δὲ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος ἐστὶ καὶ ἐν τῷ αὐτῷ ὑποκειμένῳ καὶ πανταχόθεν ὁμόφυλα, οὐκ ἄν ὑφ’ ἡλίου φθείροιτο τὰ ἐν γενέσει προσεχῶς. ἔπειτα εἰ μὴ γίνεται προσεχῶς ὑπὸ ἡλίου τὰ γινόμενα, ἀλλὰ διὰ μέσων (ἄνθρωπον γὰρ ἥλιος γεννᾶ, ἀλλὰ δι’ ἀνθρώπου), πολὺ μᾶλλον οὐκ ἄν φθείροιτο προσεχῶς. ἀρκεῖ δὲ τῷ λόγῳ καὶ ἡ τῶν ὑπὸ σελήνην εἰς ἄλληλα μεταβολὴ καὶ τὰ ἐνταῦθα φθείροντα καὶ φθειρόμενα ἀνέκλειπτον δεικνύντα τὴν κίνησιν. ἐπισημαίνομαι δὲ πρὸς τὸ ὑπὸ τοῦ Ἀλεξάνδρου ῥηθὲν ἐν τούτοις, ἐν οἷς φησιν ‟ὡς γινομένης μὲν τῆς φθορᾶς ὑπ’ ἐναντίου ἢ ὑπὸ ὁμοίου, ὡς ἡ κατὰ μάρανσιν καὶ σβέσιν γινομένη.” λέγει μὲν γὰρ ὡς ἔοικε τοῦτο ἐπὶ τῆς ἐλάττονος φλογὸς τῆς μαναινομένης καὶ σβεννυμένης ὑπὸ τῆς πλείονος· μαραίνεται δὲ καὶ σβέννυται οὐχ ὡς φλὸξ ὑπὸ φλογός, ἀλλ’ ὡς ἐλάττων ὑπὸ πλείονος, ἅπερ πάλιν ἐναντία ἐστίν. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι δείξας ἀγένητον τὴν κίνησιν ὁ Ἀριστοτέλης καὶ δυνάμενος ἐκ τοῦ ἀγενήτου δεῖξαι, ὅτι καὶ ἄφθαρτος, εἴπερ μηδεὶς μέχρι νῦν ἐκαρτέρησεν ἀγένητόν τι φθαρτὸν εἰπεῖν, οὐκ ἠξίωσεν ἐκ τούτου ποιήσασθαι τὴν ἀπόδειξιν, ὅτι μήπω μηδὲ ἔδειξεν, ὅτι ἀντιστρέφει ταῦτα ἀλλήλοις τὸ γενητὸν καὶ φθαρτὸν καὶ τὸ ἀγένητον καὶ ἄφθαρτον, ἅπερ ὕστερον ἀποδείκνυσιν ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ πραγματείας. p. 252 a 3 Εἰ δὴ ταυτ’ ἀδύνατα ἕως τοῦ ὁτὲ δὲ οὔ. ᾿Αποδείξας, ὅτι ἀδύνατον γενητὴν ἢ φθαρτὴν εἶναι τὴν κίνησιν τὸ μὲν ἐκ τοῦ πάσης τῆς λαμβανομένης ὡς πρώτης προυπάρχειν πάντως ἄλλην κίνησιν, τὸ δὲ ἐκ τοῦ πάσης τῆς ὡς ὑστέρας λαμβανομένης ἄλλην μεθυπάρχειν, δείξας δὲ ταῦτα καὶ ἐκ τῆς τοῦ χρόνου ἀιδιότητος, ὃς κινήσει πάντως σύνεστιν, εἰκότως συμπεραινόμενος εἶπεν, ὅτι εἰ ταῦτα ἀδύνατα τὸ γενητήν τε καὶ φθαρτὴν εἶναι τὴν κίνησιν, τουτέστι τὸ ἀρχὴν ἢ τέλος ἔχειν, ὅπερ ταὐτὸν τῷ εἶναι πρώτην καὶ ὑστάτην, ἀνάγκη ἀίδιον αὐτὴν εἶναι καὶ μὴ οὕτως ἔχειν ὡς ποτὲ μὲν εἶναι, ποτὲ δὲ μὴ εἶναι. Ὁ δὴ Γραμματικὸς καὶ ἐν τούτοις αὐθαδιζόμενος· ‟εἰ δι’ ὧν, φησίν, ἐπεχείρησεν ὁ φιλόσοφος ἀποδεῖξαι, ὅτι ἀγένητος ἡ κίνησις, διὰ τούτων καὶ ὅτι ἄφθαρτος κατασκευάζει, δι’ ὧν ἄρα, φησί, καὶ ἡμεῖς ἐκείνους τοὺς λόγους διελυσάμεθα, δι’ αὐτῶν καὶ τοὺς προκειμένους εὐθύνομεν”. ῥητέον οὖν πρὸς αὐτὸν κατὰ τὴν διὰ τριῶν λεγομένην παρὰ τοῖς νεωτέροις ἀγωγήν, ὡς εἰ δι’ ὧν λόγων οὗτος ἀνατρέπειν ἐπεχείρησε τὸ ἀγένητον εἶναι τὴν κίνησιν, οὗτοι περικρουσθέντες σαθρὸν ἐφάνησαν παντοίως φθεγγόμενοι, καὶ οἱ τὸ ἄφθαρτον εὐθύνοντες τὰ αὐτὰ πείσονται βασανισθέντες. ἐπειδὴ δὲ ὡς νικήσας τὸ πρῶιον πάλαισμα λοιπὸν ἐπ’ ἀδείας καὶ κουφοτέροις ἐπιχειρήμασιν οὐκ ὀκνεῖ χρήσασθαι, φέρε καὶ ταῦτα παραθέντες ἐπισκεψώμεθα· ‟οἷς γὰρ ἐν κινήσει, φησί, τὸ εἶναι ἢ ἁπλῶς ὅσα σωστικὴν καὶ τελειωτικὴν τοῦ εἶναι ἔχει τὴν κίνησιν αὑτῶν τὴν κατὰ φύσιν, ταῦτα παυσάμενα τοῦ κινεῖσθαι καὶ τοῦ εἶναι παύεται. καρδία γοῦν καὶ ἀρτηρίαι καὶ πνεύμων ἅμα τῆ φθορᾷ τῆς κινήσεως συνεφθαρμένην ἔχουσι καὶ τοῦ κινεῖσθαι τὴν δύναμιν, μᾶλλον δὲ καὶ αὐτὸ τὸ εἶναι ταῦτα, ἅπερ καλεῖται, καὶ τῶν λοιπῶν δὲ τοῦ ζῴου μορίων ἕκαστον. καὶ τὸ πῦρ, φησίν, ἔστ’ ἄν ἡ κινούμενον, παυσάμενον τῆς κινήσεως καὶ τοῦ πῦρ εἶναι παύεται· οὐκ ἄρα ἀνάγκη, φησί, μετὰ πᾶσαν τὴν ὑποτεθεῖσαν φθορὰν τῆς ἐσχάτης κινήσεως ἄλλην ὑστέραν τῆς ἐσχάτης ὑπολείπεσθαι κίνησιν.” ἆρα καὶ ἐνταῦθα πα· ρακολουθεῖν οὗτος δόξει τοῖς εἰρημένοις; ὅτε ὁ Ἀριστοτέλης ‟οὐ γὰρ ἅμα παύεται, φησί, κινούμενον καὶ κινητὸν ὄν’’, τουτέστι δυνάμενον κινεῖσθαι οὐ τὴν αὐτὴν πάντως κίνησιν, ἀλλὰ τὴν ὁποιανοῦν. οὐ γὰρ τοῦτο προὔκειτο δεῖξαι, ὅτι ἀίδιος ἡ τῶν ἐν γενέσει ἑκάστου κίνησις, ὧν οὐδὲ τὴν οὐσίαν ἀίδιόν φησιν, ἀλλ’ ὅτι ἀεί ἐστι καὶ ἐν τοῖς ὑπὸ σελήνην κίνησις καὶ οὐκ ἔστι τις ὑστέρα κίνησις, ἀλλὰ καὶ μετὰ ταύτην ἔστι τις, κἂν ἄλλην ἄλλη ἀεὶ διαδέχηται. οὗτος δὲ καρδίαν φησὶ καὶ πῦρ καὶ τὰ τοιαῦτα παυόμενα τοῦ κινεῖσθαι καὶ τοῦ εἶναι παύεσθαι, καὶ οὐκ ἐνενόησεν, ὅτι τοὐ μὲν εἶναι καρδία καὶ πῦρ παύεται καὶ τοῦ δύναμιν ἔχειν, καθ’ ἣν κινήσεται τὴν αὐτὴν κίνησιν, οὐ μέντοι τοῦ κινητὰ εἶναι· ἡ γὰρ καρδία φθαρεῖσα δηλονότι εἰς τὰ στοιχεῖα, ἐξ ὧν συνετέθη, διαλύεται καὶ τὸ πῦρ εἰς ἀέρα μεταβάλλει· τὰ δὲ στοιχεῖα καὶ τὰ ἄλλα καὶ ὁ ἀὴρ ὅτι κινητά ἐστι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κινούμενα, οὐδὲ οὗτος οἶμαι διαμφιβάλλει. καὶ ὅρα ὅπως καὶ προανελόντος τοὐ Ἀριστοτέλους τὴν τοιαύτην παράνοιαν δι’ ὧν φησιν ‟οἷον καιόμενον καὶ καυστὸν ὄν’’ οὖκ ἴσχυσεν οὗτος παρακολουθῆσαι τῷ εἰρημένῳ, ἀλλ’ ἐνόμισε λέγειν αὐτόν, ὅτι παυσαμένης τῆς κινήσεως αὐτὸ ἐκεῖνο μένει κινητὸν ὂν κατὰ τὴν αὐτὴν κίνησιν, καίτοι ἔδει κἂν ἀπὸ τῆς πρὸς τὴν γένεσιν παραβολῆς ἐπιστῆσαι. ‟καθάπερ γάρ, φησίν, ἐπὶ τοῦ γενέσθαι κίνησιν συνέβαινε προτέραν τινὰ εἶναι μεταβολὴν τῆς πρώτης, οὕτως ἐνταῦθα ὑστέραν τῆς τελευταίας. ὥσπερ οὖν ἐκεῖ τῆς πρώτης ὑποτιθεμένης προτέρα ἐδείκνυτο ἐκείνη, καθ’ ἣν τὸ πρώτως κινηθὲν ἢ γενητὸν ὂν ἐγένετο ἢ ἀίδιον ὂν μετέβαλεν εἰς τὸ δύνασθαι κινεῖσθαι, οὕτω καὶ ἐνταῦθα τῆς τελευταίας ὑποτεθείσης ἔστιν ἄλλη ὑστέρα, καθ’ τὸ ὑπολειφθὲν κινηθήσεται, ἡ καθ’ ἣν τὸ φθεῖραν φθαρήσεται”. ἀλλ’ οὔτε ἐκείνοις οὔτε τούτοις ὁ Γραμματικὸς φαίνεαι παρακολουθήσας. Ἀλλ’ ἴδωμεν τὸ μετὰ τοῦτο ἔτι σοφώτερον αὐτοῦ δοκοῦν ἐπιχείρημα· ‟ἀλλ᾿ οὐδὲ εἰ ἀληθές, φησί, τὸ μετὰ τὸ παύσασθαι τῆς κινήσεως ὑπομένειν τι τὴν τοῦ κινεῖσθαι δύναμιν ἔχον, οὐδὲ οὕτω καλῶς τὸ ἑξῆς ὁ φιλόσοφος συλλογίζεται. εἰ γὰρ μὴ πάντα διὰ κινήσεως γίνεται τὰ | γινόμενα, ἀλλ’ ἔστιν ἀθρόα γένεσις κατὰ Ἀριστοτέλη χωρὶς κινήσεως καὶ χρονικῆς παρατάσεως, ἔστι καὶ φθορὰ τοιαύτη, ὡς ἡ τῶν τελείων εἰδῶν ἐν τοῖς ὑποκειμένοις παρουσία τε καὶ ἀναχώρησις καὶ ὡς τὰ σημεῖα γίνεται ἐν τῇ ἑνώσει καὶ ὡς αἱ ἁφαὶ καὶ ἀστραπαὶ καὶ ἡ τῆς ὀπτικῆς αἰσθήσεως ἀντίληψις. οὐ πᾶν ἄρα τὸ φθειρόμενον διὰ κινήσεως φθείρεται’’. ὥστε φαίη ἄν αὐτὸς γὰρ ἀσυμπέραντον, ὡς ἐμοὶ δοκεῖ, καταλέλοιπε τὸν λόγον), ὅτι κἄν φθείρηται τὸ φθεῖρον, οὐ πάντως διὰ κινήσεως φθείρεται. ‟καὶ εἰ ὁ θεός, φησίν, ὁ δημιουργὸς ἄνευ χρονικῆς παρατάσεως παράγει τὸν οὐρανὸν καὶ τὸν κόσμον ἀμέσως ὑπ’ αὐτοῦ παραγόμενα, καὶ ὅτε φθεῖραι τὸν κόσμον θελήσοι, ἄχρονος, φησίν, ἔσται αὐτοῦ καὶ ἡ φθορά”. ταῦτα μὲν οὖν εἶπεν οὗτος βουλόμενος μὴ πᾶν τὸ φθειρόμενον διὰ κινήσεως φθείρεσθαι. ἔδει δὲ καὶ τῶν ἐνταῦθα λεγομένων ὑπὸ τοῦ Ἀριστοτέλους ἀκούσαντα, ἐν οἷς φησι ‟καὶ γὰρ ἡ φθορὰ μεταβολή τίς ἐστι’’, καὶ τῶν ἐν τῷ πέμπτῳ τῆσδε τῆς πραγματείας, ἐν οἷς φησι· ‟πᾶσα μεταβολὴ ἔκ τινος εἴς τι· δηλοῖ δὲ καὶ τοὔνομα (μετ’ ἄλλο γάρ τι καὶ τὸ μὲν πρότερον δηλοῖ, τὸ δὲ ὕστερον)’’ καὶ ὅτι ἡ γένεσις καὶ φθορὰ μεταβολαὶ κατ’ οὐσίαν εἰσί, τούτων οὖν ἀκούσαντα ἐχρῆν ἐννοεῖν, ὅτι ὅταν ὁ Ἀριστοτέλης ἀθρόαν τινὰ λέγῃ γένεσιν ἢ φθορὰν ἢ ἀλλοίωσιν, οὐχ οὕτω λέγει ὡς ἄνευ μεταβολῆς γινομένην καὶ χρόνου (ἄλλο γὰρ μετ’ ἄλλο καὶ ἐν ταύταις, καὶ πρότερον καὶ ὕστερον καὶ παράτασις ἔνεστι καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, καὶ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν μετάβασις), ἀλλὰ συνῃρημένη ἐν τούτοις ἡ παράτασις καὶ ἡ μεταβολὴ καὶ ὁ χρόνος. διὸ καὶ τὸ ἀθρόον αὐτοῖς προσεῖναι δοκεῖ οὐ κατὰ τὴν ὅλην μεταβολὴν ἐν τούτοις θεωρούμενον, ἀλλὰ κατὰ τὸ τέλος αὐτῆς. τίς γὰρ ἄν τὴν τῆς οἰκίας οἰκοδόμησιν ἄχρονον λέγοι; ἀλλὰ τὸ τέλος τοῦ εἴδους, οὐχὶ τὸ εἶδος ἀπλῶς, ἡ τῆς ἐσχάτης κεραμίδος ἐπίθεσις παρέχεται, ὥσπερ καὶ τὴν ἀρχὴν τῆς φθορᾶς ἡ ἀφαίρεσις αὐτῆς· καὶ οὕτω τὸ εἶδος ἀχρόνως παραγίνεσθαι καὶ ἀπογίνεσθαι λέγεται· καὶ ἡ τῆς γραμμῆς δὲ διαίρεσις καὶ ἕνωσις καὶ τὰ ἄλλα τὰ παρατεθέντα οὐκ ἄν γένοιτο μὴ πρότερον κινηθέντων τινῶν τινα κίνησιν, ἧς ἐν τῷ πέρατι ταῦτα ὑφίσταται. καὶ εἴ τις εἰς τὰ ἐκφανῆ πέρατα ἀποβλέπων ἄχρονα νομίζοι, καὶ τὰ ζῷα ἄν ἀχρόνως γίνεσθαι λέγοι καὶ τὰ φυτὰ τῷ τέλει τὴν κίνησιν χαρακτηρίζων· καίτοι ἄλλο τὸ γίνεσθαί ἐστι καὶ ἄλλο τὸ γεγονέναι. καὶ ἐν τῷ γίνεσθαι μάλιστα ἡ γένεσις θεωρεῖται, ἀλλ’ οὐκ ἐν τῷ γεγονέναι, καὶ ἐν τῷ κινεῖσθαι ἡ κίνησις, ἀλλ’ οὐκ ἐν τῷ κεκινῆσθαι. εἰ δὲ ἔν τισι συνῄρηται μᾶλλον ἡ τῆς γενέσεως καὶ ἀλλοιώσεως παράτασις ὡς ἐπὶ τῆς ἀστραπῆς καὶ τῆς ἁφῆς καὶ τῆς τοῦ γάλακτος πήξεως λέγεται καὶ τοῦ ὕδατος, ἐφ’ ὧν ἀθρόα λέγεται ἡ μεταβολή, οὐ κτὰ τὸ ἄχρονον λέγεται τὸ ἀθρόον, ἀλλὰ κατὰ τὸ καθ’ ὅλον αὐτὴν γίνεσθαι καὶ μὴ κατὰ μέρος. ὅλως δὲ οὐ δεῖ νομίζειν ἄνευ τοῦ γίνεσθαι γεγονέναι· καίτοι καὶ τὸ γεγονέναι, εἰ μὴ ὄνομα μόνον ἐστὶν ἄσημον, τὸ διὰ γενέσεως ὑποστῆναι δηλοῖ καὶ τὸ ἐφθάρθαι τὸ διὰ φθορᾶς ὁδεῦσαι. Μήποτε δὲ οὗτος τὸ μὲν διὰ γενέσεως καὶ φθορᾶς δίδωσι, τὸ δὲ διὰ κινήσεως οὐ συγχωρεῖ μὴ ἐννοῶν, ὅτι τὴν κίνησιν ἀίδιον ὁ Ἀριστοτέλης φησὶν ἐν τούτοις τὴν κοινῶς καὶ τῆς γενέσεως καὶ τῆς φθορᾶς κατηγορουμένην καὶ εἰς ταὐτὸν ἰοῦσαν τῇ μεταβολῆ. διὸ καὶ οὕτως εἶπεν ‟καὶ γὰρ ἡ φθορὰ μεταβολή τίς ἐστι’’ καὶ πρὸ τούτου ‟καθάπερ γὰρ ἐπὶ τοῦ γενέσθαι κίνησιν συνέβαινε προτέραν τινὰ εἶναι μεταβολὴν τῆς πρώτης, οὕτως ἐνταῦθα ὑστέραν τῆς τελευταίας’’, ἀδιαφόρως χρώμενος τῷ τῆς κινήσεως καὶ τῆς μεταβολῆς ὀνόματι, μᾶλλον δὲ ἐνδεικνύμενος, ὅτι κἄν ἄλλο τι κινήσεως εἶδος ᾖ τὸ πρῶτον ἢ ὕστερον ὑποτιθέμενον, ἄλλο δὲ μεταβολῆς ὁποιονοῦν εἶδος τὸ πρὸ τῆς πρώτης καὶ μετὰ τὴν ὑστέραν, καὶ οὕτως ἀίδιος ἡ κίνησις, κἂν ἐν ἄλλῳ καὶ ἄλλῳ εἴδει ὑφεστήκῃ. εἰ δὲ ὁμολογεῖ τὸν δημιουργὸν οὗτος ἀχρόνως παράγειν τὸν οὐρανὸν καὶ τὸν κόσμον, πῶς πρότερον μὴ παράγοντα ὕστερον παράγειν φησὶ καὶ παραγαγόντα μετὰ τοῦτο παύσασθαι τοῦ παράγειν. οὐ γὰρ νομίζει νῦν παράγειν αὐτὸν ἤδη παραγαγόντα καὶ ἔτι μετὰ τοσάδε ἔτη φθείρειν αὐτόν. πῶς οὖν ἀχρόνως παράγει καὶ φθείρει τὸν κόσμον κατὰ τὴν τοῦ χρόνου παράτασιν εἰς αὐτὸν ἐνεργῶν; εἴπερ ποτὲ μὲν παράγει, ποτὲ δὲ φθείρει, καὶ παράγει τὰ μὲν πρότερον, τὰ δὲ ὕστερον, ὡς οὗτος ὁμολογεῖ, καὶ ποτὲ μὲν τάδε, ποτὲ δὲ ἐκεῖνα, ὥστε ἐν ἓξ ἡμέραις ποιήσαντα τὸν κόσμον ἄλλο τι κατ’ ἄλλην τῶν ἡμερῶν ἀπεργάσασθαι. ἕως γὰρ ἂν χρονικὴν ταῦτα καὶ οὐκ ἄλην σημασίαν ἐμφαίνῃ, οὐ δυνατὸν τὸν κατὰ ταῦτα ἐνεργοῦντα μὴ χρονικῶς ἐνεργεῖν. ἀλλ’ εἴπερ ἀχρόνως παράγει (τοῦτο γὰρ ἀληθές), ἀεὶ παράγει καὶ οὐ ποτὲ μὲν ποτὲ δὲ οὔ· ταῦτα γὰρ χρονικά. οὗτος δὲ οὐκ ἐφιστάνει τὰ ἀσύνακτα συνάγων τὸ ἄχρονον καὶ τὸ ποτὲ μὲν ποτὲ δὲ οὔ. καίτοι καὶ τοῦτο μόνον αὔταρκες ἦν τὴν ἀιδιότητα τοῦ κόσμου δεικνύναι, ὅπερ οὗτος ὁμολογεῖ, τὸ τὸν θεὸν ἀμέσως αὐτὸν παράγοντα καὶ μὴ διὰ μέσου τινὸς ἀχρόνως παράγειν. εἰ γὰρ ἀχρόνως αὐτὸν παράγει, οὐ ποτὲ μὲν παράγει, ποτὲ δὲ οὔ· εἰ δὲ τοῦτο, δῆλον ὅτι ἀεὶ παράγει. ὁ δὲ ὡς ἤδη δεδομένον αὐτῷ τὸ ποτὲ μὲν <ποτὲ δὲ οὔ> >οὔ (ταυτὸν δὲ εἰπεῖν ἐν μέρει χρόνου) ἀχρόνως εἶναι παράγειν τὸν θεόν, ‟καὶ ὅτε, φησί, φθεῖραι τὸν κόσμον θελήσει, ἀχρόνως αὐτὸν φθείρει’’. εἰ οὖν καὶ τὸ ῾ὅτε᾿ χρόνον σημαίνει, πάλιν ἂν εἴη λέγων, ὅτι ἐν μέρει χρόνου ἀχρόνως αὐτὸν φθείρει, καὶ † τό, εἰ ἐν μέρει χρόνου ποιεῖ, ἀνάγκη τὰ μὲν πρότερα ποιεῖν, τὰ δὲ ὕστερα, καὶ τὰ μὲν ἐν ἄλλῳ, τὰ δὲ ἐν ἄλλῳ χρόνῳ. πῶς γὰρ δυνατὸν πᾶσιν ἅμα τοῖς τοῦ ζῳδιακοῦ τόποις ἐνυπάρχοντας ποιῆσαι τοὺς πλανωμένους μένους ἀστέρας; ἢ πόθεν ἀρξάμενον ἕκαστον τῆς κινήσεως ἐποίησεν; ἢ ποίαν | θέσιν ἔχοντα τὸν οὐρανόν; εἰ δὲ παρ’ ἡμῖν ἔαρ πρῶτον ποιήσας ἐπαύσατο τῆς ποιήσεως ἐν ἓξ ἡμέραις ἢ ὁσαισοῦν ποιήσας, δῆλον ὅτι θέρους καὶ χειμῶνος κατ’ αὐτοὺς οὐκ ἔσται δημιουργός. τούτων δὲ καὶ τῶν ἄλλων τῶν τοιούτων ἀποριῶν αἴτιον τὸ τὸν θεὸν ὁμοίως τοῖς ἀνθρώποις ἐνεργεῖν νομίζειν καὶ μέχρι ὀνόματος μόνον τὸ ἄχρονον διδόντας χρονικὰς ἄντικρυς αὐτοῦ τὰς ἐνεργείας ὑποτίθεσθαι, ποτὲ μὲν ποιεῖν ποτὲ δὲ μὴ ποιεῖν καὶ ποτὲ μὲν φθείρειν ποτὲ δὲ μὴ λέγοντας, δέον ἀχρόνως ποιεῖν αὐτὸν λέγοντας συνορᾶν, ὅτι ἀεὶ ποιεῖν ἀνάγκη. Εἶτα ἐφεξῆς συμπεφυρμένως, ὡς οἶμαι, καὶ πρὸς τὸν Ἀριστοτέλην ἀντιλέγων εἰπόντα ‟καὶ τὸ φθαρτικὸν δὴ δεήσει φθαρῆναι, ὅταν φθείρῃ’’, καὶ πρὸς τὸν Ἀλέξανδρον εἰπόντα ‟ἔλαβεν δέ, ὅτι τὸ φθαρτικόν τινος καὶ αὐτὸ φθαρτόν, ἴσως ὡς γινομένης τῆς φθορᾶς ἢ ὑπ’ ἐναντίου ἢ ὑπὸ ὁμοίου’’, καὶ ὅτι τὸ φθεῖρον, εἰ μὲν ἀίδιον μένοι, πάλιν κινηθήσεται, εἰ δὲ φθείροιτο διὰ κινήσεως, φθαρήσεται· πρὸς ταῦτα οὖν ἀντιλέγων ἐν τῷ τετάρτῳ λόγῳ δεδειχέναι φησίν, ὅτι οὐ πάντως ἐκ τοῦ ἐναντίου τὰ γινόμενα γίνεται οὐδὲ εἰς τὸ ἐναντίον αὐτοῖς μεθίσταται τὰ φθειρόμενα οὐδὲ ὑπὸ τοῦ ἐναντίου τὴν φθορὰν ὑπομένει, ἐπεὶ μηδὲ παντὶ γινομένῳ καὶ φθειρομένῳ ἔστι τι ἐναντίον· ἀλλ’ ἔστι τινὰ τῶν φθειρομένων οὐκ ἔξω τὸ τῆς φθορᾶς αἴτιον ἔχοντα, ἀλλὰ διὰ τὸ μεμετρημένον τῆς φυσικῆς αὐτῶν δυνάμεως τῷ χρόνῳ κατὰ μέρος ἀπορρεῖ κάμνοντα, εἰ καὶ μηδὲν ἦν αὐτὰ τὸ λυμαινόμενον ἔξωθεν. ‟οὐκ ἄρα, φησίν, ἐπὶ πάντων ἔδει τῶν φθειρομένων ζητεῖν, εἰ τὸ τῆς φθορᾶς αἴτιον ὑπομένει μετὰ τὸ φθεῖραι τὴν δύναμιν ἔχον τοῦ φθείρειν, καὶ εἴτε ἀίδιον τοῦτό ἐστιν εἴτε φθαρτόν, καὶ οὕτως εἰς τὸ ἄπειρον τῷ σωρίτῃ λόγῳ ἀπάγει τὸ ἄτοπον”. πρὸς δὴ ταῦτα ὅτι μὲν τὰ γινόμενα (ταῦτα δέ ἐστι κατὰ τὸν Ἀριστοτέλην, ὡς πολλάκις δέδεικται, ἃ πρότερον μὴ ὄντα ὕστερον ἔστιν), ὅτι οὖν ταῦτα ἐξ ὄντων γίνεται ἢ ἐξ ἐναντίων ἢ ἐκ τῶν οἰκείων στερήσεων καὶ φθείρεται ἢ εἰς ἐναντία ἢ εἰς στέρησιν πάλιν δὲ εἰς ὄντα, δέδεικται μὲν προηγουμένως ἐν τοῖς εἰς τὸ πρῶτον τῆς Φυσικῆς ἀκροάσεως εἰρημένοις, δέδεικται δὲ καὶ ἐν οἷς τὰ τολμηρῶς ὑπὸ τούτου ῥηθέντα πρὸς τὰ πρῶτα τῆς Περὶ οὐρανοῦ βασανίζειν ἐπειράθην τὸ τέταρτον αὐτοῦ βιβλίον, οὗ νῦν ἐμνημόνευσε, περικρούων. εἴρηται δὲ περὶ τούτων καὶ πρὸ ὀλίγου τὰ σύμμετρα, εἰ δὲ χρὴ καὶ νῦν ἅψασθαι τοῦ λόγου· εἰ μὴ πρότερον ὄντα ὕστερον ἔστιν, ἀδύνατον ἐκ μὴ ὄντων γίνεσθαι. τὰ μὲν γὰρ ἐξ ὄντων γινόμενα κατὰ τὸν εἱρμὸν τῶν τε προηγησαμένων καὶ τῶν ἑπομένων ἀναφαίνεται. τὰ γὰρ Τρωικά, εἰ τύχοι, τότε καὶ οὐκ ἄλλοτε δυνατὸν ἦν γενέσθαι διὰ τὸν εἱρμὸν τῶν τε προηγουμένων καὶ τῶν συνιστάντων ἐκεῖνα τὰ πράγματα καὶ τῶν ἑπομένων αὐτοῖς, τὰ δὲ ἐκ τοῦ μὴ ὄντος ὑφιστάμενα, τί μᾶλλον ἐν τῷδε ἢ ἐν τῷδε τῷ χρόνῳ γένοιτο ἄν; ἐῶ λέγειν, ὅτι σαφῶς αἱ γενέσεις καὶ αἱ φθοραὶ μεταβολαί τινές εἰσιν ἄλλου μετ’ ἄλλο τὴν ὑπόστασιν ἴσχοντος. εἰ οὖν τὸ γινόμενον ἔκ τινος γίνεται, ἢ ἐξ ὁμοίου γίνεται ἢ ἐξ ἐναντίου ἤτοι τῆς οἰκείας στερήσεως. ἀλλὰ τὸ ἐξ ὁμοίου καὶ οὗτος ἀποδοκιμάζων φαίνεται. ἢ οὖν ἐξ ἐναντίου ἢ ἐκ τῆς στερήσεως διὰ τὸ μὴ εἶναι τῇ οὐσίᾳ ἐναντίον. ὥστε ἐφ’ ὧν οὐκ ἔστιν ἐναντίον, ἐκ τῆς στερήσεως ἡ γένεσις, καίτοι καὶ ἐπὶ τούτων τῷ ἐπιβλέποντι κατὰ τὴν τῶν ἐναντίων εἰς ἄλληλ’ μεταβολὴν αἱ γενέσεις ἐπιτελοῦνται καὶ αἱ φθοραί· ὅταν γὰρ ἐξ ἄρτου (ὃς οὐκ ἔστι σάρξ, ἐπιτηδείως δὲ ἔχει πρὸς σάρκα) γίνηται σάρξ, κατὰ τὴν τῶν ἐναντίων ποιοτήτων εἰς ἀλλήλας δρᾶσίν τε καὶ πεῖσιν ἡ μεταβολὴ γίνεται. ‘ἀλλ’ οὐκ ἀνάγκη, φησίν, ἔξωθεν εἶναι τὸ τῆς φθορᾶς αἴτιον, ἀλλ’ ἀρκεῖ ποτε τὸ μεμετρημένον τῆς τῶν φθειρομένων δυνάμεως πρὸς τὸ ἀπορρεῖν, κἄν μηδὲν ᾖ τὸ λυμαινόμενον.’ πάλιν οὖν ὁ αὐτὸς ἥξει λόγος, ὃν ἀγνοήσας οὗτος πολλὰ λέγειν καὶ ἀκούειν ἠνάγκασται. καὶ γὰρ εἰ μὲν εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν ἐγίνετο ἡ ἀπόρροια, τάχα ἄν ἀπέρρει καὶ μηδενὸς ἐνοχλοῦντος τὸ ὑποκείμενον. εἰ δὲ εἰς θερμὸν ἐκ ψυχροῦ μεταβάλλειν ἀνάγκη, δῆλον ὅτι οὐχ ὑφ’ ἑαυτοῦ μεταβάλλοι ἄν εἰς τοὐναντίον, ἀλλ’ ὑπὸ τοῦ ἐνεργείᾳ θερμοῦ τὸ τέως μὲν ψυχρόν, δυνάμει δὲ θερμόν, μεταβάλλεται. πῶς δὲ καὶ δυνατὸν τὰ ἐν γενέσει πάντα ἐξ ἐναντίων ποιοτήτων συνεστῶτα καὶ πλησιάζοντα μὴ δρᾶν εἰς ἄλληλα καὶ πάσχειν ὑπ’ ἀλλήλων, ἀλλ’ ἀνενοχλήτως τὴν δύναμιν ἀπορρεῖν; ἐγὼ μὲν οὖν οἶμαι συντρέχειν τὰ μέτρα τῆς δυνάμεως πρὸς τὴν δρᾶσιν καὶ τὴν πεῖσιν τῶν ἐναντίων ποιοτήτων. τοιγαροῦν τὸ αὐτὸ τοιᾶσδε μὲν τυχὸν ὁμιλίας θᾶττον φθείρεται, τοιᾶσδε δὲ ἧττον. πρὸς δὲ τὸν τούτου λόγον εἴποιμι ἄν ὅτι εἰ μὴ τὸ δραστικὸν τοῦτο καὶ παθητικὸν ἦν τῶν ἐν γενέσει ποιοτήτων τὸ φθεῖρόν τε καὶ φθειρόμενον, ἀλλ’ ἦσαν τελεσιουργῶς μόνον καὶ ζωτικῶς μεταδιδοῦσαί τε καὶ μεταλαμβάνουσαι ὡς ἐν τοῖς οὐρανίοις, οὐκ ἂν ἦν αὐτῶν ἡ δύναμις τῆς οὐσίας ἀπορρέουσα οὐδὲ μέρει χρόνου μεμετρημένη. καλῶς οὖν ἔξω τοῦ φθειρομένου τὸ φθεῖρον ὑπέθετο καὶ ὁ ἐξηγητής, καὶ εἴτε ἀίδιον εἴτε φθαρτὸν εἴη τοῦτο, συνελογίσατο, ὅτι ἔσται κίνησις μετὰ τὴν ὑστέραν ὑποτιθεμένην. ἀλλ’ εἰ χρὴ καὶ τούτῳ ἐφιστάνειν διὰ τοὺς ἀνεξετάστως τῷ πλήθει τῶν τούτου λόγων ἠπατημένους, δοκεῖ μοι νομίζειν οὗτος τὸν σωρίτην λόγον εἰς τὸ ἄπειρον ἁπλῶς ἀπάγειν καὶ ἀρκεῖν οἶμαι τὸ δειχθῆναι τοῦτον μηδὲ τὴν τούτων διάκρισιν ἐπιστάμενον. ἡ μὲν γὰρ εἰς τὸ ἄπειρον ἀπαγωγὴ ἀποδεικτικὴ οὖσα οὐδαμοῦ στάσιν ἔχει τῆς προβάσεως, ὡς εἴ τις λέγοι πᾶν τὸ κινοῦν καὶ αὐτὸ κινεῖσθαι καὶ πᾶν τὸ κινούμενον ὑπό τινος ἔξωθεν κινεῖσθαι· τούτων γὰρ τεθέντων ἀνάγκη ἐπ’ ἄπειρον ἰέναι κινοῦν πρὸ | κινοῦντος τιθέντα. ὁ μέντοι σωρίτης σοφιστικός ἐστι λόγος ἐκ τῆς παρὰ μικρόν, ὥς φασιν, ἐρωτήσεως ἀπάγων κατὰ τὴν ἔκλυσιν τῶν φαντασιῶν ἐπ’ ἄδηλον ἢ ψεῦδος ἐκφανές. ἐρωτῶσι γὰρ πότερον ἡ πρώτη ῥανὶς ἔδρασέ τι εἰς τὴν πέτραν ἢ οὔ· εἰ μὲν γὰρ ἔδρασε, πῶς οὐχ ὁρᾶται τὸ πάθος; εἰ δὲ μή, οὔτε ἡ δευτέρα οὔτε ἡ ἐσχάτη· πῶς οὖν ἡ κοιλότης ἐγένετο τῆς πέτρας; ὁρᾷς, ὅτι οὗτος οὐκ εἰς τὸ ἄπειρον ἀπάγει. πῶς οὖν τῷ σωρίτῃ φησὶν εἰς τὸ ἄπειρον ἀπάγειν; ἀλλὰ ταῦτα μὲν τοῖς <τὴν> ἕξιν τἀνδρὸς κρίνειν βουλομένοις γεγράφθω. τί γὰρ νῦν ἐδεῖτο τοῦ λόγου, λόγου, εἰ μὴ πρὸς ὀνομάτων ἐπίδειξιν. εἰπόντος δὲ τοῦ Ἀλεξάνδρου, ὅτι τὰ φθειρόμενα κινουμένων τινῶν φθείρεται, τῶν φθειρόντων δηλονότι (οὔτω γὰρ καὶ ὁ Ἀριστοτέλης εἶπεν), καὶ εἰ μὲν ἄφθαρτα ταῦτα, πάλιν κινηθήσεται, εἰ δὲ φθαρτά, ἔσται καὶ οὕτω πάλιν ὑστέρα τις τῆς τελευταίας κινήσεως ἡ κατὰ τὴν τούτων γινομένη φθοράν, οὗτος μὴ νοήσας οὐ τὰ φθείροντα, ἀλλὰ τὰ φθειρόμενα νομίζων λέγεσθαι νῦν ὑπὸ τοῦ Ἀλεξάνδρου κινούμενα, ‟οἷον φέρε, φησί, τὰ στοιχεῖα καὶ αὐτὰ φθαρτὰ ὄντα πάλιν ἀλῶν κινουμένων καὶ αὐτὰ φθείρεται, τῆς ὕλης φέρε καὶ τοῦ εἴδους, ἡ δὲ ὕλη οὐκέτι συμφθειρομένη τοῖς πράγμασι μένει τὴν δύναμιν ἔχουσα τοῦ κινεῖσθαι.” οὕτως οὖν οὗτος παρανοήσας καὶ μήτε τοῦ Ἀριστοτέλους ἀκούσας λέγοντος ‟καὶ τὸ φθαρτικὸν δὴ δεήσει φθαρῆναι, ὅταν φθείρῃ, καὶ τὸ τούτου φθαρτικὸν πάλιν ὕστερον,” λῦσαι ταύτην φησὶ πολλαχοῦ τὴν ἀπορίαν. ἱκάν’ γὰρ ἡ φύσις, φησί, μὴ ποιῇ τὴν πρώτην ὕλην, ἀλλ’ ὁ θεὸς ποιεῖ αὐτὴν οὐκ ἐξ ὕλης, ὥστε καὶ φθείρει αὐτήν, ὅταν θελήσῃ εἰς τὸ μὴ ὄν, ἐξ οὗ γέγονεν, ὥσπερ, φησί, καὶ τὸ εἶδος οὐκ εἰς ἄλλο εἷδος μεθίσταται, ἀλλ’ εἰς τὸ πάντῃ μὴ ὂν ἐξ οὗ καὶ γέγονεν ἀνατρέχει”. δέδεικται δὲ πολλάκις, ὡς οἶμαι, ὅτι τὰ μὲν ἐξ οὐκ ὄντων ὑπὸ τοῦ δημιουργοῦ παραγόμενα οὐκ ἔστι γενητὰ κατὰ τοῦτο τοῦ γενητοῦ τὸ σημαινόμενον, καθ’ ὃ τὸ πρότερον μὴ ὂν ὕστερον ἔστιν, ἀλλὰ ἀίδιον ἔχει τὴν ὑπόστασιν· οὐ γὰρ ἔστι τὰ ἐξ οὐκ ὄντων παραγόμενα διὰ τί τότε, ἀλλὰ μὴ ἄλλοτε, παρῆλθεν εἰς τὰ ὄντα, ὥσπερ τὰ ἐξ ὄντων γινόμενα εὐσύνοπτον ἔχει τὴν αἰτίαν τοῦ τότε γενέσθαι διὰ τὸν εἱρμόν, ὡς εἶπον, τῶν τε προηγησαμένων καὶ τῶν ἑπομένων. ταῦτα μὲν οὖν ἀίδια ἐξ ἀνάγκης ἐστί, τὰ μέντοι γενητὰ κατὰ τὸν εἰρημένον τρόπον ἐξ ὄντων τε τὴν γένεσιν ἔχει καὶ εἰς ὄντα τὴν φθορὰν μεταβολῆς οὔσης τῆς γενέσεως καὶ τῆς φθορᾶς. καὶ ποῖον γὰρ εἶδος οὐκ ἀπὸ τοῦ δυνάμει πρότερον ὄντος εἰς τὸ ἐνεργείᾳ μετέβαλε καὶ ἀπὸ τοῦ ἐνεργείᾳ εἰς τὴν ἑαυτοῦ στέρησιν, ἀλλ’ εἰς τὸ πάντῃ μὴ ὄν, ὡς οὗτός φησιν, ἀνατρέχει; Ταῦτα εἰπὼν ἐπαγγέλλεται δείξειν, ὅτι οὐκ εἰς ἀνυπαρξίαν παντελῆ, ἀλλ’ εἰς ἄλλο τι κρεῖττον καὶ θειότερον ἡ τοῦ κόσμου μεταβολὴ γίνεται. καὶ θαυμαστόν, ὅτι τὴν μὲν φθορὰν τοῦ κόσμου μεταβολὴν εἰς ὄν τι καὶ θειότερον οἴεται, τὴν δὲ γένεσιν οὐκ ἐξ ὄντος ἔχειν φησίν· ἐνδείκνυται δέ, ὅπερ ἐν τοῖς ἑξῆς βιβλίοις πραγματεύεται, ὅτι ὁ κόσμος οὗτος εἰς ἄλλον τινὰ κόσμον μεταβάλλει θειότερον, οὐκ ἐφιστάνων ὅτι τοῦτο οὐκ ἔστι φθορὰ τοῦ κόσμου, ἀλλὰ τελείωσις. συμπεραινόμενος δὲ τὰ πρὸς τοὺς ἀγένητον καὶ ἄφθαρτον τὴν κίνησιν δεικνύντας λόγους ἐπιχειρήματα, ἱκανῶς αὐτοὺς ἀπελεγχθῆναί φησιν ἐκ τῶν οὕτω σαθρῶν αὐτοῦ τερετισμάτων. καὶ ὡς ἐκείνους διελέγξας τολμᾷ καὶ αὐτὸς καθ’ αὑτὸν ἀποδεικνύναι, ὅτι ἀδύνατον ἀγένητον εἶναι τὴν κίνησιν. ἀξιώματα δὲ πρὸς τὴν ἀπόδειξιν προλαμβάνει τρία, ἓν μέν, ὡς εἴ τι τῶν γινομένων ἀναγκαίως δεῖται προυπάρχοντός τινος, ἵνα γένηται, οἷον ναῦς ξύλων, οὐκ ἄν γένοιτο μὴ προγενομένων ἐκείνων· δεύτερον ὅτι ἀριθμὸν ἄπειρον ὑποστῆναι ἐνεργείᾳ ἀδύνατον ἢ διεξελθεῖν τινα ἀριθμοῦντα τὸν ἄπειρον, καὶ ὅτι μεῖζον εἶναι τοῦ ἀπείρου ἢ αὐξηθῆναι τὸ ἄπειρον ἀδύνατον· τρίτον ὡς, εἴ τινος εἰς γένεσιν ἄπειρα δέοι προυποστῆναι ἓν ἐξ ἑνὸς γινόμενον, τοῦτο ἀδύνατον γενέσθαι. ‟ἐν τούτου γάρ, φησί, καὶ Ἀριστοτέλης ἐν τῇ Περὶ γενέσεως ἔδειξεν, ὅτι ἀδύνατον ἄπειρα εἶναι καὶ κατ’ ἀριθμὸν τὰ τῶν σωμάτων στοιχεῖα, εἴπερ ἐξ ἀλλήλων αὐτοῖς ἡ γένεσις· τὸ γὰρ ἄπειρον ἀδιεξίτητον, ὥστε οὐ φθάσει τὸ πῦρ, εἰ τύχοι, γενέσθαι, εἰ ἀπείρων προγενομένων γένοιτο ἄν. τούτων οὖν, φησί προωμολογημένων, εἰ ἡ τοῦδε τοῦ πυρὸς μερικὴ κίνησις ἀρχὴν τοῦ εἶναι καὶ πέρας ἔχει, ἵνα δὲ αὕτη γένηται, ἔδει πρὸ αὐτῆς ἄλλην γενέσθαι κίνησιν, καθ’ ἣν ἐξ ἀέρος φέρε μεταβάλλοντος ἔδει τὸ τοῦ πυρὸς σῶμα γενέσθαι, καὶ πάλιν πρὸ τῆς τοῦ ἀέρος κινήσεως τοῦ εἰς πῦρ μεταβεβληκότος προυπῆρξεν ἑτέρα κίνησις ἡ τοῦ ὕδατος, εἰ τύχοι, καθ’ ἣν εἰς ἀέρα μετέβαλε, καὶ πρὸ ἐκείνης ἄλλη καὶ τοῦτο ἐπ’ ἄπειρον, εἴπερ οὐκ ἔσχεν ἀρχὴν οὔτε ὁ κόσμος οὔτε ἡ τῶν πραγμάτων εἰς ἄλληλα μεταβολή, ἀπείρους ἄρα ἔδει προυπάρξαι κινήσεις, ἵνα τόδε τὸ πῦρ τὸ μερικὸν γένηται· οὐ γὰρ ἂν ἐγένετο, εἰ μὴ ἄπειροι προυπῆρξαν, διὰ τὸ πρῶτον, ὡς λέγει, τῶν ἀξιωμάτων. εἰ οὖν ἀδύνατον ἀπείρους κατ’ ἐνέργειαν γεγονέναι κινήσεις διὰ τὸ τῶν ἀξιωμάτων δεύτερον, οὐδὲ ἄρα τὴν τοῦ μερικοῦ πυρὸς ὑποστῆναι κίνησιν δυνατὸν ἦν διά τε ταῦτα καὶ διὰ τὸ τρίτον ἀξίωμα τὸ λέγον, ὅτι οὐ πρὸ τῆς γενέσεως ἄπειρα προυποστῆναι ἀνάγκη, τοῦτο οὐκ ἂν γένοιτο. εἰ οὖν ἡ τοῦ μερικοῦ πυρὸς κίνησις γέγονεν, οὐκ ἄν προϋπῆρξαν αὐτῆς ἄπειροι κινήσεις κατὰ τὴν τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς ἀνάγκην, (ὥς φησιν οὗτος ὁ καὶ τὴν σὺν ἀντιθέσει ἀντιστροφήν, ἥτις ποτέ ἐστιν, ἀγνοῶν, ὡς ἔδειξα οἶμαι τὰ πρὸς τὸ πρῶτον τῆς Περὶ οὐρανοῦ ῥηθέντα αὐτῷ βασανίζων)· εἰ οὖν διὰ πεπερασμένων, φησί, κινήσεων ἦλθεν ἡ | φύσις, ἵνα τὴν τοῦ μερικοῦ πυρὸς ποιήσῃ κίνησιν, ἔστιν ἄρα τις πρώ- τη κίνησις, ἧς μὴ προυπῆρξεν ἄλλη, καὶ ἐπὶ ἄλλων τῶν καθ’ ἕκαστα κινήσεων ὁ αὐτὸς λόγος, καὶ τοῦτο, φησί, τῷ φυσικῷ λόγῳ σύμφωνόν ἐστι. τὰ γὰρ τέλεια τῶν ἀτελῶν καὶ τὰ ἐνεργείᾳ τῶν δυνάμει πρῶτά ἐστιν. εἰ μὲν οὖν ἐπ’ ἄπειρον ἡ ἄνοδος γένοιτο, οὔτε τὰ τέλεια τῶν ἀτελῶν οὗτε τὰ ἐνεργείᾳ τῶν δυνάμει προηγήσεται, εἰ δὲ πεπερασμέναι, ἡ πρώτη δηλονότι ἅμα τῷ παντὶ συνυποστᾶσα ἐκ τοῦ ἐνεργεία καὶ τοῦ τελείου τὴν ἀρχὴν τῶν ἑξῆς πεποίηται κινήσεων. εἰ δὲ τῶν μερικῶν, φησί, κινήσεων ἀρχή τίς ἐστι καὶ οὐχ οἷόν τε ἐπ’ ἄπειρον ἄλλην πρὸ ἄλλης ἐπινοεῖν κίνησιν, ἀνάγκη καὶ τὴν ἐγκύκλιον τῶν οὐρανίων κίνησιν ἀπό τινος ἀρχῆς ἄρξασθαι πρότερον οὐκ οὖσαν. οὐ γὰρ ἐνδέχεται τὸν μὲν οὐρανὸν ἀεὶ ὡσαύτως ἔχειν, τὰ δὲ ἐντὸς γενητὰ καὶ φθαρτὰ μὴ ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἔχειν.’’ τέταρτον καὶ τοῦτο προστίθησιν· ἱεῖ ταῖς γινομέναις κινήσεσιν αἱ γενησόμεναί προστιθέμεναι αὔξουσιν αὐτῶν τὸν ἀριθμόν, τὸ δὲ ἄπειρον αὔξειν ἀδύνατον, οὐκ ἄν ἄπειροι εἶεν αἱ προγενόμεναι κινήσεις.” πέμπτον δέ· ‟εἰ οὐκ ἰσοχρόνως, φησίν, αἱ σφαῖραι κινοῦνται, ἀλλ’ ἡ μὲν διὰ τριάκοντα ἐτῶν, ἡ δὲ διὰ δώδεκα καὶ ἐφεξῆς δι’ ἐλάττονος χρόνου, ὥστε τὴν τῆς σελήνης διὰ μηνὸς καὶ τὴν τῆς ἀπλανοῦς διὰ ἡμερονυκτίου, ἄναρχος δέ ἐστιν ἡ τοῦ οὐρανοῦ κίνησις, ἀνάγκη τὴν τοῦ Κρόνου σφαῖραν ἀπείρους περιεληλυθέναι περιφοράς, τὴν δὲ τοῦ Δῖός ἐγγὺς τριπλασίους τούτων, αἱ δὲ τοῦ ἡλίου τριακονταπλασίους ἔσονται τῶν τοῦ Κρόνου, αἱ δὲ τῆς σελήνης τριακοσιοεξηκονταπλασίονες, αἱ δὲ τῆς ἀπλανοῦς πλέον ἢ μυριοπλάσιοι. πῶς οὖν οὐκ ἀτόπου παντὸς ἐπέκεινα, εἰ μηδὲ ἅπαξ σιεξιτητὸν ἐνδέχεται εἶναι τὸ ἄπειρον, μυριοπλάσιον τοῦ μᾶλλον δὲ ἀπειράκις τὸ ἄπειρον ὑποτίθεσθαι, ὥστε ἀνάγκη, φησί, καὶ τὴν τῶν οὐρανίων κυκλοφορίαν ἄρξασθαι τοῦ εἶναι πρότερον οὐκ οὖσαν, ὅτε καὶ αὐτὸς ὁ οὐρανός (ὡς οὗτός φησι, μὴ γὰρ ἐμὸς λόγος) τοῦ εἶναι ἤρξατο.” ’Ev δὴ τούτοις τὰ μὲν ἀξιώματα δυνατὸν ἀληθῶς εἰλῆφθαι, ἓν δὲ οὗτος ἀγνοήσας, ὡς οἶμαι, πολὺν συρφετὸν ἀντιλογιῶν ἐσώρευσεν, ἑαυτὸν μὲν πρῶτον παραλογιζόμενος, εἶτα καὶ τοὺς οἰομένους τῆς σφῶν αὐτῶν δόξης βεβαιωτικὴν ὑπάρχειν τὴν τοῦ κόσμου φθοράν. τὸ δὲ ἕν, ὃ λέγει, τόδε ἐστί· τὸ κατ’ ἐνέργειαν καὶ κυρίως ἄπειρον, εἴτε κατ’ ἀριθμὸν εἴτε κατὰ μέγεθος ὑποτίθεται ἄπειρον, οὐ κατά τι μὲν ἄπειρον, κατά τι δὲ πεπερασμένον ἐστί· τὸ γὰρ τοιοῦτον οὐ μᾶλλον ἄπειρόν ἐστιν ἢ πεπερασμένον, ἀλλ’ οὐδὲ τὸ ἐπ’ ἄπειρον προιὸν ἄπειρόν ἐστιν ἢ λέγεται κυρίως. τὸ γὰρ προιὸν εἰς ἄπειρον οὕπω τὸ ἄπειρον ἀπείληφε, κἄν ἀεὶ προιὸν ἐπὶ τοῦτο μὴ παύσηται, οὐδέποτε τὸ ἄπειρον ἀπολήψεται. οὗτος δὲ τὰ ἀξιώματα ἐπὶ τῶν κατ’ ἐνέργειαν λαβὼν ἀπείρων, ἐφ’ ὧν ἀληθὲς ὅτι ἀριθμὸν ἄπειρον ὑποστῆναι ἀδύνατον ἢ διεξελθεῖν ἀριθμοῦντα τὸ ἄπειρον ἢ αὐξηθῆναι τὸ ἄπειρον ἢ προϋποστῆναι γενέσεως τινος τὸν ἐνεργείᾳ ἄπειρον ἀριθμόν, ὡς ἐπὶ τῶν στοιχείων ἔδειξεν Ἀριστοτέλης, οὐκέτι ἐπὶ τοῦ τοιούτου ἀπείρου τὰς ἀποδείξεις προήγαγε τοῦ ἅμ ὄντος, ἀλλ’ ἐπὶ τοῦ ἐπ’ ἄπειρον γινομένου, οἵαν εἶναι τὴν κίνησίν φαμεν, οὐκ ἐννοήσας, ὄπ κἄν ἄναρχον καὶ ἀτελεύτητον τὴν κίνησιν εἶναι λέγωμεν, ἀλλ’ ἥ γε μέχρι νῦν οὐκ ἔστιν ἄπειρος· πέρας γοῦν αὐτῆς τὸ νῦν ὑποτιθέμεθα. ὥστε τῆς τοῦ μερικοῦ τοῦδε πυρὸς κινήσεως οὐ προυπάρχει ἄπειρος ἐνεργείᾳ κίνησις· πεπέρανται γοῦν ἡ μέχρι νῦν τῷ νῦν τούτῳ οὐδὲ κωλύεται γίνεσθαι τοδὶ τὸ πῦρ διὰ τὰς προϋπαρχούσας κινήσεις, ὅτι πεπερασμέναι εἰσὶν ἐπὶ τὸ γινόμενον· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ ὑπάρχοντα αἴτια τοῦ πυρὸς πεπερασμένα ἐστίν, εἴπερ ἡ γένεσις τοῖς τέτρασι στοιχείοις ἐξ ἀλλήλων ἐστὶ κύκλῳ περιιοῦσα. πῦρ γὰρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος καὶ ὕδωρ ἐκ γῆς καὶ γῆ ἐκ πυρός, καὶ πάλιν πῦρ ἐξ ἀέρος καὶ τοῦτο ἐπ’ ἄπειρον. ἔδει δὲ τὴν τοῦ ἐπ’ ἄπειρον φύσιν, καὶ τίνι διαφέρει τοῦτο τοῦ κατ’ ἐνέργειαν ἀπείρου παρὰ τοῦ Ἀριστοτέλους μαθόντα, οὕτως εἴ τι πρὸς αὐτὴν εἶχεν ἀπορεῖν, ἀλλ’ οὐχὶ τὰ ἐπὶ τοῦ κατ’ ἐνέργειαν ἀπείρου συναγόμενα ἄτοπα τῷ ἐπ’ ἄπειρον προσάγειν. λέγει δὲ περὶ τοῦ τοιούτου ἀπείρου τοῦ ἐπ’ ἄπειρον ὁ Ἀριστοτέλης ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας τάδε· ‟ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ πεπερασμένον, ἀλλ’ ἀεί γε ἕτερον καὶ ἕτερον.’’ ἔτι τὸ εἶναι πλεοναχῶς λέγεται. ‟ὥστε τὸ ἄπειρον οὐ δεῖ λαμβάνειν ὡς τόδε τι, οἷον ἄνθρωπον ἢ οἰκίαν, ἀλλ’ ὡς ἡ ἡμέρα λέγεται καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς οὐσία γέγονεν, ἀλλ’ ἀεὶ ἐν γενέσει καὶ φθορᾷ πεπερασμένον, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον.’’ κἄν πρὸ ἐμοῦ οὖν ὁ πατήρ, καὶ πρὸ τοῦ ἐμοῦ πατρὸς ὁ ἐκείνου, καὶ τοῦτο ἐπ’ ἄπειρον ἀναλύοιμεν ὡς μὴ οὔσης ἀρχῆς, ἀλλ’ οὐκ ἔστιν ἄπειρα τὰ προγεγονότα· πεπέρανται γοῦν τέως εἰς ἐμὲ ἀλλ’ οὐκ ἔστη, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον διαδέχεται ἀεὶ πεπερασμενον. Τοιαύτη μὲν οὖν ἐστιν ἡ τῶν ἀτόμων γένεσις καὶ φθορὰ οὐδέποτε μὲν ἐπιλείπουσα, ἀεὶ δὲ ἐν πέρατι οὖσα διὰ τὴν τοῦ ἐπ’ ἄπειρον φύσιν. ὁ δὲ Γραμματικὸς ἐπὶ τοῦ κατ’ ἐνέργειαν ἀπείρου τὰ ἀξιώματα λαβὼν ἀληθεύοντα τοῦ μηδὲ ὑφεστηκότος ὅλως, ὡς καὶ αὐτὸς ὁμολογεῖ· ‟εἴ τινος, φησίν, εἰς γένεσιν ἄπειρα δέοι προυποστῆναι ἓν ἐξ ἑνὸς γινόμενον, τοῦτο ἀδύνατον γενέσθαι, ὅτι ἀπείρους αὐτῆς κινήσεις ἀναγκαῖον ἦν προϋπάρχειν”, σαφῶς τὸ ἀδύνατον τὸ τῷ ἐνεργείᾳ ἅμα ὄντι ὅλῳ ἀπείρῳ καὶ πανταχόθεν ἀπείρῳ ἑπόμενον τῷ ἐπ’ ἄπειρον προσάγων, ἐν ᾧ πᾶν τὸ λαμβανόμενον ἐστὶ πάντως, | ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον. ἀπείρων μὲν γὰρ ὄντων κατ’ ἐνέργειαν τῶν προγεγονότων οὐκ ἄν τι ὄντως ἐξ αὐτῶν γένοιτο οὐ μόνον, ὅτι οὐδέν ἐστιν ἔξω τοῦ ἀπείρου, ἀλλ’ ὅτι οὐκ ἔστι συναφθῆναι τῷ ἀπείρῳ τὸ γινόμενον μήτε ἀρχὴν ἔχοντι μήτε τέλος. ὁ δὲ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ τῆς Περὶ γενέσεως, ἐπειδὴ καὶ ἐκείνων οὗτος ἐμνήσθη, μηδὲν τῶν ἐκεῖ λεγομένων νοήσας, οὐχὶ τῇ ἐπ’ ἄπειρον ὑποτιθεμένῃ τῶν γινομένων καὶ φθειρομένων προόδῳ ἀκολουθεῖν φησι τὸ μὴ γίνεσθαι τὰ στοιχεῖα, ὡς οὗτος ᾠήθη, μηδὲ τοῦτο δυνηθεὶς ἐννοῆσαι, ὅτι αὐτὸ τοῦτο προὔκειτο ἐν ἐκείνοις τῷ Ἀριστοτέλει ἐπ’ ἄπειρον μὲν καὶ ἀίδιον δεῖξαι τῶν στοιχείων τὴν εἰς ἄλληλα μεταβολὴν ἀνακυκλουμένην, ἀλλ’ οὐ τῷ ἀπείρους κατ’ ἐνέργειαν ὑπετεθῆναι τὰς εἰδοποιοὺς τῶν στοιχείων ἐναντιώσεις. τοῦτο δὲ ἀκολουθεῖ τοῖς λέγουσιν οὐκ ἐπ’ ἄπειρον ἁπλῶς, ὥσπερ ἡμεῖς λέγομεν, ἀνακυκλούμενα τῷ εἴδει, ἀλλὰ κατ’ εἶδος ἐπ’ ἄπειρον ἐξαλλάττεσθαι τὰ γινόμενα ἐπ’ εὐθείας προιόντα, οἷον ἐκ πυρὸς ἀέρα καὶ ἐξ ἀέρος ὕδωρ καὶ ἐξ ὕδατος γῆν καὶ ἐκ γῆς ἄλλο τι κἀξ ἐκείνου πάλιν ἄλλο ἐπ’ ἄπειρον, οὕτω τῷ εἴδει διαφέροντα. εἰ δὲ τοῦτο, ἀνάγκη ἄπει. ῥοῦς εἶναι κατ’ ἐνέργειαν ἐν τῇ φύσει τῶν ὄντων τὰς εἰδοποιοὺς τῶν στοιχείων ἐναντιώσεις, καθ’ ἃς ἡ μεταβολὴ γίνεται· ὡς γὰρ οὐκ ἄν ἦν τοῦ λευκοῦ εἰς τὸ μέλαν μεταβολή, εἰ μὴ ἦν τὸ μέλαν ἐν τοῖς οὖσιν, οὕτως οὐκ ἂν ἦν ἐπ’ ἄπειρον κατ’ εἶδος ἐξαλλάττεσθαι, εἰ μὴ ἦν ἄπειρα τῷ ἀριθμῷ εἴδη. πεπερασμένων γὰρ ὄντων ἀδύνατον ἦν ἐπ’ ἄπειρον τὴν κατ’ εἶδος ἐξαλλαγὴν γίνεσθαι· ἐπέλιπε γὰρ ἄν. τῇ οὖν ἐπ’ ἄπειρον ὑποτεθείσῃ κατ’ εἶδος μεταβολῇ τῶν στοιχείων ἠκολούθησε τὸ ἀπείρους εἶναι κατ’ ἐνέργειαν τὰς ἐναντιώσεις, ὅπερ ἡμῖν οὐκ ἀκολουθεῖ τοῖς ἐπ’ ἄπειρον μὲν λέγουσι προ·ιέναι τὴν γένεσιν καὶ τὴν κίνησιν, οὐ μέντοι κατ’ εἶδος ἐξαλλαττομένην, ἀλλὰ ἀνακυκλουμένην. ὅπερ καὶ αὐτὸς εἰσαγαγεῖν βούλεται διὰ τοῦ ἀνελεῖν τὴν ἐπ’ ἄπειρον ἐπ’ εὐθείας κατ’ εἶδος πρόοδον. ἀναιρεῖ δέ, ταύτῃ μὲν ἀκολουθεῖν λέγων τὸ ἀπείρους εἶναι ἐνεργείᾳ κατ’ εἶδος τὰς ἐναντιώσεις, τούτῳ δὲ ἄτοπα ἀκολουθεῖν τὸ μὲν τὴν ἡμετέραν περὶ τῶν ὄντων γνῶσιν ἀναιροῦν, τὸ δὲ τὴν γένεσιν· ἡ μὲν γὰρ τοῦ τί ἐστιν ἕκαστον γνῶσις ἐν ἡμῖν διὰ τῶν ὁρισμῶν ἐστιν· ἀπείρων δὲ κατ’ ἐνέργειαν οὐσῶν τῶν εἰδοποιῶν διαφορῶν, καθ’ ἃς εἰδοποιεῖται τὰ στοιχεῖα, εἴπερ ἄπειρος ἐπ’ εὐθείας ἐστὶν ἡ τῶν στοιχείων ἐξαλλαγή, ἄλλου εἴδους ἐξ Μου ἐπ’ ἄπειρον γινομένου, ὡς εἶπον, οὐκ ἔστιν ὁρίσασθαι, εἴπερ ἐκ γένους καὶ διαφορῶν ὡρισμένων εἰσὶν οἱ ὁρισμοί. ἀλλ’ οὐδὲ γενέσθαι τι δυνατὸν ἀπείρων ὄντων κατ’ ἐνέργειαν καὶ ἀδιεξιτήτων τῶν μεταξύ· εἰ γὰρ πεπερασμένα ταῦτα, καὶ τὰ ἄκρα πεπερασμένα εἶναι ἀνάγκη. ἄλλο οὖν ἐστιν ἐκεῖνο τὸ ἄπειρον τὸ ἅμα ὅλον ὑποτιθέμενον καὶ ἄλλο τὸ ἐπ’ ἄπειρον ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἔχον, ὡς εἴρηται· καὶ τὸ μὲν ληφθὲν ἀεὶ πεπερασμένον τούτου, ἕτερον δὲ καὶ ἕτερον, οὐκ ἐμποδιζομένης ἐκ τούτου τῆς γενέσεως, ἀλλὰ συνεργουμένης μᾶλλον· ὥστε καὶ γέγονεν ἡ τοῦ μερικοῦ πυρὸς καὶ τῶν ὤων κίνησις. καὶ οὐ προυπῆρξαν αὐτῶν ἄπειροι κινήσεις, αἵ γε πεπερασμέναι νῦν εἰσι, καὶ πρώτη κίνησις οὐκ ἔστιν, ἀλλ’ ἀεὶ τῆς πρώτης ὑποτιθεμένης ἐστι προτέραν λαβεῖν. εἰ δὲ τοῦτο, ἀνάγκη καὶ τὴν ἐγκύκλιον τῶν οὐρανίων κίνησιν ἄναρχον εἶναι, ἀφ’ ἧς ἡ τῶν ὑπὸ σελήνην ἀνέκλειπτος κίνησις διασῴζεται. ἀλλ’ οὐδὲ αἱ προστιθέμεναι κινήσεις τὸν ἄπειρον κατ’ ἐνέργειν τῶν κινήσεων ἀριθμὸν αὔξουσιν, ὡς οὗτός φησιν, ἀλλὰ τὸν πεπερασμένον. πεπέρανται γὰρ ὁ μέχρι νῦν καὶ ὁ ἀεὶ προστιθέμενος πεπερασμένος, ἀλλ’ οὐκ ἄπειρος, κἄν ἐπ’ ἄπειρον προστιθῆται. ὥστε κἀν ἀνισοταχεῖς αἱ σφαῖραι καὶ ἄναρχος ἑκάστων ἡ ἀποκατάστασις, ἀλλ’ οὐκ ἄπειροι αἱ μέχρι νῦν οὐδὲ γενήσονται ἄπειροί ποτε ὑπ’ αὐτοῦ τούτου τοῦ ἐπ’ ἄπειρον προιέναι κωλυόμεναι ἄπειροι γενέσθαι· τὸ γὰρ ἐπ’ ἄπειρον ἔχει τι ἀεὶ ἐλλεῖπον (ἐνυπάρχει γὰρ αὐτῷ ἀεὶ τὸ δυνάμει), τὸ δὲ ἄπειρον, εἴπερ εἴη τι τοιοῦτον, κατ’ ἐνέργειαν ἀνελλιπές ἐστιν. ἀλλ’ οὐδὲ τῷ φυσικῷ λόγῳ τὰ ὑπ’ αὐτοῦ λεγόμενα συμφωνεῖ τῷ λέγοντι τὰ τέλεια προηγεῖσθαι τῶν ἀτελῶν καὶ τὰ ἐνεργείᾳ τῶν δυνάμει, ὁπότε οὐδὲ ἐφ’ ὧν ταῦτα ἀληθεύει, γινώσκειν οὗτος ἔοικεν. ἐπὶ μὲν γὰρ τῶν ὅλων ἀληθές, ἐν μέντοι τῇ γενέσει μᾶλλον ἐπὶ τοῦ αὐτοῦ τὰ ἀτελῆ τῶν τελείων καὶ τὰ δυνάμει προυπάρχει τῶν ἐνεργείᾳ, εἰ καὶ κατὰ ἀλήθειαν ἐξ ἀλλήλων τὴν γένεσιν ἔχουσι· καὶ γὰρ ἐκ σπέρματος ἄνθρωπος καὶ ἐξ ἀνθρώπου σπέρμα. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν χρονικὴν προῦπαρξιν εἶπον, ἣν μόνην, ὡς ἔοικεν, οὗτος γινώσκει· ἐπεὶ τῇ γε δυνάμει καὶ αἰτία καὶ τῇ τῆς ἀξίας ὑπεροχῇ προυπάρχει πάντως τῶν ἀτελῶν τὰ τέλεια καὶ τῶν δυνάμει τὰ ἐνεργείᾳ, καὶ τῷ χρόνῳ δὲ τὰ ποιοῦντα τῶν πασχόντων. ἐν μέντοι τῇ γενέσει, ὅπερ εἶπον, μὴ οὔσης ἀρχῆς χρονικῆς, οὐκ ἄν τις χρόνῳ προυπάρχειν ἁπλῶς φαίη τὸ ἐνεργείᾳ τοῦ δυνάμει· τὸ γὰρ ἐν ἑκάστῳ δυνάμει τοῦ κατ’ αὐτὸ ἐνεργείᾳ προυπάρχει τῷ χρόνῳ ὥσπερ τὸ ᾠὸν τῆς ὄρνιθος. ταῦτα μὲν οὖν εἰρήσθω πρὸς τὸ ἕκτον τοῦ Γραμματικοῦ βιβλίον, ὃ τὴν ἀιδιότητα τῆς κινήσεως ἀνελεῖν ἐπειρᾶτο, ἵνα μὴ δι’ αὐτὴν ἀίδιος ὁ κόσμος ἀποδεικνύηται· σκοπὸν γὰρ ἕνα προὐβάλετο μήτε τὸν θεὸν ἀμετάβλητον μήτε τὸν κόσμον ἀίδιον ὑπὸ τῶν δυστυχῶς αὐτῷ πειθομένων νομίζεσθαι· μέχρι δὲ τῶν εἰρημένων προελθὼν τέλος ἔχειν ἐνόμισεν αὑτῷ τὴν ἀντιλογίαν τὴν πρὸς τὴν ἀιδιότητα τῆς κινήσεως οὐδὲ τούτῳ ἐπιστῆσαι δυνηθείς, ὅτι τὰ κυριώτατα τῆς ἀποδείξεως ἐν τοῖς ἐφεξῆς παραδίδοται, ἐν οἷς | δείκνυσιν ὁ Ἀριστοτέλης, ὅτι τῶν ὄντων τὰ μὲν ἀκίνητά ἐστι, τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ποτὲ μὲν κινούμενα, ποτὲ δὲ ἠρεμοῦντα. ἀλλ’ εἰ δοκεῖ λοιπὸν ἐπὶ τὸ συνεχὲς τῶν Ἀριστοτέλους ῥήσεων ἐπανιτέον, ὅτε τῆς ἀπαιδεύτου προσυλακτήσεως ἐκείνης τοὺς τοῖς προλαβοῦσιν ἐντυγχάνοντας ἀπηλλάξαμεν. p. 252a4 Καὶ γὰρ ἔοικε τὸ οὕτω λέγειν πλάσματι μᾶλλον. Δείξας, ὅτι ἀίδιος ἡ κίνησις διὰ τῆς τοῦ χρόνου ἀιδιότητος καὶ ὅτι ἀδύνατον κίνησιν ἢ χρόνον γινόμενα ἢ φθειρόμενα ὑποτίθεσθαι, νῦν φησιν ὅτι καὶ ἐκ τούτου ἀίδιος ἡ κίνησις καὶ ὁ χρόνος δείκνυται ἐκ τοῦ τὸ μὴ οὕτω λέγειν, ἀλλὰ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι κίνησιν ἢ χρόνον, πλάσματι μᾶλλον ἐοικέναι. τί γὰρ ἄν εἴη πλασματωδέστερον τοῦ λέγειν, ὅτι μὴ οὖσα κίνησις μηδὲ χρόνος πρότερον τότε γεγόνασι; διὰ τί γὰρ τότε, ἀλλὰ μὴ πρότερον ἢ ὕστερον, πλάσματι μᾶλλον ἔοικε; λέγοι δὲ ἄν ἴσως πλασματῶδες καὶ τὸ λέγειν εἶναι χρόνον, ὅτε χρόνος οὐκ ἦν· ὁ δὲ λέγων ὅτι ὁτὲ μὲν ἦν χρόνος, ὁτὲ δὲ οὔ, τοῦτο λέγει. τὸ αὐτὸ δὲ πλάσμα καὶ ἐπὶ κινήσεως, εἴπερ ἀριθμὸς κινήσεως ὁ χρόνος. εἰ γὰρ ἦν χρόνος, ὅτε οὐκ ἦν κίνησις, ὅτε δὲ κίνησις, οὐκ ἦν οὐδὲ χρόνος, δῆλον ὅτι ὁ τοῦτο λέγων οὐδὲν ἄλλο λέγει ἢ ὅτι ἦν χρόνος ὅτε οὐκ ἦν χρόνος. ‘‘λέγοι δὲ ἄν, ὥς φησιν Ἀλέξανδρος, πλάσματι μᾶλλον ἐοικέναι τὸ οὕτω λέγειν, καὶ διότι χωρὶς ἀποδείξεως καὶ λόγων εἰκότων οἱ ταῦτα λέγοντες ἔλεγον, ἢ ὅτι ἀκινήτου τῆς κινήσεως δεδειγμένης τὸ φθαρτὴν αὐτὴν λέγειν ἀπίθανον,’ εἰ μὴ ἄρα τὸ πλασματῶδες οὐ πρὸς τὸ φθαρτὴν μόνον λέγειν, ἀλλὰ καὶ πρὸς τὸ γενητὴν ἀποδέδοται. p. 252a5 ῾Ομοίως δὲ καὶ τὸ λέγειν, ὅτι πέφυκεν οὕτως ἕως τοῦ ἢ λόγον ἔχειν τὸ μὴ ἀπλοῦν. Πλάσματι ἐοικέναι εἰπὼν τὸ λέγειν, ὅτι ὁτὲ μὲν ἦν κίνησις, ὁτὲ δὲ οὔ, διὰ τὸ μὴ ἔχειν αἰτίαν ἀποδοῦναι τούτου, ἐφεξῆς φησιν ὅτι καὶ τὸ λέγειν ὅτι πέφυκεν οὕτω, καὶ ταύτην ὡς ἀρχὴν καὶ αἰτίαν ἀποδιδόναι, ὁμοίως πλασματῶδές ἐστιν. τοῦτο δὲ ἔοικεν Ἐμπεδοκλῆς ἄν εἰπεῖν, ὅτε λέγει ὅτι τὸ κρατεῖν καὶ κινεῖν ἐν μέρει τὴν Φιλίαν καὶ τὸ Νεῖκος ἐξ ἀνάγκης ὑπάρχει τοῖς πράγμασιν, εἰ δὲ καὶ τοῦτο, καὶ τὸ ἠρεμεῖν ἐν τῷ μεταξὺ χρόνῳ· τῶν γὰρ ἐναντίων κινήσεων ἠρεμία μεταξύ ἐστιν. Εὔδημος δὲ τὴν ἀκινησίαν ἐν τῇ τῆς Φιλίας ἐπικρατείᾳ κατὰ τὸν Σφαῖρον ἐκδέχεται, ἐπειδὰν ἅπαντα συγκριθῇ, ἔνθ’ οὕτ’ ἠελίοιο διείδεται ὠκέα γυῖα, ἀλλ’, ὥς φησιν, οὕτως ῾Αρμονίης πυκινῷ κρυφῷ ἐστήρικται Σφαῖρος κυκλοτερὴς μονίῃ περιγηθέι γαίων· ἀρξαμένου δὲ πάλιν τοῦ Νείκους ἐπικρατεῖν τότε πάλιν κίνησις ἐν τῷ Σφαίρῳ γίνεται· πάντα γὰρ ἑξείης πελεμίζετο γυῖα θεοῖο. Τί δὲ διαφέρει τοῦ ὅτι πέφυκεν οὕτως τὸ ἐξ ἀνάγκης λέγειν αἰτίαν μὴ ἡ προστιθέντα; ταῦτα δὲ Ἐμπεδοκλῆς ἔοικε λέγειν ἐν τῷ· ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο χρόνοιο· καὶ ὅτ’ ἀνάγκην τῶν γινομένων αἰτιᾶται· ἔστιν ἀνάγκη χρῆμα θεῶν σφρήγισμα παλαιόν, ἀίδιον πλατέεσσι κατεσφρηγισμένον ὅρκοις· διὰ γὰρ τὴν ἀνάγκην καὶ τοὺς ὅρκους τούτους ἑκάτερον παρὰ μέρος ἐπικρατεπῖν φησι. λέγει δὲ καὶ ταῦτα Ἐμπεδοκλῆς ἐπὶ τῆς τοῦ Νείκους ἐπικρατειας· αὐτὰρ ἐπεὶ μέγα Νεῖκος ἐνὶ μελέεσσιν ἐρέφθη ἐς τιμάς τ’ ἀνόρουσε τελειομένοιο χρόνοιο, ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλαται ὅρκου. ταῦτα οὖν φησι χωρίς αἰτίας λεγόμενα οὐδὲν ἄλλο λέγειν ἐστὶν ἢ πέφυκεν οὐτῶ. Τάχα δέ, φησί, καὶ Ἀναξαγόρας ὁ μίαν ἀρχὴν κινήσεως τῶν πρότερον ἠρεμουσῶν ὁμοιομερειῶν τὸν νοῦν λέγων καὶ μὴ προστιθεὶς αἰτίαν, δι’ ἣν τότε ἐκίνησεν, ἀλλὰ μὴ καὶ πρότερον, οὐδὲν ἄλλο λέγει ἢ τὸ πλασματῶδες τοῦτο ὅτι πέφυκεν οὕτω. καίτοι γε τὸ ἀναίτιον καὶ ἄτακτον μάλιστα ἐπὶ τῆς φύσεως καὶ τῶν φύσει γινομένων φυλακτέον, διότι ἡ φύσις λόγος οὖσα αἰτία πᾶσι τάξεως ἐστι καὶ λόγου. ὁ δὲ χρόνος, ὃν ἠρέμουν πρότερον, ἄπειρος ὢν πρὸς τόν, ἀφ’ οὗ ἤρξαντο κινεῖσθαι, οὐδένα λόγον ἔχει. τὸ γὰρ ἄπειρον πρὸς τὸ ἄπειρον οὐδένα λόγον ἔχει· ἀλλ’ οὐδὲ πρὸς τὸ πεπερασμένον. συνάγεται ἄρα ἐν δευτέρῳ σχήματι, ὅτι ἡ ἄπειρος ἠρεμία πρὸς τὴν ἄπειρον ἢ τὴν πεπερασμένην κίνησιν οὐκ ἔστι φύσει. καὶ τὸ ἄπειρον δὲ χρόνον ἠρεμεῖν, εἶτα κινηθῆναί ποτε, καὶ τούτου μηδεμίαν λέγειν διαφοράν, δι’ ἣν νῦν μᾶλλον ἢ πρότερον κινοῦνται, μηδὲ ἔχειν τινὰ τάξιν, οὐκ ἔστι φύσεως ἔργον, διότι τὰ φύσει οὐχ ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἔχει ἄνευ λόγου καὶ αἰτίας, ἀλλ’ ἢ ἀπλῶς καὶ ὁμοίως ἔχει πάντα τὰ φύσει. οἷον τὸ πῦρ ἄνω φύσει φέρεσθαι | λέγομεν, διότι οὐχ ὁτὲ μὲν ὁτὲ δὲ οὔ, ἀλλὰ ἀπλῶς ἄνω φέρεται καθόλου καὶ ἀεὶ ὁμοίως· ἡ δὲ γῆ κάτω καὶ αὕτη ἁπλῶς. εἰ δέ τι τῶν φύσει μὴ ἀεὶ ὁμοίως ἔχει, ἀλλ’ ὁτὲ μὲν ὁτὲ δ’ οὔ, ἔστι λόγος τις καὶ αἰτία τοῦ μὴ ἁπλοῦ, ἀλλὰ διαφόρου, οἷον τοῦ μὴ ἀεὶ θέρος εἶναι ἢ ἀεὶ χειμῶν, ἀλλὰ παρὰ μέρος, αἰτία ἥ τε τοῦ ζῳδιακοῦ ἔγκλισις καὶ ἡ τοῦ ἡλίου ἐπ’ αὐτοῦ κίνησις· καὶ τοῦ μὴ ἀεὶ γεννᾶν τὰ ζῷα αἴτιον τὸ τελείων εἶναι τὸ δύνασθαι ὅμοια ποιεῖν ἑαυτοῖς. ῾Ο δὲ Εὔδημος μέμφεται τῷ Ἀναξαγόρᾳ οὐ μόνον, ὅτι μὴ πρότερον οὖσαν ἄρξασθαί ποτε λέγει τὴν κίνησιν, ἀλλ’ ὅτι καὶ περὶ τοῦ διαμένειν ἢ λήξειν ποτὲ παρέλιπεν εἰπεῖν, καίπερ οὐκ ὄντος φανεροῦ. ‟τί γὰρ κωλύει, φησί, δόξαι ποτὲ τῷ νῷ στῆσαι πάντα χρήματα, καθάπερ ἐκεῖνος εἶπεν κινῆσαι.” καὶ τοῦτο δὲ αἰτιᾶται τοῦ Ἀναξαγόρου ὁ Εὔδημος· ‟πῶς ἐνδέχεται στέρησίν τινα προτέραν εἶναι τῆς ἀντικειμένης ἕξεως· εἰ οὖν ἡ ἠρεμία στέρησις κινήσεως ἐστιν, οὐκ ἄν εἴη πρὸ τῆς κινήσεως.” p. 252a19 Διόπερ ἄμεινον ὡς Ἐμπεδοκλῆς ἕως τοῦ τῶν μέντοι ἀρχῶν, οὐκ ἔς τιν’ ἕτερον αἴτιον, ἀιδίων οὐσῶν. Κἄν μὴ κατορθοῖ τελέως Ἐμπεδοκλῆς εἰπὼν ἄνευ αἰτίας, ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο, ὥστε καὶ ἐν μέρει τὸ πᾶν ἠρεμεῖν τε καὶ κινεῖσθαι, ἀλλ’ ὅμως, καθ’ ὅσον τὸ ἐν μέρει τάξιν τινὰ ἐμφαίνει τοῦ ὡρισμένου πρὸς τὸ ὡρισμένον, φυσικώτερον δοκεῖ λέγειν. τῶν γὰρ μερῶν τοῦ χρόνου πρὸς ἄλληλα πεπερασμένων ὄντων λόγος τίς ἐστι, τοῦ δὲ ἀπείρου πρὸς τὸν ἄπειρον, ᾧ Ἀναξαγόρας χρῆσθαι δοκεῖ, οὐδείς ἐστι λόγος. πλήν, φησίν, οὐκ ἀρκεῖ τῷ Ἐμπεδοκλεῖ καὶ τοῖς οὕτω λέγουσι τὸ παρὰ μέρος φάναι, ἀλλ’ ἐχρῆν καὶ τὴν αἰτίαν τούτου προσθεῖναι καὶ μὴ τίθεσθαι μηδὲν μηδὲ ἀξιοῦν ἄνευ αἰτίας, ἀλλ’ εἰ μὲν περὶ ἀρχῆς τινος ὁ λόγος, δι’ ἐπαγωγῆς αὐτὴν πιστοῦσθαι (τὰς γὰρ ἀρχὰς ἀπὸ τῶν ὑστέρων ἀνάγκη βεβαιοῦσθαι), εἰ δὲ περὶ τῶν μετὰ τὰς ἀρχάς, δι’ ἀποδείξεως· ὥσπερ καὶ νῦν. ἡ γὰρ Φιλία καὶ τὸ Νεῖκος οὐκ εἰσὶν ἀρχαὶ καὶ αἰτίαι τοῦ παρὰ μέρος καὶ ἐν ἴσῳ χρόνῳ κρατεῖν καὶ κινεῖν. ἢ γὰρ ἄν ταὐτὸν ἦν τὸ Φιλότητι καὶ Νείκει εἶναι, ἀλλὰ τῆς μὲν Φιλίας ἴδιόν ἐστι τὸ συνάγειν εἰς ἓν τὰ διῃρημένα, τοῦ δὲ Νείκους τὸ διακρίνειν καὶ χωρίζειν. τοῦ δὲ ἐν μέρει καὶ ἐν ἴσῳ χρόνῳ ἄλλο ἄν εἴη τὸ αἴτιον, ὅπερ ἐχρῆν προσαποδιδόναι τοὺς οὕτω λέγοντας, προστιθέντας καὶ ἐφ’ ὧν τινων ἄλλων οὕτως ἔχει καὶ γίνεται· πιστὸς γὰρ ἄν ἦν ὁ λόγος ἀπὸ τῶν ἐναργῶν μαρτυρούμενος, ὥσπερ τὸ ἐν τῷ ὅλῳ τὴν μὲν Φιλίαν συναγωγὸν εἰς ἓν εἶναι, τὸ δὲ Νεῖκος διακριτικὸν καὶ σκορπιστικὸν πιστὸν δοκεῖ ἐκ τοῦ καὶ παρ’ ἡμῖν τὴν μὲν φιλίαν συνάγειν τοὺς ἀνθρώπους, τὴν δὲ ἔχθραν διιστάνειν ἀπ’ ἀλλήλων. ἐπειδὴ γὰρ τοῦτο φαίνεται ἐπί τινων πιστόν, δοκεῖ καὶ ἐπὶ τοῦ ὅλου. ἔδει οὖν καὶ ἐπὶ τοῦ ἐν μέρει καὶ δι’ ἴσου ἐν τῷ παντὶ κρατεῖν ἀπ’ ἄλλου τινὸς τὴν πίστιν κομίζειν. ὡς δέ τινος ῥᾳδίως τοῖς εἰρημένοις ὑπαντήσοντος ὅτι ὥσπερ ἡ μὲν φιλία ἀεὶ συνάγει, ἡ δὲ ἔχθρα διακρίνει, καὶ οὐ χρὴ τούτου ζητεῖν αἰτίαν, οὕτω καὶ ἀεὶ ἐν μέρει καὶ παρ’ ἡμῖν αἱ συγκρίσεις καὶ αἱ διακρίσεις ἐπικρατοῦσι, λέγει αὐτός, ὅτι οὐκ ὀρθῶς ἔχει, τὸ ἀεὶ οὕτως ἔχειν τι καὶ πανταχοῦ ὡς ἀρχὴν λαμβάνειν ἀναπόδεικτον· πολλὰ γὰρ τῶν ὄντων ἀίδια μέν ἐστιν καὶ πανταχοῦ οὕτως ἔχει, οὐ μὴν ἀρχὶ καὶ ἀναπόδεικτα, ἀλλ’ ἔχει τοῦ εἶναι τοιαῦτα αἰτίας τινὰς καὶ ἀρχάς, ὥσπερ ἐν τοῖς μαθήμασι τὸ τοῦ τριγώνου τὰς ἐντὸς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι ἀίδιον μέν ἐστι καὶ ἐν παντὶ τριγώνῳ οὕτως ἔχει, οὐ μέντοι ἀρχὴ καὶ ἀνπόδεικτον. ἀλλ’ ἔστιν τις ἀρχὴ τούτου, ἐξ ἧς ἀποδείκνυται. ὁμοίως δὲ τὸ παρὰ μέρος θέρος καὶ χειμῶνα γίνεσθαι ἀίδιον μὲν καὶ πανταχοῦ οὕτως, οὐ μέντοι ἀρχή, ἀλλὰ ἀρχὰς ἔχει καὶ αἰτίας τῆς τοιαύτης κινήσεως. διὸ οὐκ ἀποδέχεται Δημόκριτον τὰς περὶ φύσεως αἰτίας εἰς ἀρχὴν ἀνάγοντα ταύτην, ὅτι οὕτω καὶ τὰ πρότερον ἐγίνετο, καὶ μηκέτι ἀξιοῦντα τῶν ἀεὶ ὁμοίως γινομένων ἀρχὴν καὶ αἰτίαν ζητεῖν καὶ μὴ ἐννοοῦντα, ὅτι ἐφ’ ὧν μὲν τὸ ἀίδιον ἀρχή ἐστιν αὐτόπιστος καὶ ἀναπόδεικτος, ἐπὶ τούτων ὀρθῶς ἔχει τὸ μὴ ζητεῖν αἰτίαν τοῦ ἀεὶ οὕτως ἔχοντος, ἐφ’ ὧν δὲ οὐκ ἔστιν ἀρχὴ τὸ ἀίδιον, ἐπὶ τούτων ἀρχὰς καὶ αἰτίας ἀποδοτέον. οὐ γὰρ πᾶν ἀίδιον ἀρχή, κἄν ἡ ἀρχὴ πάντως καὶ ἀίδιός ἐστιν· ἐπὶ πλέον γὰρ τὸ ἀίδιον τῆς ἀρχῆς. διὸ καὶ ὁ γεωμέτρης ἀπαιτούμενος δεῖξαι, ὅτι δυσὶν ὀρθαῖς εἰσιν ἴσαι, οὐκ ἀρκεῖται εἰπεῖν, ὅτι ἀίδιον τοῦτό | ἐστι καὶ ἀρχὴ καὶ ἀναπόδεικτον, ἀλλὰ τὴν ἀπόδειξιν ἐπάγει. μὴ τοίνυν ὁ Δημόκριτος αἰτίαν τῆς τῶν ἀτόμων συνόδου τε καὶ περιπλοκῆς ἀρκοῦσαν ἡγείσθω τὸ οὕτως ἀεὶ γίνεσθαι τὰ γινόμενα. εἴρηται δὲ πολλάκις, ὅτι καὶ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας ἡνωμένον μὲν τὸν νοητὸν ἔλεγον κόσμον, διακεκριμένον δὲ τὸν αἰσθητόν. ἀμφοῖν δὲ ἀεὶ ὄντων τὴν κατὰ χρόνον μεταβολὴν εἰς ἔνδειξιν ἐλάμβανον τῆς τάξεως αὐτῶν καὶ τῆς τοῦ αἰσθητοῦ γενέσεως ἀπὸ τοῦ νοητοῦ, Ἐμπεδοκλῆς δὲ καὶ τῆς τοῦ αἰσθητοῦ πρὸς τὸ νοητὸν ἐπιστροφῆς. p. 252b7 Ὅτι μὲν οὖν οὐδεὶς ἦν χρόνος ἕως τοῦ εἴπερ ἐνδέχεται κινεῖσθαι τὸ ἄπειρον καὶ ἠρεμεῖν ὅλον. Τριχῶς ἀεὶ τῶν προβλημάτων βεβαιουμένων διά τε τῆς προηγουμένης αὐτῶν ἀποδείξεως καὶ διὰ τοῦ τῶν ἐναντίως λεγόντων ἐλέγχου καὶ διὰ τῆς τῶν πρὸς τὰ προβλήματα ἐνστάσεων διαλύσεως κατασκευάσας διὰ προηγουμένων λόγων, ὅτι ἡ κίνησις ἀίδιός ἐστι, καὶ διελέγξας τοὺς δοκοῦντας μὴ ἀίδιον λέγειν ὡς πλασματώδη καὶ οὐ φυσικὰ λέγοντας, ἐπὶ τὸ τρίτον μέτεισι νῦν τὸ τὰς ἐνστάσεις τὰς δοκούσας σαλεύειν τὸν λόγον αὐτοῦ διελέγχειν καὶ ψευδεῖς ἀποδεικνύναι. τριῶν δὲ οὐσῶν ἐνστάσεων ἡ πρώτη τοιαύτη ἐστίν· οὐδεμία μεταβολὴ ἀίδιός ἐστιν. ἀπόδειξις δὲ τοῦ λόγου ἥδε· πάσα μεταβολὴ ἔκ τινος εἴς τι· μετ’ ἄλλο γὰρ εἰς ἄλλο ἡ μεταβολὴ καὶ ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον· ἡ δὲ ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον πέρατα καὶ ὅρους ἔχει τὰ ἐναντία· ἡ πέρατα ἔχουσα εἰς ἄπειρον οὐκ ἄν γίνοιτο· πᾶσα ἄρα μεταβολὴ καὶ κίνησις εἰς ἄπειρον οὐκ ἄν γίνοιτο, ταὐτὸν δὲ εἰπεῖν, οὐδεμία μεταβολὴ μία καὶ συνεχὴς οὖσα ἀίδιός ἐστιν. ἰσοδυναμεῖ γὰρ τῷ ῾πᾶς οὐκ ἔστι᾿ τὸ ῾οὐδείς ἐστιν.’ εἰ δὲ μηδεμία κίνησις μία οὖσα ἀίδιός ἐστιν, οὐδ’ ἄν ὅλως κίνησις ἀίδιος εἴη. καὶ ἔοικεν αὕτη ἡ ἔνστασις οὐ τὸ ἀεὶ εἶναι κίνησιν ἀναιρεῖν (τί γὰρ κωλύει πρὸ ἑκάστης μεταβολῆς πεπερασμένης οὔσης εἶναι ἄλλην καὶ μετὰ ἑκάστην ἄλλην;), ἀλλὰ τὸ μίαν εἶναι συνεχῆ καὶ ἀίδιον κίνησιν ἡ ἔνστασις αὕτη ἐπιχειρεῖ ἀναιρεῖν. Δευτέρα δὲ ἔνστασις πρὸς τὸ ἀγένητον εἶναι τὴν κίνησιν ἐκ τῆς ἐναργείας ἐπιχειροῦσα. ὁρῶμεν γὰρ πολλὰ μὴ πρότερον κινούμενα μήτε ἔχοντα ἐν ἑαυτοῖς μηδεμίαν κίνησιν μήτε καθ’ ὅλον μήτε κατὰ μέρος εἰς τὸ κινεῖσθαι μεταβάλλοντα, οἷον ἐπὶ τῶν ἀψύχων ὁρᾶται· λίθοι γὰρ καὶ ξύλα μήτε καθ’ ὅλα μήτε κατὰ μέρη κινούμενα, ἀλλ’ ἠρεμοῦντα τέως, κινεῖταί ποτε καὶ ἄρχεται τοῦ κινεῖσθαι ἐξ ἠρεμίας παντελοῦς εἰς τὸ κινεῖσθαι μεταβαλλόμενα. καίτοι εἰ ἦν ἀίδιος ἡ κίνησις, ἢ ἀεὶ κινεῖσθαι ἔδει ταῦτα ἢ μηδέποτε κινεῖσθαι, ἵνα μὴ ἐκ τοῦ μὴ εἶναι μεταβάλλουσα ἡ κίνησις γενητὴ καὶ μηκέτι ἀίδιος εἴη. νῦν δὲ ταῦτα καὶ ἄρχεται τοὐ κινεῖσθαι καὶ πάλιν παύεται. καὶ αὕτη δὲ ἡ ἔνστασις πρὸς τὸ ἀγένητον εἶναι τὴν κίνησιν ἐνισταμένη καὶ ἡ μετ’ αὐτὴν τοσοῦτον μόνον δεικνύουσιν, ὅτι γίνονταί τινες κινήσεις μὴ πρότερον οὖσαι, οὐ μέντοι ὅτι οὐκ ἔστι πρὸ ἐκείνων ἄλλη κίνησις οὐδὲ μετ’ ἐκείνας ἄλλη. Τρίτον δὲ καὶ πολὺ μᾶλλον ἐπὶ τῶν ἐμψύχων φανερὸν δοκεῖ τὸ γίνεσθαι κίνησιν μὴ πρότερον οὖσαν. τὰ μὲν γὰρ ἄψυχα, εἰ καὶ ἠρεμοῦντα πρότερον εἰς τὸ κινεῖσθαι μεταβάλλει, ἀλλὰ τὸ κινοῦν αὐτὰ ἔξωθέν ἐστι κινούμενον καὶ αὐτό, ὡς μὴ δείκνυσθαι γενητὴν ὑπὸ τῶν ἀψύχων τὴν κίνησιν ἁπλῶς διὰ τὸ προυπάρχειν ἄλλην κίνησιν τῆς γενητῆς τούτων κινήσεως· ἐπὶ δὲ τῶν ζῴων οὐ δυνατὸν τοῦτο λέγειν, ὅταν φαίνηται ταῦτα ἐκ παντελοῦς ἠρεμίας ἐξ ἑαυτῶν κινούμενα οὐδενὸς ἔξωθεν κινοῦντος, ὅπερ κινούμενον ἐδύνατο κινεῖν. δοκεῖ γὰρ ἐναργῶς τότε γεννᾶσθαι κίνησις μὴ πρότερον οὖσα, εἰ ἐξ αὑτοῦ κινεῖται μὴ πρότερον κινουμένου. εἰ δὲ ἐν ζῴῳ δυνατὸν ἄρχεσθαι κίνησιν μὴ πρότερον οὖσαν (βαιὸς δὲ κόσμος τὸ ζῷον κατὰ τάξιν τινὰ καὶ φύσιν διακεκοσμημένον καὶ διοικούμενον), τί κωλύει τὸ αὐτὸ συμβῆναι καὶ κατὰ τὸν ὅλον κόσμον, ὡς ἐξ ἀκινησίας αὐτὸν παντελοῦς εἰς τὸ ἐξ ἑαυτοῦ κινεῖσθαι μεταβαλεῖν. καὶ οὕτω μὴ πρότερον οὖσαν κίνησιν γενέσθαι. εἰ δὲ ἐν τῷ κόσμῳ φησὶ τοῦτο δυνατόν, καὶ ἐν τῷ ἀπείρῳ δυνατόν, ἤτοι τῷ Ἀναξαγόρου (ὡς ἤκουσεν ὁ Ἀλέξανδρος, διότι τὸ μῖγμα τὸ ἐκ τῶν ὁμοιομερειῶν ἀπείρων οὐσῶν ἄπειρον ἀνάγκη εἶναι) ἢ τῷ Ἀναξιμένους καὶ Ἀναξιμάνδρου καὶ ὅλως τῶν ἓν τὸ στοιχεῖον | ἄπειρον κατὰ μέγεθος ὑποθεμένων, ἢ καὶ τούτου καὶ ἐκείνου. προσέθηκε καὶ τὸ εἴπερ ἐνδέχεται κινεῖσθαι τὸ ἄπειρον καὶ ἠρεμεῖν ὅλον, ὅτι δέδεικται τὸ ἄπειρον κατὰ μέγεθος μὴ δυνατὸν ὂν κινηθῆναι τὴν τοπικὴν κίνησιν, ἣν κινεῖται τὰ αὐτοκίνητα· μήτε γὰρ ἐπ’ εὐθείας, εἰ μὴ ἔστιν ὅπου προβήσεται τὸ ἄπειρον, μήτε κύκλῳ, εἴπερ μὴ ἔστι τοῦ ἀπείρου τὸ μὲν ἄνω τὸ δὲ κάτω, ἢ τὸ ἔσχατον καὶ μέσον. πολλὰ δὲ καὶ ἄλλα περὶ τούτου γέγραπται ἐπιχειρήματα ἐν τῳ τρίτῳ τησοε τῆς πραγματείας· p. 252b28 τούτων δὴ τὸ μὲν πρῶτον λεχθέν ἕως τοῦ δῆλον δ’ ἔσται μᾶλλον ἐκ τῶν ὕστερον. Τὰς τρεῖς ἐνστάσεις ἐκθέμενος τὰς πρὸς τὸ ἀγένητον καὶ ἀίδιον εἶναι τὴν κίνησιν πρὸς τὴν πρώτην ὑπαντᾷ τὴν λέγουσαν μηδεμίαν εἶναι κίνησιν ἀγένητον καὶ ἀνέκλειπτον, εἴπερ πᾶσα κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον καὶ ἐκ πέρατος εἰς πέρας. ὥστε καὶ εἰ ἀεὶ κινοῖτό τι ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον, μὴ εἶναι ταύτην μίαν μηδὲ ἀδιάκοπον κίνησιν, ἀλλ’ ἀεὶ ἄλλοτε ἄλλην ἐκ τῆς μεταξὺ ἠρεμίας γίνεσθαι. τοῦτον οὖν διαλύων τὸν λόγον τὸ μὲν μὴ δύνασθαι μίαν εἶναι καὶ συνεχῆ τὴν εἰς τὰ ἀντικείμενα γινομένην κίνησιν ἀληθὲς εἶναί φησι· κἀν γὰρ πάλιν καὶ πάλιν κατὰ τὰ ἐναντία γένηται τῷ κινουμένῳ ἡ μεταβολή, ἀλλ’ ἀδύνατον τὴν οὕτω γινομένην κίνησιν μίαν εἶναι καὶ συνεχῆ. ὥστε τοῦτό φησιν ἴσως ἀναγκαῖον τὸ μὴ ἀγενήτους μηδὲ ἀιδίους εἶναι τὰς τοιαύτας κινήσεις, εἴπερ μὴ ἀεὶ μίαν καὶ τὴν αὐτὴν εἶναι δυνατὸν τὴν τοῦ αὐτοῦ καὶ ἑνὸς τοιαύτην κίνησιν. ἐὰν γὰρ τοῦτο δειχθῇ, ὅτι ἀδύνατον τὴν εἰς τὰ ἀντικείμενα γινομένην κίνησιν μίαν εἶναι καὶ συνεχῆ, ὅπερ οὔπω δέδεικται, εἴη ἄν δεδειγμένον τὸ μηδεμίαν τῶν εἰς τὰ ἀντικείμενα κινήσεων ἀίδιον εἶναι. δειχθήσεται δέ, ὅτι ἀνάγκη τοῦ αὐτοῦ ὄντος τοῦ κινουμένου τὰς ἀντικειμένας κινήσεις στάσει διαλμβάνεσθαι. διὰ τοῦτο τέως νῦν τὸ ἴσως προστέθεικεν, καὶ μετ’ ὀλίγον τὸ ἀλλ’ ὅμως ὁποτέρως ποτὲ ἔχει, διότι μήπω τοῦτο δέδεικται. εἰπὼν δὲ εἴπερ μὴ ἀεὶ μίαν καὶ τὴν αὐτὴν εἶναι δυνα- τὸν ἐπὶ παραδείγματος σαφὲς ποιεῖ τὸ λεγόμενον· οἷον τῆς χορδῆς πάλιν καὶ πάλιν κρουομένης καὶ εἰς τἀναντία μεταχωρούσης καὶ ὁμοίως κινουμένης πότερον εἷς καὶ συνεχὴς ὁ αὐτὸς φθόγγος ἐστὶν ἢ ἀεὶ ἕτερος καὶ ἕτερος; καὶ γὰρ εἰ φθόγγος, οὗ μάλιστα αἰσθανόμεθα, ὁ αὐτὸς καὶ εἷς, καὶ ἡ κίνησις μία καὶ συνεχής ἐστιν· ἀκολουθεῖ γὰρ τῇ κινήσει ὁ φθόγγος, καὶ εἰ ἕτερος καὶ ἕτερος (ὅπερ δειχθήσεται), ὁμοίως καὶ ἡ κίνησις ἕξει. διορίσας οὖν οὕτω τὴν ζήτησιν ἐπὶ τῆς χορδῆς, ὁποτέρως ὄν ἔχῃ, φησίν, ἐπὶ τῶν τοιούτων κινήσεων τῶν ἐξ ἐναντίου εἰς ἐναντίον, εἴτε μία ἐστὶν ἐπὶ τούτων ἡ κίνησις εἴτε οὐ μία, οὐδὲν κωλύει εἶναί τινα ἄλλην κίνησιν παρὰ τὰς εἰς τὰ ἐναντία γινομένας συνεχῆ καὶ μίαν καὶ διὰ τοῦτο ἀίδιον, ἥν φησιν ἐκ τῶν μετὰ ταῦτα ῥηθησομένων δήλην ἔσεσθαι. λέγει δὲ περὶ τῆς κυκλοφορίας· ταύτην γὰρ μόνην δείξει μὴ γινομένην εἰς τὰ ἐναντία, ὡς αἱ λοιπαί, καὶ διὰ τοῦτο μίαν καὶ συνεχῆ καὶ ἀίδιον. τοῦ δὴ πρώτου λόγου ἀληθὲς μέν φησι τὸ τὰς εἰς ἐναντία γινομένας κινήσεις μήτε συνεχεῖς μήτε ἀιδίους εἶναι, οὐκ ἀληθὲς δὲ τὸ πᾶν τὸ κινούμενον ἐξ ἐναντίου καὶ εἰς ἐναντίον κινεῖσθαι. δειχθήσεται γάρ, ὅτι ἔστι τις μία καὶ συνεχὴς κίνησις. καὶ ὅρα, ὅπως δυνάμενος λῦσαι τὴν ἔνστασιν ἐκ τοῦ μὴ ἀναιρεῖν τὸ εἶναι κίνησιν ἀλλὰ τὸ μίαν καὶ συνεχῆ εἶναι (καὶ γὰρ ἤρκει ἀνενόχλητον φυλάττειν τὸ ἀεὶ εἶναι κίνησιν), ἀλλὰ πρὸς τὴν ἔννοιαν αὐτῆς ἀποτεινόμενος ἔδειξεν, ὅτι κἂν μὴ πᾶσα συνεχής, οὐδὲν κωλύει τινὰ συνεχῆ εἶναι. p. 253a2 Τὸ δὲ κινεῖσθαι μὴ κινούμενον ἕως τοῦ διὰ τί τὰ μὲν ἠρεμεῖ τῶν ὄντων, τὰ δὲ κινεῖται. Ἐπὶ τὴν λύσιν τῆς δευτέρας ἐνστάσεως ἐλθὼν τῆς τὸ ἀγένητον τῆς κινήσεως ἀναιρούσης ἐκ τοῦ τὰ ἄψυχα ἠρεμοῦντα πρότερον ἄρχεσθαί ποτε κινεῖσθαι καὶ παύεσθαί ποτε τῆς κινήσεως, καὶ διὰ τοῦ τὸ γίνεσθαι καὶ φθείρεσθαι τὴν κίνησιν λύει λέγων, ὅτι τὸ κινεῖσθαι μὴ κινούμενον πρότερον τὸ ἄψυχον οὐκ ἔστι δεικτικὸν τοῦ γενητὴν εἷναι τὴν κίνησιν· οὐ γὰρ ἐν τῷ ταῦτα ἄρχεσθαί τε τοῦ κινεῖσθαι καὶ παύεσθαι δείκνυται καὶ καθόλου ἡ κίνησις γενητή· ἄλλα γάρ τινα ἔξωθεν ὄντα καὶ κινούμενα, ὅταν παρῇ, τῆς τούτων κινήσεως ἐστιν αἴτια. ὥστε προυπάρχει τῆς τούτων κινήσεως ἡ τῶν κινούντων αὐτὰ κίνησις καὶ τῆς ἐκείνων ἡ τῶν ἐκεῖνα κινούντων καὶ ἐφεξῆς. εἰπὼν δὲ τοῦτο κελεύει ζητεῖν ὡς ἄξιον ζητήσεως, πῶς τὸ αὐτὸ κινητὸν ὑπὸ τοῦ αὐτοῦ κινητικοῦ ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ οὔ. εἰ γὰρ ὑπὸ τῶν ἀεὶ κινουμένων τὰ ἄλλα κινεῖται, τί δήποτε ὄντων ἀεὶ κινουμένων τῶν κινούντων οὐκ ἀεὶ κινεῖται τὰ ὑπ’ αὐτῶν κινούμενα, ἀλλ’ ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ οὔ; ὁ γὰρ τοῦτο ἀπορῶν, οὐ τὴν κίνησιν | γενητὴν εἶναι κατασκευάζει, ἀλλὰ ἀρχὴν ζητεῖ τῶν νῦν προκειμένων εἰς ἐπίσκεψιν· αὕτη δέ ἐστιν ῾ οὐ πᾶν τὸ κινούμενον ἀεὶ κινεῖται καὶ πᾶν τὸ ἠρεμοῦν ἀεὶ ἠρεμεῖ’, εἴ γε τὰ ὑπ’ ἄλλου κινούμενα ἀεὶ τὸ κινῆσον ἔχει, ἀλλ’ ἔστιν ἃ παρὰ μέρος ἠρεμεῖ τε καὶ κινεῖται. ταῦτα δὲ μετ’ ὀλίγον διαρθρωθήσεται. p. 253a7 Μάλιστα δὲ ἄν δόξειε τὸ τρίτον ἔχειν ἀπορίαν ἕως τοῦ ἀλλὰ γὰρ φανερόν ἐστι καὶ περὶ τούτων ἐκ τῶν ἑπομένων. Λύσας τὴν δευτέραν ἔνστασιν τὴν ἀπὸ τῶν ἀψύχων καὶ ἔξωθεν κινουμένων ἐκ τοῦ μηδὲν ἄτοπον εἶναι ποτὲ μὲν κινεῖσθαι αὐτὰ τῇ τοῦ κινοῦντος παρουσίᾳ καὶ αὐτοῦ κινουμένου καὶ δεικνύντος προυπάρχειν ἄλλην κίνησιν τῆς νῦν γινομένης, ποτὲ δὲ ἠρεμεῖν, ὅταν μὴ παρῇ τὸ κινοῦν, ἐπὶ τὴν τρίτην ἐλθὼν καὶ σαφῶς αὐτὴν ἐκθέμενος, ὅτι τὸ ἔμψυχον ἠρεμοῦν πρότερον καὶ μετὰ ταῦτα βαδίζον μηδενὸς ἔξωθεν αὐτὸ κινοῦντος, ὡς δοκεῖ, γενητὴν τὴν κίνησιν ἀποφαίνει, καὶ μαρτυρήσας τῆ ἐνστάσει ταύτῃ ὡς μᾶλλον τῶν ἄλλων ἀπορίαν κινούσῃ λύει αὐτὴν ψευδῶς εἰπὼν λαμβάνειν τὸ μηδενὸς ἔξωθεν κινοῦντος ἀφ’ ἑαυτῶν κινεῖσθαι τὰ ζῷα τὰ πρότερον ἠρεμοῦντα· ὁρῶμεν γάρ, φησίν, ἀεί τι κινούμενον ἐν τῷ ζῴῳ τῶν συμφύτων, τουτέστι τῶν φυσικῶς αὐτῷ συνόντων· η γὰρ θερμαίνεται ἢ ψύχεται ἢ ξηραίνεται ἢ ὑγραίνεται ἢ κατ’ ἄλλην τινὰ τῶν φυσικῶν ποιοτήτων παθητικῶς μεταβάλλει. τάχα δὲ ἄν συμφύτους λέγοι τὰς φυσικὰς καὶ παρὰ τοῖς ὕστερον καλουμένας δυνάμεις, ἑλκτικὴν καὶ καθεκτικήν, ἀλλοιωτικὴν καὶ ἀποκριτικήν· ἀεὶ γὰρ αὗται ἐνεργοῦσιν ἐν τοῖς σώμασι τῶν ἐμψύχων καὶ μάλιστα τῶν ζῴων οὐ κατὰ τὸ αὐτοκίνητον ταύτας ἐχόντων τῶν ζῴων· τοπικὴ γὰρ ἐκείνη μόνως ἡ κίνησις. τῶν δὲ συμφύτων κινήσεων τὸ περιέχον αἴτιον εἰπὼν προσέθηκε τὸ ἴσως καὶ νῦν καὶ μετ’ ὀλίγον, ἢ ὅτι χωρὶς ἀποδείξεως εἴρηται τὸ τῶν συμφύτων κινήσεων, ἢ ὅτι οὐ πᾶσαί εἰσιν ἐκ τοῦ περιέχοντος· καὶ γὰρ τρεφόμενα καὶ αὐξόμενα κινεῖται καὶ πάλιν μειούμενα καὶ ἀεὶ κινεῖται κτὰ ταῦτα, οὔτε ὑπὸ τοῦ περιέχοντος ἀπλῶς οὔτε κατὰ τοπικὴν τῶν ζῴων κίνησιν· τὰς μέντοι κατὰ τὰς παθητικὰς ποιότητας κινήσεις, θερμότητας, ὡς εἶπον, καὶ ψυχρότητας καὶ διακρίσεις καὶ συγκρίσεις καὶ τὰς τοιαύτας ἐκ τοῦ περιέχοντος ἔχει μάλιστα. οὐδὲν οὖν κωλύει, φησί, μᾶλλον δὲ ἴσως ἀναγκαῖον τούτων μὲν τῶν φυσικῶν κινήσεων πολλὰς ἀπὸ τῆς τοῦ περιέχοντος κινήσεως ἐγγίνεσθαι ἐν τῷ σώματι, ἐνίας δὲ αὐτῶν κινεῖν ποτὲ μὲν τὴν διάνοιαν. ποτὲ δὲ τὴν ὄρεξιν· διὰ γὰρ τῆς αἰσθήσεως ἡ μὲν διάνοια γνωρίσασα τὸ πάθος βουλεύεται περὶ αὐτοῦ, εἴτε ἐκκλίνειν εἴα ὑπομένειν αὐτὸ χρή. καὶ οὕτω κινεῖ τὸ ζῷον τὴν τοπικὴν κίνησιν ἐξ αὑτοῦ δοκοῦσαν. ποτὲ δὲ ὅταν ἡδέος ἢ λυπηροῦ γένηται συναίσθησις, ἡ ὄρεξις κινεῖται καὶ ἡ ἔκκλισις ὡς καὶ ἐπὶ τῶν ἀλόγων ζῴων, καὶ αὗται κινοῦσι κατὰ τόπον τὸ ζῷον οἷον ἐπὶ ποτὸν ἢ βρῶσιν, οὐκ οὔσης πρώτης, ὡς δοκεῖ, ταύτης τῆς κινήσεως, ἀλλὰ προηγουμένων αὐτῆς τῆς τε κατὰ τὴν διάνοιαν ἢ τὴν ὄρεξιν, καὶ πρὸ τούτων τῆς ἐν τῷ σώματι παθητικῆς, ἣν τὸ περιέχον καὶ αὐτὸ κινούμενον κινεῖ. ἀκριβέστερον δὲ ἐν τῷ Περὶ ζῴων κινήσεως τὴν αἰτίαν λέγει τῆς κατὰ τόπον κινήσεως. πιστοῦται δὲ τὸ ἀεὶ εἶναί τινα κίνησιν ἐν τοῖς ζῴοις, οὐκ ἐξ αὑτῶν, ἀλλ’ ἐκ τοῦ περιέχοντος, ἥτις αἰτία γίνεται τῆς κατὰ τόπον κινήσεως τοῖς ζῴοις, ἐκ τοῦ κατὰ τοὺς ὕπνους συμβαίνοντος. οἱ γὰρ κοιμώμενοι μήτε τὴν κατὰ τόπον κίνησιν κινούμενοι μήτε αἰσθανόμενοι, ἅπερ ἴδια τῶν ζῴων ὡς ζῴων ἐστί, πολλὰς ὅμως κινοῦνται κινήσεις, τάς τε τῆς ἀναπνοῆς καὶ τὰς ἄλλας συμφύτους καὶ τὰς κατὰ τὴν πέψιν, καὶ ἔτι τὰς φαντασίας καὶ τὰς ἀπὸ τοῦ περιέχοντος παθητικὰς θερμαινομένου τινὸς ἐν αὐτοῖς ἢ ψυχομένου. ἀλλ’ ὅταν μὲν αἱ ἀπὸ τῆς τροφῆς ἀναθυμιάσεις ἀθρόαι καταλάβωσιν τὸν ἐγκέφαλον ἢ τὴν καρδίαν καὶ ψυχθῶσιν, ὕπνου γίνονται αἴτιαι· θερμαινόμεναι δὲ καὶ διακρινόμεναι καὶ λεπτυνόμεναι τοῦ διανίστασθαι, ὡς ἐν τῷ Περὶ ὕπνου δείκνυσι. καὶ πάλιν αἰσθάνονται τὰ ζῷα καὶ κινοῦνται κατὰ τόπον, τὴν ἀρχὴν ταύτης τῆς κινήσεως λαβόντα παρά τινων κινήσεων, ἃς ἐκινοῦντο κοιμώμενα, ὡς εἴ γε ἦν παντελὴς ἀκινησία τότε, οὐδ’ ἄν ἐπανίσταντο τὴν ἀρχήν. ὥστε καὶ ἐν τοῖς ζῴοις αἱ ἔξωθεν κινήσεις αἴτιαι τῆς τοπικῆς κινήσεως εἰσιν, ἥτις ὡς ἐξ αὑτῶν ἀρχομένη πρώτως τῶν ζῴων χώραν τῇ ἀπὸ τῶν ζῴων ἐνστάσει παρέσχεν. ὅπως δὲ ταῦτα ἔχει τε καὶ γίνεται, φανερὸν ἔσται, φησίν, ἐκ τῶν ἑπομένων. δείξει γάρ, πῶς κινεῖται τὰ ζῷα καὶ ὑπὸ τίνος καὶ τίνα τρόπον ὅλως κινεῖται τὰ αὐτοκίνητα. Ἐπιστῆσαι δὲ ἄξιον ἐν τούτοις, εἰ μηδεμιᾶς κινήσεως τοπικῆς ἀρχὴ τὸ ζῷόν ἐστιν, ἀλλ’ ἔξωθεν τὴν ἀρχὴν ἔχουσι πᾶσαι· οὐ γὰρ μόνον ἐπὶ ποτὸν ἢ βρῶσιν ἤ τι τῶν τοιούτων κινούμεθα διὰ τὴν ἐν τῷ σώματι θερμότητα καὶ διαφόρησιν, ἀλλὰ καὶ μαθημάτων ἕνεκα καὶ χρηματισμοῦ καὶ τιμῆς καὶ δυναστείας καὶ διὰ καθήκοντος ἀποπλήρωσιν κινούμεθα πολλὰς κινήσεις κατὰ τόπον, καὶ οὐχ ἡμεῖς | μόνον, ἀλλὰ καὶ τὰ ἄλογα ζῷα φαντασίας κινηθείσης ἐπὶ τόπους ὁρμᾷ τινας. ἀλλὰ καὶ τούτων, φαίη ἄν τις, ἔξωθέν ἐστιν ἡ ἀρχὴ τῆς κινήσεως· τὸ γὰρ ὀρεκτὸν κινοῦν τὴν φαντασίαν ἢ τὴν διάνοιαν ἐγείρει πρὸς τὴν κατὰ τόπον τοῦ ζῴου κίνησιν, τὸ δὲ ὀρεκτὸν ἀκίνητον ὂν κινεῖ. ὅλως δὲ ὁ τὴν ἀπὸ τῶν ζῴων ἔνστασιν λύσας τί ἄρα βούλεται δεῖξαι; ὅτι τῆς κατὰ τόπον τῶν ζῴων κινήσεως προηγεῖται ἄλλη κίνησις, ἡ τῆς διανοίας ἢ φαντασίας καὶ ἐκείνης ἡ ἐν τῷ σώματι καὶ ἐκείνης ἡ τοῦ περιέχοντος; καὶ τί τοῦτο; οὐδὲ γὰρ μία καὶ συνεχὴς ἡ τοιαύτη κίνησις ἐκ διαφόρων εἰδῶν συνεστῶσα, τῆς κατὰ τόπον καὶ τῆς φανταστικῆς καὶ ἀλλοιωτικῆς· οὔτε μέντοι ἀίδιος ἡ τοιαύτη· οὐ πάντως γὰρ ἡ τοῦ σώματος ἀλλοίωσις κινεῖ τὴν διάνοιαν ἢ τὴν ὄρεξιν, οὐδὲ αὕτη κινηθεῖσα πάντως κινεῖ κατὰ τόπον τὸ ζῷον, οὐδὲ ἡ κατὰ τόπον τούτου κίνησις πάντως ἄλλο τι κινεῖ. πῶς οὖν ἐκ τούτων βεβαιοῦται τὸ ἀγένητον καὶ ἀίδιον εἶναι τὴν κίνησιν μίαν οὖσαν καὶ συνεχῆ; μήποτε οὖν οὐ τοῦτο πρόκειται διὰ τῆς τῶν ἐνστάσεων τούτων λύσεως τὸ τὰς μερικὰς πάσας κινήσεις μίαν συνεχῆ δεῖξαι κίνησιν ἀγένητον καὶ ἀνέκλειπτον· καὶ γὰρ σαφῶς ἐν τῇ λύσει τῆς προτέρας ἐνστάσεως ἐνδέδωκε μὴ εἶναι τῷ ἀριθμῷ μίαν τὴν εἰς τὰ ἐναντία κίνησιν, καὶ ἀναγκαῖον εἰπὼν εἶναι τοῦτο, εἴπερ μὴ ἀεὶ μίαν καὶ τὴν αὐτὴν εἶναι δυνατὸν τὴν τοῦ ἑνὸς κίνησιν. ἀλλ’ ἐπειδὴ αἱ πρὸς τὸ ἄναρχον τῆς κινήσεως ἐνστάσεις μερικάς τινας κινήσεις προέφερον ἀπ’ ἀρχῆς τινος γινομένας, τὰς λύσεις, οἶμαι, πρὸς τοῦτο μόνον ὑπαντῆσαι δεικνύσας, ὅτι αἱ προβληθεῖσαι ὡς ἄναρχοι κινήσεις οὐκ εἰσὶν ἄναρχοι, ἀλλ’ ἔχουσί τινας ἀρχάς, οὐ μέντοι ὅτι εἰς μίαν ἄναρχόν εἰσι συντεταγμέναι· οὐδὲ γὰρ τὴν ἐκ τούτων βούλεται ἀγένητον καὶ ἄφθαρτον δεῖξαι, ἀλλ’ ἐκείνην, ἣν ἐνδείκνυται, ὅτε ἔλεγεν, ὅτι κἂν αἱ εἰς τὰ ἐναντία κινήσεις μὴ ὧσι συνεχεῖς καὶ μία, ἀλλ’ ὅμως οὐδὲν κωλύει εἶναί τινα τὴν αὐτὴν τῷ συνεχῆ εἶναι καὶ ἀίδιον. αὕτη δέ ἐστιν ἡ κυκλοφορία, εἰς ἣν ὁ πᾶς αὐτῷ λόγος τείνει ὁ περὶ τῆς μιᾶς ἀνάρχου καὶ ἀτελευτήτου κινήσεως, ὡς ἐκείνης προηγουμένης πασῶν τῶν ἐχουσῶν ἀρχὴν κινήσεων, καὶ δι’ ἐκείνην καὶ πρὸ πάσης μερικῆς κινήσεως καὶ μετὰ πᾶσαν οὔσης ἄλλης κινήσεως, διότι εἰς ἐκείνην ἀναφέρονται, ἔσται δὲ τοῦτο ἐν τοῖς ἑξῆς σαφέστερον, ὅταν ἡ μία κίνησις ἡ ἀίδιος ζητῆται. τέως δὲ ἀγένητον καὶ ἄναρχον μέχρι νῦν τὴν κίνησιν ἔδειξεν οὐχ ὡς μίαν οὖσαν καὶ συνεχῆ, ἀλλ’ ὅτι πρὸ πάσης κινήσεως ἐστιν ἄλλη καὶ μετὰ πᾶσαν ἄλλη. ἀπὸ ταύτης δὲ ὁρμώμενος ἐν τοῖς ἑξῆς εὑρήσει τὴν μίαν καὶ συνεχῆ καὶ ἀίδιον τὴν τῆς κυκλοφορίας, ἥτις καὶ τούτων τῶν ἀδιαλείπτων κινήσεων ἐστιν αἰτία. ἀλλὰ διὰ τί περὶ κινήσεως μὲν προὐβάλετο ζητεῖν, εἴτε ἀίδιος ἡ κίνησις εἴτε οὗ, περὶ δὲ ἠρεμίας οὐκέτι; ἢ ὅτι ἡ ἠρεμία στέρησίς ἐστι κινήσεως, οὐδεμία δὲ στέρησις ἀίδιος, ὅτι μηδὲ ἀιδίου πράγματος εἶναι δύναται· οὐδὲ γὰρ συνυπάρχει ἡ στέρησις τῇ ἕξει, ἀλλὰ τὰς γινομένας καὶ φθειρομένας κινήσεις διαδέχεται. ἡ μέντοι στάσις καὶ μονὴ οὐκέτι στέρησις οὖσα, ἀλλ’ ἐναντία τῇ κινήσει, ἄναρχός ἐστι καὶ αὕτη καὶ ἀίδιος ὥσπερ ἡ κύκλῳ κίνησις. περὶ μένον γὰρ αὕτη γίνεται πάντως. p. 253 a 22 Ἀρχὴ δὲ τῆς σκέψεως ἥπερ καὶ περὶ τῆς λεχθείσης ἀπορίας ἕως τοῦ καὶ τέλος ἡμῖν ταύτης τῆς πραγματείας ἐστί. Τῆς ἀκριβεστέρας τῶν προειρημένων διαρθρώσεως ἀρχὴν εἶναί φησι τὴν αὐτήν, ἣν καὶ περὶ τῆς προειρημένης ἀπορίας τῆς ζητούσης, πῶς τὸ αὐτὸ κινητὸν ὑπὸ τοῦ αὐτοῦ κινητικοῦ ὁτὲ μὲν κινεῖται, ὁτὲ δὲ οὔ. ἔλεγε δὲ ὅτι οὐδὲν ἄλλο ἀπορεῖ ὁ τοῦτο λέγων ἢ διὰ τί οὐκ ἀεὶ τὰ μὲν ἠρεμεῖ τῶν ὄντων τὰ δὲ κινεῖται, ἀλλ’ ἔστι τὰ ποτὲ μὲν ἠρεμοῦντα ποτὲ δὲ κινούμενα. καὶ τῆς ἀπορίας οὖν ἐκείνης καὶ τοῦ πῶς τὰ ζῷα κινεῖται τὴν αὐτὴν ἀρχὴν ταύτην εἶναί φησι. καὶ ἔτι πρὸς τὴν ἐξ ἀρχῆς ζήτησιν, εἰ ἀίδιος ἡ κίνησίς ἐστι, καὶ πρὸς τοὺς ἐνισταμένους τῇ ἀιδιότητι τῆς κινήσεως λόγους χρήσιμόν φησι τὸ ἄνωθεν διελομένους ἰδεῖν, πῶς ἔχει τὰ ὄντα πρὸς κίνησιν καὶ πρὸς ἀκινησίαν. ἄνωθεν οὖν ἀρξάμενος διαιρέσει χρῆται ἀπαραλείπτῳ δι’ ὅλων χωρούσῃ τῶν ὄντων. ἀνάγκη γὰρ ἢ πάντα ἠρεμεῖν ἀεὶ <τὰ> ὄντα ἢ πάντα ἀεὶ κινεῖσθαι· καὶ ἔστιν πάντων ἀντιφατικὴ ἡ διαίρεσις. ἢ γὰρ κινεῖσθαι πάντα ἢ μὴ κινεῖσθαι ἀεί, ἢ τὰ μὲν κινεῖσθαι, τὰ δὲ ἠρεμεῖν. καὶ τοῦτο τριχῶς, ἤτοι τὰ μὲν κινούμενα κινεῖσθαι ἀεί, τὰ δὲ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖν. ἢ πάντα τὰ ὄντα καὶ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν μέρει. ἢ τὸ λοιπόν φησι καὶ τρίτον τὰ μὲν ἀεὶ τῶν ὄντων ἀκίνητα εἶναι, τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ποτὲ μὲν κινούμενα ποτὲ δὲ ἠρεμοῦντα. τρίτον δὲ εἶπεν τοῦτο ἐπὶ πρώτῳ μὲν τῷ ἢ πάντα ἠρεμεῖν ἢ πάντα κινεῖσθαι, δευτέρῳ δὲ τῷ ἢ τὰ μὲν κινεῖσθαι τὰ δὲ ἠρεμεῖν. ὅπερ τριχῇ διεῖλεν. μετ’ ἐκεῖνα οὖν τὰ δύο τρίτον τοῦτό φησιν, ὅπερ αὐτῷ λεκτέον εἶπεν, τουτέστι δεικτέον καὶ κατασκευαστέον. πάντα γὰρ τὰ ἀπορεῖσθαι δοκοῦντα τούτου φανερωθέντος λυθήσεται· οὔτε γὰρ διὰ τὸ πᾶσαν κίνησιν πόθεν ποῖ εἶναι τὸ ἀίδιον ἀναιρεθήσεται τῆς κινήσεως, ἐὰν δειχθῇ, ὅτι οὐ πᾶσα κίνησις τοιαύτη. οὔτε τὸ γίνεσθαι | κίνησιν ἐν ἀκινήτῳ δεικτικόν ἐστι τοῦ γένεσιν εἶναι κινήσεως, εἴπερ μὴ πανταχοῦ γίνεται κίνησις μὴ οὖσα. καὶ ἡ ἀπορία δὲ λυθήσεται ἡ ζητοῦσα, διὰ τί οὐχὶ τὰ μὲν κινούμενα ἀεὶ κινεῖται, τὰ δὲ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖ, ἐὰν εὑρεθῇ καὶ ἀεί τι ἀκίνητον ὂν καὶ ἀεί τι κινούμενον, καὶ ἄλλα ποτὲ μὲν κινούμενα ποτὲ δὲ ἠρεμοῦντα. καὶ τέλος οὕτω τὸ ἄριστον ἐπιτεθήσεται τῇ περὶ κινήσεως πραγματείᾳ ἀπὸ ἀρχῆς διὰ τῶν μέσων ἀποδεικτικῶς ἐπὶ τὸ τέλος πορευομένῃ. τέλος δέ φησιν ὁ Ἀλέξανδρος τὸ εὑρεῖν τι ἀεὶ καὶ συνεχῶς κινούμενον ὑπὸ ἀιδίου τε καὶ ἀκινήτου. μήποτε δὲ ὁ Ἀριστοτέλης τὸ αὐτὸ καὶ λύσιν τῶν ἀπορουμένων καὶ τέλος τῆς πραγματείας εἶπε τὸ βεβαιώσασθαι τὸ τρίτον ἐκεῖνο, ὅτι τῶν ὄντων τὰ μὲν ἀκίνητά ἐστι, τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ἀμφοτέρων μεταλαμβάνει. δυνατὸν δὲ καὶ οὕτως, οἶμαι, τῆς τῶν ὄντων πρὸς κίνησιν καὶ ἠρεμίαν σχέσεως τριπλῆν ποιήσασθαι τὴν διαίρεσιν· τριῶν γὰρ ὄντων τούτων τοῦ τε ἀεὶ κινεῖσθαι καὶ τοῦ ἀεὶ ἠρεμεῖν καὶ τρίτου τοῦ ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ ἠρεμεῖν εἰς τρία τριχῶς αἱ σχέσεις διαιρεθήσονται ἢ πάντων τῶν ὄντων τὴν αὐτὴν ἐχόντων κατάστασιν ἢ διχῇ διῃρημένων ἢ τριχῇ εἰς ἀρχὰς καὶ μέσα καὶ τέλη. τί γὰρ ἄν εἴη περαιτέρω; καὶ εἰ μὲν τὴν αὐτὴν ἔχει πάντα κατάστασιν, ἢ πάντα ἠρεμεῖ ἀεὶ ἢ πάντα ἀεὶ κινεῖται ἢ πάντα ποτὲ μὲν ἠρεμεῖ ποτὲ δὲ κινεῖται παρὰ μέρος. εἰ δὲ διχῇ διῄρηται τὰ ὄντα, ἢ τὰ μὲν ἀεὶ ἠρεμεῖ τὰ δὲ ἀεὶ κινεῖται, ἢ τὰ μὲν ἀεὶ ἠρεμεῖ τὰ δὲ ποτὲ μὲν κινεῖται ποτὲ δὲ ἠρεμεῖ, ἢ ἀνάπαλιν τὰ μὲν ἀεὶ κινεῖται, τὰ δὲ ποτὲ μὲν κινεῖται ποτὲ δὲ ἠρεμεῖ. ὥστε τριχῇ καὶ τοῦτο διήρηται τὸ τμῆμα. τὸ δὲ τρίτον καὶ ἀληθὲς τῷ σωρίτῃ· εἰ τριχῇ διῄρηται τὰ ὄντα, ἀνάγκη τὰ μὲν ἀεὶ ἠρεμεῖν, τὰ δὲ ἀεὶ κινεῖσθαι, τὰ δὲ ποιὲ μὲν ἠρεμεῖν ποτὲ δὲ κινεῖσθαι. καὶ παρὰ ταῦτα τὰ ἐννέα τμήματα οὐκ ἔστιν, οἶμαι, τῶν ὄντων σχέσις ἄλλη πρὸς κίνησιν καὶ ἠρεμίαν, εἴπερ ἀνάγκη ἢ κινεῖσθαι ἢ ἠρεμεῖν ἢ ἅμα καὶ κινεῖσθαι καὶ ἠρεμεῖν. κυριώτερον δὲ ἐπὶ τῶν μηδέποτε κινουμένων εἶπεν τὸ ἀκίνητα εἶναι ἤπερ τὸ ἠρεμεῖν. ἡ γὰρ ἠρεμία στέρησις οὖσα κινήσεως, τοῖς καὶ κινεῖσθαι ποτὲ πεφυκόσιν ὑπάρχει. οὕτω δὲ καὶ ἀντιφατικὴ ἡ διαίρεσις γίνεται εἰς τὰ ἀεὶ κινούμενα, καὶ τὰ μηδέποτε κινούμενα μεριζομένη. p. 253a32 Τὸ μὲν οὖν πάντα ἠρεμεῖν καὶ τούτου ζητεῖν λόγον ἕως τοῦ ὑπόθεσις γὰρ ὅτι ἡ φύσις, ἀρχὴ τῆς κινήσεως. Ἐκθέμενος οὕτω τὴν τῶν ὄντων διαίρεσιν κατά τε κίνησιν καὶ ἀκινησίαν πᾶσιν ἐπεξέρχεται τοῖς ἀδοκίμοις τῆς διαιρέσεως τμήμασιν ἐπιμελῶς οὕτως, ὡς καὶ πάλιν ἀναλαβεῖν τὸν λόγον, διότι ἡ ἔφοδος αὕτη μετὰ ἀκριβοῦς ἀποδείξεως γινομένη τῶν τε ἀπορουμένων, ὡς αὐτὸς εἶπεν, λύσιν παρέχεται καὶ τέλος ἄριστον ἐπιτίθησι τῇ φυσικῇ πραγματείᾳ, τὰ μὲν ἔσχατα τῶν φυσικῶν εἰς τὰ πρῶτα τῶν τοιούτων ἀνάγουσα, ταῦτα δὲ εἰς τὰς ὑπερφυεῖς τῶν ὄντων ἀρχὰς ἀποκορυφοῦσα. πρῶτον τοίνυν εὐθύνει τὸ πρῶτον ἐν τῇ διαιρέσει κείμενον τὸ πάντα ἠρεμεῖν λέγον καὶ τέτρασιν ἐπιχειρήμασι συντόμως χρῆται πρὸς τοῦτο· ἑνὶ μέν, ὅτι τὸ ζητεῖν ἀποδεικτικὸν λόγον τοῦ πάντα ἠρεμεῖν ἀφέντας τὴν αἴσθησιν οὕτως ἐναργῶς ἀντιφθεγγομένην καὶ πολλὰ κινεῖσθαι λέγουσαν ἀσθένεια διανοίας ἐστί, δι’ ἣν ἀγνοεῖ τις, ὅτι οὐκ εἰσὶν ἐπὶ τῶν τοιούτων προβλημάτων λόγοι τῆς αἰσθήσεως πιστότεροι· ἀγνοεῖ δὲ καὶ τίνα χρὴ ζητεῖν, ὅτι οὐχὶ τὰ προφανέστατα, καὶ τίσιν ἐπὶ τίνων κριτηρίοις δεῖ κεχρῆσθαι, ὅτι ἐπὶ τῶν αἰσθητῶν τῇ αἰσθήσει μάλιστα καὶ ταύτην ἀρχὴν ποιεῖσθαι τῶν ἀποδείξεων, δεύτερον, ὅτι ὁ τὴν κίνησιν ἀναιρῶν δοκεῖ μὲν μέρος τι τῶν ὑπαρχόντων τοῖς φυσικοῖς πράγμασι τὴν κίνησιν ἀναιρεῖν, ἀγνοεῖ δὲ μὴ περὶ μέρους ἀλλὰ περὶ τοῦ ὅλου ἀμφισβητῶν. εἰ γὰρ ἐν τούτῳ ἔχει τὸ εἶναι ἡ φύσις ἐν τῷ ἀρχὴ κινήσεως τοῖς φυσικοῖς εἶναι, ἀναιρουμένης κινήσεως ἀναιρεῖται ἡ φύσις· ταύτης δὲ ἀναιρουμένης ἀναιρεῖται τὰ φυσικά, οἷς τὸ εἶναι ἐν τούτῳ ἐστὶν ἐν τῷ φύσιν ἔχειν. τρίτον, ὅτι οὐ τὴν φύσιν μόνον ἀναιρεῖ καὶ τὰ φυσικὰ ὁ πάντα ἠρεμεῖν λέγων οὐδὲ πρὸς τὸν φυσικὸν ἐνίσταται μόνον, ἀλλὰ καὶ πρὸς τὰς τέχνας πάσας καὶ τὰς ἐπιστήμας τὰς πρακτικάς, δηλονότι τὰς μετὰ κινήσεως ἐνεργούσας· ἡ γὰρ θεωρητική τινος δεῖται φυσικῆς κινήσεως. διὸ καὶ εἰπὼν πρὸς ἁπάσας τὰς ἐπιστήμας τὸ ὡς εἰπεῖν προσέθηκεν. καὶ πρὸς τὰς δόξας δὲ πάσας τῶν φυσικῶν ἢ καὶ πάντων ἀνθρώπων ἐναντιοῦται διὰ τὸ κινήσει χρῆσθαι πάσας. καὶ ἐπιστῆσαι χρὴ καὶ ἐντεῦθεν ὡς οἶμαι, ὅτι οὐδὲ τοὺς περὶ Παρμενίδην καὶ Μέλισσον πᾶν τὸ ὂν ἀκίνητον νομίζει δοξάζειν ὁ Ἀριστοτέλης, ἀλλὰ τὸ ὄντως ὂν καὶ νοητὸν μόνον. τέταρτον δὲ ἐπάγει, ὅτι ὥσπερ οὐκ ἔστι μαθηματικοῦ τὸ πρὸς τοὺς ἀναιροῦντας τὰς τῶν μαθημάτων ἀρχὰς ἀντιλέγειν οὐδὲ ἰατροῦ πρὸς τοὺς ἀναιροῦντας τὰς ἰατρικὰς ἀρχὰς οὐδὲ τῶν ἄλλων τινὸς πρὸς τοὺς ἀναιροῦντας αὐτοῦ τὰς ἀρχάς, οὕτως οὐδὲ τὸ νῦν ῥηθὲν τὸ πάντα ἠρεμεῖν τοῦ φυσικοῦ ἐστιν ἀνασκευάζειν. ὡς γὰρ ἀρχὴ τοῖς φυ|σικοῖς ὑπόκειται τὸ τὴν φύσιν ἀρχὴν κινήσεως εἶναι. ταῦτα δὲ καὶ ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας εἶπεν πρὸς τοὺς ἀκίνητον τὸ ὂν δοκοῦντας λέγειν. ὑποθέσεις δὲ τὰς ἀρχὰς καλεῖν ἔθος ὡς ἄνευ ἀποδείξεως τιθεμένας καὶ ὑποτιθεμένας ταῖς ἐξ αὐτῶν ἀποδείξεσιν· ὁ γὰρ ἀποδεικνὺς τὰς ἀρχάς, ὅτι μὴ ἀρχαί εἰσιν ὁμολογεῖ· ἐκ προτέρων γὰρ αἱ ἀποδείξεις. p. 253b6 Σχεδὸν δέ τι καὶ τὸ φάναι κινεῖσθαι πάντα ψεῦδος ἕως τοῦ ἐκ τούτων καὶ ἄλλων τοιούτων πιστεύσειεν ἄν τις. Ἐπὶ τὸ δεύτερον τμῆμα μετέβη τῆς πρώτης διαιρέσεως τὸ λέγον πάντα κινεῖσθαι καί φησιν, ὅτι καὶ τοῦτο ἐγγὺς καὶ ὅμοιόν ἐστί πὼς ψεῦδος τῷ λέγειν πάντα ἠρεμεῖν· καὶ γὰρ καὶ ἐπὶ τούτου ἡ αἴσθησις ἀντιφθέγγεται ἐναργῶς τινων ἠρεμούντων· πλὴν ἧττον τὸ πάντα κινεῖσθαι τοῦ πάντα ἠρεμεῖν παρὰ τὴν μέθοδόν ἐστι, φησί, τὴν φυσικήν. ἧττον γὰρ τοῦτο ἀναιρετικόν ἐστι τῆς φύσεως. κἄν γὰρ καθ’ ὅσον ἡ φύσις ἐν τοῖς φυσικοῖς ἐτέθη ὥσπερ κινήσεως οὕτω καὶ ἠρεμίας ἀρχή, κτὰ τοσοῦτον καὶ ὁ τὴν ἠρεμίαν ἀναιρῶν ἀναιρεῖ τὴν φύσιν, ἀλλὰ καθ’ ὅσον ἡ κίνησις οἰκειοτέρα τῇ φύσει μᾶλλον τῆς ἠρεμίας, κατὰ τοσοῦτον ἧττον παρὰ τὴν φυσικὴν μέθοδον οὗτοι λέγουσι· καὶ ὅτι ἐκεῖνοι μὲν οὐ κίνησιν μόνον ἀλλὰ καὶ ἠρεμίαν ἀναιροῦσιν (ἠρεμεῖ γὰρ τὰ καὶ κινεῖσθαι πεφυκότα), οὗτοι δὲ τὴν ἠρεμίαν μόνην· ἔτι δὲ ἐπειδὴ ἔστι μέν τινα τῶν φυσικῶν τὰ μηδέποτε ἠρεμοῦντα, οὐδὲν δέ ἐστι τῶν φυσικῶν παντελῶς ἀκίνητον. διὰ τοῦτο ἧττον παρὰ τὴν φυσικὴν μέθοδον τὸ πάντα κινεῖσθαι λέγειν τοῦ πάντα ἠρεμεῖν. καὶ τοῦτο δὲ σημεῖον τοῦ μὴ πάντῃ τῶν φυσικῶν ἀπᾴδειν τὴν πάντα κινεῖσθαι λέγουσαν δόξαν τὸ καὶ δοξάζειν τινὰς αὐτῶν τὸ πάντα ἀεὶ κινεῖσθαι τὰ ὄντα, ἀλλ’ οὐχὶ τὰ μὲν τὰ δὲ οὔ, μὴ δοκεῖν δὲ ἡμῖν διὰ τὸ τὴν αἴσθησιν διαλανθάνειν. πάντα δὲ κινεῖσθαι ἔλεγον οἱ Ἡρακλείτειοι, ὧν καὶ Πλάτων ἐν τῷ Κρατύλῳ τῆς δόξης οὕτως ἀπεμνημόνευσεν. ὁ δὲ Ἀλέξανδρος τὰς ἀτόμους φησὶ κατὰ τοὺς τιθεμένους αὐτὰς ἀεὶ κινουμένας αἰτίας καὶ τοῖς ἐξ αὐτῶν συγκρίμασι γίνεσθαι, κἂν μὴ αἰσθητῶς, “καὶ κατὰ τούτους δέ, φησί, τὸ κενὸν ἀκίνητόν ἐστιν’’. πρὸς τούτους οὖν, φησί, τοὺς πάντα λέγοντας κινεῖσθαι, καίπερ οὐ διορίζοντας ποίαν κίνησιν πάντα λέγουσι κινεῖσθαι, ἢ ἄρα πάσας πάντα, οὐ χαλεπὸν ὑπαντῆσαι, διορίζοντα τὰ τῶν κινήσεων ἐρύη καὶ δεικνύντα, ὅτι κατ’ οὐδεμίαν δυνατὸν ἀεὶ πάντα κινεῖσθαι. πρῶτον οὖν αὐτοῖς ἔγκλημα ἐπάγει τὸ ἀδιορίστως λέγειν καὶ μὴ διασαφεῖν, κατὰ ποῖον εἶδος κινήσεως πάντα τὰ ὄντα ἀεὶ κινεῖται. εἶτα δείκνυσιν ἐφ’ ἑκάστης τῶν τριῶν κινήσεων, ὅτι κατ’ οὐδεμίαν οἷόν τε πάντα ἀεὶ κινεῖσθαι, εἰ δὲ κατὰ μηδεμίαν, δῆλον ὡς οὐδὲ κατὰ πάσας. καὶ πρῶτον δείκνυσιν, ὅτι οὔτε αὔξεσθαι οἷόν τέ τι συνεχῶς, οὕτε πάλιν συνεχῶς μειοῦσθαι, οὔτε συνάπτειν τὴν αὔξησιν τῇ μειώσει, ἀλλ’ ἔστι στάσις καὶ ἠρεμία ἐν μέσῳ τῷ καθ’ ἑκατέραν τούτων τῶν κινήσεων κινουμένῳ· οὔτε γὰρ τὸ αὐξόμενον εἰς τὸ μειοῦσθαι μεταβάλλει οὔτε τὸ μειούμενον εἰς τὸ αὔξεσθαι, ἀλλὰ τὸ μὲν εἰς ἐπίδοσιν τὸ δὲ εἰς φθίσιν. ὅταν οὖν γένηται ἐν ἐκείνοις εἰς ἃ μετέβαλλε, δῆλον ὡς ἵσταται, εἶθ’ οὕτως εἰς τὸ μειοῦσθαι μεταβάλλει. δείξει δὲ τοῦτο οὕτως ἔχον ἐν τοῖς ἑξῆς. εἰπὼν δὲ λέγειν τινὰς πάντα κινεῖσθαι, λανθάνειν δὲ τοῦτο τὴν ἡμετέραν αἴσθησιν, καὶ προβαλλόμενος τὴν αὔξησιν καὶ τὴν μείωσιν, ὡς καὶ ἐπὶ τούτων τὰ αὐτὰ λεγόντων αὐτῶν, πρῶτον ἱστορεῖ, τίν δόξῃ τὸ λεγόμενον ὑπ’ αὐτῶν ὅμοιόν ἐστιν, ἣν δείξας ψευδῆ συναναιρεῖ καὶ τὸ ὑπὸ τούτων | λεγόμενον. 276v τὸ γὰρ λέγειν, φησίν, ὅτι κινεῖται μὲν ἀεὶ πάντα, λανθάνει δὲ ἡμᾶς τῷ κατ’ ὀλίγον, ὅμοιόν ἐστιν ἐκείνῳ τῷ λόγῳ τῷ περὶ τοῦ τὸν συνεχῆ τοῦ ὕδατος σταλαγμὸν κοιλαίνειν τὴν πέτραν· πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ, φησὶν ὁ Χοιρίλος, ὡς ὑπὸ ἑκάστου μὲν σταλαγμοῦ μειουμένης τῆς πέτρας, ἀδήλου δὲ ἡμῖν οὔσης τῆς κατ’ ὀλίγον μειώσεως, ὁμοίως δὲ καὶ ὑπὸ τῆς ἐκφυομένης ἐν ῥαγάδι λίθου συκῆς, εἰ τύχοι, διίσταταί ποτε ὁ λίθος καὶ ῥήγνυται, ὡς καὶ ἐν τῷ πρὸ τοῦ χρόνῳ παντὶ κατ’ ὀλίγον μὲν διισταμένου, λανθάνοντος δὲ τῷ κατ’ ὀλίγον τὴν ἡμετέραν αἴσθησιν. ὡς οὖν οἱ ταῦτα λέγοντες κινεῖσθαι μὲν συνεχῶς φασιν ἐν τῷ πρὸ τοῦ παντὶ χρόνῳ τὴν μὲν πέτραν μειουμένην, τὸν δὲ λίθον ῥηγνύμενον, λανθάνειν δὲ τῷ κατ’ ὀλίγον τὴν ἡμετέραν αἴσθησιν, οὕτω καὶ οἱ πάντα κινεῖσθαι λέγοντες ἀεὶ συνεχῆ μὲν αὐτῶν ἀεί φασιν εἶναι τὴν κίνησιν, ἡμᾶς δὲ τῷ κατ’ ὀλίγον διαλανθάνειν· οὕτω δὲ καὶ τὰ αὐξανόμενα καὶ μειούμενα. παραθεὶς οὖν οὕτω τὴν ὁμοίαν δόξαν δείκνυσιν αὐτὴν ψευδῆ, καὶ ὅτι μὴ συνεχὴς ἥ τε τῆς πέτρας μείωσις καὶ ἡ τοῦ λίθου διάστασις. οὐ γὰρ εἰ σπιθαμὴν ἐν ἐνιαυτῷ διέστησεν τὸν λίθον ἡ συκῆ, καὶ τὸ ἐκ τῆς κεγχραμίδος φυὲν ἐν τῇ πρώτῃ ἡμέρᾳ μέρος τι διέστησεν, οὐδὲ εἰ τὴν πέτραν ἐκοίλαναν χίοι σταλαγμοί, καὶ ὁ εἷς σταλαγμὸς μέρος τι πάντως ἐκοίλανεν, ἀλλ’ οὕτως ἔχει ταῦτα, φησίν, ὥσπερ ἡ νεωλκία· καὶ γὰρ ἐπὶ ταύτης οἱ μὲν ἑκατὸν ἅμα καθέλκουσι τὴν ναῦν, εἷς δὲ ἕκαστος οὐδ’ ἄν σαλεύσειε προελθών. οὕτω δὲ καὶ οἱ μὲν τοσοίδε σταλαγμοὶ τοσόνδε μέρος τῆς πέτρας ἀφεῖλον, εἷς δὲ σταλαγμὸς οὐδ’ ὁτιοῦν μέρος ἄν ἀφέλοι. κἂν γὰρ διαιρετὸν ᾖ τὸ ἀφαιρεθὲν ἀπὸ τῆς πέτρας μέγεθος, ἀλλ’ οὐκ ἀνάγκη ἕκαστον σταλαγμὸν τὸ τοσοῦτον μέρος ἀφελεῖν, ὅσον αὐτός ἐστι τῶν πάντων· ὑπὸ γὰρ τῶν ὅλων τὸ ὅλον ἀφῃρέθη. καὶ ὥσπερ ἐπὶ τῆς νεωλκίας ὑπὸ πεντήκοντα ἀνδρῶν ἡ ναῦς τέως μὴ κινουμένη ἑνὸς ἐνίοτε προσελθόντος ἐσαλεύθη, καὶ ἐπὶ ζυγοῦ τὰ μὲν δέκα τάλαντα, εἰ τύχοι, οὐκ ἐποίησε ῥοπήν, δραχμὴ δὲ προστεθεῖσα καθείλκυσεν, οὕτως οἱ μὲν τοσοίδε σταλαγμοὶ οὔπω δύναμιν ἔσχον κοιλᾶναι τὴν πέτραν, προσελθόντος δὲ ἑνὸς ἠδυνήθησαν. ὥστε καὶ ἐπὶ τῶν αὐξομένων καὶ μειουμένων, κἂν ἐπ’ ἄπειρον ᾖ διαιρετὸν τὸ προσιὸν καὶ τὸ ἀπιόν, οὐκ ἀνάγκη κατὰ τὸ συνεχὲς ἀεί τι προστίθεσθαι ἢ ἀεὶ ἀφαιρεῖσθαι χωρίς, ἀλλ’ ὅλον τι προστίθεταί ποτε καὶ ὅλον ἀφαιρεῖται. οὐ γὰρ ἐπειδὴ τὸ ὅλον ὕδωρ τὸ τοσοῦτον ἐκοίλανεν, καὶ τὸ ἥμισυ αὐτοῦ τὸ ἥμισυ κοιλανεῖ, ἢ ὅλως τὸ τοσόνδε μέρος τοῦ ὕδατος τὸ τοσόνδε τοῦ ἀφαιρεθέντος ἀφελεῖ· οὐδὲ γάρ ἐστιν ἐνεργείᾳ τὰ μέρη ἐν τῷ ἀφαιρουμένῳ, ὥστε καὶ χωρὶς ἕκαστον κινεῖσθαι, ἀλλ’ ἅμα ὅλον κινεῖται. φθίσιν δὲ λέγει τὸ ἀπιόν, καθ’ ὃ ἡ φθορὰ γίνεται. δῆλον οὖν ὅτι εἴ τι πάσχει ὑπό τινος, οὐχὶ καὶ ὑπὸ τοῦ τυχόντος αὐτοῦ μορίου πείσεται, καὶ εἴ τι ἐν χρόνῳ τινὶ πάσχει ὑπό τινος, οὐχὶ καὶ ἐν ἅπαντι μορίῳ τοῦ χρόνου πάσχει, ἀλλ’ ἔν τινι ἀθρόον. ἐπιστῆσαι δὲ ἐν τούτοις χρή, πότερον ἐκείνου μνημονεύει νῦν τοῦ σωρίτου καλουμένου παρὰ τοῖς σοφισταῖς λόγου, ὡς ἐπὶ τῶν καταφερομένων τοῦ ὕδατος ῥανίδων ἐρωτᾶται. εἰ γὰρ ἡ πρώτη μηδὲν ἔδρασε, φασίν, εἰς τὸ κοιλᾶναι τὴν πέτραν, οὐδὲ ἡ δευτέρα· εἰ δὲ μὴ αὕτη, οὐδὲ ἡ τρίτη, ὥστε οὐδὲ ἡ ἐσχάτη. πῶς οὖν “πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ”; τούτου οὖν ἄρα μέμνηται, ὅταν λέγῃ· ὅμοιος ὁ λόγος τῷ περὶ τοῦ τὸν σταλαγμὸν κατατρίβειν. ἢ ἄλλου ἐπὶ ἀθρόας ὕδατος καταφορᾶς ἐρωτωμένου οὕτως· εἰ τὸ τοσόνδε ὕδωρ ἅμα κατενεχθὲν τοσόνδε τῆς πέτρας ἀφεῖλεν, ἆρα καὶ τὸ ἥμισυ αὐτοῦ τὸ ἥμισυ ἀφεῖλε, καὶ ὁ εἷς σταλαγμὸς τὸ ἀνάλογον. οὕτω γὰρ ὁ Ἀλέξανδρος ἀκούσας φαίνεται τοῦ λόγου. “τῇ γὰρ λεγούσῃ, φησί, δόξῃ, ἐπεὶ ὑπὸ τοῦ τοσοῦδε ὕδατος τοῦ καταράξαντος ἐπὶ τὴν πέτραν ἡ πέτρα κεκοίλανται (ὃ ὀνομάζει ἴσως ἀπὸ τοῦ καταστάζειν), καὶ ὑπὸ ἑκάστου τῶν ἐπιπιπτόντων μορίων αὐτοῦ ἐκοιλαίνετο, ἄδηλος δὲ ἡμῖν ἡ κτὰ τοσοῦτον κίνησις καὶ μείωσις αὐτῆς.” ἔοικε δὲ ὁ Ἀλέξανδρος τῷ κατὰ τὴν νεωλκίαν παραδείγματι ἀκολουθήσας, ἐφ’ οὗ ἅμα ἦσαν πάντες οἱ νεωλκοί, καὶ τὸν σταλαγμὸν ἐπὶ ἀθρόου ὕδατος ἀκοῦσαι. ἐπεὶ ὅτι ὁ σταλαγμὸς ἐπὶ τῆς ῥανίδος λέγεται κυρίως, πρόδηλον, οἶμαι, ἐστί· δηλοῖ δὲ καὶ τὸ οἱ σταλαγμοὶ οἱ τοσοίδε ὑπὸ τοῦ ’Αριστοτέλους εἰρημένον ὡς διῃρημένων καὶ ἠριθμημένων τῶν σταλαγμῶν. τοῦ δὲ Ἀριστοτέλους ἐπὶ τῶν μερῶν τοῦ ἀφαιρεθέντος ἀπὸ τῆς πέτρας εἰπόντος ἀλλ’ οὐδὲν αὐτῶν ἐκινήθη χωρὶς ἀλλ’ ἅμα ὁ Ἀλέξανδρος καὶ ἐπὶ τοῦ κινοῦντος ὕδατος ἀκούων τοῦτο ‘‘οὐδὲ γὰρ ἦν ἐνεργείᾳ, φησί, τὰ μέρη τοῦ κινοῦντος ἐν τῷ ὅλῳ, ὡς κινεῖν καθ’ αὑτά’’, ὡς ἀθρόον λαβὼν τὸ κατενεχθὲν ὕδωρ καὶ ἀφελόν τι τῆς πέτρας. μήποτε δέ, ὅπως μὲν ἄν ἐρωτηθῇ ὁ λόγος, εἴς τὸ αὐτὸ τείνει τὸ τῷ κατ’ ὀλίγον λανθάνειν τὴν αἴσθησιν, εἴτε ἐν τῷ αὐτῷ νῦν ὁ εἰς τὸ κατ’ ὀλίγον ἐπιμερισμὸς γίνεται ὡς ἐπὶ τῆς νεωλκίας καὶ τοῦ ἀθρόου ὕδατος τοῦ ἀφελόντος, εἴ τε ἐν ἄλλῳ καὶ ἄλλῳ ὡς ἐπὶ τῶν ῥανίδων τῶν ἐν χρόνῳ πλείονι τῇ ἐνδελεχείᾳ κοιλαινουσῶν τὴν πέτραν. τοῦτο δὲ οἰκειότερον οἶμαι τοῖς προκειμένοις τὸ παράδειγμα, διότι καὶ ἡ κίνησις οὐχ ἅμα πᾶσα οὖσα τῷ μερισμῷ λανθάνει τὴν αἴσθησιν· οὔτε γὰρ ἡ αὔξησις καὶ ἡ μείωσις ἅμα οὔτε ἡ ἀλλοίωσις οὔτε ἡ κατὰ τόπον μεταβολή. τὸ δ’ οὖν λεγόμενόν ἐστιν, ὅτι κἄν τὸ ἀπιὸν ἐν τῇ φθίσει καὶ τὸ προσιὸν ἐν τῇ αὐξήσει μεΙγέθη ὄντα ἐπ’ ἄπειρόν ἐστι διαιρετά, ἀλλ’ οὐκ ἀνάγκη τὴν ἀποχώρησιν καὶ τὴν πρόσθεσιν κατὰ ἐλάχιστα γίνεσθαι· ἀλλὰ ἀθρόον ποτὲ ἄπεισι καὶ ἀθρόον προστίθεται. οὐκ ἄρ τῷ κατ’ ὀλίγον λανθάνει ταῦτα ἡμᾶς ἐπ’ ἄπειρον, ὥς φασι, μειούμενα ἢ αὐξόμενα. εἰ δέ, ὡς εἶπεν, ἔστι τι καὶ τὸ μέσον, ἐν ᾧ ἵσταται τὰ αὐξόμενα, ὅταν ἀπολάβῃ τὸ μέτρον, οὐκ ἀνάγκη ἐπ’ ἄπειρον αὔξεσθαι ἢ ἐπ’ ἄπειρον μειοῦσθαι. κἂν γὰρ τρέφηται ἐν τῷ μέσῳ, ἀλλὰ ἄλλο τὸ τρέφεσθαί ἐστι, καὶ ἄλλο τὸ αὔξεσθαι, δῆλον δέ, ὅτι κἂν ἀθρόον ἀφῃρέθη τι τῆς πέτρας μέρος, ἀλλ’ ἑκάστη ῥανὶς ἔδρασέ τι πάντως εἰς τὴν πέτραν ἀσθενεστέραν ποιοῦσα, καὶ τῶν νεωλκῶν ἕκαστος εἰσήγαγε τὴν καθ’ ἑαυτὸν δύναμιν τῇ ὅλῃ. καὶ ἡ τῆς πέτρας διάστασις ποτὲ μὲν καὶ κατ’ ὀλίγον ἀνεπαισθήτως γίνεται, ποτὲ δὲ ῥήγνυται μὲν ἀθρόως, ἡ δὲ κατ’ ὀλίγον ὑποτροφὴ τῆς συκῆς προοδοποιεῖ τῇ ῥήξει τὴν τῆς πέτρας ἀσθένειαν. κἂν κατ’ ὀλίγον δὲ μέχρι τινὸς ἀνεπαισθήτως πρόεισιν, ἀλλ’ ἀθρόον ἐπὶ τέλει γενόμενον ἵσταται, ὅταν εἰς τοῦτο ἔλθῃ, εἰς ὃ ἔσπευδε, καὶ ἡ αὔξησις καὶ ἡ μείωσις. Δείξας δὲ ὁ Ἀριστοτέλης ἐπὶ τῆς αὐξήσεως καὶ τῆς μειώσεως, ὅτι μὴ ἐπ’ ἄπειρον ἡ αὔξησις καὶ ἡ μείωσις γινομένη τῷ κατ’ ὀλίγον διαλανθάνει, εἴπερ μὴ κατὰ συνέχειαν ἡ πρόσθεσις καὶ ἡ ἀφαίρεσις, ἀλλὰ καὶ ἀθρόαι γίνονται, τὸν αὐτὸν λόγον φησὶ καὶ ἐπὶ ἀλλοιώσεως πάσης ἁρμόττειν. οὐ γὰρ εἰ τὸ ἀλλοιούμενον μέγεθός τί ἐστιν ἐπ’ ἄπειρον (τοῦτο γὰρ σημαίνει τὸ μεριστὸν εἰς ἄπειρα), διὰ τοῦτο καὶ ἀλλοίωσις αὐτοῦ κατὰ μόρια γίνεται κατὰ τὸ πρότερον καὶ ὕστερον, ἀλλ’ ἀθρόον ἅμα ἀλλοιοῦται· καὶ ἡ ἀλλοίωσις ἀθρόα γίνεται, ὥσπερ ἡ πῆξις τοῦ γάλακτος καὶ τοῦ ὕδατος καὶ τῶν τοιούτων, ἅπερ κἂν μεριστὰ ᾖ, ἀλλ’ οὐ πήγνυται κατ’ ἐλάχιστα μόρια, ἀλλ’ ἀθρόα μεταβάλλει καὶ συνίσταται. “ἔδειξε δέ, φησίν, ὁ Ἀλέξανδρος, διὰ τοῦ νῦν εἰρημένου, πῶς ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας πρὸς Μέλισσον ἀντιλέγων εἶπεν· “ὥσπερ οὐκ ἀθρόας γινομένης μεταβολῆς.” οὐ γὰρ ἀθρόαν ὡς ἄχρονον εἶπεν (ψεῦδος γὰρ τοῦτο), ἀλλὰ τὴν ἀθρόου τοῦ μεταβάλλοντος εἰς τὸ μεταβάλλειν ἀρχήν, καὶ οὐ κατὰ μόρια. ὅτι δὲ τὸ ἀλλοιούμενον οὐκ ἐπ’ ἄπειρον συνεχῶς οἷόν τε κινεῖσθαι, ὡς ἔλεγον οἱ πάντα ἀεὶ κινεῖσθαι λέγοντες, δείκνυσι καὶ ἐκ τοῦ ἐξ ἐναντίου εἰς ἐναντίον τὴν μεταβολὴν τοῖς ἀλλοιουμένοις γίνεσθαι, καὶ ἐν χρόνῳ μὲν αὐτῶν γίνεσθαι τὴν μεταβολήν, εἶναι δέ τι ὡρισμένον, εἰς ὃ μεταβάλλουσι, καὶ ὅταν εἰς ἐκεῖνο ἔλθωσιν ἵστανται· εἰς τοῦτο γὰρ τέταται ἡ μεταβολή· τὸ γοῦν νοσοῦν καὶ μεταβάλλον ἐκ τῆς νόσου καθ’ ὅσον ἐκ νόσου μεταβάλλει, οὐκ εἰς ἄλλο τι μεταβάλλει ἢ εἰς ὑγίειαν (τοῦτο γὰρ ἐναντίον τῇ νόσῳ), καὶ ἐν χρόνῳ ἡ μεταβολὴ γίνεται αὐτῷ, ἀλλ’ οὐκ ἐν πέρατι χρόνου, διότι πᾶσα κίνησις ἐν χρόνῳ καὶ τὸ πέρας τῆς κινήσεως ἐν τῷ πέρατι τοῦ χρόνου. ὅταν οὖν ὑγιαῖνον ἐκ νοσοῦντος γένηται, ἵσταται ἐν τῇ ὑγείᾳ. οὐ γάρ ἐστιν ἄλλο, εἰς ὃ κινήσεται τὸ νοσοῦν· οὐδὲ γὰρ ἦν ἄλλο τι τῇ νόσῳ ἐναντίον. εἰ οὖν μὴ ἔχει λοιπόν, ἐφ’ ὃ κινήσεται, τὸ λέγειν συνεχῶς ἀλλοιοῦσθαι, λίαν ἐστὶ τοῖς φανεροῖς ἀμφισβητεῖν. ἐπὶ τί γὰρ ἔτι κινήσεται τὸ καταλαβὸν ἐκεῖνο, οὗ ἕνεκα ἐκινεῖτο; διὰ δὲ τοῦ εἰπεῖν ἀνάγκη χρόνον γενέσθαι, ἐν ᾧ ὑγιασθήσεται, καὶ μὴ ἐν πέρατι χρόνου ἔδειξεν ὅτι κίνησις τίς ἐστιν ἡ ἐκ νόσου εἰς ὑγείαν μεταβολή· οὐ γὰρ ἀχρόνως γίνεται, οὐδὲ ἐν πέρατι χρόνου, οὐ μὴν διὰ τοῦτο ἤδη καὶ ἐπ’ ἄπειρον γίνεται. τὸ δὲ ἐπιχείρημα τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁρμόττει μεταβολῶν, εἴπερ πᾶσαι ἐξ ἐναντίου εἰς ἐναντίον γίνονται καὶ πρὸς τέλος τι σπεύδουσι τὸ ἐναντίον, ἀφ’ οὗ καὶ ὀνομάζονται, γένεσις μὲν ἀπὸ τοῦ ὄντος, αὔξησις δὲ ἀπὸ τῆς προσθέσεως, καὶ λεύκανσις ἀπὸ τοῦ λευκοῦ, καὶ ἀναφορὰ ἀπὸ τοῦ ἄνω. ὅτι δὲ μὴ ἔστι συνεχὴς ἡ κατὰ τὴν ἀλλοίωσιν κίνησις, δείκνυσι καὶ ἐκ τῆς ἐναργείας· ὁ γὰρ λίθος ἐν πολλῷ χρόνῳ οὔτε σκληρότερος γίνεται οὔτε μαλακώτερος, ἀλλ’ “οὐδὲ ἑκάστης ἡμέρας ἀπορρεῖ τι αὐτοῦ,’’ ὥς φησιν Εὔδημος· “ἐν πολλοῖς γὰρ ἔτεσι πλείων ἔσται ἡ ἀπόρροια τοῦ σώματος, ἀφ’ οὗ ἀπορρεῖ, καίτοι διαμένοντα, φησί, φαίνεται πολλὰ καὶ μικρὰ παμπληθῆ χρόνον ἄψαυστα κείμενα.” Μνημονεύσας δὲ τοῦ λίθου ὡς οὐκ ἀλλοιουμένου συνεχῶς, ἐπάγει, ὅτι καὶ κατὰ τὸ φέρεσθαι, τουτέστι κινεῖσθαι κατὰ τόπον, οὐκ ἔστι κίνησις τῷ λίθῳ συνεχὴς καὶ ἀνέκλειπτος. κἄν γὰρ αἱ αὐξήσεις καὶ ἀλλοιώσεις λελήθασιν ἡμᾶς, ἀλλ’ ὅ γε λίθος οὐ λέληθεν ἡμᾶς ὁτὲ μὲν κάτω φερόμενος, ὁτὲ δὲ μένων ἐπὶ τῆς γῆς. ὅλως δὲ ἡ γῆ καὶ καθόλου πάντα τὰ ὑπὸ σελήνην (κοινῶς γὰρ ἐπὶ πάντων δείκνυσιν, ὅτι ἔστιν αὐτοῖς συνεχὴς ἡ κατὰ τόπον κίνησις), εἰ ὁρᾶταί ποτέ τινα αὐτῶν ἐν τοῖς οἰκείοις τόποις, ἀνάγκη μὴ κινεῖσθαι αὐτὰ τότε κατὰ τόπον. καὶ δείκνυσιν αὐτὸ οὕτως· τὰ φυσικὰ πάντα σώματα μένει μὲν ἐν τοῖς οἰκείοις τόποις. κινεῖται δὲ κατὰ φύσιν μὲν ἐπὶ τοὺς οἰκείους τόπους, παρὰ φύσιν δὲ καὶ βίᾳ ἐκ τούτων. εἴ τινα ἄρα αὐτῶν ἐν τοῖς οἰκείοις εἴη ποτὲ τόποις, ταῦτα ἀδύνατον κατὰ τόπον τότε κινεῖσθαι. εἰ γὰρ ἀνάγκη τὸ κινούμενον ἢ βίᾳ ἢ κατὰ φύσιν κινεῖσθαι, οὐδετέρως δὲ ταῦτα κινεῖται κατὰ τόπον, τὰ ἐν τοῖς οἰκείοις ὄντα τόποις οὐδ’ ἂν κινοῖντο κατὰ τόπον. καὶ συμπεραίνεται λοιπὸν τὰ δύο πρῶτα τμήματα τῆς διαιρέσεως, ὧν τὸ μὲν μὴ πάντα ἠρεμεῖν ἀεὶ ἐκ τῆς ἐναργείας κατεσκεύασε. | τὸ δὲ μὴ πάντα ἀεὶ κινεῖσθαι καὶ προσκατεσκεύασεν. p. 254a3 Ἀλλὰ μὴν οὐδὲ τὰ μὲν ἀεὶ ἐνδέχεται ἠρεμεῖν ἕως τοῦ τὰ μὲν κινεῖται, τὰ δὲ ἠρεμεῖ ἐνίοτε. Ἐπὶ τὸ δεύτερον τμῆμα τῆς διαιρέσεως προελθὼν τὸ λέγον τὰ μὲν κινεῖσθαι τῶν ὄντων, τὰ δὲ ἠρεμεῖν, καὶ τούτου πάλιν τὸ πρῶτον διαιρετικὸν προχειρίζεται τὸ λέγον τά τε κινούμενα ἀεὶ κινεῖσθαι, καὶ τὰ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖν, καὶ δείκνυσιν, ὅτι καὶ τὸ οὕτως ἔχειν τὰ ὄντα, ὥστε τὰ μὲν ἀεὶ κινεῖσθαι, τὰ δὲ ἀεὶ ἠρεμεῖν, τὸ δὲ ποτὲ κινεῖσθαι καὶ ποτὲ ἠρεμεῖν μηδενὶ ὑπάρχειν ἀδύνατόν ἐστι, καὶ ὁμοίως ἀδύνατον ὥσπερ τὰ πρότερον ῥηθέντα. καὶ γὰρ καὶ τοῦτο ἐναργές, ὅτι τὰ αὐτὰ ὁρῶμεν ποτὲ μὲν ἐκ κινήσεως εἰς ἠρεμίαν μεταβάλλοντα, ποτὲ δὲ ἐξ ἠρεμίας εἰς κίνησιν. αὗται δέ εἰσιν αἱ εἰρημέναι μεταβολαί, δι’ ἅς τινα ποτὲ μὲν ἠρεμεῖ, ποτὲ δὲ κινεῖται. δεύτερον ἐπάγει τῷ λόγῳ τὸ μάχεσθαι τοῖς φανεροῖς τὸν ταῦτα ἀμφισβητοῦντα, καὶ κατὰ τί, προσέθηκεν. εἰ γὰρ μὴ ἔστι τὸ ποτὲ μὲν ἠρεμεῖν ποτὲ δὲ κινεῖσθαι, οὔτε ἡ αὔξησις οὔτε ἡ βίαιος ἔσται κίνησις, ἀλλὰ καὶ γένεσις ἀναιρεθήσεται καὶ φθορά, καὶ σχεδὸν πᾶσα κίνησις καὶ ἡ κατὰ φύσιν καὶ ἡ παρὰ φύσιν, ὡς μαθησόμεθα εἰ οὖν φανερόν, ὅτι καὶ αὔξησίς ἐστι καὶ βίαιος κίνησις καὶ ἄλλαι μεταβολαί, δῆλον ὅτι τοῖς φανεροῖς μάχεται ἀναιρῶν τὸ ποτὲ μὲν ἠρεμεῖν τινα τῶν ὄντων, ποτὲ δὲ κινεῖσθαι. καὶ ὅτι μὲν βίαιος οὐκ ἔσται κίνησις, ἔδειξε δία του εἰ μὴ κινήσεται παρὰ φύσιν ἠρεμοῦν πρότερον· τὸ γὰρ βίᾳ κινούμενον παρὰ φύσιν κινεῖται, τὸ δὲ παρὰ φύσιν κινούμενον ἐκ τοῦ οἰκείου καὶ κατὰ φύσιν αὐτῷ τόπου, ἐν ᾧ πέφυκεν ἠρεμεῖν, ἐξίσταται· εἰ οὖν μὴ πρότερον ἠρεμοῦν κινεῖται, οὐκ ἂν εἴη παρὰ φύσιν καὶ βίαιος κίνησις. πῶς δὲ ἡ αὔξησις ἐκ τῆς τοιαύτης θέσεως ἀναιρεῖται, δοκεῖ παραλιμπάνειν. καλῶς δὲ ὁ Ἀλέξανδρος καὶ τοῦτο διὰ τοῦ αὐτοῦ δείκνυσθαί φησιν. οὐ γὰρ ἔσται αὔξησις, εἰ μὴ κινήσεται παρὰ φύσιν τὸ ἠρεμοῦν πρότερον· ἡ γὰρ τροφὴ ἠρεμήσασα πρότερον, εἶτα ἀλλοιωθεῖσα, ἀναφέρεται εἰς τοὺς ἄνω τόπους καὶ τοὺς πλαγίους, εἰς οὓς οὐ πέφυκε φέρεσθαι κατὰ φύσιν, καὶ ἐξομοιωθεῖσα προσκρίνεται, καὶ ὅταν πλείων ᾖ τοὐ ἀπορρεύσαντος, αὔξεσθαι ποιεῖ τὸ δεξάμενον. ἔστι δὲ καὶ ἀπὸ τῶν πρότερον ῥηθέντων δεικνύναι, ὅτι εἰ μὴ ἔστι μετὰ κίνησιν ἠρεμεῖν, οὐκ ἔστιν αὔξεσθαι. τὸ γὰρ αὐξόμενον οὔτε συνεχῶς αὔξεται οὔτε συνάπτει τῇ μειώσει τὴν αὔξησιν, ἀλλ’ ὅταν ἔλθῃ εἰς τὸν ὅρον, ἐφ’ ὃν ἡ αὔξησις ἔσπευδεν, ἵσταται, καὶ τότε μεταβαίνει ἐπὶ τὴν μείωσιν. ὥστε διὰ μὲν τῆς αὐξήσεως ἀναιρεῖται τὸ τὸ κινούμενον πᾶν ἀεὶ κινεῖσθαι, διὰ δὲ τῆς βιαίου κινήσεως τὸ πᾶν τὸ ἠρεμοῦν ἀεὶ ἠρεμεῖν. οὐ μόνον δὲ ἡ αὔξησις καὶ ἡ βίαιος κίνησις ἀναιρεῖται, εἰ μὴ εἴη τινὰ δυνάμενα παρὰ μέρος ἠρεμεῖν τε καὶ κινεῖσθαι, ἀλλὰ καὶ γένεσις ἀναιρεῖται καὶ φθορά, ὥς φησιν, ὑπὸ τούτου τοῦ λόγου· ὡς γὰρ τὸ αὐξόμενον κινεῖται τότε τὴν κατὰ τὸ αὔξεσθαι κίνησιν, ἣν οὐκ ἐκινεῖτο πρὸ τοῦ αὔξεσθαι, οὕτω καὶ τὸ γινόμενον καὶ φθειρόμενον· τό τε γὰρ αὐξόμενον, εἰ καὶ πρὸ τοῦ αὔξεσθαι τὴν αὐτὴν ἐκινεῖτο κίνησιν, ἣν καὶ ὅτε αὔξεται, ἤτοι οὐδὲ νῦν τὴν αὐξητικὴν κινεῖται, ὥστε οὐδὲν αὔξεται αὐξόμενον, ἢ καὶ πρότερον ἦν αὐξόμενον, ὅτε οὔπω ηὔξετο. καὶ τὰ γινόμενα ὁμοίως καὶ φθειρόμενα ἔχει καὶ ἀρχὴν τῆς γενέσεως καὶ παῦλαν, ὅταν γένηται, καὶ ἐπὶ τῆς φθορᾶς ὁμοίως· ὥστε εἰ ἀεὶ δεῖ κινεῖσθαι τὰ κινούμενα καὶ ἀεὶ ἠρεμεῖν τὰ ἠρεμοῦντα, οὔτε αὔξησις οὔτε μείωσις οὔτε γένεσις ἔσται οὔτε φθορά. αἱ γὰρ κατὰ ταῦτα μεταβολαὶ καὶ ἀπὸ ἠρεμίας ἄρχονται τῆς κατ’ αὐτὰ καὶ τέλος ἔχουσιν, ἔτι δὲ ὃ μὴ δύναται γενέσθαι, οὐδὲ τὴν ἀρχὴν γίνεται· οὗ δὲ οὐχ ὥρισται ἡ γένεσις οὐδὲ ἔστιν αὐτὸ ἐπὶ τέλος ἐλθεῖν, τοῦτο οὐ δύναται γενέσθαι· τὸ γὰρ γενόμενον ἵσταται καὶ παύεται τῆς κατὰ τοῦτο κινήσεως. Ἔτι δὲ γένεσιν καὶ φθορὰν ἀναιρεῖ ὁ λόγος ὁ ἀναιρῶν τὴν παρὰ φύσιν κίνησιν· ἡ γάρ τινων γένεσις ἄλλων ἐστὶ φθορά· φθείρεται δὲ ἕκαστον οὐκ ἐν τῷ κατὰ φύσιν μένον, ἀλλὰ παρὰ φύσιν κινούμενον. ἀλλὰ καὶ ἐν τῷ γινομένῳ ἕκαστον οὐκ ἔχει τὴν οἰκείαν χώραν. διὸ καὶ λύεται τὰ γινόμενα. τὸ δὲ γένεσιν οὖν καὶ φθορὰν ἀναιρεῖ οὗτος ὁ λόγος δύναται, ὡς ἴσον εἰρῆσθαι τῷ ‘ἔτι γένεσιν καὶ φθορὰν ἀναιρεῖ οὗτος ὁ λόγος ὁ λέγων μὴ μεταβάλλειν ἐξ ἠρεμίας εἰς κίνησιν καὶ ἐκ κινήσεως εἰς ἠρεμίαν᾿. ἔσται γὰρ τό τε γινόμενον πᾶν ἐπ’ ἄπειρον γινόμενον καὶ τὸ φθειρόμενον ὁμοίως· οὕτω δ’ ἄν ἀδύνατον εἴη ἢ γενέσθαι τι ἢ φθαρῆναι. εἰ δὲ γένεσιν καὶ φθορὰν οὗτος ὁ λόγος ἀναιρεῖ, καὶ πᾶσαν ἄν εἴη κίνησιν ἀναιρῶν, ἵνα μὴ καθ’ ἕκαστον εἶδος τῆς κινήσεως ἤτοι τῆς μεταβολῆς διατρίβωμεν· τὸ γὰρ κινεῖσθαι κοινῶς λεγόμενον σχεδὸν πᾶσι γίνεσθαι καὶ φθείρεσθαι δοκεῖ. οὐ γὰρ δὴ τοῦτο ἦν ἀκριβῶς εἰπεῖν, ὅτι πᾶσιν οὕτω δοκεῖ. τὴν δὲ αἰτίαν τοῦ πᾶσι σχεδὸν | δοκοῦντος ἢ τοῦ τὸ κινεῖσθαι σχεδὸν ·γίνεσθαί τι καὶ φθείρεσθαι εἶναι (δύναται γὰρ καὶ οὕτω σχεδὸν συνταχθῆναι), αὐτὸς ἐπάγει κοινὴν ἐπὶ πάσης κινήσεως. ἐπειδὴ γὰρ πᾶσα κίνησις καὶ πᾶσα μεταβολὴ ἔκ τινος εἴς τι (ἄλλου γὰρ ἄλλο), εἰς ὃ μὲν μεταβάλλει, γίνεται τοῦτο, εἴτε κατ’ οὐσίαν οἷον ἄνθρωπος, εἴτε κατὰ ποσότητα οἷον μείζων ἢ ἐλάττων, εἴτε κατὰ ποιότητα λευκὸς ἢ θερμός· εἰ δὲ κατὰ τόπον ἡ μεταβολή, τὸ μεταβάλλον οὐ γίνεται τὸ εἰς ὃ μεταβάλλει, τουτέστι τὸ ἄνω ἢ τὸ κάτω ἢ ὅλως ὁ τόπος, ἀλλὰ γίνεται ἐν τούτῳ. ἐξ οὗ δὲ μεταβάλλει ἢ ἐξ οὐσίας ἢ μείζονος ἢ λευκοῦ, φθείρεται τοῦτο· ἄνθρωπος γὰρ φθείρεται καὶ μείζων καὶ λευκός, ὅταν εἰς τἀναντία τούτοις μεταβάλλῃ. εἰ δὲ ἐκ τόπου, φθείρεται ἐντεῦθεν τὸ ἐκεῖθεν ἐξιστάμενον. καλῶς οὖν εἶπεν, ὅτι ὁ γένεσιν καὶ φθορὰν ἀναιρῶν λόγος καὶ κίνησιν ἀναιρεῖ πάσαν· αὐτὸς δὲ τοῦτο μὲν παρῆκεν ὡς ἐναργὲς συμπεράνασθαι, τὸ δὲ τῇ ἀναιρέσει τοῦ τὰ μὲν ἀεὶ κινεῖσθαι (ἕως ἂν ᾖ δηλονότι), τὰ δὲ ἀεὶ ἠρεμεῖν ἑπόμενον τοῦτο ἐπάγει λέγων· ὥστε δηλονότι τὰ μὲν κινεῖται τὰ δὲ ἠρεμεῖ ἐνίοτε. λέγει δέ, ὅτι ἔστι τινά, ἃ παρὰ μέρος κινεῖται καὶ ἠρεμεῖ καὶ οὐκ ἀεὶ τὸ ἕτερον· δῆλον γὰρ ὅτι καὶ τὰ ἐνίοτε κινούμενα ἐνίοτε ἠρεμεῖ καὶ τὰ ἐνίοτε ἠρεμοῦντα ἐνίοτε κινεῖται καὶ οὔτε τὰ ἐνίοτε κινούμενα χρὴ νομίζειν ἀεὶ κινεῖσθαι οὔτε τὰ ἐνίοτε ἠρεμοῦντα ἀεὶ ἠρεμεῖν, ἀλλ’ ἄμφω ποτὲ μὲν κινεῖσθαι, ποτὲ δὲ ἠρεμεῖν. p. 254a 15 Τὸ δὲ πάντα ἀξιοῦν ὁτὲ μὲν ἠρεμεῖν ἕως τοῦ τὰ δὲ ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι. Tοῦ τμήματος τοῦ λέγοντος τὰ μὲν κινεῖσθαι τὰ δὲ ἠρεμεῖν τριχῇ διαιρεθέντος εἴς τε τὸ τά τε κινούμενα ἀεὶ κινεῖσθαι καὶ τὰ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖν, καὶ εἰς τὸ τὰ πάντα ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ ἠρεμεῖν, καὶ τρίτον εἰς τὸ τὰ μὲν ἀεὶ ἀκίνητα εἶναι τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ἀμφοτέρων μεταλαμβάνειν, ἐλέγξας τὸ πρῶτον τμῆμα τὸ λέγον τά τε κινούμενα ἀεὶ κινεῖσθαι καὶ τὰ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖν, μηδὲν δὲ ἀπὸ τοῦ κινεῖσθαι εἰς τὸ ἠρεμεῖν ἢ ἀπὸ τοῦ ἠρεμεῖν εἰς τὸ κινεῖσθαι μεταβάλλειν, καὶ μέλλων ἐπὶ τὸ δεύτερον μετιέναι τμῆμα τούτου τοῦ διαιρετικοῦ τὸ λέγον πάντα τὰ ὄντα ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ ἠρεμεῖν, καὶ προβαλλόμενος εἰς ἔλεγχον αὐτό, πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς διαίρεσιν ἐπανέρχεται ὑπομιμνῄσκων τε ἡμᾶς καὶ τῶν προτέρων τῆς διαιρέσεως τμημάτων καί τινα καὶ προσεξευπορῶν τοῖς προτέροις πρὸς αὐτὰ ῥηθεῖσιν. μετὰ δὲ τὰ νῦν διορισθέντα, φησίν, ἀρχὴν πάλιν ποιητέον τὴν αὐτήν ἥνπερ ἠρξάμεθα πρότερον, καὶ τὴν διαίρεσιν τὴν αὐτὴν ἐπαναληπτέον, ἣν ἐκτίθεται μὲν σαφῶς, ἐλλείπουσαν δὲ ἑνὶ τμήματι τῷ προσεχῶς ἐλεγχθέντι καὶ διὰ τοῦτο ἴσως νῦν παραλειφθέντι· τοῦτο δὲ ἦν τὸ λέγον τὰ μὲν ἀεὶ κινεῖσθαι τῶν ὄντων τὰ δὲ ἠρεμεῖν, τὰ δὲ ποτὲ μὲν κινούμενα καὶ ποτὲ ἠρεμοῦντα μὴ εἶναι. δύναται δὲ καὶ διὰ τοῦτο παραλελεῖφθαι τοῦτο νῦν, ὅτι ὁμοίως ἀδύνατόν ἐστι τῷ πάντα ἀεὶ κινεῖσθαι ἢ πάντα ἀεὶ ἠρεμεῖν, καὶ ὁμοίως ἐκείνοις ἀναιρεῖται, ὡς προελθὼν ἐρεῖ. p. 254 a 22 Ὅτι μὲν τοίνυν οὐχ οἷόν τε πάντα ἠρεμεῖν ἕως τοὐ τῷ τὰ μὲν ἀεὶ κινεῖσθαι, τὰ δὲ ἠρεμεῖν ἀεί. “Πρὸς τοὺς πάντα ἠρεμεῖν λέγοντας ὑπαντῶν πρότερον ἀρρωστίαν ἔλεγεν διανοίας τὸ ἀφέντας τὸ οἰκεῖον τῶν αἰσθητῶν κριτήριον, τὴν αἴσθησιν, διὰ λόγων πειρᾶσθαι ἀναιρεῖν τὰ τῇ αἰσθήσει φαινόμενα, καὶ ὅτι ὁ τὴν κίνησιν ἀναιρῶν οὐ περὶ μέρους τινός, ὡς δοκεῖ, τῶν φυσικῶν τῆς κινήσεως ἀμφισβητεῖ, ἀλλὰ περὶ πάσης τῆς φυσικῆς συστάσεως, εἴπερ ἡ φύσις κινήσεώς ἐστιν ἀρχή. καὶ ὅτι οὐ τὴν φύσιν μόνον ἀναιρεῖ καὶ τὰ φυσικά, ἀλλὰ καὶ τὰς τέχνας πάσας καὶ τὰς ἐπιστήμας τὰς μὲν κινήσει χρωμένας ἐν τοῖς ἔργοις, τὰς δὲ κίνησιν ὁμολογούσας εἶναι καὶ διὰ κινήσεως τὰς αἰτίας τῶν γινομένων ἀποδιδούσας· καὶ ἐπὶ πᾶσιν ὅτι οὐδὲ ἔστι τῷ φυσικῷ λόγος πρὸς τὸν ἀναιροῦντα τὴν κίνησιν, διότι τὴν ἀρχὴν τῶν φυσικῶν ἀναιρεῖ. νῦν δὲ πάλιν ἀναλαβὼν τὸν πρὸς ἐκείνους λόγον προστίθησιν, ὅτι καὶ τοῖς ἀναιροῦσι τὴν κίνησιν ἕπεται τὸ κίνησιν εἶναι· κἂν γὰρ ἀληθὲς ᾖ ὅ φασιν, | ὅτι τὸ ὂν ἄπειρόν τε καὶ ἀκίνητόν ἐστιν, ὡς ἱστόρησεν ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας Μέλισσον τίθεσθαι, ἀλλ’ οὐ φαίνεσθαί γε τοῦτο οὕτως ἔχειν κατὰ τὴν αἴσθησιν, ἀλλὰ πολλὰ τῶν ὄντων κινεῖσθαι δοκεῖ. εἰ δὲ ἔστι δόξα ψευδὴς καὶ φαντασία, δῆλον ὡς καὶ κίνησις ἔστιν. ἥ τε γὰρ φαντασία <μονὴ> τῆς κατ᾿. ἐνέργειαν αἰσθήσεως καὶ ἠ δόξα συγκατάθεσις φαντασίας, καὶ ἡ αἴσθησις δὲ κίνησις καὶ διὰ κινήσεως. εἰπὼν δέ εἴπερ οὖν ἔστι δόξα ψευδὴς προσέθηκε τὸ ἢ ὅλως δόξα· οὐ γὰρ ἡ ψευδὴς δόξα καὶ φαντασία κινήσεις, διότι ψευδεῖς· πᾶσα γὰρ φαντασία καὶ δόξα κίνησις. ὥστε καὶ οἱ οὕτως ἀποφαινόμενοι, εἰ καὶ ἀληθῆ ἔλεγον, ἐτίθεντο δὲ τὸ φαινόμενον αὐτοῖς καὶ δοκοῦν, δι’ ὧν ἄρα ἀπεφαίνοντο κίνησιν ἀναιροῦντες, ἠκολούθει αὐτοῖς τὸ εἶναι κίνησιν.” οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος καὶ αὐτοῖς τούτοις τοῖς ῥήμασιν ἐξηγήσατο τὰ προκείμενα· ἐπιστάσεως δέ, οἶμαι, ἄξιόν ἐστι, πῶς εἰ κατὰ ἀλήθειαν οὕτως ἔχει, ὥστε ἀκίνητον εἶναι τὸ ὄν, οὐ φαίνεται κατὰ τὴν αἴσθησιν οὕτως, ἀλλὰ κινεῖται πολλὰ τῶν ὄντων. πῶς γὰρ τῇ ἀληθείᾳ ἡ αἴσθησις ἡ ἀληθὴς ἀντιφθέγγεται; ἔτι δὲ εἰ κατὰ ἀλήθειαν οὕτως ἔχει, ὡς λέγουσι, πῶς ψευδής ἐστι δόξα; ὡς γὰρ τοῖς προτέροις ἑπόμενον εἰρῆσθαι δοκεῖ τὸ εἴπερ οὖν ἔστι δόξα ψευδής. μήποτε οὖν τοῖς μὲν περὶ Μέλισσον ἀληθῶς λέγειν ἀκίνητον τὸ ὂν συγχωρεῖ, τὴν δὲ φαινομένην τῇ αἰσθήσει κίνησιν ψευδῶς ὑποθέμενος δοξάζεσθαι ὡς ἀκόλουθον τῷ ἀληθὲς εἶναι τὸ μὴ κινεῖσθαι τὸ ὄν (εἰ γὰρ τοῦτο ἀληθές, ψεῦδος τὸ κινεῖσθαι), περιτρέπει τὸν λόγον αὐτοῖς συνάγων, ὅτι εἰ ἀληθὲς τὸ ἀκίνητον εἶναι τὸ ὄν, ἔστι κίνησις. καὶ οἶμαι τοιαύτην εἶναί τινα τὴν τοῦ λόγου συναγωγήν· εἰ ἀληθὲς τὸ ἀκίνητον εἶναι τὸ ὄν, ψευδής ἐστι δόξα τῶν οἰομένων φαίνεσθαι κατὰ τὴν αἴσθησιν πολλὰ τῶν ὄντων κινούμενα. εἰ δὲ ἔστι ψευδὴς δόξα, καὶ κατ’ ἐκείνους ἔστι δηλονότι τὸ μὴ ὄν, εἰ δὲ ἔστι τὸ μὴ ὄν, ἔστι τὸ κενόν, εἰ δὲ τοῦτο, ἔστι κίνησις. ἀνάπαλιν γὰρ οὗτος ὁ λόγος ὁδεύει τῷ παρ’ ἐκείνων ἐρωτωμένῳ. ἐπειδὴ γὰρ τὸ μὴ ὂν ἐν τῷ ὄντι φασὶν οὐκ ἔστιν, οὐκ ἄν εἴη τὸ κενόν, εἰ δὲ τὸ κενὸν μὴ ἔστιν, οὐκ ἔστι κίνησις· ἀνάγκη γὰρ ἢ διὰ πλήρους ἢ διὰ κενοῦ κινεῖσθαι· τὸ δὲ διὰ πλήρους ἀδύνατον. εἰ οὖν ἔστι ψευδὴς δόξα, ἔστι τὸ μὴ ὄν· εἰ δὲ ἔστι τὸ μὴ ὄν, οὐκ ἀναιρεῖται τὸ μὴ ὄν· τοῦ δὲ κενοῦ ὄντος οὐκ ἀναιρεῖται ἡ κίνησις. εἰς ταύτην δέ με τὴν ἔννοιαν τῆς ἐξηγήσεως ἐνήγαγε τὸ μὴ ἄν μάτην τὸν Ἀριστοτέλη εἰπεῖν εἴπερ οὖν ἔστι δόξα ψευδής, καὶ τότε ἐπαγαγεῖν τὸ ἢ ὅλως δόξα. ἀλλὰ πῶς εἰ δόξα καὶ φαντασία ἔστι, καὶ κίνησις ἔστι φυσικὴ καὶ σωματική, περὶ ἧς νῦν ζητοῦμεν; οὐ γάρ εἰσιν ἐκεῖναι κινήσεις κατὰ τὸν Ἀριστοτέλη. ταύτην δὴ τὴν ἔνστασιν καλῶς ἔλυσεν ὁ Ἀλέξανδρος εἰπὼν κίνησιν εἶναι τὴν αἴσθησιν, τὴν δὲ φαντασίαν μονὴν τῆς κατ’ ἐνέργειαν αἰσθήσεως καὶ τὴν δόξαν συγκατάθεσιν τῆς φαντασίας. εἰ οὖν ἔστι δόξα, ἔστι φαντασία καὶ ἐνέργεια αἰσθητική, εἰ δὲ αὕτη, καὶ φυσικὴ κίνησις. “εἰ δὲ καὶ ποτὲ μὲν οὕτω, φησί, ποτὲ δὲ ἄλλως δοκεῖ περί τινων τοῖς ἀνθρώποις καὶ γὰρ ἀνακυκλεῖσθαι τὰς περὶ τῶν ὄντων δόξας ἐν τοῖς ἀνθρώποις τῷ Ἀριστοτέλει δοκεῖ), καὶ οὕτως ἔστι κίνησις τῷ καθόλου τὸ δοξάζειν μὴ γίνεσθαι χωρὶς κινήσεως, εἴ γε ἐπὶ φαντασία, αὕτη δὲ ἐπὶ αἰσθητικῇ κινήσει’’· καὶ συνάγει καλῶς, οἶμαι, λοιπὸν ἐνταῦθα τὸν λόγον ὁ Ἀλέξανδρος οὕτως· “εἰ μηδὲν κινεῖται τῶν ὄντων μηδὲ ἔστι κίνησις, φαίνεται δὲ κινεῖσθαί τινα, φαντασία ἔστιν· εἰ δὲ φαντασία ἔστι, κίνησις ἔστι καὶ κινεῖταί τινα τῶν ὄντων· εἰ ἄρα μηδὲν τῶν ὄντων κινεῖται μηδὲ ἔστι κίνησις, ἔστι κίνησις.’’ καὶ ἡ περιτροπὴ τοῦ λόγου ἐκ τῶν κειμένων, πλὴν ὅτι ἀντὶ τῆς ψευδοῦς δόξης τὴν φαντασίαν ὁ Ἀλέξανδρος ἔλαβεν. ἐπιστῆσαι δὲ χρή, ὅτι σαφῶς ὁ Ἀριστοτέλης εἶπεν ἐν τούτοις, ὅτι ἡ φαντασία καὶ ἡ δόξα κινήσεις τινὲς εἶναι δοκοῦσι καὶ οὐχὶ κινήσεσιν ἀκολουθοῦσιν, εἰ μὴ ἄρα τὸ δοκοῦσι προσκείμενον τὸ κατὰ δόξαν ἅλλων εἰρῆσθαι σημαίνει. Εἰπὼν δὲ ταῦτα πρὸς τοὺς πάντα ἠρεμεῖν λέγοντας ἐπάγει καὶ τῶν πρότερον εἰρημένων τινὰ μετὰ πλείονος διαρθρώσεως. διδάσκει δὲ ἡμᾶς τῶν γνώσεων τὴν διαφοράν, ὅτι ἡ μέν ἐστιν αὐτόπιστος καὶ ἄπιστος οὐ δεομένη διὰ αἰτιώδους λόγου τὸ πιστὸν λαβεῖν. τοιαῦται δέ εἰσιν αἱ ἄμεσοι λεγόμεναι προτάσεις αἱ ἀπὸ κοινῶν ἐννοιῶν εἰλημμέναι, ἡ δέ τίς ἐστι γνῶσις τὴν πίστιν διὰ μέσου τοῦ αἰτιώδους λόγου λαμβάνουσα· τοιοῦτος δέ ἐστιν ἐν τοῖς συλλογισμοῖς ὁ μέσος ὅρος. καὶ δῆλον ὅτι κρείττων ἐστὶν ἡ αὐτόπιστος καὶ ἐναργὴς γνῶσις τῆς τοῦ αἰτιώδους λόγου δεομένης. καὶ γὰρ κτὰ μὲν τὴν ἐναργῆ γινώσκομεν ἤδη καὶ βέλτιον ἔχομεν ἢ κατὰ τὸ δεῖσθαι λόγου καὶ αἰτίας, κατὰ δὲ τὴν ἑτέραν ζητοῦμεν ἔτι καὶ πίστεως δεόμεθά τινος. ὅταν οὖν τῶν αὐτοπίστων αἰτίας καὶ λόγους ζητῶμεν, τῆς βελτίονος γνώσεως τὴν χείρονα σπουδάζομεν ἀνταλλάξασθαι διὰ τὸ ἀγνοεῖν, τί μὲν τὸ βέλτιον, τί δὲ τὸ χεῖρόν ἐστιν ἐν ταῖς γνώσεσιν, καὶ τί μὲν τὸ πιστὸν ἀφ’ ἑαυτοῦ, τί δὲ τὸ μὴ τοιοῦτον. ἀποδεικνύντος γοῦν, φασί, γυμναστικῶς τινος κατὰ τὸν Ζήνωνος λόγον ἐκ τῆς ἐπ’ ἄπειρον διχοτομίας, ὅτι οὐκ ἄν εἴη κίνησις, Διογενὴς παρὼν ἀναστὰς ἐβάδισε, τοῦτο ἐκεῖνο τὸ τοῦ Ἀριστοτέλους συμβουλεύων, ἐν οἷς ἔχομεν αὐτόπιστον γνῶσιν μὴ δεῖσθαι περινοίας λογικῆς. ἀγνοεῖ δέ, φησίν, ὁ τοιοῦτος καὶ τὰ οἰκεῖα τῶν πραγμάτων κριτήρια. ὥσπερ γὰρ ὁ ἐπὶ τῆς τῶν νοητῶν γνώσεως κριτήριον τὴν αἴσθησιν προβαλλόμενος ἄτοπός ἐστι καὶ παραλλάττει, οὕτω καὶ ὁ ἐπὶ τῶν αἰσθητῶν τὴν αἴσθησιν εἰς κριτήριον ἀτιμάζων καὶ λόγον ζητῶν, ἄτοπος ἂν εἴη· ἀγνοεῖ δὲ καὶ τὸ πιστὸν καὶ τὸ μὴ πιστόν, εἴ γε τὸ πεπιστευμένον ζητεῖ, ζητήσει δὲ οὕτω πάλιν καὶ τὸ διὰ | τῆς ζητήσεως εὑρεθὲν καὶ πιστωθέν, εἰ μὴ αὔταρκες αὐτῷ τὸ πιστὸν πρὸς τὸ μὴ ζητεῖν. ἀλλ’ οὐδὲ ἀρχῆς πρὸς μὴ ἀρχὴν διαφορὰν οἶδεν ὁ περὶ τῶν ἐναργῶν ζητῶν. ταύτῃ γὰρ αἱ ἀρχαὶ τῶν μετ’ αὐτὰς διαφέρουσι τῷ αὐτόπιστοι εἶναι καὶ μὴ δεῖσθαι ζητήσεως. ὁμοίως δέ, φησίν, ἀδύνατα λέγειν τοῖς πάντα ἠρεμεῖν λέγουσι καὶ τοὺς πάντα κινεῖσθαι λέγοντας καὶ τοὺς τὰ μὲν ἀεὶ κινεῖσθαι τῶν ὄντων λέγοντας, τὰ δὲ ἀεὶ ἠρεμεῖν, καὶ τὴν αἰτίαν τῆς ὁμοιότητος ἐπάγει, ὅτι μία πίστις ἐπὶ πάντων τούτων ἱκανὴ τὸ ὁρᾶσθαι τῶν ὄντων ἔνια ποτὲ μὲν κινούμενα, ποτὲ δὲ ἠρεμοῦντα. τούτου γὰρ ὄντος ἐναργοῦς ὡς ἀδύνατα ἐκεῖνα πάντα ἐλέγχεται. ἐν δὲ τῇ ἀναιρέσει καὶ ἐκεῖνα τέθεικεν, ἃ παραλέλοιπεν ἐν τῇ προσεχεῖ διαιρέσει, εἰπών· ἢ τὰ μὲν ἀεὶ κινεῖσθαι, τὰ δὲ ἀεὶ ἠρεμεῖν· καὶ τότε διὰ τοῦτο παραλιπὼν ἴσως αὐτὰ διὰ τὸ ὁμοίως τοῖς ἄλλοις ἀναιρεῖσθαι καὶ διὰ τῆς αὐτῆς ἐναργείας, δι’ ἧς καὶ οὗτος φανερὰν εἶναί φησι τὴν ὁμοιότητα. p. 254b4 Λοιπὸν οὖν θεωρῆσαι, πότερον πάντα τοιαῦτα ἕως τοῦ τοῦτο γὰρ δεικτέον ἡμῖν. Ληφθέντος ὡς ἐναργοῦς τοῦ ἔνια τῶν ὄντων ὁτὲ μὲν κινούμενα φαίνεσθαι, ὁτὲ δὲ ἠρεμοῦντα, καὶ διὰ τούτου τῶν ἄλλων τῆς διαιρέσεως τμημάτων ἐλεγχθέντων δύο ἔτι λείπεται, ἐν οἷς τοῦτο τὸ ἐναργῶς ὁρώμενόν ἐστιν· ἢ γὰρ πάντα τὰ ὄντα τοιαῦτά ἐστιν, ὥστε ποτὲ μὲν κινεῖσθαι, ποτὲ δὲ ἠρεμεῖν, ἢ τὸ τρίτον ἐκεῖνο τῆς ὅλης διαιρέσεως τμῆμα ἀληθές ἐστι τὸ λέγον τὰ μὲν οὕτως ἔχειν, ὡς εἴρηται νῦν, ὥστε ποτὲ μὲν ἠρεμεῖν ποτὲ δὲ κινεῖσθαι, τὰ δὲ ἀεὶ ἠρεμεῖν, τὰ δὲ ἀεὶ κινεῖσθαι. τοῦτο γὰρ ἦν τὸ τρίτον τμῆμα τῆς ἐξ ἀρχῆς διαιρέσεως, καὶ τοῦτο προτίθεται δεῖξαι ὡς ἀληθὲς ὄν· δειχθέντος γὰρ ἀληθοῦς τούτου, καὶ τὰ πρότερον ἐλεγχθέντα πάντα καὶ τὸ τούτῳ συμπροβληθὲν τὸ λέγον ἢ οὕτως ἔχειν πάντα, ὥστε ποτὲ μὲν ἠρεμεῖν ποτὲ δὲ κινεῖσθαι, ὡς ψευδόμενα ἐκβληθήσεται τῷ ἀληθεῖ συνυπάρχειν μὴ δυνάμενα. δειχθέντος δὲ τούτου, συναποδειχθήσεται καὶ ὅτι οὐκ ἔστιν ἡ κίνησις γενητή, καὶ αἱ ἀπορίαι λυθήσονται αἱ πρὸς τὸ ἀγένητον τῆς κινήσεως ἐνιστάμεναι. χρὴ δὲ ἐφιστάνειν, ὅτι καὶ ἄλλα δύο τμήματα δυνατὸν ἦν ἐκ τῆς διαιρέσεως ἀναφαίνεσθαι διχῇ τέμνοντα τὰ ὄνια, τῶν μὲν ἐπαμφοτεριζόντων καὶ ποτὲ μὲν κινουμένων ποτὲ δὲ ἠρεμούντων, τῶν δὲ λοιπῶν ἢ ἀεὶ κινουμένων ἢ ἀεὶ ἠρεμούντων. καὶ ὅ γε Εὔδημος παραφράζων σχεδὸν καὶ αὐτὸς τὰ Ἀριστοτέλους, τίθησι καὶ ταῦτα τὰ τμήματα συντόμως λέγων· ἰὴ πάντα ἐπαμφοτερίζει ἢ τινὰ αὐτῶν, τὰ δὲ λοιπὰ κινεῖται ἢ ἠρεμεῖ.” δῆλον δὲ ὅτι τῆς τριχῇ ταύτης διαιρέσεως δεικνυμένης ἀληθοῦς, καὶ τὰ νῦν διχῇ διαιρεθέντα ἐλέγχεται. p. 254b7 τῶν δὴ κινούντων καὶ κινουμένων ἕως τοῦ καὶ οὕτως τὸ πὰν αὐτὸ αὐτὸ κινεῖν. Πρὸς τὴν ἀπόδειξιν τοῦ τὰ μὲν ἀεὶ ἀκίνητα εἶναι (ὅπερ νῦν αὐτὸς ἀεὶ ἠρεμεῖν εἶπεν, οὐ κυρίως τοῦ ἠρεμεῖν ἐπὶ τῶν ἀεὶ ἀκινήτων λεγομένοῦ), τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ποτὲ μὲν ἠρεμοῦντα ποτὲ δὲ κινούμενα, διαιρεῖ τά τε κινούμενα καὶ κινοῦντα εἴς τε τὰ καθ’ αὑτὰ κινοῦντά τε καὶ κινούμενα καὶ εἰς τὰ κατὰ συμβεβηκός· ὅτι γὰρ καὶ κατὰ συμβεβηκὸς κινεῖ τινα καὶ κινεῖται, δέδεικται πρότερον, τῇ δὲ κατὰ συμβεβηκὸς κινήσει νῦν ὑποτάσσει καὶ τὴν κατὰ μόριον, ὅταν μορίου τινὸς αὐτῶν κινοῦντος ἢ κινουμένου τὰ ὅλα κινεῖν ἢ κινεῖσθαι λέγηται, καίτοι πρότερον ἐν τῇ τῶν κινούντων τε καὶ κινουμένων διαιρέσει τὰ κατὰ μόριον ταῦτα κινοῦντά τε καὶ κινούμενα ἀντιδιεῖλε τοῖς τε καθ’ αὑτὸ καὶ τοῖς κατὰ συμβεβηκός· ἀντίκειται γὰρ τοῖς μὲν κατὰ μόριον κινοῦσιν ἢ κινουμένοις, τουτέστι τοῖς κατ’ ἄλλο, τὰ πρώτως, τοῖς δὲ κατὰ συμβεβηκὸς τὰ καθ’ αὑτό. νῦν μέντοι πᾶν, ὃ μὴ κυρίως καὶ πρώτως καὶ καθ’ αὑτὸ κινεῖ καὶ κινεῖται, κατὰ συμβεβηκὸς ὀνομάζει, διελὼν δὲ οὕτως τὴν πρώτην τὰ μὲν κατὰ συμβεβηκὸς παρῆκεν ὡς οὐδὲν αὐτῷ συντελοῦντα πρὸς τὴν τῶν προκειμένων ζήτησιν, καὶ ὅτι τὰ οὕτως κινοῦντα καὶ κινούμενα καὶ αὐτὰ τὴν ἀναφορὰν ἐπὶ τὰ καθ’ αὑτὰ ἔχει. τὰ γὰρ ὑπάρχοντα τοῖς καθ’ αὑτὸ κινοῦσιν ἢ κινουμένοις ἢ ὡς μέρη ἢ ὡς | πάθη ἢ ὡς ἕξεις ἢ ὡς ὄργανα ἢ ἄλλως ὁπωσοῦν, ταῦτα λέγεται κατὰ συμβεβηκὸς κινεῖν ἢ κινεῖσθαι. προσθεὶς δὲ τὰ καθ’ αὑτὰ κινοῦντά τε καὶ κινούμενα, ἅπερ τίνα ἐστίν, ἐδήλωσε διὰ τῆς τῶν κατὰ συμβεβηκὸς ἀποφάσεως, πάλιν ταῦτα διαιρεῖ εἴς τε τὰ ὑφ’ ἑαυτῶν κινούμενα καὶ τὰ ὑπ’ ἄλλου. καὶ ταῦτα ἄμφω συνελὼν διαιρεῖ εἴς τε τὰ φύσει κινούμενα, καὶ εἰς τὰ βίᾳ καὶ παρὰ φύσιν. διότι τὰ μὲν ὑφ’ ἑαυτῶν κινούμενα ἅπαντα κατὰ φύσιν κινεῖται, τῶν δὲ ὑπ’ ἄλλων κινουμένων τὰ μὲν κατὰ φύσιν κινεῖται, ὡς τὸ πῦρ ὑπὸ τοῦ μεταβάλλοντος αὐτὸ καὶ ποιοῦντος πῦρ, ὡς μαθησόμεθα, τὰ δὲ βίᾳ, ὥστε ὑπ’ ἄλλου κινεῖται τά τε βίᾳ καὶ τῶν μὴ ἐμψύχων τὰ κατὰ φύσιν κινούμενα. καὶ πρῶτον δείκνυσιν, ὅτι τὰ ὑφ’ ἑαυτῶν καὶ ἐξ αὑτῶν κινούμενα (τοιαῦτα δέ ἐστι τὰ ζῷα) φύσει κινεῖται. κεῖται μὲν γὰρ φύσει κινεῖσθαι, ὅσα κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν τῆς κινήσεως κινεῖται καθ’ αὑτὰ καὶ μὴ κατὰ συμβεβηκός, τὰ δὲ ἑαυτὰ κινοῦντα δῆλον ὡς ἐν αὑτοῖς ἔχει τὴν ἀρχὴν τῆς κινήσεως. ἐπειδὴ δὲ πολλάκις τὸ σῶμα τοῦ ζῴου ἐν τῇ τοῦ ζῴου ἐξ αὑτοῦ κινήσει οὐχ ἣν πέφυκεν αὐτὸ κινεῖται κίνησιν, οἷον εἰ τὸ μὲν σῶμα βαρὺ εἴη, τὸ δὲ ζῷον ἄνω κινοῖτο ἁλλόμενον ἢ ἀναρριχώμενον, καὶ ταύτης τῆς κινήσεως ἐν ἑαυτῷ τὴν ἀρχήν πὼς τούτῳ συμβαίνειν διεστείλατο τὸ μὲν ζῷον λέγων φύσει αὐτὸ ἑαυτὸ τότε κινεῖν, μηδὲν δὲ κωλύειν τὸ σῶμα τοῦ ζῴου ποτὲ μὲν παρὰ τὴν ἑαυτοῦ κινεῖσθαι φύσιν, ποτὲ δὲ κατὰ φύσιν. ἡ δὲ διαφορὰ γίνεται τοῦ κατὰ φύσιν τότε καὶ παρὰ φύσιν κινεῖσθαι τὸ σῶμα τοῦ ζῴου ἀπό τε τῆς ζῴου κινήσεως οὐ τὴν αὐτὴν ἀεὶ κινουμένου κίνησιν, ἀλλὰ καὶ τὰς ἐναντίας πολλάκις, καὶ ἀπὸ τῆς τοῦ πλεονάζοντος ἐν τῷ σώματι στοιχείου φύσεως. οὐ γάρ ἐστιν ἁπλοῦν τὸ σῶμα τοῦ ζώου· διὸ ὅταν μὲν τὸ κοῦφον ἐν τῷ σώματι πλεονάζῃ, τὸ δὲ ζῷον ἐπὶ τὸ ἄνω κινῆται, τότε καὶ τῷ σώματι κατὰ φύσιν ἡ ἐπὶ τὸ ἄνω γίνεται κίνησις, καὶ συνεργεῖ καὶ αὐτὸ τῇ ὁρμῇ τοῦ ζώου. εἰ δὲ τὸ ζῶον ἐπὶ τὸ κάτω κινοῖτο τοῦ κούφου ἐπικρατοῦντος ἐν τῷ σώματι, παρὰ φύσιν καθέλκεται τὸ σῶμα. εἰπὼν δὲ περὶ τῶν ὑφ’ ἑαυτῶν κινουμένων, τουτέστι τῶν ζῴων, ὅτι ταῦτα κατὰ φύσιν ἀεὶ κινεῖται κατὰ τὴν ἐν ἑαυτοῖς ἀρχὴν κινούμενα, καὶ περὶ τοῦ σώματος αὐτῶν, πότε μὲν κατὰ φύσιν κινεῖται, πότε δὲ παρὰ φύσιν, ἐφεξῆς περὶ τῶν ὑπ’ ἄλλου κινουμένων λέγει, ὅτι τούτων τὰ μὲν φύσει κινεῖται, τὰ δὲ παρὰ φύσιν. καὶ πρῶτον λέγει, τίνα ἐστὶ τῶν ὑπ’ ἄλλου κινουμένων τὰ παρὰ φύσιν κινούμενα· ἐκ γὰρ τούτων λήψεται καὶ τὰ κατὰ φύσιν. τὰ γὰρ βίᾳ κινούμενα εἰς τοὺς ἐναντίους ἢ πέφυκε τόπους ταῦτα κινεῖται παρὰ φύσιν, οἷον ὅταν τὰ γεηρὰ ἄνω καὶ τὸ πῦρ κάτω. ἀλλὰ καὶ τὰ μόρια, φησί τῶν ζῴων πολλάκις κινεῖται παρὰ φύσιν παρά τε τὰς θέσεις καὶ τοὺς τρόπους τῶν κινήσεων, παρὰ μὲν τὰς θέσεις, εἴ τις μὴ τοῖς κάτω κώλοις ἀλλὰ ταῖς χερσὶ βαδίζειν ἐπιχειρεῖ, παρὰ δὲ τὸν τρόπον τῆς κινήσεως, ὅταν μὴ βαδίζῃ τις ἀλλὰ κυλίηται. τότε γάρ, κἂν τὸ ὅλον ζῷον ἐξ ἑαυτοῦ καὶ φύσει κινῆται, ἀλλὰ τοῖς μορίοις παρὰ φύσιν ἡ κίνησις. εὑρὼν δὲ τοῦτον τὸν τρόπον, καθ’ ὃν καὶ τὰ ὑφ’ ἑαυτῶν κινούμενα παρὰ φύσιν ποτὲ τοῖς μορίοις δοκεῖ κινεῖσθαι, ἐπάγει, ὅτι ἐν τοῖς παρὰ φύσιν κινουμένοις οὐχὶ τὸ ὑφ’ ἑαυτοῦ ἀλλὰ τὸ ὑπ’ ἄλλου κινεῖσθαι μάλιστα φανερόν ἐστιν· ἐπὶ γὰρ τῶν βίᾳ κινουμένων φανερόν ἐστιν ἄλλο ὂν τοῦ κινουμένου τὸ κινοῦν. μετὰ δὲ τὰ παρὰ φύσιν πάντα ἔκδηλον ἔχοντα τὴν διαφορὰν τοῦ κινοῦντος πρὸς τὸ κινούμενον, καὶ τῶν κατὰ φύσιν τὰ αὐτὰ ὑφ’ ἑαυτῶν κινούμενα, οἷον τὰ ζῷα, καὶ αὐτὰ φανερὸν ἔχει τὸ κινοῦν ἄλλο ὂν παρὰ τὸ κινούμενον· οὐ γὰρ τοῦτο φησὶν ἄδηλον εἰ ὑπό τινος κινεῖται τὰ ζῷα. προφανὲς γάρ ἐστιν, ὅτι ὑπὸ τῆς ψυχῆς κινεῖται τὴν ὡς ζῴων κίνησιν. ἀλλὰ ζητεῖται, πῶς χρὴ διαλαβεῖν ἀπ’ ἀλλήλων ἐν αὐτοῖς τό τε κινοῦν καὶ τὸ κινούμενον, πότερον ὡς κεχωρισμένα πάντῃ καὶ φύσει καὶ τόπῳ ἢ τρόπον ἄλλον. ἔοικε γὰρ ἐπὶ τῶν ζῴων τὸ κινοῦν πρὸς τὸ κινούμενον οὕτως ἔχειν, ὡς ἐπὶ τῶν μὴ φυσικῶν, ἀλλὰ κατὰ τέχνην κινουμένων καὶ ἐν ἑαυτοῖς τὸ κινοῦν ἐχόντων, ὡς ἔχει ἐπί τε τῶν πλοίων καὶ τῶν ἁρμάτων· καὶ γὰρ ταῦτα ἐν ἑαυτοῖς μὲν ἔχει τὴν τῆς κινήσεως αἰτίαν, τὸν κυβερνήτην καὶ τὸν ἡνίοχον, διῃρημένους μέντοι καὶ ἐπ’ οἰκείας ὄντας φύσεως. οὕτω δὲ δοκεῖ καὶ ἐν τοῖς ζῴοις διῃρημένα εἶναι κατὰ φύσιν, εἰ καὶ μὴ τόπῳ, τό τε κινοῦν καὶ τὸ κινούμενον, καὶ οὕτω τὸ πᾶν ζῷον αὐτὸ αὑτὸ κινεῖν, οὐ μέντοι ἐπειδὴ καὶ ταῦτα ὑπό τινος, διὰ τοῦτο οὐχ ὑφ’ ἑαυτῶν. p. 254b32 Μάλιστα δὲ ἀπορεῖται τὸ λοιπὸν ἕως τοῦ | διαιροῦσι τας αἰτίας. Εἰπὼν ὅτι καὶ ἐν τοῖς ὑπ’ ἄλλων κινουμένοις φανερόν ἐστι τό τε κινοῦν καὶ τὸ κινούμενον καὶ ἐν τοῖς ὑφ’ ἑαυτῶν, τουτέστιν ἐν τοῖς ζῴοις, εἰπὼν δὲ ἔτι πρότερον τὰ μὲν ὑφ’ ἑαυτῶν κινούμενα πάντα φύσει κινεῖσθαι, τῶν δὲ ὑπ’ ἄλλων κινουμένων τὰ μὲν φύσει τὰ δὲ βίᾳ καὶ παρὰ φύσιν, καὶ περὶ μὲν τῶν ὑπ’ ἄλλων βίᾳ κινουμένων εἰπών, τίνα τέ ἐστι καὶ ὅτι φανερὸν ἔχει τό τε κινοῦν καὶ τὸ κινούμενον, τὸ λοιπὸν ἀπορεῖσθαί φησι τῆς διαιρέσεως ταύτης, λέγει δὲ τῶν ὑπ’ ἄλλων κινουμένων τὰ φύσει καὶ κατὰ φύσιν κινούμενα· ταῦτα γὰρ μόνα ἀπορίαν παρέχειν φησίν, ὑπὸ τίνος κινεῖται, εἴπερ καὶ τὰ ὑφ’ ἑαυτῶν κινούμενα καὶ τῶν ὑπ’ ἄλλων κινουμένων τὰ βίᾳ κινούμενα φανερὸν εἶχε τό τε κινοῦν καὶ τὸ κινούμενον. εἰκότως οὖν ἀπορίαν ταῦτα παρέχει τῆς κατὰ φύσιν κινήσεως τὸ αἴτιον ἄδηλον ἔχοντα οἷον τὰ κοῦφα καὶ τὰ βαρέα. ταῦτα γὰρ εἰς μὲν τοὺς ἀντικειμένους τόπους βίᾳ κινούμενα φανερὸν ἔχει τὸ κινοῦν, εἰς δὲ τοὺς οἰκείους τὸ μὲν κοῦφον ἄνω, τὸ δὲ βαρὺ κάτω, φύσει. τὸ δὲ ὑπὸ τίνος οὐκέτι φανερόν, ὥς περ ἐστὶ φανερόν, ὅταν κινῶνται πα ῥὰ φύσιν. ἄπορον δὲ ἐπὶ τούτων ἐστί, διότι καὶ τὸ ὑφ’ ἑτέρου κινεῖσθαι αὐτὰ τὴν κατὰ φύσιν κίνησιν ἄτοπον δοκεῖ, εἴπερ ἐν ἑαυτοῖς ἔχειν λέγεται τὴν τῆς κινήσεως ἀρχήν· διὰ τοῦτο γὰρ καὶ τὰ ζῷα ὑφ’ ἑαυτῶν ἐλέγετο κινεῖσθαι, καὶ τὸ ὑφ’ ἑαυτῶν αὐτὰ φάναι κινεῖσθαι ἀδύνατόν τι λέγειν ἐστί· καὶ δείξας τοῦτο ἀδύνατον ἔχει λοιπὸν ὅτι ὑπ’ ἄλλου κινεῖται. καὶ ζητεῖ τὸ κινοῦν αὐτὰ τὴν κατὰ φύσιν κίνησιν ἄλλο παρ’ αὐτὰ ὄν. ὅτι δὲ ἀδύνατον ὑφ’ ἑαυτῶν κινεῖσθαι ταῦτα, δείκνυσι διὰ πλειόνων ἐπιχειρημάτων, ὧν τὸ μὲν πρῶτον, ὅτι τὸ ἐξ ἑαυτοῦ κινεῖσθαι ζωτικόν ἐστι· τὸ γὰρ ἐξ ἑαυτοῦ κινούμενον ζῆν πάντες λέγομεν, ὡς καὶ ὁ Πλάτων’ ἐν τῷ δεκάτῳ τῶν Νόμων φησὶ λέγων· “μῶν ἄρα με ἐρωτᾷς, εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ; ναὶ ζῆν.” καὶ τῶν ἐμψύχων ἴδιόν ἐστι, φησί, τὸ ἐξ ἑαυτοῦ κινεῖσθαι καὶ τοῦτο ὑπὸ τοῦ Πλάτωνος ἐν Φαιδρῷ λεγόμενον· “ὧ γὰρ ἔξωθεν, φησί, τὸ κινεῖσθαι ἄψυχον, ᾧ δὲ ἔνδοθεν αὐτῷ ἐξ ἑαυτοῦ ἔμψυχον.’’ εἰ οὖν τὰ μὲν σώματα ταῦτα ἄψυχα, τὰ δὲ ἐξ ἑαυτῶν κινούμενα ἔμψυχα, οὐκ ἄν εἴη ταῦτα ἐξ ἑαυτῶν κινούμενα· ἐν δευτέρῳ σχήματι ἡ συναγωγή. Δεύτερον δὲ ἐπάγει πρὸς τοῦτο, ὅτι εἰ κινεῖν ἑαυτὸ ἐδύνατο, καὶ ἱστάνειν ἄν ἐδύνατο ἑαυτό· τὸ γὰρ τοῦ κινεῖν ἑαυτὸ κύριον, καὶ τοῦ ἱστάνειν ἑαυτὸ τὴν ἐξουσίαν ἔχει· εἰ γὰρ τοῦ βαδίζειν καὶ τοῦ μὴ βαδίζειν, ὡς ὁρῶμεν ἐν τοῖς ζῴοις τοῖς ἀφ’ ἑαυτῶν κινουμένοις· ὡς γὰρ βαδίζει θελήσαντα, οὕτω καὶ ἵσταται πάλιν, ὅταν θέλῃ. οὐ μόνον δὲ τοῦ στῆναι κύρια τὰ αὐτά ἐστιν, ἀλλὰ καὶ τοῦ τὰς ἐναντίας κινηθῆναι κινήσεις, ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ καὶ ἔμπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τοπικῶν διαστάσεων ὁμοίως, ὅπερ αὐτόθεν μὲν οὐ προστέθεικεν ὁ Ἀριστοτέλης, ἐνεδείξατο δὲ αὐτὸ ἐπὶ τοῦ πυρὸς εἰπών· ὥστε εἰ ἐπ’ αὐτῷ τὸ ὄνω φέρεσθαι τῷ πυρί, δῆλον ὅτι καὶ τὸ κάτω. καὶ διὰ τῶν ἑξῆς δὲ τὸ αὐτὸ ἐνεδείξατο εἰπών· ἄλογον δὲ καὶ τὸ μίαν κίνησιν κινεῖσθαι μόνην ὑφ’ ἑαυτῶν, εἴ γε ἑαυτὰ κινοῦσιν, ὡς τῶν ἐξ ἑαυτῶν κινουμένων μὴ μίαν καὶ ἀπλῆν, ἀλλὰ πλείους καὶ τὰς ἐναντίας δυναμένων κινεῖσθαι. “τὸ δὲ ἄλογον δέ, φησὶν Ἀλέξανδρος, ἀντὶ τοῦ ῾ ἄλογον γάρ’ εἴρηται, ὡς τὴν αἰτίαν ἐπάγον τοῦ προρρηθέντος”. Εἶτα τρίτον ἐπιχείρημα ἐπάγει δεικνύς, ὅτι τὰ τῶν στοιχείων σώματα τὰς κατὰ φύσιν κινήσεις οὐ κινεῖται ὑφ’ ἑαυτῶν. ὁ δὲ συλλογισμὸς τοιοῦτος· τὰ στοιχεῖα συμφυῆ πρὸς ἑαυτά ἐστι καὶ συνεχῆ κυρίως, ἀλλ’ οὐχ οὕτως ὡς καὶ τὰ κατὰ ἁφὴν πλησιάζοντα συνεχῆ καταχρηστικῶς λέγεται· τὰ συνεχῆ κυρίως ἑαυτοῖς ἀπαθῆ ὑφ’ ἑαυτῶν ἐστι (καὶ τοῦτο ἐκ τοῦ ἀντικειμένου· καθ’ ὃ γὰρ κεχώρισται τὸ ποιοῦν καὶ τὸ πάσχον, ταύτῃ τὸ μὲν πέφυκε ποιεῖν, τὸ δὲ πάσχειν)· τὰ δὲ ἀπαθῆ ὑφ’ ἑαυτῶν οὐκ ἄν κινοῖτο ὑφ’ ἑαυτῶν· τὸ γὰρ κινεῖσθαι πάσχειν τί ἐστι. καὶ τὸ συμπέρασμα δῆλον, ὅτι τὰ στοιχεῖα οὐκ ἄν κινοῖτο ὑφ’ ἑαυτῶν. καὶ προσέθηκεν ὅτι οὐδὲ ἄλλο συνεχὲς οὐδέν. εἰκότως, εἴπερ καὶ τὰ στοιχεῖ διὰ τὸ συνεχῆ εἶναι ἀπαθῆ ὑφ’ ἑαυτῶν ἐστι· τὰ γὰρ ποιοῦντα καὶ πάσχοντα οὐ συνεχῆ εἶναι, ἀλλὰ ἅπτεσθαι ἀλλήλων ἀνάγκη, ὡς ἔδειξεν ἐν τῷ πρὸ τούτου βιβλίῳ· κεχώρισται γὰρ τῆ οὐσίᾳ τὸ ποιοῦν τοῦ πάσχοντος, εἴπερ· μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ ἐστί. τὸ δὲ δυνάμει τι ὂν τί ἐστι κατ’ ἐνέργειαν· ποιεῖ γὰρ τὸ πῦρ εἰς τὸν ἀέρα δυνάμει ὄντα πῦρ, ἐνεργείᾳ δὲ ἀέρα. “πῶς οὖν, φησὶν ὁ Ἀλέξανδρος, τὰ ζῷα ἑαυτὰ κινεῖ συνεχῆ ὄντα;” καὶ λύει προχείρως, ὅτι τὸ κινοῦν ἐν τοῖς ζῴοις οὐκ ἔστι συνεχὲς τῷ κινουμένῳ· οὔτε γὰρ σῶμα ἡ ψυχὴ οὔτε ποσὸν ὅλως· διὸ οὐδὲ ἅπτεται ἀλλήλων. καὶ εἶπεν καὶ ὁ Ἀριστοτέλης πρὸ ὀλίγου, ὅτι ὥσπερ ἐν τοῖς πλοίοις, οὕτω καὶ ἐν τοῖς ζῴοις διῃρημένον ἐστὶ φύσει τὸ κινοῦν καὶ τὸ κινούμενον. ὅτι δὲ ἀνάγκη διῃρῆσθαι τὸ κινοῦν πρὸς τὸ κινούμενον, ἐναργῶς ὁρᾶται ἐπὶ τῶν ἀψύχων, ὅταν ὑπὸ ἐμψύχων ταῦτα κινῆται. καὶ τὰ ἔμψυχα δέ, φησίν, ὑπό τινος ἀεὶ κινεῖται· πᾶν γὰρ τὸ κινούμενον ὑπό τινος κινεῖται, καὶ ἔστιν ἄλλο τὸ κινοῦν διῃρημένον τοῦ κινουμένου καὶ οὐ συνεχὲς αὐτῷ, ὅτι μηδὲ τὴν ἀρχὴν ποσόν. καλῶς οἶμαι ἐπέβαλεν ὁ Ἀλέξανδρος, ὅτι τὸ ἀλλὰ συμβαίνει καὶ ταῦτα ὑπό τινος ἀεὶ κινεῖσθαι δύναται μὴ περὶ τῶν ἐμψύχων εἰρηκέναι, ἀλλὰ περὶ τῶν κατὰ φύσιν κινουμένων· καὶ γὰρ καὶ ταῦτα δειχθήσεται ὑπό τινος τὴν κατὰ φύσιν κίνησιν κινούμενα, κἄν μὴ ὁρᾶται τὸ κινοῦν αὐτὰ ταύτην τὴν κίνησιν, ὥσπερ ὁρᾶται τὸ κινοῦν τὴν βίαιον κίνησιν. ὡς γὰρ ἐπὶ τούτων ὁρῶμεν | διῃρημένον τὸ κινοῦν καὶ τὸ κινούμενον, οὕτω καὶ τὰ φυσικὰ σώματα τὰς κατὰ φύσιν κινήσεις ὑπὸ διῃρημένων αἰτιῶν δειχθήσεται κινούμενα. καὶ τοῦτο, φησί, γένοιτο ἄν φανερὸν διαιροῦσι τὰς κινητικὰς αἰτίας· δείξει γάρ, ὅτι τῶν κινούντων τὰ μὲν ἐχόμενα τῶν κινουμένων κινεῖ αὐτὰ τῇ ἁφῇ, τὰ δὲ τῷ ποιῆσαι ἐνεργείᾳ τὸ πρότερον ὂν δυνάμει, ὃ γενόμενον ἐνεργείᾳ ἐξ ἀέρος, εἰ τύχοι, ὕδωρ καὶ μὴ δυνάμενον ἔτι μένειν ἐν τῷ τοῦ ἀέρος τόπῳ ἐπὶ τὸν τοῦ ὕδατος οἰκεῖον φέρεται τρόπον τινὰ ὑπὸ τοῦ ποιήσαντος αὐτὸ ὕδωρ φερόμενον. p. 225a20 Ἔστι δὲ καὶ ἐπὶ τῶν κινούντων λαβεῖν τὰ εἰρημένα ἕως τοῦ δυνάμει ὄνια. Βουλόμενος δεῖξαι, ὅτι τῶν ἀψύχων σωμάτων καὶ τὰ κατὰ φύσιν κινούμενα ὑπό τινος ἔξωθεν κινεῖται καὶ οὐχ ὑφ’ ἑαυτῶν, συνίστησι τοῦτο διελὼν καὶ τὰ κινοῦντα ὥσπερ τὰ κινούμενα εἴς τε τὰ κατὰ φύσιν κινοῦντα καὶ εἰς τὰ παρὰ φύσιν. εἰ γὰρ καὶ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι τὰ μὲν τῆς παρὰ φύσιν κινήσεως κινητικὰ κινοίη ἂν τὰ βίᾳ καὶ παρὰ φύσιν κινούμενα, τὰ δὲ τῆς κατὰ φύσιν τὰ κάτα φύσιν κινούμενα. ἓν οε τῶν παρὰ φύσιν κινούντων παρήγαγε τὸν μοχλόν· οὐδὲν γὰρ τῶν κατὰ φύσιν κινουμένων μοχλῷ κινεῖται, ἀλλ’ ἔστι βίᾳ ὡς ἡ τοιαύτη κίνησις. τὰ γὰρ βάρος ἔχοντα τὴν παρὰ φύσιν ἑαυτοῖς κίνησιν τὴν ἐπὶ τὸ ἄνω ὑπὸ τοῦ μοχλοῦ κινεῖται, καὶ διὰ τοῦτο δὲ ὁ μοχλὸς παρὰ φύσιν κινεῖ, ὅτι οὐ κατὰ τὴν ἐν ἑαυτῷ ἀρχὴν κινεῖ (κάτω γὰρ ἄν ἐκίνει), ἀλλὰ παρ’ ἔξωθεν ἔχει τὴν αἰτίαν τῆς κινήσεως. τὰ μὲν οὖν παρὰ φύσιν κινοῦντα τοιαῦτα. κατὰ φύσιν δὲ κινεῖν λέγεται τὸ ἐνεργείᾳ τι ὂν τοῦ δυνάμει τοιούτου· τῆς τε γὰρ κτὰ φύσιν κινήσεως αἴτιον τοῖς οὕτω κινουμένοις τὸ οὕτω κινοῦν καὶ κατὰ τὴν ἐν ἑαυτῷ ἀρχήν τε καὶ αἰτίαν κινεῖ. τὸ γὰρ ἐνεργείᾳ θερμόν, ὅταν θερμαίνῃ τὸ δυνάμει τέως θερμόν, ἐν αὑτῷ τὴν αἰτίαν τοῦ κινεῖν ἔχον οὕτω κινεῖ. παραθεὶς δὲ καὶ τὸ φύσει κινητὸν εὐθὺς σαφέστερον ἐποίησε τὸν λόγον. ὥσπερ γὰρ κινητικὸν φύσει τὸ ἐνεργείᾳ τοῦ δυνάμει, οὕτω καὶ κινητὸν φύσει τὸ δυνάμει ὑπὸ τοῦ ἐνεργείᾳ. καὶ ὥσπερ τὸ δυνάμει κινητικὸν ἐν ἑαυτῷ τὴν ἀρχὴν καὶ δύναμιν τοῦ κινεῖν ἔχει, οὕτω καὶ φύσει κινητόν ἐστιν, ὅταν ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχῃ οὐκέτι ἐνεργητικήν, ὡς τὸ φύσει κινητικόν, ἀλλὰ κατ’ ἐπιτηδειότητα καὶ κατὰ τὸ δυνάμει· ὥστε δυνάμει ποιὸν τοιόνδε ἢ ποσὸν τοσόνδε ἢ ἄνω δυνάμει ἢ κάτω· τούτων δὲ ἐμνήσθη τῶν κατηγοριῶν, ὅτι κατὰ ταύτας οἴεται μόνας τὴν κίνησιν γίνεσθαι. εἰπὼν δὲ ὅταν ἔχῃ τὴν ἀρχὴν τὴν τοιαύτην ἐν ἑαυτῷ, προσέθηκε καὶ ταύτην μὴ κατὰ συμβεβηκός. κἂν γὰρ τὸ ποιὸν δυνάμει καὶ ποσὸν ᾖ δυνάμει, ἀλλ’ εἰς τὸ ποιὸν μεταβάλλει καθ’ αὑτό, καθ’ ὃ δυνάμει ποιόν ἐστιν. ἐπειδὴ δὲ καὶ δυνάμει ποσὸν ἦν, εἴ τις λέγοι τὸ δυνάμει ποσὸν εἰς τὸ ποιὸν μεταβάλλειν, κατὰ συμβεβηκὸς ἡ τοιαύτη μεταβολή, ὅτι συνέβαινεν αὐτῷ καὶ ποσὸν εἷναι δυνάμει. καθ’ αὑτὸ δὲ τὸ μὲν δυν·άμει ποιὸν εἰς ποιὸν μεταβάλλει, τὸ δὲ δυνάμει ποσὸν εἰς ποσόν, ἡ δὲ παράλλαξις κατὰ συμβεβηκὸς γίνεται. Τίνα μὲν οὗν ἐστι τὰ κατὰ φύσιν κινητά, ἀποδέδωκε διὰ τῶν εἰρημένων ἐπὶ τῶν τριῶν κατηγοριῶν ποιησάμενος τὸν λόγον. οὐκέτι ’δε προσέθηκε τίνα τὰ παρὰ φύσιν ἐστὶ κινητὰ ἐπὶ τῶν τριῶν κατηγοριῶν. ἐπὶ μὲν γὰρ τῶν κατὰ τόπον, ἐπεὶ ἔστιν ἑκάστῳ τῶν σωμάτων καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν κίνησις κατὰ τόπον ἡ εἰς τὸν ἐναντίον τῷ κτὰ φύσιν, δῆλά ἐστι τὰ κινητὰ κατὰ τόπον παρὰ φύσιν· οὐ γὰρ ἔχει τοὺ οὕτω κινεῖσθαι τὴν ἀρχὴν ἐν αὑτοῖς. ἐπὶ δὲ αὐξήσεως καὶ ἀλλοιώσεως οὐκέτι πρόδηλος ἡ παρὰ φύσιν κατὰ ταῦτα κίνησις· ἢ καὶ τούτων εἶπεν αὐτὸς ἐν τοῖς προλαβο.ῦσι τὰς παρὰ φύσιν κινήσεις ἐπὶ μὲν αὐξήσεως τοῦ σίτου μνημονεύσας τοῦ ἐν τοῖς καλουμένοις Ἀδώνιδος κήποις παρὰ φύσιν αὐξομένου δι’ ἐπιτηδεύσεως τοιαύτης, δι’ ὃ οὐδὲ τελειοῦντι, καὶ οἱ θᾶττον δὲ δι’ ἀκολασίαν ἡβάσκοντες ἢ γηράσκοντες καὶ αὔξοιντο ἄν καὶ μειοῖντο παρὰ φύσιν· καὶ γὰρ τὴν κρᾶσιν μεταβάλλουσιν εἰς τὸ παρὰ φύσιν ὁ μὲν θερμότερος, ὁ δὲ ψυχρότερος θᾶττον τοῦ δέοντος γινόμενος. οὐ περὶ τούτων δὲ νῦν ἡ ζήτησις αὐτῷ, ἀλλὰ περὶ τῶν ἁπλῶν σωμάτων, ὑπὸ τίνος κινοῦνται τὰς κατὰ φύσιν κινήσεις. εἰπὼν δὲ ποῖα τὰ φύσει κινητικὰ καὶ κινητὰ παράγει λοιπὸν ἐκεῖνα, ὧν ἕνεκεν ἐπὶ τοῦτον ἦλθε τὸν λόγον, καὶ λέγει, ὅτι τὸ πῦρ καὶ ἡ γῆ καὶ ὅλως τὰ ἀπλᾶ σώματα κινοῦνται μέν, ὅταν κινῶνται πάντως ὑπ’ ἄλλων, ἀλλὰ βίᾳ μέν, ὅταν παρὰ φύσιν ἀπὸ τῶν οἰκείων τόπων ἐπὶ τοὺς ἐναντίους κινῶνται, φύσει δέ, ὅταν εἰς τοὺς οἰκείους τόπους, ἐφ’ οὓς πεφύκασι φέρεσθαι κατὰ φύσιν. αὐτὸς δὲ εἶπεν· ὅταν εἰς τὰς ἑαυτῶν ἐνεργείας δυνάμει ὄντα πρότερον μεταβάλῃ, τουτέστιν ὅταν ἐνεργείᾳ ἐία γένηται, ὅπερ ἦν πρότερον δυνάμει, καὶ ἀπολάβῃ τὰς οἰκείας ἐνεργείας. τὸ γὰρ πῦρ, ὅταν ἐνεργείᾳ γένηται πῦρ, δυνάμει ὂν πρότερον, τότε ἐνεργεῖ κατὰ τὰς τοῦ πυρὸς ἐνεργείας καὶ κινεῖται τὴν κατὰ φύσιν | τοῦ πυρὸς κίνησιν. οὐ λέγει οὖν εἰς τὰς ἐνεργείας εἰς τὸ ἐνεργείᾳ κατ’ οὐσίαν (τοῦτο γὰρ γένεσις κατὰ φύσιν ἐστίν, ἀλλ’ οὐ κίνησις), ἀλλ’ ὅταν γενόμενον ὑπό τινος ἀπολάβῃ τὰς ἐνεργείας, καθ’ ἃς λοιπὸν ὑπ’ ἐκείνου κινεῖται κατὰ φύσιν ἐπὶ τὸν οἰκεῖον τόπον φερόμενον. τὴν γὰρ ἐνέργειαν καὶ κίνησιν ταύτην τὴν ἐπὶ τὸν οἰκεῖον τόπον ὑπ’ ἐκείνου δεδόσθαι φησὶν αὐτῷ, ὑφ’ οὗ καὶ τὴν οὐσίαν· καὶ τοῦτό ἐστι τὸ ὑπ’ ἐκείνου κινεῖσθαι. ὁ δὲ Ἀλέξανδρος τοὺς κατὰ φύσιν τοῖς σώμασι τόπους ἐνεργείας αὐτῶν εἰρῆσθαί φησι, τουτέστι τελειότητας. “τότε γὰρ αὐτῷ δοκεῖ, φησίν, ἕκαστον τῶν σωμάτων ἐνεργείᾳ βαρὺ ἢ κοῦφον εἶναι, ὅταν ἐν τῷ οἰκείῳ τόπῳ ᾖ· οὐ γὰρ πῦρ ἢ ὕδωρ ἢ γῆ ἢ ἀὴρ δυνάμει λέγεται εἶναι πρὸ τοῦ ἐν τοῖς οἰκείοις εἶναι τόποις· εἰ γὰρ δυνάμει τι τούτων ἦν, οὐκέτι κινούμενα ἦν, ἀλλὰ γινόμενα’’. ἀλλὰ ταῦτα μὲν ἐνεργείᾳ ἐστὶ καὶ ἐν ἀλλοτρίοις ὄντα τόποις, τὴν δὲ κατὰ τόπον τελειότητα τότε λαμβάνει, ὅταν ἐνεργῇ καθ’ ὅ ἐστιν· ἐνέργεια δὲ τοῦ κούφου τὸ ἄνω φέρεσθαι· φέρεται γὰρ ἐπὶ τοῦτο, ἐν ᾧ δυνάμει ἐστὶν ὥσπερ τὸ θερμαινόμενον· κτὰ φύσιν ἄρα ἐστὶ καὶ ἡ ἐπὶ τὴν τελειότητα κίνησίς τε καὶ μεταβολή, ἥτις τελειότης ἦν ἐν τῷ οἰκείῳ τόπῳ εἶναι. ὥστε, εἰ μὴ πλανῶμαι, καὶ κατ’ αὐτὸν οὐχὶ ὁ τόπος ὁ οἰκεῖός ἐστιν ἡ οἰκεία ἐνέργεια, ὡς ἤρξατο λέγειν, ἀλλ’ ἡ ἐπὶ τὸν τόπον τὸν οἰκεῖον κίνησις. φύσει οὖν κινεῖται τὰ τὸ εἶδος τὸ οἰκεῖον ἀπολαβόντα, καθ’ ὃ ἦν πρότερον δυνάμει, καὶ συναπολαβόντα τῷ ἐνεργείᾳ εἴδει τὴν κατὰ τὸ εἶδος ἐνέργειαν. p. 255a30 ἐπεὶ δὲ τὸ δυνάμει πλεοναχῶς λέγεται ἕως τοῦ καὶ τὸ ποσὸν ἐκτείνεται, ἐὰν μή τι κωλύῃ. Εἰπὼν κατὰ φύσιν κινεῖσθαι τὰ εἰς τὰς ἑαυτῶν ἐνεργείας κινούμενα δυνάμει ὄντα ἤτοι δυνάμει ὄντα ἐν τοῖς οἰκείοις τόποις ἢ ἔχοντά τί ἔτι δυνάμει, διότι ἡ κίνησις ἐντελέχεια τοῦ δυνατοῦ ἐστιν ᾗ δυνατόν, ἐπάγει ὅτι τὸ δυνάμει τοῦτο τὸ ἐν τοῖς κινουμένοις πλεοναχῶς λέγεται καὶ τοῦτο αἴτιόν ἐστι τοῦ μὴ φανερὸν εἶναι τὸ νῦν ζητούμενον, ὑπὸ τίνος τὰ τοιαῦτα κινεῖται, οἷον τὸ πῦρ ἄνω καὶ ἡ γῆ κάτω· δεῖ μὲν γὰρ τὸ ὑπό τινος κινούμενον αὐτὸ μὲν κινητόν τε εἶναι καὶ δυνάμει, ὑφ’ οὗ δὲ κινεῖται κινητικόν τε καὶ ἐνεργείᾳ. ἀδήλου δὲ ὄντος ἐν τῷ πυρὶ καὶ τῇ γῇ τοῦ δυνάμει διὰ τὸ πλεοναχῶς λέγεσθαι τὸ δυνάμει, ἄδηλον καὶ τὸ κινητικὸν αὐτοῦ ἐνεργείᾳ ὄν. διαιρεῖται τοίνυν τὸ δυνάμει εἴς τε τὸ κατ’ ἐπιτηδειότητα μόνην τέως μήπω μηδαμῶς γενόμενον τοῦτο ὃ λέγεται (ὡς δυνάμει γραμματικὸν ἢ μουσικὸν τὸ παιδίον, ὅτι δύναται γενέσθαι) καὶ εἰς τὸ γενόμενον μὲν ἤδη καὶ τὴν ἕξιν τελείαν ἔχον, μὴ ἐνεργοῦν δὲ κατ’ αὐτήν, ὡς δυνάμει μουσικὸν τὸν Ἀριστόξενον λέγομεν, ὅταν μὴ κιθαρίζῃ, ἀλλ’ ἢ καθεύδῃ ἢ ἄλλο τι ἐνεργῇ. καὶ ἔστι μέσον τὸ δυνάμει τοῦτο τῶν τελέως δυνάμει ὄντων καὶ δυνάμει μόνον καὶ τῶν τελέως καὶ μόνως ἐνεργείᾳ ὄντων, ἅτε ἀμφοτέρων μετέχον καὶ τὸ ἕτερον ὑπάρχον πρὸς ἑκάτερον. δείξας οὖν τὰ φυσικὰ σώματα ταῦτα ἔχοντα τὰ δυνάμει ἐν ταῖς κατὰ φύσιν κινήσεσιν εὑρήσει τὰ κινητικὰ αὐτῶν καθ’ ἑκάτερον δυνάμει. λέγει δὲ πρῶτον, πῶς καθ’ ἑκάτερον τῶν δυνάμει εἰς τὸ ἐνεργείᾳ γίνεται ἡ μεταβολὴ καὶ ὑπὸ τίνος. ὅταν γάρ, φησίν, ἅμα ᾖ τὸ ποιητικὸν καὶ τὸ παθητικόν, τὸ μὲν πρῶτον δυνάμει τὸ ἀτελὲς ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος μεταβάλλει προσεχῶς εἰς τὸ ἐνεργείᾳ τὸ κατὰ τὴν ἕξιν, ὃ καὶ αὐτὸ δυνάμει πὼς ἔτι ἐστὶ κατὰ τὸ ἕτερον δυνάμει τὸ μήπω ἐνεργοῦν. τοῦ δὲ ἐνεργεῖν τοῦτο τὸ δυνάμει, ὥστε τελέως ἐνεργείᾳ εἶναι, ἔστι μὲν καὶ ἡ ἕξις αἰτία, αἴτιος δὲ καὶ ὁ τὸ ἐμπόδιον ἀφελών, ὡς ῥηθήσεται, καὶ πρῶτόν γε καὶ κυριώτατον αἴτιον καὶ τούτου τὸ τὴν ἕξιν ἐμποιῆσαν. ἐν δὲ τῇ λέξει τῇ λεγούσῃ ἀεὶ δὲ ὅταν ἅμα τὸ ποιητικὸν καὶ παθητικὸν ὦσι, γίνεται ἐνίοτε ἐνεργείᾳ τὸ δυνατὸν | τὸ ἐνίοτε ἔν τισι μὲν ἀντιγράφοις μηδὲ προσκεῖσθαί φησιν ὁ Ἀλέξανδρος. λαὶ προσκείμενον δὲ ἀληθείας ἀσφαλοῦς ἐνδεικτικόν ἐστι, πρῶτον μὲν ὅτι, κἄν ἅμα ᾖ τὸ ποιητικὸν τῷ παθητικῷ, εἰ μὴ τελέως ἐνεργείᾳ ᾖ τὸ ποιητικόν, ὥστε καὶ τὴν ἕξιν ἔχειν καὶ ἀνεμποδίστως ἐνεργεῖν, οὐ γίνεται ἐνεργείᾳ τὸ δυνατόν. τοιγαροῦν καὶ αὐτὸς τὸ ἐνίοτε ἐξηγούμενος ὅταν δέ φησιν οὕτως ἔχῃ, ἂν μή τι κωλύῃ, ἐνεργεῖ καὶ θεωρεῖ. ἔπειτα ἐπὶ μὲν τῶν σωμάτων καὶ σωματικῶν παθῶν ἀρκεῖ τὸ γειτνιάσαι καὶ ἅμα γενέσθαι τὸ ποιητικὸν τῷ παθητικῷ πρὸς τὸ γενέσθαι ἐνεργείᾳ τὸ δυνατόν, ἐπὶ δὲ τῶν μαθήσεων καὶ διδασκαλιῶν οὐκ αὔταρκες τὸ ἅμα γενέσθαι τὸ διδάσκον καὶ τὸ μανθάνον πρὸς τὸ τὸ μὲν διδάξαι τὸ δὲ μαθεῖν, εἰ μὴ καὶ προαίρεσις εἴη καὶ χρόνος· ὥστε χρεία τῆς τοῦ ἐνίοτε προσθήκης. ἀλλ’ ὅτι μὲν τὸ ἐκ τοῦ προτέρου δυνάμει μεταβάλλον εἰς τὴν ἕξιν ὑπ’ ἄλλου πάντως μεταβάλλει τοὐ κατ’ ἐνέργειαν ὄντος, πρόδηλον. τοῦτο δὲ γενέσεως καὶ οὔπω κινήσεως τῆς κυρίως ἔργον ἐστίν. ὅταν δέ, φησίν, ἀπολάβῃ τὴν ἕξιν, ἐὰν μή τι κωλύῃ, ἐνεργεῖ καὶ θεωρεῖ ἤδη συνάπτων τῇ ἕξει τὴν ἐνέργειαν· εἰ γὰρ ὑπὸ μηδενὸς κωλυόμενον μὴ ἐνεργοίη, εἴη ἄν ἐν ἀντιφάσει καὶ οὐχ ἀπλῶς ἐν ἀγνοίᾳ, ὡς γράφει ὁ Ἀλέξανδρος. εἰ γὰρ μεταβέβληκε μὲν εἰς ἐπιστήμην καὶ ἔχει τὴν τοῦ εἰδέναι ἕξιν παρὰ τοῦ διδάξαντος, μηδενὸς δὲ ἐμποδίζοντος αὐτῷ μὴ ἐνεργεῖ κατὰ τὸ εἰδέναι, οὐχ ἁπλῶς ἐν ἀγνοίᾳ ἐστὶν ὁ τοιοῦτος, ἀλλ’ ἐν ἀντιφάσει. εἰδὼς μὲν καθ’ ὅσον ἔχει τὴν ἐπιστήμην, μὴ εἰδὼς δὲ καθ’ ὅσον καὶ μηδενὸς ἐμποδίζοντος οὐκ ἐνεργεῖ κατ’ αὐτήν. καὶ δῆλον ὅτι τὸ μὲν ἀπλῶς ἐν ἀγνοίᾳ εἶναι οὐκ ἀδύνατόν ἐστι, τὸ δὲ ἐν ἀντιφάσει εἶναι ἀδύνατον. εἰ μέντοι εἴη γεγραμμένον, ὡς ἐν τοῖς πλείστοις ἀντιγράφοις, καὶ ἔσται ἐν τῇ ἀντιφάσει καὶ ἐν ἀγνοίᾳ, τὸ αὐτὸ μέν πώς ἐστι τὸ λεγόμενον, λέγει δὲ ὅτι ὁ τὴν ἕξιν ἔχων καὶ εἰδὼς κατ’ αὐτήν, μηδενὸς δὲ κωλύοντος μὴ ἐνεργῶν ἔσται ἐν τῇ ἀντιφάσει, διότι καὶ ἐν ἀγνοία ἐστὶ καὶ ἐν τῷ εἰδέναι. οἶδεν δὲ καὶ ταύτην τὴν γραφὴν ὁ Ἀλέξανδρος. εἰ οὖν ἀδύνατον μὴ ἐνεργεῖν τὸ τὴν ἕξιν ἔχον παρά τινος κατὰ τὴν ἕξιν, εἰ μηδὲν αὐτὸ κωλύοι, ἀλλὰ συνῆπται τῇ ἕξει ἡ ἐνέργεια καὶ ἡ κίνησις, ἣν κινεῖται κατὰ τὴν ἔξιν, εἰκότως ἄν λέγοιτο ὑπὸ τοῦ τὴν ἕξιν αὐτῷ ἐμποιήσαντος αὐτὸ κινεῖσθαι. Οὕτως οὖν καθόλου τὴν ἀπὸ τῶν δύο δυνάμει μεταβολὴν εἰς τὸ ἐνεργείᾳ δείξας καὶ τῷ δευτέρῳ δυνάμει συμφυῆ τὴν ἐνέργειαν ὑποδείξας, εἰ μή τι κωλύοι, μέτεισιν ἐπὶ τὰ φυσικὰ σώματα καὶ δείκνυσι καὶ ἐν τούτοις κοινῶς πρῶτον κινούμενον ἕκαστον τὴν κατὰ φύσιν ἐν αὐτῷ κίνη. σιν ὑπὸ τοῦ μεταβάλλοντος αὐτὸ ἐκ τῆς πρώτης δυνάμεως εἰς τὸ δεύτερον δυνάμει, διότι πρόχειρός ἐστιν ἡ ἐνέργεια τῇ ἕξει μηδενὸς ἐμποδίζοντος. γενόμενον γὰρ ἐκ ψυχροῦ θερμὸν καὶ ἐξ ὕδατος πύρ’ ἐνεργεῖ λοιπόν, καθ’ ὃ πῦρ ἐστι. καὶ καίει καὶ ἄνω φέρεται, ἂν μή τι κωλύσῃ· ὥστε ὑπὸ τοῦ ποιήσαντος αὐτὸ ἐνεργείᾳ πῦρ καὶ τὸ ἐνεργεῖν ἔχει. οὐ γὰρ μετὰ τὸ γενέσθαι πῦρ προσλαμβάνει τὸ καίειν τε καὶ μὴ καίειν, ἀλλὰ τῇ εἰς πῦρ μεταβολῇ αὐτοῦ, ἣν ὑπὸ τοῦ ποιήσαντος ἔσχεν, ἡ ἐνέργεια συνῆπται. δείξας δὲ τοῦτο κοινῶς οὕτως ἐπὶ τῶν φυσικῶν σωμάτων, ὅπως ἀπὸ τοῦ πρώτου δυνάμει εἰς τὸ δεύτερον τὸ κατὰ τὴν ἕξιν ἡ μεταβολὴ γίνεται, καὶ ὅπως τούτῳ σύνεστιν ἡ ἐνέργεια καὶ ἡ κίνησις, ἄν μή τι κωλύῃ, μερίζει λοιπὸν τὸν λόγον ἐπὶ τῶν διαφόρων κινήσεων. καὶ πρῶιον μὲν συνῃρημένως, εἶτα καὶ ἀνηπλωμένως αὐτὸν παραδίδωσι. γίνεται γάρ, φησίν, ἐκ τοῦ ἐνεργείᾳ μὲν βαρέος, δυνάμει δὲ κούφου, κατὰ τὸ πρότερον δυνάμει τὸ κοῦφον· οἷον ἐξ ὕδατος βαρέος μὲν ὄντος ἐνεργείᾳ, κούφου δὲ δυνάμει, γίνεται ὁ ἀὴρ κοῦφος ὢν ἐνεργείᾳ. καὶ ἐνεργήσει γε εὐθύς, ἄν μή τι κωλύῃ. τὸ δὲ τοῦτο γὰρ δυνάμει πρῶτον καὶ ἤδη κοῦφον ὁ Ἀλέξανδρος ἐπὶ τοῦ ἀτελοῦς δυνάμει καὶ κατ’ ἐνέργειαν βαρέος ἀκούει. “ τὸ γὰρ τοιοῦτο, φησί, καὶ οὕτως ἔχον ὡς ἐνεργείᾳ ἔτι βαρὺ εἶναι κατὰ τὴν πρώτην ῥηθεῖσαν δύναμιν δυνάμει κοῦφόν ἐστι, μεταβληθὲν δὲ καὶ γενόμενον κοῦφον εὐθὺς ἐνεργήσει τὴν τοῦ κούφου ἐνέργειαν’’. ὁ δέ γε Ἀριστοτέλης τὸ καὶ ἤδη κοῦφον οὐ περὶ τοῦ κατ’ ἐνέργειαν μὲν βαρέος, δυνάμει δὲ κούφου, κατὰ τὸ ἀτελὲς δυνάμει δοκεῖ μοι λέγειν · οὐ γὰρ ἁρμόττει ἐκείνῳ τὸ ἤδη κοῦφον, ἀλλὰ τῷ κατ’ ἐνέργειαν ἤδη γενομένῳ κούφῳ. ἀλλ’ οὐδὲ τὸ ἐπαχθὲν τὸ καὶ ἐνεργήσει γε εὐθέως, ἂν μή τι κωλύῃ τῷ ἀτελεῖ δυνάμει ἁρμόττει, ἀλλὰ τῷ κατὰ τὴν ἕξιν. εἰ τοίνυν περὶ τοῦ αὐτοῦ εἴρηται τὸ ὅλον τοῦτο τοῦτο γὰρ δυνάμει πρῶτον καὶ ἤδη κοῦφον καὶ ἐνεργήσει γε εὐθύς, ἄν μή τι κωλύῃ, τὸ δὲ ἤδη κοῦφον καὶ τὸ ἐνεργήσει γε εὐθὺς τῷ τελειοτέρῳ δυνάμει τῷ κατὰ τὴν ἕξιν προσήκει, ἀνάγκη καὶ τὸ τοῦτο γὰρ δυνάμει πρῶτον ἐπὶ τοῦ αὐτοῦ ἀκούειν, οὐ τὴν κατὰ γένεσιν τάξιν δηλοῦντος τοῦ πρώτου, ἐφ’ ἧς πρῶτόν ἐστι τὸ ἀτελέστερον, ἀλλὰ τὴν τελειότητα τελειότερον γὰρ τὸ κατὰ τὴν ἕξιν δυνάμει τοῦ κατὰ τὴν ἐπιτηδειότητα· ἐνέργεια δέ, φησί, τοῦ κούφου τὸ ἐν τῷ ἄνω τόπῳ εἶναι· τοῦτο γὰρ σημαίνει τὸ ποῦ καὶ ἄνω, καὶ τὸ ἐπιπολάζειν τοῖς ὄις· καὶ γὰρ καὶ τοῦτο ἐνέργειά ἐστι. καὶ τοῦ βαρέος δηλονότι ἐνέργεια τὸ κάτω εἶναι καὶ ὑφίστασθαι τοῖς ἄλλοις. καὶ αὗταί εἰσιν αἱ κυρίως ἐνέργειαι τοῦ κούφου καὶ βαρέος τὸ ἐν τῷ ἄνω καὶ τῷ κάτω εἶναι, διότι καὶ τὸ κυρίως ἐνεργείᾳ καὶ τὴν κατὰ τὸ εἶδος τελειότητα τότε ἀπολαμβάνουσιν· ἡ γὰρ ἐπὶ τὸ ἄνω καὶ τὸ κάτω κίνησις ἀτελῶν ἔτι ὄντων ἐστὶν αὐτῶν καὶ οὔπω τὴν κατὰ τὸ εἶδος ἀπειληφότων τελειότητα. εἰπὼν δὲ περὶ τῆς κατὰ τόπον κινήσεως, ὁμοίως φησὶν ἔχει καὶ ἐπὶ τοῦ ποσοῦ καὶ ἐπὶ τοῦ ποιοῦ. καὶ γὰρ τὸ αὐξητόν, | ὅταν ἐνεργείᾳ τηλικοῦτον γένηται, ὁπηλίκον ἦν δυνάμει ὑπὸ τοῦ αὔξοντος αὐτό, τότε εὐθέως ἐνεργεῖ τὰς κάθ’ ὃ τηλικοῦτόν ἐστιν ἐνεργείας. ἐκτείνεται γάρ, μᾶλλον δὲ ἐκτέταται καὶ διέστηκεν ἐνεργείᾳ τοσοῦτον, ὅσον ἦν αὐτοῦ τὸ μέγεθος δυνάμει, καὶ αὕτη ἐστὶν ἡ ἐνέργεια αὐτοῦ ἡ τελεία, τὸ ἐκτετάσθαι καὶ διεστάναι τοσοῦτον. τὸ γὰρ ἐκτείνεσθαι καὶ διίστασθαι ἀτελοῦς ἔτι ὄντος ἀτελής ἐστιν ἐνέργεια. ὁμοίως δὲ καὶ τὸ ποιὸν ἀπὸ τοῦ ἀτελοῦς δυνάμει εἰς τὸ τέλειον μεταβάλλει καὶ τὴν ἕξιν, καὶ ἡ ἐνέργεια εὐθὺς ἀκολουθεῖ ἡ τελεία. θεωρεῖ γὰρ τὸ ἐπιστῆμον, ἄν μή τι κωλύῃ. καὶ ἔστιν αὕτη ἡ τελεία τῆς ἐνεργείᾳ ἐπιστήμης ἐνέργεια· τὸ γὰρ μανθάνειν ἀτελὴς ἔτι καὶ ἀτελές ἐσιιν. Εἰπὼν δὲ κινητικὸν αἴτιον τῶν κατὰ φύσιν κινουμένων τὸ ἐνεργείᾳ ποιοῦν αὐτὰ ἐκ τοῦ δυνάμει τοὐ ἀτελοῦς ὑπομιμνῄσκει ἡμᾶς, ὅτι τοῦτο ἦν τὸ ζητούμενον, διὰ τί καὶ ὑπὸ τίνος αἰτίας τὰ φυσικὰ σώματα ἐπὶ τοὺς οἰκείους κινεῖται τόπους, ὅπερ ηὕρηται οὐκ ἐπὶ τῶν κατὰ τόπον μόνον κινουμένων, ἀλλὰ καὶ ἐπὶ τῶν καιὰ ποσὸν καὶ ἐπὶ τῶν κατὰ ποιόν. αἴτιον γάρ ἐστι τὸ ποιῆσαν αὐτὰ τοιαύτη οἵοις οὖσιν αὐτοῖς ἐξ ἀνάγκης ἕπεται ἡ τοιαύτη κίνησις. “ δύναται δέ, φησὶν Ἀλέξανδρος, τὸ καὶ τοῦτο ζητεῖται οὐχ ὡς νῦν ἀπορηθὲν μόνον, ἀλλ’ ὡς καὶ καθόλου ζητούμενον εἰρῆσθαι”. ζητεῖται γὰρ ὄντως, τί ποτέ ἐστιν αἴτιον τῆς ἐπὶ τοὺς οἰκείους τόπους φορᾶς τοῖς σώμασιν, ηὕρηται δὲ τὸ αἴτιον, ὅτι πέφυκε μέν που εἶναι· τοῦτο γάρ ἐστι τὸ κούφῳ καὶ βαρεῖ εἶναι τὸ τὸ μὲν ἄνω τὸ δὲ κάτω εἶναι καὶ εἰ μὲν ἦν εὐθὺς οἷά περ ἐστὶ τέλεια, παρ’ ἑαυτῶν ἔχοντα τὴν τελειότητα, αὐτὰ ἂν ἦν καὶ τῆς ἐνεργείας αὐτῶν αἴτια. ἐπειδὴ δὲ πρὸ τοῦ εἶναι ἅπερ ἐστὶν ἐνεργείᾳ, δυνάμει πρότερόν ἐστι τοιαῦτα, καὶ τὸ δυνάμει διττόν, ὡς εἴρηται· καὶ γὰρ ὅταν ᾖ ὕδωρ βαρὺ κατ’ ἐνέργειαν ὄν, δυνάμει τως. κατὰ γὰρ τὸ ἀτελὲς δυνάμει ἀήρ ἐστι καὶ διὰ τοῦτο κοῦφον, καὶ ὅταν γένηται ἀήρ, καὶ τότε κατά τινα τρόπον ἔτι δυνάμει ἐστὶ διὰ τὸ ἐμποδιζόμενον ἐνίοτε μήπω ἐνεργεῖν τὴν κατὰ τὸ εἶδος ἐνέργειαν, καθ’ ἣν ἄνω ἐστὶ τὸ κοῦφον, ἀλλὰ ἄν ἀφαιρῶ τὸ ἐμποδίζον, ἐνεργεῖ ἀπὸ ἀτελοῦς ἐνεργείας εἰς τελειοτέραν ἀεὶ προκόπτον καὶ ἀεὶ ἀνωτέρω γινόμενον, ἕως ἄν ἀνωτάτω γενόμενον τὴν τελειοτάτην ἀπολάβῃ ἐνέργειαν τὸ ἀνωτάτω εἶναι. ὁμοίως δέ φησι καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν εἰς τὸ ἐνεργείᾳ μεταβάλλειν, ἂν μή τι κωλύῃ. ἔστι γάρ τινα αὐξηθέντα μὲν καὶ τὸ εἶδος ἀπολαβόντα, οὐδέπω δὲ τοσοῦτον κατέχοντα τόπον, ὅσον δύναται κατέχειν, διὰ τὸ κωλύεσθαι ὥσπερ ὁ ἐξ ὕδατος γινόμενος ἀὴρ ἐν μικρῷ τινι οἰκήματι· ἐξετάθη γὰρ ἄν πλέον, εἰ μὴ συνεπιλεῖτο καὶ ἐπυκνοῦτο ὕπο του οἰκήματος. p. 255b24 ῾Ο δὲ τὸ ὑφιστάμενον καὶ κωλῦον κινήσας ἕως τοῦ οὐδὲ τοῦ ποιεῖν, ἀλλὰ τοῦ πάσχειν. Τῆς κτὰ φύσιν κινήσεως καὶ ἐνεργείας αἴτιον μέχρι νῦν, ὡς ἐμοὶ δοκεῖ, τὴν τοῦ εἴδους λέγει τελειότητα, ἣν ἀπολαβὼν εὐθὺς ἐνεργεῖ καθ’ αὑτό, εἰ μή τι κωλύσοι· τὸ γὰρ διὰ τὸ οὕτω πεφυκέναι οὕτω κινεῖσθαι, τὴν φύσιν ἐστὶ καὶ τὸ εἶδος αἰτιωμένου. προελθὼν δὲ ὀλίγον καὶ τὸ γεννῆσαν καὶ ποιῆσαν τοιοῦτον οἷόν ἐστιν αἴτιον τῆς τοιαύτης λέγει κινήσεως, ὅπερ οἱ ἐξηγηταὶ καὶ ἐν τοῖς πρόσθεν εἰρημένοις αὐτὸν αἰτιᾶσθαι νομίζουσι. πολλαχοῦ δὲ τὸ τὴν ἕξιν ἀπολαβὸν εὐθὺς ἐνεργεῖν λέγων καὶ προστιθεὶς ἂν μή τι κωλύῃ, λέγει νῦν ὅτι καὶ ὁ τὸ ὑφιστάμενον καὶ κωλῦον ἀφαιρῶν ἔστιν ὣς κινεῖ, ἔστι δὲ ὣς οὔ· καθ’ αὑτὸ μὲν γὰρ οὐ κινεῖ· ἄλλο γάρ τι προηγουμένως ἐνεργεῖ, κατὰ συμβεβηκὸς δὲ κινεῖ. ὁ γὰρ τὸν κίονα ὑποσπάσας καθ’ αὑτὸ μὲν τοῦτον κινεῖ, κατὰ συμβεβηκὸς δὲ καὶ τὸ ὑπὸ τοῦ κίονος ἀνεχόμενον μέλαθρον καὶ κωλυόμενον κατὰ τὴν αὑτοῦ φύσιν ἀνεχθῆναι κάτω. ὁμοίως δὲ καὶ ὁ τὸν ἐπικείμενον τῷ πεφυσημένῳ ἀσκῷ λίθον ἀφελών, δι’ ὃν ἐβυθίζετο καὶ οὐκ ἐπεπόλαζεν τῷ ὕδατι, προηγουμένως μὲν τὸν λίθον ἐκίνησε, κατὰ συμβεβηκὸς δὲ καὶ αὐτὸν τὸν ἀσκόν, ὃς ἀφαιρεθέντος τοῦ κατέχοντος αὐτὸν λίθου ἀνηνέχθη. ἔτι δὲ μᾶλλον τὴν ἀνομοιότητα τῆς κινήσεως τὴν γινομένην ὑπό τε τῶν καθ’ αὑτὰ κινούντων καὶ τῶν τὰ κωλύοντα κινεῖσθαι ἀφαιρούντων ἐπὶ τῆς σφαίρας ἔδειξεν τῆς ἀποπαλλομένης ἀπὸ τοῦ τοίχου· ὡς γὰρ ταύτην προηγουμένως μὲν κινεῖ ὁ τὴν ἀρχὴν ἀφείς, κατὰ συμβεβηκὸς δὲ καὶ ὁ τοῖχος, ἀφ’ οὗ ἀποπάλλεται, οὕτω καὶ τὰ φυσικὰ σώματα προηγουμένως μὲν ὑπὸ τῶν μεταβαλλόντων αὐτὰ καὶ ποιησάντων τοιαῦτα κινεῖται, κατὰ συμβεβηκὸς δὲ καὶ ὑπὸ τῶν ἀφαιρούντων τὰ ἐμποδίζοντα πρὸς τὴν κίνησιν. συναγομένου οὖν ἐκ τῶν εἰρημένων τοῦ μηδὲν τούτων ὑφ’ ἑαυτοῦ κινεῖσθαι, ἀλλ’ ὑπ’ ἄλλου, ἔνστασίς τις ἀναφύεται ζητοῦσα, πῶς λέγεται τὰ φυσικὰ ἀρχὴν κινήσεως ἐν ἑαυτοῖς ἔχειν τὴν φύσιν, εἰ μὴ ὑφ’ ἑαυτῶν ἔνδοθεν, ἀλλ’ ἔξωθεν ὑπ’ ἄλλου κινοῦνται. καὶ λύει ταύτην τὴν ἔνστασιν λέγων, ὅτι κινήσεως ἀρχὴν ἔχειν λέγεται ταῦτα οὐχ ὡς τοῦ κινεῖν οὐδὲ τοῦ ποιεῖν, ἀλλὰ τοῦ κινεῖσθαί τε καὶ πάσχειν. οὐ γὰρ μόνον τὸ κινοῦν ἀφ’ ἑαυτοῦ ἀρχὴν ἔχειν κινήσεως λέγεται, ἀλλὰ καὶ τὸ κινεῖσθαι πεφυκὸς καὶ αὐτὸ κινήσεως ἀρχὴν ἔχει. τὸ γὰρ τῆς κινήσεως ὄνομα κοινόν ἐστι καὶ τοῦ κινοῦντος καὶ τοῦ κινουμένου. εἰ δὲ ἡ κίνησις ἐν τῷ κινουμένῳ ἐστίν, ὡς δέδεικται πρότερον, | οἰκειοτέρα ἄν εἴη τῷ κινουμένῳ ἡ κίνησις. ἀρχὴν δὲ ἔχειν τοῦ κινεῖσθαι λέγεται τὰ φυσικὰ σώματα τῷ δύναμιν ἔχειν καὶ ἐπιτηδειότητα πρὸς τὸ εἰς τοῦτο μεταβάλλειν, εἰς ὃ μεταβάλλειν ὑπό τινος κινήσεται τήνδε τὴν κίνησιν, ἧς λέγεται ἀρχὴν ἔχειν· τὸ γὰρ πεφυκέναι κινεῖσθαι κατά τινα κίνησιν ἀρχὴν ἔχειν ἐστὶ τῆς τοιαύτης κινήσεως, ὡς ὁ εὐφυὴς ὢν πρὸς φιλοσοφίαν ἀρχὴν ἔχει φιλοσοφίας, οὐ τοῦ ποιῆσαι φιλόσοφον ἄλλον, ἀλλὰ τοῦ αὐτὸς γενέσθαι φιλόσοφος. εἰ οὖν ἡ τῶν σωμάτων φύσις μὴ ἔστιν ἀρχὴ τοῦ κινεῖν καὶ ποιεῖν, ἀλλὰ τοῦ κινεῖσθαι καὶ πάσχειν, ὅταν ὁ Ἀριστοτέλης ποιητικὸν αἴτιον λέγῃ τὴν φύσιν πῇ μὲν λέγων, ὅτι οὐδὲν μάτην ποιεῖ οὔτε ὁ θεὸς οὔτε ἡ φύσις, πῇ δὲ δεικνύς, ὅτι κατὰ λόγους ἡ φύσις καὶ ἕνεκά του ποιεῖ, ἢ ἄλλην τινὰ τὴν φύσιν ἐκείνην οἰητέον τὸν διὰ πάντων διήκοντα δημιουργικὸν <νοῦν> ἢ εἰ περὶ τῆς αὐτῆς λέγει φύσεως, ὑλικῶς καὶ ἀκουστέον τοὐ λεγομένου, ὡς καὶ τῆς ἀρχῆς ἠκούομεν. Ἐπιζητεῖ δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις, πῶς ἔτι τὸ κυκλοφορητικὸν σῶμα φυσικὸν ἔσται, εἰ τὸ μὲν φυσικόν, ὡς ὁ Ἀριστοτέλης φησίν, ἀρχὴν τοῦ πάσχειν ἔχει, τὸ δὲ κυκλοφορητικὸν ἀπαθές ἐστι. καὶ λύει πρῶτον μὲν λέγων, ὅτι κἂν ἀεικίνητον ᾖ τὸ κυκλοφορητικόν, ἀλλὰ ἄλλοτε ἀπ’ ἄλλου καὶ ἐπ’ ἄλλο κινούμενον ἔχει τὰ δυνάμει ἐν ἑαυτῷ· ἐφ’ ὅσον δὲ τοῦ δυνάμει κεκοινώνηκεν, ἐπὶ τοσοῦτον καὶ παθητόν πώς ἐστι· πᾶν γὰρ τὸ δυνάμει ὑλικόν πώς ἐστιν· ἔχει οὖν καὶ ἐκεῖνο ἀρχὴν κνήσεως τῆς κατὰ τὸ κινεῖσθαι ἐν αὑτῷ, καὶ κατὰ τοῦτο φυσικόν ἐστιν. ἰὴ ἄμεινον, φησίν, ἐπὶ τοῦ θείου ἀκούειν μὴ ὡς ἐπὶ τῶν ἀψύχων σωμάτων τὴν κατὰ φύσιν κίνησιν, ἀλλ’ ὡς ἐπὶ τῶν κατὰ ψυχὴν κινουμένων, ἃ οὐχ ὑπό τινος ἔξωθεν κινεῖται, ἀλλ’ ἐν αὑτοῖς ἔχει τὴν κινητικὴν ἀρχήν τε καὶ αἰτίαν. ἀλλ’ εἰ τοῦτο, φησί, πῶς οὐχὶ καὶ στάσεως ἀρχὴν ἔχει καὶ τῆς εἰς τὰ ἐναντία κινήσεως; ἢ εἰς τὰ ἐναντία μέν, φησίν, οὐ κινήσεται, ὅτι μὴ ἔστι τις ἐναντία κίνησις τῇ κυκλοφορίᾳ· οὐκ ἠρεμεῖ δέ, ὅτι μήτε ἐπὶ τοιαῦτα κινεῖται, ἐν οἷς ἀνάγκη στῆναι τὸ γενόμενον, μήτε δεῖται στάσεως· ὅσα γὰρ τῶν κινουμένων ὑφ’ ἑαυτῶν καὶ ἵστασθαι πέφυκε, ταῦτα καὶ τοῦ ἵστασθαι ἐξ αὑτῶν ἔχει τὴν δύναμιν’’. ταῦτα μὲν ὁ Ἀλέξανδρος. τί δὲ τὸ λεγόμενόν ἐστι τὸ μὴ ὡς ἐπὶ τῶν ἀψύχων σωμάτων ἐπὶ τοῦ οὐρανοῦ τὴν κατὰ φύσιν κίνησιν λαμβάνειν, ἀλλ’ ὡς ἐπὶ τῶν κατὰ ψυχὴν κινουμένων, μένων, εἰσόμεθα σαφέστερον ὑπομνησθέντες τῆς δόξης αὐτοῦ, ἣν ἔχει περὶ τῆς τοῦ οὐρανοῦ ψυχῆς· τὴν γὰρ αὐτὴν οἴεται ψυχὴν εἶναι καὶ φύσιν ἐν τῷ οὐρανῷ. καὶ γράφει γε ἐν τῷ εἰς τὸ δεύτερον τῆς Περὶ οὐρανοῦ ὑπομνήματι ταῦτα· “ἡμεῖς δὲ ἐπιχειροῦμεν δεικνύναι τοῦ θείου σώματος οὐκ ἄλλην μὲν τὴν φύσιν, ἄλλην δὲ τὴν ψυχήν, ἀλλ’ ὡς ἡ βαρύτης τῆς γῆς καὶ τοῦ πυρὸς ἡ κουφότης’’ καὶ μετ’ ὀλίγα· “τίς γὰρ ἄλλη παρὰ ταύτην ἂν εἴη φύσις αὐτοῦ; τελειοτέρα γὰρ φύσις ἡ ψυχή· εὔλογον δὲ τοῦ τελειοτέρου σώματος καὶ τὴν φύσιν εἶναι τελειοτέραν’’ . τοῦτο οὖν ἐστι καὶ τὸ νῦν ῥηθὲν ὑπ’ αὐτοῦ τὸ τὴν κατὰ φύσιν κίνησιν τοὐ οὐρανοῦ ὡς ὑπὸ τῶν κατὰ ψυχὴν κινουμένων εἶναι. δῆλον δὲ ὅτι ταῦτα συμφώνως τῇ περὶ ψυχῆς ἑαυτοῦ δόξῃ λέγει ἐντελέχειαν ἀχώριστον τῶν σωμάτων οἰόμενος τὴν ψυχὴν εἶναι, ὁποία τίς ἐστι καὶ ἡ φύσις. p. 255b31 El δὴ πάντα τὰ κινούμενα ἕως τοῦ ἅπαντα ἄν τὰ κινουμενα ὑπό τινος κινοῖτο. Δείξας προσεχῶς, ὅτι τὰ φύσει λεγόμενα κινεῖσθαι, οὐχ ὑφ’ ἑαυτῶν ἀλλ’ ὑπ’ ἄλλων κινεῖται, ἔχων δὲ ὁμολογούμενον τὸ καὶ τὰ βίᾳ καὶ παρὰ φύσιν κινούμενα ὑπό τινος κινεῖσθαι (ἐναργὲς γὰρ τοῦτο), λαβὼν δὲ ὅτι καὶ ἐπὶ τῶν ζῴων τὸ μὲν ὑπό τινος αὐτὰ κινεῖσθαι ἐναργές ἐστι καὶ ὁμολογούμενον, ζητεῖται δὲ μόνον ἐπ’ αὐτῶν, πῶς δεῖ χωρίσαι τὸ κινοῦν τοῦ κινουμένου, ταῦτα οὖν προομολογησάμενος συνάγει λοιπὸν ἐκ τῶν κειμένων, ὅτι πάντα τὰ κινούμενα ὑπό τινος κινεῖται. εἰ γὰρ τῶν κινουμένων τὰ μὲν φύσει κινεῖται, τὰ δὲ παρὰ φύσιν καὶ βίᾳ, καὶ τά τε βίᾳ καὶ παρὰ φύσιν πάντα ὑπό τινος ἄλλου κινεῖται ἔξωθεν κινοῦντος, καὶ τῶν φύσει τὰ μὲν ὑφ’ ἑαυτῶν ὡς τὰ ζῷα, τὰ δὲ οὐχ ὑφ’ ἑαυτῶν ὡς τὰ κοῦφα καὶ τὰ βαρέα καὶ ὅλως τὰ ἀπλᾶ τῶν σωμάτων, περὶ ὧν δέδεικται ὅτι καθ’ αὑτὸ μὲν ὑπὸ τοῦ γεννήσαντος καὶ ποιήσαντος κοῦφον ἢ βαρύ, καὶ ὅλως τοιοῦτον οἷον γενόμενον ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω κινεῖται, κατὰ συμβεβηκὸς δὲ ὑπὸ τοῦ τὰ ἐμποδίζοντα καὶ κωλύοντα ἀφαιροῦντος, δῆλον ὅτι πάντα τὰ κινούμενα ὑπό τινος κινεῖται. οὐ γὰρ ἔστιν ἄλλα κινούμενα παρὰ τὰ εἰρημένα τά τε παρὰ φύσιν καὶ τὰ κατὰ φύσιν, καὶ τούτων ἡ διττὴ διαφορά. καὶ ἔστιν ὁ συλλογισμὸς τοιοῦτος· πάντα τὰ κινούμενα ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν κινεῖται· πάντα δὲ τὰ παρὰ φύσιν καὶ κατὰ φύσιν κινούμενα ὑπό τινος κινεῖται· πάντα ἄρα τὰ κινούμενα ὑπό τινος κινεῖται. δύναται δὲ καὶ ὑποθετικῶς συνάγεσθαι, ὥσπερ καὶ δοκεῖ συνάγειν ὁ Ἀριστοτέλης· εἰ γὰρ πάντα τὰ κινούμενα ἡ φύσει ἢ παρὰ φύσιν κινεῖται καὶ τά τε φύσει καὶ τὰ παρὰ φύσιν ὑπό τινος κινεῖται, πάντα τὰ κινούμενα ὑπό τινος κινεῖται, τὸ δὲ πρῶτον δέδεικται γάρ), τὸ ἄρα δεύτερον. φυσικώτερον δὲ νῦν ἔδειξεν, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἤπερ ἐν τῷ πρὸ τούτου βιβλίῳ. ὁ δὲ Εὔδημος, ὅτι τὸ κινούμενον | ὑπό τινος κινεῖται, δείκνυσι καὶ ἐκ τῆς τῶν πρός τι συνυποστάσεως· “ὡς γὰρ τὸ τεμνόμενον, φησίν, ἄλογον μὴ ὑπό τινος τέμνεσθαι καὶ τὸ ἑλκόμενον μὴ ὑπό τινος ἕλκεσθαι καὶ ὅλως τὸ ποιούμενον μὴ ὑπό τινος ποιεῖσθαι, οὕτω καὶ τὸ κινούμενον μὴ ὑπό τινος κινεῖσθαι’’. Ἀπορήσοι δ’ ἄν τις, ὡς οἶμαι, πῶς τὰ κατὰ φύσιν κινούμενα τὴν τοπικὴν κίνησιν ὑπὸ τοῦ κινήσαντος αὐτὰ καθ’ αὑτὰ κινεῖσθαί φησιν, εἴπερ τὸ μὲν γεννῆσαν καὶ ποιῆσαν τὴν οὐσίαν καὶ τὸ εἶδος ποιεῖ, καὶ τῆς κατὰ γένεσιν μεταβολῆς ἐστιν αἴτιον, ἄλλη δὲ ἡ κατὰ γένεσιν μεταβολὴ καὶ ἄλλη ἡ τοπικὴ κίνησις. καὶ ὅλως, εἰ τὸ γεννῆσαν καὶ ποιῆσαν πῦρ πέπαυται ἐνίοτε καὶ οὔτε πάρεστιν οὔτε ἐφάπτεται τοῦ κινουμένου, πῶς ὑπ’ ἐκείνου λέγεται κινεῖσθαι τὸ πῦρ; ὥστε καὶ συναγαγεῖν, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος ἄλλου παρ’ αὐτὰ κινεῖται. καὶ ζητείσθω μὲν ἐπὶ πλέον τοῦτο, λεγέσθω δὲ τέως τὸ νῦν ἐπελθόν, ὅτι ἔστι μέν πὼς κινητικὸν καὶ τὸ τὸ ὖ εἴδους ποιητικὸν τοῦ πεφυκότος κινεῖσθαι κατ’ ἐκείνην τὴν κίνησιν· ποιεῖ γὰρ καὶ τὴν κίνησιν καὶ ἐνέργειαν τοῦ εἴδους μετ’ αὐτοῦ, ὡς ὁ τὸν ἀμφορέα ποιῶν καὶ τὸ δέχεσθαι τὸν οἶνον ποιεῖ. οὐ μέντοι ὁ τὴν κίνησιν μετὰ τοῦ εἴδους ποιῶν κινεῖ κυρίως τὸ εἶδος κατ’ ἐκείνην τὴν κίνησιν, ὡς ὁ τὸν λίθον τῇ χειρὶ κινῶν, εἴπερ μηδὲ πάρεστιν ἔτι κινουμένῳ αὐτῷ τὸ ποιοῦν, ἀλλὰ ἄλλη αὕτη φαίνεται κινοῦντος διαφορά, καθ’ ἣν τὸ εἶδος ποιεῖ πεφυκὸς κινεῖσθαι καὶ κινούμενον, ἄν μή τι κωλύῃ. καὶ θαυμαστῶς ηὗρεν καὶ ἐν τοῖς κατὰ φύσιν κινουμένοις τὸ ὑπό τινος κινεῖσθαι τὸ κινούμενον, ἐπειδὴ τὸ κινεῖσθαι πάσχειν τί ἐστι, τὸ δὲ πάσχον δεῖται τοῦ ποιοῦντος. ἡ μὲν γὰρ τελεία ἐνέργεια ἐκ τῆς τελείας οὐσίας προ·ιοῦσα οὐ δεῖταί τινος ἄλλης τῆς παραγούσης αἰτίας, ἡ δὲ κίνησις ἀτελὴς οὖσα ἐνέργεια καὶ πάθος μᾶλλον καὶ πολλῷ τῷ δυνάμει συγκεκραμένη δεῖται τοῦ ποιοῦντος ἀυτὴν. p. 256a4 τοῦτο δὲ διχῶς. ἢ γὰρ οὐ δι’ ἑαυτὸ τὸ κινοῦν ἕως τοῦ ἀνάγκη αὐτὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι. Δείξας ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἐφεξῆς ἀκολούθως ἂν ἐζήτει, πότερον ὑπὸ κινουμένου κινεῖται τὸ κινούμενον ἢ ὑπὸ ἀκινήτου· διὰ δὲ τὸ πᾶσι σχεδόν, ὥς φησιν Εὔδημος δοκεῖν τὸ κινοῦν κινεῖσθαι καὶ αὐτό, τῶν δὲ κινούντων ἅμα καὶ κινουμένων τὸ μὲν αὐτοκίνητόν ἐστι, τὸ δὲ ὑπ’ ἄλλου ἔξωθεν κινεῖται, δύο ὄντων ἀρχικῶν τῆς κινήσεως τοῦ τε ἀκινήτου καὶ τοῦ αὐτοκινήτου, τὸ αὐτοκίνητον πρῶτον παραδίδωσι καὶ δείκνυσιν, ὅτι ἔστι τι πρῶτον ἐν τοῖς κινοῦσί τε καὶ κινουμένοις, ὃ κινεῖ μὴ ὑπ’ ἄλλου ἔξωθεν κινούμενον. διαιρεῖ δὲ πάλιν τὸ κινοῦν καθ’ αὑτὸ κατ’ ἄλλην διαίρεσιν εἴς τε τὸ μὴ δι’ ἑαυτὸ κινοῦν, ἀλλὰ δι’ ἕτερον ἔξωθεν αὐτὸ κινοῦν καὶ εἰς τὸ δι’ ἑαυτὸ κινοῦν. καὶ λέγει δι’ ἕτερον μὲν ὡς τὸ κινοῦν τι τῷ ὑπ’ ἄλλου κινεῖσθαι, ὡς ὁ μοχλὸς κινεῖ τὸ βάρος ἢ ὡς ἡ βακτηρία τὸν λίθον ἄλλου κινοῦντος αὐτήν. δι’ ἑαυτὸ δὲ κινεῖ τὸ τὴν αἰτίαν ἐν ἑαυτῷ τοῦ κινεῖν ἔχον, ὥσπερ τὰ ζῷα καθ’ ὁρμὴν οἰκείαν κινεῖ. καὶ πάλιν διαιρεῖ τὸ δι’ ἑαυτὸ κινοῦν εἴς τε τὸ πρῶτον κινοῦν μετὰ τὸ ἔσχατον, ὅπερ ἐστὶ μόνως κινούμενον, ὥσπερ ὅταν ὁ ἄνθρωπος δι’ ἑαυτὸν κινῶν ἅτε παρ’ ἑαυτοῦ τὸ κινεῖν ἔχων κινῇ τὸν λίθον πρῶτος ὢν μετὰ τὸ ἔσχατον, ὅπερ ἐστὶν ὁ λίθος κινούμενος μέν, μηκέτι δὲ ἄλλο τι κινῶν αὐτός, ὡς προσεχῶς τὸν λίθον ὑπὸ τοῦ ἀνθρώπου κινεῖσθαι. εἴς τε οὖν τοῦτο διαιρεῖ τὸ δι’ ἑαυτὸ κινοῦν καὶ εἰς τὸ διὰ πλειόνων μέσων κινεῖν τὸ ἔσχατον, ὡς ὁ ἄνθρωπος ὁ δι’ ἑαυτὸν κινῶν διὰ πλειόνων μέσων κινεῖ τὸν λίθον, ὃς ὑπόκειται ἔσχατος εἶναι κινούμενος, ὥσπερ ὅταν ὁ μὲν ἄνθρωπος κινῇ τὴν χεῖρα, ἡ δὲ χεὶρ τὴν βακτηρίαν, ἡ δὲ βακτηρία τὸν λίθον· ἔστω γὰρ καὶ ἡ χεὶρ τῶν μέσων. καὶ ὁ μὲν ἄνθρωπος κινεῖ οὐ τῷ ὑπ’ ἄλλου κινεῖσθαι, ὁ δὲ λίθος κινεῖται μηκέτι ἄλλο τι αὐτὸς κινῶν. τὰ δὲ οὕτω κινοῦντα, φησί, κἄν ἄμφω κινῇ, τό τε προσεχὲς τῷ ἐσχάτῳ ὥσπερ ἡ βακτηρία καὶ τὸ πρῶτον κινοῦν ὥσπερ ὁ ἄνθρωπος, ἀλλὰ μᾶλλον καὶ κυριώτερον τὸ πρῶτόν ἐστι κινητικόν, τουτέστιν ὁ ἄνθρωπος, διότι ἐκεῖνος καὶ τὴν βακτηρίαν κινεῖ, ἀλλ’ οὐχ ἡ βακτηρία τὸν ἄνθρωπον · καὶ ἄνευ μὲν τοῦ ἀνθρώπου ἡ βακτηρία οὐ κινήσει, ὁ δὲ ἄνθρωπος καὶ ἄνευ τῆς βακτηρίας κινεῖ. καὶ διὰ ταῦτα μᾶλλον ὁ ἄνθρωπος κινεῖ τῆς βακτηρίας, εἴπερ ὁ μὲν ἄνθρωπος οὐ δεῖται ἄλλου τοῦ κινοῦντος αὐτὸν πρὸς τὸ κινήσαι, ἡ δὲ βακτηρία δεῖται· ὥστε πᾶν τὸ κινούμενον ὑπό τινος δεῖται τοῦ δι’ ἑαυτὸ κινοῦντος, εἴ γε τὰ μὲν οὐ δι’ ἑαυτὰ κινοῦντα, ἀλλὰ ὑπ’ ἄλλων κινούμενα καὶ οὕτω κινοῦντα, δεῖται πάντως τοῦ δι’ ἑαυτὸ κινοῦντος, καὶ οὐκ ἄν ἄλλως κινήσοι, τὰ δὲ δι’ ἑαυτὰ κινοῦντα οὐ δεῖται τῶν οὐ δι’ ἑαυτὰ κινούντων. πᾶν οὖν τὸ κινούμενον ὑπό τινος δι’ ἑαυτὸ κινοῦντος ἀνάγκη κινεῖσθαι, ἢ προσεχῶς δὲ ἢ διὰ μέσου τινὸς τῶν ὑπ’ ἄλλου κινουμένων, καὶ εἰ προσεχῶς, τουτέστιν εἰ πρῶτον εὐθὺς μετὰ τὸ μόνως κινούμενόν ἐστι τὸ δι’ ἑαυτὸ κινοῦν, οὐκ ἀνάγκη θάτερον ἔτι εἶναι τὸ μέσον γινόμενον τοῦ τε ἑαυτὸ κινοῦντος καὶ τοῦ ἐσχάτου κινουμένου. ἀρκεῖ γὰρ τὸ ἑαυτὸ κινοῦν προσεχὲς ὂν τῷ κινουμένῳ καὶ πρῶτον μετ’ αὐτὸ εἰς τὸ κινῆσαι αὐτό. εἰ οὖν ἀνάγκη τὸ ὑπό τινος κινούμενον ἢ προσεχῶς ἢ διὰ μέσου ὑπὸ τοῦ δι’ ἑαυτὸ κινοῦντος, τουτέστι τοῦ αὐτοκινήτου, κινεῖσθαι, ἀνάγκη τῶν κινητικῶν πρῶτον εἶναι τὸ αὐτοκίνητον. καὶ δείκνυσι λοιπόν, ὅτι ἔστι τι τοιοῦτον ἐν τοῖς οὖσιν, ὃ κινεῖ κινούμενον αὐτὸ οὐχ ὕπο τινος ἔξωθεν, ἀλλ’ ὑφ’ ἑαυτοῦ. εἰ γὰρ πᾶν τὸ κινούμενον καὶ οὕτω κινοῦν ὑπό τινος ἔξωθεν ἄλλου κινήσεται καὶ ἐκεῖνο ὑπ’ ἄλλου καὶ τοῦτο ἀεὶ οὕτως, εἰς ἄπειρον ἀνάγκη ἰέναι· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οὐ γὰρ ἔσται, φησί, τὸ πρῶτον κινοῦν λαβεῖν, μὴ ὄντος δὲ τοῦ πρώτου κινοῦντος οὐδὲ τὸ τελευταῖον ἂν εἴη τὸ προσεχὲς τῷ κινουμένῳ μέν, μηκέτι δὲ κινοῦντι. εἰ οὖν μήτε πρῶτον μήτε τελευταῖόν ἐστι κινοῦν, οὐκ ἔστι κίνησις· μὴ ὄντος γὰρ τοῦ κινοῦντος οὐδὲ τὸ κινούμενον ἔσται· οὐκ ἄρα εἰς ἄπειρον ἰέναι χρὴ ἄλλο πρὸ ἄλλου τιθέντα κινοῦν τε καὶ κινούμενον. ἔστιν ἄρα τὸ πρῶτον κινοῦν μὴ ὑφ’ ἑτέρου κινούμενον. καὶ συνάγει λοιπὸν τὰ δεδειγμένα, . δέδεικται δέ, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, καὶ προσετέθη ὅτι τὸ ὑπό τινος κινούμενον ὑπὸ πρώτου κινοῦντος κινεῖται, ᾧ προσελήφθη ὅτι τὸ πρῶτον κινοῦν κινεῖται μέν, οὐχ ὑπ’ ἄλλου δέ (οὐ γὰρ ἄν ἔτι πρῶτον ἦν, καὶ εἰς ἄπειρον ἀνάγκη προιέναι τὰ κινοῦντα καὶ κινούμενα, καὶ οὕτως ἀνῃρεῖτο ἡ κίνησις), ὥστε πᾶν τὸ κινούμενον ὑπὸ πρώτου κινεῖται τοῦ αὐτοκινήτου. καὶ γὰρ ἀναιρουμένου μὲν τούτου ἀναιρεῖται καὶ τὰ μὴ οὕτω κινοῦντα, ἐκείνων δὲ ἀναιρουμένων, τοῦτο οὐ συναναιρεῖται. ὅλως δὲ τὸ ὑπ’ ἄλλου κινούμενον ὕστερόν ἐστι τοῦ κινοῦντος κινουμένου καὶ αὐτοῦ, πρῶτον ἄρα τοῦτο. ἔτι δὲ τὸ κινοῦν τῷ κινουμένῳ αἴτιόν ἐστι τοῦ κινεῖσθαι. τὸ δὲ αἰτιατὸν ὕστερον τοῦ αἰτίου, πρῶτον ἄρα κινεῖ κινούμενον τὸ αὐτὸ κινοῦν. προστίθησι δὲ ὁ Εὔδημος, ὅτι καὶ τῶν ἐνταῦθα κινήσεων αἱ ζωτικαὶ φαίνονται κινήσεις αἴτιαι, καὶ ἡ οὐρανία τῆς τῶν στοιχείων δηλονότι μεταβολῆς. δοκεῖ δὲ καὶ αὕτη ζωτική πὼς εἶναι· οὐ γὰρ ὑπ’ ἄλλου κινεῖται ὁ οὐρανός, ἀλλ’ ὑφ’ ἑαυτοῦ. p. 256a21 ἔτι δὲ καὶ ὧδε τὸν αὐτὸν τοῦτον λόγον ἔστιν ἐπελθεῖν ἕως τοῦ ἢ ἔρχεταί ποτε εἰς τὸ τοιοῦτον. Ὅτι μὲν γὰρ ὁ αὐτός ἐστι λόγος οὗτος τῷ πρὸ αὐτοῦ, καὶ αὐτὸς λέγει. “διαφέρει δέ, φησὶν ὁ Ἀλέξανδρος, τῇ ἐφόδῳ, ὅτι ἐκεῖ μὲν ἡ ἀρχὴ τῆς δείξεως ἀπὸ τοῦ τὸ κινούμενον ἢ ὑπὸ αὑτῷ κινοῦντος κινεῖσθαι ἢ οὐχ αὑτῶ ἀλλ’ ὑπ’ ἄλλου, ἐνταῦθα δὲ ἀπὸ τοῦ κινοῦντος ἡ δεῖξις αὐτῷ πρόεισι· λαμβάνει γὰρ πᾶν τὸ κινοῦν, ὥσπερ τι κινεῖ (ἀδύνατον γάρ τι κινεῖν μέν, μηδὲν δὲ κινεῖν), οὕτω καὶ τινὶ κινεῖν.’’ μήποτε δὲ οὐ ταύτῃ διενηνόχασιν οἱ λόγοι· καὶ γὰρ καὶ ὁ ἤὸη ῥηθεὶς ἀπὸ τοῦ κινοῦντος ἐπεχειρήθη λέγων ῾ἢ γὰρ οὐ δι’ ἑαυτὸ τὸ κινοῦν, ἀλλὰ δι’ ἕτερον ὃ κινεῖ τὸ κινοῦν ἢ δι’ ἑαυτό’, ἀλλ’ ᾧ διαφέρει τὸ δι’ ἑαυτὸ κινεῖν τοῦ ἑαυτῷ κινεῖν καὶ τὸ δι’ ἕτερον τοῦ ἄλλῳ, ταύτῃ διενηνόχασιν οἱ λόγοι. διαφέρει δὲ ταῦτα τῷ τὸ μὲν δι’ ἑαυτὸ κινοῦν ὡς ἐν αὑτῷ τὴν ἀρχὴν τῆς κινήσεως ἔχον κινεῖν, τὸ δὲ αὑτῷ κινοῦν ὡς προσεχῶς ἐφαπτόμενον τοῦ κινουμένου τὸ τὴν ἀρχὴν τῆς κινήσεως ἐν αὑτῷ ἔχον. τοῦτο γὰρ σημαίνει τὸ ῥηθὲν ὑπ’ αὐτοῦ οἷον ἄνθρωπος ἢ αὐτὸς ἢ τῇ βακτηρία καὶ ὁ ἄνεμος κατέβαλεν ἢ αὐτὸς ἢ ὁ λίθος, ὃν ἔωσεν. ὥσπερ οὖν πρότερον τὸ δι’ ἕτερον κινοῦν ἀνήγαγεν εἰς τὸ δι’ ἑαυτὸ κινοῦν καὶ ἔδειξεν, ὅτι ἐὰν ᾖ τὸ δι’ ἕτερον κινοῦν, ἀνάγκη τὸ δι’ ἑαυτὸ κινοῦν προυπάρχειν, οὕτως τὸ ᾧ κινεῖ τὸ κινοῦν μέσον ὂν τοῦ τε πρώτου κινοῦντος καὶ τοῦ ἐσχάτου κινουμένου ἀνάγει εἰς τὸ αὑτῷ κινοῦν καὶ δείκνυσιν, ὅτι ὅταν τινὶ κινῇ, ἀεὶ ἕτερον ἀνάγκη εἶναι πρότερον τὸ αὐτὸ ἑαυτῷ κινοῦν, ὃ καὶ τὴν ἀρχὴν ἐν ἑαυτῷ τῆς κινήσεως ἔχει καὶ προσεχές ἐστι τῷ κινουμένῳ, καὶ οὐ δι’ ἄλλου αὐτὸ κινεῖ. τοὺς μὲν οὖν λόγους οὕτως οἶμαι χρὴ διακρίνειν, τοῦ Εὐδήμου καὶ συνάψαντος αὐτοὺς ἐν οἷς φησι· “τὸ δὴ κινοῦν ἢ δι’ αὑτὸ κινεῖ ἢ δι’ ἄλλο καὶ ἑαυτῷ ἢ ἄλλῳ.’’ Λαβὼν δὲ τὸ πᾶν τὸ κινοῦν τινὶ κινεῖν διαιρεῖ τὸ τινὶ κινοῦν εἴς τε τὸ αὑτῷ κινοῦν καὶ τὸ ἄλλῳ· καὶ γὰρ ὁ δι’ αὑτοῦ τι καὶ μὴ διὰ μέσου τινὸς κινῶν τινὶ κινεῖ, ὡς ὁ ἄνθρωπος ὅταν αὐτὸς κινῇ τὸν λίθον· τῷ γὰρ αὑτοῦ σώματι κινεῖ αὐτὸν ἁπτομένῳ αὐτοῦ. ἀλλὰ καὶ εἰ διὰ τῆς βακτηρίας κινοίη αὐτόν, τινὶ καὶ τότε κινεῖ· τὶ γὰρ καὶ ἡ βακτηρία. εἶτα προσλαμβάνει τῇ διαιρέσει ταύτῃ τὸ ἀδύνατον εἶναι τὸ δι’ οὗ κινεῖ τὶ ἄλλο ὂν χωρὶς τοῦ αὑτῷ κινοῦντος κινεῖν. μὴ γὰρ κινοῦντος τοὐ ἀνθρώπου, ὃς αὑτῷ κινεῖ, οὐκ ἄν ἡ βακτηρία ποτὲ κινήσοι τὸν λίθον· οὐδὲ γὰρ ἂν τὴν ἀρχὴν αὐτὴ κινοῖτο. τὸ μὲν γὰρ αὑτῷ κινοῦν, οὐκ ἐξ ἀνάγκης προσδεῖται τοῦ δι’ οὗ κινήσει. αὔταρκες γὰρ καὶ δι’ αὑτοῦ τοῦτο ποιεῖ, τὸ δὲ μέσον δι’ οὗ κινεῖταί τι τοῦτο πάντως δεῖται τοῦ αὑτῷ κινοῦντος, ἵνα κινηθὲν ὑπ’ ἄλλου κινήσῃ. εἰ γὰρ μὴ εἴη τοιοῦτόν τι, ἀλλ’ ἀεὶ τὸ λαμβανόμενον ὑπό τινος ἄλλου κινοῖτο, ἔξωθεν καὶ αὐτοῦ κινουμένου καὶ τοῦτο ἀεί, | εἰς ἄπειρον πάλιν ἡ πρόοδος γίνοιτο ἄν τῶν κινούντων τε καὶ κινουμένων· τοῦτο δὲ ἄτοπον· καὶ ἁπλῶς μέν· εἰ γὰρ μὴ εἴη, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, οὐδ’ ἂν κίνησις εἴη· οὐ μὴν ἀλλὰ καὶ διὰ τὸ δειχθὲν ἐν τῷ πρὸ τούτου βιβλίῳ. ἔσται γὰρ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρος κίνησις ἀπείρου γινομένου τοῦ κινουμένου μεγέθους. εἰ γὰρ ἄπειρα εἴη τὰ κινοῦντά τε καὶ τὰ κινούμενα, ἀναγκαῖον ἕν τι μέγεθος ἐξ αὐτῶν γίνεσθαι, κἄν μὴ συνεχές, ἀλλὰ τῷ ἅπτεσθαι· πάντα γὰρ τὰ κατὰ τόπον κινοῦντα τῷ αὐτὰ κινεῖσθαι ἁπτόμενα κινεῖ. ἀνάγκη ἄρα στῆναι· ὥστε εἰ πᾶν τὸ κινοῦν τινὶ κινεῖ καὶ ἢ αὑτῷ ἢ ἄλλῳ, τὸ δὲ ἄλλο, ᾡ κινεῖ τὸ κινοῦν, δεῖται πρὸ τούτου ἑαυτῷ κινοῦντος, πρῶτον ἄν εἴη τῶν οὕτω κινούντων τὸ αὑτῷ κινοῦν. τὸ δὲ αὑτῷ κινοῦν κινεῖται μέν, οὐχ ὑπ’ ἄλλου δέ· ὑφ’ ἑαυτοῦ ἄρα· τὸ ἄρα πρῶτον κινοῦν καὶ κινούμενον αὐτοκίνητον. κἂν γὰρ μὴ εὐθὺς τὸ κινούμενον ὑπὸ αὐτοκινήτου κινῆται, ἀλλὰ δι’ ἄλλων μέσων, ὑπὸ τοῦ αὐτοκινήτου κυρίως ἔσται κινούμενον, οὗ χωρὶς οὐδὲ τὸ μεταξὺ κινεῖσθαι ἢ κινεῖν ἐδύνατο. καὶ τὸ ἀναγκαῖον ἐδήλωσεν τοῦ λόγου διὰ τοῦ ὅταν δή τινι κινῇ ἀεὶ ἕτερον καὶ τῶν ἑξῆς. ὅταν γὰρ τὸ κινοῦν διὰ μέσου τινὸς κινῇ ἕτερόν τι, τότε ἀνάγκη εἶναι πρῶτον τὸ αὐτὸ ἑαυτῷ κινοῦν, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν πρὸ μέσου μέσον ἀεὶ τιθέντες. νῦν δὲ τῷ τινὶ ἐπὶ τοῦ ἄλλῳ κινοῦντος ἐχρήσατο, καίτοι πρότερον καὶ τὸ αὑτῷ κινοῦν τινὶ κινεῖν εἶπεν. ’Εν δὴ τούτοις δύο μοι πρόσεισιν ἀπορεῖν, ἓν μὲν πῶς ὡς ἄτοπον εἶπεν τὸ μὴ εἶναί τι πρῶτον κινοῦν μηδὲ ἔσχατον, εἴπερ καὶ ἡμεῖς λέγομεν τῶν στοιχείων ἐξ ἀλλήλων γινομένων μὴ εἶναί τι τὸ πρώτως κινοῦν ἢ τελευταίως, ἀλλ’ ἐπ’ ἄπειρον τὴν κίνησιν εἶναι κύκλῳ περιοῦσαν; ἐκ γὰρ γῆς ὕδωρ καὶ ἐξ ὕδατος ἀέρα καὶ ἐξ ἀέρος πῦρ καὶ ἐκ πυρὸς πάλιν ἀέρα καὶ γῆν ἐν τῇ Περὶ γενέσεως ἐμάθομεν γίνεσθαι. δεύτερον δὲ ἀπορήσειεν ἄν τις, πῶς πᾶν τὸ κινούμενον ὑπὸ πρώτου τοῦ αὐτοκινήτου κινεῖσθαι λέγεται εἴπερ τὰ στοιχεῖα ὑπ’ ἀλλήλων κύκλῳ κινεῖσθαί φαμεν φυσικῶς, καὶ οὐχ ὡς τὰ ζῷα κινοῦντα ἄλληλα μήποτε οὖν πρὸς ἄμφω ῥητέον τὰς ἀπορίας, ὅτι τὰ μὲν στοιχεῖα ἐξ ἀλλήλων ὡς ὑλικῶν γίνεται ἄλλο ἐξ ἄλλου, καὶ οὕτως εἰς κύκλον ἀνακάμπτει ἡ γένεσις αὐτῶν· ἐκ γὰρ ὕδατος ἀήρ, οὐχ ὅτι τὸ ὕδωρ ποιεῖ τὸν ἀέρα ἢ κινεῖ, ἀλλ’ ὅτι ματαβάλλεται τὸ ὕδωρ εἰς ἀέρα. νῦν δὲ κινοῦν ζητεῖ ὁ λόγος τὸ ποιοῦν κινεῖσθαι τὸ κινούμενον, ὡς ἐπὶ τῶν κατὰ τόπον κινουμένων καὶ κινούντων, ἐφ’ ὧν ἀνάγκη εἶναί τι πρῶτον κινοῦν καὶ ἔσχατον κινούμενον καὶ τὸ πρώτως κινοῦν αὐτοκίνητον, ἵνα μὴ ἐπ’ ἄπειρον ὁ λόγος προίῃ πᾶν τὸ κινοῦν ἔξωθεν καὶ αὐτὸ λέγων κινεῖσθαι ὑπ’ ἄλλου. ἀλλὰ τοῦτο μὲν καὶ ἔτι πλέον διαρθρωτέον, τοῖς δὲ ἑξῆς τῆς λέξεως ἐφεπώμεθα. p. 256b3 Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὧδε σκοποῦσι ἕως τοῦ δέδεικται γὰρ πρότερον ὅτι ἀνάγκη κίνησιν ἀεὶ εἶναι. Αὕτη ἡ ἐπιχείρησίς τισι μὲν ἔδοξεν, ὡς ὁ Ἀλέξανδρός φησι, τῇ μετ’ αὐτὴν ἀκολουθεῖν ἐπιχειρήσει τῇ δεικνύσῃ, ὅτι τοῦ αὐτοκινήτου τὸ μέν ἐστι κινούμενον, τὸ δὲ κινοῦν ἀκίνητον ὄν, ἧς ἐπιχειρήσεως ἀρχή· “ἀλλὰ μὴν εἴ γε δέοι σκοπεῖν πότερον αἴτιον κινήσεως καὶ ἀρχή.’’ δοκεῖ γὰρ ταύτῃ μὲν ἕπεσθαι ἡ δεῖξις τοῦ τὸ πρῶτον κινοῦν ἀκίνητον εἶναι τέλος ἔχουσα τό· “ ἔτι εἴπερ ἡ ὅλη αὐτὴ αὑτὴν κινεῖ, τὸ μὲν κινήσει αὐτῆς, τὸ δὲ κινήσεται· ἡ ἄρα ΑΒ ὑφ’ ἑαυτῆς τε κινήσεται, καὶ ὑπὸ τῆς ” τούτοις δὲ ἀκολουθεῖν δοκεῖ τὸ νῦν λεγόμενον διὰ τοῦ πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὧδε σκοποῦσι καὶ τῶν ἑξῆς· προσκατασκευάζεσθαι γὰρ διὰ τούτων τὰ δι’ ἐκείνων ἀποδεδειγμένα. διὸ καὶ ἀξιοῦσί τινες ἐκεῖνα προγεγράφθαι τε καὶ προαναγινώσκεσθαι. εἰ μέντοι ἡ νῦν γεγραμμένη τηροῖτο τάξις, ὅπερ ὑγιέστερον καὶ ὁ Ἀλέξανδρος ἐγκρίνει, ἐπαγγέλλεται κατ’ ἄλλον τρόπον ἀποδείξεως τὸ αὐτὸ δεῖξαι τοῖς φθάσασιν, ὅτι ἐν τοῖς κινουμένοις καὶ κινοῦσι πρῶτόν ἐστι κινοῦν τὸ αὐτοκίνητον. μεταξὺ δὲ παρεμβαλών, ὅτι τὸ πρῶτον ἀπλῶς κινοῦν ἀκίνητον ἀνάγκη εἶναι, συνάπτει τὸν περὶ τοῦ αὐτοκινήτου λόγον τοῦ πρώτου. οὐχὶ τῶν ἀπλῶς κινούντων, ἀλλὰ τῶν μετὰ τοῦ κινεῖσθαι καὶ αὑτὰ κινούντων, ζητῶν, τίς ὁ τρόπος τῆς ἐν τούτῳ κινήσεως, καὶ δεικνύς, ὅτι τὸ κινοῦν ἐν αὐτῷ ἀκίνητον ὂν κινεῖ. ἢ καὶ τοῦτο μὲν δείκνυσιν, οὐ μὴν ἀλλὰ καὶ συναποδείκνυσιν αὐτῷ τὸ ἀρχὴν κινήσεως ἢ τὸ ἀκίνητον ἢ τὸ αὐτοκίνητον εἶναι. τοῦτο δὲ συναποδείκνυται δειχθέντι τῷ μὴ πᾶν τὸ κινούμενον ὑπό τινος ἔξωθεν κινεῖσθαι, καὶ αὐτοῦ ὑπό τινος ἔξωθεν κινουμένου. τοῦτο δέδεικται μὲν ἤδη δι’ ἄλλων ἐπιχειρημάτων, δείκνυσι δὲ καὶ νῦν τῷ ἐξ ἀκολουθίας καὶ διαιρέσεως ἀνασκευαστικῷ τόπῳ χρώμενος. καὶ ἔστιν ἡ ἐπιχείρησις τοιαύτη· εἰ πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου τινὸς ἔξωθεν καὶ αὐτοῦ κινεῖται, ἢ κατὰ συμβεβηκὸς τὸ κινούμενον κινεῖ ἢ καθ’ αὑτό· κατὰ συμβεβηκὸς δὲ τὸ κινούμενον κινεῖ, ὅταν μὴ τῷ κινεῖσθαι κινῇ, ἀλλ’ ἐνδέχηται αὐτὸ καὶ κινεῖσθαι κινοῦν, καὶ μὴ κινεῖσθαι. εἰ οὖν μήτε καθ’ | αὑτὸ μήτε κατὰ συμβεβηκὸς πᾶν τὸ κινοῦν ὑπό τινος ἔξωθεν καὶ αὐτὸ κινεῖται, ὡς δείξει, δῆλον ὅτι οὐ πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου τινὸς ἔξωθεν καὶ αὐτοῦ κινεῖται, ἀλλ’ ὑπό τινος μὲν κινεῖται πάντως τὸ κινούμενον, ἢ αὐτοκινήτου δὲ ἢ ἀκινήτου τοῦ πρώτως κινοῦντος. καὶ εἰ μὲν ὑπό τινος ἔξωθεν πρώτως κινοῦντος κινοῖτο τὸ κινούμενον, ἀκίνητόν ἐστι τὸ κινοῦν· εἰ δὲ ὑπὸ μηδενὸς ἔξωθεν τὸ πρώτως κινούμενον κινεῖται, αὐτοκίνητον ἔσται. καὶ ὅτι μὲν κατὰ συμβεβηκὸς οὐχ οἷόν τε τὸ κινοῦν κινεῖσθαι δείκνυσιν οὕτως· εἰ τὸ κινοῦν κατὰ συμβεβηκὸς κινοῖτο κινούμενον καὶ μὴ καθ’ αὑτὸ καὶ αὐτὸ κινεῖται, οὐκ ἐξ ἀνάγκης κινεῖται τὸ κινοῦν· εἰ δὲ μὴ ἐξ ἀνάγκης, ἐνδέχεται τὸ κατὰ συμβεβηκὸς κινούμενον καὶ οὕτως κινοῦν μὴ κινεῖσθαί ποτε. ἐὰν οὖν ὑποθώμεθα τὸ ἐνδεχόμενον γενέσθαι γενόμενον, τοῦτο δέ ἐστι τὸ κατὰ συμβεβηκός ποτε τῷ κινεῖσθαι κινοῦν, ψεῦδος μὲν δυνατὸν ἀκολουθῆσαι, ἐὰν μήπω τότε μὴ κινούμενον κινῇ, ὅτε καὶ ἡ ὑπόθεσις ψευδής· οὐ μὴν ἀδύνατον τὸ μὴ κινούμενον κινῆσαι. καὶ γὰρ ἡ κατὰ συμβεβηκὸς κινεῖσθαι λέγουσα ὑπόθεσις οὐκ ἀδύνατον, ἀλλὰ δυνατὸν ἐτίθει τὸ μὴ κινεῖσθαι. ἐδείχθη δὲ ἐν τοῖς Ἀναλυτικοῖς, ὅτι δυνατῷ ἀδύνατον οὐχ ἕπεται. εἰ οὖν ὑποτεθέντος τοῦ μὴ κινεῖσθαι κινοῦν ἀδύνατον ἀκολουθεῖ τι τὸ μὴ εἶναι κίνησιν, ἀδύνατος ἡ τοῦ κατὰ συμβεβηκὸς ὑπόθεσις, ἀκολουθεῖ δὲ τὸ μὴ εἶναι κίνησιν τῷ πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου κινεῖσθαι, εἰ κατὰ συμβεβηκὸς τεθείη κινούμενον. εἰ γὰρ μὴ κινοῖτο τὸ κινοῦν, οὐδ’ ἄν κινοίη διὰ τὴν ὑπόθεσιν τὴν λέγουσαν πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου κινεῖσθαι. μὴ ὄντος δὲ τοῦ κινοῦντος, οὐδὲ κινούμενον ἄν εἴη, τοῦ δὲ κινουμένου μὴ ὄντος οὐδὲ κίνησις περιλείπεται. ἐν γὰρ τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις, τὸ δὲ μὴ εἶναι κίνησιν ἀδύνατόν ἐστι· δέδεικται γὰρ καὶ ἐναργές ἐστιν, ὅτι κίνησις ἀεί ἐστι. τὸ δὲ ψεῦδος δὲ ἴσως ὁ Ἀλέξανδρος εἰρῆσθαί φησιν, ὅτι οὐκ ἀνάγκη, εἰ ψευδὴς ἡ πρότασις, καὶ τὸ συμπέρασμα ψευδὲς εἶναι· δέδεικται γάρ, ὅτι καὶ ἐκ ψευδῶν ἀληθές τι συνάγεται. μήποτε δὲ οὐ διὰ τοῦτο νῦν πρόσκειται τὸ ἴσως, ἀλλ’ ὅτι ἄν κατὰ συμβεβηκὸς ὑποτεθῇ κινεῖσθαι τὸ κινοῦν, ληφθῇ δὲ μὴ κινούμενον, ψεῦδος μὲν ἐνίοτέ ἐστι τὸ ληφθέν, ἐὰν τύχῃ κινούμενον, οὐ μέντοι ἀδύνατον, ὅτι τὸ κατὰ συμβεβηκὸς ὑποτεθὲν κινεῖσθαι, δύναταί ποτε καὶ μὴ κινεῖσθαι. p. 256b13 Καὶ εὐλόγως δὲ τοῦτο συμβέβηκεν ἕως τοῦ καὶ κρατοίη ἄν ἀμιγὴς ὢν. Ἐλέγξας τὸν λέγοντα λόγον, ὅτι πᾶν τὸ κινούμενον καὶ αὐτὸ κατὰ συμβεβηκὸς οὕτως κινεῖ, δέον μεταβῆναι ἐπὶ τὸ δεικνύναι, ὅτι μηδὲ καθ’ αὑτὸ κινούμενον τὸ κινοῦν κινεῖ, πρῶτον τὴν ὅλην ὑπόθεσιν ἀναιρεῖ τὴν πρὸ τῆς διαιρέσεως τῆς εἰς τὸ κατὰ συμβεβηκὸς καὶ τὸ καθ’ αὑτό. ἦν δὲ ἡ ὑπόθεσις ἡ λέγουσα πᾶν τὸ κινοῦν καὶ αὐτὸ κινούμενον ὑπ’ ἄλου κινεῖν· ἀναιρεῖ δὲ αὐτὴν δεικνύς, ὅτι πρὸ τῶν κινουμένων καὶ οὕτω κινούντων ἔστιν, ὃ ἀκίνητον ὂν οὕτω κινεῖ. καὶ τότε τὸ ἕτερον τμῆμα τῆς διαιρέσεως ἐλέγχει τὸ λέγον. ὅτι πᾶν τὸ κινοῦν καθ’ αὑτὸ κινούμενον καὶ αὐτὸ κινεῖ. τέως δὲ καθόλου δείκνυσιν, ὅτι μὴ πᾶν τὸ κινοῦν κινούμενον καὶ αὐτὸ κινεῖ διὰ τοῦ δεῖξαι, ὅτι εὔλογόν ἐστι τὸ πρῶτον κινοῦν ἀκίνητον εἶναι, καὶ ὅτι ἔστι τι ὃ κινεῖ ἀκίνητον ὄν. τοῦτο δὲ δείκνυσι λαβών, ὅτι ἀνάγκη τρία εἶναι ἐν τῇ κινήσει τὸ κινούμενον, ὅπερ ἐναργῶς ὁρᾶται, καὶ τὸ κινοῦν (πᾶν γὰρ τὸ κινούμενον ὑπὸ κινοῦντος κινεῖται) καὶ μέσον ἀμφοῖν τὸ ᾧ κινεῖ τὸ κινοῦν. κεῖται γὰρ ὅτι πᾶν τὸ κινοῦν τί τε κινεῖ, τουτέστι τὸ κινούμενον, καὶ τινί, τουτέστι τῷ ᾧ κινεῖ. τριῶν οὖν τούτων ὄντων τὸ μὲν κινούμενον ὑπὸ τοῦ κινοῦντος κινεῖσθαι μὲν ἀνάγκη, οὐ μὴν καὶ κινεῖν· οὐ γάρ, εἴ τι κινεῖται, τοῦτο ἀνάγκη ἄλλο τι κινεῖν · τὸ γὰρ ἔσχατον κινούμενον κινεῖται μέν, οὐκέτι δὲ ἄλλο κινεῖ· τὸ δὲ ᾧ κινεῖ τὸ κινοῦν ἀνάγκη καὶ κινεῖσθαι καὶ κινεῖν. τὸ γὰρ διά τινος κινοῦν τι τρίτον, οὐκ ἄν ἐκεῖνο κινήσοι, εἰ μὴ πρῶτον κινήσει τὸ δι’ οὗ κινεῖ. ὁ γὰρ τὸν λίθον τῇ ῥάβδῳ καὶ διὰ μέσης τῆς ῥάβδου κινῶν, πρώτην κινεῖ τὴν ῥάβδον · τὰ γὰρ μεταξὺ τῶν τε πρώτων κινούντων καὶ τῶν ἐσχάτων κινουμένων καὶ κινεῖν ἀνάγκη καὶ κινεῖσθαι. καὶ τὴν ἀνάγκην αὐτὸς ἔδειξεν εἰπών· συμμεταβάλλει γὰρ τοῦτο ἅμα καὶ κατὰ τὸ αὐτὸ τῷ κινουμένῳ ὄν. τὸ γὰρ προσεχῶς κινοῦν τῷ ἁπτόμενον κινεῖν ἀνάγκη συμμεταβάλλειν τῷ ὑπ’ αὐτοῦ κινουμένῳ , ὡς ἔδειξεν ἐν τῷ πρὸ τούτου βιβλίῳ· εἰ δὲ συμμεταβάλλει, δῆλον ὡς καὶ αὐτὸ κινεῖται. καὶ ὅτι μὲν οὐ μόνον τὰ κατὰ τόπον προσεχῶς κινοῦντα ἅπτεται τῶν ὑφ’ ἑαυτῶν κινουμένων, ἀλλὰ καὶ τὰ κατὰ τὰς ἄλλας κινήσεις, ἔδειξεν ἐν τῷ πρὸ τούτου βιβλίῳ. νῦν δὲ ὡς ἐπὶ ἐναργεστέρων αὐτὸ τῶν κατὰ τόπον κινούντων ἀξιοῖ θεωρεῖν. πρὸ σέθηκε δὲ τὸ μέχρι τινὸς ἅπτεσθαι ἀλλήλων τὰ κατὰ τόπον κινοῦντα καὶ κινούμενα διὰ τὰ ῥιπτοῦντα καὶ ῥιπτούμενα. τὸ γὰρ ῥιπτοῦν ἐξ ἀνάγκης μὲν ἅψασθαι δεῖ τοῦ ῥιπτουμένου καὶ συγκινηθῆναι αὐτῷ, οὐ μὴν ἀεὶ παρεῖναι καὶ συμμεταβάλλειν ἀεὶ δυνατόν. μετὰ γὰρ τὸ ῥῖψαι καὶ ἀφεῖναι αὐτὸ μὲν οὐκέτι ἅπτεται αὐτοῦ, ἅπτεται δὲ ὁ φέρων αὐτὸ ἀήρ. δυοῖν οὖν ὄντων τοῦ τε κινουμένου μόνως καὶ τοῦ ᾧ κινεῖ τὸ κινοῦν, ὅπερ κινούμενον κινεῖ, δεῖ εἶναι καὶ τὸ κινοῦν οὐχ οὕτως ὡς τὸ ᾧ κινεῖ τὸ κινοῦν, ὅπερ κινούμενον κινεῖ, ἀλλὰ τὸ μόνως κινοῦν ἀκίνητον ὄν, ὥσπερ ἦν τὸ μόνως κινούμενον, οὐκέτι δὲ κινοῦν ἄλλο. ὄντων γὰρ ἀμφοῖν τοῦ τε κινουμένου ὁμοῦ καὶ κινοῦντος ἐν τῷ μέσῳ τῷ κινουμένῳ ὁμοῦ καὶ κινοῦν τι, εἰ ἔστι καὶ καθ’ αὑτὸ τὸ κινούμενον, ὥστε μηκέτι τοῦτο κινεῖν, εὔλογον καὶ τὸ λοιπὸν τὸ μόνως κινοῦν, οὐκέτι δὲ καὶ κινούμενον εἶναι καθ’ αὑτό. εὔλογον δέ, ὅτι εἰ τὸ μέσον ἀμφοῖν μετέχει καὶ σύγκειται ἔκ τε κινοῦντος καὶ κινουμένου, καὶ ἔστι τὸ ἕτερον τῶν ἁπλῶν ἐξ ὧν σύγκειται καθ’ αὑτό, εὔλογον καὶ τὸ ἕτερον τῶν ἐν τῇ συνθέσει ἀπλοῦν τε εἶναι καὶ καθ’ αὑτό. ἑκάτερον γὰρ τῶν ἄκρων, ἐξ ὧν τὸ μέσον ἐστίν, εὔλογον τὴν αὐτὴν ἔχειν πρὸς τὸ μέσον ἀναλογίαν. ὡς γὰρ ἐπὶ τοῦ οἰνομέλιτος μεμιγμένου ἐξ οἴνου καὶ μέλιτος, ἐπειδή ἐστι καθ’ αὑτὸ τὸ μέλι, ἀνάγκη καὶ τὸν οἶνον εἶναι καθ’ αὑτό, οὕτω καὶ ἐπὶ τοῦ κινοῦντος καὶ κινουμένου εὔλογον, εἰ θάτερόν ἐστι καθ’ αὑτό, καὶ τὸ ἕτερον εἶναι. εὔλογον δέ, εἰ καὶ μὴ ἀναγκαῖον εἶπεν, ὅτι ἐξ ἀκολουθίας δοκεῖ συνῆχθαί τινος τὸ ῥηθὲν καὶ οὐκ ἐξ ἀποδεικτικῆς ἀνάγκης, μήποτε δὲ καὶ ἀναγκαῖόν ἐστι τὸ τοῦ ἑτέρου τῶν ἐν τῷ μίγματι ὄντος καθ’ αὑτό που εἶναι καὶ τὸ ἕτερον καθ’ αὑτό· εἰ μὴ ἄρα ἐπὶ τῶν τοῦ λόγου στοιχείων τις ἐννοήσειεν, ὅτι τὰ μὲν φωνήεντά ἐστι καθ’ ἑαυτὰ ἐκφωνούμενα, τὰ δὲ σύμφωνα καλούμενα καθ’ αὑτὰ μὲν οὐκ ἔχει τινὰ φύσιν ἐκφωνήσεως, μετὰ δὲ τῶν φωνηέντων συντιθέμενα ἐκφωνεῖται καὶ αὐτά. ἀκριβῶς οὖν ὁ Ἀριστοτέλης εὔλογον, εἰ καὶ μὴ ἀναγκαῖον εἶπεν, ὅτι ἐπὶ μὲν τῶν πλείστων οὕτως ἔχει, ἐπ’ ὀλίγων δὲ παραλλάττει. συνίστησι δὲ καὶ δι’ ἐνδόξου πίστεως τὸ ἀκίνητον εἶναι τὸ πρώτως κινοῦν τὴν Ἀναξαγόρου δόξαν ἐπαινέσας, ὃς τὸν νοῦν τὸ πρῶτον κινοῦν ὑποθέμενος ἀκίνητον αὐτὸν καὶ ἀμιγῆ καὶ ἀπλοῦν ὑπέθετο, ὡς οὕτως μόνως δυναμένου τοῦ πρώτως κινοῦντος κρατεῖν τῶν ὅλων, εἰ ἀκίνητος εἴη καὶ ἀπαθής· εἰ γὰρ κινούμενος κινήσει, ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς κινούμενος, ὧν τὸ μὲν κατὰ συμβεβηκὸς ἀδύνατόν τι ἔχον ἑπόμενον ἐφάνη τὸ μὴ εἶναι κίνησιν, τὸ δὲ καθ’ αὑτὸ δειχθήσεται ἐφεξῆς ἀδύνατον. p. 256b27 Ἀλλὰ μήν, εἰ μὴ κατὰ συμβεβηκός ἕως τοῦ τὸν αὐτὸν τρόπον τῆς ῥίφεως. Ἀντειπὼν πρὸς τὴν ὅλην ὑπόθεσιν τὴν λέγουσαν πᾶν τὸ κινοῦν καὶ αὐτὸ κινούμενον κινεῖν καὶ ἐλέγξας τέως αὐτὴν διά τε τοῦ μὴ κατὰ συμβεβηκὸς πᾶν κινούμενον κινεῖν καὶ διὰ μέσου διὰ τοῦ δεῖξαι εὔλογον τὸ εἶναί τι κινοῦν ἀκίνητον, ὅπερ μέλλει μετ’ ὀλίγον δι’ ἀποδεικτικῆς ἀνάγκης βεβαιοῦν, μέτεισιν ἐπὶ τὸ ἕτερον τμῆμα τῆς λεγούσης διαιρέσεως· εἰ πᾶν τὸ κινοῦν κινούμενον καὶ αὐτὸ κινεῖ ἢ κατὰ συμβεβηκὸς κινούμενον ἢ καθ’ αὑτό, ὧν τῷ κατὰ συμβεβηκὸς ἀδύνατον ἀκολουθοῦν ἐδείχθη τὸ μὴ εἶναι κίνησιν. εἰ δὲ μὴ κατὰ συμβεβηκός, φησίν, ἀλλ’ ἐξ ἀνάγκης κινεῖται τὸ κινοῦν, ὡς εἰ μὴ κινοῖτο, οὐκ ἂν κινοίη· δι’ ὧν ἐδήλωσε, τί τὸ καθ’ αὑτὸ σημαίνει, ὅτι τὸ οὕτως ἐξ ἀνάγκης, ὡς εἰ μὴ κινοῖτο, μὴ κινεῖν. ἐξ οὗ καὶ τὸ κατὰ συμβεβηκὸς ὁποῖόν ἐστι, δῆλον, ὅτι οὐκ ἀνάγκη, εἰ μὴ κινοῖτο, μὴ κινεῖν, ἀλλὰ δυνατὸν κινεῖν τὸ τοιοῦτον καὶ μὴ κινεῖσθαι. δείκνυσι δέ, ὅτι οὐδὲ ἐξ ἀνάγκης, τουτέστιν οὐδὲ καθ’ αὑτὸ κινούμενον, τὸ κινοῦν κινεῖ, διελὼν τὸ καθ’ αὑτὸ κινούμενον καὶ οὕτω κινοῦν εἴς τε τὰ τὸ αὐτὸ εἶδος τῆς κινήσεως, ἣν κινεῖ, κινούμενα (οἷον τὸ θερμαῖνον καὶ αὐτὸ θερμαίνεσθαι καὶ τὸ ὑγιάζον ὑγιάζεσθαι καὶ τὸ φέρον φέρεσθαι) καὶ εἰς τὰ μὴ τὸ αὐτό, ἀλλ’ ἕτερον (οἷον τὸ ὑγιάζον φέρεσθαι, τὸ δὲ φέρον αὐξάνεσθαι), καὶ δείξας ἄμφω ταῦτα ἀδύνατα, ἔχει λοιπὸν συνηγμένον, ὅτι οὐδὲ καθ’ αὑτὰ πάντως κινούμενα τὰ κινοῦντα κινεῖ. τὸ δὲ ἀλλὰ φανερὸν ὅτι ἀδύνατον προηγουμένως μὲν ἐπῆκται τῷ κατὰ ταὐτὸν εἶδος λέγοντι κινεῖν τε καὶ κινεῖσθαι τὸ κινοῦν, ὡς δῆλον ἐκ τοῦ δεῖ γὰρ μέχρι τῶν ἀτόμων διαιροῦντα λέγειν καὶ τῶν ἐφεξῆς, ἅπερ ἐπὶ τῶν κατὰ ταὐτὸν εἶδος τῆς κινήσεως κινούντων τε καὶ κινουμένων ἁρμόττει. διὰ μέσου δὲ τούτου τὸ ἀδύνατον δείξει καὶ τῷ κατ’ ἄλλο μὲν εἶδος κινοῦντι, κατ’ ἄλλο δὲ κινουμένῳ. δείξει γάρ, ὅτι καὶ τοῦτο ἐλεύσεται ἐπὶ τὸ κατὰ ταὐτὸν εἶδος κινοῦν τε καὶ κινούμενον. τὸ δὲ ἄτοπον τοῦ κατὰ ταὐτὸν εἶδος κινεῖν τε καὶ κινεῖσθαι ἐπὶ τῶν ἀτόμων μάλιστα φαίνεσθαί φησιν. εἰ γὰρ τὸ διδάσκον γεωμετρεῖν τὸ αὐτὸ τοῦτο, ὃ διδάσκει, μανθάνει, καὶ τὸ ῥιπτοῦν, ὅτε ῥιπτεῖ τὸν αὐτὸν τρόπον τῆς ῥίψεως ῥιπτεῖται, ἕπεταί τι ἄτοπον τὸ τὰ ἐναντία ἅμα εἶναι, ὃ μετ’ ὀλίγον ἐπάγει. εἰ γὰρ διδάσκων ἅμα καὶ μανθάνει τὸ αὐτό, | ἔχει τε ἅμα ἐπιστήμην τοῦ αὐτοῦ καὶ οὐκ ἔχει, καὶ τὸ ῥιπτοῦν ἅμα καὶ ῥιπτούμενον κατὰ τὸ αὐτὸ εἶδος ἐνεργείᾳ τε ἅμ ἔσται καὶ δυνάμει· τὸ μὲν γὰρ ῥιπτοῦν ἐνεργεῖ κατὰ τὸ εἶδος, τὸ δὲ ῥιπτούμενον πάσχει, καὶ τὸ μὲν ῥιπτικόν ἐστι, τὸ δὲ ῥιπτόν. μέχρι δὲ τῶν ἀτόμων εἶπεν δεῖν διαιροῦντα λέγειν οὐ τῶν κυρίως λεγομένων ἀτόμων, ἀλλὰ τῶν κατ’ εἶδος, ὡς ἀπὸ γένους διαιρουμένων, τῶν κατὰ τὸ αὐτὸ εἶδος κινούντων τε καὶ κινουμένων· τοιαῦτα γὰρ καὶ τὰ παραδείγματα· εἴ τι διδάσκει γεωμετρεῖν , τοῦτο διδάσκεσθαι γεωμετρεῖν τὸ αὐτό, ἢ εἰ ῥιπτεῖ ῥιπτεῖσθαι τὸν αὐτὸν τρόπον τῆς ῥίψεως. ἔτῃ γὰρ ταῦτα κινήσεως. p. 257a 3 Εἰ δὲ οὕτω μὲν μή, ἄλλο δὲ ἐξ ἄλλου γένους ἕως τοῦ ὧν τὸ μὲν μὴ ἔχειν, τὸ δὲ ἔχειν ἐπιστήμην ἀναγκαῖον. Ἐνδειξάμενος ἐκ τῶν παραδειγμάτων τὸ ἑπόμενον ἄτοπον τῇ ὑποθέσει τῇ λεγούσῃ πᾶν τὸ κινοῦν κινεῖσθαι κατὰ τὸ αὐτὸ εἶδος ὃ κινεῖ, καὶ μέλλων μετ’ ὀλίγον κοινὸν τὸ ἄτοπον ἐπάγειν, ἐπὶ τὸ ἕτερον τμῆμα μετέβη τὸ λέγον κινεῖσθαι μὲν πᾶν τὸ κινοῦν, μὴ τὴν αὐτὴν δὲ κίνησιν ἣν κινεῖ, ἀλλὰ ἄλλην· οἷον εἰ τὸ μὲν Α ὑπὸ τοὐ Β φέροιτο, τὸ δὲ Β φέρον τὸ Α αὔξοιτο ὑπὸ τοῦ Γ, τὸ δὲ Γ αὖξον τὸ Β ἀλλοιοῖτο ὑπὸ τοῦ Δ, καὶ τὸ Δ ἄλλην τινὰ κίνησιν ὑπ’ ἄλλου κινοῖτο. καὶ δείκνυσιν, ὅτι καὶ αὕτη ἡ ὑπόθεσις εἰς τὴν πρὸ αὐτῆς μεταβήσεται τὴν λέγουσαν πᾶν τὸ κινοῦν κινεῖσθαι τὴν αὐτὴν κίνησιν ἣν κινεῖ. προάγει δὲ τὸν λόγον ἐπ’ ἀξιώματι τῷ λέγοντι, πεπερασμένα εἶναι καὶ οὐκ ἄπειρα τὰ τῆς κινήσεως εἴδη· ἐν τρισὶ γὰρ ἦσαν αἱ κινήσεις, τόπῳ καὶ ποιῷ καὶ ποσῷ, καὶ ἐν ἑκάστῳ δὲ τούτων τὰ ὡς εἴδη ἄτομα πεπερασμένα· οὐ γὰρ ἄπειρα τὰ εἴδη τῶν κατὰ τόπον κινήσεων οὔτε τῶν ἀψύχων οὔτε τῶν ἐμψύχων· ὡρισμένοι γὰρ οἱ τόποι, εἴπερ γε ἕξ, καὶ ἔτι τῶν ζῴων αἱ φοραὶ τῶν μὲν πτῆσις καὶ νεῦσις, τῶν δὲ πεζῶν βάδισις, ἕρψις, εἴλυσις καὶ τὰ τοιαῦτα· ὡρισμέναι δὲ καὶ αἱ ἀλλοιώσεις, εἴπερ καὶ αἱ ποιότητες· αὗται δέ, εἴπερ αἰσθηταί· αἱ δὲ αἰσθήσεις γνώσεις πεπερασμένων· ἀλλὰ μὴν καὶ αἱ αὐξήσεις, ὅτι οὐκ ἣν ἐπ’ ἄπειρον αὔξεσθαι. τὸ οὖν Δ τὸ κινοῦν τὸ Γ ἤτοι οὐκέτι κινηθήσεται, εἰ ταῦτα εἴη μόνα τὰ εἴδη τῆς κινήσεως τῷ δεῖν τὸ κινοῦν ἄλλο εἶδος κινήσεως κινεῖσθαι, παρ’ ἣν αὐτὸ κινεῖ, μηκέτι δὲ εἰς ἄλλο εἶδος εἶναι μετάβασιν παρὰ τὰ εἰλημμένα, καὶ οὕτως ἢ κινήσει μὴ κινούμενον ἢ οὐδὲ κινήσει, μὴ κινοῦντος δὲ τούτου, οὐδὲ τὰ μετ’ αὐτὸ ἀν’ κινοῖτο, καὶ οὕτω πάλιν ἀναιρεθήσεται ἡ κίνησις. ἢ εἰ χρὴ αὐτὸ κινεῖσθαι, ἵνα κινῇ, κινηθήσεταί τινα κίνησιν, ἣν τὰ πρὸ αὐτοῦ κινεῖται, καὶ ἀνακάμψει πάλιν ἐπὶ τὰ αὐτὰ εἴδη τῆς κινήσεως· ὥστε τὸ Δ ἀλλοιοῦν τὸ Γ δεήσει φέρεσθαι, ἄν οὕτω τύχῃ, ὑπό τινος ἄλλου τοῦ E. ἀλλὰ τὸ τὸ ἀλλοιοῦν φέρεσθαι λέγειν πάλιν ταὐτόν ἐστι ποιεῖν τῷ τὸ κινοῦν τι τὸ αὐτὸ εἶδος λέγειν τῆς κινήσεως ἅμα κινεῖν τε καὶ κινεῖσθαι· τὸ γὰρ Α τὸ πρῶτον φερόμενον οὐδὲν μᾶλλον ὑπὸ τοῦ Β τοῦ προσεχῶς αὐτὸ κινοῦντος κινεῖται ἢ ὑπὸ τοῦ E τοῦ πρώτου, ἀλλὰ καὶ μᾶλλον ὑπ’ ἐκείνου. δέδεικται γάρ, ὅτι τὸ πρῶτον κινοῦν καὶ τὸ ἐγγυτέρω τοῦ πρώτου κινοῦντος μᾶλλον κινεῖ τὰ τελευταῖα τῶν προσεχῶς αὐτὰ κινούντων, ὅτι καὶ τούτοις παρ’ ἐκείνων ἡ αἰτία τοῦ κινεῖν. ἐπὶ τὸ αὐτὸ ἄρα ἐλεύσεται καὶ ἔσται ἅμα τὸ φέρον καὶ φερόμενον, εἰ τὸ Α τὸ φερόμενον κινεῖται ὑπὸ τοῦ Δ φερομένου καὶ αὐτοῦ ὑπὸ τοῦ Ε. τούτοις δὲ ἐπήγαγεν ὁ Ἀριστοτέλης ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον, διότι τὸ ἀδύνατον ἀκολουθεῖ πρώτως μὲν τοῖς κτὰ ταὐτὸν εἶδος ὑποθεμένοις κινεῖν τε καὶ κινεῖσθαι συνιούσης εἰς ταὐτὸ τῆς ἀντιφάσεως, διὰ μέσων δὲ τούτων καὶ τοῖς καθ’ ἕτερον εἶδος λέγουσι τὸ κινοῦν κινεῖσθαι. ἀνακάμπτει γὰρ καὶ αὕτη ἡ ὑπόθεσις πάλιν ἐπὶ τὴν κατὰ ταὐτόν, ὡς δέδεικται, καὶ λοιπὸν ἐπάγει κοινῶς τὸ ἑπόμενον ἀδύνατον τῷ οὕτως κινεῖν καὶ κινεῖσθαι, ὡς καθ’ αὑτὸ κινούμενον τὸ κινοῦν κινεῖν, εἴτε τὴν αὐτὴν κίνησιν κινούμενον εἴτε ἑτέραν. ἔστι δὲ τὸ ἀδύνατον, ὅτι τὸ μὲν κινοῦν ἐνεργείᾳ ὄν τι κινεῖ. τὸ δὲ κινούμενον δυνάμει, εἰ δὴ κατὰ ταὐτὸν εἴη κινοῦν τε καὶ κινούμενον, ἔσται ἅμα καὶ ἔχον ἐκεῖνο, καθ’ ὃ κεῖται κινεῖν τε καὶ κινεῖσθαι, καὶ μὴ ἔχον, ἔχον μὲν καθ’ ὅσον κινεῖ, μὴ ἔχον δὲ καθ’ ὅσον κινεῖται· τὸ γὰρ διδάσκον ἃ οἶδεν διδάσκει, καὶ τὸ θερμαῖνον θερμὸν ὂν θερμαίνει. εἰ δὴ ἅμα καὶ τὸ μὲν θερμαίνοιτο τὸ δὲ μανθάνοι, τὸ μὲν θερμαινόμενον οὐκ ἔσται θερμὸν ἤδη, τὸ δὲ μανθάνον οὔπω ἐπιστάμενοι · ὥστε ἅμα ἔσται ἐν τῇ ἀντιφάσει. εἰ δέ τις λέγει δύνασθαι τὸ θερμαινόμενον θερμαίνειν, οὗτος οὐ τὸ θερμαινόμενον λαμβάνει, ἀλλὰ τὸ δι’ οὗ θερμαίνει· τὸ γὰρ ἑαυτῷ θερμαῖνον, ὃ καὶ τοῖς μεταξὺ τοῦ θερμαίνειν παρέχει τὴν αἰτίαν, ἐνεργείᾳ τοιοῦτον ὂν θερμαίνει ἢ διδάσκει ἢ ὅλως κινεῖ· μηδενὸς γοῦν ὄντος τοιούτου, οὐδ’ ἄν τούτων τι κινοίη. ἔτι καὶ τὰ οὕτω θερμαίνοντα κατὰ συμβεβηκὸς κινούμενα κινεῖ· οὐ γὰρ τῷ θερμαίνεσθαι θερμαίνει, ἀλλὰ τῷ θερμότητα ἔχειν. ἐνδέχεται γοῦν αὐτὰ καὶ μὴ θερμαινόμενα θερμαίνειν. οὕτως δὲ ἔσται κατὰ συμβεβηκὸς τῷ κινεῖσθαι κινούμενα. οὐκέτι δὲ συντρέχει ἡ ἀντίφασις, εἰ μὴ εἴη κείμενον τὸ πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου κινεῖσθαι. καὶ γὰρ εἰ ἔνια ὑπὸ κινουμένων κινεῖται, ἀλλὰ τό γε πρῶτον αἴτιον τοῖς οὕτω κινοῦσί τε καὶ κινουμένοις οὐ κινούμενον κινεῖ. p. 257a 14 Ἕτι δὲ μᾶλλον τούτων ἄλογον ἕως τοῦ ἢ αὐτὸ ἢ ἑαυτὸ κινήσει. Δείξας πρῶτον ἀπὸ τῶν τῆς κινήσεως τρόπων τοῦ τε κατὰ συμβεβηκὸς καὶ τοῦ καθ’ αὑτό, καὶ τούτου τῶν τε κατὰ τὸ αὐτὸ εἶδος κινούντων τε καὶ κινουμένων καὶ τῶν καθ’ ἕτερον, ὅτι ἀδύνατόν ἐστι πᾶν τὸ κινοῦν ὑφ’ ἑτέρου καὶ αὐτὸ κινούμενον κινεῖν, νῦν ταὐτὸ τοῦτο καθολικώτερον δείκνυσι, καὶ διὰ τοῦτο μᾶλλον ἄλογον φαίνεσθαι τὸ οὕτω δεικνύμενόν φησιν, ὅτι τὰ καθόλου δεικνύμενα τῶν ἐπὶ μέρους ἐστὶν ἀναγκαστικώτερα. εἰ γὰρ πᾶν, φησί, τὸ κινοῦν κινούμενον κινεῖ, συμβήσεται τὸ κινοῦν καθ’ ὃ κινητικόν ἐστι καὶ κινητὸν εἶναι καὶ καθ’ ὃ κινεῖ κινεῖσθαι, καὶ τῇ αὐτῇ δυνάμει κινητικόν τε καὶ κινητὸν εἶναι, ὅπερ ἐστὶν ἀλογώτατον. εἰ γὰρ τὸ μὲν κινεῖν ποιεῖν τί ἐστι, τὸ δὲ κινεῖσθαι πάσχειν, ταῦτα δὲ ἀδύνατον ἅμα περὶ ταὐτὸν κτὰ ταὐτὸν ἐν τῷ αὐτῷ χρόνῳ εἶναι, ἀδύνατον ἂν εἴη πᾶν τὸ κινοῦν κινούμενον κινεῖν. καὶ πιστοῦται πάλιν τὸ καθόλου διὰ τῶν κατὰ μέρος παραδειγμάτων, ἐφ’ ὧν πρότερον ἐποιήσατο τὴν ἀπόδειξιν. οὐ γὰρ οἷόν τε τὸ αὐτό, καθ’ ὃ ὑγιαστικόν ἐστιν, ὑγιαστὸν εἶναι καὶ τὸ οἰκοδομικὸν οἰκοδομητόν. τοῦτο δὲ συμβαίνει τοῖς λέγουσι πᾶν τὸ κινοῦν κινούμενον κινεῖν· ἀλλ’ ἢ εὐθὺς αὐτοῖς συμβαίνει, ὅταν κατὰ ταὐτὸν εἶδος λέγωσι κινεῖν τε καὶ κινεῖσθαι, ἢ διὰ πλειόνων, ὅταν κατ’ ἄλλο μὲν εἶδος κινεῖν λέγωσιν οἷον κατὰ τὴν ὑγείαν ὑγιάζειν, κατ’ ἄλλο δὲ κινεῖσθαι ὡς κατὰ τὴν ἀλλοίωσιν ἀλλοιοῦσθαι· καὶ τούτοις γὰρ τὸ αὐτὸ ἀκολουθεῖ πάλιν τὸ κατὰ τὸ αὐτὸ λέγειν κινεῖν καὶ κινεῖσθαι. διοίσει δὲ τῷ διὰ πλειόνων μέσων εἰς τοῦτο καταντᾶν πεπερασμένων ὄντων τῶν εἰδῶν τῆς κινήσεως, ὡς δέδεικται πρότερον, εἴπερ τὸ ἔσχατον κινούμενον ὑπὸ τοῦ πρώτου κινοῦντος μᾶλλον κινεῖται ἢ ὑπὸ τοῦ προσεχοῦς. τούτοιν δὲ ἀμφοῖν, τοῦ τε κατὰ τὸ εἶδος καὶ τοὐ καθ’ ἕτερον, τὸ μὲν ἀδύνατόν ἐστι, φησί, τὸ δὲ πλασματῶδες. καὶ ὡς μὲν ὁ Ἀλέξανδρός φησιν “οὐ τοῦτο λέγει, ὅτι τὸ πλασματῶδες αὐτῶν οὐκ ἀδύνατον ἄμφω γὰρ ἀδύνατα· ἐπὶ γὰρ ταὐτὸν ἄτοπον ἄμφω πρόεισιν), ἀλλ’ ἔστιν ὃ λέγει, ὅτι τὸ μὲν ἀδύνατον αὐτῶν, τὸ δὲ πρὸς τῷ ἀδυνάτῳ καὶ πλασματῶδες καὶ ἀπίθανον. ἔστι δὲ τὸ ἄμφω ἔχον, τὸ κατ’ ἄλλο μὲν εἶδος κινήσεως ἀξιοῦν τὸ κινοῦν κινεῖν, κατ’ ἄλλο δὲ κινεῖσθαι ἐξ ἀνάγκης· ἄτοπος γὰρ ἡ ὑπόθεσις τὸ λέγειν ἐξ ἀνάγκης τὸ ἀλλοιοῦν τι ἀλλοιοῦν αὐξόμενον αὐτό, ἄλλως δὲ μὴ δύνασθαι.’’ οὕτω μὲν ὁ Ἀλέξανδρος. μήποτε δὲ κυριώτερον ὁ Ἀριστοτέλης ἐπεμέρισεν τὸ μὲν κατὰ τὸ αὐτὸ εἶδος ἀδύνατον εἰπών ἀδύνατον γὰρ τὸ ποιεῖν καὶ τὸ πάσχειν εἰς ταὐτὸν συνδραμεῖν)· τὸ δὲ κατ’ ἄλλο μὲν κινεῖσθαι κατ’ ἄλλο δὲ κινεῖν δυνατὸν μὲν ἄν ἦν, μὴ πεπερασμένων τῶν εἰδῶν τῆς κινήσεως, μηδὲ τοῦ πρώτου κινουμένου μᾶλλον ὑπὸ τοῦ πρώτου κινοῦντος κινουμένου ἢ ὑπὸ τοῦ προσεχοῦς. τὸ δὲ τὰ πεπερασμένα ἄπειρα ὑποθέσθαι πλασματῶδες ὄντως ἐστί, κενὰς μακαρίας ἀναπλάττοντος τὸ δύνασθαι ἄλλην κίνησιν ἀεὶ μετ’ ἄλλην λαμβάνειν. οὕτω δὲ καὶ τὴν καθολικὴν ἀπόδειξιν προαγαγὼν ὁ Ἀριστοτέλης, συμπέρασμα ἐπήγαγεν, ὅτι οὐκ ἄρα ἀνάγκη κινεῖσθαι τὸ κινούμενον ὑπ’ ἄλλου, καὶ τούτου κινουμένου, οὐ τοῦτο λέγων, ὅτι οὐκ ἀνάγκη ἀεὶ ὑπ’ ἄλλου κινεῖσθαι τὸ κινούμενον τὸ γὰρ κινούμενον ὑπ’ ἄλλου τινὸς δέδεικται κινούμενον), οὐδὲ ὅτι οὐχ ὑπ’ ἄλλου μέν τινος κινουμένου δὲ καὶ αὐτοῦ κινήσεται (δείξει γὰρ ὅτι ὑπὸ τοῦ αὐτοκινήτου κινεῖται), ἀλλ’ ὅτι οὐκ ἀνάγκη τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, καὶ αὐτοῦ ἀεὶ ὑπ’ ἄλλου κινουμένου. διὸ καὶ συνάγει λοιπὸν τὸ τὸ πρώτως κινοῦν ἢ ἀκίνητον εἶναι ἢ αὐτοκίνητον ἐξ αὑτοῦ καὶ μὴ ὑπ’ ἄλλου κινούμενον. κἂν γὰρ ᾖ τινα τὰ κινούμενα ὑπό τινων ἔξωθεν καὶ αὐτῶν κινουμένων, ὡς ὁ λίθος ὑπὸ τῆς βακτηρίας τῆς ὑπὸ χειρὸς κινουμένης, ἀλλ’ οὐκ ἐπ’ ἄπειρον τοῦτο τροελεύσεται, ἀλλὰ στήσεται, ὡς μηκέτι τὸ κινοῦν ὑπ’ ἄλλου κινεῖσθαι, ἀλλ’ ἡ ἀκίνητον εἶναι ἢ αὐτοκίνητον. “ Δεδειγμένου δὲ τοῦ μήτε κατὰ τὸ αὐτὸ εἶδος ἀεὶ κινούμενον τὸ κινοῦν κινεῖν μήτε καθ’ ἕτερον, εἵπετο, φησὶν ὁ Ἀλέξανδρος, τὸ τὸ πρώτως κινοῦν ἀκίνητον εἶναι, εἴπερ ἀνῄρηται τὸ πᾶν τὸ κινούμενον ὑπὸ κινουμένου κινεῖσθαι. ὁ δὲ τοῦ τὸ οὐδέπω λαμβάνει, ὡς μὴ προηγουμένως αὐτὸ δείξας.’’ μήποτε δὲ τοῦ μὴ ὑπ’ ἄλλου κινούμενον τὸ κινοῦν κινεῖν δεδειμένου, ἀλλ’ οὐχὶ τοῦ μὴ ὑπὸ κινουμένου ἁπλῶς, ἕπεται οὐχὶ τὸ ἀκίνητον μόνως εἶναι τὸ πρώτω κινοῦν, ἀλλ’ ἢ ἀκίνητον ἢ αὐτοκίνητον, ᾧ καὶ αὐτὸς προελθὼν ἐπέστησεν ὁ Ἀλέξανδρος. ἀπορήσοι δὲ ἄν τις, ὡς οἶμαι, τὴν τῶν στοιχείων μεταβολὴν ὁρῶν, πῶς ἀδύνατον τὸ τὸ κινούμενον ὑπὸ κινουμένου ἔξωθεν καὶ αὐτοῦ κινεῖσθαι· τὸ γὰρ γινόμενον πῦρ ὑπὸ πυρὸς γίνεται καὶ αὐτοῦ τὴν γένεσιν ἔχοντος ἐξ ἄλλου πυρὸς ἢ ὑπὸ ἀέρος παρατριβομένου καὶ ἐξαπτομένου. καὶ γὰρ δέδεικται ἐν τῇ Περὶ γενέσεως, ὅτι ἐξ | ἀλλήλων ἀεὶ γίνεται τὰ στοιχεῖα ἀνακυκλούμενα. ὥστε τὸ κινούμενον πᾶν ἐν τοῖς ὑπὸ σελήνην ὑπὸ κινουμένου καὶ αὐτοῦ ἔξωθεν κινεῖσθαι, ἐπ’ ἄπειρον ἀεὶ κατὰ κύκλον προιούσης τῆς τοιαύτης κινήσεως, ὥσπερ καὶ τῆς γενέσεως, κἄν πεπερασμένα ᾖ τὰ τῆς κινήσεως εἴδη. μήποτε οὖν ῥητέον πρὸς ταῦτα, ὅτι νῦν ὁ λόγος οὐ τὸ ὑλικὸν αἴτιον τῆς γενέσεως ζητεῖ, καθ’ ὃ ἐξ ἀλλήλων γίνεται, ἀλλὰ τὸ ποιητικόν, καθ’ ὃ ὑπ’ ἀλλήλων. τὸ οὖν γινόμενον πῦρ ὑπὸ πυρὸς ἤδη ὄντος καὶ οὐ γινομένου πυρὸς γίνεται, ὥστε οὐχ ὑπὸ κινουμένου ἔξωθεν κινεῖται, τὸ δὲ ὑπὸ τοῦ παρατριβομένου ἀέρος ἐξαπτόμενον πῦρ κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτὸ γίνεται· πᾶν γὰρ τὸ καθ’ αὑτὸ ποιοῦν ὅμοιον ἑαυτῷ ποιεῖ τὸ γινόμενον. p. 257 a 27 Ἀλλὰ μὴν καὶ εἴ γε δέοι σκοπεῖν ἕως τοῦ λαβοῦσιν ἄλλην ἀρχήν. Δείξας ὅτι τὸ πρῶτον κινοῦν ἢ ἀκίνητον ἢ αὐτοκίνητον εἶναι ἀνάγκη, εἴπερ μὴ ἀεὶ ὑπὸ κινουμένου ἔξωθεν κινεῖται τὸ κινούμενον, νῦν τέως ὅτι τὸ αὐτοκίνητον ἀρχὴ κινήσεως ἐστιν ἤπερ τὸ ὑπ’ ἄλλου κινούμενον καὶ οὕτω κινοῦν, δείκνυσιν διὰ τοιούτου τινὸς συλλογισμοῦ· τὸ αὐτοκίνητον καθ’ αὑτὸ αἴτιον κινήσεως, ὥσπερ τὸ ὑπ’ ἄλλου κινούμενον καὶ ταύτῃ κινοῦν καθ’ ἕτερον· τὸ καθ’ αὑτὸ αἴτιον κινήσεως πρότερον καὶ ἀρχικώτερόν ἐστι τοῦ καθ’ ἕτερον. καὶ ὅτι μὲν τὸ αὐτοκίνητον καθ’ αὑτὸ αἴτιον τοῦ κινεῖσθαι, εἴπερ ἐξ ἑαυτοῦ καὶ τὸ κινεῖν ἔχει καὶ τὸ κινεῖσθαι, πρόδηλον· καθ’ ἕτερον δὲ τὸ ὑπ’ ἄλλου κινούμενον, ἵνα κινήσῃ. ὅτι δὲ τὸ καθ’ αὑτὸ αἴτιον κινήσεως τοῦ καθ’ ἕτερον ἀρχικώτερον καὶ αἰτιωδέστερόν ἐστι, καὶ τοῦτο δῆλον. τοῦ γὰρ ῾καθ’ ἕτερον’ διχῶς λεγομένου ἢ κατὰ συμβεβηκὸς ἢ δι’ ἄλλο, οὔτε τὸ κατὰ συμβεβηκός ἐστι μὴ προτερεύοντος τοῦ καθ’ αὑτό, οὔτε τὸ δι’ ἄλλο μὴ πρότερον ὄντος τοῦ δι’ αὑτό, ὅπερ ἐστὶ τὸ καθ’ αὑτό. ὥστε τὸ αὐτοκίνητον πρῶιον αἴτιον καὶ ἀρχὴ τῶν κινούντων τε καὶ κινουμένων. ζητῶν δὲ ἐφεξῆς, πῶς τοῦτο κινεῖ ἑαυτὸ ἐκ τῆς διαιρέσεως αὐτοῦ τῆς εἰς τὸ κινοῦν καὶ κινούμενον εὑρήσει τε καὶ δείξει πάλιν τὸ πρῶτον κινοῦν ἀκίνητον. ἄλλην δὲ ἀρχὴν λαμβάνειν λέγει τὴν ὅτι πᾶν τὸ κινούμενον διαιρετόν ἐστιν, ἣν ἀπέδειξε μὲν ἐν τῷ πέμπτῳ βιβλίῳ ταύτης τῆς πραγματείας, οὐ μέντοι ταύτῃ προσεχρήσατο ἐν τοῖς προλαβοῦσιν, ἀλλὰ τῇ λεγούσῃ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι καὶ τῇ πᾶν τὸ κινούμενον ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν κινεῖσθαι. διὰ τοῦτο οὖν εἶπεν λαβοῦσιν ἄλλην ἀρχήν. ζητεῖ δέ, πῶς τὸ αὐτοκίνητον κινεῖται καὶ τίς ὁ τρόπος αὐτῷ τῆς κινήσεως, εὑρίσκων ἐκ τούτου, ὅτι τῶν ὄντων τὰ μέν ἐστιν ἀκίνητα, τὰ δὲ ἀεικίνητα, τὰ δὲ ποτὲ μὲν κινούμενα ποτὲ δὲ ἠρεμοῦντα. p. 257a33 Ἀναγκαῖον δὴ τὸ κινούμενον ἅπαν ἕως τοῦ ὅτι πᾶν τὸ κινούμενον καθ’ αὑτὸ συνεχές. Ἐν τῷ πέμπτῳ ταύτης τῆς πραγματείας ἔδειξεν, ὅτι πᾶν τὸ κινούμενον καθ’ αὑτὸ συνεχές τέ ἐστι καὶ διαιρετόν. ἐδείχθη δὲ τῷ τὸ κινούμενον μήτε ἐν τούτῳ εἶναι, εἰς ὃ κινεῖται, μήτε ἐν τούτῳ ἔτι, ἐξ οὗ κινεῖται, ἀλλὰ τὸ μέν τι αὐτοῦ ἐν τούτῳ, τὸ δὲ ἐν ἐκείνῳ, τὸ δὲ τοιοῦτον διαιρετόν. τοῦτο οὖν ἀρχὴν νῦν ποιεῖται τῆς περὶ τοῦ αὐτοκινήτου ζητήσεως. ἔνεστι δὲ καὶ ἐντεῦθεν συλλογίζεσθαι, ὅτι ἐπειδὰν μὲν ἐν τοῖς Περὶ φύσεως εἰρῆσθαί τι αὐτῷ λέγῃ, τὰ πέντε λέγει τὰ πρῶτα τῆσδε τῆς πραγματείας βιβλία· ἐπειδὰν δὲ ἐν τοῖς Περὶ κινήσεως, τὰ τρία ἄν λέγοι τὰ τελευταῖα. p. 257b2 Ἀδύνατον δὴ τὸ αὑτὸ κινοῦν ἕως τοῦ καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγείαν. ῾Ο μὲν οὖν Εὔδημος προιστορήσας, ὅτι τὸ αὑτὸ κινοῦν ὑπὸ Πλάτωνος διεδόθη, διαιρεῖ πρῶτον τοὺς τρόπους, καθ’ οὓς ἐνδέχεταί τι αὐτοκίνητον λέγεσθαι, γράφων οὕτως· ‘ἤτοι γὰρ ὅλον ὅλον κινεῖ ἢ μέρος ὅλον ἢ ἀνάπαλιν, ἢ μέρος μέρος. κινεῖν δὲ λέγομεν πρώτως τὸ αὑτῷ κινεῖν οὐ τὸ ἑτέρῳ καὶ τὸ δι’ αὑτὸ καὶ οὐ δι’ ἄλλο.” καὶ οὕτω τοὺς τρεῖς τρόπους καθ’ ἕκαστον ἀνελὼν μόνον δείκνυσιν αὐτοκίνητον δυνάμενον εἶναι τὸ μέρει μὲν κινοῦν, μέρει δὲ κινούμενον, καὶ τούτου τὸ ἔχον ἐν αὑτῷ τὸ μέν τι κινοῦν ἀκίνητον ὂν καθ’ αὑτό, τὸ δὲ κινούμενον. ὁ δέ γε Ἀριστοτέλης οὐ προσέλαβε μὲν τὴν διαίρεσιν ταύτην, προελθὼν δὲ τίθησιν αὐτὴν συντόμως, ὅταν λέγῃ· “τὸ γὰρ ὅλον εἰ κινεῖται αὐτὸ ὑφ’ ἑαυτοῦ, ἤτοι ὑπὸ τῶν αὐτοῦ τινος κινήσεται ἢ ὅλον ὑπὸ ὅλου.’’ νῦν δὲ εὐθὺς ἕνα ἕκαστον προχειριζόμενος τῶν τρόπων τὰ ἑπόμενα ἄτοπα δείκνυσι. καὶ πρῶτον τὸ τὸ ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι διὰ παραδειγμάτων ἀπεμφαῖνον δείξας, ἐφεξῆς ὅτι ἀδύνατόν ἐστιν ἐπιδείκνυσι. τὰ δὲ παραδείγματα · φέροι γὰρ ἄν, φησίν, ὅλον καὶ φέροιτο τὴν αὐτὴν φοράν, ἓν ὂν καὶ ἄτομον τῷ εἴδει, ἢ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε διδάσκοι ἄν καὶ μανθάνοι ἅμα, καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγείαν· ἅπερ ὁ Εὔδημος διὰ τῶν αὐτῶν ὀνομάτων σαφέστερα πεποίηκε γράφων οὕτως· “ἆρα οὖν ἐνδέχεται φέρειν ὅλον ὅλον εἰπεῖν ἐπὶ τοῦ ὤμου, καὶ ἅμα τὸ αὐτὸ καὶ ἓν ἐπὶ τοῦ ὤμου φέρεσθαι καὶ εἶναι καὶ ἐπὶ τοῦ ὤμου φέρειν καὶ ἔχειν; ἢ τοῦτο μὲν οὐχ οἷόν τε, θερμαίνεσθαι δὲ ὅλον ὑφ’ ὅλου; καὶ πῶς; τὸ μὲν γὰρ θερμαῖνον θερμαίνει θερμὸν δηλονότι ὄν, τὸ δὲ θερμαινόμενον εἰς τὸ θερμὸν μεταβάλλει· εἰς ὃ δὲ μεταβάλλει, οὔπω ἐστὶν ἐκεῖνο, ἅμα | δὲ εἶναι τὸ αὐτὸ θερμόν τε καὶ μὴ θερμὸν ἀδύνατον.’’ “Τῷ δὲ ἓν ὄν προσέθηκεν ὁ Ἀριστοτέλης τὸ καὶ ἄτομον τῷ εἴδει, ἤτοι, ὥς φησιν ὁ Ἀλέξανδρος, καὶ αὐτὸ ἐπὶ τοῦ κινουμένου λεγόμενον, ὥσπερ καὶ τὸ ἓν ὄν, ὡς ἴσον δυνάμενον τῷ ἓν τὸ ἐν ἀτόμῳ εἴδει· τὸ γὰρ ἐν ἀτόμῳ εἴδει ὂν κατὰ ἀριθμόν ἐστιν ἕν. ἢ τὸ μὲν ἐπὶ τοῦ κινουμένου εἴρηται, τὸ δὲ ἄτομον τῷ εἴδει ἐπὶ τῆς κινήσεως, ἵνα ᾖ τὸ ἑξῆς· κινήσει καὶ κινηθήσεται ἅμα ἓν ὂν τὴν αὐτὴν φορὰν καὶ ἄτομον τῷ εἴδει.” ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος μήποτε ἄμεινον ἄμφω τό τε ἓν ὂν καὶ τὸ ἄτομον τῷ εἴδει, ἐφ’ ὅλου τοῦ αὐτοκινήτου ἀκούειν, τὸ δὲ ἄτομον τῷ εἴδει δηλοῦν, ὅπως εἴρηται τὸ ἓν ὄν, ὅτι οὐκ ἀριθμῷ ἓν ἀλλ’ εἴδει ἕν, τοῦ ἀτόμου ἀντὶ τοῦ ἑνὸς εἰλημμένου. τὸ γὰρ ὅλον φέρον ἑαυτὸ καὶ ὅλον φερόμενον, καὶ ἀλλοιοῦν καὶ ἀλλοιούμενον τῷ εἴδει ἐστὶν ἕν, ἀλλ’ οὐχὶ τῷ ἀριθμῷ, ὡς ὁδὶ ὁ χαμαιλέων, εἰ τύχοι, ὁ ἄτομος ἑαυτὸν χρωματίζων. ἐφιστάνω δὲ καί, πῶς ὁ Ἀλέξανδρος τὸ ἐν ἀτόμῳ εἴδει ὂν κατὰ ἀριθμὸν ἓν εἶναί φησι. τὸ μὲν γὰρ ῾ἐν ἀτόμῳ’ τὸ ἓν σημαίνειν ὁμολογῶ, ἄλλο μέντοι φημὶ τὸ κατ’ ἀριθμὸν ἓν εἶναι καὶ ἄλλο τὸ κατὰ ἕδος, καὶ ἀσφαλῶς τὸν Ἀριστοτέλη δηλῶσαι, πῶς εἶπεν τὸ ἓν ὄν, ὅτι οὐ κατ’ ἀριθμόν, ἀλλὰ κατ’ εἶδος. τὸ δὲ αὐτὸ καὶ πρὸ ὀλίγου ἐσήμανεν εἰπών· “δεῖ γὰρ μέχρι τῶν ἀτόμων διαιροῦντα λέγειν,’’ ἄτομα καὶ ἐκεῖ τὰ ἔσχατα εἴδη λέγων, ἀλλ’ οὐ τὰ κατ’ ἀριθμὸν ἀφοριζόμενα. καλῶς δὲ ὑγιάζειν καὶ ὑγιάζεσθαι τὴν αὐτὴν ὑγείαν εἶπεν· εἰ μὲν γὰρ ἄλλο τὸ ὑγιάζον ἦν, καὶ ἄλλο τὸ ὑγιαζόμενον, ἄλλη ἂν ἦν ἡ ἐν τῷ ἐνεργοῦντι ὑγεία καὶ ἄλλη ἡ ἐν τῷ πάσχοντι. ἐπειδὴ δὲ τὸ αὐτό ἐστι τὸ ὑγιάζον καὶ ὑγιαζόμενον, καὶ ἡ ὑγεία μία ἄν καὶ ἡ αὐτὴ εἴη. τοῦτο δὲ ἄτοπον τὴν αὐτὴν ἐνεργητικήν τε καὶ παθητικὴν εἶναι, ὅπερ ἐφεξῆς σαφέστερον ἀποδείκνυσιν. p. 257b6 ἔτι διώρισται ὅτι κινεῖται τὸ κινητὸν ἕως τοῦ τὸ μὲν ἄρ κινεῖ τὸ δὲ κινεῖται τοῦ αὐτὸ αὑτὸ κινοῦντος. ῾Υποδείξας ἀπεμφαίνοντα τὸν λόγον τὸν λέγοντα ὅλον τι ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι νῦν ὅτι καὶ ἀδύνατόν ἐστι τοῦτο, ὡς προεῖπεν, ἀποδείκνυσι. δείκνυσι δὲ αὐτὸ τῷ τῆς κινήσεως ὁρισμῷ προσχρώμενος καὶ τῷ τοῦ κινουμένου. κινούμενον γάρ φαμεν τὸ κινητὸν καὶ ἔτι ἐν τῷ δυνάμει ὂν καὶ εἰς ἐντελέχειαν βαδίζον τὴν τελείαν, ἐπειδὴ ἡ κίνησις, κἂν ἐντελέχεια τοῦ κινητοῦ ᾖ, ἀλλὰ ἀτελὴς ἐντελέχεια ὡς ἔτι ἐν τῷ δυνάμει ὄντος τοῦ κινουμένου, τὸ μέντοι κινοῦν ἐνεργείᾳ ‘ἔστιν ἤδη. τὸ γὰρ θερμαῖνον θερμὸν εἶναι χρὴ κατ’ ἐνέργειαν, καὶ τὸ μεταδιδὸν ἄλλῳ τινός, ὅπερ αὐτὸς γεννᾶν εἶπεν, αὐτὸ πρότερον ἔχειν ἐκεῖνο, οὗ μεταδίδωσι. τούτων οὖν ἐναργῶν ὄντων, ἐὰν ὅλον τι ὑφ’ ὅλου ἑαυτοῦ θερμαίνηται, καθ’ ὅσον μὲν θερμαίνει, θερμὸν ἤδη ἐστὶν ἐνεργείᾳ, καθ’ ὅσον δὲ θερμαίνεται καὶ ἐπὶ τὸ θερμὸν εἶναι βαδίζει, δυνάμει μόνον ἔχον τοῦτο τέως οὔπω θερμόν ἐστιν, ὥστε ἅμα τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ θερμὸν ἔσται καὶ οὐ θερμόν, ὅπερ ἀδύνατον, εἴπερ ἀδύνατόν ἐστι τὸ τὴν ἀντίφασιν συναληθεύειν. ὡς δὲ καὶ ἐπὶ τοῦ θερμοῦ οὕτω καὶ ἐπὶ τῶν ἄλλων κινήσεων, ἐφ’ ὧν τὸ κινοῦν συνώνυμον ἴσχει ἑαυτῷ τὸ κινούμενον, οἷον τὸ φέρον φέρεσθαι ποιεῖ καὶ τὸ αὖξον αὔξεσθαι καὶ τὸ ἐπιστῆμον ποιεῖ ἐπιστῆμον, ἀνάγκη τὴν ἀντίφασιν συναληθεύειν, εἰ αὐτό τι ὑφ’ ἑαυτοῦ κινοῖτο. εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατόν τι ὅλον ὑφ’ ὄλου ἑαυτοῦ κινεῖσθαι. συνάγεται δὲ καὶ ἐν δευτέρῳ σχήματι τὸ ἀδύνατον οὕτω · πᾶν τὸ κινούμενον, καθ’ ὃ κινεῖται, ἀτελές· οὐδὲν κινοῦν, καθ’ ὃ κινεῖ, ἀτελές· οὐδὲν ἄρα κινοῦν, καθ’ ὃ κινεῖ, κινεῖται. προαγαγὼν δὲ ἐπὶ τοῦ θερμοῦ τὸν λόγον ὁ Ἀριστοτέλης ἐπήγαγεν ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον, ὅσων τὸ κινοῦν ἀνάγκη ἔχειν τὸ συνώνυμον, τουτέστιν εἰς συνώνυμον αὑτῷ ἄγειν τὸ κινούμενον ὑπ’ αὐτοῦ, οἷον τὸ θερμαῖνον θερμὸν ὂν θερμὸν ποιεῖν τὸ θερμαινόμενον καὶ τὸ διδάσκον ἐπιστῆμον ὂν ἐπιστῆμον ποιεῖν τὸ διδασκόμενον. τοῦτο δὲ λέγει, ἐπεὶ μὴ πάντα τὰ ποιοῦντα ὅμοια αὑτοῖς ποιεῖ· ἡ γὰρ μάστιξ τοὺς μώλωπας ποιεῖ οὐκ ἔχουσα αὐτὴ μώλωπας. Διαιρεῖ δὲ ὁ Θεόφραστος ἐν τρίτῳ τῶν Φυσικῶν ἢ Περὶ Φανοῦ τὰ γινόμενα οὕτως· “ἢ γὰρ ὑπὸ ὁμοίου γίνεται, φησίν, ὡς ἄνθρωπος ὑπὸ ἀνθρώπου καὶ θερμὸν ὑπὸ θερμοῦ, ἢ ὑπὸ ἐναντίου, ὡς ὁρῶμεν τοὺς κεραυνοὺς καὶ τὰς ἀστραπάς· ὑπὸ γὰρ ψυχρότητος ἡ τούτου τοῦ πυρὸς ἐν τῷ ἀέρι γένεσις ἀθροίζοντος εἰς ἓν τὸ ἐν αὐτοῖς θερμὸν καὶ ἐκπυροῦντος. ἢ τρίτον ὑπὸ ἐντελεχείᾳ ὅλως ὄντος, ὡς καὶ ὁ μώλωψ· ὑπὸ γὰρ ἐντελεχείᾳ οὔσης τῆς μάστιγος γίνεται, οὔτε δὲ ὁμοίας ἔτι οὔτε ἐναντίας τῷ γινομένῳ. καὶ τὰ ὑπὸ τοῦ ἡλίου δέ, φησί, γινόμενα ὑπὸ ἐντελεχείας γίνεται· καὶ γὰρ αὐτὸς οὕτε ὅμοιος οὔτε ἐναντίος τοῖς γινομένοις ὑπ’ αὐτοῦ.’’ ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος, ὅτι ὑπὸ ἐντελεχείας λέγεται γίνεσθαι τὰ ὑπὸ τῆς μάστιγος ἀντὶ τοῦ ὑπὸ ἐνεργείας καὶ πληγῆς, καὶ δῆλον δὲ ὅτι καὶ τὰ ἄλλα πάντα τὰ γινόμενα ὑπὸ ἐντελεχείας γίνεται, εἴτε τὸ ἐνεργείᾳ εἶναι, ὅ ἐστιν, εἴτε τὴν ἐνέργειαν δηλοῖ ἡ ἐντελέχεια. μήποτε οὖν ὡς τῶν μὲν ἄλλων καὶ ἰδίῳ τινὶ χαρακτῆρι κρατουμένων, τούτων δὲ μόνον τὸ ἐνεργεῖν ἐχόντων, οὕτως ὠνόμασεν αὐτά. ἐφιστάνειν δὲ ἀξιῶ τῇ τῶν ποιούντων καὶ γινομένων διαιρέσει, μήποτε πάντα τὰ καθ’ αὑτὸ ποιοῦντα καὶ γινόμενα φυσικῶς ὅμοια ποιεῖ καὶ ὅμοια γίνεται. ἐκ μὲν γὰρ τῶν ἐναντίων ὡς ἐξ ὕλης γίνεται πάντως τὰ γινόμενα, ὑπὸ δὲ τῶν ἐναντίων ὡς ὑπὸ ποιητικῶν αἰτίων οὐδὲν | γίνεται καθ’ αὑτό. δρᾷ μὲν γὰρ εἰς ἄλληλα τὰ ἐναντία, γίνεται δὲ οὐ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου, ἀλλὰ τὸ ὅμοιον. καὶ τοῦτο καὶ τῷ Ἀριστοτέλει δοκεῖ ἐν πρώτῳ τῆς Περὶ γενέσεως γράφοντι οὕτως· “διὸ καὶ εὔλογον ἤδη τό τε πῦρ θερμαίνειν καὶ τὸ ψυχρὸν ψύχειν, καὶ ὅλως τὸ ποιητικὸν ὁμοιοῦν αὑτῷ τὸ πάσχον· τό τε γὰρ ποιοῦν καὶ τὸ πάσχον ἐναντία ἐστί, καὶ ἡ γένεσις εἰς τοὐναντίον, ὥστε ἀνάγκη τὸ πάσχον εἰς τὸ ποιοῦν μεταβάλλειν.’’ καὶ τὸ πῦρ δὲ ὑπὸ τοῦ ψυχροῦ κατὰ συμβεβηκὸς γίνεται καὶ οὐ καθ’ αὑτό· οὐ γὰρ καθ’ ὃ ψυχρὸν πυρός ἐστι ποιητικόν, ἀλλὰ καθ’ ὃ ψυχρὸν πυκνοῖ καὶ συνάγει τὰ τέως ἐσκορπισμένα πυρὰ καὶ παρατριβόμενα ἀλλήλοις ἔτι μᾶλλον ἐκπυροῦσθαι ποιεῖ, μεταβάλλοντα εἰς ἑαυτὰ τὰ πλησιάζοντα, καὶ ἡ μάστιξ δὲ καθ’ αὑτὸ μὲν ὅμοιον ἑαυτῇ τύπον ἐμποιεῖ τῷ μαστιζομένῳ, βιαίως ἐπωθοῦσα διὰ τὴν κίνησιν. οἱ δὲ μώλωπες κατὰ συμβεβηκὸς ἐπιγίνονται συχνῶν μικρῶν ἀγγείων ῥηγνυμένων καὶ χεομένου τοῦ αἵματος ἔνδον. εἰ οὖν ταῦτα ἀληθῆ λέγω, ἔοικεν ὁ Ἀριστοτέλης τὸ ὅσων τὸ κινοῦν ἀνάγκη ἔχειν τὸ συνώνυμον κινούμενον εἰπεῖν ἀντὶ τοῦ ῾ ὅσα καθ’ αὑτὸ κινεῖ’, ὡς ἀπὸ τεκμηρίου τοῦ συνωνύμου δηλῶν αὐτὸ καὶ ἐπὶ τούτων βουλόμενος τὴν ἀντίφασιν συναληθεύειν, εἴ τις αὐτό τι ὑφ’ ἑαυτοῦ λέγοι κινεῖσθαι, ἀλλ’ οὐκ ἐπὶ τῶν κατὰ συμβεβηκὸς κινούντων τε καὶ κινουμένων. δείξας δέ, ὅτι ἀδύνατον αὐτοκίνητόν τι εἷναι οὕτως, ὡς ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι, καὶ συνεπεράνατο, ὅτι εἴπερ ὅλως ἔστι τι αὐτοκίνητον, ἀνάγκη τὸ μέν τι αὐτοῦ κινεῖν, τὸ δὲ κινεῖσθαι. p. 257b13 “Οτι δὲ οὐκ ἔστι τὸ αὐτὸ αὑτὸ κινοῦν οὕτως ἕως τοῦ ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ. Συμπερανάμενος ἱεῖ ἔστι τι αὐτοκίνητον, ἀνάγκη τὸ μέν τι αὐτοῦ κινεῖν, τὸ δὲ κινεῖσθαι’ δέδωκε πάλιν ἡμῖν καὶ τούτου τὴν διαίρεσιν ἐννοεῖν. εἰ γὰρ τὸ μέν τι κινεῖ τὸ δὲ κινεῖται, ἢ μέρος μὲν κινεῖ τὸ δὲ ὅλον κινεῖται, ἢ τὸ μὲν ὅλον κινεῖ μέρος δὲ κινεῖται, ἢ μέρος μέν τι κινεῖ, μέρος δὲ κινεῖται. διαιρεῖ δὲ καὶ τοῦτο ὁ Εὔδημος οὕτως· “τὸ γὰρ κινοῦν, φησί, μέρος ἢ ἀκίνητον ὂν κινήσει ἡ κινούμενον· ἀλλ’ εἰ μὲν ἀκίνητον, δέδεικται ὃ βουλόμεθα, ὅτι τὸ αὐτοκίνητον σύγκειται ἐκ κινουμένου καὶ ἀκινήτου τοῦ κινοῦντος. εἰ δὲ τὸ κινοῦν μέρος κινούμενον καὶ αὐτὸ κινεῖ, ἐπειδὴ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται καὶ τοῦτο ὑπό τινος κινηθήσεται, οὐκοῦν ἔξωθεν μὲν οὐχ οἷόν τε εἶναι τὸ κινοῦν αὐτό· οὐ γὰρ ἂν ἔτι ὑφ’ ἑαυτοῦ λέγοιτο κινεῖσθαι τὸ ὅλον, ἀλλ’ ὑπ’ ἄλλου τοὐ τὸ κινοῦν αὐτὸ μέρος κινοῦντος· ὑπό τινος ἄρα τῶν ἐν τῷ αὐτοκινήτῳ κινήσεται. ἢ οὖν ὑπό τινος τῶν ἑαυτοῦ μορίων κινήσεται τὸ κινοῦν μέρος ἢ ὑπὸ τοῦ κινουμένου. καὶ τοῦτο πάλιν τὸ κινοῦν ἢ ἀκίνητον ὂν κινεῖ, καὶ ἔσται τὸ πρώτως κινοῦν ἀκίνητον, ἢ κινούμενον· καὶ πάλιν ἢ ὑπὸ μέρους ἑαυτοῦ ἢ ὑπὸ τοῦ κινουμένου. ἀνταναιροῦντες δέ, φησὶν ὁ Εὔδημος, οὕτως ἥξομέν ποτε εἰς τὰ πρώτως κινοῦντα· ταῦτα δὲ ἦν, ἃ μὴ τινὶ ἐκίνει, ἀλλ’ ὅλα ὅλοις· οὐ γὰρ ἐνδέχεται τὴν ἀνταναίρεσιν ἄπειρον εἶναι· οὐ γὰρ ἂν κινοῖντο μὴ ὄντος πρώτου. δέδεικται δέ, ὅτι ὅλον ὑπὸ ὅλου ἀδύνατον κινεῖσθαι ἑαυτοῦ· ὥστε ἀνάγκη τὸ πρώτως κινοῦν ἀκίνητον ὂν κινεῖν.’’ οὕτω μὲν οὗν ὁ Εὔδημος διαιρεῖ· ὁ δὲ Ἀριστοτέλης πρῶτον ἀναιρεῖ τὸ μόριον μέν τι κινεῖν, μόριον δέ τι κινεῖσθαι οὕτως, ὥστε καὶ τὸ κινούμενον κινεῖν πάλιν τὸ κινοῦν αὐτὸ καὶ τὸ κινοῦν κινεῖσθαι ὑπὸ τοῦ κινουμένου ὑπ’ αὐτοῦ· συμβαίνει γὰρ οὕτως ἑκάτερον ὑφ’ ἑκατέρου κινεῖσθαι ὑπό τε τοῦ κινουμένου ὑπ’ αὐτοῦ καὶ ὑφ’ ἑαυτοῦ. εἰ γὰρ τὸ Α κινεῖ τὸ Β, τὸ δὲ Β κινεῖ τὸ Α, καὶ ὑφ’ ἑαυτοῦ ἄρα κινεῖται τὸ Α καὶ μᾶλλον ἢ ὑπὸ τοὐ Β· μᾶλλον γὰρ ὑπὸ τοῦ πρώτου κινοῦντος κινεῖται τὸ κινούμενον ἢ ὑπὸ τοῦ προσεχοῦς, ὡς δέδεικται πρότερον. ταύτην οὖν ἐλέγχει τὴν ὑπόθεσιν ὁ Ἀριστοτέλης πρώτην εἰς ἀδύνατον ἀπάγων αὐτὴν τὸ μηδὲν ἔσεσθαι πρῶτον κινοῦν, ὡς τὸ μὲν εἶναι κινοῦν αὐτῶν, τὸ δὲ κινούμενον ὑπ’ ἐκείνου. ἔδει γάρ, <εἴ> μὴ ὅλον αὐτὸ αὑτὸ κινεῖ, τὸ μέν τι εἷναι κινοῦν πρώτως, τὸ δὲ ὑπ’ ἐκείνου κινούμενον· ὅτι δὲ μηδὲν ἔσται πρώτως κινοῦν ἐν τῷ οὕτως αὐτοκινήτῳ, δείκνυσιν ἐκ τοῦ ἑκάτερον τῶν μορίων πρῶτον εὑρεθήσεσθαι κινοῦν· εἰ δὲ πάντα πρῶτα ὁμοίως, οὐδὲν ἄν εἴη πρῶτον. ὅτι δὲ ἑκάτερον πρῶτον, δείκνυσιν ἐκ τοῦ ἑκάτερον μὴ μόνον τὸ ἕτερον κινεῖν, ἀλλὰ καὶ ἑαυτό, καὶ μᾶλλον ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἢ ὑπὸ τοῦ κινουμένου ὑπ’ αὐτοῦ. τὸ δὲ μᾶλλον κινοῦν τὸ πρῶτον κινοῦν ἐστιν. ὅτι δὲ καὶ ἑαυτὸ κινεῖ ἑκάτερον, δείκνυσι διὰ τοῦ τὸ γὰρ πρότερον αἰτιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου [μὲν ᾧ] καὶ κινήσει μᾶλλον. εἰ γάρ, ὡς εἴρηται, τὸ μὲν Α κινεῖ τὸ Β, τὸ δὲ Β κινεῖ τὸ Α, ἔσται τὸ Α τὸ πρῶτον κινοῦν καὶ ἑαυτὸ κινοῦν, καὶ μᾶλλον ἢ ὑπὸ τοῦ Β κινεῖται· ὁμοίως δὲ καί, εἰ τὸ Β κινεῖ τὸ Α, τὸ δὲ Α κινεῖ τὸ Β, τὸ Β πάλιν πρῶτον κινοῦν καὶ ἑαυτὸ κινήσει, καὶ μᾶλλον ἢ τὸ Α τὸ προσεχῶς αὐτὸ κινοῦν, ὥστε ἑκάτερον καὶ πρῶτον ἔσται καὶ ἑαυτὸ κινήσει καὶ ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινήσεται· ὅπερ ἐδείχθη ἀδύνατον. τοῦ δὲ μᾶλλον ὑφ’ ἑαυτοῦ κινεῖσθαι τὸ Α ἢ ὑπὸ τοῦ Β ἐν τοῖς ἀντικινουμένοις δεικτικὸν παρήγαγεν τὸ τὸ μὲν Α ἑαυτῶ κινεῖν , τὸ δὲ Β κινούμενον ὑπὸ τοῦ Α κινεῖν τὸ Α · μᾶλλον γὰρ κινεῖ τὸ ἑαυτῷ κινοῦν ἢ τὸ τῷ ὑφ’ ἑτέρου κινεῖσθαι κινοῦν. τὸ δὲ ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ εἴρηκεν ἀντὶ τοῦ | συγγενέστερον καὶ οἰκειότερον εἰς ἀρχῆς λόγον ἐστὶ τὸ πορρώτερον τοῦ ἐσχάτου κινουμένου ἤπερ τὸ μεταξὺ τούτου τε καὶ τοῦ πορρώτερον ὄντος. εἰ γὰρ κινούμενον μὲν ἔσχατόν ἐστι τὸ Γ, προσεχὲς δὲ κινοῦν αὐτὸ τὸ Β καὶ πορρώτερον τὸ Α, ἀρχοειδέστερόν ἐστι τὸ Α τοῦ Β εἰς τὸ κινεῖν τὸ Γ πορρώτερον ὂν τοῦ Γ ἤπερ τὸ Β. καὶ εἰ μηδὲν ἔχοι πρὸ ἑαυτοῦ κινοῦν τὸ Α , αὐτὸ ἄν εἴη ἀρχὴ τῆς κινήσεως. ὁμοίως δὲ καὶ δυεῖν ὄντων, ἐὰν τὸ μὲν Α κινῇ τὸ Β, τὸ δὲ Β κινῇ τὸ Α, ἀρχοειδέστερον πρὸς τὴν τοῦ Α κίνησίν ἐστι τὸ Α ἤπερ τὸ Β, πορρώτερον ἑαυτοῦ ὄν· 〈τὸ δ’ αὐτὸ καὶ ἐπὶ〉 τοῦ Β ῥητέον· ὥστε πάντα ὁμοίως πρῶτα, καὶ διὰ τοῦτο οὐδὲν πρῶτον. ὁ δὲ Ἀλέξανδρος διὰ τῶν εἰρημένων δεδεῖχθαί φησι τὸ μηδέτερον αὐτῶν ὑπό τινος ἔξωθεν καὶ Μου κινηθήσεσθαι, ἀλλ’ αὐτὰ ὑφ’ αὑτῶν. ἄμεινον δὲ οἶμαι λέγειν, ὅτι τὸ μηδὲν εἶναι πρῶτον κινοῦν ἀποδέδεικται. καὶ πρὸς τὴν τούτου κατασκευὴν παρείληπται τὸ ἑκάτερον αὐτῶν καὶ ἑαυτὸ κινεῖν, ἵνα διὰ τούτου ἀρχοειδέστερον καὶ πρῶτον δειχθῇ. p. 257b20 ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι, εἰ μὴ ὑφ’ αὑτοῦ ἕως τοῦ τὸ δὲ κινοῦν ἀκίνητον. Δεύτερον ἐπιχείρημα δεικνύον, ὅτι τὸ αὐτοκίνητον οὐκ ἄν εἴη τοιοῦ- ’τον, ὡς ἑκάτερον τῶν μερῶν κινεῖν θάτερον. δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν, ὅτι οὐκ ἀνάγκη πᾶν τὸ κινοῦν ὑπ’ ἄλλου τινὸς ἔξωθεν κινεῖσθαι, ἀλλὰ τὸ πρῶτον κινοῦν, εἰ ἀνάγκη κινεῖσθαι, ὑφ’ ἑαυτοῦ κινεῖται. ἐὰν οὖν ὑποτεθῇ τὸ Β κινούμενον ὑπὸ τοῦ Α, ἀληθὲς εἰπεῖν ὅτι τὸ Α οὐκ ἐξ ἀνάγκης ὑπό τινος ἔξωθεν κινήσεται. ἐὰν γὰρ ἀντικινῆταί ποτε ὑπὸ τοῦ Β, κατὰ συμβεβηκὸς κινεῖ τὸ Β, ὅτι συνέβη τὸ Α τῶν κινουμένων ὑπ’ ἄλλου εἶναι καὶ οὕτω κινούντων. τὸ δὲ κατὰ συμβεβηκὸς κινοῦν δύναται καὶ μὴ κινεῖν. ἒν οὖν ληφθῇ τὸ Β κινοῦν, οὐδὲ τὸ Α κινεῖται. ἔσται οὖν τὸ μὲν Β κινούμενον, τὸ δὲ Α κινοῦν ἀκίνητον ὄν. οὐκ ἄρα ὑπ’ ἀλλήλων ἀντικινεῖσθαι ἀνάγκη τὰ τοῦ αὐτοκινήτου μόρια. “φέρεται δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ ἄλλη γραφὴ τοιαύτη· ἔτι οὐκ ἀνάγκη τὸ κινούμενον κινεῖν.’’ καὶ ἀρέσκει μᾶλλον αὐτῷ αὕτη ἡ γραφή· τὸ γὰρ ἔλαβον τοίνυν ἐνδέχεσθαι μὴ κινεῖν ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθὲν ἀκολουθεῖν μᾶλλον τῷ οὐκ ἀνάγκη τὸ κινούμενον κινεῖν. ἀλλ’ εἰ οὕτως εἴη γεγραμμένον οὐκ ἀνάγκη τὸ κινούμενον κινεῖν, πῶς συνάγει τὸ ἐπαγόμενον τὸ εἰ μὴ ὑφ’ ἑαυτοῦ, εἰ μὴ ἄρα πρὸς τὸ κινούμενον συντάττοιτο τὸ ὑφ’ ἑαυτοῦ. ἀλλ’ ἔοικεν ὁ Ἀριστοτέλης βούλεσθαι δεῖξαι τὰ συντρέχοντα ἀλλήλοις τὸ μήτε τὸ Α ἐξ ἀνάγκης κινεῖσθαι ὑπὸ τοῦ Β μήτε τὸ Β ἐξ ἀνάγκης κινεῖν τὸ Α. καὶ ἀρχόμενος μὲν περὶ τοῦ Α εἶπεν, ὅτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι, προιὼν δὲ περὶ τοῦ Β, ὅτι ἐνδέχεται μὴ κινεῖν. p. 257b23 ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν ἀντικινεῖσθαι ἕως τοῦ εἴπερ ἀνάγκη ἀεὶ κίνησιν εἶναι. Τὸ τρίτον ἐπιχείρημα τὸ δεικνύον, ὅτι οὐκ ἀντικινεῖται ὑπ’ ἀλλήλων τὰ τοῦ αὐτοκινήτου μέρη, ἐφόδῳ μὲν χρῆται τῇ αὐτῇ, ὅτι οὐκ ἀνάγκη πᾶν τὸ κινοῦν ἀντικινεῖσθαι, εἴπερ δέδεικται, 〈ὅτι〉 τὸ πρώτως κινοῦν ἢ ἀκίνητον ὃν κινεῖ ἢ αὐτὸ ὑφ’ ἑαυτοῦ κινούμενον. ὑπομιμνῄσκει δὲ τῆς αἰτίας ἡμᾶς, δι’ ἣν ἀπεδείχθη τοῦτο οὕτως ἔχον · δεῖ γὰρ εἶναι τὸ πρώτως κινοῦν ἢ ἀκίνητον ἢ αὐτοκίνητον, εἴπερ ἀνάγκη ἀεὶ κίνησιν εἶναι, ὡς δέδεικται πρότερον·. εἰ γὰρ ἐπ’ ἄπειρον ἄλλο ὑπ’ ἄλλου ἔξωθεν κινούμενον ὑποθώμεθα, οὐκ ἔσται κίνησις· δεῖ γὰρ εἶναι τὸ πρῶτον κινοῦν, τῶν δὲ ἀπείρων οὐδέν ἐστι πρῶτον. p. 257b25 Ἔτι ἣν κινεῖ κίνησιν κινοῖτο ἄν, ὥστε τὸ θερμαῖνον θερμαίνεται. Δέδεικται πρότερον, ὅτι εἰ καθ’ αὑτό τι κινοῦν κινοῖτο, κατὰ τὸ αὐτὸ εἶδος κινήσει τε καὶ κινηθήσεται, ὥστε τὸ θερμαῖνον θερμανθήσεται· τοῦτο δέ ἐστιν ἀδύνατον. τὸ μὲν γὰρ θερμαῖνον θερμὸν ἤδη ὂν ἐνεργείᾳ θερμαίνει, τὸ δὲ θερμαινόμενον οὔπω θερμόν ἐστιν ἐνεργείᾳ. ὥστε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ θερμὸν ἔσται καὶ οὐ θερμόν, ὅπερ ἀδύνατον. τοῦτο οὖν συμβαίνειν φησίν, ἐὰν ἐν τῷ αὐτοκινήτῳ τὸ μέν τι μέρος θερμαίνῃ, τὸ δὲ θερμαίνηται. μιᾶς γὰρ οὔσης τῆς τοῦ αὐτοκινήτου κινήσεως θερμόν τε εἶναι καὶ οὐ θερμὸν αὐτὸ ἀνάγκη, ὅπερ ἀδύνατον. εἰ μὲν γὰρ ὡς διακεκριμένα λαμβάνοιτο τὰ μέρη καὶ μὴ ἀντικινούμενα ὑπ’ ἀλλήλων, οὐδὲν θαυμαστὸν τὸ μὲν θερμαίνειν, τὸ δὲ θερμαίνεσθαι, ὡς θερμαίνει μὲν τὸ ἧπαρ, θερμαίνεται δὲ ἡ γαστὴρ ἐν τῷ σώματι, καὶ τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει· εἰ δὲ ὡς ἓν τὸ αὐτοκίνητον μίαν ἐνέργειαν ἐνεργοῦν κινεῖ καὶ κινεῖται, ἄτοπον ἐπὶ τοῦ ἑνὸς κατὰ ταὐτὸν τὴν ἀντίφασιν συντρέχειν. συνδραμεῖται δέ, ἐὰν ἀντικινοῦντα ἄλληλα τὰ μόρια ἐν τῷ αὐτοκινήτῳ καὶ ἑαυτὰ κινεῖν ἀναγκάζηται, ἣν ἄλληλα κινεῖ κίνησιν. καὶ τοῦτο οὖν τέταρτον ἐπιχείρημα προστέθεικε δεικνύον, ὅτι ἀδύνατον οὕτως αὐτοκίνητόν τι εἶναι, ὡς τῶν μερῶν ἄλληλα ἀντικινούντων διὰ τὸ συμβαίνειν καὶ τῶν μερῶν ἕκαστον αὐτοκίνητον εἶναι καὶ συντρέχειν ἐπ’ αὐτοῦ τὴν ἀντίφασιν. ὁ δὲ Ἀλέξανδρος τὴν ῥῆσιν ταύτην οὕτως ἔγραψεν ὅτι ἣν κινεῖται κίνησιν κινοίη ἄν, οὐδὲν τῆς ἐννοίας διαφερούσης. p. 257b26 Ἀλλὰ μήν, οὐδὲ τοῦ πρώτως αὐτὸ αὑτὸ κινοῦντος ἕως τοῦ | τῆς ὅλης ἄρα, τὸ μὲν κινήσει ἀκίνητον ὄν, τὸ δὲ κινηθήσεται. Δείξας, ὅτι τῷ λέγοντι τὸ αὐτοκίνητον οὕτως, ὡς τῶν μερῶν αὐτοῦ κινούντων ἄλληλα συμβαίνει τὸ καὶ ἕκαστον τῶν τοῦ αὐτοκινήτου μερῶν αὐτοκίνητον λέγειν, καὶ τὰ ἑπόμενα ἄτοπα τῷ λόγῳ συναγαγὼν κατὰ πλείονας ἐφόδους, προστίθησι καὶ τοῦτο τοῖς προδεδειγμένοις καθόλου, ὅτι μὴ οἷόν τε αὐτοκίνητόν τι εἶναι οὕτως, ὡς ἕν τι μόριον αὐτοῦ ἢ πλείω αὐτὰ ἑαυτὰ κινεῖν. εἰ γὰρ εἴη τὸ ὅλον αὐτοκίνητον, καὶ ἔχοι ἢ ἓν μέρος αὐτοκίνητον ἢ πλείω, ἢ ὑπὸ τῶν αὐτοκινήτων ἐν αὐτῷ μερῶν κινήσεται, ἢ ὅλον ὑπὸ ὅλου. ἀλλ’ εἰ μὲν τῷ αὐτοκίνητόν τι μόριον ἔχειν τὸ ὅλον αὐτοκίνητόν ἐστι, τὸ μόριον ἄν ἐκεῖνο εἴη τὸ πρώτως αὐτοκίνητον, οὐ τὸ ὅλον· πίστις δὲ τούτου, ὅτι χωρισθὲν τὸ μόριον αὐτὸ μὲν αὐτοκίνητον ἔσται, τὸ δὲ ὅλον οὐκέτι. εἰ δὲ ὅλον ὑφ’ ὅλου κινεῖται, ἔχον ἐν ἑαυτῷ ἢ ἓν ἢ πλείω μόρια αὐτοκίνητα, ἦν μὲν εἰπεῖν, ὅτι ἀδύνατον δέδεικται τὸ ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι, ἵνα μὴ συνδράμῃ ἡ ἀντίφασις. νῦν δὲ οὐ τοῦτο πρόκειται, ἀλλὰ τὸ δεῖξαι, ὅτι ἀδύνατον τὸ ὅλον αὐτοκίνητον ἢ ἓν ἢ πλείω μέρη ἔχειν ἐν ἑαυτῷ αὐτοκίνητα. εἰ οὖν ὅλον ὑφ’ ὅλου ἑαυτοῦ καθ’ αὑτὸ κινεῖται, τὰ μέρη κατὰ συμβεβηκὸς ἄν αὐτὰ ἑαυτὰ κινοῖ. ὡς γὰρ ἐν τῷ ὅλῳ κινουμένῳ τὰ μέρη τὰ συνεχῆ κατὰ συμβεβηκὸς κινεῖται, οὕτως καὶ τὰ τοῦ αὐτοκινήτου μόρια κατὰ συμβεβηκὸς ἄν εἴη ἑαυτὰ κινοῦντα· εἰ δὲ κτὰ συμβεβηκός, οὐκ ἐξ ἀνάγκης, ὥστε ἐὰν ὑποτεθῇ μὴ κινεῖν ἑαυτά, οὐδὲν ἀδύνατον ὑποτεθήσεται. καὶ ἐγὼ μὲν οἶμαι μέχρι τοῦδε τὴν ἀπόδειξιν προαγαγεῖν τὸν Ἀριστοτέλην δεικνύντα, ὅτι οὐκ ἀνάγκη οὕτως αὐτοκίνητον εἶναι τὸ ὅλον, ὡς ἢ ἓν ἢ πλείω μόρια ἐν ἑαυτῷ αὐτοκίνητα ἔχον· εἴτε γὰρ ὑπὸ τῶν μερῶν κινοῖτο, οὐκ ἔστι τὸ ὅλον πρώτως αὐτοκίνητον, εἴτε ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖται, οὐκ ἀνάγκη ἔχειν ἐν ἑαυτῷ ἢ ἓν ἢ πλείω μόρια αὐτοκίνητα, ὅπερ ἔδει δεῖξαι. ὁ δὲ ’Αλέξανδρος· “ἐὰν ὑποτεθῇ, φησίν, τὰ κατὰ συμβεβηκὸς αὐτοκίνητα μόρια μὴ ὄντα αὐτοκίνητα, ἀδύνατον μὲν οὐδὲν ὑποτεθήσεται. οὐκέτι δέ, φησίν, ἔστι τὸ ὅλον κινούμενον, εἰ οὕτως ἦν αὐτοκίνητον, διότι τὰ μόρια αὐτοῦ αὑτὰ ἐκίνει. ἀλλ’ εἰ ἡ ὑπόθεσις καὶ ὅλον ὑφ’ ὅλου κινούμενον ἐλάμβανε τὸ ἓν ἢ πλείω μέρη αὐτοκίνητα ἔχον, ταύτης μενούσης τὸ ἀδύνατον ἐπὶ τῶν μερῶν χρὴ συνάγειν.’’ τοῦτο γὰρ καὶ πρόκειται δεῖξαι, ὅτι τὸ αὐτοκίνητον οὐκ ἀνάγκη οὕτως εἶναι αὐτοκίνητον, ὡς ἓν ἢ πλείω μέρη ἔχειν αὐτοκίνητα. εἰ οὖν εἶναι μὲν χρὴ πάντως τὸ αὐτοκίνητον μεταξὺ τοῦ ἀκινήτου καὶ ἑτεροκινήτου, ἀνάγκη δὲ ἢ οὕτως αὐτὸ εἶναι ὡς ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι, ἡ ὡς ὅλον ὑπὸ μέρους, ἢ μέρος ὑπὸ ὅλου, ἢ ὡς ἓν ἢ πλείω μέρη ἔχον ἐν ἑαυτῷ αὐτοκίνητα, ἢ ὡς τὸ μέν τι ἔχον κινοῦν ἀκίνητον ὂν τὸ δὲ κινούμενον, ἀνῄρηται δὲ τὰ ἄλλα πάντα, εἰκότως συμπεραινόμενος ὡς ἐπὶ γραμμῆς εἶπεν, ὅτι τῆς ὅλης ἄρα τὸ μὲν κινήσει ἀκίνητον ὄν, τὸ δὲ κί’ κινηθήσεται. μόνως γὰρ οὕτως οἷόν τέ τι αὐτοκίνητον εἶναι, εἰ μέρος μέν τι αὐτοῦ εἴη κινοῦν ἀκίνητον ὄν, μέρος δὲ ὑπ’ ἐκείνου κινούμενον. p.258a3 Ἔτι εἴπερ ἡ ὅλη αὐτὴ αὑτὴν κινεῖ, τὸ μὲν κινήσει αὐτῆς, τὸ δὲ κινήσεται. ἡ ἄρα ΑΒ ὑπ’ αὐτῆς τε κινηθήσεται καὶ ὑπὸ τῆς Α. Ταύτην τὴν ῥῆσιν ὁ Ἀλέξανδρος ἔδοξέν μοι καινοπρεπῶς ἐξηγεῖσθαι· σκοπὸν μὲν γὰρ αὐτῆς εἶναί φησιν ἄλλο ἄτοπον προσθεῖναι τῷ ὅλον αὐτὸ αὑτὸ κινεῖν λέγοντι λόγῳ οὕτως ὡς ἑκάστου τῶν μερῶν αὐτοῦ αὐτοκινήτου ὄντος. τὸ δὲ ἄτοπον τοιοῦτον εἰ οὕτως ἔχει, δῆλον ὅτι τῶν μερῶν ἕκαστον ἐξ ἑαυτοῦ κινούμενον καὶ ἄλλο κινήσει· οὕτω γὰρ ἔσται τὸ ὅλον αὐτοκίνητον, εἰ καὶ ἄλληλα κινοίη τὰ μέρη αὐτοῦ ὄντα αὐτοκίνητα. εἰ γὰρ μὴ συμπράττοι τι ἀλλήλοις τὰ μέρη πρὸς τὴν κίνησιν, ἀλλ’ ἐφ’ ἑαυτῶν εἴη κινούμενα, οὐκ ἄν εἴη τὸ ὅλον αὐτοκίνητον, ἀλλ’ ἕκαστον τῶν μερῶν, τὸ δὲ ὅλον ἄθροισμα ἄν εἴη πολλῶν αὐτοκινήτων. εἰ οὖν καὶ ἄλληλα κινεῖ τὰ μέρη, ἕκαστον αὐτῶν ἅμα μὲν ἑαυτὸ κινήσει, ἅμα δὲ καὶ ὑπ’ ἄλλου κινηθήσεται, καὶ εἰ μία ἡ ὅλου τοῦ αὐτοκινήτου κίνησις, δῆλον ὡς τὴν αὐτὴν κίνησιν ἔσται πάντα τὰ μόρια κινούμενά τε καὶ κινοῦντα, ὥστε ἕκαστον αὐτῶν πλεονάκις ἔσται τὴν αὐτὴν κίνησιν κινούμενον ὑφ’ ἑαυτοῦ τε καὶ ὑπ’ ἄλλων, ὅ ἐστιν ἄτοπον· ἄτοπον γὰρ τὸ λέγειν, ἣν ἐξ αὑτοῦ τι κινεῖται κίνησιν, ταύτην αὐτὸ καὶ ὑπ’ ἄλλου κινεῖσθαι. εἰ δὲ ἄλλην μὲν εἴη κίνησιν ὑφ’ ἑαυτοῦ κινούμενον, ἄλλην δὲ ὑπὸ τοῦ μέρους, ἔτι ἀτοπώτερον· ἀδύνατον γὰρ τὸ αὐτοκίνητον μίαν οὕτω κινηθῆναι κίνησιν. “ αὐτὸς δέ, φησί, διὰ βραχέων θεὶς τὴν ἐπιχείρησιν καὶ χωρὶς ἐξεργασίας ἐπαύσατο’’. οὕτω μὲν ὁ Ἀλέξανδρος, οὐδαμοῦ τοῦ Ἀριστοτέλους, ὅσον ἐμὲ γινώσκειν, ὑποθεμένου τὰ μέρη κινεῖν ἄλληλα, ἀλλὰ τὴν ΑΒ ὑφ’ ἑαυτῆς κινεῖσθαι λέγει καὶ ὑπὸ τοῦ Α. μήποτε οὖν ἄμεινον ἀφελέστερον ἀκούειν τοῦ εἰρημένου, ὅτι εἰπὼν “τῆς ὅλης ἄρα τὸ μὲν κινήσει ἀκίνητον ὄν, τὸ δὲ κινηθήσεται’’ ἐπιστώσατο διὰ τοῦ ἐφεξῆς τὸ εἰρημένον. εἴπερ γὰρ ἡ ὅλη αὐτὴ αὑτὴν κινεῖ, ἀνάγκη οὕτως ἔχειν ὡς τὸ μὲν κινεῖν αὐτῆς, τὸ δὲ κινεῖσθαι· ἡ ἄρα ΑΒ ὅλη ὑφ’ ἑαυτῆς οὕτω λέγεται κινεῖσθαι, ὡς τῆς Α τῆς ἀκινήτου ἐν αὐτῇ κινούσης, τῆς δὲ Β δηλονότι κινουμένης. ὡς ἐκ κινοῦντος οὖν ἀκινήτου καὶ κινουμένου τὸ ὅλον αὐτοκίνητον λέγεται· τοῦτο δὲ καὶ ἐφεξῆς ἀναπτύξει. | p. 258a5 ἐπεὶ δὲ κινεῖ τὸ μὲν κινούμενον ὑπ’ ἄλλου ἕως τοῦ ἢ θατέρου θάτερον. ῾Ο μὲν Ἀλέξανδρος ἱείς, φησίν, ὅτι τὸ αὐτοκίνητον ἔχει τὸ μέν τι κινοῦν ἀκίνητον, τὸ δὲ ὑπ’ ἐκείνου κινούμενον, διὰ τούτων δείκνυσιν, ἐκ τίνων ἀνάγκη συγκεῖσθαι τὸ αὐτοκίνητον, ὅτι ἐξ ἀκινήτου μέν, κινοῦντος δέ, καὶ κινουμένου ὑπὸ τούτου οὐκ ἐξ ἀνάγκης δὲ κινοῦντος,” ἐγὼ δὲ τί ταῦτα διαφέρει ἀλλήλων ἁπλῶς οὕτω λεγόμενα, οὐκ ἐφιστάνω. μήποτε οὖν τὸ πρότερον συντόμως εἰρημένον ἐξαπλοῖ νῦν ὁ Ἀριστοτέλης διελὼν πρῶτον εἰς τρία τὰ κατὰ κίνησιν ποιοῦντα ἢ πάσχοντα. ἐπειδὴ γὰρ δυεῖν ὄντων τούτων, τοῦ τε κινοῦντος καὶ τοῦ κινουμένου, καὶ τὸ κινοῦν ἀκίνητον ὂν κινεῖ ἢ κινούμενον ὑπ’ ἄλλου, καὶ τὸ κινούμενον ἢ καὶ αὐτὸ κινοῦν κινεῖται ἢ οὐδὲν κινοῦν, δύο μὲν ἄκρα ἔσται τό τε κινοῦν ἀκίνητον ὂν καὶ τὸ κινούμενον μέν, μὴ κινοῦν δὲ ἕτερον, μέσον δὲ ἀμφοῖν καὶ κοινὸν τὸ κινούμενον μὲν ὑπ’ ἄλλου, κινοῦν δὲ ἕτερον· καὶ γὰρ καὶ ἐν τῷ κινοῦντι ἦν τὸ κινοῦν μετὰ τοῦ κινεῖσθαι καὶ ἐν τῷ κινουμένῳ ἦν τὸ κινούμενον μετὰ τοῦ κινεῖν. ταύτα οὖν τὰ τρία διαστησάμενος καὶ ἐπὶ μιᾶς ἐκθέμενος γραμμῆς δείκνυσιν, ἐν τίσι τούτων πρώτως ἐστὶ τὸ αὐτοκίνητον. ὅτι μὲν γὰρ ὅλον τὸ ΑΒΓ αὐτοκίνητόν ἐστι, δῆλον, εἴπερ ἔχει ἐν ἑαυτῷ τό τε κινεῖν ἑαυτὸ καὶ τὸ κινεῖσθαι ὑφ’ ἑαυτοῦ. ἀλλ’ ἐὰν ἀφέλω, φησί, τὸ Γ, ὃ κινούμενον ἦν μηκέτι δὲ κινοῦν, τὸ λοιπὸν τὸ AB κινήσει ἑαυτό, εἴπερ τὸ μὲν Α κινοῦν ἦν ἐν αὐτῷ, τὸ δὲ B κινούμενον· τὸ δὲ Γ οὐ κινήσει ἑαυτὸ οὐδὲ ὅλως κινήσεται καθ’ αὑτὸ ὄν· ἀλλ’ οὐδὲ τὸ ΒΓ κινήσει ἑαυτὸ τοῦ Α ἀφαιρεθέντος· κἂν γὰρ κινῇ τὸ Β, ἀλλ’ οὐχ ἑαυτῷ κινεῖ, ἀλλὰ τῷ ὑπ’ ἄλλου κινεῖσθαι τοῦ Α. τὸ ΑΒ ἄρα μόνον ἐν τούτοις αὐτὸ αὑτὸ κινεῖ. ἀνάγκη οὖν τὸ αὐτοκίνητον συγκεῖσθαι ἔκ τε τοῦ κινοῦντος μὲν ἀκινήτου δὲ ὄντος, καὶ τοῦ κινουμένου μὲν μὴ ἐξ ἀνάγκης δὲ κινοῦντος, ἀλλὰ κἄν κινῇ, ἄλλο ὡς κινουμένου λαμβανομένου. ζητήσοι δὲ ἄν τις, ὡς οἶμαι, διὰ τί μὴ τὸ ΑΓ μᾶλλον αὐτοκίνητον πρώτως ἀπέδειξεν, εἴπερ τὸ μὲν Α κινεῖ μόνον μηκέτι καὶ αὐτὸ κινούμενον, τὸ δὲ Γ κινεῖται μόνον μηκέτι καὶ αὐτὸ κινοῦν· ταῦτα γὰρ ἦν ἐξ ὧν σύγκειται τὸ αὐτοκίνητον. μήποτε οὖν ἐν τῷ ζῴῳ πρώτως τὸ αὐτοκίνητον θεασάμενος, ἐν ᾧ κινοῦν μέν ἐστιν ἡ ψυχή, κινούμενον δὲ τὸ σῶμα, ὅπερ καὶ αὐτό ποτε κινούμενον κινεῖ, ἅτε προσεχῶς τῆς τοῦ κινοῦντος ἀπολαῦον δυνάμεως, διὰ τοῦτο ἐν τῷ ΑΒ πρώτως ἔθετο τὸ αὐτοκίνητον, ἐν ᾧ τὸ Β οὐκ ἀεὶ μὲν οὐδὲ ἐξ ἀνάγκης κινεῖ, ἀλλ’ ὡς κινούμενον λαμβάνεται· πέφυκε δὲ ὅμως ποτε καὶ αὐτὸ κινεῖν πρώτως καὶ κυρίως κινοῦντι προσεχῶς συνηρτημένον· εἰπὼν δέ, ὅτι ἀνάγκη τὸ αὐτοκίνητον ἔχειν τὸ κινοῦν μὴ κινούμενον δέ, καὶ τὸ κινούμενον μηδὲν δὲ κινοῦν ἐξ ἀνάγκης ἀλλ’ ὁπότερα ἔτυχεν, ἐπάγει ὅτι ταῦτα ἔχει τὸ αὐτοκίνητον ἁπτόμενα ἤτοι ἄμφω ἀλλήλων ἢ θατέρου θάτερον. εἰ μὲν γὰρ εἴη καὶ τὸ κινοῦν σῶμα καθ’ ὑπόθεσιν, ὥσπερ καὶ τὸ κινούμενον ὑπ’ αὐτοῦ, ἀμφότερα ἀλλήλων ἅψεται· ἅμα γὰρ αὐτῶν ἔσται τὰ πέρατα· ταῦτα δέ ἐστι τὰ ἁπτόμενα, ὧν ἅμα τὰ πέρατά ἐστιν. εἰ δὲ τὸ μὲν κινούμενον σῶμα πάντως ἀνάγκη εἶναι, τὸ δὲ κινοῦν ἀσώματόν ἐστι καὶ ἀμέγεθες, οὐκέτι ἄμφω ἅψεται ἀλλήλων, ἀλλὰ θατέρου θάτερον, καὶ οὐ κυρίως ἀλλὰ μεταφορικῶς · τοῦ γὰρ σώματος ἅπτεται τὸ ἀσώματον, ὡς εἴρηται ἐν τῷ πρώτῳ τῶν Περὶ γενέσεως, ἐν οἷς φησιν· ‘‘ὥστε εἴ τι κινεῖ ἀκίνητον ὄν, ἐκεῖνο μὲν ἅπτοιτο ἂν τοῦ κινητοῦ, ἐκείνου δὲ οὐθέν· φαμὲν γὰρ ἐνίοτε τὸν λυποῦντα ἅπτεσθαι ἡμῶν, ἀλλ’ οὐκ αὐτοὶ ἐκείνου.’’ τὸ γὰρ ἐνεργοῦν ἅπτεσθαι λέγοιτο μᾶλλον ἤπερ τὸ πάσχον. ταῦτα δὲ εἶπεν οἶμαι ἐνδείξασθαι βουλόμενος, ὅτι συνεχῆ μὲν οὐδαμῶς ἄν εἴη τό τε κινοῦν καὶ τὸ κινούμενον, ἀλλ’ εἰ μὲν ἄμφω σώματα, ἁπτόμενα ἂν ἀλλήλων εἴη κυρίως, εἰ δὲ τὸ μὲν σῶμα τὸ δὲ ἀσώματον, ἅπτεσθαι ἄν λέγοιτο μεταφορικῶς τὸ κινοῦν τοῦ κινουμένου ἀσώματον ὂν σώματος. ἐγὼ μὲν οὖν τὴν γραφὴν οὕτως ηὗρον· καὶ τὸ κινούμενον μὲν μηδὲν δὲ κινοῦν ἐξ ἀνάγκης, ἁπτόμενα δὲ ἤτοι ἄμφω ἀλλήλων ἢ θατέρου θάτερον. ὁ δὲ Ἀλέξανδρος τὸ ἐξ ἀνάγκης τοῖς ἐφεξῆς προστίθησι γράφων οὕτως· ἁπτόμενα ἐξ ἀνάγκης ἄμφω ἀλλήλων ἦ θατέρου θάτερον. καὶ δύναται μὲν ἑκάτερον οἰκείαν τοῖς προκειμένοις ἀπόσῳ ζεῖν ἔννοιαν, οἰκειότερον δὲ οἶμαι τὸ ἐξ ἀνάγκης τῷ μηδὲν κινοῦν προσάπτειν, διότι τὸ ἐν τῷ αὐτοκινήτῳ κινούμενον, οἷον τὸ σῶμα ἐν τῷ ζῴῳ, κινοῦν καὶ αὐτὸ πολλάκις φαίνεται, οὐ μέντοι ἐξ ἀνάγκης κινοῦν. εἰ τοίνυν μὴ προστεθείη τὸ ἐξ ἀνάγκης τῷ κινούμενον μὲν μηδὲν δὲ κινοῦν, ἵνα σημαίνῃ τὸ μὴ ἐξ ἀνάγκης κινεῖν, νομισθήσεται τὸ κινούμενον ἐν τῷ αὐτοκινήτῳ ὑπὸ τοῦ ἀκινήτου αἰτίου μηδὲν ὅλως μηδαμῶς κινεῖν, ὅπερ οὐκ ἔστιν | ἀληθές· προσεχὲς γὰρ ὂν τῷ πρώτως κινοῦντι δέχεταί τινα καὶ αὐτὸ κινητικὴν ὑπ’ αὐτοῦ δύναμιν, ὡς εἴρηται πρότερον. p. 258a21 Εἰ μὲν οὖν συνεχές ἐστι τὸ κινοῦν ἕως τοῦ ὥστε οὐδὲν κωλύει ἐν διαιρετοῖς δυνάμει πρώτως ἐνεῖναί τι. Ἡ ἐν ἀρχῇ τῆς ὅλης ταύτης ῥήσεως λέξις ἡ λέγουσα εἰ μὲν οὖν συνεχές ἐστι τὸ κινοῦν, τὸ μὲν γὰρ κινούμενον καὶ τὰ ἑξῆς ἀκαταλληλότερον ἔχειν δοκεῖ τῷ Ἀλεξάνδρῳ· “ὡς γὰρ ἀνταποδώσων, φησί, τό ἱεῖ δὲ μὴ συνεχές’ οὕτως εἶπεν, οὐδὲν δὲ ἀνταποδίδωσι. μήποτε οὖν, φησί, τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἰ μὲν οὖν συνεχές ἐστι τὸ κινοῦν, ἔτι ἄδηλον. ἐπεὶ μέντοι τὸ κινούμενον τὸ ἐν τῷ αὐτοκινήτῳ συνεχές ἐστι, δῆλον ὅτι τὸ πᾶν τὸ ἐκ τοῦ κινοῦντος καὶ τοῦ κινουμένου, ὅπερ ἐστὶ τὸ αὐτοκίνητον, αὐτὸ ἑαυτὸ κινεῖ.’’ οὕτω μὲν ὁ Ἀλέξανδρος. μήποτε δὲ ὡς ἐπὶ γραμμῶν ποιησάμενος τὴν ἀπόδειξιν, ἐξ ὑποθέσεως καὶ τὸ κινοῦν συνεχὲς λαμβάνει. δηλοῖ δὲ καὶ ἡ ἐπαγομένη ἀπορία, ὅτι συνεχὲς ὑπέθετο καὶ τὸ κινοῦν, λέγουσα· ἀπορίαν δὲ ἔχει, ἐὰν ἀφέλῃ τις ἢ τῆς Α, εἰ συνεχὲς μὲν τὸ κινοῦν ἀκίνητον δέ. βούλεται οὖν διὰ τοῦ νῦν λεγομένου τὸν τρόπον δεῖξαι τῆς τοῦ αὐτοκινήτου κινήσεως προειπών, ὅτι ἐκ κινοῦντος ἀκινήτου σύγκειται, καὶ ἐκ κινουμένου μέν, μὴ ἐξ ἀνάγκης δὲ κινοῦντος. καὶ τοῦτο πάλιν αὐτὸ βεβαιούμενος λέγει, ὅτι τοῦ μὲν κινουμένου ἐξ ἀνάγκης συνεχοῦς ὄντος, ὡς δέδεικται πρότερον, τοῦ δὲ κινοῦντος ὑποτιθεμένου συνεχοῦς, δῆλον ὅτι αὐτοκίνητον λέγεται, ὡς πᾶν αὐτὸ ἑαυτὸ κινοῦν. πᾶν δὲ αὐτό τι ἑαυτὸ κινεῖν λέγεται οὐ τῷ αὐτοῦ τι εἶναι τοιοῦτον μέρος, οἷον αὐτὸ αὑτὸ κινοῦν, ὡς ὑποτεθὲν πρότερον ἠλέγχθη οὐκ ἄρα οὕτως αὐτοκίνητον τὸ ζῷον, ὡς αὐτοκίνητον ἐν αὑτῷ τὴν ψυχὴν ἔχον), ἀλλ’ ὅλον κινοῦν αὐτὸ αὑτὸ καὶ ὅλον κινούμενόν τε καὶ κινοῦν, οὐ μέντοι καθ’ ὅλον ἑαυτὸ κινοῦν καὶ καθ’ ὅλον κινούμενον, ἀλλὰ τῷ αὐτοῦ τι εἶναι τὸ κινοῦν καὶ ἄλλο τὸ κινούμενον. οὐ γὰρ ὅλον κινεῖ τὸ ΑΒ οὐδὲ ὅλον κινεῖται, ἀλλὰ κινεῖ μὲν μόνον ἡ τὸ Α, κινεῖται δὲ μόνον ἡ τὸ Β. κἄν γὰρ κινῇ ποτὲ ἡ τὸ Β, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. κατὰ κοινοῦ δὲ τὸ μόνον ἀκουστέον. ἔν τισι δὲ ἀντιγράφοις μετὰ τὸ κινεῖται δὲ ἡ τὸ Β μόνον πρόσκειται τὸ δὲ Γ ὑπὸ τοῦ Α οὐκέτι· ἀδύνατον γάρ. οὐκ οἶδε δὲ τὴν προσθήκην ταύτην ὁ ’Αλέξανδρος, οὐδὲ τὰ πλείονα, ὡς ἔοικε, τῶν ἀντιγράφων. εἰ δὲ ἐξ ἀρχαίου γεγραμμένον εἴη, λέγοι ἄν, ὅτι ἡ πρώτη σύστασις τοῦ αὐτοκινήτου ἐκ κινοῦντός ἐστιν ἀκινήτου καὶ κινουμένου, ὃ κινεῖν μέν ποτε καὶ αὐτὸ κινούμενον πέφυκεν, οὐ μέντοι ἐξ ἀνάγκης κινεῖν. τὸ δὲ μόνως κινούμενον, μηκέτι δὲ κινοῦν ἕτερον οἷον τὸ Γ τοιοῦτον γὰρ ἐξ ἀρχῆς ὑπετέθη τὸ Γ), καίτοι κινούμενον καὶ αὐτὸ ὑπὸ τοῦ Α διὰ τοῦ Β, καὶ μᾶλλον ὑπὸ τοῦ Α κινούμενον ἢ ὑπὸ τοῦ Β, ὡς δέδεικται πρότερον, ὅμως οὐ κινεῖται ὑπὸ τοῦ Α οὕτως, ὡς συμπληροῦν τὸ αὐτοκίνητον. ἐκεῖνο γὰρ τὸ κινούμενον συμπληροῖ τὸ αὐτοκίνητον, ὃ προσεχῶς ὑπὸ τοῦ ἀκινήτου κινούμενον δύναμιν ἔχει καὶ αὐτὸ τοῦ ποτὲ κινεῖν. Εἰπὼν δέ, ὅτι τὸ αὐτοκίνητον οὐ τῷ μόριον ἔχειν ἑαυτὸ κινοῦν αὐτοκίνητόν ἐστιν, ἀλλὰ τῷ τὸ ὅλον εἶναι τοιοῦτον, ἐφεξῆς ἀπορεῖ πρὸς τὸ τὸ ὅλον αὐτοκίνητον εἶναι πρώτως. ἐὰν γὰρ ἀφέλῃ τις, φησίν, ἢ τῆς Α, εἰ συνεχὲς ὑποτεθείη τὸ κινοῦν, ἀκίνητον δέ, ἢ τῆς Β τῆς κινουμένης συνεχοῦς οὔσης ἢ καὶ ἀμφοῖν, δῆλον ὅτι <τῆς Α καὶ ἡ λοιπὴ ἆρα τῆς Α κινήσει ἡ τῆς Β κινηθήσεται ἢ οὔ; ἑκατέρως γὰρ ἄτοπον ὑπαντᾶν τι δοκεῖ. εἰ μὲν γὰρ μὴ κινεῖ ἢ μὴ κινεῖται μορίου ἀφαιρεθέντος τὸ λοιπόν, ἄτοπον, εἴπερ μὴ μόριον ἦν ἐν αὐτῷ τὸ κινούμενον, ἀλλὰ τὸ ὅλον. τοῦτο δὲ αὐτὸς παρῆκε διελεῖν καὶ ἐλέγξαι ὡς πρόχειρον ὄν. εἰ δὲ κινεῖ τὸ λοιπὸν τῆς Α ἢ κινεῖται τὸ λοιπὸν τῆς Β, οὐκ ἄν εἴη πρώτως ὑφ’ ἑαυτῆς κινουμένη ἡ ΑΒ, εἴπερ ἀφαιρεθείσης ἀπὸ τῆς ΑΒ ἔτι κινήσει ἑαυτὴν ἡ λοιπὴ ἡ μετὰ τὴν ἀφαίρεσιν ΑΒ. ταύτῃ δὲ τῆ ἐπιχειρήσει καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ κατὰ τὴν ἀρχὴν ἐχρήσατο, βουλόμενος δεῖξαι ὅτι τὸ αὐτοκίνητον ὑπό τινος κινεῖται. λαβὼν γὰρ ὡς ἐναργὲς τὸ τὸ ἱστάμενον τῷ ἄλλο παύσασθαι κινούμενον ὑπ’ ἄλλου κινεῖσθαι καὶ ὑποτιθέμενος τὸ πρώτως αὐτοκίνητον καὶ ἀφελών τι μόριον ἄπ’ αὐτοῦ (συνεχὲς γὰρ πᾶν τὸ κινούμενον) καὶ στήσας αὐτὸ καὶ εὑρὼν τῇ τοῦ μέρους ἀφαιρέσει καὶ στάσει ἱστάμενον τὸ πρώτως αὐτοκίνητον, ἔδειξεν ὅτι ὑπό τινος κινεῖται. ἐνταῦθα δὲ ὁ ἀπορῶν κινούμενον ὑποθέμενος τὸ λοιπὸν ἔδειξεν, ὅτι οὐκ ἔστι πρώτως αὐτοκίνητον. λύει δὲ τὴν ἀπορίαν ὑποθέμενος ἔτι δύνασθαι εἶναι συνεχὲς καὶ διαιρετὸν καὶ τὸ κινοῦν, ἐπειδὴ μήπω ἔδειξεν, ὅτι ἀμερές ἐστι καὶ ἀδιαίρετον τοῦτο. οὐδὲν οὖν κωλύει, φησίν, ἢ καὶ τὸ κινοῦν διαιρετὸν εἶναι, εἰ καὶ τοῦτο ὑποτεθείη τοιοῦτον, ἢ τὸ κινούμενον μόνον· διαιρετὸν δὲ δυνάμει καὶ οὐκ ἐντελεχείᾳ, τουτέστιν οὐ διῃρημένον, ἀλλ’ ἓν καὶ συνεχὲς εἰλημμένον. τοιούτου δὲ ὄντος αὐτοῦ | οὐδέν ἐστι τότε τῶν μερῶν αὐτοκίνητον κατ’ ἐνέργειαν, ἐπεὶ μηδὲ ἔστιν ἐνεργείᾳ καθ’ ἑαυτὰ τὰ μέρη, ὥστε τὸ ὅλον ἔσται πρώτως αὐτοκίνητον ἐνεργείᾳ· δυνάμει δὲ οὐδὲν κωλύεται καὶ τὸ μέρος εἶναι. ὅταν δὲ διῃρημένον ἤδη κατ’ ἐνέργειαν ληφθῇ, τότε πάλιν αὐτοκίνητον ἐνεργείᾳ γίνεται τὸ μετὰ τὴν ἀφαίρεσιν μορίου τινὸς ἔτι κινούμενον. ὥστε εἰ μὲν ἐν τῷ ὅλῳ τῷ πρώτῳ ληφθέντι ἐνεργείᾳ τὸ ἔλαττον ἦν περιεχόμενον, οὐκ ἄν ἦν τὸ ὅλον πρώτως αὐτοκίνητον. εἰ δὲ μὴ ἔστιν ἐνεργείᾳ, κατὰ δὲ τοῦ ἐνεργείᾳ ὄντος τὸ πρώτως αὐτοκίνητον κατηγορεῖται, εἴη ἄν τὸ ὅλον πρὸ τοῦ διαιρεθῆναι πρώτως αὐτοκίνητον. οὐδὲν οὖν κωλύει διαιρετῶν ὑποκειμένων δυνάμει πρώτως ἐν τοῖς μέρεσιν εἶναι τὸ αὐτοκίνητον, κἂν ἐνεργείᾳ πρώτως ἐν τῷ ὅλῳ ᾖ. δύναται δὲ τὸ δυνάμει τῷ διαιρετοῖς συντετάχθαι, ἵνα μή τις ἀκούσῃ τοῦ διαιρετοῖς ὡς διῃρημένοις. ἐν γὰρ τῷ δυνάμει διαιρετῷ οὐδὲν τῶν μορίων ἐστὶ καθ’ αὑτό. ὃ δὲ μὴ καθ’ αὑτό ἐστιν, οὐδ’ ἄν αὐτοκίνητον εἴη. ὅταν δὲ διαιρεθῇ, ἀλλάσσει τὴν φύσιν καὶ ἐνεργείᾳ γίνεται. ῾ πῶς οὖν, φησὶν ὁ Ἀλέξανδρος, αὐτὸς ἐνιστάμενος τοῦ ἀπὸ τοῦ μέρους τοῦ αὑτὸ κινοῦντος καὶ ὅλον οὕτως αὐτοκίνητον λέγοντος οὐκ ἔφη τὸ ὅλον ἔσεσθαι πρώτως αὐτοκίνητον ἀλλὰ τὸ μέρος αὐτοῦ, <ὅ> καὶ ἀφαιρεθὲν αὐτοκίνητον μένει; καὶ λύει τὴν ἀπορίαν καλῶς, ὅτι οὕτω λέγων τὸ μέρος ἐν τῷ ὅλῳ αὐτοκίνητον ὡς ἐνεργεία ἑαυτὸ κινοῦν ἤδη ὑπετίθετο. εἰ δὲ τοῦτο, ὡς διῃρημένον καὶ καθ’ ἑαυτὸ ὑφεστὸς ἐλαμβάνετο. ἐνταῦθα δὲ ἐν τῷ ὅλῳ αὐτοκινήτῳ συνεχεῖ ὄντι τὸ ἔλαττον διὰ τὸ μηδέπω διῃρῆσθαι τὸ συνεχὲς οὐ κινεῖται καθ’ αὑτό, μὴ κινούμενον δὲ οὐδ’ ἂν δύναιτο λέγεσθαι πρώτως αὐτοκίνητον. ἄλλην δὲ εἶπεν φύσιν γίνεσθαι, ὅτι τέως δυνάμενον καὶ μηδέπω ὄν, τοῦτο ἐνεργείᾳ γέγονεν.’’ καὶ ἄλλως δὲ τούτῳ ἐπέβαλεν ὁ Ἀλέξανδρος, ὅτι κἂν διαιρετὸν ᾖ τὸ κινούμενον, οὐκ ἤδη καὶ ὡς κινούμενον διαιρετὸν ἔσται. ἐνδέχεται γὰρ διαιρεθὲν αὐτὸ μηκέτι ὑπὸ τοῦ κινητικοῦ, ὑφ’ οὗ τὸ ὅλον ἐκινεῖτο, κινεῖσθαι ἄλλης φύσεως γενόμενον καὶ μὴ μεῖναν τοιοῦτον, οἵου ὄντος αὐτοῦ κινητικὸν ἦν τὸ ἀκίνητον. “ἀλλ’ εἰ μετὰ τὴν ἀφαίρεσιν κινεῖται τὸ λοιπὸν τοῦ αὐτοκινήτου, οὐκ ἄν, φησὶν ὁ Ἀλέξανδρος, ὑγιῶς ἡ δεῖξις ἔχοι ἡ ἐν τῷ πρὸ τούτου βιβλίῳ, δι’ ἧς ἐδόκει δείκνυσθαι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι. ἀλλὰ μήποτε, φησίν, οὐ τοῦτό ἐστιν, ὃ κινεῖται τὸ μέρος, ἀλλ’ ἐν τῇ συνεχείᾳ ὂν αὐτὸ ὑπετίθετο ἠρεμεῖν. τὸ δὲ διῃρήσθω ἔλεγεν, οὐχ ἵνα χωρισθῇ τὸ ἕτερον ἀπὸ τοὐ ἑτέρου, ἀλλ’ ἵνα ἐν τῇ συνεχείᾳ μένον ληφθῇ ἠρεμοῦν. ὅτι γὰρ συνεχὲς αὐτὸ καὶ ὅλον ἐτήρει, δῆλον ἐξ ὧν ἐπήνεγκε. τοῦ γὰρ ΓΒ, φησί, μὴ κινουμένου, ὃ ἦν μέρος τοῦ πρώτως αὐτοκινήτου ὑποκειμένου τοῦ ΒΑ, οὐ κινηθήσεται, φησί, τὸ ΑΒ, ὡς ἔτι ἓν καὶ συνεχὲς μένον· γελοῖον γὰρ τὸ ἀφελόντα ἀπ’ αὐτοῦ τὸ ΓΒ λέγειν μὴ κινηθήσεσθαι τὸ ὅλον, ὃ μηδὲ ἦν ἔτι, εἰ ἦν ἀφῃρημένον ἀπ’ αὐτοῦ τὸ ΓΒ. τούτου μέντοι, φησὶν ὁ Ἀλέξανδρος, λεγομένου δεῖ ζητεῖν, πῶς δυνατὴ ἡ ὑπόθεσις ἡ ἐν τῷ πρώτως αὐτοκινήτῳ μέρος τι ὑποτιθεμένη ἠρεμεῖν. εἰ γάρ τις λέγοι αὐτὸν ἐκεῖ μὴ τοῦτο λέγειν, ἀλλ’ ὅτι, εἰ ἀφαιρεθείη τοῦ ΑΒ ὅλου τοῦ αὐτοκινήτου μέρος τὸ ΓΒ καὶ σταίη, μηκέτι τὸ ὅλον ἔσεσθαι κινούμενον, εἰ καὶ τὸ καταλειπόμενον κινοῖτο· οὐκέτι γὰρ ὅλον τὸ καταλειπόμενόν ἐστιν ἀφαιρεθέντος αὐτοῦ μέρους, οὐκ ὂν δὲ οὐδὲ μεῖναν ὅλον οὐδ’ ἄν κινοῖτο ὅλον, πάνυ ἄν αὐτὸν λέγοι λογικῶς τε καὶ διαλεκτικῶς, ἀλλ’ οὐ φυσικῶς οὐδὲ ἀποδεικτικῶς ἐπικεχειρηκέναι.’’ p. 258b4 Φανερὸν τοίνυν ἐκ τούτων ἕως τοῦ τὸ πρῶτον ἐν πᾶσιν εἶναι τοῖς κινουμένοις ἀκίνητον. Δείξας, ὅτι πᾶν τὸ κινούμενον καὶ φύσει καὶ βίᾳ ὑπό τινος κινεῖται καὶ ὅτι πᾶν τὸ κινοῦν ἢ καὶ αὐτὸ ὑφ’ ἑτέρου τινὸς ἔξωθεν ἄλλου κινούμενον κινεῖ καὶ τοῦτο ἐπ’ ἄπειρον, ἢ εἰ τοῦτο ἄτοπον, ἢ εἰς ἀκίνητον ἵστασθαί τι τὸ πρώτως κινοῦν ἢ εἰς αὐτοκίνητον, ὃ κινούμενον μὲν κινεῖ, οὐκ ἔξωθεν δὲ κινούμενον, ἀλλ’ ὑφ’ ἑαυτοῦ καὶ τοὺ κινεῖσθαι καὶ τοῦ ἵστασθαι τὴν αἰτίαν ἔχον ἐν αὑτῷ· ταῦτα γάρ ἐστιν αὐτοκίνητα, ἃ καὶ τοῦ ἵστασθαι ἐν αὑτοῖς τὴν ἀρχὴν ἔχει καὶ τοῦ κινεῖσθαι. δείξας δέ, ὅτι καὶ ἐν τῷ αὐτοκινήτῳ τὸ κινοῦν ἀκίνητον ὂν καθ’ αὑτὸ κινεῖ τοῦ αὐτοκινήτου συγκειμένου ἔκ τε τοῦ κινοῦντος ἀκινήτου ὄντος καὶ ἐκ τοῦ κινουμένου μέν, μὴ ἐξ ἀνάγκης δὲ κινοῦντος, ταῦτα οὖν δείξας διὰ πλειόνων ἀναμιμνῄσκει τε αὐτῶν συντόμως νῦν καὶ ἀκολούθως ἐπ’ αὐτοῖς συμπεραίνεται, ὅτι συμβαίνει τὸ πρῶτον κινοῦν ἐν πᾶσιν εἶναι τοῖς κινουμένοις ἀκίνητον, εἴπερ τῶν μὲν κινουμένων πάντων πρῶτον τὸ αὐτοκίνητον καὶ ἐν τούτῳ δὲ τὸ κινοῦν 〈ἀκίνητον〉. Ἐπεὶ δὲ περὶ τοῦ αὐτοκινήτου τοῖς λόγοις ὁ Ἀριστοτέλης διαφέρεσθαι πρὸς τὸν Πλάτωνα δοκεῖ, καλῶς ἄν ἔχοι καὶ ταύτην ἰδεῖν τὴν διαφοράν. καὶ ὅτι μὲν ἀρχὴ κινήσεως καὶ τῶν κινουμένων πάντων τὸ αὐτοκίνητον, ἀμφότεροι σαφῶς ὁμολογοῦσιν, ὁ μὲν Ἀριστοτέλης ἐν τούτοις λέγων ὡς “εἴ γε δέοι σκοπεῖν πότερον αἴτιον κινήσεως καὶ ἀρχή, τὸ αὑτὸ κινοῦν ἢ τὸ ὑπ’ ἄλου κινούμενον, ἐκεῖνο πᾶς ἄν θείη’’. ὁ δὲ Πλάτων ἐν Φαιδρῷ τε σαφῶς τὸ αὐτοκίνητον ῾πηγὴν καὶ ἀρχὴν κινήσεως’ εἶπεν. καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων, ἐν οἷς φησι συμπεραινόμενος ὁ Ἀθηναῖος ξένος· “ἀρχὴν ἄρα κινήσεων πασῶν καὶ πρώτην ἔν τε ἐστῶσι γενομένην καὶ ἐν κινουμένοις οὖσαν τὴν αὐτὴν αὑτὴν κινοῦσαν φήσομεν ἀναγκαίως εἶναι πρεσβυτάτην καὶ κρατίστην | μεταβολῶν πασῶν.’’ καὶ ἔτι μέντοι τὸ 290v ζῷον αὐτοκίνητον ἀμφότεροι λέγουσιν, ἀλλ’ ὁ μὲν Ἀριστοτέλης πρώτως καὶ κυρίως αὐτοκίνητον τὸ ζῷόν φησιν ἐκ ψυχῆς καὶ σώματος συνεστός, ὧν τὸ μὲν σῶμα κινεῖται, ἡ δὲ ψυχὴ κινεῖ ἀκίνητος οὖσα κατ’ αὐτόν, ὁ δὲ Πλάτων πρώτως μὲν καὶ κυρίως αὐτοκίνητον εἶναι τὴν ψυχὴν βούλεται πᾶσαν, ἢ ὡς τοῖς ἀκριβεστέροις τῶν ἐξηγητῶν δοκεῖ, τὴν λογικήν· διὰ δὲ ταύτην καὶ τὸ ζῷον αὐτοκίνητον γίνεσθαι, ἴχνους αὐτοκινησίας μεταλαμβάνον. καὶ ὅτι μὲν κυρίως αὐτοκίνητον εἶναι βούλεται τὴν ψυχήν, δηλοῖ τοῦτον αὐτῆς ὁρισμὸν ἀποδιδοὺς ἔν τε τῷ Φαιδρῷ καὶ ἔτι σαφέστερον ἐν τῷ δεκάτῳ τῶν Νόμων, ὅταν λέγῃ· “ᾧ δὴ ψυχὴ τοὔνομα, τίς τούτου λόγος; ἔχομεν ἄλλον πλὴν τὸν νῦν δὴ ῥηθέντα τὴν δυναμένην αὐτὴν αὑτὴν <κινεῖν κίνησιν; — τὸ αὑτὴν κινεῖν φῆς λόγον ἔχειν τὴν αὐτὴν> κινεῖν, ᾗπερ τοὔνομα, ὃ δὴ πάντες ψυχὴν προσαγορεύομεν”. ὅτι δὲ διὰ τὸ τὴν ψυχὴν αὐτοκίνητον εἶναι καὶ τὸ ζῷον αὐτοκίνητον εἶναι βούλεται, καὶ τοῦτο ἐδήλωσεν ἐν τῷ Φαιδρῷ λέγων· “ πᾶν γὰρ σῶμα, ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι, ἄψυχον, ᾧ δὲ ἔνδοθεν αὐτῷ ἐξ ἑαυτοῦ, ἔμψυχον, ὡς ταύτης οὕσης φύσεως ἄψυχῆς,” τῆς ἑαυτὴν δηλονότι κινούσης καὶ τὸ μετέχον αὐτοκίνητον φαίνεσθαι ποιούσης· ὥστε τεκμήριον μὲν τῆς ψυχικῆς αὐτοκινησίας τὴν τοῦ ζῴου αὐτοκινησίαν ἐποιήσατο, αἴτιον δὲ ταύτης ἐκείνην. ἡ τοίνυν διαφορὰ γέγονε, παρ’ ὅσον ὁ μὲν Πλάτων πᾶσαν τὴν ὁποιανοῦν μεταβολήν, τήν τε ἐνεργητικὴν καὶ τὴν παθητικήν, κίνησιν ὁμολογεῖ. καὶ ἐν μὲν Τιμαίῳ “λέγει”, φησίν, ἡ ψυχή, “κινουμένη διὰ πάσης αὑτῆς”, ἐν δὲ τῷ δεκάτῳ τῶν Νόμων· “ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατ’ οὐρανὸν καὶ γῆν καὶ θάλατταν ταῖς ἑαυτῆς κινήσεσιν, αἷς ὀνόματά ἐστι βούλεσθαι, ἐπιμελεῖσθαι, σκοπεῖσθαι, βουλεύεσθαι, δοξάζειν ὀρθῶς, ἐψευσμένως, χαίρουσαν, λυπουμένην, θαρροῦσαν, φοβουμένην, μισοῦσαν, στέργουσαν, καὶ πᾶσαι ὅσαι τούτων συγγενεῖς πρωτουργοὶ κινήσεις.” ὁ μέντοι Ἀριστοτέλης μόνας τὰς φυσικὰς μεταβολὰς κινήσεις ἀξιῶν καλεῖν , τὴν ψυχὴν ἐνεργεῖν , ἀλλ’ οὐχὶ κινεῖσθαι νομίζει. καὶ δῆλός ἐστιν ἐν τῷ πρώτῳ τῆς Περὶ ψυχῆς τὰς φυσικὰς κινήσεις τῆς ψυχῆς ἀποφάσκων , ὅταν λέγῃ· “διχῶς δὴ λεγομένου τοῦ κινεῖσθαι” ἢ καθ’ αὑτὸ δηλονότι ἢ κατὰ συμβεβηκός “νῦν, φησίν, ἐπισκοποῦμεν περὶ τῆς ψυχῆς, εἰ καθ’ αὑτὴν κινεῖται καὶ μετέχει κινήσεως. τεσσάρων δὲ κινήσεων οὐσῶν, φορᾶς, ἀλλοιώσεως, φθίσεως, αὐξήσεως, ἢ μίαν τούτων κινοῖτο ἄν ἢ πλείους ἢ πάσας.” ταύτας δὲ καὶ ὁ Πλάτων ἀποφάσκει τῆς ψυχῆς ἐν ταῖς ἐννέα κινήσεσι ταῖς πρὸ τῆς ψυχῆς αὐτὰς ἐν τῷ δεκάτῳ τῶν Νόμων καταριθμούμενος , ψυχῆς δὲ κινήσεις τὰς πρόσθεν εἰρημένας παραδιδούς. καὶ δῆλον ὅτι καὶ ὁ Ἀριστοτέλης ταύτας δίδωσι τῇ ψυχῇ καὶ ἀπ’ αὐτῆς εἰς αὐτὴν αὐτὰς γινομένας οἶδεν, ἀλλ’ οὐ κινήσεις αὐτάς, ἀλλ’ ἐνεργείας καὶ πάθη καλεῖ. καὶ γὰρ ὅτι γινώσκει ἑαυτὴν ἡ ψυχὴ καὶ τελειοῖ πάντως οἶδεν Ἀριστοτέλης ὁ τοσαῦτα περὶ ψυχῆς φιλοσοφῶν, ἀλλ’ ὡς ἅπαξ τοῖς σώμασιν ἀπονέμων τὸ ἐκστατικὸν τῆς κινήσεως ἀκολούθως ἑαυτῷ οὐκ ἀξιοῖ τὴν ψυχὴν αὐτοκίνητον καλεῖν, ἀλλὰ τὸ ζῷον, ὡς ἐναργοῦς ἐν τῷ σώματι τῆς κινήσεως τῆς κατὰ τὸ κινεῖσθαι μόνον, ἣν καὶ μόνην εἶναι κίνησιν νομίζων ἐν τῷ κινουμένῳ τὴν κίνησιν ἀποτίθεται· ὥστε οὐ περὶ πρᾶγμα νῦν, ἀλλὰ περὶ ὄνομα τοῖς φιλοσόφοις ἐστὶν ἡ διαφορά, ὥσπερ καὶ ἐν τοῖς πλείοσι τῶν ἄλλων. αἴτιον δὲ οἶμαι <γίνε>ται πολλαχοῦ τὸ τὸν μὲν Ἀριστοτέλη τὴν συνήθειαν τῶν βούλεσθαι φυλάττειν καὶ ἀπὸ τῶν τῇ αἰσθήσει ἐναργῶν τὰς ἐπιχειρήσεις ποιεῖσθαι, τὸν δὲ Πλάτωνα τούτων αἰὲν καταφρονεῖν πολλάκις, πρὸς δὲ τὰς νοητὰς θεωρίας εὐκόλως ἀνατρέχειν. βουλόμενος δὲ δεῖξαι ὁ Ἀριστοτέλης κατὰ ποίαν κίνησιν τὸ αὐτοκίνητον νῦν λαμβάνει καὶ ὅτι κατὰ τὴν σωματικήν, καθ’ ἣν ἡ ψυχὴ οὐ κατ’ αὐτὸν μόνον, ἀλλὰ καὶ κατὰ τὸν Πλάτωνα ἀκίνητός ἐστιν, ἀρχὴν τῆς ἀποδείξεως ἐποιήσατο τὸ τὸ κινούμενον ἐξ ἀνάγκης εἶναι πᾶν συνεχὲς καὶ διαιρετὸν εἰς ἀεὶ διαιρετά· τοιοῦτον δὲ τὸ σῶμα πρώτως. τί οὖν ἂν εἴη κατὰ ταύτην τὴν κίνησιν αὐτοκίνητον κυρίως ἢ τὸ ζῷον; οὔτε γὰρ τὸ σῶμα κινεῖν δύναται οὔτε ἡ ψυχὴ ταύτην κινεῖσθαι τὴν κίνησιν, ἀλλὰ τὸ μὲν σῶμα κινεῖται, μὴ κινουμένη δὲ ψυχὴ κινεῖ ἀκίνητος οὖσα· διὸ καὶ οὐδὲν ὅλον ἓν αὐτοκίνητον εἶναι βούλεται, ὅτι οὐδὲ τὸ κινούμενον κατὰ ταύτην τὴν κίνησιν κινεῖν δύναται πρώτως οὐδὲ τὸ κινοῦν κινεῖσθαι. καὶ τὸ ἄτοπον ἐναργὲς ἐπήγαγεν εἰπών· “φέροιτο γὰρ ἂν καὶ φέροι τὴν αὐτὴν φορὰν ἓν ὃν καὶ ἄτομον τῷ εἴδει, καὶ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε διδάσκοι ἄν καὶ μανθάνοι ἅμα, καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγείαν.” ὥστε δυνάμει ἅμα ἔσται καὶ ἐνεργείᾳ, καὶ οὔπω ὂν ἅμ καὶ ἤδη ὂν κατ’ ἐκεῖνο, ὃ λέγεται. καὶ τῷ ὄντι ὅν τι καὶ ἁπλοῦν ὂν οὐκ ἄν εἴη αὐτοκίνητον. καὶ γὰρ καὶ ἡ ψυχὴ πάντας ἔχουσα τοὺς λόγους τοὺς μὲν προχείρους ἔχει καὶ ἐνεργητικούς, τοὺς δὲ ἠρεμοῦντας καὶ δυνάμει τέως ὄντας ἐν αὐτῇ, καὶ τοῖς ἐνεργείᾳ οὖσι κινεῖ τοὺς τέως δυνάμει, κινοῦνται δὲ ἐκεῖνοι , καὶ οὕτως ἡ πᾶσα αὐτοκίνητος λέγεται. καὶ συνᾴδει κα) ταύταις ταῖς ἐννοίαις Πλατωνικαῖς οὔσαις ὁ Ἀριστοτέλης. ἔστι γὰρ καὶ παρ’ αὐτῷ τῆς ψυχῆς ὁ μὲν δυνάμει νοῦς, ὁ δὲ ἐνεργείᾳ· καὶ ὁ δυνάμει γίνεται ἐνεργείᾳ ὑπὸ τοῦ ἐνεργείᾳ, διδασκούσης ἑαυτῆν τῆς ψυχῆς καὶ μανθανούσης παρ’ ἑαυτῆς καὶ ζητούσης καὶ εὑρισκούσης. πᾶσα γὰρ μάθησις διανοητική, ὡς αὐτὸς διδάσκει, καὶ ζήτησις δηλονότι καὶ εὕρεσις, ἐκ προüπαρχούσης γίνεται γνώσεως τῆς κατὰ τὸν ἐνεργοῦντα τὀτε νοῦν. καὶ διὰ τοῦτο ἴσως καίτοι κακτὰ | τὰς φυσικὰς κινήσεις τὴν αὐτοκινησίαν ὁρίζων παρέρριψεν ἐν τοῖς παραδείγμασιν τὸ “διδάσκοι γὰρ ἄν καὶ μανθά νοι” τὰ αὐτὰ ἐνδεικνύμεννος, ὅτι ἔστι μὲν τῂ ψυχῇ τὸ διδάσκειν ἑαυ τὴν καὶ μανθάνειν παρ’ ἑαυτῆς, ἀλλ’ οὐχ ὡς μιᾶς καὶ ἁπλῆς οὔσης, ὅπερ ἄτομον αὐτὸς τῷ εἴδει εἶπεν, ἀλλ’ εἰς τὸ δυνάμει καὶ ἐνεργείᾳ διαιρουμένης. διὸ καὶ εὶς τοῦτο τὸ ἄτοπον ἀπηγάγετο τὸν λόγον τὸ τὸ αὐτὸ ἕν ὄν καὶ καὶ ἄτομον τῷ εἴδει δυνάμει ἅμα καὶ ἐνεργείᾳ ἔσεσθαι καὶ οὔπω ὄν καὶ ἤδη ὄν, ὡς εἴ γέ τις διῃρημένην λαμβάνοι τὴν ψυχὴν εἰς τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, οὐκέτι ἄτοπον ἔσται τὸ τὸ αὐτὸ δυνάμει εἶναι καὶ ἐνεργείᾳ. αὐτενέργητος οὖν καὶ αύτόγνωστος καὶ αὐθεύρετός ἐστιν ή ψυχὴ κατὰ τὸν Ἀριστοτέλην, ἀλλ’ οὐχ ὡς μία καὶ ἁπλῆ, ἀλλ’ ὡς ἐκ τοῦ δυνάμει καὶ ἐνεργείᾳ συγεκειμένη. αὐτοκίνητον δὲ αὐτὴν οὐκ ἠξίωσε καλεῖν διὰ τὸ τὴν κίνησιν ἐν τοῖς σώμασι μόνοις θεωρεῖν· ταῦτα γὰρ τὰσυνεχῆ καὶ διαιρετὰ εἰς ἀεὶ διαιρετὰ πρώτως. καὶ διὰ τοῦτο καὶ ἡ κίνησις συνεχὴς καὶ διαιρετὴ καὶ διὰ τὴν κίνησιν ὁ χρόνος. ἀλλἀ πῶς κατὰ τὸν ὑπ’ αὐτοῦ τεθέντα τῆς κινήσεως ὁρισμὸν τὸν λέγοντα ἐντελέχειαν εἶναι τοῦ δυνατοῦ ᾗ δυνατὸν οὐχὶ καὶ κινεῖται ἡ ψυχὴ καὶ αὐτοκίνητός ἐστιν, εἴπερ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ὑφ’ ἑαυτῆς πρόεισι; μήποτε οὖν οὖτος μὲν ὁ ὁρισμὸς ὁ λέγων ἐντελέχειαν τοῦ δυνατοῦ ᾗ δυνατὸν κοινὸς πάσης ἐστὶ μεταβολῆς καὶ ψυχικῆς καὶ σωματικῆς καὶ ὅλως τῆς ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ προποδιζούσης. ὁ δὲ τῆς κινήσεως ὡς κινήσεως ἰδίως ὁρισμός ἐστιν· ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν. οὐχ ἁπλῶς οὖν πᾶσαν μεταβολὴν κίνησιν ἀξιοῖ καλεῖν ὁ Ἀριστοτέλης, ἀλλὰ τὴν συνήθη τὴν ὲπὶ τῶν σωμάτων· καὶ οὐδὲ ταύτην πᾶσαν· τὴν γὰρ γένεσιν καὶ τὴν φθορὰν διέ κρινε τῆς κινήσεως, ὅτι τὸ μηπω ὂν οὐδεὶς ἄν λέγοι κινεἶσθαι κυρίως. ἀλλ’ εἶναι μὲν δεἶ τι κατ’ ἐνέργειαν τὸ κινούμενον, ἔχειν δέ τι δυνάμει, καθ’ ὃ ἐνεργοῦν λέγεται κινεῖσθαι. p. 258b10 Eπεὶ δὲ δεῖ κίνησιν εἶναι ἀεὶ καὶ μὴ διαλείπειν ἕως τοῦ δῆλον ὦδε σκοποῦσιν. Δείξας, ὅτι τὸ πρώτως κινοῦν καθ’ ἑκάστην κίνησιν ἀκίνητόν ἐστι, νῦν δείκνυσιν, ὅτι τὸ πρώτως καινοῦν καὶ ἀίδιον εἶναι χρή, ὥστε καὶ τῆς τοιαύτης μεταβολῆς τῆς ὡς γενέσεως καὶ φθορᾶς ἀνεπίδεκτον εἶναι. καὶ τὸ μὲν πρῶτον ἐπιχείρημα κοινόν τε ἐπὶ κινήσεως ἀπλῶς καὶ σύντομον καὶ σαφές ἐστιν· ἐπειδὴ γὰρ δεῖ κίνησιν ἀίδιον εἶναι, ὡς ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου δέδεικται, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ, ὡς ἐν τῷ τρίτῳ μεμαθήκαμεν, τὸ δὲ κινούμενον πᾶν ὑπό τινος κινεῖται, ὡς ἀπέδειξε καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ καὶ ἐν τούτῳ, ἀνάγκη εἶναί τι, ὃ πρώτως κινοῦν ἀίδιόν ἐστι. προσέθηκε δὲ καὶ ἀκίνητον, οὐ παλιλλογῶν , ἀλλ’ ἀντὶ τοῦ καὶ τελέως ἀκίνητον, ὥστε μήτε τῆς κατὰ γένεσιν καὶ φθορὰν μεταβολῆς μετέχειν μήτε τῆς κατὰ συμβεβηκὸς κινήσεως. ἐπειδὴ δὲ πολλά ἐστι τὰ ἀκίνητα μὲν ὄντα αὐτά, κινοῦντα δὲ ἕτερα (τοιαῦται γὰρ πᾶσαι τῶν ζῴων αἱ ψυχαί· διὸ τὸ ζῷον αὐτοκίνητον ἐκ κινουμένου μὲν τοῦ σώματος, τῆς δὲ ψυχῆς ἀκινήτου μὲν οὔσης, κινούσης δέ, συγκινούμενον), τὸ μὲν ἕκαστον τῶν ἀκινήτων μὲν κινούντων δὲ ἀίδιον φησὶν εἶναι οὐδὲν πρὸς τὸν παρόντα λόγον. οὐ γὰρ τοῦτο ζητεῖται νῦν, εἰ αἱ ψυχαὶ πᾶσαι ἀθάνατοί εἰσιν (αὗται γάρ εἰσιν αἱ ἐν τοῖς αὐτοκινήτοις ἀκίνητοι μέν, κινοῦσαι δέ· ἄλλης γὰρ πραγματείας ἡ περὶ τῆς ψυχῆς σκέψις), ἀλλ’ οὐδὲ ἀπλῶς οὕτως, εἰ πάντα τὰ ἀκίνητα μὲν κινοῦντα δέ, ἀίδιά ἐστι, πρόκειται νῦν ζητεῖν, ἀλλὰ πρόκειται δεῖξαι νῦν, ὅτι ἀναγκαῖον εἶναί τι ἢ ἓν ἢ πλείω. οὔπω γὰρ τοῦτο διώρισται τὸ μὴ πρὸς καιρὸν τοιοῦτον, ἀλλὰ ἀεὶ ἀκίνητον μὲν αὐτὸ καὶ πάσης ἐκτὸς μεταβολῆς καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, κινητικὸν δὲ ἑτέρου. πάσης δὲ ἐκτὸς μεταβολῆς εἶπεν νῦν καὶ οὐ ῾πάσης κινήσεως’, ἵνα καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν περιλάβῃ. καὶ κατὰ συμβεβηκὸς δὲ τὸ πρώτως κινοῦν ἀκίνητόν φησι· καὶ ταύτῃ γὰρ διαφέρει τῶν ἐν τοῖς αὐτοκινήτοις ἀκινήτων μὲν κινούντων δέ, ὅτι ἐκεῖνα καθ’ αὑτὰ μὲν ἀκίνητα, κατὰ συμβεβηκὸς δὲ κινούμενα, τῷ τὰ σώματα ἐν οἷς ἐστι κινεῖσθαι· τὸ δὲ πρώτως κινοῦν ἅτε πάντῃ χωριστὸν σωμάτων ὑπάρχον, οὐ μόνον τῆς καθ’ αὑτὸ μεταβολῆς ὑπερανέχει, ἀλλὰ καὶ τῆς κατὰ συμβεβηκός. p. 258b16 Ἔστω δέ, εἴ τις βούλοιτο ἐπί τινων ἐνδεχόμενον ἕως τοῦ | εἰ δὲ πλείω, τὰ ἀίδια πλείω. Ὅτι ἔστι τι, ὃ πρώτως κινοῦν οὐ μόνον ἀκίνητον, ἀλλὰ καὶ ἀίδιόν ἐστι, δείκνυσι πάλιν ὑποθέμενος, ὅτι ἔστιν ἐν τοῖς οὖσιν ἀίδιος κίνησις καὶ μεταβολή, καὶ ὅτι δεῖ τῶν ἀεὶ μεταβαλλομένων προυπάρχειν τὸ ἀμετάβηλτον τῆς μεταβολῆς αἴτιον. ἐνστάσεως δὲ οὕσης τῆς λεγούσης, ὅτι αἱ ἐν τοῖς αὐτοκινήτοις ἀρχαὶ τῆς κινήσεως, τουτέστιν αἱ ἐν τοῖς ζῴοις ψυχαί, κἄν μὴ ἀίδιοι ὦσιν, ἀρκοῦσιν εἰς ἀρχῆς κινήσεως λόγον ἀκίνητοι οὖσαι (οὐ γὰρ διὰ γενέσεως ἢ φθορᾶς ἢ ὅλως μεταβολῆς ποτὲ μὲν εἰσὶ ποτὲ δὲ οὐκ εἰσίν. εἰ μὲν γὰρ διὰ μεταβολῆς ἢ κινήσεως αὐταῖς συνέβαινε τοῦτο, ἀναγ- καῖον ἦν προυπάρχειν αὐτῶν τὸ κινοῦν, ἐπειδὴ δὲ οὐ διὰ κινήσεως ἢ ὅλως μεταβολῆς διὰ τὸ ἀμερεῖς εἶναι, αὐτάρκεις ἄν εἶεν εἰς ἀρχῆς λόγον, καὶ οὐ χρεία τῆς ἀιδίου ἀρχῆς)· ταύτην οὖν τὴν ἔνστασιν εὐθὺς ἐν ἀρχῇ λύει, συγχωρήσας μὲν ἐνδέχεσθαί τι εἶναί ποτε καὶ μὴ εἶναι ἄνευ γενέσεως καὶ φθορᾶς, τάχα δὲ οὐκ ἐνδέχεσθαι, ἀλλὰ καὶ ἀναγκαῖον εἶναι, εἴ τι ἀμερὲς ὁτὲ μὲν ἔστιν ὁτὲ δὲ μὴ ἔστιν ἄνευ τοῦ μεταβάλλειν ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μὴ εἶναι. ἐνδεχέσθω οὖν, φησί, καὶ τῶν ἀρχῶν τοῦ κινεῖσθαί τινας ἄνευ κινήσεως καὶ μεταβολῆς ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μὴ εἶναι, οὐ μέντοι πάσας δυνατὸν τὰς ἀρχὰς ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μὴ εἶναι· δεῖ γὰρ εἶναί τι ἀεὶ τὸ τοῦ ποτὲ εἶναι ταῖς τοιαύταις ἀρχαῖς αἴτιον, ἐπειδὴ τὸ ποτὲ εἶναι ἀεί ἐστιν ἐν ἄλλοις καὶ ἄλλοις. αὐτὸς δὲ καὶ ἔτι ἐναργέστερον δείκνυσιν, ὅτι καὶ τοῖς ἑαυτὰ κινοῦσιν, εἰ ὑποτίθοιτο καὶ τὸ κινοῦν ἐν αὐτοῖς ποτὲ μὲν εἶναι ποτὲ δὲ μή, ἔστι τι αἴτιον ἀίδιον τοῦ ποτὲ μὲν εἶναι, ποτὲ δὲ μή. κἄν γὰρ τὰ κινοῦντα ἐν τοῖς αὐτοκινήτοις ἀσώματα ὄντα καὶ ἀμερῆ ἄνευ γενέσεως καὶ φθορᾶς ποτὲ μὲν ᾖ, ποτὲ δὲ οὐκ ᾖ , ἀλλ’ εἴπερ ὅλως κινεῖται, τὸ αὐτοκίνητον ἀνάγκη μέγεθος ἔχειν, διότι οὐδὲν ἀμερὲς κινεῖται, ὡς δέδεικταί τὸ δὲ κινοῦν οὔπω δῆλον, εἰ ἀμερὲς ἀνάγκη εἶναι. εἰ οὖν ἔστιν ἐν τοῖς αὐτοκινήτοις τὰ ποτὲ μὲν ὄντα ποιὲ δὲ μὴ ὄντα σώματα, ταῦτα ἀνάγκη διὰ γενέσεως καὶ φθορᾶς ποτὲ μὲν εἶναι, ποτὲ δὲ μὴ εἶναι. πάσης δὲ γενέσεως καὶ φθορᾶς ἔστι τι αἴτιον· ὃ δὲ τῆς τούτων γενέσεως ἐστιν αἴτιον, εἴη ἄν καὶ τῶν ἐν αὐτοῖς κινητικῶν, εἴπερ σὺν ἐκείνοις ὑφίσταται. οὐκ ἄρα ἀρκεῖ τὰ ἐν τοῖς αὐτοκινήτοις ἀκίνητα εἰς ἀρχῆς κινήσεως λόγον. ἔτι δὲ τοῦ τὰ μὲν γίνεσθαι τὰ δὲ φθείρεσθαι συνεχῶς ἄλλων μὲν γινομένων ἄλλων δὲ φθειρομένων τὸ αἴτιον δείκνυσι μήτε ἓν τῶν ἀκινήτων μὲν μὴ ἀεὶ δὲ ὄντων, ὡς ὑπόκειται, ὑπάρχον μήτε οὕτως ὡς τῶν μὲν ταδὶ κινούντων, τῶν δὲ ἕτερα. τοὐ γὰρ ἀεὶ καὶ συνεχῶς οὔτε ὅν ἐστιν αἴτιον, ὅπερ αὐτὸς εἶπεν ἕκαστον. εἰ γὰρ αὐτὸ μὲν οὐκ ἀίδιον, ἡ δὲ μεταβολὴ ἀίδιος, ὅτε τοῦτο μὴ ἔστιν, ἤτοι οὐκ ἔσται οὐδὲ ἡ μεταβολή , καὶ οὐκ ἔσται ἀίδιος οὐδὲ συνεχής, ἢ ἔσται ἄλλο αἴτιον αὐτῆς, εἴγε καὶ μὴ ὄντος τούτου γίνεται. αὐτὸς δὲ εἰπὼν ὅτι τοῦ ἀεὶ καὶ συνεχῶς οὔτε ἕκαστον αὐτῶν οὔτε πάντα αἴτια τὸ μὲν ἓν τῶν μὴ ἀιδίων αἴτιον εἶναι ἀνεῖλεν συντόμως διὰ τοῦ τὸ μὲν γὰρ οὕτως ἔχον ἀίδιον καὶ ἐξ ἀνάγκης. πῶς δὲ τοῦ ἀναγκαίου καὶ ἀιδίου τὸ μὴ ἀίδιον αἴτιον εἶναι δύναιτο; ὅπερ ὡς προφανὲς ἐπαγαγεῖν παρῆκεν. ὅτι δὲ μηδὲ πάντα τὰ τοιαῦτα οἷόν τε αἴτια εἶναι ἔδειξε διὰ τοῦ τὰ δὲ πάντα ἄπειρα, καὶ οὐχ ἅμα πάντα ὄντα. ἄπειρα γὰρ οὕτως ὡς ἐπ’ ἄπειρον γινόμενα καὶ διὰ τοῦτο οὐχ ἅμ πάντα ὄντα. πῶς οὖν οἷόν τε πάντα αἴτια λέγειν τῆς ἀιδίου καὶ συνεχοῦς μεταβολῆς βολῆς τὰ μήτε ἀεὶ πάντα μήτε ἅμα ὄντα; τὰ γὰρ μήπω ὄντα ἢ μηκέτι ὄντα πῶς ἄν αἴτια τοῦ ὄντος εἴη; ὅτι δὲ οὐδὲ οὕτω πάντα, ὡς πάντα μὲν τῆς αὐτῆς καὶ μιᾶς, ἄλλα δὲ ἄλλου μέρους, ὡς τοῦδε μὲν τοῦδε, ἄλλου δὲ ἑτέρου, οἷον τὰ νῦν ὄντα τῶν νῦν ὄντων καὶ τὰ αὖθις τῶν αὖθις, δείξει προελθών. δυνατὸν δὲ οἶμαι καὶ οὕτως ἐκ τῶν εἰρημένων συλλογίσασθαι, ὅτι οὔτε ἓν τῶν μὴ ἀιδίων οὔτε πάντα αἴτια τῆς συνεχοῦς καὶ ἀιδίου κινήσεως ἐστι. λαβὼν γὰρ ὅτι τὸ οὕτως ἔχειν, τουτέστι τὸ αἴτιον εἶναι συνεχοῦς καὶ ἀιδίου κινήσεως, ἀίδιον ἐξ ἀνάγκης ἐστίν, ἢ ὡς ὁ ’Αλέξανδρος καὶ ὁ Θεμίστιος γράφουσιν, ἀίδιον καὶ ἐξ ἀνάγκης (καὶ γὰρ ἀνάγκη τὸ αἴτιον τοῦ ἀιδίου αἰεὶ εἶναι), ταύτῃ τῇ καταφατικῇ προτάσει προστίθησιν ἀποφατικὴν πρότασιν τὴν λέγουσαν ῾τὸ ἓν ἕκαστον γενητὸν καὶ φθαρτὸν καὶ πάντα τὰ τοιαῦτα οὐκ ἔστιν ἀίδιον’, ἐξ ὧν συνάγεσθαι, ὅτι τὸ ἓν τὸ γενητὸν καὶ φθαρτὸν καὶ πάντα τὰ τοιαῦτα οὐκ ἔστιν αἴτια τῆς συνεχοῦς καὶ ἀιδίου κινήσεως. ἀλλ’ ὅτι μὲν τὸ ἓν ἕκαστον τὸ γενητὸν καὶ φθαρτὸν οὐκ ἔστιν ἀίδιον, καὶ περιττὸν ἦν δεικνύναι. ὅτι δὲ οὐδὲ τὰ πάντα ἀίδιά ἐστιν, δείκνυσι διὰ τοῦ ἄπειρα εἶναι, καὶ οὕτως ἄπειρα ὡς ἐπ’ ἄπειρον γινόμενα, καὶ οὐχ ἅμα πάντα ὄντα. ἄλλοτε γὰρ ἄλλα γινόμενα οὐχ ἅμα πάντα ἐστίν, ὥστε οὐδὲ τὰ πάντα ἀίδια· εἰ γὰρ ἦν ἀίδια, ἅμα ἄν ἦν τὰ πάντα. καὶ οὐ νῦν μὲν ἄλλα, αὖθις | δὲ ἕτερα. δῆλον τοίνυν, φησίν, ὅτι κἄν μυριάκις, τουτέστιν ἐπ’ ἄπειρον, αἱ τοιαῦται ἀρχαὶ αἱ τῶν ἀκινήτων μὲν κινουσῶν δέ, οἷαί εἰσιν αἱ ἐν τοῖς αὐτοκινήτοις ἀκίνητοι, τουτέστιν αἱ τῶν ζῴων ψυχαί, καὶ πολλὰ δὲ τῶν αὐτοκινήτων (τὰ γὰρ ὑπὸ σελήνην πάντα τὰ μὲν γίνεται τὰ δὲ φθείρεται τοῦ προλαβόντος ἀεὶ τῷ ἐφεξῆς αἰτίου γινομένου τῆς γενέσεως), ἀλλ’ ὅμως οὐδὲν ἧττον ἔστιν τι ἀίδιον αἴτιον παρ’ ἕκαστον τούτων, ὃ περιέχει καὶ ὁρίζει τὰς τούτων μεταβολὰς τὸ ἀνέκλειπτον αὐταῖς παρεχόμενον, ὅπερ οὔτε ἕκαστον τῶν γινομένων καὶ φθειρομένων οὔτε πάντα ἅμα δύναται παρασχεῖν · τὸ γὰρ ἐφεξῆς οὔτε συνεχὲς οὔτε ἀίδιον. ἀίδιος δὲ καὶ συνεχὴς ἡ κίνησις ἀποδέδεικται. δείξας οὖν, ὅτι οὔτε ἓν ἕκαστον οὔτε πάντα τὰ γενητὰ καὶ φθαρτὰ τῆς κινήσεως αἴτια δύναται τῆς ἀιδίου κινήσεως αἴτια εἶναι, εἰκότως ἐπήγαγε δῆλον εἶναι, ὅτι ἔστι τι ἀίδιον αἴτιον τῆς ἀιδίου μεταβολῆς. εἶτα προστίθησιν, ὅτι τοῦτο μὲν τὸ ἀίδιον αἴτιον τούτοις τοῖς οὐκ ἀιδίοις ὑποκειμένοις κινητικοῖς αἴτιον <τοῦ> εἶναί τε καὶ κινεῖν τοῖς αὐτοκινήτοις, ἐν οἷς τὰ τοιαῦτα κινητικά, ἐκεῖνο αἴτιον τοῦ εἶναι, ταῦτα δὲ τὰ αὐτοκίνητα τοῖς ἄλλοις αἴτια τῆς κινήσεως ἐστι τοῖς κινουμένοις μέν, οὐκ ἀεὶ δὲ ἕτερα κινοῦσιν, εἴ γε ἀρχὴ καὶ πρῶτον τῶν κινούντων τε καὶ κινουμένων ἐστὶ τὸ αὐτοκίνητον, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν, πρὸ παντὸς ἑτεροκινήτου ἑτεροκίνητον τιθέντες. δύναται δὲ τοῦτο μὲν τούτοις λέγειν τὸ ἀίδιον κινητικὸν τοῖς ἀεὶ καὶ συνεχῶς κινουμένοις, τουτέστι τοῖς κυκλοφορητικοῖς, ταῦτα δὲ τοῖς γινομένοις καὶ φθειρομένοις αἴτια τῆς τε κινήσεως καὶ τῆς γενέσεως. ἄμεινον δὲ ἴσως τὸ καὶ τοῦτο μὲν τούτοις περὶ τῶν ἐν τοῖς αὐτοκινήτοις κινητῶν ἀκούειν, ἐπειδὴ περὶ τούτων προσεχῶς ὁ λόγος ἦν. ὡς συμπέρασμα δὲ τοῖς εἰρημένοις πᾶσιν ἐπάγει σύντομόν τι καὶ ὑγιὲς συνημμένον. εἴπερ γὰρ ἀίδιος, φησίν, ἡ κίνησις, ἀίδιον καὶ τὸ κινοῦν αἴτιον ἔστι, τὸ πρώτως δηλονότι κινοῦν. ἔχων οὖν τὸ ἡγούμενον κατεσκευασμένον τὸ ἀίδιον εἶναι τὴν κίνησιν θαρρούντως ἐπάγει τὸ ἐπαγόμενον τὸ ἀίδιον εἶναι τὸ πρώτως κινοῦν. καὶ εἰ μὲν ἓν εἴη τὸ ἀιδίως κινούμενον, ἓν ἔσται τὸ κινοῦν ἀίδιον, εἰ δὲ πλείω τὰ τὴν ἀίδιον κίνησιν κινούμενα, πλείω καὶ τὰ κινοῦντα ἀίδια· ἓν γὰρ καθ’ ἑκάστην κίνησιν. p. 259a8 Ἓν δὲ μᾶλλον ἢ πολλὰ ἕως τοῦ ἔσται ἀρχὴ τοῖς ἄλλοις κινήσεως. Εὐλογώτερόν φησιν ἓν μᾶλλον εἶναι τὸ πρώτως κινοῦν αἴτιον ἢ πολλά· οὐ γὰρ ἀγαθὸν πολυκοιρανίη, ὅπερ αὐτὸς ἐν τῇ Μετὰ τὰ φυσικὰ περὶ τούτου λέγων Ομηρικῶς ἀνεφθέγξατο. εἰ δὲ πολλά, εὐλογώτερον πεπερασμένα μᾶλλον νομίζειν ἢ ἄπειρα. καὶ τὴν αἰτίαν προστίθησι· διότι τῶν αὐτῶν συμβαινόντων τὰ πεπερασμένα μένα μᾶλλον ληπτέον. τούτου δὲ πάλιν αἴτιον τὸ δεῖν ἐν τοῖς φυσικοῖς, ἂν ἐνδέχηται, τὸ πεπερασμένον μᾶλλον ὑπάρχειν, διότι βέλτιον τοῦτο τοῦ ἀπείρου καὶ τὸ ἓν τῶν πολλῶν. κεῖται γάρ, ὅτι ἡ φύσις ἀεὶ τῶν ἐνδεχομένων τὸ ἄριστον ποιεῖ προηγουμένως. καὶ κατὰ τοῦτον τὸν λόγον ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας τῶν ἄπειρα τὰ στοιχεῖα ὑποθεμένων Δημοκρίτου τε καὶ Ἀναξαγόρου προέκρινεν Ἐμπεδοκλέα πεπερασμένα εἰπόντα καὶ πάντα ἀποδιδόντα, ὅσα ἐκεῖ· νοὶ διὰ τῶν ἀπείρων ἀποδεδώκασι. ταῦτα δὲ λέγει δεικνύναι μέλλων, ὅτι καὶ τῶν πολλῶν συνεχῶν κινήσεων πεπερασμένων οὐσῶν καὶ οὐκ ἀπείρων ἐστὶ μία προυπάρχουσα ἡ περιέχουσα τὰς ἄλλας ἡ τῆς ἀπλανοῦς καὶ τῶν κινητικῶν αἰτίων ἐστὶν ἓν τὸ ὑπερανέχον, εἰς ἃ καὶ νῦν ἀποβλέπων ἐπήγαγεν, ὅτι ἱκανὸν καὶ ἕν, ὃ πρῶτον τῶν ἀκινήτων ἀίδιον ὄν, ἔσται ἀρχὴ τοῖς ἄλλοις κινήσεως. p. 259a13 Φανερὸν δὲ καὶ ἐκ τοῦδε, ὅτι ἀνάγκη εἶναί τι ἓν ἕως τοῦ οὐ συνεχὴς ἡ ὅλη κίνησις, ἀλλ’ ἐφεξῆς. Δείξας, ὅτι ἔστι τι τὸ πρώτως κινοῦν ἀίδιον καθ’ ἕκαστον τῶν συνεχῶς καὶ ἀιδίως κινουμένων καὶ ὅτι εὔλογον ἓν τοῦτο νομίζειν, τὸ αὐτὸ καὶ δι’ ἑτέρας ἐπιχειρήσεως τῆς διὰ τριῶν ἢ διὰ πλειόνων κατὰ τὸν ὑποθετικὸν τρόπον συναγομένης δείκνυσιν οὕτως· εἰ ἀνάγκη ἀεὶ εἶναι κίνησιν, ἀνάγκη συνεχῆ εἶναι· εἰ ἀνάγκη ἀεὶ καὶ συνεχῆ εἶναι, ἀνάγκη μίαν εἶναι· εἰ ἀνάγκη ἀεὶ καὶ συνεχῆ καὶ μίαν εἶναι κίνησιν, ἀνάγκη ὑφ’ ἑνὸς ἀιδίου κινουμένου καὶ ἑνὸς ἀιδίου κινοῦντος γίνεσθαι. εἰ ἄρα ἀνάγκη ἀεὶ εἶναι κίνησιν, ἀνάγκη ἓν καὶ ἀίδιον εἶναι τὸ πρώτως κινοῦν· ἀλλὰ μὴν δέδεικται τὸ ἡγούμενον· ἀληθὲς ἄρα καὶ τὸ ἑπόμενον. καὶ ὅτι μὲν εἰ ἀεί ἐστι, καὶ συνεχής ἐστιν, ἔδειξε διὰ τοῦ τὸ ἀεὶ καὶ συνεχὲς εἶναι· εἰ γὰρ διαλείποι, οὐκ ἀεὶ ἔσται, εἰ δὲ συνεχής, μία· εἰ γὰρ πλείους, οὐ συνεχής, ἀλλ’ ἐφεξῆς. εἰ ἄρα συνεχής, οὐ πλείους, ἀλλὰ μία. ὅτι δὲ οὐχ οὕτως μία, ὡς ἐκ τῶν ἐφεξῆς γινομένων συγκεῖσθαι τὴν ἀίδιον, δῆλον, εἴπερ τὴν ἐφεξῆς | κίνησιν ἐνδέχεται καὶ διαλείπειν· οὐ γὰρ ἀνάγκη μετὰ τὸ πρῶτον κίνησιν εὐθὺς εἶναι καὶ γίνεσθαι τὸ μετ’ αὐτὸ κινοῦν, εἰ μή τι εἴη ἀίδιόν τε καὶ ἓν τῆς ἀναγκαίας διαδοχῆς τοῖς κινοῦσιν αἴτιον, ὅπερ νῦν ὁ λόγος εἰσάγει. μὴ ὄντος δὲ τοιούτου, ἐνδέχεται καὶ διαλείπειν καὶ μὴ εὐθὺς τῷ φθείρεσθαι τὸ πρῶτον κινῆσαν τὸ μετ’ αὐτὸ εἶναι. διαλείποντος δὲ ἐκείνου, διαλείποι ἂν καὶ ἡ κίνησις· τοῦτο δὲ ἀδύνατον. εἰ δὲ εἴη συνεχὴς καὶ μία, τῷ ἀριθμῷ μία ἔσται· μία δέ ἐστι τῷ ἀριθμῶ, ὡς ἔμπροσθεν ἐδείχθη ἡ ἑνός τε τῷ ἀριθμῷ κινοῦντος καὶ ἑνὸς τῷ ἀριθμῷ κινουμένου· οὔτε γὰρ πολλῶν ὄντων τῶν κινουμένων μία κίνησις, ἀλλ’ ἐφεξῆς, εἰ ἄρα, οὔτε πολλῶν ὄντων τῶν κινούντων. ἐν γὰρ τῇ τῶν κινούντων διαδοχῇ γίνεταί τις στάσις· δεῖ γὰρ τὸ μὲν παύσασθαι τὸ δὲ ἄρξασθαι· οὕτω δὲ ἡ συνέχεια διασπᾶται. ἔτι δὲ ἐρρήθη, ὅτι οὐδὲ ἀνάγκην τινὰ ἕξει τοῦ εὐθὺς μετὰ τὸ πρῶτον κινῆσαν εἶναι τὸ δεύτερον κινοῦν. οὐ γὰρ δὴ πλείω ὄντα ἀίδια ἐκ διαδοχῆς κινήσει. ταῦτα γὰρ ἀναπαύσεως δεῖται κατὰ τὴν συνέχειαν τῆς ἐνεργείας, ἃ ἐν τῷ ἐνεργεῖν κάμνει· κάμνει δὲ τὰ θνητά, τὸ δὲ ἀίδιον οὐ κάμνει. ἔτι ἵνα ἐκ τοῦ μὴ κινεῖν εἰς τὸ κινεῖν μεταβάλλῃ , δεήσει αὐτὰ κινεῖσθαι· ἀλλ’ ἦν ἀκίνητα· πρῶτα γάρ. ἔδειξε δὲ διὰ τούτων, ὅτι μηδὲ πάντα τὰ κινητικὰ μέν, μὴ ἀίδια δὲ οἷά τε αἴτια εἶναι τῆς ἀιδίου κινήσεως ἐκ διαδοχῆς κινοῦντα. ἔδειξε δὲ πρότερον ὅτι οὐδὲ πάντα ἅμα. δῆλον οὖν καὶ ἐκ τῶν νῦν εἰρημένων, ὅτι τὸ ἑκάστης συνεχοῦς κινήσεως ἀίδιον κινητικὸν αἴτιον ἓν εἶναι βούλεται. οὕτω δὲ καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ ἐκ τῶν συνεχῶς κινουμένων κυκλοφορητικῶν σωμάτων τὸν ἀριθμὸν τῶν ἀκινήτων μὲν πρώτως δὲ κινούντων αἰτίων ἐπεχείρησεν εὑρεῖν. Ἀπορήσοι δὲ ἄν τις εἰκότως, ὡς οἶμαι, πῶς τῷ ἐν ἀρχῇ δειχθέντι, ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι ἕπεται τὸ συνεχῆ εἶναι· τὸ γὰρ ἀεί φησι συνεχές, τὸ δὲ ἐφεξῆς οὐ συνεχές. καίτοι οὐχ ὡς συνεχής, ἀλλ’ ὡς ἐφεξῆς ἀεὶ οὖσα κίνησις ἐν τοῖς φθάσασι λόγοις ἐδείχθη, εἴπερ ἀεὶ πρὸ τῆς πρώτης ὑποτιθεμένης μεταβολῆς ἄλλην ἔδειξε προτέραν καὶ μετὰ τὴν τελευταίαν ἄλλην ὑστέραν. αἱ δὲ τοιαῦται κινήσεις ἐφεξῆς εἰσιν, ἀλλ’ οὐ συνεχεῖς. εἰ οὖν τὸ μὲν ἀεὶ συνεχές, ὥς φησι, τὸ δὲ ἐφεξῆς οὐ ἀεί. εἰ οὖν ἡ δειχθεῖσα κίνησις ἐφεξῆς ἦν, οὐ δέδεικται δι’ ἐκείνης τῆς δείξεως, ὅτι ἀεὶ κίνησίς ἐστιν, οὐδὲ ὅτι μία· ὥστε οὐδὲ ὅτι ἓν τὸ κινοῦν δειχθήσεται, ὡς νῦν εἶπεν, ἐκ τοῦ δεδεῖχθαι, ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι. οὕτω γὰρ ἐδείχθη ἀεὶ ὡς ἐφεξῆς, ἀλλ’ οὐχ ὡς συνεχής. ἡ μὲν οὖν ἀπορία τοιαύτη ἄν εἴη· ῥητέον δὲ ἴσως, ὅτι ἐν ἀρχῇ μὲν ἐδείχθη, ὅτι ἀεί ἐστι κίνησις κινήσεως ἐφεξῆς· τοῦτο γὰρ ἐναργὲς ἦν ἐν τοῖς προσεχέσιν ἡμῖν τοῖς ὑπὸ σελήνην ὑπάρχον, ἐν οἷς πρὸ πάσης κινήσεως ἄλλην ἀνάγκη προϋπάρχειν καὶ εἰν καὶ μετὰ πᾶσαν ἄλλην μεθυπάρχειν. ἐλήφθη θῆ δὲ λοιπὸν ἐξ ὑποθέσεως, ὅτι πρὸ τῆς ἐφεξῆς ἀεὶ ἔστιν ἡ συνεχὴς ἀεὶ ἡ τοῦ ἀνεκλείπτου τῆς ἐφεξῆς αἰτία. τὸ οὖν εἰρημένον ἐνταῦθα εἰ δὲ ἀεί, ἀν’ ἄγ κη συνεχῆ εἶναι· τὸ γὰρ ἀεὶ συνεχές, τὸ δὲ ἐφεξῆς οὐ συνεχές δηλοῖ, ὅτι τὸ ἐφεξῆς, καθ’ ὃ ἐφεξῆς, οὐκ ἔστι συνεχὲς οὐδὲ τὸ ἀεὶ ἐξ ἀνάγκης ἔχει. ἐπεὶ οὖν δέδεικται ἀνέκλειπτον τὸ ἐφεξῆς τῆς κινήσεως ἐν τοῖς ὑπὸ σελήνην, ἀπὸ συνεχοῦς τινος ἀνάγκη τὸ ἀνέκλειπτον καὶ ἀεὶ τῷ ἐφεξῆς ὑπάρχειν· μὴ γὰρ οὔσης συνεχοῦς καὶ ἀιδίου τῆς οὐρανίας κινήσεως, οὐκ ἄν ἡ τῶν ὑπὸ σελήνην κίνησις ἐφεξῆς οὖσα ἀνέκλειπτος καὶ ἀίδιος ἦν. ὅτι δὲ ἐξ ὑποθέσεως ἐλήφθη, τὸ ἀνεκλείπτου δειχθείσης τῆς ἐφεξῆς κινήσεως εἶναι συνεχῆ κίνησιν, δηλοῖ προελθὼν αὐτός, ἐν οἷς φησιν “ἅμα δὲ καὶ τὸ νῦν καὶ πρότερον ὑποτεθέν, ὅτι ἐνδέχεταί τινα κίνησιν εἶναι συνεχῆ καὶ ἀίδιον, φανερὸν ἔστι τῇ αὐτῇ μεθόδῳ’’, καὶ δείκνυσιν, ὅτι μόνη τῶν ἄλλων κινήσεων ἡ κυκλοφορία τοιαύτη ἐστίν. εἰ οὖν οὔσης ἐν τοῖς ὑπὸ σελήνην τῆς ἐφεξῆς ἀνεκλείπτου κινήσεως, ἀνάγκη τὴν φύσει πρῴαν προϋπάρχειν τὴν συνεχῆ καὶ μίαν καὶ ἀίδιον καὶ τοῦ ἀεὶ τῷ ἐφεξῆς αἰτίαν, οὔσης δὲ μιᾶς καὶ συνεχοῦς καὶ ἀιδίου κινήσεως ἀνάγκη καὶ τὸ κινοῦν αὐτὴν ἓν εἶναι καὶ ἀίδιον, εἰκότως ἐκ τοῦ ἐν ἀρχῇ δεδειγμένου περὶ τοῦ ἀεὶ κίνησιν ἐφεξῆς εἶναι δείκνυσθαί φησιν, ὅτι καὶ συνεχῆ καὶ μίαν κίνησιν ἀνάγκη εἶναι ἀεί, καὶ τὸ κινοῦν αὐτὴν ἓν καὶ ἀίδιον, εἴπερ μία κίνησις ἡ ὑφ’ ἑνὸς τοῦ κινοῦντος καὶ ἑνὸς τοῦ κινοῦ μένου. p. 259a20 Ἔκ τε δὴ τούτων πιστεύσειεν ἄν τις ἕως τοῦ | ὥστε καὶ τὸ ἐν τῷ σώματι ὂν καὶ τῇ μοχλεία κινοῦν ἑαυτό. Πολλαχῶς δείξας, ὅτι ἔστι τι πρώτως κινοῦν ἀκίνητον, πιστεύσειεν ἄν τις, φησί, τοῦτο καὶ ἐπὶ τὰς ἀρχὰς τῶν κινούντων ἐπιβλέψας, τουτέστι τὰς ἐν τοῖς ζῴοις ψυχὰς καὶ αὐτὰς ἀρχὰς καὶ ἀκινήτους ἀρχὰς δοκούσας τῶν κινήσεων. εἰ γὰρ αὗται μήτε πάσης τοὐ ζῴου κινήσεως ἀρχαὶ οὖσαι φαίνονται οὔτε γὰρ αὐξήσεως οὔτε φθίσεως οὔτε ἀναπνοῆς, ἀλλ᾿ εἴπερ ἄρα, τῆς κατὰ τόπον μόνης κινήσεως τῆς καθ᾿ ὁρμὴν αἴτιαί εἰσιν αἱ τῶν ζῴων ψυχαί, καὶ οὐδὲ ταύτης κυρίως ἀρχαί· ἔξωθεν γὰρ καὶ ταύτης αἱ ἀρχαὶ δειχθήσονται), εἰ δὲ μηδὲ ἀκίνητοι κατὰ πάντα τρόπον εἰσίν, ἀλλὰ κατὰ συμβεβηκὸς κινοῦνται τοῖς ὑφ’ ἑαυτῶν κινουμένοις σώμασι συγκινούμεναι, δῆλον ὅτι οὐκ εἰσὶν αὗται κυρίως ἀρχαὶ τῆς κινήσεως, ἀλλ’ ἔστιν ἄλλη τις πρὸ τούτων. ὁ μὲν οὖν εἱρμὸς τῆς προκειμένης ἐπιχειρήσεως τοιοῦτός ἐστιν· εἰπὼν δέ, ὅτι καὶ ἐκ τῶν προειρημένων πιστεύσειεν ἄν τις εἶναί τι πρῶτον ἀκίνητον καὶ πάλιν ἐπιβλέψας ἐπὶ τὰς ἀρχὰς τῶν κινούντων, ἐξέτρεψε τὸν λόγον ἐπὶ τὴν ἔφοδον, καθ’ ἣν ηὑρέθησαν τὰ τῶν κινήσεων αἴτια. ἀρχὴ δὲ πανταχοῦ τὸ φανερὸν τοῦ ἀφανοῦς γίνεται. ἐπειδὴ οὖν προφανές ἐστιν, ὅτι τινὰ τῶν ὄντων ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ ἠρεμεῖ, ὥσπερ τὰ ζῷα φαίνεται καὶ τὰ φυσικὰ σώματα κινούμενα μὲν φυσικῶς ἐπὶ τοὺς οἰκείους τόπους, ἐν τούτοις δὲ κτὰ φύσιν ἠρεμοῦντα, τὸ δὲ αὐτὸ καὶ ἐκ τῶν παρὰ φύσιν κινουμένων δείκνυται ἡ γὰρ παρὰ φύσιν κίνησις ἔκστασίς ἐστιν ἀπὸ τῆς κατὰ φύσιν ἠρεμίας βιαίως γινομένη) , καὶ διὰ τούτου φησὶ γέγονε δῆλον, ὅτι οὔτε πάντα τὰ ὄντα ἀεὶ κινεῖται, ὡς ῾Ηράκλειτος ἐδόκει λέγειν, οὔτε πάντα ἀεὶ ἠρεμεῖ οὔτε τὰ μὲν ἀεὶ ἠρεμεῖ, τὰ δὲ ἀεὶ κινεῖται. τὰ γὰρ ποτὲ μὲν κινούμενα ποτὲ δὲ ἠρεμοῦντα ἐλέγχει ταῦτα τὰ τῆς διαιρέσεως τμήματα. ὄντων δὲ τούτων τῶν ποτὲ μὲν κινουμένων ποτὲ δὲ ἠρεμούντων , καὶ προφανῶν ὄντων, ζητεῖ πάντως ὁ λόγος, εἰ τῶν μέσων τούτων καὶ ἐπαμφοτεριζόντων ἐν τοῖς οὖσιν ὄντων ἐστὶ καὶ τὰ ἄκρα τὰ μὲν ἀεὶ ἀκίνητα, τὰ δὲ ἀεὶ κινούμενα. καὶ προιόντες ἐπὶ τὴν τούτου δεῖξιν ἔθεμεν ἅπαν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, ὅπερ καὶ ἐν τῷ πρὸ τούτου δέδεικται βιβλίῳ, τὸ δὲ κινοῦν ἢ ἀκίνητον ἀνάγκη εἶναι ἡ κινούμενον, καὶ εἰ κινούμενον, ἢ ὑφ’ ἑαυτοῦ ἢ ἀεὶ ὑπ’ ἄλλου, ὥστε ἀεὶ τὸ κινοῦν ὑπό τινος ἔξωθεν κινεῖσθαι. τούτου οὖν ὄντος ἀτόπου, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν, ἀρχαὶ τῶν κινουμένων ἐφάνησαν δύο, προσεχὴς μὲν τὸ ἑαυτὸ κινοῦν, πάντων δὲ τὸ ἀκίνητον. καὶ πᾶν τὸ αὐτοκίνητον τὸ κινοῦν ἀκίνητον ἔχον ἐφάνη. οὐ μόνον δὲ κατὰ τὸν λόγον ηὑρέθη τὸ αὐτοκίνητον ὡς ἐξ ἀνάγκης προυπάρχον τῶν κινούντων καὶ κινουμένων, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν, ἀλλὰ καὶ ἐκ τῆς αἰσθήσεως δῆλον, ὅτι ἔστι τινὰ τῶν ὄντων κινούμενα καὶ ἱστάμενα, ἃ οὐκ ἔξωθεν τὸ κινοῦν καὶ ἱστάνον ἔχει, ἀλλ’ ἐν αὑτοῖς, ὥσπερ τὰ ζῷα καὶ ὅλως ὅσα ψυχὴν ἔχει. καὶ γὰρ καὶ τὰ φυτὰ ἔνδοθεν τρέφεταί τε καὶ αὔξεται καὶ φθίνει· τὰ γὰρ φυσικά, κἂν ἔχῃ ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως, οὐχ ὡς πρὸς τὸ κινεῖν ἔχει τὴν ἀρχήν, ὡς εἴρηται πρότερον, ἀλλὰ πρὸς τὸ πεφυκέναι κινεῖσθαι. εἴρηται γάρ, ὅτι τὰ φυσικὰ “κινήσεως ἀρχὴν ἔχει, οὐ τοὐ κινεῖν οὐδὲ τοῦ ποιεῖν, ἀλλὰ τοῦ πάσχειν’’. τοῦ δὲ τὰ ζῷα καὶ ὅλως τὰ ἔμψυχα αὐτοκίνητα νομίζεσθαι τεκμήριον παράγει τὸ ἐκ τούτων ἀπορεῖν, μήποτε γενητήἐστιν ἡ κίνησις, ὡς φανερῶς ἐν τούτοις γινομένης κινήσεως τῆς μὴ πρότερον οὔσης. ἐδόκει γὰρ ἀκίνητά ποτε ὄντα μεταβάλλειν ἐξ ἑαυτῶν εἰς τὸ κινεῖσθαι. πρὸς ἣν ἀπορίαν ἐνισταμένην τῷ ἀγένητον εἶναι τὴν κίνησιν ὑπήντησεν κατ’ ἀρχὰς τοῦ βιβλίου δεικνύς, ὅτι μὴ ἔστιν ἀκίνητα τὰ ζῷα, ἐπειδὰν μὴ κινῆται τὴν ἐξ ἑαυτῶν κίνησιν· αὕτη δέ ἐστιν ἡ καθ’ ὁρμὴν γινομένη μεταβατικῶς. ὑπερθέμενος δὲ τότε τὸν περὶ τούτου λόγον, ὡς ὕστερον περὶ αὐτοῦ σαφέστερον ἐρῶν, νῦν λέγει κατ’ ἄλλην ἐπιβολὴν δεικνύς, ὅτι ἣν κινεῖ κίνησιν ἑαυτὰ τὰ ζῷα, οὐχὶ πρότερον ἠρεμοῦντα τέλεον ἄρχεται ἑαυτὰ κινεῖν, ἀλλ’ ἐνούσης τινὸς ἐν αὐτοῖς κινήσεως τῆς ὑπὸ τῶν ἔξωθέν τινος ἐγγινομένης ὑπ’ ἐκείνης καὶ ἐξ ἐκείνης ἡ εἰς τὴν ἑαυτῶν κίνησιν αὐτοῖς μεταβολὴ γίνεται. μία γάρ ἐστι κίνησις, ὡς καὶ πρόσθεν εἶπεν, ἣν ἑαυτὰ κινεῖ τὰ ζῷα, ἡ κατὰ τόπον μεταβατική , καὶ οὐδὲ ταύτην κυρίως καὶ πάντῃ ἐξ ἑαυτῶν κινεῖται· οὐ γὰρ ἐν αὐτοῖς ἡ πρώτη τῆς τοιαύτης κινήσεως ἀρχή, ἀλλὰ κινεῖται μέν τινας κινήσεις ἄλλας φυσικῶς καὶ οὐκ ἐξ ἑαυτῶν, ὡς τὴν κατὰ αὔξησιν καὶ μείωσιν καὶ τὴν κατὰ ἀναπνοὴν καὶ ὕπνον καὶ ἐγρήγορσιν. ὧν κινήσεων οὐκ αὐτὸ αὑτῷ αἴτιον τελέως τὸ | ζῷον, ἀλλὰ τὸ κυκλοφορητικὸν σῶμα. καὶ τῆς μὲν ἀναπνοῆς τὸ περιέχον, ἀήρ, αὐξήσεως δὲ καὶ ὕπνου καὶ ἐγρηγόρσεως ἡ τροφὴ αἰτία. πεττομένης μὲν γὰρ αὐτῆς καθεύδει τὰ ζῷα διὰ τὸ καταλαμβάνεσθαι τὰ αἰσθητήρια ὑπὸ τῶν ἐκ τῆς τροφῆς ἀναθυμιάσεων καρουσῶν τῷ βάρει τῆς ὑγρότητος καὶ μὴ συγχωρουσῶν ἐνεργεῖν κατ’ αὐτὰ τὸ ζῷον. πάλιν δὲ αὖ μετὰ τὴν πέψιν λεπτυνομένων καὶ κινουμένων τῶν περιττωμάτων ἀφυπνίζεται τὸ ζῷον. καὶ τότε κινεῖ ἑαυτὸ τῆς πρώτης ἀρχῆς ἔξωθεν οὔσης. τοῦ γὰρ διυπνισθῆναι αἰτία ἡ τῆς τροφῆς πέψις καὶ τῶν ἀναθυμιάσεων κίνησις, ἥτις οὐκ ἔστιν ἐξ ἑαυτοῦ τοῦ ζῴου ἁπλῶς, ἀλλ’ ἐκ τῆς τροφῆς καὶ τῆς φυσικῆς, ἀλλ’ οὐ τῆς καθ’ ὁρμὴν ἐνεργείας. τὸ δὲ δεῖσθαι μὲν τὰ ζῷα τροφῆς τε καὶ ὕπνου, μὴ δύνασθαι δὲ καθεύδοντα ἅμα καὶ τὴν ἐξ αὑτῶν κίνησιν κινεῖσθαι, αἴτιόν ἐστι τοῖς ζῴοις τοῦ μὴ κινεῖν ἑαυτὰ συνεχῶς. εἰπὼν δὲ τῆς πρώτης ἀρχῆς ἔξωθεν οὔσης ἐπήγαγεν· ἄλλο γὰρ τὸ κινοῦν αὐτὸ κινούμενον καὶ μεταβάλλον πρὸς ἕκαστον τῶν κινούντων ἑαυτά. ἄλλο δὲ λέγει τὸ κυκλοφορητικὸν σῶμα· τοῦτο γάρ ἐστι τὸ τὰ ἔξωθεν προσπίπτοντα κινοῦν καὶ μεταβάλλον τῇ ἑαυτοῦ συνεχεῖ κινήσει πρὸς ἕκαστον, τουτέστιν οἰκείως ἑκάστῳ τῶν ὑπὸ σελήνην αὐτοκινήτων. κινεῖ δὲ τὰ προσπίπτοντα ἔξωθεν τὰς φυσικὰς κινήσεις οἷον τὰς κατ’ ἀλλοίωσιν· ὑπ’ ἐκείνου γὰρ θερμαινόμενα ἢ ψυχόμενα τὰ προσπίπτοντα ἢ ἄλλην τινὰ μεταβολὴν οἰκείαν τοῖς αὐτοκινήτοις μεταβάλλοντα κινεῖ αὐτά. καὶ διὰ τοῦτο οὐ συνεχῶς ἑαυτὰ κινεῖ τὰ ζῷα, διότι ἀκολουθεῖ ταῖς ἔξωθεν προσπιπτούσαις κινητικαῖς ἀρχαῖς. καὶ δεῖται καὶ ἀναπαύσεως καὶ ὕπνου, διὰ δὲ τοῦ μήτε ἀκίνητά ποτε ὄντα τὰ ζῷα ἐνδέχεσθαι κινεῖν ἑαυτά, καὶ ταύτης δὲ τῆς κινήσεως, ἣν ἐξ ἑαυτῶν δοκεῖ κινεῖσθαι, ἔξωθεν εἶναι τὸ πρῶτον αἴτιον κινούμενον καὶ μεταβαλλόμενον πρὸς ἕκαστον αὐτῶν ὑπό τινος ἀεικινήτου, ἀνῄρηται τὸ ἐν τοῖς ζῴοις γένεσιν κινήσεως γίνεσθαι μὴ πρότερον ὅλως οὔσης. δείξας δὲ διὰ τῶν εἰρημένων, ὅτι οὐκ ἔστι κυρίως ἀρχὴ κινήσεως τὸ ἐν τοῖς αὐτοκινήτοις κινοῦν, διότι καὶ τοῦτο ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινήσεως, ἐφεξῆς δείκνυσιν, ὅτι οὐδὲ ἀκίνητον κυρίως ἐστὶ τὸ ἐν τοῖς αὐτοκινήτοις κινοῦν· ἐν πᾶσι γὰρ τούτοις τὸ κινοῦν πρῶτον, τουτέστιν ἡ ψυχή, αἴτιον ὂν τοῦ αὐτὸ ἑαυτὸ κινεῖν. διὰ γὰρ τὴν ψυχὴν αὐτοκίνητόν ἐστι τὸ ζῷον· τοῦτο οὖν τὸ πρώτως κινοῦν κινεῖται ὑφ’ ἑαυτοῦ διὰ μέσου τοῦ σώματος, κατὰ συμβεβηκὸς μέντοι κινεῖ ἑαυτὸ τὴν τοιαύτην κίνησιν· κινοῦν γὰρ τὸ σῶμα μεταβάλλειν τὸν τόπον ὑπὸ τῆς ἑαυτοῦ μοχλείας ποιεῖ. καὶ συμμεταβάλλει τὸν τόπον αὐτὸ ἐν τῷ σώματι ὄν, ὥστε τῇ μοχλείᾳ ἑαυτὸ κινεῖν, κατὰ συμβεβηκὸς μέντοι· τῷ γὰρ τὸ σῶμα κινεῖν, ἐν ᾧ ἐστι. μοχλείᾳ δὲ ἀπείκασε τὴν ὑπὸ τῆς ψυχῆς τοῦ σώματος γινομένην ἐν τοῖς ζῴοις κίνησιν, ἡ ὡς καὶ τῆς ψυχῆς ἔξωθεν ἐχούσης τὴν αἰτίαν τοῦ κινεῖν τὸ σῶμα, ὡς καὶ οἱ μοχλοὶ ὄργανα ὄντες τῶν πρώτως κινούντων, ἢ τῷ τοὺς μοχλοὺς προσκειμένους ἀεὶ κινεῖν τὰ ἀπωθούμενα καὶ οὐ χωριζομένους, οὕτω δὲ καὶ τὴν ψυχὴν συνοῦσαν ἀεὶ τῷ σώματι κινεῖν αὐτό· ἢ μᾶλλον διὰ τὸ βίαιον καὶ μὴ κατὰ φύσιν εἶναι τῷ σώματι τὴν τοιαύτην κίνησιν· ἄλλη γὰρ ἡ κατὰ φύσιν ἑκάστου τῶν ἐν τῷ σώματι στοιχείων κίνησις, τῆς μὲν γῆς κάτω, τοῦ δὲ πυρὸς ἄνω. διὸ καὶ κάμνει κινούμενα τὴν ὑπὸ τῆς ψυχῆς κίνησιν καὶ οὐ δύναται διαρκεῖν ἐπὶ πολύ· καίτοι τὰς κατὰ φύσιν κινήσεις τὰς ἐπὶ τοὺς αὐτῶν τόπους κινούμενα οὐ κάμνει. σημεῖον δὲ τὸ πλησίον τοῦ οἰκείου τόπου γινόμενον ἕκαστον αὐτῶν θᾶττον κινεῖσθαι. τῆ δὲ μοχλείᾳ κινεῖν εἶπεν ἑαυτὸ οὐ προηγουμένως, ἀλλὰ κατὰ συμβεβηκός· προηγουμένως γὰρ τὸ σῶμα κινεῖ τῇ μοχλείᾳ. p. 259b20 ’Εξ ὧν ἔστι πιστεῦσαι, ὅτι εἴ τί ἐστι τῶν ἀκινήτων μὲν ἕως τοῦ συνεχὲς ὂν πρὸς τὴν ἀρχήν. Εἰπών, ὅτι τὸ ἐν τοῖς αὐτοκινήτοις κινητικὸν ἀκίνητον ὂν καθ’ αὑτὸ κατὰ συμβεβηκὸς καὶ αὐτὸ κινεῖται τῷ σώματι συγκινούμενον τροφῆς δεομένῳ καὶ ὕπνου καὶ ἐγρηγόρσεως καὶ διὰ τοῦτο συνεχῆ κίνησιν μὴ κινουμένῳ, συνήγαγεν ὅτι, εἴ τί ἐστι τῶν ἀκινήτων μὲν κινούντων δὲ καὶ ἑαυτὰ κτὰ συμβεβηκός, ὅτι οὔτε κατὰ συμβεβηκὸς δυνατὸν συνεχῆ κίνησιν κινεῖν ἐπὶ τῶν θνητῶν ζῴων ποιούμενος τὸν λόγον τῶν τροφῆς καὶ ὕπνου δεομένων καὶ διὰ τοῦτο μὴ δυναμένων συνεχῆ κίνησιν κινεῖσθαι τὴν οἰκείαν τοῖς ζῴοις τὴν καθ’ ὁρμὴν μεταβατικὴν κατὰ τόπον οὖσαν. εἰ γὰρ τὰ κινούμενα σώματα μὴ πέφυκε συνεχῶς κινεῖσθαι, οὐδὲ τὸ κινοῦν συνεχῶς κινεῖ οὔτε αὐτὰ τὰ σώματα οὔτε ἑαυτὸ κτὰ συμβεβηκὸς τῷ ἐν κινουμένῳ τῷ σώματι εἶναι. τούτῳ οὖν δειχθέντι τῷ τὰ ἐν τοῖς αὐτοκινήτοις ἀκίνητα μὲν κινητικὰ δὲ μὴ κινεῖν συνεχῆ κίνησιν, συνάπτει ἄλλην ἐπιχείρησιν δεικνῦσαν, ὅτι πρὸ τῶν ἐν τοῖς αὐτοκινήτοις κινητικῶν ἄλλο τι εἶναι χρὴ κυριώτερον τῆς κινήσεως αἴτιον. εἰ γὰρ ἀνάγκη μὲν εἶναι συνεχῆ κίνησιν, τὰ δὲ ἐν τοῖς αὐτοκινήτοις κινητικὰ ἀδύνατον συνεχῆ κί|νησιν κινεῖν ἀκίνητα μὲν ὄντα καθ’ αὑτά, κινούμενα δὲ κατὰ συμβεβηκός, δεῖ εἶναι τὸ πρῶτον κινοῦν μηδὲ κατὰ συμβεβηκὸς κινούμενον. τοῦτο γὰρ δηλοῖ τὸ ἀκίνητον κατὰ συμβεβηκός. δεῖ οὖν εἶναι, φησί, τὸ τοιοῦτον αἴτιον, εἴπερ μέλλοι ἔσεσθαι, καθάπερ δέδεικται, ἄπαυστός τις ἐν τοῖς οὖσι καὶ ἀθάνατος κίνησις. συνεχὴς γὰρ ἡ τοιαύτη· ἡ γὰρ μὴ συνεχὴς διακέκοπται. τὸ δὲ κατὰ συμβεβηκὸς κινούμενον ὡς μεταβαῖνον τόπον ἐκ τόπου (τερὶ τούτων γὰρ ὁ λόγος) οὐ κινεῖ συνεχῆ κίνησιν, ὅτι μηδὲ τὸ κινούμενον ὑπ’ αὐτοῦ συνεχῶς πέφυκε κινεῖσθαι. καὶ εἴπερ μένοι, φησί, τὸ ὂν αὐτὸ ἐν αὑτῷ καὶ ἐν τῷ αὐτῷ. οὐ γὰρ ἔστι <τι> παρὰ τὸ ὄν, ὂν δὲ λέγει τὸν κόσμον. ὥστε αὑτῷ ἐστι καὶ ἐν τῷ αὐτῷ οὐ μεταβαίνων τόπον ἐκ τόπου, οὐδὲ ἄλλος ἐξ ἄλλου γινόμενος· καὶ τῷ εἴδει γὰρ τῆς οὐσίας ἐν τῷ αὐτῷ μένει καὶ τῇ ποιότητι τῆς κινήσεως. τὸ γὰρ κύκλῳ κινούμενον ἐν ταὐτῷ μένον κινεῖται. “καὶ οὕτως ἄν μόνως, φησὶν ὁ Ἀλέξανδρος, δύναιτο μηδὲ κατὰ συμβεβηκὸς κινεῖσθαι τὸ κινοῦν, εἰ τὸ κινούμενον ὑπ’ αὐτοῦ ἐν ταὐτῷ μένον κινοῖτο. εἰ γὰρ τὸ μὲν ὅλον ἐστίν, ἐν ᾧ τὸ τοιοῦτον κινητικόν, τοῦτο δὲ ἐν τῷ αὐτῷ μένει κατὰ μόρια γὰρ τῷ κύκλῳ κινουμένῳ ἡ κίνησις), οὐδ’ ἂν τὸ ἐν αὐτῷ ὃν κινοῖτο κατὰ συμβεβηκὸς ἔτι ὑφ’ ἑαυτοῦ· ἣν γὰρ κινεῖ κίνησιν τὸ σῶμα, οὐ κατὰ μεταβολὴν τοῦ ὅλου γίνεται, ἐν ᾧ ἐστιν, ὡς ἐγίνετο ἐπὶ τῶν θνητῶν ζῴων, ἃ τῇ μοχλείᾳ ἐκινεῖτο ὑπὸ τῆς ψυχῆς ἀλλάσσοντα ὅλα τοὺς τόπους· οὐ γὰρ δὴ κατὰ μόριόν τι τοῦ κύκλῳ κινουμένου τὸ κινητικὸν ἐροῦμεν εἶναι. τί γὰρ μᾶλλον τοῦτο ἢ τοῦτο πάντων ὁμοίως ὑπ’ αὐτοῦ κινουμένων; εἰ δέ τις ἀπαιτοίη, φησίν, πῶς οὖν ἐν τῷ ὅλῳ ἔσται, ἐροῦμεν, ὅτι ὅπως ἄν καὶ ὁ ἐν μέρει τινὶ λέγων αὐτὸ εἶναι τοῦ κινουμένου ὑποθῆται· οὐ γὰρ δὴ σῶμά ἐστιν, ὡς τόπον τινὰ κατέχειν ἀφωρισμένον· ἀσώματον δὲ φύσιν τινὰ καὶ οὐσίαν οὐδὲν θαυμαστὸν ἐν ὅλῳ τινὶ ἅμα εἶναι.’’ τῆς δὲ ἀιδιότητος τοῦ κινουμένου αἴτιον τὸ πρῶτον κινοῦν· τοῦτο γὰρ δηλοῖ τὸ τῆς γὰρ ἀρχῆς μενούσης ἀνάγκη καὶ τὸ πᾶν μένειν συνεχὲς ὂν πρὸς τὴν ἀρχήν· μένοι δὲ ἂν ἡ ἀρχή, εἰ μηδὲ κατὰ συμβεβηκὸς κινοῖτο. καὶ ὅτι πᾶσα κυρίως ἀρχὴ ἀίδιος (“ ἀρχῆς γὰρ ἀπολομένης οὔτε αὐτή ποτε ἔκ του οὔτε ἄλλο ἐξ ἐκείνης γενήσεται’’, ὡς Πλάτων’ φησί), καὶ τὸ πᾶν δὲ συνεχὲς ὂν πρὸς τὴν ἀρχήν, τουτέστι προσεχῶς καὶ ἀμέσως, ὑπὸ τῆς ἀιδίου ἀρχῆς κινούμενον, ἀνάγκη καὶ αὐτὸ μένειν ἀίδιον· τῆς γὰρ ἀρχῆς ἀεὶ ὡσαύτως κινούσης ἀδύνατον μὴ καὶ τὸ προσεχῶς κινούμενον ἀίδιον εἶναι. εἰ γὰρ τοῦτο φθείροιτο, οὔτε ἀρχὴ ἂν ἔτι ἐκεῖνο εἴη οὔτε ἀεὶ κινοῦν· ἡ γὰρ ἀρχὴ ἀεὶ σὺν τῷ οὗ ἐστιν ἀρχὴ καὶ τὸ κινοῦν σὺν τῷ κινουμένῳ. οὐκ ἰδίως δὲ νῦν περὶ τοῦ πρώτου οὐρανοῦ λέγει τοῦ προσεχῶς ὑπ’ αὐτοῦ κινουμένου, ὅτι ἀίδιος τοῦτο γὰρ ἐν τοῖς ἑξῆς δείξει), ἀλλὰ κοινῶς ὅτι τὸ πάν καὶ ὁ κόσμος εἴη ἄν οὕτως ἀίδιος, πάντων τῶν ἐν αὐτῷ κινουμένων ἐξ ἐκείνου τὴν ἀρχὴν ἐχόντων τῆς κινήσεως. p. 259b28 οὐκ ἔστι δὲ ταὐτὸ κινεῖσθαι κατὰ συμβεβηκὸς ἕως τοῦ θάτερον τοῖς φθαρτοῖς μόνον. Εἰπόντος αὐτοῦ, ὅτι ἐπὶ τῶν ἀκινήτων μὲν κινούντων δὲ καὶ ἑαυτὰ κατὰ συμβεβηκὸς ἀδύνατον συνεχῆ κίνησιν κινεῖν, παντὸς ἦν ἀπορεῖν, πῶς οἱ οὐρανοὶ ζῷα καὶ αὐτοὶ ὄντες αὐτοκίνητα καὶ ἔχοντες τὸ κινοῦν ἀκίνητον μὲν καθ’ αὑτό, κατὰ συμβεβηκὸς δὲ ἑαυτὸ κινοῦν, ἀλλ’ ὑφ’ ἑτέρου κατὰ συμβεβηκὸς κινούμενον (ὑπὸ γὰρ τοῦ ἀπλανοῦς οἱ πλανώμενοι τὴν· ἐκείνου κίνησιν κινοῦνται), συνεχῆ ὁμοίως κινοῦνται κίνησιν. ταὐτην οὖν τὴν ἀπορίαν λύει λέγων μὴ εἶναι τὸ αὐτὸ τὸ κινεῖσθαι κατὰ συμβεβηκὸς ὑφ’ ἑαυτοῦ καὶ τὸ κινεῖσθαι ὑφ’ ἑτέρου. τὸ μὲν γὰρ ὑφ’ ἑτέρου φησὶν ὑπάρχει καὶ ταῖς πλανωμέναις σφαίραις ἄλλην μὲν τὴν οἰκείαν κινουμέναις περὶ τοὺς ἑαυτῶν πόλους, ἄλλην δὲ τὴν τῆς ἀπλανοῦς. περὶ τοὺς ἐκείνης πόλους κινουμένων τῶν οἰκείων αὐτῶν πόλων. καὶ δυνατὸν συνεχῆ κίνησιν κινεῖσθαι τὴν ὑπὸ τῆς ἀπλανοῦς συνεχῶς κινουμένης καὶ κινούσης· ὑφ’ ἑαυτῶν γὰρ οὐ κινοῦνται κατὰ συμβεβηκός, διότι τὸ κινοῦν ἐν ὅλω ἐστί, τὸ δὲ ὅλον οὐ κινεῖται· κατὰ μόρια γὰρ κινεῖται τὰ κύκλῳ κινούμενα καὶ οὐ καθ’ ὅλα. τὸ δὲ κατὰ συμβεβηκὸς ὑφ’ ἑαυτῶν κινεῖσθαι τοῖς φθαρτοῖς ὑπάρχει μόνοις· τὸ γὰρ μόνον ἀντὶ τοῦ μόνοις εἴρηται. καὶ ὁ μὲν Ἀλέξανδρος τὰς ἐν ταῖς πλανωμέναις σφαίραις ψυχὰς κατὰ συμβεβηκὸς κινεῖσθαί φησιν, οὐχ ὑφ’ ἑαυτῶν μέντοι, ἀλλ’ ὑπὸ τῆς τὰ σώματα αὐτῶν κινούσης, διότι ἐν τούτοις εἰσὶ κινουμένοις οὐκ ἐπὶ τὰ αὐτά, ἐφ’ ἃ κινεῖται ὑπὸ τῶν ἐν αὐτοῖς ἀκινήτων. “τὸ δὲ πρῶτον, φησίν, αἴτιον τὸ τῆς ἀπλανοῦς κινητικὸν οὔτε ὑφ’ ἑαυτοῦ οὔτε ὑπ’ ἄλλου κινοῖτο ἄν κατὰ συμβεβηκὸς τῷ μίαν κίνησιν κινεῖσθαι τὴν ἀπλανῆ, καὶ ταύτην ἐν τῷ αὐτῷ μενόντων τῶν πόλων, ἢ τῷ μηδὲ τὴν ἀρχὴν εἶδος εἶναι τοῦ κινουμένου σώματος, ἀλλ’ οὐσίαν τινὰ κεχωρισμένην.” ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος λέγει τὰς ἄλας πάσας ψυχὰς εἴδη νομίζων ἀχώριστα τῶν σωμάτων. ἀλλὰ τοῦτο μὲν ἐν ἄλλοις ἐξετάζειν ἐστὶν οἰκειότερον. ἐπιστῆσαι δὲ ἄξιον, μήποτε ἄλλο μὲν τὸ κατὰ συμβεβηκὸς ἡγεῖσθαι νομίζει ὁ Ἀριστοτέλης ἐπὶ τῶν θνητῶν ζῴων αὐτὸ θεωρῶν, ἄλλο δὲ τὸ ὑφ’ ἑτέρου καὶ ταῖς πλανᾶσθαι λεγομέναις σφαίραις ὑπάρχον. τὸ μὲν γὰρ κατὰ συμβε|βηκὸς ἀίδιον εἶναι οὐ δυνατόν, διότι παρυπόστασις τοὐ καθ’ αὑτό ἐστι καὶ ἐκτροπὴ τοῦ προηγουμένου· οὐδεμία δὲ τοιαύτη φύσις ἀίδιος. τὸ δὲ ὑφ’ ἑτέρου καὶ προηγούμενον ἔχειν λόγον δυνατόν. καὶ διὰ τοῦτο ὁ Ἀριστοτέλης οὕτως εἷπεν, ὅτι οὐκ ἔστι ταὐτὸν τὸ κινεῖσθαι κατὰ συμβεβηκὸς ὑφ’ ἑαυτοῦ καὶ τὸ ὑφ’ ἑτέρου κινεῖσθαι , οὐκ ἀξιῶν οἶμαι προσυπακούειν τῷ ὑφ’ ἑτέρου τὸ κατὰ συμβεβηκός. p. 259b32 Ἀλλὰ μήν, εἴ γέ ἐστί τι ἀεὶ τοιοῦτο τὸ κινοῦν ἕως τοῦ καὶ ὁτὲ μὲν ἠρεμοῦν, ὁτὲ δὲ κινούμενον. Δείξας πρῶτον, ὅτι ἔστι κίνησις ἀεί, καὶ οὔτε γέγονέ ποτε κίνησις πρότερον μὴ οὖσα οὔτε φθείρεταί ποτε, ὥστε μὴ εἶναι κίνησιν, εἶτα ἐφεξῆς δείξας, ὅτι τὸ πρώτως κινοῦν ‘καθ’ ἑκάστην κίνησιν’, ὡς ὁ Εὔδημος προστίθησιν, ἀκίνητον εἶναι χρὴ καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, εἶναι δὲ καὶ ἀίδιον ὡς ἀιδίου κινήσεως αἴτιον, ἀνάγκην εἶναί φησι τὸ πρώτως κινούμενον ὑπὸ τοῦ ἀκινήτου καὶ ἀιδίου κινητικοῦ ἀίδιον καὶ αὐτὸ εἶναι· συνυπάρχει γὰρ ἀλλήλοις τὸ κινοῦν ὡς κινοῦν καὶ τὸ κινούμενον ὡς κινούμενον. αὐτὸς δὲ καὶ ἄλλην ἀπόδειξιν τούτου προστίθησι. λαβὼν γὰρ ὁμολογούμενον τὸ εἶναι γένεσιν ἀεὶ καὶ φθορὰν ἐν τοῖς οὖσιν συνημμένον τι τοιοῦτον ἐπάγει· εἰ μὴ ἔστι τι ἀίδιον κινούμενόν τε καὶ κινοῦν, οὐκ ἂν εἴη γένεσις ἀεὶ καὶ φθορά· ἀλλὰ μὴν ἔστι ταῦτα· ἔστιν ἄρα ἀίδιόν τι κινούμενόν τε καὶ κινοῦν. καὶ τὴν μὲν πρόσληψιν, ὡς εἶπον, τὴν λέγουσαν, ὅτι ἔστιν ἀεὶ γένεσις καὶ φθορά, ὡς ὁμολογουμένην τέθεικεν· οὐ γὰρ ἄν εἴη γενέσεως γένεσις, τὸ δὲ συνημμένον δείκνυσιν οὕτως· τὸ γινόμενον καὶ φθειρόμενον δεῖται πάντως τοῦ κινοῦντος. ἢ οὖν ἀκίνητον ἢ κινούμενον ἀνάγκη τὸ κινοῦν εἶναι. ἀλλὰ τὸ μὲν ἀκίνητον ἅτε ἀμετάβλητον ὂν τὸν αὐτὸν κινήσει τρόπον, ὥστε ἢ γίνεσθαι ἢ φθείφεσθαι μόνον, τὸ δὲ κινούμενον ὑπὸ τοῦ ἀκινήτου διὰ τὸ ἐν ἐναντίοις γίνεσθαι τόποις καὶ ποτὲ μὲν προσάγειν ποτὲ δὲ ἀφίστασθαι τὸ γεννητικόν, ὡς ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς λέγεται, οὐ τῆς αὐτῆς ἔσται κινήσεως αἴτιον, ἀλλ’ ἐναντίως κινούμενον ἕκαστον τῶν ἄλλων παρέξεται, καὶ τὸ αὐτὸ ποτὲ μὲν ἠρεμοῦν, ποτὲ δὲ κινούμενον. ἀληθὲς οὖν ὅτι εἰ μὴ ἔστι τι, ὃ κινήσει κινούμενον, οὐκ ἔσται γένεσις ἀεὶ καὶ φθορά. καὶ δῆλον ὅτι καὶ ἀίδιόν ἐστι τὸ τὰς τοιαύτας κινήσεις κινοῦν καὶ αὐτὸ κινούμενον. εἰ γὰρ ἀεί εἰσιν αὗται αἱ κινήσεις, ἀεὶ δεῖ τὸ κινοῦν αὐτὰς εἶναι. εἰ γὰρ μὴ ἀίδια εἴη τὰ τούτων τῶν κινήσεων αἴτια, ἀλλὰ γινόμενά τε καὶ φθειρόμενα, πάλιν ἄλλο τι αἴτιον τῆς τούτων γενέσεως καὶ φθορᾶς ζητηθήσεται· καὶ ἐκεῖνο πάλιν ἀκίνητον μὲν οὐκ ἂν εἴη, εἰ δὲ κινούμενον, ἢ ἀεὶ καὶ ἀίδιον ἔσται ἢ γενητὸν καὶ φθαρτόν. καὶ πάλιν ἡ αὐτὴ ζήτησις· ἀεὶ γὰρ τοῦ ἐν γενέσει ὄντος αἴτιόν τι αὐτοκίνητον ὀφείλοντος ἔχειν, εἰ μὴ εἰς ἄπειρον ἡ πρόοδος ἔσεσθαι μέλλοι, ἔσται τι πρῶτον αὐτοκίνητον ἀίδιον ὑπὸ τοῦ πρώτου κινοῦντος ἀκινήτου καὶ ἀιδίου κινούμενον συνεχῶς· οὕτω γὰρ ἥ τε κίνησις συνεχὴς καὶ ἀίδιος, καὶ ἡ γένεσις καὶ ἡ φθορὰ καὶ ἡ εἰς ἄλληλα τῶν σωμάτων μεταβολὴ ἄπαυστος. Εἰπὼν δὲ τὸ κινούμενον ὑπὸ τοῦ ἀκινήτου προσέθηκεν ἢ κινουμένου ἤδη, διότι ὑπὸ μὲν τοῦ ἀκινήτου προσεχῶς κινεῖται ἡ ἀπλανής, ὑπὸ δὲ τοῦ ἀπλανοῦς κινουμένου ἤδη τὸ πλανώμενον. ἐν ἐναντίοις δὲ τόπο·ις ἢ εἴδεσι λέγει, ὅτι ποτὲ μὲν πλησιάζει ἡμῖν ὁ ἥλιος καὶ τὰ ἄλλα ἄστρα διὰ τὴν ἔγκλισιν τοῦ ζῳδιακοῦ, ποτὲ δὲ ἀφίστανται ἡμῶν καὶ πρὸς τὰ νότια ὁμοίως διατίθενται καὶ ὁτὲ μὲν ὑψηλότερα γίνεται, ὁτὲ δὲ περιγειότερα. ἐν ἐναντίοις δὲ εἴδεσι, ψυχροτέροις ἢ θερμοτέροις, ὅτι κατὰ τὰς διαφόρους ἑαυτῶν θέσεις τῶν ἐναντίων εἰδῶν τούτων καὶ τῶν τοιούτων ἐστὶ ποιητικά. τάχα δὲ ἄν τις εἴποι τὰ ἐν Φαιδρῷ τοῦ Πλάτωνος ἐνταῦθα παραξέειν τὸν Ἀριστοτέλην, ὅταν ἐκεῖνος λέγῃ· “ψυχὴ πάσα παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ ἄλλοτε ἐν ἄλλοις εἴδεσι γινομένη.” πρὸς γὰρ τὴν τῶν ἐκεῖ εἰδῶν θεωρίαν ὄντων καὶ αἱ κινήσεις αὐτῶν γίνονται διάφοροι καὶ ἡ ἀπὸ τῶν κινήσεων ἐνταῦθα διαφορὰ ὑφίσταται. p. 260a11 Φανερὸν δὴ γέγονεν ἐκ τῶν εἰρημένων καὶ ὃ κατ᾿ ἀρχὰς ἠποροῦμεν ἕως τοῦ μίαν καὶ ἀπλῆν κινήσει κίνησιν. Εἰπὼν αἴτιον εἶναι τοῦ τινὰ τῶν ὄντων γίνεσθαι καὶ φθείρεσθαι καὶ ποτὲ μὲν κινεῖσθαι, ποτὲ δὲ ἠρεμεῖν, τὴν διάφορον πρὸς αὐτὰ τῶν οὐρανίων κινήσεων σχέσιν, ὑπομιμνῄσκει ἡμᾶς, ὅτι ἐκ τῶν | νῦν εἰρημένων λέλυται τὸ πρόσθεν ἀπορηθέν. ὅτε γὰρ ἔλυεν τοὺς κατασκευάζειν δοκοῦντας λόγους, ὅτι ἡ κίνησις γίνεται μὴ πρότερον οὖσα, ἔλεγεν ἄπορον εἶναι τοῖς γένεσιν κινήσεως ὑποτιθεμένοις, διὰ τίνα αἰτίαν οὐ πάντα ἢ κινεῖ- ται ἀεὶ ἢ ἠρεμεῖ ἀεί, ἢ τὰ μὲν ἀεὶ κινεῖται, τὰ δὲ ἀεὶ ἠρεμεῖ, ἀλλ’ ἔστιν ἐν τῷ κόσμῳ καὶ τὰ ποτὲ μὲν κινούμενα, ποτὲ δὲ ἠρεμοῦντα. τούτου δή, φησί, τὸ αἴτιον νῦν γέγονε δῆλον. διότι γὰρ τὰ μὲν ὑπὸ ἀκινήτου κινεῖται ἀιδίου.. ἀνάγκη ταῦτα ἀεὶ κινεῖσθαι, τὰ δὲ ὑπὸ κινουμένου καὶ μεταβάλλοντος ἀεί, ἀνάγκη καὶ ταῦτα ἀεὶ μεταβάλλειν. τὸ δὲ ἀκίνητον, ὥσπερ εἴρηται, διὰ τὸ ἀεὶ ὁμοίως ἔχειν, μίν καὶ ἁπλῆν καὶ συνεχῆ καὶ ἀίδιον κινεῖ κίνησιν. ὥστε εἰκότως τὰ μέν ἐστιν ἀεὶ ἀκίνητα τὰ πρώτως καὶ κυρίως κινοῦντα, τὰ δὲ ἀίδια καὶ ἀεὶ κινούμενα ὁμοίως, ὅσα προσεχῶς ὑπὸ τῶν ἀκινήτων κινεῖται, τὰ δὲ γινόμενα καὶ φθειρόμενα καὶ ποτὲ μὲν κινούμενα, ποτὲ δὲ ἠρεμοῦντα, ὅσα ὑπὸ τῶν ἀεὶ μὲν κινουμένων, ἄλλοτε δὲ ἄλλην σχέσιν ἐχόντων κινεῖται. p. 260a20 Οὐ μὴν ἀλλὰ καὶ ἄλλην ποιησαμένοις ἀρχὴν ἕως καὶ φορᾶς, εἰ ἔστιν ἡ μὲν πρώτη ἡ δὲ ὑστέρα, τὴν πρώτην. Δείξας, ὅτι ἀιδίου τῆς κινήσεως ὁμολογηθείσης ἀνάγκη καὶ τὸ πρώτως κινοῦν ἀίδιον εἶναι καὶ τὸ πρώτως κινούμενον, ἐφεξῆς δείκνυσι ποίαν τῶν κινήσεων ἀίδιον εἶναι καὶ συνεχῆ δυνατόν. δῆλον γὰρ ὅτι ταύτην καὶ τὸ ἀίδιον κινοῦν κινήσει καὶ τὸ ἀίδιον κινούμενον κινηθήσεται. ἀίδιον δὲ συνεχῆ εὔλογον εἶναι τὴν πρώτην τῶν κινήσεων, εἴπερ τὰς μετ’ ἐκείνην. ζητεῖ οὖν, τίς ἡ πρώτη τῶν κινήσεων, καὶ διελόμενος τὰ τῆς κινήσεως εἴδη. δείκνυσιν ὅτι ἡ κατὰ τόπον κίνησις πρώτη τῶν κινήσεων ἐστι κατὰ πάντα τοῦ πρώτου τὰ σημαινόμενα, καὶ τῆς κατὰ τόπον κινήσεως ἡ κυκλοφορία, ἣν μόνην ἀίδιον εἶναι καὶ συνεχῆ δυνατόν. ὥστε καὶ πρῶτον τῶν κινουμένων καὶ ἀίδιον τὸ κυκλφορητικὸν ἔσται σῶμα, καὶ τὸ πρῶιον κινοῦν ἀίδιον ὂν καὶ αὐτὸ τοῦτο προσεχῶς κινήσει. συναποδείκνυται οὖν τῷ τὸ κυκλοφορητικὸν πρώτως καὶ ἀιδίως κινούμενον εἶναι τὸ τὸ πρώτως κινούμενον καὶ τὸ πρώτως κινοῦν ἀίδιον εἶναι. διὸ καὶ ἀπὸ ἄλλης ἀρχῆς τοῦτο φανερὸν γίνεσθαί φησι συναναφαινόμενον τῷ τὸ πρώτως καὶ ἀιδίως κινούμενον τὸ κυκλοφορητικὸν εἶναι σῶμα. ἀρχὴν δὲ τῆς σκέψεως εἶναί φησι, πότερον ἐνδέχεται συνεχῆ κίνησιν εἶναι ἢ οὔ. καὶ εἰ ἐνδέχεται, τίς αὕτη· αὕτη δὲ καὶ πρώτη τῶν κινήσεων ἐστιν. ἀλλὰ τὸ μέν, εἰ ἐνδέχεται συνεχῆ κίνησιν εἶναι, νῦν ὑπερθέμενος, μετ’ ὀλίγον ζητήσει, νῦν δὲ ποία πρώτη τῶν κινήσεων ἐστι, δείκνυσιν. ᾧ συναποδείκνυται καὶ ποία ἡ συνεχής ἐστιν· ἡ γὰρ συνεχὴς πρώτη τῶν μὴ συνεχῶν ἐστι· καὶ γὰρ ἡ ἀίδιος τῶν μὴ ἀιδίων. ἐκθέμενος δὲ ἐν τάξει τὰ προβλήματα (πρώτη γὰρ ἡ περὶ τοῦ εἰ ἔστι ζήτησις τῆς περὶ τοῦ τί ἐστιν) ἐφεξῆς δείκνυσιν, εἰς τί χρήσιμον αὐτῷ τὸ δεῖξαι, τίς ἡ πρώτη καὶ συνεχὴς κίνησις, δυνάμει συλλογιζόμενος οὕτως· εἰ ἀναγκαῖόν ἐστι κίνησιν ἀεὶ εἶναι, ὅπερ δέδεικται, αὕτη δὲ ἡ ἀίδιος πρώτη καὶ συνεχής ἐστι (πρώτη γὰρ ἡ ἀίδιος καὶ συνεχὴς τῶν μὴ τοιούτων), ἐὰν δείξω τίς αὕτη, δῆλον ὅτι τὸ πρῶτον κινοῦν ταύτην κινεῖ προσεχῶς καὶ συστοίχως τὴν κίνησιν, ἥτις μόνη τῶν ἄλλων μία καὶ ἡ αὐτή ἐστι καὶ συνεχὴς καὶ πρώτη, διότι ὑφ’ ἑνὸς πρώτως συνεχῶς κινοῦντος γίνεται. p. 260a26 τριῶν δὲ οὐσῶν κινήσεων ἕως τοῦ καὶ φορᾶς. εἰ ἔστιν ἡ μὲν πρώτη, ἡ δὲ ὑστέρα, τὴν πρώτην. Τριῶν οὐσῶν κατ’ εἶδος κινήσεων, τῆς τε κατὰ μέγεθος, τουτέστι τῆς κατὰ αὔξησιν καὶ μείωσιν, καὶ τῆς κατὰ πάθος, τουτέστι τῆς ἀλλοιώσεως (αὕτη γὰρ ἐδείχθη κατὰ τὰς παθητικὰς γινομένη ποιότητας), καὶ τῆς κατὰ τόπον, ἣν καλοῦμεν φοράν, ταύτην πολλοῖς ἐπιχειρήμασι δείξει πρώτην οὖσαν τῶν ἄλλων κινήσεων. καὶ τό γε πρῶτον τῶν ἐπιχειρημάτων δείκνυσι μήτε αὔξησιν δυναμένην χωρὶς ἀλλοιώσεως γενέσθαι μήτε ἀλλοίωσιν χωρὶς φορᾶς, ὥστε πρώτη κατὰ φύσιν ἡ φορὰ τῶν ἄλλων κινήσεων ἐστιν. εἰ γὰρ χωρὶς μὲν ταύτης οὐδεμία τῶν ἄλλων, ἡ δὲ φορὰ καὶ ἄνευ ἐκείνων, ὡς δειχθήσεται, δῆλον ὅτι συναναιρεῖ μὲν αὕτη τὰς ἄλλας, οὐ συναναιρεῖται δὲ ὑπ’ αὐτῶν. τὰ δὲ τοιαῦτα τῇ φύσει πρῶτα. ἀλλ’ ὅτι μὲν ἀλλοίωσις αὐξήσεως προυπάρχει, δείκνυσιν ἐκ τοῦ τὸ αὐξόμενον ὑπὸ τῆς τροφῆς I αὔξεσθαι, τὴν δὲ τροφὴν ἐξ ἀρχῆς ἀνομοίαν οὖσαν τῷ τρεφομένῳ καὶ ἐναντίαν πὼς, δι’ ὃ καὶ λέγεται τὸ ἐναντίον τροφὴ τῷ ἐναντίῳ, ὕστερον εἰς τοὐναντίον μεταβάλλουσαν καὶ ἐξομοιουμένην τῷ τρεφομένῳ προσκρίνεσθαι καὶ τρέφειν καὶ αὔξειν αὐτό. μεταβολῆς ἄρα χρεία καὶ ἀλλοιώσεως· τὴν γὰρ εἰς τὰ ἐναντία κατὰ ποιότητα μεταβολὴν ἀνάγκη ἀλλοίωσιν εἶναι. φυσικώτερον δὲ λέγει νῦν περὶ αὐξήσεως τροφῆς προσθήκῃ λέγων αὔξεσθαι τὸ αὐξόμενον ἤπερ ἐν ταῖς Κατηγορίαις ἔλεγεν τὸ τετράγωνον αὔξεσθαι τῇ περιθέσει τοῦ γνώμονος. ὅτι δὲ οὐδὲ ἀλλοιωθῆναί τι δυνατὸν μὴ οὔσης φορᾶς, δῆλον, εἴπερ τὸ ἀλλοιούμενον ὑπὸ ἀλλοιοῦντός τινος καὶ μεταβάλλοντος αὐτὸ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀλλοιοῦται. τὸ δὲ μεταβάλλον αὐτὸ καὶ ἀλλοιοῦν δῆλον ὅτι οὐχ ὁμοίως ἔχει πρὸς αὐτὸ τῇ θέσει νῦν τε, ὅτε μεταβάλλει αὐτό, καὶ πρότερον, ὅτε μήπω μετέβαλλεν. εἰ γὰρ ὁμοίως εἶχεν, διὰ τί μὴ καὶ τότε τὸ μὲν μετέβαλλεν, τὸ δὲ μετεβάλλετο; δεῖ ἄρα τοπικὴν κίνησιν γενέσθαι ἢ ἀμφοτέρων τοῦ τε ἀλλοιοῦντος καὶ τοῦ ἀλλοιουμένου ἢ πάντως γε τοῦ ἑτέρου αὐτῶν, ἵνα τὸ μὲν ἀλλοιώσῃ, τὸ δὲ ἀλλοιωθῇ· καὶ γὰρ καὶ ἡ τροφὴ οὐκ ἂν ἐπέφθη καὶ ἠλλοιώθη κατὰ χώραν τὴν ἑαυτῆς μένουσα, ἀλλὰ προσενεχθείσης αὐτῆς μὲν ἠλλοιώθη, τὸ δὲ ἐν ἡμῖν πεπτικὸν ἠλλοίωσε, χρεία ἄρα φορᾶς, εἰ μέλλοι ἀλλοίωσις ἐπιτελεῖσθαι. καὶ συμπεραινόμενος τὸν λόγον εἰ ἆ ῥα ἀνάγκη φησὶν ἀεὶ κίνησιν εἶναι, ἀνάγκη καὶ φορὰν ἀεὶ εἶναι πρώτην δειχθεῖσαν τῶν κινήσεων· ἡ γὰρ πρώτη κατὰ φύσιν ἀίδιος ἄν εἴη τῶν ἄλλων μᾶλλον. εἰ δὲ καὶ τῆς φορᾶς ἡ μὲν πρώτη ἐστὶν ἡ δὲ ὑστέρα, δειχθήσεται δὲ ἡ κυκλοφορία πρώτη οὖσα τῆς ἐπ’ εὐθείας κινήσεως, αὕτη ἂν εἴη πρώτη κατὰ φύσιν πασῶν τῶν κινήσεων, εἴπερ τῆς μὲν φορᾶς ἡ κυκλοφορία πρώτη, τῶν δὲ ἄλλων ἡ φορά. p. 260b7 Ἔτι δὲ πάντων τῶν παθημάτων ἀρχὴ ἕως τοῦ μεταβάλλει κατὰ τόπον τὸ μέγεθος. Δεύτερον ἐπιχείρημα τοῦτο δεικνύον, ὅτι ἡ φορὰ προυπάρχει τῶν τε κατ’ ἀλλοίωσιν κινήσεων καὶ τῶν κατὰ αὔξησιν καὶ μείωσιν, καὶ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῆς κατὰ γένεσιν καὶ φθορὰν μεταβολῆς. καὶ ὅτι μὲν τῶν κατὰ ἀλλοίωσιν δείκνυσιν οὕτως· ἀρχὴ τῶν παθημάτων, τουτέστι τῶν κατ’ ἀλλοίωσιν μεταβολῶν, πύκνωσις καὶ μάνωσίς ἐστι· πύκνωσις δὲ καὶ μάνωσις σύγκρισίς ἐστι καὶ διάκρισις, ἡ μὲν πύκνωσις σύγκρισις, ἡ δὲ ἀραίωσις διάκρισις· τῶν δὲ συγκρινομένων καὶ διακρινομένων κατὰ τόπον ἐστὶν ἡ μεταβολή· ἀρχὴ ἄρα τῶν κατὰ ἀλλοίωσιν μεταβολῶν ἡ κατὰ τόπον ἐστὶν [ἡ] μεταβολή. καὶ ὅτι μὲν πάντων τῶν παθημάτων ἀρχὴ πύκνωσις καὶ μάνωσις διὰ τῶν καθ’ ἕκαστον εἶδος τῆς ποιότητος ἐπιδείκνυσι· βαρὺ γάρ φησι καὶ κοῦφον καὶ μαλακὸν καὶ σκληρὸν καὶ θερμὸν καὶ ψυχρὸν πυκνότητες δοκοῦσιν καὶ ἀραιότητες εἶναί τινες, τὸ μὲν βαρὺ καὶ σκληρὸν καὶ ψυχρὸν πυκνότητες, τὰ δὲ ἐναντία τούτοις ἀραιότητες. εἴη δ’ ἂν οὕτω καὶ τὸ μὲν λευκὸν καὶ τὸ γλυκὺ ὑπὸ τὴν ἀραιότητα, διότι καὶ ταῦτα δοκεῖ ὁμοίως τῷ θερμῷ διακριτικὰ εἶναι τῶν καθ’ ἑαυτὰ αἰσθήσεων, τὰ δὲ ἀντικείμενα αὐτοῖς πυκνότητες. ὅτι δὲ ἡ πύκνωσις καὶ ἡ μάνωσις σύγκρισίς ἐστι καὶ διάκρισις ὀνομάτων ὄντων διαφόρων ἐπὶ τῷ αὐτῷ πράγματι, δῆλον. εἰπὼν δὲ τὴν πύκνωσιν καὶ μάνωσιν σύγκρισιν εἶναι καὶ διάκρισιν προσέθηκε καθ’ ἃς γένεσις καὶ φθορὰ λέγεται τῶν οὐσιῶν δεικνύς, ὅτι οὐ μόνον ἀλλοιώσεως καὶ αὐξήσεως, ἀλλὰ καὶ γενέσεως καὶ φθορᾶς ἡ κατὰ τόπον μεταβολὴ προηγεῖται. εἴτε γὰρ σύγκρισις καὶ διάκρισις αὐτόθεν ἐστὶν ἡ γένεσις καὶ φθορά, ὡς ἤρεσκε Δημοκρίτῳ τε καὶ Ἀναξαγόρα καὶ Ἐμπεδοκλεῖ καὶ ὅσοι τὰ πρῶτα σώματα ἀπαθῆ ὑποθέμενοι τελέως ἐκ τούτων ἐγέννων τὰ ἄλλα, ἡ ὅσοι ἓν ὑποθέμενοι τὸ στοιχεῖον, ὥσπερ Ἀναξίμανδρος τὸ μεταξύ, πυκνούμενον τοῦτο καὶ μανούμενον τὰ ἄλλα ἀποδιδόναι φασίν, εἴτε καὶ κατὰ ἀλλοίωσιν ἡ γένεσις καὶ ἡ φθορά, καὶ οὕτως ὑγιὲς τὸ κατὰ σύγκρισιν καὶ διάκρισιν τὴν γένεσιν καὶ τὴν φθορὰν ἐπιτελεῖσθαι, εἴπερ πάσης ἀλλοιώσεως ὡς εἰπεῖν ἡγεῖται σύγκρισις καὶ διάκρισις. εἰπὼν δὲ καθ’ ἃς γένεσις καὶ φθορὰ λέγεται προσέθηκε τῶν οὐσιῶν· αὗται γὰρ αἱ κυρίως γενέσεις εἰσὶ καὶ φθοραί. καὶ μέντοι περὶ τῶν κατὰ ποιότητα καὶ μέγεθος εἴρηται, ὅτι διὰ συγκρίσεως καὶ διακρίσεως ἐκεῖναι. δείξας δὲ καὶ διὰ τῆς συγκρίσεως καὶ διακρίσεως, ὅτι καὶ ἀλλοιώσεως καὶ γενέσεως καὶ φθορᾶς προυπάρχει ἡ κατὰ τόπον μεταβολή, δείκνυσιν ὅτι καὶ τῶν αὐξομένων καὶ φθινόντων μεταβάλλει κατὰ τόπον τὸ μέγεθος. οὐ μόνον δὲ τὸ αὐξόμενον καὶ μειούμενον μεταβάλλει τὸν τόπον τοῦ μὲν αὐξομένου μείζονα καταλαμβάνοντος τόπον, τοῦ δὲ μειουμένου ἐλάττονα, ὠὰ καὶ τὴν τροφήν, ὑφ’ ἧς αὔξεται τὸ αὐξόμενον, κτὰ τόπον ἀνάγκη μεταβάλλειν, ὥστε ἅμα τῷ τρεφομένῳ καὶ αὐξομένῳ κινεῖσθαι τὴν τροφήν. καὶ πάλιν εἰ γίνοιτο μείωσις, δεῖ τι χωρισθῆναι του μειουμένου. Ἐπιστῆσαι δὲ ἄξιον, μήποτε κατὰ τὴν αὐτὴν μέθοδον τὴν ἀπὸ τῆς συγκρίσεως καὶ διακρίσεως καὶ τοῦ αὐξομένου καὶ μειουμένου προυπάρχειν ἐνδείκνυται τὴν κατὰ τόπον μεταβολήν· καὶ γὰρ τούτων κατὰ τόπον μεταβολὴ μεγέθους τοῦ μὲν | αὐξομένου συγκρινομένης αὐτῷ τῆς τροφῆς, τοῦ δὲ μειουμένου διακρινομένης ἀπ’ αὐτοῦ τινος οὐσίας. κἀνταῦθα δὲ ὁ Ἀριστοτέλης συμφωνεῖν βούλεται τῷ ἑαυτοῦ καθηγεμόνι· καὶ γὰρ ὁ Πλάτων’ ἐν τῷ δεκάτῳ τῶν Νόμων πρώτην ἀπασῶν εἶναι λέγει τὴν κατὰ τόπον κίνησιν, ἀπὸ ταύτης δὲ ὑφίστασθαι τὴν σύγκρισιν καὶ τὴν διάκρισιν, καὶ ἀπὸ ταύτης τὴν αὔξησιν καὶ τὴν μείωσιν· “προστυγχάνοντα, γάρ φησιν, τὰ κατὰ τόπον κινούμενα, ἑκάστοτε ἑκάστοις τοῖς ἑστῶσι μὲν διασχίζεται, τοῖς δὲ ἄλλοις ἐξ ἐναντίας ἀπαντῶσι καὶ φερομένοις εἰς ἓν γινόμενα μέσα τε καὶ μεταξὺ τῶν τοιούτων συγκρίνεται.” — “καὶ μὴν καὶ συγκρινόμενα μὲν αὐξάνεται, διακρινόμενα δὲ φθίνει.” ἀπὸ δὲ τῆς αὐξήσεως τὴν γένεσιν ὑφίστασθαί φησι καὶ ἀπὸ τῆς μειώσεως τὴν φθοράν. p. 260b15 Ἔτι καὶ ἐντεῦθεν ἐπισκοποῦσιν ἔσται φανερόν ἕως τοῦ καὶ τὸ κατ’ οὐσίαν. Ὁρμήσας καὶ ἄλλας ἐπιχειρήσεις παραδοῦναι δεικνύσας, ὅτι πρώτη τῶν κινήσεων ἐστιν ἡ φορά, διαίρεσιν ποιεῖται τῶν τοῦ προτέρου σημαινομένων, ὅπερ ἐν ἀρχῇ παραλιπὼν νῦν ἀνεπλήρωσε, καὶ κατὰ πάντας τοὺς τρόπους, καθ’ οὓς λέγεται κυρίως τὸ πρότερον, δείκνυσι πρώτην οὖσαν τὴν φορὰν τῶν ἄλλων κινήσεων. τρεῖς δὲ ἐνταῦθα τοῦ προτέρου τρόπους ἐξέθετο. λέγεται γὰρ πρότερόν τι τῇ φύσει, οὗ μὴ ὄντος οὐκ ἔσται τὰ ἄλλα, ἐκεῖνο δὲ ἄνευ τῶν ἄλλων, καὶ τῷ χρόνῳ πρότερον, ὥσπερ τοῦ τῆτες τὸ πέρυσι, καὶ τὸ κατ’ οὐσίαν, ὅπερ ἐστὶ <τὸ> τελειότερον· τοῦ γὰρ ἀτελοῦς πρότερον τὸ τέλειον τὸ τοιοῦτον δὲ τὸ τὴν οἰκείαν οὐσίαν ἀπειληφός. “λέγοιτο δὲ ἄν, φησὶν ὁ Ἀλέξανδρος, ἰδίως κατ’ οὐσίαν προτέρα κίνησις, ἥτις οὐχ ἅπτεται τῆς οὐσίας τοῦ κινουμένου οὐδέ τινος τῶν ὑπαρχόντων αὐτῷ, ἀλλὰ πάντῃ τοῦ αὐτοῦ διαμένοντος αὐτοῦ γίνεται, <ᾗ> ὁμοία μόνη ἡ κατὰ τόπον ἐστί. τούτων μὲν οὖν τῶν τοῦ προτέρου σημαινομένων ἐμνημόνευσεν, ἐν δὲ ταῖς Κατηγορίαις πρὸς τῷ κατὰ φύσιν καὶ κατὰ χρόνον προτέρῳ τέθεικεν ἄλλα τοῦ προτέρου σημαινόμενα· καὶ γὰρ τῇ τάξει πρότερον ἢ τῇ θέσει ἔλεγέν τι ἐκεῖ καὶ τὸ ἐντιμότερον. καὶ τῶν ἀντιστρεφόντων κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν τὸ αἴτιον ὁπωσοῦν θατέρῳ τοῦ εἶναι, ὡς τὸν πατέρα τοῦ υἱοῦ καὶ ὅλως τὸ αἴτιον τοῦ αἰτιατοῦ. ἐν δὲ τῷ Δ τῆς Μετὰ τὰ φυσικὰ πλείονας ἐκτίθεται τρόπους τοῦ προτέρου καὶ ὑστέρου· ‘τό τε γὰρ ἐγγύτερον ἀρχῆς ἐν ἑκάστῳ γένει ἢ φύσει ἢ πρός τι ὡρισμένης πρότερον λέγεται καὶ τὸ πορρώτερον ὕστερον. οἷον κατὰ τόπον τῷ εἶναι ἐγγύς τινος τόπου ἢ φύσει ὡρισμένου οἷον τοῦ μέσου ἢ τοῦ ἐσχάτου ἢ πρὸς τὸ τυχόν. τὸ δὲ κατὰ χρόνον πρὸς τὸ νῦν παραβαλλόμενον ἐπὶ μὲν τοῦ παρεληλυθότος πρότερον τὸ πορρώτερον τοῦ νῦν, ὡς τὰ Τρωικὰ τῶν Μηδικῶν πρότερα, ἐπὶ δὲ τοῦ μέλλοντος τὸ ἐγγύτερον τοῦ νῦν πρότερον, ὡς ἡ αὔριον ἡμέρα τῆς μετ’ αὐτὴν τῷ νῦν ὡς ἀρχῇ καὶ πρώτῳ χρησαμένων. τρίτον δὲ λέγει τὸ κατὰ κίνησιν, οἷον παῖς ἀνδρὸς πρότερον, ὅτι ἐγγύτερον τοῦ πρώτου κινήσαντος· ἀρχὴ γὰρ καὶ αὕτη τις ἁπλῶς. τέταρτον δὲ τὸ κατὰ δύναμιν· τὸ γὰρ ἄρχον τῇ δυνάμει πρότερον καὶ δυνατώτερον· τοιοῦτον δέ ἐστιν, οὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη ἀκολουθεῖν τὸ ὕστερον· ἡ δὲ προαίρεσις ἀρχή. πέμπτον τὰ κατὰ τάξιν· ταῦτα δέ ἐστιν, ὅσα πρός τι ἓν ὡρισμένον διέστηκε κτὰ τὸν λόγον, οἷον παραστάτης τριτοστάτου πρότερον καὶ παρανήτη νήτης· ἀρχὴ δὲ κἀνταῦθα, ὅπου μὲν ὁ κορυφαῖος, ὅπου δὲ ἡ μέση. ἕκτον τὸ τῇ γνώσει πρῶτον ἄλλως μὲν τὸ κατὰ τὸν λόγον, ἄλλως δὲ τὸ κατὰ τὴν αἴσθησιν· <κατὰ γὰρ τὸν λόγον τὰ καθόλου πρότερα, κατὰ δὲ τὴν αἴσθησιν> τὰ καὶ κατὰ τὸν λόγον δὲ τὸ συμβεβηκὸς τοῦ ὅλου πρότερον, οἷον τὸ μουσικὸν τοῦ μουσικοῦ ἀνθρώπου· οὐ γὰρ ἔσται ὁ λόγος ὅλος ἄνευ τοῦ μέρους. ἕβδομον τὰ τῶν προτέρων πάθη, οἷον εὐθύτης λειότητος. τὸ μὲν γὰρ γραμμῆς καθ’ αὑτὴν πάθος, τὸ δὲ ἐπιφανείας. ὄγδοον τὰ κατὰ φύσιν καὶ οὐσίαν, ὅσα ἐνδέχεται εἶναι ἄνευ ἄλλων, ἐκεῖνα δὲ ἄνευ ἐκείνων μή. ταύτῃ δέ, φησίν. τῇ διαιρέσει ὁ Πλάτων’ ἐχρῆτο. ἔνατον τὸ ὑποκείμενον πρότερον τοῦ ἐν ὑποκειμένῳ· διὸ ἡ οὐσία πρότερον. δέκατον ἄλλως μὲν κατὰ δύναμιν, ἄλλως δὲ κατὰ ἐντελέχειαν. οἷον κατὰ δύναμιν μὲν ἡ ἡμίσεια τῆς ὅλης καὶ τὸ μόριον τοῦ ὅλου καὶ ἡ ὕλη τῆς οὐσίας προτέρα, κατ’ ἐντελέχειαν δὲ ὑστέρα. διαλυθέντος γὰρ τοῦ κατ’ ἐντελέχειαν ἔσται ταῦτα.’ τοιαύτην μὲν οὖν καὶ ἐν ἐκείνῃ τῇ πραγματείᾳ τὴν τοῦ προτέρου καὶ ὑστέρου διαίρεσιν παραδέδωκεν ἐντελεστέραν. ἐνταῦθα δὲ ἐπὶ κινήσεως ζητῶν τὸ πρότερον καὶ ὕστερον, ὅσα χρήσιμα πρὸς αὐτὴν σημαινόμενα παρέλαβεν· τὸ γὰρ κατὰ θέσιν, εἴπερ ὅλως εἴη ἐν τῇ κινήσει, κατὰ τὸν χρόνον ἂν λαμβάνοιτο, ἡ τάχα ἡ τῶν προτέρων κατὰ θέσιν σωμάτων προτέρα ἂν καὶ αὐτὴ λέγοιτο τῇ θέσει. ἐκείνῳ δὲ ἐφιστάνειν ἄξιον, ὅτι ἐν μὲν τῇ Μετὰ τὰ φυσικὰ συνῆψε τὸ κατὰ φύσιν καὶ κατ’ οὐσίαν, ἐνταῦθα δὲ διεῖλεν αὐτό. p. 260b19 Ὥστε ἐπεὶ κίνησιν μὲν ἀνάγκη εἶναι συνεχῶς ἕως τοῦ ἣν κινεῖ τὸ πρῶτον κινοῦν. | Προθέμενος δεῖξαι τὴν φορὰν πρώτην τῶν κινήσεων κατὰ πάντα του πρώτου τὰ σημαινομενα, πρῶτον ὅτι κατὰ φύσιν πρώτη δείκνυσι, προλαβὼν ὅτι ἀναγκαῖον ἀεὶ κίνησιν εἶναι· τοῦτο γὰρ σημαίνει τὸ εἶναι συνεχῶς. ἀποδέδεικται δὲ ἤδη, ὅτι ἀγένητός ἐστιν ἡ κίνησις. ἔχων δὲ ἐναργὲς καὶ τὸ τὴν ἀίδιον κίνησιν πρώτην εἶναι τῆς ποτὲ οὕσης καὶ πάλιν μὴ οὔσης συλλογίζεται οὕτως· ἡ πρώτη κατὰ φύσιν κίνησις ἀίδιός ἐστιν, ἐπειδὴ ἀνάγκη ἀίδιον εἶναι κίνησιν· ἡ ἀίδιος κίνησις ἡ συνεχής ἐστιν, ἡ συνεχὴς κίνησις ἡ κατὰ φοράν ἐστιν· ἡ ἄρα πρώτη κίνησις κατὰ φύσιν ἡ κατὰ φοράν ἐστι. καὶ ὅτι κατὰ φύσιν πρώτη δείκνυσιν ἐκ τοῦ μὴ ἀντιστρέφειν κατὰ τὴν τοὐ εἶναι ἀκολουθίαν, ἀλλὰ ταύτην μὲν τῶν ἄλλων κινήσεων μὴ δεῖσθαι πρὸς τὸ εἶναι (οὔτε γὰρ αὐξάνεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φέρον ἀνάγκη, ἀλλ’ οὔτε γίνεσθαι ἢ φθείρεσθαι), τούτων δὲ οὐδεμίαν ἐνδέχεται εἶναι τῆς συνεχοῦς μὴ οὔσης, ἣν κινεῖ τὸ πρῶτον κινοῦν. δέδεικται γάρ, ὅτι πάντων ἀρχὴ τῶν κινουμένων ἐστὶ τὸ αὐτοκίνητον, τούτου δὲ ἀρχὴ τὸ ἀκίνητον. ἀνάγκη δὲ τὴν ἀίδιον κίνησιν ἢ συνεχῆ ἢ ἐφεξῆς εἶναι. βέλτιον δὲ τὸ συνεχῆ τὴν ἀίδιον κυρίως εἶναι ἢ ἐφεξῆς· μία γὰρ αὕτη ἑνὸς ὄντος τοῦ κινοῦντος, τὸ δὲ ἐφεξῆς οὐχ ἕν. τὸ δὲ βέλτιον ἀεὶ ἐν τοῖς φυσικοῖς ὑπολαμβάνομεν εἶναι, ἄν ᾖ δυνατόν· ὅτι δὲ δυνατὸν εἶναί τινα συνεχῆ κίνησιν, δειχθήσεται ὕστερον, καὶ ὅτι οὐδεμίαν ἄλλην οἷόν τε εἶναι συνεχῆ ἢ τὴν φοράν· νῦν δὲ ὡς ὑπο· κείμενα τέως εἴληπται. p. 260b29 Ἔτι χρόνῳ πρώτην ἕως τοῦ οὐδὲ τῶν ἄλλων οὐδεμία μεταβολῶν. Δείξας φύσει πρώτην οὖσαν τῶν ἄλλων κινήσιων τὴν φορὰν ἐφεξῆς, ὅτι καὶ τῷ χρόνῳ πρώτη δείκνυσι δυνάμει καὶ τοῦτο συλλογιζόμενος οὕτως· πρώτη κίνησις τῷ χρόνῳ ἐστίν, ἣν ἐνδέχεται τοῖς ἀιδίοις ὑπάρχειν· ἣν ἐνδέχεται τοῖς ἀιδίοις κίνησιν ὑπάρχειν, ἡ φορά ἐστιν· ἡ πρώτη ἄρα τῷ χρόνῳ κίνησις ἡ φορά ἐστι. τῶν δὲ δυεῖν τούτων προτάσεων τὴν ἐλάττονα τὴν λέγουσαν ‘πρώτην εἶναι ἣν ἐνδέχεται τὰ ἀίδια κινεῖσθαι’ ὡς σαφῆ παρῆκεν· ὡς γὰρ τὰ ἀίδια πρῶτα τῷ χρόνῳ τῶν γενητῶν οὕτω καὶ ἡ κίνησις, ἣν κινεῖται τὰ ἀίδια ἀίδιος οὖσα, πρώτη ἄν εἴη τῶν μὴ ἀιδίων κινήσεων, ἃς κινεῖται τὰ γενητά. τὴν δὲ μείζονα πρότασιν τέθεικε τὴν λέγουσαν, ὅτι τὴν τοπικὴν μόνην ἐνδέχεται τὰ ἀίδια κινεῖσθαι, ἣν δείξει μετ’ ὀλίγον. ἐπειδὴ δὲ τὰ ἐν γενέσει ὄντα ὑστέραν κινεῖται τὴν τοπικὴν κίνησιν (τελειωθέντα γὰρ ἤδη τὰ ζῷα τότε κινεῖται κατὰ τόπον· γίνεται γὰρ πρῶτον καὶ τρέφεται καὶ αὔξεται δι’ ἀλλοιώσεως, καὶ οὕτως κατὰ τόπον κινεῖται), δόξει μὴ ἀληθῶς εἰρῆσθαι τῷ χρόνῳ προτέραν εἶναι τῶν ἄλλων κινήσεων τὴν κατὰ τόπον. λύων οὖν ταύτην τὴν ἔνστασιν λέγει, ὅτι ἐπὶ μὲν ἑκάστου τῶν ἐν γενέσει ὄντων τελευταίαν τῶν κινήσεων τὴν κατὰ τόπον γίνεσθαι. τετελειωμένα γὰρ ἤδη μεταβαίνει κατὰ τόπον. ἀλλὰ τούτων τῶν γινομένων καὶ ἀλλοιουμένων καὶ αὐξομένων πρότερον, ἔπειτα οὕτω τοπικῶς κινουμένων, ἄλλο τι ἀνάγκη προυπάρχειν τοπικῶς κινούμενον, ὃ καὶ τῆς γενέσεως αἴτιον τῷ γινομένῳ αὐτὸ ἀγένητον ὂν ἢ οὐ τότε γινόμενον, ἀλλὰ πρότερον, ὡς ὁ πατὴρ τοῦ υἱοῦ καὶ ὅλως τὸ γεννῆσαν τοῦ γεννηθέντος· τοῦτο γὰρ χρὴ κινηθῆναι κτὰ τόπον, ἵνα γεννήσῃ τὸ γεννώμενον. οὐ γινόμενον δὲ αὐτὸ αἴτιόν ἐστι γενέσεως τὸ κυκλοφορητικὸν σῶμα τοπικῶς κινούμενον. ὅσον γὰρ ἐπὶ τῇ καθ’ ἕκαστον γενέσει, δόξει ἡ γένεσις εἶναι πρώτη τῶν κινήσεων, διότι γενέσθαι δεῖ τὸ πρᾶγμα πρότερον, καὶ τῆς οὐσίας ὑποστάσης αὐτοῦ τότε τὰ περὶ αὐτὸ συμβεβηκότα ὑπάρξαι ἀλλοίωσιν καὶ αὔξησιν καὶ τὴν κατὰ τόπον μεταβολήν. καὶ οὕτω μὲν ἐφ’ ἑνὸς ἑκάστου. ἀλλ’ ἀναγκαῖον ἕτερόν τι κατὰ τόπον κινεῖσθαι αἴτιον τοῦ γινομένου οὐ γινόμενον αὐτὸ τότε· καὶ τούτου πάλιν τῆς γενέσεως ἕτερόν τι αἴτιον προυπάρχει οὐ γινόμενον, ἀλλὰ ὂν τότε καὶ κατὰ τόπον κινούμενον· ὥστε ἔστι πρὸ πάσης τῆς καθ’ ἕκαστα γενέσεως τοπικὴ κίνησις, ἣν κινεῖται τὸ τῆς γενέσεως αἴτιον μὴ γινόμενον τότε. καὶ τούτου ἕτερον πρότερον τὸ τὴν ἀίδιον κινούμενον τοπικῶς κίνησιν, οὐδὲ ὅλως τοῦτο γινόμενον. ‘καὶ γὰρ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος’, ὡς εἴρηται πρότερον. Δείξας δὲ ὅτι κἄν ἐπὶ τῶν καθ’ ἕκαστα πρώτη δοκῇ τῶν ἄλλων κινήσεων ἡ γένεσις, ἀλλὰ προυπάρχει πάσης γενέσεως τοπικὴ κίνησις, τὸ αὐτὸ προσυπομιμνῄσκει καὶ ἐκ τοῦ ἐναντίου. εἰ γὰρ εἴη πρώτη τῶν κινήσεων ἡ γένεσις, πάντα ἄν εἴη τὰ κινούμενα φθαρτά· δεῖ γὰρ πρῶτον γενέσθαι, εἶθ’ οὕτω κινηθῆναι τὴν ὁποιανοῦν κίνησιν, εἴπερ πρώτη τῶν κινήσεων ἡ γένεσίς ἐστι, τὸ δὲ γινόμενον φθείρεται. | εἰ οὖν μὴ πάντα ἐστὶ τὰ κινούμενα γενητὰ καὶ φθαρτά, ὡς ἤδη δέδεικται ἐκ τοῦ εἶναι κίνησιν ἀίδιον καὶ ἔτι μᾶλλον δειχθήσεται, οὐδ’ ἄν γένεσις εἴη πρώτη. οὐκέτι γὰρ ἐν τοῖς ἀιδίοις μέν, κινουμένοις δὲ προυπάρξει ἡ γένεσις. εἰ δὲ μὴ ἔστιν ἡ γένεσις πρώτη, δῆλον ὡς οὐδὲ τῶν ἄλλων τις κινήσεων, ἃς ἀνάγκη μετὰ τὴν γένεσιν ὑφίστασθαι, ἀλλοίωσίς τε καὶ αὔξησις καὶ μείωσις. καὶ γὰρ αὔξεται καὶ μειοῦται μόνα τὰ γενητά, καὶ ἀλλοίωσις τούτοις ὑπάρχει μόνοις, εἴπερ πᾶσα ἀλλοίωσις κατὰ τὰς παθητικὰς γίνεται ποιότητας, πάσχει δὲ μόνα τὰ ἐν γενέσει. εἰ οὖν αἱ μὲν ἄλλαι κινήσεις τῆς γενέσεως δεύτεραι, ἡ δὲ γένεσις τῆς φορᾶς, δῆλον ὅτι καὶ αἱ ἄλλαι κινήσεις τῆς φορᾶς ὕστεραι τῷ χρόνῳ. οὕτω καὶ ὅτι πρώτη χρόνον τῶν ἄλλων κινήσεων ἡ φορά, ἔδειξε καὶ τὴν ἀπὸ τῆς γενέσεως ἔνστασιν ἔλυσεν. p. 261a14 Ὅλως τε εἰ φαίνεται τὸ γιγνόμενον, ἀτελές ἕως τοῦ αὐξανομένου δὲ καὶ φθίνοντος τὸ ποσόν. Tὴν λύσιν τῆς ἐνστάσεως τῆς ἀπὸ τῆς γενέσεως ἐνεχθείσης ἀρχὴν τοῦ τρίτου ἐπιχειρήματος ἐποιήσατο τοῦ δεικνύντος, ὅτι καὶ κατ’ οὐσίαν πρώτη τῶν ἄλλων ἐστὶν ἡ κατὰ φορὰν κίνησις. τὸ δὲ κατ’ οὐσίαν πρῶτον καὶ κατὰ φύσιν πρῶτον ὀνομάζει συμφώνως τοῖς ἐν τῇ Μετὰ τὰ φυσικὰ περὶ τούτων εἰρημένοις. συλλογίζεται δὲ καὶ ἀποδείκνυσι τοῦτο κατηγορικῶς μὲν οὕτως· ἡ φορὰ τελευταία πᾶσιν ὑπάρχει τοῖς ἐν γενέσει· τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερόν ἐστι καὶ τῇ οὐσίᾳ. ἡ φορὰ ἄρα πρώτη καὶ κατὰ φύσιν καὶ κατ’ οὐσίαν τῶν ἄλλων κινήσεων ἐστι. καὶ ὅτι μὲν ἡ φορὰ τελευταία τοῖς ἐν γενέσει ὑπάρχει, δείκνυσιν ἐκ τοῦ τὰ μὲν κατ’ οὐσίαν ἀτελέστερα ὥσπερ τὰ φυτὰ καὶ τῶν ζῴων τὰ προσπεφυκότα, ἅπερ ζωόφυτα καλοῦμεν, οὐδὲ ὅλως κινεῖσθαι κατὰ τόπον, τοῖς δὲ τελειουμένοις τελευταῖον ὑπάρχειν τοῦτο. ὅτι δὲ τὸ τῇ γενέσει ὕστερον τῇ φύσει καὶ τῇ οὐσίᾳ πρότερόν ἐστι, δείκνυσιν ἐκ τοῦ τὸ γινόμενον ἐν τῷ ἔτι γίνεσθαι ἀτελὲς ὂν ὁδεύειν ἐπὶ τὴν ἑαυτοῦ τελειότητα ὡς ἐπ’ ἀρχὴν καὶ πρῶτον τῇ φύσει· ἡ γὰρ τελειότης ἀρχὴ ὡς τὸ οὗ ἕνεκα καὶ τὸ τέλος. πρῶτον δὲ τῆ φύσει καὶ τῇ οὐσίᾳ τὸ τέλειον τοῦ ἀτελοῦς καὶ τὸ οὗ ἕνεκα τοῦ χάριν ἐκείνου· κατὰ γὰρ τὴν ἑκάστου τε- λειότητα τὸ κατὰ φύσιν ἐστὶν ἑκάστῳ. καὶ ἡ οὐσία καὶ ἀρχὴ τὸ τέλειον· τελείου γὰρ τὸ γεννᾶν. ὥσπερ οὖν ἡ τελειότης τελευταία οὖσα τῇ γενέσει πρώτη ἐστὶ τῇ οὐσίᾳ τε καὶ τῇ φύσει, οὕτω καὶ ἣν κινεῖται τελευταίαν κίνησιν τὰ γινόμενα, πρώτη τῇ φύσει καὶ τῇ οὐσίᾳ ἐστίν. αὐτὸς δὲ τῆς μὲν μείζονος προτάσεως τῆς λεγούσης τὸ τῇ γενέσει ὕστερον τῇ φύσει καὶ τῆ οὐσίᾳ πρότερον εἶναι τὴν κατασκευὴν προθεὶς ἐν τῷ φαίνεται τὸ γινόμενον ἀτελὲς καὶ ἐπ’ ἀρχὴν ἰόν, τῆς δὲ ἐλάττονος τῆς λεγούσης ἰὴ φορὰ τελευταία πᾶσιν ὑπάρχει τοῖς ἐν γενέσει’ τὴν κατασκευὴν ὑστέραν θεὶς ἐν τῷ τὰ μὲν ὅλως ἀκίνητα τῶν ζώντων καὶ τοῖς ἑξῆς, τὰς δὲ δύο προτάσεις αὐτὰς μεσολαβήσας καὶ πρώτην μὲν θεὶς τὴν μείζονα ἐν τῷ ὥστε τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερον εἶναι, εἶτα τὴν ἐλάττονα ἐν τῷ τελευταῖον δὲ φορὰ πᾶσιν ὑπάρχει τοῖς ἐν γενέσει, οὕτως οὖν διαθεὶς τὸν συλλογισμὸν δυσσυναίσθητον ἐποίησεν αὐτοῦ τὴν ἀνάλυσιν. ἐπὶ δὲ τῷ τέλει καὶ κατὰ τὸν πρῶτον τρόπον τῶν ὑποθετικῶν συνελογίσατο οὕτως· εἰ μᾶλλον ὑπάρχει φορὰ τοῖς μᾶλλον ἀπειληφόσι τὴν φύσιν, τουτέστιν εἰ μᾶλλον ἡ κατὰ τόπον κίνησις ὑπάρχει τοῖς κατὰ τὴν φύσιν καὶ τὸ ἑαυτῶν εἶδος τελειωθεῖσι, καὶ ἡ κατὰ τόπον κίνησις εἴη ἂν κατὰ φύσιν καὶ κατ’ οὐσίαν πρώτη τῶν ἄλλων κινήσεων. εἶτα καὶ ἄλλην ἀπόδειξιν ἐπάγει τοῦ τελειοτέραν καὶ διὰ τοῦτο καὶ πρώτην εἶναι κατὰ φύσιν καὶ κατ’ οὐσίαν τὴν κατὰ τόπον κίνησιν. ἡ γὰρ κατὰ τόπον, φησί, κίνησις, οὐδὲν μεταβάλλει τῆς τοῦ κινουμένου καταστάσεως οὔτε κατ’ οὐσίαν, ὥσπερ ἡ γένεσις καὶ ἡ φθορά, οὔτε κατὰ τὸ ποιόν, ὡς ἡ ἀλλοίωσις, οὔτε κατὰ τὸ ποσόν, ὡς αὔξησις καὶ μείωσις· τὸ δὲ φυλάττον τὴν φύσιν καὶ τὴν οὐσίαν τῶν μὴ φυλαττόντων ἐστὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ τελειότερον. p. 261a23 Μάλιστα δὲ δῆλον ὅτι τὸ κινοῦν αὐτὸ αὑτὸ ἕως τοῦ τὸ αὐτὸ ἑαυτὸ κινοῦν. Τοῦτο τὸ ἐπιχείρημα δύναται δεικτικὸν εἶναι τοῦ πρώτην τῶν ἄλλων κινήσεων εἶναι τὴν φορὰν κατὰ τοὺς τρεῖς τοῦ προτέρου τρόπους, οὓς ἀποδέδωκεν. ἔστι δὲ τοιοῦτον· ἐδείχθη πρότερον, ὅτι τὸ αὐτοκίνητον προϋπάρχον καὶ χρόνῳ καὶ οὐσίᾳ τῶν κινούντων καὶ κινουμένων ἀρχὴ τῶν τοιούτων ἐστί, καὶ ὅτι τὴν κατὰ φορὰν κίνησιν ἰδίως καὶ κυρίως κινεῖται τὸ αὐτοκίνητον. εἰ οὖν ἡ κατὰ τόπον κίνησις οἰκεία ἐστὶ τῆς ἀρχῆς καὶ αἰτίας τῶν κινουμένων, ἡ δὲ οἰκεία τῆς ἀρχῆς καὶ αἰτίας τῶν κινουμέ|νων κίνησις αὕτη ἄν εἴη καὶ τῇ φύσει καὶ τῷ χρόνῳ προτέρα τῶν ἄλλων κινήσεων, τὸ συμπέρασμα δῆλον, ὅτι ἡ κατὰ τόπον κίνησις καὶ τῇ φύσει καὶ οὐσίᾳ καὶ τῷ χρόνῳ πρώτη τῶν ἄλλων ἐστὶ κινήσεων, καὶ συμπεραίνεται λοιπὸν τὰ εἰρημένα. ὅτι δὲ καὶ τοῦτο τοῖς ἐν τῆ δεκάτῳ τῶν Πλάτωνος Νόμων κατακολουθῶν ὁ Ἀριστοτέλης ἀπέδειξε, συνιδεῖν ἔστιν, εἴπερ τὰ εἴδη τῶν κινήσεων παραδιδοὺς καὶ πρώτην ἐκθέμενος τὴν κατὰ τόπον ταύτην αἰτίαν τῶν ἄλλων εἶναί φησι, προσεχῶς μὲν τῆς διακρίσεως καὶ συγκρίσεως, τουτέστι τῆς ἀλλοιώσεως, δι’ ἐκείνης δὲ τῆς αὐξήσεως καὶ φθίσεως, διὰ δὲ ταύτης τῆς γενέσεως καὶ φθορᾶς. ἐκθέμενος γὰρ τὴν κατὰ τόπον κίνησιν ἐπάγει· ‘‘προστυγχάνοντα δὲ ἑκάστοτε ἑκάστοις, τοῖς ἑστῶσι μὲν διασχίζεται, τοῖς δὲ ἄλλοις ἐξ ἐναντίας ἀπαντῶσι καὶ φερομένοις εἰς ἓν γινόμενα μέσα τε καὶ μεταξὺ τῶν τοιούτων ξυγκρίνεται.” — “καὶ μὴν καὶ ξυγκρινόμενα αὐξάνεται, διακρινόμενα δὲ φθίνει τότε; ὅταν ἡ καθεστηκυῖα ἑκάστων ἕξις διαμένῃ. μενούσης δὲ αὐτῆς δι’ ἀμφότερα ἀπόλλυται.” ἀπὸ δὲ τῆς αὐξήσεως τὴν γένεσιν, καὶ ἀπὸ τῆς μειώσεως τὴν φθορὰν λέγει γίνεσθαι. p. 261a28 τίς δὲ φορὰ πρώτη νῦν δεικτέον ἕως τοῦ καὶ ὅτι οὐκ ἐνδέχεται ἅμα τὰς ἀντικειμένας οὔτε κινήσεις οὔτε μεταβολὰς ὑπάρχειν. Δείξας κατὰ πάντας τοὺς τοῦ προτέρου τρόπους τὴν φορὰν πρώτην οὖσαν τῶν ἄλλων κινήσεων τε καὶ μεταβολῶν, νῦν πρόεισιν ἐπὶ τὸ ζητεῖν, τίς πάλιν ἐν τῇ φορά πρώτη ἐστὶ κατὰ τὰ εἰρημένα τοῦ πρώτου σημαινόμενα. ἴσμεν γὰρ ὅτι τῆς φορᾶς ἡ μὲν ἐπ’ εὐθείας ἐστίν, ἡ δὲ κύκλῳ, ἡ δὲ μικτή, ὥσπερ καὶ τῆς γραμμῆς ἐφ’ ἧς φέρεται τὸ φερόμενον. εὑερθείσης δὲ τῆς πρώτης φοράς ἅμα καὶ τὸ νῦν καὶ πρότερον ὑποτεθέν, ὅτι ἐνδέχεταί τινα κίνησιν εἶναι συνεχῆ καὶ ἀίδιον, φανερὸν ἔσται. αὕτη γὰρ ἡ πρώτη φορὰ συνεχὴς εὑρεθήσεται καὶ ἀίδιος. ἐπιστῆσαι δὲ χρή, ὅτι μέχρι νῦν ὡς ὑπόθεσις ἐλαμβάνετο τὸ εἶναι συνεχῆ κίνησιν· ἡ γὰρ ἐν ἀρχῇ δειχθεῖσα ἀγένητος καὶ ἄφθαρτος κίνησις οὐχ ὡς μία καὶ συνεχής, ἀλλ’ ὡς ἀεὶ μέν, ἄλλη δὲ καὶ ἄλλη κίνησις ἐν τοῖς οὖσιν ἀπεδείκνυτο. ἐπιστήμης δέ ἐστιν ἀκριβοῦς τὸ κατὰ μίαν μέθοδον πλείονα καὶ οὕτω καθολικὰ καὶ χρήσιμα θεωρήματα εὑρίσκειν, ἡ δὲ εὕρεσις αὐτῷ γίνεται δεικνύντι πρῶτον, ὅτι οὐδεμία τῶν ἄλλων κινήσεων ἢ μεταβολῶν παρὰ τὴν φορὰν συνεχὴς εἶναι δύναται καὶ μία, ἀλλ’ οὐδὲ τῆς φορᾶς ἡ κατ’ εὐθεῖαν οὐδὲ ἡ μικτή, ἀλλὰ μόνη τῇ κύκλῳ κινήσει τὸ συνεχὲς καὶ ἀίδιον ὑπάρχειν δυνατόν. καὶ οὕτως ἐκ τούτου δείκνυσιν, ὅτι τῶν φορῶν πρώτη ἡ κύκλῳ τῆς κατ’ εὐθεῖάν ἐστιν. ὅτι δὲ μηδεμίαν τῶν ἄλλων κινήσεων οἷόν τε συνεχῆ εἶναι, ἀποδείκνυσιν οὕτω· πᾶσαι αἱ ἄλλαι κινήσεις (συναριθμεῖ δὲ τέως καὶ τὴν γένεσιν καὶ τὴν φθοράν, εἶτα ὕστερον αὐτὰς χωρίζει τῶν κυρίως κινήσεων μεταβολὰς οὔσας καὶ οὐ κινήσεις, ὡς ἐν τῷ πέμπτῳ δέδεικται ταύτης τῆς πραγματείας), πᾶσαι οὖν αἱ ἄλλαι παρὰ τὴν φορὰν κινήσεις ἐξ ἀντικειμένων εἰσὶν εἰς ἀντικείμενα * * * ἐξ ἐναντίων εἰς ἐναντία ἀντικείμενά ἐστιν ἢ ἐναντία. αὐτὸς δὲ ἐπὶ τῶν ἐναντίων τέως ποιεῖται τὸν λόγον, ἐπειδὴ ἡ γένεσις καὶ ἡ φθορὰ ἀντικείμενα μέν ἐστιν, οὐκ ἐναντία δέ. τὰς δὲ ἐναντίας ἢ ὁπωσοῦν ἀντικειμένας κινήσεις ἀδύνατον εἶναι μίαν καὶ συνεχῆ. ἐξ ὧν συνάγεται, ὅτι πᾶσαι αἱ ἄλλαι παρὰ τὴν φορὰν κινήσεις οὖ δόνανται συνεχεῖς εἶναι. Καὶ ὅτι μὲν ἑκάστη ἐκείνων ἐξ ἀντικειμένου ἐστὶν εἰς ἀντικείμενον, δείκνυσι τοὺς ἀντικειμένους ὅρους ἐκτιθέμενος, ἐφ’ οὓς κινοῦνται. καὶ γὰρ γενέσει μὲν καὶ φθορᾷ τὸ ὂν καὶ μὴ ὂν ὅροι ὡς κατάφασις καὶ ἀπόφασις ἀντικείμενα, ἀλλοιώσει δὲ τὰ ἐναντία πάθη, θερμότης καὶ ψυχρότης, λευκότης καὶ μελανία καὶ τὰ τοιαῦτα, αὐξήσει δὲ καὶ φθίσει ἢ μέγεθος καὶ μικρότης ἢ μᾶλλον τελειότης μεγέθους καὶ ἀτέλεια, ὅτι τὸ μέγεθος κοινὸν καὶ τοῦ τελείου, εἰς ὃ σπεύδει ἡ αὔξησις, καὶ τοὐ ἀτελοῦς, εἰς ὃ ἡ μείωσις. ὅτι δὲ ἐναντίαι καὶ ἀντικείμεναι αἱ εἰς τὰ ἐναντία καὶ ἀντικείμενα, πρόδηλον· ὁρισμὸς γὰρ οὗτός ἐστι τῶν ἐναντίων κινήσεων. ὅτι δὲ λοιπὸν οὐχ οἷόν τε ἐκ τῶν ἀντικειμένων καὶ ἐναντίων κινήσεων μίαν γενέσθαι καὶ συνεχῆ κίνησιν, δῆλον· εἰ γὰρ εἴη μία, τὸ λευκαινόμενον ἅμα ἄν καὶ μελαίνοιτο καὶ <τὸ> εἰς ὑγείαν μεταβάλλον ἅμα ἄν καὶ εἰς νόσον μεταβάλλοι καὶ τὸ αὐξόμενον ἅμα ἂν καὶ μειοῖτο, καὶ τὸ γινόμενον ἅμα ἂν καὶ φθείροιτο, εἴπερ μία καὶ ἡ αὐτὴ κίνησις ἐκ τῶν ἐναντίων ἐστί. καὶ αὐτόθεν δὲ δῆλον, ὅτι ἐκ τῶν ἐναντίων κινήσεων μίαν ἀδύνατον γενέσθαι. πῶς γὰρ ἐκ τῆς ἐπὶ τὸ ἄνω καὶ τῆς ἐπὶ τὸ κάτω μενουσῶν ἀκραιφνῶν μία γένοιτο ἄν κίνησις; οὔτε γὰρ κατὰ φύσιν δυνατὸν τὰς ἐναντίας κινεῖσθαι οὔτε ἡ κατὰ φύσιν καὶ παρὰ φύσιν μία γένοιντο ἄν. ἡ μὲν γὰρ εἰς τὰ πλάγια μία οὖσα μῖξις τῆς ἄνω καὶ τῆς κάτω δοκεῖ, ἀλλ’ οὐ μενουσῶν ἀκραιφνῶν, ὥσπερ ὁ λόγος λαμβάνει νῦν, ἀλλ’ οὕτως ὡς καὶ τὰ στοιχεῖα τοῦ σώματος τὰ ἐναντία κιρνάμενα ποιεῖ τι σύνθετον ἕν. οὔτε μία οὖν ἐκ τῶν ἐναντίων οὔτε ἅμα δύναταί τι τὰς ἐναντίας κινεῖσθαι. εἰ δὲ μὴ μία ἡ ἐκ τῶν ἐναντίων, ὑπὸ ἠρεμίας διαλαμβάνονται αἱ ἐναντίαι. ταύτην γὰρ ταῖς προειρημέναις προσλαμβάνει τὴν πρότασιν, καὶ κατασκευάζει αὐτὴν ἀξιώματι προσχρησάμενος τῷ λέγοντι, ὅτι τὸ μὴ ἀεὶ κινούμενον τήνδε τὴν κίνησιν, ὂν δὲ πρότερον, ἀνάγκη πρότερον ἠρεμεῖν. εἰ γὰρ μὴ ἠρεμῆσαν τὸ λευκαινόμενον μηδὲ παυσάμενον τοῦ λευκαίνεσθαι μελαίνοιτο, ἅμα ἄν λευκαίνοιτό τε καὶ μελαίνοιτο· ὥστε ἅμα λευκὸν γενήσεται καὶ μέλαν εἰς τέλος ἐλθὸν τῆς κινήσεως. εἰ δὲ παυσάμενον τοῦ λευκαίνεσθαι λευκὸν γένοιτο, καὶ ἀπὸ τοῦ λευκοῦ μεταβάλλοι εἰς τὸ μέλαν, ἐν τῷ εἴδει τοῦ λευκοῦ γενόμενον πάντως τινὰ χρόνον. οὕτω γὰρ ἀπὸ λευκοῦ ὄντος αὐτοῦ καὶ οὐκέτι λευκαινομένου ἡ εἰς τὸ μελαίνεσθαι μεταβολὴ γενήσεται· οὔτε γὰρ ἅμα λευκαίνεται καὶ ἔστι λευκόν, οὔτε ἅμα λευκόν ἐστιν εἱλικρινῶς καὶ μελαίνεται. ἅμα γὰρ ἔσται ἐπὶ τοῦ πέρατος καὶ οὐκ ἔσται. εἰ δὲ μὴ ἅμ ἐστί τε καὶ ἀπογίνεται, χρόνος ἄν τις εἴη, ὃν ἠρέμησεν ἐπὶ τοὐ πέρατος τὸ κινούμενον. δείξας δὲ πρῶτον ἐπὶ τῶν ἐξ ἐναντίων εἰς ἐναντία κινήσεων, τουτέστιν ἐπὶ τῶν κυρίως κινήσεων, ὅτι ἀδύνατον συνεχεῖς εἶναι ταύτας, κοινοποιεῖ τὸν λόγον καὶ ἐπὶ τῶν μεταβολῶν, τουτέστι γενέσεως καὶ φθορᾶς αὗται γὰρ μεταβολαὶ μόνον εἰσὶ καὶ οὐ κινήσεις) δεικνύς, ὅτι τὸ αὐτὸ καὶ ἐπὶ τούτων ἐστίν, ὃ καὶ ἐπὶ τῶν κινήσεων δέδεικται. καὶ γὰρ τὸ μὴ γινόμενον τέως ἄνθρωπος, γενησόμενον δέ, ἀνάγκη πρῶτον ἠρεμεῖν τινα χρόνον ἐν τούτῳ τῷ εἴδει, ἐξ οὗ γίνεται ἄνθρωπος· τὸ γὰρ σπέρμα μεῖνάν τινα χρόνον σπέρμα οὕτω μεταβάλλει εἰς ἄνθρωπον· καὶ γὰρ τὰς μεταβολὰς τὰς ἀντικειμένας ἀδύνατον ἅμα γίνεσθαι, ὥσπερ καὶ τὰς ἐναντίας κινήσεις. οὐδὲ γὰρ τὸ γινόμενον πρὸ τοῦ γενέσθαι εἰς τὸ φθείρεσθαι ἄν μεταβάλλοι, εἰ ἔστιν ἡ φθορὰ ἐξ ὄντος μεταβολή. τὸ δὲ γινόμενον οὐδέπω ἐστίν, εἰ δὲ οὕτως, οὐδὲ αὗται ἄν εἶεν συνεχεῖς αἱ μεταβολαί· ἔχουσι γὰρ ἀρχὰς ἄμφω καὶ τέλη, εἰς ἃ μεταβάλλουσιν ἀντικείμενα ἀλλήλοις. ἀλλὰ μεταξὺ φησὶν ἔσται αὐτῶν χρόνος, καὶ οὐκ εἶπεν ‘ἠρεμία’ τὴν ἔνστασιν, ἣν μετ’ ὀλίγον λύσει, φυλαττόμενος· οὐ γάρ, ὡς ἐπὶ τῶν ἐναντίων κινήσεων τὸ κινούμενον τὰς ἐναντίας ἠρεμεῖ μεταξύ, οὐχ οὕτω καὶ ἐπὶ τῶν εἰς τὰ ἀντικείμενα μεταβαλλόντων τὸ ὂν καὶ τὸ μὴ ὄν· τὸ γὰρ ἠρεμοῦν ὄν τι ἠρεμεῖ καὶ ἐν ὄντι, οὔτε δὲ μὴ ὂν οὔτε ἐν μὴ ὄντι τινὶ ἠρεμεῖν δυνατόν· χρόνον μέντοι μεταξὺ εἶναί τινα καὶ τούτων τῆς ἀπὸ θατέρου ἐπὶ θάτερον μεταβολῆς ἀναγκαῖον. Δείξας δὲ ἐπὶ τῶν ἐναντίων κινήσεων, ὅτι ἀναγκαῖόν ἐστιν ἠρεμεῖν μεταξὺ λέγει, ὅτι καὶ ἐπὶ τῶν κατὰ ἀντίφασιν ἀντικειμένων, οἷά ἐστιν ἡ γένεσις καὶ ἡ φθορά, κἂν μὴ ἐξ ἐναντίων εἰς ἐναντία ἐστὶν ἡ μεταβολή, οὐδὲν κωλύει καὶ ἐπὶ τούτων κἀν μὴ ἠρεμίαν ἀλλὰ χρόνον εἶναι μεταξύ, ὥστε μὴ συνεχεῖς μηδὲ μίαν εἶναι τὴν ἐκ τῶν ἀντικειμένων μεταβολήν. καὶ γὰρ ἐπὶ τῶν ἐναντίων συνέβαινε μεταξὺ ἠρεμίαν γίνεσθαι, οὐχ ᾗ ἐναντίαι, ἀλλὰ καθ’ ὅσον οὐχ οἷόν τε ἦν ἅμα αὐτὰς γίνεσθαι, ὃ οὐδὲν ἔλαττον καὶ ἐπὶ τῶν κατὰ ἀντίφασιν ἀντικειμένων ἐστίν. ταὐτὸν γὰρ αἴτιον ἐπ’ ἀμφοτέρων, δι’ ὃ οὐ δύνανται συνεχεῖς εἶναι· οὐδέτεραι γὰρ αὐτῶν συνυπάρχειν ἀλλήλαις δύνανται οὔτε αἱ ἐναντίαι οὔτε αἱ κατὰ ἀντίφασιν ἀντικείμεναι. διὸ ὁμοίως ἀμφότεραι ὑπὸ χρόνου διαλαμβάνονται. ὁμοίως δέ, φησίν, οὐδὲν διαφέρει πρὸς τὸ μὴ μίαν εἶναι καὶ συνεχῆ κίνησιν τὴν ἐκ τῶν ἀντιφατικῶς ἀντικειμένων, κἄν μὴ ἀνάγκη ἠρεμῆσαι ἐν τῇ ἀντιφάσει, ὥσπερ ἐν τῷ ἐναντίῳ ἐδείκνυτο. οὐδὲ γὰρ ἠρεμεῖ τὸ μὴ ὂν οὐδὲ ἐν τῷ μὴ ὄντι, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὂν καὶ ἡ γένεσις ἐκ τοῦ τοιούτου μὴ ὄντος. ἀλλ’ ἀρκεῖ μόνον καὶ ἐπὶ ταύτης τῆς μεταβολῆς τὸ μεταξὺ γίνεσθαι χρόνον. διακόπτεται γὰρ οὕτω καὶ οὐκ ἔστι συνεχὴς ἡ μεταβολή. οὐδὲ γὰρ ἐπὶ τῶν ἐναντίων ἡ ἐναντίωσις ἦν χρήσιμος, ἀλλὰ τὸ μὴ ἐνδέχεσθαι ἅμα ὑπάρχειν, ὅπερ οὐδὲν ἔλαττον, εἰ μὴ καὶ μᾶλλον τοῖς κατὰ ἀντίφασιν ἀντικειμένοις ὑπάρχει, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἐδιδάχθημεν. Εἰπὼν δὲ μηδὲν διαφέρειν πρὸς τὸ μὴ εἶναι συνεχῆ τὴν κίνησιν καὶ ἐπὶ τῶν ἀντιφατικῶς ἀντικειμένων ὥσπερ ἐπὶ τῶν ἐναντίων, κἄν μὴ ἀνάγκη ἠρέμησαι ἐν τῇ ἀντιφάσει, ἐπήγαγε μηδὲ ἔστι μεταβολὴ ἠρεμίᾳ ἐναντίον, ὡς ἐπὶ τῶν κινήσεων ἠρεμία τις κινήσει ἐναντίον ἐστίν. ἡ γὰρ ἐν τῷ ἐναντίῳ τοῦ ἐφ’ ὃ κινεῖται τὸ κινούμενον ἠρεμία ἐναντία τῇ κινήσει ἐτέθη, ἣν κινεῖται ἐπὶ τὸ ἐκείνου ἐναντίον τοῦ ἐν ᾧ ἠρεμεῖ. ἡ γὰρ ἐν τῷ κάτω | ἠρεμία ἐναντία ἐτέθη τῇ ἐπὶ τὸ ἄνω κινήσει. κἂν μὴ ᾖ οὖν ἐπὶ τῆς μεταβολῆς, τουτέστιν ἐπὶ τῆς γενέσεως καὶ τῆς φθορᾶς, μεταβολὴ ἠρεμία ἀντικείμενον τῷ μὴ ἠρεμεῖν τὸ ἐφθαρμένον, οὐδὲν οὐδὲ τοῦτο πρὸς τὸν λόγον τὸν δεικνύντα, ὅτι ὡς αἱ ἐναντίαι κινήσεις οὐκ εἰσὶ συνεχεῖς, οὕτως οὐδὲ αἱ ἀντικείμεναι μεταβολαί. κἂν γὰρ ἠρεμία μὴ ᾖ μεταξύ, ἀλλ’ ὑπὸ χρόνου καὶ αὗται διαλαμβάνονται. εἰπὼν δὲ μηδέ ἐστι μεταβολὴ ἠρεμίᾳ ἐναντίον, ὡς κινήσει μὲν οὔσης ἠρεμίας ἐναντίας, μεταβολῆς δὲ οὐκ οὔσης, οὐ δεῖ, φησίν, ἐκ τούτου ταράττεσθαι, ὡς ἀναιρουμένου ἀξιώματος τοῦ λέγοντος ‘ἓν ἑνὶ ἐναντίον’ ἐὰν τῇ κινήσει καὶ κίνησιν ἐναντίαν λέγωμεν καὶ ἠρεμίαν, ἀλλὰ τοῦτο μὲν βεβαίως ἔχειν, ὅτι ἀντίκειται κατά τινα τρόπον ἡ κίνησις καὶ τῇ ἠρεμίᾳ καὶ τῇ ἐναντίᾳ κινήσει· ἀφορᾶν δέ, ὅτι καὶ ἐπ’ ἄλλων ἐστὶ τοιοῦτος ἀντιθέσεως τρόπος, ὡς ἓν πλείοσιν ἀντικεῖσθαι, ὥσπερ τὸ ἴσον καὶ τὸ μέτριον ἀντίκειται τῷ τε ὑπερέχοντι καὶ τῷ ὑπερεχομένῳ, τουτέστι τῷ τε μείζονι καὶ τῷ ἐλάττονι. οὕτω δὲ καὶ αἱ ἀρεταὶ συμμετρίαι οὖσαι ταῖς τε ὑπερβολαῖς ἀντίκεινται καὶ ταῖς ἐλλείψεσι. δεῖ οὖν, φησί, τῷ τε ἀντικεῖσθαι τῇ κινήσει τὴν ἠρεμίαν χρῆσθαι μὴ ἀκριβολογουμένους, εἰ ὡς ἐναντία, καὶ τῷ ὅτι οὕτε κινήσεις οὔτε μεταβολὰς ἐνδέχεταί τι ἅμα τὰς ἐναντίας ἢ τὰς ἀντικειμένας κινεῖσθαι ἢ μεταβάλλειν. ἀσφαλῶς δὲ εἶπεν, ὅτι ἀντίκειταί πὼς καὶ τῇ κινήσει καὶ τῇ ἠρεμίᾳ ἡ κίνησις ἡ ἐναντία. ἐν γὰρ τοῖς πρὸ τούτου βιβλίοις, ἔνθα προέκειτο αὐτῷ περὶ τῶν ἐναντίων κινήσεων λέγειν, τὴν μὲν ἔν τινι ἠρεμίαν τῇ ἐξ αὐτοῦ μεταβολῇ ὡς στέρησιν ἀντικεῖσθαί φησιν, τὴν δὲ ἐναντίαν κίνησιν ὡς ἐναντίον, τὸ δὲ ἴσον τῷ μείζονι καὶ ἐλάττονι ὡς ἀνίσῳ, ὡς ἓν ἑνὶ ἀντίκειται καὶ αἱ ἀρεταὶ ὡς σύμμετρον ἀσυμμέτρῳ. “Οὐ παρέργως δέ, φησὶν ὁ Ἀλέξανδρος, ἠσφαλίσατο τὸν λόγον τὸν ἓν ἑνὶ ἐναντίον λέγοντα, ἀλλὰ χρησίμως εἰς τὰ προκείμενα. ἐπεὶ γὰρ κέχρηται τῷ ἐναντίας εἶναι τἀς κινήσεις τὰς εἰς τὰ ἐναντία, ἵνα μή τις ἐνίστηται πρὸς τοῦτο λέγων ἓν ἑνὶ ἐναντίον εἶναι, τῇ δὲ κινήσει τὴν ἠρεμίαν ἐναντίον, καὶ διὰ τοῦτο μὴ δύνασθαι καὶ κίνησιν αὖ αὐτῇ ἐναντίαν εἶναι, εἰ δὲ μὴ ἐναντίαι εἰσὶν αἱ ἐκ τῶν ἐναντίων μεταβολαί, οὐδὲν κωλύει μίαν γενέσθαι τὴν εἰς αὐτὰ μεταβολὴν αὐτῶν· διὰ ταύτην δὴ τὴν ἔνστασιν παρήγαγε νῦν τὴν ἠρεμίαν ὑπομιμνῄσκων τῶν περὶ αὐτῆς δειχθέντων, ὅτι ἡ ἠρεμία οὐ κυρίως ἐναντία τῇ κινήσει, ἀλλὰ ἀντίκειται αὐτῇ ὡς στέρησις πρὸς ἕξιν, ἐναντία δὲ κίνησις κινήσει ἐστί. διὸ οὔτε τἀς κινήσεις τὰς ἐναντίας μίαν εἶναι δυνατὸν οὔτε ἅμα τὴν ἐν τῷ ἐναντίῳ ἠρεμίαν τῇ ἐκ τούτου εἰς τὸ ἐναντίον μεταβολῇ. κἂν γὰρ μὴ ἐναντία ᾖ ἡ ἠρεμία ἡ κάτω τῇ ἐκ τοῦ κάτω κινήσει, ἀλλ’ ἀντίκειται πρὸς αὐτὴν ὡς στέρησις πρὸς ἕξιν καὶ διὰ τοῦτο συνυπάρχειν οὐ δύναται· τὸ γὰρ μὴ συνυπάρχειν οὐ διὰ τὴν ἐναντίωσιν πρόσεστιν, ἀλλὰ διὰ τὴν ἀντίθεσιν, ἥτις οὐ τοῖς ἐναντίοις μόνοις, ἀλλὰ καὶ ἄλλοις ὑπάρχει. μένει οὖν τὸ ἓν ἑνὶ ἐναντίον εἶναι, κἄν συμβαίνῃ ποτὲ τὸ ἓν πολλοῖς ἀντικεῖσθαι κατ’ ἄλλο καὶ ἄλλο τῆς ἀντιθέσεως εἶδος. p. 261b22 Ἔτι δὲ ἐπί τε τῆς γενέσεως καὶ τῆς φθορᾶς ἕως τοῦ φυσικὸν γὰρ τὸ ὁμοίως ἔχειν ἐν ἁπάσαις. Ὄτι αἱ ἐξ ἀντικειμένων εἰς ἀντικείμενα μεταβολαὶ οὐκ εἰσὶ συνεχεῖς, ἀλλὰ διαλαμβάνονται χρόνῳ, δείκνυσιν ἐκ τῆς γενέσεως καὶ τῆς φθορᾶς δυνάμει συλλογιζόμενος οὕτως· εἰ ἡ γένεσις καὶ ἡ φθορὰ μὴ συνεχεῖς εἰσιν, ἀλλὰ διαλαμβάνονται χρόνῳ, πιστὸν ἂν εἴη καὶ τὰς ἄλλας μεταβολὰς τὰς ἐξ ἀντικειμένων εἰς ἀντικείμενα μὴ εἶναι συνεχεῖς· ἀλλὰ μὴν τὸ ἡγούμενον· τὸ ἄρα λῆγον. καὶ τὸ μὲν συνημμένον δείκνυσιν ἐκ τοῦ φυσικὸν εἶναι τὸ ὁμοίως ἔχειν ἐν ἁπάσαις ταῖς ὁμοίαις μεταβολαῖς, ὅταν τὸ συμβαῖνον διὰ τὴν ὁμοιότητα ὑπάρχῃ· εἰ γὰρ τὸ μὴ εἶναι συνεχεῖς τὰς μεταβολὰς διὰ τὴν ἀντίθεσιν ὑπάρχει, ἀναγκαῖον πάσας <τὰς> ἀντικειμένας μὴ εἷναι συνεχεῖς. τάχα δὲ ἐνταῦθα καὶ ἐκ τοῦ μᾶλλόν ἐστιν ἡ ἐπιχείρησις· τὸ γὰρ ἐπὶ γενέσεως καὶ φθορᾶς ὑπάρχον διὰ τὸ ὁπωσοῦν ἀντικειμένας μὴ συνυπάρχειν τοῦτο ἔτι μᾶλλον ταῖς κατὰ ἐναντίωσιν ἀντικειμέναις μεταβολαῖς ὑπάρξει. ὅτι δὲ ἡ γένεσις καὶ ἡ φθορὰ οὐκ εἰσὶ συνεχεῖς, δείκνυσιν ἐκ τοῦ ἄτοπον εἶναι τὸ γενόμενον εὐθὺς ἐξ ἀνάγκης φθείρεσθαι καὶ μηδένα χρόνον διαμένειν ἐν τῷ εἴδει, οὗ ἕνεκα ἐγένετο. κἄν γὰρ ῥέῃ συνεχῶς τὰ ὑπὸ σελήνην, ἀλλ’ ἔστι τις καὶ στάσις ὡς ἐν ῥέουσιν, ἵνα καὶ διάκρισίς τις ᾖ τῶν εἰδῶν καὶ ὅρος καὶ διακόσμησις καὶ περίληψις γνωστική. p. 261b27 Ὅτι δὲ ἐνδέχεται εἶναί τινα ἄπειρον ἕως τοῦ | τόπου δὲ αἱ εἰρημέναι διαφοραί. Δείξας ὅτι οὐδεμία τῶν ἄλλων κινήσεων καὶ μεταβολῶν δύναται συνεχὴς εἶναι, ἀλλ’ εἴπερ ἔστιν, ἀνάγκη τὴν φορὰν μόνην εἶναι τοιαύτην, μέτεισι λοιπὸν ἐπὶ τὸ δεῖξαι, τίς ἐστι φορά, ἣν ἐνδέχεται μίαν καὶ συνεχῆ εἶναι. τὸ δὲ ἄπειρον τὸ ἀπεράτωτον καὶ ἀίδιον δηλοῖ· αἱ γὰρ πέρατα ἔχουσαι ἀνακάμπτουσαι μεταξὺ ἠρεμοῦσιν. ὅτι οὖν μηδὲ τῶν κατὰ τόπον ἄλλη τις εἶναι δύναται συνεχὴς παρὰ τὴν κυκλοφορίαν, δείκνυσι λαβὼν πᾶν τὸ φερόμενον ἢ κύκλῳ κινεῖσθαι ἢ ἐπ’ εὐθείας ἢ μικτήν. καὶ δεικνύς, ὅτι εἰ τὴν ἑτέραν ἐξ ὧν σύγκειται ἡ μικτὴ ἀδύνατον, * * * ἡ γὰρ σύνθετος ἑκατέρας μετέχει τῶν ἐξ ὧν σύγκειται. δείξας οὖν, ὅτι ἡ ἐπ’ εὐθείας οὐκ ἔστι συνεχής, συναποδείξει αὐτῷ, ὅτι οὐδὲ ἡ μικτὴ συνεχής ἐστι. καὶ γὰρ εἰ λέγοι τις τὴν ἐξ ἀμφ’ συγκειμένην συγκειμένην τῆς τε συνεχοῦς καὶ τῆς μὴ συνεχοῦς δύνασθαι συνεχῆ εἶναι, δῆλον ὡς συγχωρήσει παρὰ τῆς συνεχοῦς τοῦτο ἔχειν καὶ πρώτως καὶ κυριώτερον ἐκείνην εἶναι συνεχῆ, ἀφ’ ἧς καὶ αὕτη τὸ συνεχὴς εἶναι ἔχει. ὅτι οὖν ἡ ἐπ’ εὐθείας οὐκ ἔστι συνεχής, δείκνυσι λαβὼν ὅτι ἡ εὐθεῖα, ἐφ’ ἧς φέρεται τὸ κατ’ εὐθεῖαν φερόμενον, πεπερασμένη ἐστίν, ὅπερ ἀπέδειξεν ἐν τῷ τρίτῳ τῆσδε τῆς πραγματείας διὰ τοῦ μηδὲν ἐνεργείᾳ μέγεθος ἄπειρον εἶναι. τοῦτο οὖν λαβὼν συλλογίζεται οὕτω· τὸ φερόμενον τὴν εὐθεῖαν πεπερασμένην φέρεται· τὸ πεπερασμένην φερόμενον ἀνακάμπτει· τὸ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας τὰς ἐναντίας κινεῖται κινήσεις, αἱ δὲ ἐναντίαι κινήσεις οὐ μία οὐδὲ συνεχής· τὸ ἄρα κατ’ εὐθεῖαν φερόμενον, οὐ μίαν οὐδὲ συνεχῆ κινεῖται κίνησιν. καὶ ὅτι μὲν τὸ πεπερασμένην φερόμενον ἀνακάμπτειν ἀνάγκη, δῆλον, εἴπερ ἀεὶ κινοῖτο καὶ μὴ κινηθὲν ἅπαξ ἐπὶ τῆς εὐθείας παύοιτο τῆς κινήσεως. τὸ δὲ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας τὰς ἐναντίας κινεῖται κινήσεις. ἐναντίαι γὰρ αἱ ἀπὸ ἐναντίων εἰς ἐναντία, ἐναντία δὲ κατὰ τόπον τὸ ἄνω τῷ κάτω καὶ τὸ πρόσθε τῷ ὄπισθε καὶ τὸ δεξιὸν τῷ ἀριστερῷ, καμπτῆρες ὄντα ταῦτα τῶν ἐπ’ εὐθείας κινουμένων. αἱ δὲ ἐναντίαι κινήσεις χρόνῳ διαλαμβανόμεναι οὐ μία οὐδὲ συνεχεῖς, ὡς δέδεικται πρότερον· διὸ οὔτε ἀλλοίωσις οὔτε αὔξησις καὶ μείωσις οὔτε γένεσις καὶ φθορὰ ἀντικείμεναι ἀλλήλαις συνεχεῖς ἐδύναντο εἶναι καὶ μία. ὑπομιμνῄσκει δὲ τῶν διορισμῶν, καθ’ οὓς διωρίσθη πρότερον ἡ συνεχὴς καὶ μία κίνησις. καὶ δείκνυσι καὶ διὰ τούτου, ὅτι ἡ ἐπὶ τῆς εὐθείας κατὰ ἀνάκαμψιν κίνησις οὔτε συνεχὴς οὔτε μία ἐστίν, ὅπερ προὔκειτο νῦν εἰς ἀπόδειξιν. τρία γάρ ἐστιν, ἐξ ὧν συμπληροῦται ἡ κίνησις τὸ κινούμενον οἷον ἄνθρωπος ἢ θεός (ὧν ὁ μὲν θεὸς τὸ ἀιδίως κινούμενον δηλοῖ· ἀθάνατον γάρ ἐστι τοῦτο καὶ θεῖον· ὁ δὲ ἄνθρωπος τῶν ἐν μέρει χρόνου κινουμένων παράδειγμά ἐστι), δεύτερον δὲ τῶν συμπληρούντων τὴν κίνησιν ὁ τῆς κινήσεως χρόνος ἐστί, καὶ τρίτον τὸ ἐν ᾧ τοῦτό ἐστι, καθ’ ὃ ἡ κίνησις ἐπιτελεῖται οἷον ὁ τόπος, εἰ κατὰ τόπον ἡ κίνησις, ἢ πάθος, εἰ κατὰ πάθος καὶ ἀλλοίωσιν καὶ ὅλως κατὰ ποιόν, ἢ μέγεθος, εἰ κατὰ ποσὸν κινεῖται τὸ κινούμενον, ἢ εἶδος, εἰ κατ’ οὐσίαν ὡς κτὰ γένεσιν καὶ φθοράν. μία οὖν καὶ συνεχής ἐστι κίνησις ἡ τοῦ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ καὶ καθ’ ἓν εἶδος γινομένη, οἷον εἰ ἄνθρωπος ἐπὶ μίαν ὥραν λευκαίνοιτο καὶ εἰ ὁ οὐρανὸς ἀιδίως κυκλοφοροῖτο. τὰ μέντοι κατ’ εὐθεῖαν κινούμενα καὶ ἀνακάμπτοντα ἀπὸ ἐναντίων τόπων εἰς ἐναντίους κινοῦνται· κάτωθεν γὰρ ἄνω καὶ ἄνωθεν κάτω· τόπου δὲ αὗται κατ’ ἐναντίωσιν διαφοραί, δι’ οὓς καὶ αἱ κινήσεις αἱ ἐπ’ αὐτοὺς ἐναντίαι. τὰ δὲ ἐναντία τὸ πλεῖστον τῶν ὑπὸ τὸ αὐτὸ γένος διαφέρει. εἰ οὖν μὴ κατὰ ἓν καὶ ἀδιάφορον [κατ’] εἶδος αἱ ἐναντίαι κινήσεις γίνονται, οὔτε συνεχὴς οὔτε μία εἴη ἂν ἡ τῶν ἀνακαμπτόντων ἐπὶ τῆς εὐθείας κίνησις· ἀλλὰ μὴν τὸ ἡγούμενον· τὸ ἄρα λῆγον. δύναται δὲ καὶ μία εἶναι ἡ ὅλη ταύτης τῆς ῥήσεως ἀπόδειξις ἔχουσα οὕτως· ἡ κατ’ εὐθεῖαν κίνησις ἐξ ἐναντίων σύγκειται καὶ διαφερουσῶν τῷ εἴδει· ἡ ἐξ ἐναντίων καὶ διαφερουσῶν τῷ εἴδει κίνησις οὐ μία οὐδὲ συνεχής ἐστι. καὶ τὸ συμπέρασμα δῆλον· καὶ ἔστι τὰ μὲν πρῶτα τῆς ῥήσεως κατασκευαστικὰ τῆς ἐλάττονος προτάσεως, τὰ δὲ τελευταῖα τῆς μείζονος τὰ διορίζοντα, τίς ἡ μία κίνησις. p. 262a6 Σημεῖον δὲ ὅτι ἐναντία ἡ κίνησις ἡ ἀπὸ τοῦ Α ἕως τοῦ ἀλλ’ οὐχ ἡ εἰς τὰ πλάγια τῇ ἄνω. Καὶ ταύτην ἀπόδειξιν φέρει τοῦ τὰς ἐπὶ τῆς εὐθείας κινήσεις ἀνακάμπτοντος τοῦ κινουμένου ἐναντίας ἀλλήλαις εἶναι, τεκμήριον ποιούμενος τὸ στατικὰ ἀλλήλων εἶναι τὰ οὕτως ἀντικινούμενα καὶ τῶν ἀλλήλων κινήσεων φθαρτικά, ὃ τοῖς ἐναντίοις ὑπάρχει. σημεῖον δὲ κυρίως εἶπεν· οἱ γὰρ ἐκ τῶν ἑπομένων λόγοι τεκμηριώδεις εἰσὶ καὶ οὐκ ἀποδεικτικοί, ὡς ἀπὸ τοῦ γάλα ἔχειν τὸ τετοκέναι συλλογιζόμεθα· ἕπεται γὰρ τῷ τεκεῖν τὸ γάλα ἔχειν. οἱ δὲ ἀποδεικτικοὶ ἐκ τῶν προτέρων τὰ ὕστερα καὶ ἐκ τῶν αἰτίων τὰ αἰτιατὰ συλλογίζονται. ἐκ γοῦν τοῦ τετοκέναι τὸ γάλα ἔχειν ἀποδεικτικῶς συλλογιζόμεθα. τὸ δὲ ἀναιρεῖν ἄλληλα οὐ προηγεῖται, ἀλλ’ ἕπεται ταῖς ἐναντίαις κινήσεσι· τὰ μὲν γὰρ ἐναντία ἀναιρεῖ ἄλληλα. οὐ πάντα δὲ τὰ ἀναιροῦντα ἐναντία· ἀναιρεῖ γὰρ καὶ ἡ ἀπόφασις τὴν κατάφασιν, καὶ τὰ κατὰ τοὺς ἄλλους τρόπους ἀντικείμενα ἀναιρεῖ ἄλληλα καὶ ὅμως οὐκ ἔστιν ἐναντία. οὐ γὰρ αἴτιον τὸ ἀναιρεῖν τοῦ ἐναντίον εἶναι, ἀλλ’ ἑπόμενον ἐκείνῳ· διὸ καὶ ἀπὸ σημείου ἡ δεῖξις. οὐ μόνον δὲ τὰ ἐπὶ τῆς εὐθείας ἀντικινούμενα παύει τῆς κινήσεως ἄλληλα, ἀλλὰ καὶ τὰ ἐπὶ τῆς περιφεροῦς ὁμοίως παύει ἄλληλα τῆς κινήσεως ἀντικινούμενα ἀλλήλοις, ἀντικινεῖται δὲ οὐχ ὡς τὰ ἐπ’ εὐθείας ἀπὸ τῶν ἐναντίων ἀρχόμενα τὸ μὲν ἀπὸ τοῦ Α ἄνω ὄντος, εἰ τύχοι, τὸ δὲ ἀπὸ τοῦ Β κάτω, ἀλλὰ τὰ ἀπὸ τοῦ αὐτοῦ ἀρχόμενα καὶ μὴ ἐπὶ τὰ αὐτὰ μέρη τοῦ κύκλου κινούμενα. ὡς εἰ ἀμφότερα μὲν ἀπὸ τοῦ Α σημείου ἄρχοιτο, ὅ ἐστιν ἐπὶ τοῦ κύκλου, κινοῖτο δὲ αὐτῶν τὸ μὲν ἐπὶ τὸ Β μέρος τοῦ κύκλου, τὸ δὲ ἐπὶ τὸ Γ· τὰ γὰρ οὕτω κινούμενα ἀπαντῶντα ἀλλήλοις ἵστησιν ἄλληλα. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν εὐθειῶν ἐναντία ἐστὶ τὰ πέρατα, οὕτω καὶ ἐπὶ τοῦ κύκλου, ὅτι μηδὲ ἔστιν ἐπ’ αὐτοῦ πέρατα. ἵσταται μέντοι καὶ ἐπὶ τούτου τὰ ἀντικινούμενα, κἂν συνεχεῖς ὦσιν αἱ κινήσεις καὶ μὴ ᾖ ἀνάκαμψις ὡς ἐπὶ τῆς εὐθείας· οὐ γὰρ διὰ τὴν ἀνάκαμψιν ἱστῶσιν ἄλληλα τὰ ἀντικινούμενα, ἀλλὰ διὰ τὴν ἀντικίνησιν. σημεῖον δὲ ποιησάμενος τοῦ ἐναντίας εἶναι τὰς ἐπὶ τῆς εὐθείας τὸ ἀναιρετικὰς ἀλλήλων εἶναι τὰς ἀνάπαλιν γινομένας πιστοῦται τοῦτο ἐκ τοῦ μὴ εἶναι ἀλλήλων ἀναιρετικὰς τὰς μὴ ἀντικειμένας μηδὲ ἀντικειμένως κινουμένας, ἀλλὰ μόνον ἑτέρας ἀλλήλων οὔσας, οἷον τὴν ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ γινομένην καὶ ὅλως τὴν εἰς τὰ πλάγια τῇ ἀπὸ τοῦ κάτω εἰς τὸ ἄνω, καίτοι διάφοροι καὶ οὐ συνεχεῖς οὐδὲ κατὰ τὸ αὐτὸ εἶδος, ἀλλ’ ὡς μὴ ἀντικείμεναι δύνανται συνυπάρχειν· αἱ δὲ ἐπὶ τῆς εὐθείας ἀνάπαλιν καὶ ἀναιροῦσιν ἀλλήλας, ὃ πλέον ἐστὶ τοῦ μόνον διαφέρειν κατ’ εἶδος. p. 262a12 Μάλιστα δὲ φανερόν, ὅτι ἀδύνατον ἕως τοῦ ἐπὶ δὲ Γ γέγονεν, ὅταν τελευτήσῃ καὶ στῇ. Καὶ ἄλλην ἀπόδειξιν κομίζει, ἐξ ἧς οὐ μόνον μᾶλλον τῶν πρόσθεν, ἀλλὰ μάλιστα φανερὸν εἶναί φησιν, ὅτι ἀδύνατον συνεχῆ εἶναι τὴν ἐπὶ τῆς εὐθείας κίνησιν τὴν πάλιν καὶ πάλιν ἐπ’ αὐτῆς γινομένην ἀνακάμπτοντος τοῦ κινουμένου. δείκνυσι δὲ αὐτὸ ἐκ τοῦ ἀνάγκην εἶναι πᾶν τὸ ἀνακάμπτον ἵστασθαι πρῶτον· τοῦτο γὰρ οὐ μόνον ἐπὶ τῶν ἐπὶ τῆς εὐθείας ἀνακαμπτόντων ἀναγκαῖον, ἀλλὰ κἂν ἐπὶ κύκλου τι κινηθὲν ἐλθὸν ἐπί τι σημεῖον ἀνακάμπτῃ πάλιν ἀπ’ αὐτοῦ, ἀνάγκη καὶ τοῦτο στῆναι πρῶιον τῷ μὴ δύνασθαι ἀνακάμψαι τὸ κινούμενον μὴ πρότερον στάν. εἰπὼν δὲ οὐ μόνον ἐπὶ τῆς εὐθείας, ἀλλὰ κἂν κύκλον φέρηται, τουτέστιν ἐπὶ κύκλου, ταὐτὸ συμβαίνειν, ὃ καὶ ἐπὶ τῆς εὐθείας, εἰ ἀνακάμπτοι, πάλιν τίνι διαφέρει τὸ κύκλῳ φέρεσθαι καὶ κύκλον, ἐδήλωσε. κύκλῳ μὲν γὰρ φέρεται τὸ συνεῖρον καὶ ἀεὶ ἐπὶ ταὐτὰ φερόμενον, καὶ κατ’ αὐτὴν ἔχον τὴν κίνησιν τὸ κυκλικὸν εἶδος, κύκλον δὲ τὸ ἐπὶ κύκλου κινούμενον ἀπὸ τοῦ αὐτοῦ ἀνακάμπτον πάλιν ἐπὶ τὸ αὐτὸ ἰέναι. ὧ καὶ δῆλον ὅτι οὐκ ἔστι τῆς κινήσεως ὁ κυκλισμός, ἀλλὰ τοῦ ἐφ’ οὗ ἡ κίνησις. διχῶς δὲ δείκνυσιν, ὅτι ἀνάγκη τὸ ἀνακάμπτον ἵστασθαι πρότερον, ἀπό τε τῆς αἰσθήσεως καὶ ἀπὸ τοῦ λόγου. καὶ τῆς μὲν αἰσθήσεως τῆς οἰκείας ἕκαστον ἀνάγκη γίνεσθαι κριτήν, λόγῳ δὲ δεικνύναι προθέμενος διαστέλλεται πρῶτον, τριῶν ὄντων τούτων ἀρχῆς καὶ μέσου καὶ τελευτῆς πῶς ἔχει τὸ μέσον, ὅτι ἀρχὴ καὶ τέλος ἐστὶ πρὸς ἑκάτερον τῶν ἄκρων, καὶ ποῖον μέσον κατ’ ἐνέργειάν ἐστι καὶ ποῖον δυνάμει, καὶ ὅτι ἐν τῷ κατ’ ἐνέρ- γειαν μέσῳ τὸ κινούμενον ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος ἵσταται τῷ γίνεσθαί τε [καὶ] ἐν αὐτῷ καὶ ἀπογίνεσθαι ἀπ’ αὐτοῦ· τότε γὰρ κυρίως μέσον ἐστὶ κατ’ ἐνέργειαν καὶ πρὸς μὲν τὸ ἕτερον τῶν ἄκρων πέρας, πρὸς δὲ ἕτερον ἀρχή. τούτων δὲ προειλημμένων δείκνυσι καθόλου, ὅτι ἐν ᾧ τὸ κινούμενον γίνεταί τε καὶ ἀπογίνεται, ἀνάγκη ἐν τούτῳ ἵστασθαι χρώμενον ὡς ἀρχῇ καὶ πέρατι. τοῦτο | δὲ μάλιστα ποιεῖ τὸ ἀνακάμπτον. ἐνεργείᾳ γάρ ἐστι σημεῖον τὸ ἀφ’ οὗ ἀνακάμπτει οὐ δυνάμει. ὥστε ἵσταται ἐν ἐκείνῳ, ἀφ’ οὗ ἀνακάμπτει. εἰ γὰρ καὶ ἐν τοῖς μέσοις σημείοις, ὅταν κατ’ ἐνέργειαν ληφθῇ ταῦτα καὶ μὴ δυνάμει, ἵσταται, πολλῷ μᾶλλον ἐν τῷ κατ’ ἐνέργειαν μόνον ὄντι σημείῳ. ᾧ ἀναγκαῖον αὐτὸ ὡς πέρατι καὶ ἀρχῇ χρήσασθαι, ἵσταται ἐξ ἀνάγκης ἐν τούτῳ. τοιοῦτον δὲ τὸ πέρας τῆς εὐθείας, ἀφ’ οὗ ἀνακάμπτει. πρῶτον δὲ δείκνυσιν, ὅτι οὐ κατὰ πᾶν σημεῖον ἵσταται τῶν ἐν τῇ εὐθείᾳ τὸ ἐπὶ τῆς εὐθείας κινούμενον· οὕτω γὰρ μάλιστα δείξει ἴδιον ὂν τὸ ἠρεμεῖν τοῖς ἐπ’ εὐθείας κινουμίνοις, ὅταν ἀνακάμπτωσιν. εἰ γὰρ κατὰ πᾶν σημεῖον ἵσταται τὸ φερόμενον, πρῶτον μὲν οὐ μᾶλλον ἐν τῷ ἀνακάμπτειν ἢ ἐν ὁτῳοῦν τῆς εὐθείας ἵσταιτο ἄν· πανταχοῦ γάρ ἐστι σημεῖον. καὶ ἐν τῇ κύκλῳ δὲ κινήσει τὸ αὐτὸ ἄν εἴη, ἐπεὶ καὶ ἐκεῖ σημεῖα πανταχοῦ· οὕτω δὲ οὐδεμία ἂν εἴη συνεχὴς φορά. ὥστε οὐχ ἵσταται καθ’ ἕκαστον σημεῖον τὸ φερόμενον τῷ μηδὲ εἶναι τὰ σημεῖα ἐνεργείᾳ ἐν τῷ συνεχεῖ. διὸ οὐδὲ μέσα ἐστὶν κατ’ ἐνέργειαν. ὅτι δὲ οὐκ ἔστι μέσα τῶν ἄκρων κατ’ ἐνέργειαν τὰ ἐν τῷ συνεχεῖ σημεῖα, ἔστ’ ἂν ὡς συνεχὲς λαμβάνηται, δείκνυσι, τίνα ἐστὶ τὰ κυρίως μέσα τινῶν ὁρισάμενος. ἐν οἷς γάρ ἐστιν ἀρχὴ καὶ τέλος καὶ μέσον τὸ μέσον πρὸς ἑκάτερον τῶν μερῶν τὸ ἕτερον γίνεται, πρὸς μὲν τὴν ἀρχὴν τελευτή, πρὸς δὲ τὴν τελευτὴν ἀρχή. καὶ οὕτως ἀρχὴ γίνεται καὶ τελευτὴ κατὰ τὸν λόγον· πρὸς ἑκάτερον δὲ ἄμφω γίνεται, ὅταν καὶ τῶν ἄκρων ἑκάτερον κατ’ ἄμφω λαμβάνηται καὶ ὡς ἀρχὴ καὶ ὡς πέρας· τότε γὰρ τὸ μέσον, οἷον τὸ Γ πρὸς τὸ Α, ὡς μὲν πρὸς ἀρχὴν πέρας γίνεται, ὡς δὲ πρὸς πέρας ἀρχή, καὶ πρὸς τὸ Β ὁμοίως. Ὁ δὲ Ἀλέξανδρος τοῦ τὸ μέσον πρὸς ἑκάτερον ἄμφω οὕτω μὲν οὐκ ἀξιοῖ ἀκούειν, ψεῦδος εἶναι νομίζων τὸ πρὸς ἑκάτερον ἄμφω γίνεσθαι, ἀλλ’ ὅτι τὸ μέσον πρὸς ἑκάτερον ἀντιτιθέμενον ὡς ὂν τὸ ἕτερον ἀμφότερα γίνεται. εἰ δὲ καὶ τῶν ἄκρων ἑκάτερον ὡς ἄμφω ληφθείη καὶ ὡς ἀρχὴ καὶ ὡς πέρας, οἷον τῆς ἄνωθεν κάτω εὐθείας, καὶ τὸ ἄνω πρὸς μὲν τὸ ἀπ’ αὐτοῦ κινούμενον ἀρχή, πρὸς δὲ τὸ ἐπ’ αὐτὸ τέλος, καὶ τὸ κάτω ὁμοίως, ἔσται καὶ τὸ μέσον ἄμφω πρὸς ἑκάτερον τῷ λόγῳ· τῷ γὰρ ἀριθμῷ ἐν ἐστι. τὰ δὲ ἐν τῆ εὐθείᾳ μεταξὺ τῶν ἄκρων σημεῖα, ἕως ἄν ὡς μία καὶ συνεχὴς ἡ εὐθεῖα λαμβάνηται, δυνάμει μόνον ἐστί, δυνάμει δὲ ὄντα οὐκ ἄν εἴη μέσα κυρίως. κυρίως γὰρ πᾶν ἐστι τὸ κατ’ ἐνέργειαν ὄν· γίνεται δὲ τὸ μέσον ἐνεργείᾳ, ὅταν τὸ κινούμενον ἐπὶ τῆς εὐθείας κατά τι τῶν ἐν αὐτῇ σημείων διέλῃ αὐτὴν τῇ ἑαυτοῦ στάσει. ἐκεῖνο γὰρ τὸ σημεῖον, καθ’ ὃ ἵσταται τὸ κινούμενον, ἐνεργείᾳ καὶ σημεῖον καὶ μέσον ἐγένετο, καὶ ἄμφω πρὸς ἑκάτερον τῶν ἄκρων τῷ λόγῳ. ἅμα οὖν στάσις τοῦ φερομένου καὶ κατ’ ἐνέργειαν μέσον, ὅ ἐστιν ἀρχὴ καὶ πέρας, καὶ ἅμα κατ’ ἐνέργειαν μέσον καὶ στάσις ἐπ’ αὐτοῦ. οὔτε γὰρ ἄν ἦν ἀρχὴ καὶ πέρας τὸ αὐτὸ πρὸς ἑκάτερον τῶν ἄκρων, τουτέστιν ἐνεργείᾳ μέσον τῷ κινουμένω, μὴ γενομένης στάσεως ἐπ’ αὐτοῦ καὶ διαιρεθέντος τοῦ συνεχοῦς ὑπὸ τῆς στάσεως, οὔτε στάσις ἄν ἐγίνετο ἐπ’ αὐτοῦ μὴ ὡς ἀρχῆς αὐτοῦ καὶ πέρατος λαμβανομένου, τουτέστιν ἐνεργείᾳ μέσου. ὥστε ἕπεται ταῦτα ἀλλήλοις τό τε κατ’ ἐνέργειαν μέσον καὶ ἡ ἐπ’ αὐτοῦ στάσις· τὸ γὰρ ἕν τι ὂν τῷ ἀριθμῷ δύο γίνεσθαι τῷ λόγῳ ἡ τοῦ κινουμένου στάσις δείκνυσι, τὸ δὲ συνεχῶς κινούμενον καὶ μηδαμοῦ ἱστάμενον οὔτ’ ἂν γεγονέναι ἔν τινι καὶ ἀπογεγονέναι ἀπ’ αὐτοῦ λέγοιτο (οὐδενὶ γὰρ ὡς πέρατι καὶ ἀρχῇ ἐχρήσατο), οὔτ’ ἂν μέσον τι ἐνεργείᾳ ποιοῖτο μενούσης συνεχοῦς καὶ ἀδιαιρέτου τῆς εὐθείας· τὸ γὰρ γενόμενον ἔν τινι ἀνάγκη καὶ ἠρεμῆσαί τινα χρόνον ἐν αὐτῷ· οὐ γὰρ δυνατὸν ἅμα καὶ ἐν τῷ αὐτῷ νῦν γενέσθαι τε ἔν τινι καὶ ἀπογενέσθαι ἀπ’ αὐτοῦ, ὡς ἐρεῖ μετ’ ὀλίγον, καὶ ἐλθεῖν τε καὶ ἀπελθεῖν· ἅμα γὰρ ἂν εἴη καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ· ὥστε ἐν ἄλλῳ νῦν καὶ ἐν ἄλλω. εἰ δὲ τοῦτο, πάντων δὲ δυεῖν νῦν μεταξὺ χρόνος, τοῦτον ἄν εἴη ἠρεμοῦν ἐν ἐκείνῳ, ἐν ᾧ γέγονε καὶ οὗ ἀπογέγονε. τὸ δὲ συνεχῶς κινούμενον γεγονέναι μὲν κατά τι τῶν ἐν τῇ εὐθείᾳ σημείων οὐχ οἷόν τε. εἶναι δὲ ἄν κατὰ ταῦτα λέγοιτο οὐκ ἐν χρόνῳ, ἀλλὰ κατὰ τὰ ἐν τῷ χρόνῳ νῦν, ἃ πέρατά ἐστι χρόνου καὶ οὐ χρόνος· οὐ γὰρ εἴ τί ἐστιν ἔν τινι, ἐν χρόνῳ ἀναγκαῖον αὐτὸ εἶναι· εἰ γὰρ ἐν χρόνῳ τινὶ εἴη, καὶ ἠρεμεῖν ἀνάγκη ἐν αὐτῷ. καθ’ ἕκαστον οὖν τῶν νῦν ἐφ’ ἑκάστου ἐστὶ τῶν ἐπὶ τῆς εὐθείας σημείων. καὶ τὸ Α οὖν τὸ φερόμενον οὔτε γεγονέναι οὔτε ἀπογεγονέναι ἐν τῷ Β, ἀλλὰ μόνον εἶναι ἐπ’ αὐτοῦ ἐν τῷ νῦν, ἀλλ’ οὐκ ἐν χρόνῳ τινί· ἀνὰ λόγον γάρ ἐστιν ὡς τὰ μεταξὺ σημεῖα ἐν τῇ εὐθείᾳ, οὕτω τὰ μεταξὺ νῦν ἐν τῷ χρόνῳ. κατὰ τὸ δυνάμει οὖν μόνον τὸ συνεχῶς κινούμενον ἔν τε τοῖς μεταξὺ σημείοις ἐστὶ καὶ ἐν τοῖς μεταξὺ νῦν. Εἰπὼν δέ, ὅτι ἐν οὐδενὶ χρόνῳ ἐστὶ τὸ συνεχῶς ἐπὶ τῆς εὐθείας κινούμενον κατά τι τῶν ἐν τῇ εὐθείᾳ σημείων, προσέθηκε πλὴν οὗ τὸ νῦν ἐστι διαίρεσις ἴσον λέγων τῷ κυρίως μὲν καὶ καθ’ αὑτὸ μὴ εἶναι ἐν χρόνῳ τὸ κινούμενον συνεχῶς ἐπὶ τῆς εὐθείας κατά τι τῶν ἐν αὐτῇ σημείων, κοινότερον μέντοι καὶ κατὰ συμβεβηκὸς δύνασθαι καθ’ ἕκαστον τῶν σημείων εἶναι λέγεσθαι ἐν χρόνῳ τῷ τῶν νῦν ἕκαστον, καθ’ ἅ ἐστιν ἐφ’ ἑκάστου τῶν σημείων τὸ κινούμενον ἐπὶ τῆς εὐθείας, ἐκείνου εἶναι τοὐ χρόνου, ἐν ᾧ διέξεισι τὴν εὐθεῖαν. τῷ γὰρ ἐν τῷ νῦν εἶναι, ὅ ἐστι διαίρεσις τοῦ χρόνου, τοῦτο λέγοιτο ἄν καὶ ἐν τῷ χρόνῳ εἶναι, οὗ τὸ νῦν ἐστιν, ἀλλ’ οὐ κυρίως· τὸ γὰρ νῦν οὐ μέρος τοῦ χρόνου ἐστίν, ἀλλὰ τομὴ αὐτοῦ, καθ’ ὃ τέμνεται καὶ δύναται τμηθῆναι ὁ χρόνος. ὡς | γὰρ ἡ γραμμὴ κατὰ σημεῖον τῶν ἐν αὐτῇ ὅ ἐστιν ἀμερὲς διαιρεῖται, οὕτω καὶ ὁ χρόνος κατὰ τὸ νῦν. εἰπὼν δέ, ὅτι τὸ συνεχῶς φερόμενον κατ’ οὐδὲν τῶν ἐν τῇ γραμμῇ σημείων γίνεται ἢ ἀπογίνεται, δείκνυσι τοῦτο ἐκ τοῦ, καθ’ ὃ ἄν σημεῖον γίνηται ἢ ἀπογίνηται, ἵστασθαι αὐτὸ ἀνάγκη. ὥστε κατὰ πάντα ἀεὶ στήσεται τὸ συνεχῶς κινούμενον, ὅπερ ἀδύνατον. ὅτι γὰρ τὸ γινόμενόν που καὶ ἀπογινόμενον ἵσταται, δῆλον ἐκ τοῦ μὴ δύνασθαί τι ἐν τῷ αὐτῷ νῦν γενέσθαι τε καὶ ἀπογενέσθαι ἔν τινι· ἅμα γὰρ ἄν εἴη τε καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ· ἐν ἄλλῳ οὖν νῦν καὶ ἐν ἄλλῳ. εἰ δὲ τοῦτο, πάντων δὲ τῶν νῦν χρόνος μεταξύ, ἐπεὶ μὴ ἔχεται ἀλλήλων τὰ νῦν, τὸν μεταξὺ τοῦτον χρόνον εἴη ἄν ἠρεμοῦν ἐπὶ τοῦ σημείου, ἐν ᾧ κεῖται γεγονέναι τε καὶ ἀπογεγονέναι ἀπ’ αὐτοῦ. εἰ δὲ καθ’ ἕκαστον τῶν ἐν τῇ εὐθείᾳ σημείων τοῦτο ποιεῖ (τί γὰρ μᾶλλον ἐπὶ τούτου ἢ ἐπὶ ἑτέρου;) εἴη ἄν ἠρεμοῦν ἐπὶ τῆς εὐθείας τὸ συνεχῶς ἐπ’ αὐτῆς κινούμενον, οὗ τί ἄν εἴη ἀλογώτερον; τὸ δὲ ἐν ἄλλῳ ἄρα σημείῳ χρόνου εἶπεν, ὡς ἴσον τῷ ἐν ἄλλῳ νῦν· τὸ γὰρ νῦν τὸ ἐν τῷ χρόνῳ ἀνὰ λόγον ἐστὶ σημείῳ τῷ ἐν τῇ γραμμῇ. Εἰπὼν δέ, ὅπως ἔχει τὸ συνεχῶς κινούμενον ἐπὶ τῆς εὐθείας, καὶ δείξας ὅτι ἐν οὐδενὶ σημείῳ τῶν μεταξὺ γίνεται καὶ ἀπογίνεται, ἀλλὰ μόνον ἐστὶ κατὰ ταῦτα ἐν τῷ νῦν, ‘ὅταν δέ, φησί, τὸ φερόμενον τὸ Α χρήσηταί τινι τῶν μεταξὺ σημείων οἷον τῷ Β ὡς μέσῳ, τουτέστιν ὡς ἀρχῇ καὶ τελευτῇ τότε ἀνάγκη κη στῆναι ἐν αὐτῷ·’ ἀνάγκη δὲ ἐκείνῳ χρῆσθαι τῷ σημείῳ οὕτως, ἀφ’ οὗ ἀνακάμπτει· ἀνάγκη ἄρα στῆναι ἐν ἐκείνῳ, ἀφ’ οὗ ἀνακάμπτει. ὅπερ ἐξ ἀρχῆς δεῖξαι προέκειτο, τὸ δὲ διὰ τὸ δύο ποιεῖν, ὥσπερ ἄν εἰ καὶ νοήσειεν, ἴσον ἐστὶ τῷ ‘οὕτω γὰρ τὸ ἓν τῷ ἀριθμῷ δύο ποιεῖ τῇ στάσει.’ οὐ γὰρ δὴ διαιρεῖ τὸ σημεῖον ἀδιαίρετον ὄν. ἀλλὰ δὶς αὐτῷ χρῆται, ποτὲ μὲν ὡς πέρατι ποτὲ δὲ ὡς ἀρχῇ, διὰ τὸ ἵστασθαι ἐν αὐτῷ. πῶς δὲ τὸ ἓν δύο ποιεῖ δεικνύς, προσέθηκεν ὥσπερ ἄν εἰ καὶ νοήσειεν· ἔκειτο γὰρ τὸ οὕτω γινόμενον δύο τῷ λόγῳ γίνεσθαι δύο. εἶπεν γὰρ καὶ τῷ μὲν ἀριθμῷ ἕν, τῷ λόγῳ δὲ δύο, τουτέστι τῇ νοήσει. ὡς γὰρ ὁ τῇ ἐπινοίᾳ τῷ αὐτῷ ὡς δυσὶ χρησάμενος καὶ ποτὲ μὲν ὡς πέρας αὐτὸ λαβών, ποτὲ δὲ ὡς ἀρχήν, οὐ διῄρηκε μὲν τὸ ᾧ κέχρηται τῷ αὐτῷ πρὸς ἄμφω χρησάμενος, τρόπον δέ τινα τὸ ἓν δύο τῇ ἐπινοίᾳ πεποίηκεν, οὕτω καὶ τὸ ἐπιστὰν ἐπ’ αὐτοῦ καὶ ὡς ἀρχῇ αὐτῷ καὶ πέρατι χρησάμενον. δείξας δέ, ὅπως τοῖς μεταξὺ τῶν ἄκρων σημείοις χρῆται τὸ συνεχῶς κινούμενον, ὅτι οὐχ ὡς πέρατι καὶ ἀρχῇ τῷ αὐτῷ, ἀλλ’ ἔστι καθ’ ἕκαστον ἐν τῷ νῦν καὶ ἀχρόνως, ἐπιφέρει, ὅτι οὐκέτι ὁμοίως χρῆται καὶ τῷ κατὰ τὴν ἀρχὴν τῆς εὐθείας σημείῳ καὶ τῷ κατὰ τὸ πέρας· τὰ μὲν γὰρ μεταξὺ σημεῖα δυνάμει ἦν ἐν τῇ γραμμῇ καὶ ἐδεῖτο πρὸς τὸ ἐνεργείᾳ γίνεσθαι τοῦ διαιρήσοντος τῇ στάσει τὴν εὐθεῖαν. τὰ δὲ ἐπὶ τῶν ἄκρων ἐνεργείᾳ ἐστί. διὸ καὶ ἀνάγκη τὸ ἐπὶ τῆς εὐθείας κινούμενον τῆς μὲν ἀρχῆς ἀπογίνεσθαι, ὅταν δὲ κινηθῇ τὴν πᾶσαν ἐπὶ τοῦ πέρατος γίνεσθαι· κἄν ἀνακάμπτῃ, δεήσει ἀπογενέσθαι ἀπὸ τούτου, ἐν ᾧ γέγονε. τὸ δὲ γεγονὸς ἔν τινι καὶ ἀπογεγονὸς ἀπ’ αὐτοῦ ἀνάγκη ἐν αὐτῷ ἠρεμηκέναι τὸν μεταξὺ τῶν νῦν χρόνον, τοῦ τε ἐν ᾧ ἐγένετο ἐν αὐτῷ καὶ τοῦ ἐν ᾧ ἀπεγένετο ἀπ’ αὐτοῦ. ὥστε πᾶν τὸ ἀνακάμπτον ἀνάγκη ἠρεμεῖν ἐν τῷ τελευταίῳ, ἀφ’ οὗ ἀνακάμπτει. τοῦτο μὲν οὖν ἐστι τὸ δεικνύμενον. ὁ δὲ ἀγαγὼν τὸν λόγον ἐπὶ τοῦτο, ὅτι τὸ ἐπὶ τῆς εὐθείας κινούμενον ἀπογίνεται μὲν τῆς ἀρχῆς, γίνεται δὲ ἐν τῷ πέρατι πρὸ τοῦ τὸ ἑπόμενον τούτῳ θεῖναι, ὅτι ἀνακάμπτον ἀπὸ τοῦ πέρατος ἀνάγκη αὐτὸ πρῶτον ἠρεμεῖν ἐν αὐτῷ, ἀπορίαν τινὰ δοκοῦσαν ἀπορεῖσθαι λύει τοῖς νῦν εἰρημένοις καὶ δεδειγμένοις προσχρώμενος. p. 262b8 Διὸ καὶ πρὸς τὴν ἀπορίαν τοῦτο λεκτέον ἕως τοῦ ἀλλὰ ἀνάγκη ἔσται ἵστασθαι. Δείξας, ὅτι τὸ γινόμενον ἔν τινι καὶ ἀπογινόμενον ἀπ’ αὐτοῦ ἀνάγκην ἔχει στῆναι ἐν αὐτῷ, ἀπορίαν πρὸς τοῦτο φερομένην ἐπάγει, καὶ λύει τὴν ἀπορίαν τὸ ἀδιορίστως ἐν αὐτῇ ληφθὲν διοριζόμενος. καὶ ἡ μὲν ἀπορία βραχέως καὶ ἀσαφῶς ὑπ’ αὐτοῦ τεθεῖσα τοιοῦτον ἔχει τὸ κεφάλαιον εἰ ἀνάγκη τὸ γινόμενον ἔν τινι καὶ ἀπογινόμενον ἀπ’ αὐτοῦ χρόνον τινὰ ἠρεμεῖν ἐν αὐτῷ, συμβήσεται τὰ ἰσοταχῶς κινούμενα ἐπὶ ἴσων εὐθειῶν ἅμα ἀρξάμενα κινεῖσθαι οὐχ ἅμα διιέναι τὰς ἴσας εὐθείας, ὅπερ ἄτοπον· ὥστε καὶ τὸ ἡγούμενον ἄτοπον τὸ τὸ γινόμενον ἔν τινι καὶ ἀπογινόμενον χρόνον τινὰ ἠρεμεῖν. τὸ δὲ εἰρημένον ἄτοπον συμβαίνει, ἐὰν τῶν ἰσοταχῶς κινουμένων τὸ μὲν ληφθῇ γεγονέναι καὶ ἀπογεγονέναι κατά τι τῶν μεταξὺ σημείων, τὸ δὲ μὴ ληφθῇ. ἐὰν γὰρ ᾖ δύο τινὰ ἰσοταχῶς κινούμενα, οἷον τὰ Α Δ ἐπὶ δύο τινῶν εὐθειῶν ἴσων τῆς τε E καὶ τῆς Z, ληφθῇ δὲ τὸ Α τὸ ἐπὶ τῆς EΓ ἔν τινι τῶν μεταξὺ τοῦ E καὶ τοῦ Γ σημείων, οἷον τῷ Β οἷον] μὴ μόνον ὄν, ἀλλὰ καὶ γινόμενον καὶ ἀπο|γινόμενον, εἰ τὸ γεγονὸς ἔν τινι καὶ ἀπογεγονὸς χρόνον τινὰ τὸν μεταξὺ τῶν δύο νῦν, τοῦ τε ἐν ᾧ γίνεται καὶ τοῦ ἐν ᾧ ἀπογίνεται, ἠρεμεῖν ἀνάγκη, ἀκολουθήσει τὸ θᾶττον τὸ Δ τὴν ZH εὐθεῖαν κινεῖσθαι τὸ ἰσοταχές τε ὂν τῷ Α καὶ ἅμα ἠργμένον τῆς κινήσεως. τοῦτο δὲ συνέβη διὰ τὸ ἐπὶ μὲν τοῦ Α λαβεῖν τὸ καὶ γεγονέναι καὶ ἀπογεγονέναι ἐπί τινος τῶν μεταξὺ τῶν EΓ σημείων, ἐπὶ δὲ τοῦ Δ μηδὲν τοιοῦτο προσλαβεῖν, ἀλλὰ συνεχῆ τὴν κίνησιν ἐᾶσαι· ὥστε καὶ τὰ μεταξὺ τῶν ZH σημεῖα δυνάμει εἶναι, καὶ τὸ Δ συνεχῶς κινούμενον εἶναι μόνον ἐπὶ τῶν σημείων, ἀλλὰ μὴ γίνεσθαι καὶ ἀπογίνεσθαι. εἰ οὖν οὕτω καὶ τὸ Α τὸ ἰσοταχὲς τῷ Δ ληφθείη συνεχῶς κινούμενον, οὐκέτι ἐπακολουθεῖ τὸ θάττον τὸ Δ διεξελθεῖν τὴν ΖΗ ἢ τὸ Α τὴν ΕΓ· ἀμφότερα γὰρ ὁμοίως διεξέρχεται ὄντα ἐν τοῖς μεταξὺ σημείοις τοῖς δυνάμει, ἀλλ’ οὐχὶ τοῦ ἑτέρου γινομένου ἔν τινι αὐτῶν καὶ ἀπογινομένου· οὐ γὰρ ἀνάγκη τὸ ἔν τινι ὂν καὶ γίνεσθαι ἐν αὐτῷ καὶ ἀπογίνεσθαι, ὅπερ ὁ ἀπορῶν λόγος ἐπὶ τοῦ ἑτέρου τῶν κινουμένων τοῦ Α λαβὼν συνῆγεν τὸ μὴ ἄλη θὼς ἀποδεδεῖχθαι τὸ ἠρεμεῖν μεταξὺ χρόνον τινὰ τὸ γινόμενον καὶ ἀπογινόμενον. ὁ δὲ Ἀριστοτέλης λαβὼν γραμμὰς τὴν ΕΓ καὶ ΖΗ * * * τὴν τὸ Z. ἀσαφὲς δὲ ὂν τὸ ἐπὶ τοῦ Δ ῥηθέν (τὸ γὰρ πρότερον ὁρμῆσαν καὶ ἀπελθὸν πρότερον ἐλθεῖν ἀνάγκη) καλῶς ὁ Ἀλέξανδρος ἐσαφήνισεν· “οὐ γὰρ τοῦτο λέγει, ὅπερ ἄν τις ὑπολάβοι, ὅτι οὐχ ἅμα ἤρξαντο τοῦ κινεῖσθαι τὸ Α καὶ τὸ Δ· καὶ γὰρ καὶ κεῖται ἅμα ἀρχόμενα, καὶ εἰ μὴ ἅμα ἄρχοιτο, οὐδὲν ἄν ἄτοπον εἴη τὸ συναγόμενον, ἀλλ’ ὃ λέγει τοῦτό ἐστι, τὸ Α καὶ τὸ Δ ὁμοῦ ἀρξάμενα ἀπὸ τοῦ E καὶ Ζ, ἰσοταχῶς φερόμενα ἔρχεται, τὸ μὲν Α ἐπὶ τὸ Β, τὸ δὲ Δ ἐπί τι ἄλλο σημεῖον, ἀνὰ λόγον ὂν τῷ Β ἐν τῇ ΖΗ εὐθείᾳ καὶ τὸ ἴσον διεστηκὸς ἀπὸ τοῦ Ζ, ᾧ διέστηκε τὸ Β ἀπὸ τοῦ E. ἀπὸ δὲ τούτων τῶν σημείων, τοῦ τε Β καὶ τοῦ ἀνὰ λόγον αὐτῷ ἐν τῇ ΖΗ εὐθείᾳ, οὐκέτι ἅμα ἀποχωροῦσι τό τε Α καὶ τὸ Δ, διότι τὸ Α γινόμενον καὶ ἀπογινόμενον ἐν τῷ Β ὑποτεθὲν ἀνάγκη καὶ ἠρεμηκέναι ἐν αὐτῷ, τὸ δὲ Δ μὴ ὑποτεθὲν γίνεσθαι ἐν τῷ ἀνὰ λόγον τῷ Β σημείῳ, ἀλλ’ εἶναι μόνον ἐν τοῖς δυνάμει σημείοις συνεχῶς ἐπὶ τῆς εὐθείας κινούμενον οὐκ ἀνάγκη ἠρεμεῖν. ἅμα οὖν ἐλθόντα ἐπὶ τὰ ἀνὰ λόγον σημεῖα οὐχ ἅμα ἀποχωρεῖ τό τε ἠρεμοῦν καὶ τὸ μὴ ἠρεμοῦν, ἀλλὰ τὸ μὴ ἠρεμοῦν πρῶτον· ἰσοταχῶν δὲ ὄντων ἀνάγκη τὸ πρότερον ἀπελθὸν ἀπὸ τοῦ μέσου, εἰ τύχοι, πρότερον ἐλθεῖν ἐπὶ τὸ τέλος. καὶ τὴν αἰτίαν αὐτὸς εἶπεν διὰ τοῦ οὐχ ἅμα ἄρα γέγονε τὸ Α ἐπὶ τῷ Β καὶ ἀπογέγονεν ἀπ’ αὐτοῦ· οὐ γὰρ ἅμα γέγονε τὸ Α ἐπὶ τῷ Β καὶ ἀπογέγονεν ἀπ’ αὐτοῦ, διότι καὶ ἠρέμησεν ἐν αὐτῷ· ὑστερίζειν ἄρα αὐτὸ ἀνάγκη· εἰ γὰρ ἅμα, οὐχ ὑστεριεῖ. ἀνάγκη δὲ ὑστερίζειν διὰ τὸ ἠρεμεῖν ἐν τῷ Β. καὶ ἐκεῖνο δὲ πρὸ τούτων τῶν ῥητῶν ἀσάφειαν ἔχει τινὰ ἅμα δὲ εἴη τὸ Α ἐπὶ τῷ Β σημείῳ καὶ τὸ Δ φέροιτο ἀπὸ τῆς Z ἄκρας πρὸς τὸ Η. πῶς γὰρ ἅμα τὸ Α ἐπὶ τῷ Β καὶ τὸ Δ φέροιτο ἀπὸ τῆς Z ἄκρας, εἴπερ ἅμα ἤρξαντο τὸ μὲν Α ἀπὸ τοῦ E, τὸ δὲ Δ ἀπὸ τοῦ Z; ἀλλ’ ἔοικεν λέγειν· ὅτε τὸ Α ἐπὶ τῷ Β σημείῳ ἠρέμει, τότε τὸ Δ ἀπὸ τῆς Z ἄκρας πρὸς τὸ Η συνεχῶς κινούμενον φέρεται, καὶ οὐκ ἠρεμεῖ που ὡς τὸ Α κατὰ τὴν ὑπόθεσιν.’ p. 262b17 οὐκ ἄρα θετέον, ὅτε τὸ Α ἐγένετο κατὰ τὸ Β ἕως ἐνταῦθα μὲν οὖν οὕτω λέγειν ἀδύνατον ἐπὶ τοῦ συνεχοῦς. Ἐντεῦθεν ἡ ἀρχὴ τῆς λύσεως ἀπὸ τῶν ἤδη δεδειγμένων ἐπιχειροῦσα. λέγει δέ, ὅτι οὐ χρὴ τιθέναι τὸ Α κινούμενον ἐπὶ τῆς ΕΓ γεγονέναι ἐν τῷ Β ὅλως, ὥστε λέγειν, ὡς ὁ ἀπορῶν ἔλεγεν, ὅτι ὅτε τὸ ἐγένετο κατὰ τὸ Β, τότε τὸ Δ ἅμα ἀπὸ τοῦ Z ἄκρου κινεῖσθαι. εἰ γὰρ ἐγένετο ἐπὶ τοῦ Β τὸ A, καὶ ἀπεγένετο ἄν ὄντως ἀπ’ αὐτοῦ καὶ οὐχ ἅμ ἄμφω, ἀλλ’ ἦν τις χρόνος μεταξὺ καὶ ἠρεμία, καὶ ὁ ἀπορῶν λόγος ἰσχυρὸς ἂν εἴη. ἀλλ’ εἰ συνεχὴς ὁμοίως ἡ κίνησις ἦν καὶ τοῦ Α ὥσπερ τοῦ Δ, καὶ τὸ Α ἐν τῶ Β οὔτε ἐν χρόνῳ οὔτε γενήσεται ὅλως ἐν τῷ Β, ἀλλὰ ἀντὶ τοῦ γενέσθαι ἔσται, καὶ ἀντὶ τοῦ ἐν χρόνῳ ἐν τῷ νῦν. τὸ γὰρ συνεχῶς κινούμενον ἔστι μὲν καθ’ ἕκαστον τῶν δυνάμει τέως σημείων, καὶ ἔστιν οὐκ ἐν χρόνῳ, ἀλλ’ ἐν τῷ νῦν, ὅ ἐστι πέρας χρόνου. διὸ οὗτε γίνεται ἔν τινι τῶν τοιούτων οὔτε ἀπογίνεται, ὥστε ἐπὶ μὲν τῆς συνεχοῦς κινήσεως τῆς ἐπὶ συνεχοῦς μεγέθους γινομένης ἀδύνατον λέγειν, γίνεσθαι κατά τι τῶν ἐν τῷ συνεχεῖ σημείων τὸ κινούμενον ἐπ’ αὐτοῦ, διότι μηδὲ ἔστιν ἐνεργείᾳ τι τούτων τῶν σημείων, ἀλλὰ δυνάμει μόνον. p. 262b22 ἐπὶ δὲ τοῦ ἀνακάμπτοντος ἕως τοῦ ἐκεῖ γὰρ ἄν ἅμα εἴη καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ νῦν. Δείξας, ὅπως ἐπὶ τοῦ συνεχῶς κινουμένου οὐκ ἔστι λέγειν τὸ γίνεσθαι καὶ ἀπογίνεσθαι, ἐπάγει ὅτι ἐπὶ τοῦ ἐπὶ τὸ πέρας ἐλθόντος καὶ ἀνακάμπτοντος ἀνάγκη λέγειν τὸ γεγονέναι τε αὐτὸ ἐν τῷ πέρατι καὶ ἀπογεγονέναι· οὐκέτι γὰρ τὸ πέρας τῆς εὐθείας δυνάμει ἐστὶν ὡς ἦν τὰ μεταξύ, ἀλλ’ ἔστιν ἐνεργείᾳ. διὸ καὶ γενέσθαι ἐν τῷ πέρατι ἀνάγκη, καὶ ἀπογενέσθαι ἀπ’ αὐτοῦ. καὶ δείκνυσι τοῦτο πάλιν διὰ τῆς τῶν στοιχείων ἐκθέσεως, ἐναλ|λάξας, ὥς φησιν ὁ Ἀλέξανδρος, τὰ στοιχεῖα, καὶ ποιήσας νῦν τὸ H κινούμενον, ὥσπερ πρότερον τὸ Δ, καὶ τὸ Δ πέρας νῦν τῆς εὐθείας, ὥσπερ πρότερον ἦν τὸ H. καὶ λέγει, ὅτι τὸ Η ἐλθὸν ἐπὶ τὸ πέρας τὸ Δ, ὅταν ἀνακάμψῃ πάλιν ἀπ’ αὐτοῦ, τῷ ἑνὶ σημείῳ ὡς δυσίν (ὡς γὰρ ἀρχῇ καὶ πέρατι) κέχρηται, τοῦτο δὲ ἦν τὸ γενέσθαι καὶ ἀπογενέσθαι. διὸ ἐξ ἀνάγκης δεῖ αὐτὸ τὸν μεταξὺ χρόνον τῶν νῦν, τοῦ τε ἐν ᾧ ἐγένετο ἐν τῷ πέρατι τῷ Δ καὶ τοῦ ἐν ᾧ ἀπεγένετο, ἀνακάμψαν ἀπ’ αὐτοῦ ἠρεμῆσαι. οὕτω μὲν ὁ Ἀλέξανδρος τὴν ἐναλλαγὴν τῶν στοιχείων ἐξεδέξατο. μήποτε δὲ τὸ Δ τὸ κινούμενον ὥσπερ πρότερον ἐπ’ ἄκρου τέθεικε τῆς ZH εὐθείας, ἵνα ἀπὸ τοῦ ἄκρου κινούμενον αὐτὸ λάβῃ, οὕτω καὶ νῦν ἐν τῷ ἄκρῳ φυλάξας ἀντὶ τοῦ ἄκρου τῆς εὐθείας αὐτὸ παρέλαβεν, τὸ δὲ Η, ὃ πέρας ἦν τῆς εὐθείας πρότερον ἐπὶ τὴν ἀρχὴν τῆς εὐθείας, τουέστιν ἐπὶ τὸ Δ κινούμενον ἔλαβεν, ἵνα τὴν ἀνάκαμψιν ἐν τῇ ἀρχῇ ποιήσας τὴν ἀρχὴν ἅμα καὶ ὡς πέρας λάβῃ, ὡς εἴ γε τὸ πέρας ἅμα καὶ ὡς ἀρχὴν ἐβούλετο λαβεῖν, τὸ Δ ἂν ἐπὶ τὸ Η ἐκίνησεν. ὅτι δὲ μὴ ἅμα οἷόν τε αὐτὸ γεγονέναι ἐν τῷ Δ καὶ ἀπογεγονέναι ἀπ’ αὐτοῦ, ἔδειξεν εἰπών· ἐκεῖ τε γὰρ ἄν ἅμα εἴη καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ νῦν. τὸ γὰρ γεγονὸς ἔν τινι καὶ ἀπογεγονός, ὅτε μὲν γέγονεν ἐν αὐτῷ, ἔστιν ἐν αὐτῷ, ὅτε δὲ ἀπογέγονεν καὶ ἀπελήλυθεν ἀπ’ αὐτοῦ, οὐκέτι ἔστιν ἐν αὐτῷ. εἰ οὖν λέγοι τις ἐν τῷ νῦν τῷ ἀδιαιρέτῳ γεγονέναι τέ τι ἔν τινι καὶ ἀπογεγονέναι, ἅμα ἄν καὶ ἐν τῷ αὐτῷ νῦν λέγοι εἶναί τε ἐν τῷ αὐτῷ τι καὶ μὴ εἶναι, καθ’ ὅσον μὲν γέγονεν, εἶναι, καθ’ ὅσον δὲ ἀπογέγονε, μὴ εἶναι. p. 262b28 Ἀλλὰ μὴν τήν γε πάλαι λύσιν οὐ λεκτέον ἕως τοῦ οὐκ ἄρα ἐνδέχεται συνεχῆ κίνησιν ἀίδιον εἶναι ἐπὶ τῆς εὐθείας. Λύων τὴν ἀπορίαν τὴν λέγουσαν, ὅτι εἰ τὸ Α γεγονὸς ἔσται ἐν τῷ Β καὶ ἀπογεγονός, τὸ δὲ γινόμενον καὶ ἀπογινόμενον μεταξὺ ἵσταται, συμβαίνει τὸ Δ ἰσοταχὲς ὂν τῷ Α τὴν ΖΗ εὐθεῖαν ἴσην οὖσαν τῇ EF θᾶττον διιέναι ἤπερ τὸ Α τὴν ΕΓ, ὅπερ ἄτοπον (τὰ γὰρ ἰσοταχῆ τὰς ἴσας ἐν ἴσῳ χρόνῳ δίεισι), ταύτην οὖν λύων τὴν ἀπορίαν ἔλεγεν, ὅτι τὸ Α οὐ γίνεται ἐν τῷ Β καὶ ἀπογίνεται ἐν χρόνῳ, ἀλλ’ ἦν ἐν αὐτῷ ἐν τομῇ χρόνου καὶ οὐκ ἐν χρόνῳ, διότι μηδὲ ἔστιν ἐνεργείᾳ ἐν τῷ συνεχεῖ τὰ σημεῖα, ἀλλὰ δυνάμει. οὐ χρὴ οὖν, φησί, τὸ αὐτὸ λέγειν ἐπὶ τῶν ἀνακαμπτόντων, ὅτι ἔστι μὲν ἐν τῷ νῦν κατὰ τὸ Δ, οὐ μὴν καὶ γέγονεν ἐν αὐτῷ ἢ ἀπογέγονεν ἀπ’ αὐτοῦ. ἐνεργείᾳ γὰρ τοῦτό ἐστιν ἤδη καὶ οὐ δυνάμει, ὡς τὰ μεταξὺ τῆς τε ἀρχῆς καὶ τοῦ πέρατος. καὶ τούτου πίστιν κομίζει τὸ ἀνάγκην εἶναι τὸ κινούμενον ἐπί τι ἐλθεῖν ποτε ἐπ’ αὐτὸ ἐνεργείᾳ ὂν ἤδη τέλος καὶ οὐ δυνάμει, οἷα ἦν, ὅτε ἐκινεῖτο ἐπ’ αὐτὸ τὸ κινούμενον τὰ μεταξύ. ταῦτα γὰρ δυνάμει τέλη ἦν, διότι τὸ κινούμενον ἐδύνατο καὶ ταῦτα ἐνεργείᾳ ποιεῖν ἐπιστὰν ἐν αὐτοῖς καὶ διελὸν τὴν συωέχειαν. τὸ γὰρ συνεχῶς κινούμενον ἐπὶ πεπερασμένης καὶ συνεχοῦς εὐθείας οὐδενὶ τῶν μεταξὺ χρῆται ὡς ἐνεργείᾳ ὄντι. δεῖ δὲ ἀφικέσθαι ποτὲ καὶ ἐπὶ τὸ πέρας καὶ ἐνεργείᾳ ἐν αὐτῷ γενέσθαι ὄντι καὶ αὐτῷ ἐνεργείᾳ, ἀλλ’ οὐ δυνάμει ὡς τὰ πρὸ αὐτοῦ. ὡς γάρ ἐστι τὰ ἐν τῷ ὑποκειμένῳ σημεῖα, οὕτω καὶ τὸ συνεχῶς ἐπ’ αὐτοῦ κινούμενον ἐν αὐτοῖς γίνεται. ἐν μὲν τοῖς δυνάμει οὖσι δυνάμει, ἐν δὲ τοῖς ἐνεργείᾳ ἐνεργείᾳ. οἶδεν δὲ καὶ ἄλλην γραφὴν ὁ Ἀλέξανδρος, ἣν καὶ προηγουμένως αὐτός, τὴν ἐν τοῖς πολλοῖς βιβλίοις φερομένην, ἣν ἐξηγησάμενος πέπαυμαι, ὡς ἑτέραν παραγράφων. ἔχει δὲ ἡ ἄλλη οὕτως· ἀνάγκη γὰρ ἐπὶ τέλος ἐλθεῖν τὸ ἐνεργείᾳ ὂν δυνάμει. λέγοι δὲ ἄν, ὅτι τὸ κινούμενον τέως ὂν δυνάμει ἐν τῷ τέλει, ἕως ἄν κινῆται, ἀνάγκη ἐπὶ τέλος ἐλθεῖν τὸ ἐνεργείᾳ ὂν ἤδη τέλος, ὅταν ἐπ’ αὐτοῦ γένηται, τὸ δὲ ἐν τῷ ἐνεργείᾳ τέλει γινόμενον ἐν τῷ κατ’ ἐνέργειαν σημείῳ γίνεται ἐν χρόνῳ, καὶ οὐκ ἐν τομῇ χρόνου. ἀνάγκη γὰρ τὸ κινούμενον ἀνακάμπτον ἀπ’ αὐτοῦ, ὅταν μὲν ἐπ’ αὐτὸ κινῆται, ὡς τελευτῇ αὐτῷ χρήσασθαι, ὅταν δὲ ἀπ’ αὐτοῦ, ὡς ἀρχῇ, τοῦ δὲ πέρατος καὶ τῆς ἀρχῆς ἠρεμίαν ἀνάγκη μεταξὺ γενέσθαι. ὡς δὲ ἡ εὐθεῖα, φησίν, ἐφ’ ἧς κινεῖται τὸ κινούμενον, τὸ αὐτὸ πέρας ἔχει καὶ ἀρχήν, οὕτω καὶ τὴν κίνησιν ἔχειν ἀνάγκη τὴν κάτωθεν ἄνω γινομένην καὶ ἄνωθεν κάτω· καὶ ταύτης γὰρ τὸ ἄνω πέρας ἐστὶ καὶ ἀρχή. Δείξας δὲ πολυειδῶς, ὃ προέθετο, ὅτι τὰ ἀνακάμπτοντα ἀνάγκη μεταξὺ ἵστασθαι, καὶ ὅτι τὰ ἐπὶ τῆς εὐθείας κινούμενα ἀνάγκη ἀνακάμπτειν, εἰ μὴ παύοιτο ἐπὶ τοῖς πέρασι γενόμενα, συμπεραινόμενος τὰ εἰρημένα τὸν ὅλον συντόμως ἐκτίθεται συλλογισμὸν ἔχοντα οὕτω· τὰ ἐπὶ τῆς εὐθείας ἐπιμόνως κινούμενα ἀνακάμπτει· τὰ ἀνακάμπτοντα ἵσταται μεταξύ· τὰ ἱστάμενα μεταξὺ οὐ κινεῖται συνεχῆ κίνησιν· τὰ ἄρα ἐπὶ τῆς εὐθείας κινούμενα οὐ κινεῖται συνεχῆ κίνησιν οὔτε ἀίδιον. αὐτὸς δὲ τὰς δύο προτάσεις τήν τε λέγουσαν, ὅτι τὸ ἐπ’ εὐθείας κινούμενον ἀνακάμπτει, καὶ τὴν λέγουσαν, ὅτι τὸ ἀνακάμπτον ἵσταται, συνελὼν εἰς τὸ ἀν’ ἄγκη ἄρα στῆναι τὸ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας καὶ παραλιπὼν ὡς σαφῆ τὴν λέγουσαν, ὅτι τὰ ἱστάμενα οὐ κινεῖται συνεχῆ | κίνησιν, τὸ συμπέρασμα ἐπήγαγεν τὸ λέγον ‘οὐκ ἄρα ἐνδέχεται τὴν ἐπὶ τῆς εὐθείας κίνησιν συνεχῆ εἶναι καὶ ἀίδιον.’ p. 263a4 τὸν αὐτὸν δὲ τρόπον ἀπαντητέον καὶ πρὸς τοὺς ἐρωτῶντας τὸν Ζήνωνος λόγον ἕως τοῦ ἐὰν μὴ μίαν ἀριθμῇ τὴν συνεχῆ, ἀλλὰ δύο ἡμισείας. Δείξας, ὅτι ἐν τῷ συνεχεῖ τὰ μεταξὺ τῶν ἄκρων σημεῖα δυνάμι ἐστὶ καὶ οὐκ ἐνεργείᾳ καὶ διὰ τοῦτο τὸ κινούμενον συνεχῶς ἐπὶ τοῦ συνεχοῦς οὔτε γίνεται κατά τι αὐτῶν οὔτε ἀπογίνεται ἀπ’ αὐτῶν, ὡς ἐὰν τοῦτο ποιήσῃ, διῄρηκε τὸ συνεχές, τούτῳ φησὶ δεῖν χρῆσθαι καὶ πρὸς τοὺς ἐρωτῶντας τὸν Ζήνωνος λόγον. περὶ δὲ τῶν Ζήνωνος τοῦ Ἐλεάτου λόγων, οὓς ἠρώτα γυμνάζων τοὺς προσδιαλεγομένους, καὶ δεικνύναι δοκῶν, ὅτι οὐκ ἔστι κίνησις, εἶπεν αὐτὸς ἐν τῷ Z τῆσδε τῆς πραγματείας, ὅτι τέτταρές εἰσι καὶ τίνες, καὶ πρὸς ἕκαστον οἰκείως ἐνέστη. τῶν δὴ τεττάρων ἐκείνων λόγων ἕνα προχειρισάμενος νῦν ὑπομιμνῄσκει μὲν ἡμᾶς τῆς τότε ῥηθείσης λύσεως αὐτοῦ, λέγει δὲ ὅτι προσφυέστερον λυθήσεται μᾶλλον ἀπὸ τῶν προσεχῶς δεδειγμένων. ἦν δὲ ὁ μὲν ὑπὸ Ζήνωνος λεγόμενος λόγος, οὗ νῦν μνημονεύει, τοιοῦτος· ‘εἰ ἔστι κίνησις, ἔσται τι τὸ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρα διεληλυθός· τῷ γὰρ ἐπ’ ἄπειρον εἶναι τὴν διχοτομίαν ἐν παντὶ συνεχεῖ ἔσται ἄπειρα ἡμίση τῷ πᾶν μόριον αὐτοῦ ἥμισυ ἔχειν. ἔσται δὴ τὸ κεκινημένον τὴν πεπερασμένην τὰ ἄπειρα ἡμίση διεληλυθὸς ἐν πεπερασμένῳ χρόνῳ, ἐν ᾧ διῆλθε τὴν πεπερασμένην. προσλαμβάνων δὲ τὸ ἀντικείμενον τοὐ ἐν τῷ συνημμένῳ ἑπομένου τὸ μὴ δύνασθαί τι ἐν πεπερασμένῳ χρόνῳ ἄπειρά τινα διεξελθεῖν, διότι οὐδὲ διεξελθεῖν ὅλως οἷόν τε τὰ ἄπειρα, ἀνῄρει τὸ εἶναι κίνησιν.’ οὕτω μὲν οὖν ὁ Ζήνων. τινὰς δὲ ἄλλως ἐρωτᾶν αὐτόν φησι λέγοντας· ‘εἰ ἔστι κίνησις, ἐπεὶ ἔστιν ἄπειρα ἡμίση ἐν τῷ παντὶ συνεχεῖ, τὸ κινούμενον ἐπὶ τοῦ συνεχοῦς δυνατὸν καθ’ ἕκαστον ἥμισυ ἀριθμεῖν. τούτου δὲ γινομένου, ὅταν τὸ κινούμενον διεληλυθὸς ᾖ τὸ πεπερασμένον μέγεθος, ἔσται ὁ ἀριθμῶν ἄπειρα ἡμίση ἠριθμηκώς. εἰ οὖν τοῦτο ἀδύνατον τὸ ἀριθμῆσαι τὰ ἄπειρα, ἀδύνατον ἂν εἴη καὶ τὸ ᾧ τοῦτο ἕπεται, εἵπετο δὲ τῷ κίνησιν εἶναι.’ ἀλλὰ τότε μὲν ἐνιστάμενος πρὸς τὸν Ζήνωνος λόγον ὡς ἄτοπον ἐπάγοντα τῷ εἶναι κίνησιν τὸ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρα τὸ κινούμενον ἡμίση διεξιέναι ἔλεγε μὴ ἐν πεπερασμένῳ χρόνῳ τὰ ἄπειρα διεξιέναι, ἀλλ’ εἴπερ ἄρα διέξεισιν, ἄπειρον εἶναι καὶ τὸν χρόνον. ὡς γὰρ τὸ μέγεθος ἄπειρα ἡμίση ἔχει, οὕτω καὶ ὁ χρόνος. ὁμοίως γὰρ ἄμφω συνεχῆ τέ ἐστι καὶ ἐπ’ ἄπειρον διαιρετά. οὐκ ἐν πεπερασμένῳ οὖν τὰ ἄπειρα διελεύσεται, ἀλλ’ ἐν τοῖς ἀπείροις τὰ ἄπειρα. ταύτην δὴ τὴν λύσιν, ᾗ τότε ἐχρήσατο, λέγει πρὸς μὲν τὸν ὡς ἄτοπον ἐπιφέροντα τὸ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρα διἰέναι αὐταρκῶς ἔχειν (οὐ γὰρ ἐν πεπερασμένῳ χρόνῳ τὰ ἄπειρα, ἀλλ’, εἴπερ ἄρα, ἐν ἀπείροις διὰ τὸ ὁμοίως ἐν ἀμφοτέροις τὸ ἄπειρον εἶναι καὶ ἐν τῷ μεγέθει καὶ ἐν τῷ χρόνῳ, ὥστε οὐδὲν ἄτοπον ἕπεται), πρὸς δέ γε τὸ πρᾶγμα αὐτὸ καὶ τὴν κατ’ αὐτὸ ἀλήθειαν οὐκέτι αὐταρκῶς ἔχειν οὐδὲ ἀληθῶς ὑπαντᾶν. οὐ γὰρ ταὐτόν ἐστιν ἐνστῆναί τε πρὸς ψευδῆ λόγον καὶ τὸ ἀληθές. ὅπως ἔχει, δεῖξαι· δύναται γάρ τις καὶ ψευδέσι τισὶ προσχρησάενος κωλῦσαι πρόοδον ψευδοῦς λόγου. ὅτι δὲ μὴ ἱκανὴ ἡ ἀπάντησις αὕτη πρὸς τὴν τοῦ πραγματικῶς ἀπορουμένου λύσιν, μεταβαλὼν τὴν ἐρώτησιν δείκνυσιν. ἱεῖ γάρ τις, φησίν, ἀφέμενος τοῦ μήκους καὶ τοῦ ἐρωτᾶν, εἰ ἐν πεπερασμένῳ χρόνῳ ἐνδέχεται ἄπειρα διεξελθεῖν ἢ ἀριθμῆσαι, ἐπ’ αὐτοῦ τοῦ χρόνου μόνου τὰ αὐτὰ πυνθάνοιτο’ (λαβὼν γάρ τινα χρόνον πεπερασμένον, ἐν ᾧ | τὸ κινούμενον κεκίνηται, ἐπειδὴ ἄπειρα τὰ ἐν τούτῳ ἡμίση, συνεχοῦς ὄντος αὐτοῦ καὶ ἐπ’ ἄπειρον διαιρετοῦ ἀξιώσει τὰ ἡμίση διιέναι καὶ ἀριθμεῖν· εἰ γὰρ τὸ ὅλον δίεισι καὶ ἕκαστον τῶν μορίων αὐτοῦ, ὥστε εἰ ἄπειρα τὰ ἡμίση, ἔσται τὸ κινούμενον, ὅταν ὅλον διέλθῃ, ἄπειρα διελθὸν καὶ ἀριθμῆσαν μέρη χρόνου ἐν πεπερασμένῳ τῷ ὅλῳ), ἡ αὐτὴ γίνεται ἀπορία, κἄν αὐτοῦ τις τοῦ μεγέθους μόνον ἀξιώσῃ τὰ ἡμίση ἀριθμεῖσθαι, ὅταν τὸ κινούμενον διέρχηται αὐτό, κἄν μὴ προσχρήσηται τῳ χρόνῳ, ὡς ὁ Ζήνων ἐποίει. καὶ διὰ τοῦτο ἔοικεν ὁ Ἀριστοτέλης τῷ Ζήνωνος λόγῳ προσθεῖναι τὸν ἀλλοίως ἀπὸ τοῦ ἀριθμεῖν ἐρωτῶντα τὸν αὐτὸν λόγον, ὅτι πρὸς τὴν τοιαύτην ἐρώτησιν οὐκ ἦν ἱκανὴ ἡ τότε ῥηθεῖσα λύσις ἡ καὶ τὸν χρόνον ὁμοίως ἄπειρον τῷ μεγέθει δεικνῦσα, ὥσπερ οὐδὲ πρὸς τὸν ἀπὸ τοῦ χρόνου μόνου ἐρωτώμενον ἢ τοῦ μεγέθους· καὶ γὰρ πρὸς δὴ τὸν οὕτως ἀποροῦντα, φησίν, οὐκέτι ἁρμόσει ἡ πρόσθε ῥηθεῖσα λύσις, λέγουσα ὅτι ὁμοίως καὶ τὸ μέγεθος καὶ ὁ χρόνος ἄπειρα· οὐδὲν γὰρ ὁ τοῦτο λέγων πρὸς τὸ εἰρημένον ἐρεῖ. τῇ γὰρ ἀπειρίᾳ τῶν τμημάτων ὁ ἀπορῶν συνεχρήσατο καὶ τῷ διεξιτητὰ τὰ ἄπειρα λέγειν καὶ διιόντος αὐτὰ καὶ ἀριθμοῦντος τοῦ κινουμένου. διό, φησίν, ἐκείνην τὴν λύσιν πρὸς μὲν Ζήνωνα καὶ οὕτως ἠρωτηκότας τὸν λόγον ἱκανὴν ἡγητέον (οὐ γὰρ ἐν πεπερασμένῳ τὰ ἄπειρα δίεισιν, ἀλλ’ ἐν ἀπείρῳ), πρὸς δὲ τὸν δυνάμενον περὶ τοῦ αὐτοῦ καὶ ἄλλως ἐρωτᾶσθαι λόγον καὶ πρὸς τὴν ἀλήθειαν καὶ τὸ δεῖξαι τὴν τοῦ πράγματος φύσιν οὐχ ἱκανήν, ἀλλὰ τῷ πρὸ ὀλίγου ῥηθέντι καὶ ταύτην λυτέον· τὴν ἀπορίαν. ἔστι δὲ τοῦτο, ὅτι πᾶν συνεχὲς δυνάμει ἐν ἑαυτῷ ταῦτα ἔχει, καθ’ ἃ τέμνεσθαι δύναται, οὐκ ἐνεργείᾳ, ἡ μὲν γραμμὴ τὰ σημεῖα, ὁ δὲ χρόνος τὰ νῦν· ὁ δὲ διαιρῶν εἰς τὰ ἡμίση καὶ ἀριθμῶν ἐνεργεία αὐτὰ λαμβάνει. οὕτω δὲ διαιρεῖ τὸ συνεχὲς καὶ τῷ ἑνὶ σημείῳ ὡς δυσὶ χρῆται. ποιεῖ γὰρ ἀρχήν τε καὶ πέρας, ὥσπερ καὶ ὁ κινούμενος ἐπὶ τῆς εὐθείας πρότερον καὶ ἀνακάμπτων ἐποίει. καὶ ὥσπερ ἐκεῖνος οὐκέτι ὡς ἐπὶ συνεχοῦς ἐκινεῖτο οὐδὲ συνεχῆ κίνησιν χρώμενος τῳ αὐιῳ σημείῳ ἀρχῇ τε καὶ πέρατι καὶ γινόμενός τε ἐν αὐτῷ καὶ ἀπογινόμενος πάλιν ἀπ’ αὐτοῦ, οὕτω ποιεῖ καὶ ὁ καθ’ ἕκαστον ἥμισυ ἀριθμῶν καὶ ἀεὶ κατὰ τὸ πρῶτον ἥμισυ κινεῖσθαι λέγων· διαιρεῖ γὰρ τὸ συνεχὲς καὶ ἐνεργείᾳ τινὰ μέσα λαμβάνει ἐπ’ αὐτοῦ. διαιρούμενον δὲ οὐκέτι μένει συνεχές· οὔτε γὰρ τὸ μέγεθος οὔτε ἡ κίνησις οὔτε ὁ χρόνος ἔτι συνεχῆ ἐστι διαιρεθέντα. ὁ οὖν διαιρῶν οὐκέτι δείκνυσιν ἐν τῷ συνεχεῖ καὶ πεπερασμένῳ τὰ ἄπειρα ἐνόντα· οὐ γὰρ μένει συνεχὲς τὸ διαιρεθὲν κατ’ ἐνέργειαν. ὥστε οἱ τοῦτον τὸν τρόπον ἐπιχειροῦντες ἐν τῷ συνεχεῖ ἄπειρα ἐνόντα ἡμίση δεικνύναι ἢ τῷ διαιρεῖν ἢ τῷ ἀριθμεῖν δι’ αὐτῆς τῆς δείξεως τὸ συνεχὲς ἀναιροῦσιν, ἐν ᾧ δεῖξαι τὰ ἄπειρα προαιροῦνται. οὐδὲν γὰρ συνεχὲς ἔτι σύνεχες ἐστι οιῃρημενον. Ἀλλ’ ἐρεῖ τις, ὅτι εἰ πᾶν συνεχὲς ἐπ’ ἄπειρον διαιρετὸν καὶ πᾶν μόριον τοῦ συνεχοῦς συνεχές ἐστι, καὶ διαιρῶν τὸ συνεχὲς οὐκ ἀναιρεῖ τὸ συνεχὲς εἶναι. ταύτην οὖν λύων τὴν ἔνστασιν λέγει, πῶς ἐστι τὰ συνεχῆ ἐπ’ ἄπειρον διαιρετά· διότι γὰρ δυνάμει ἔχει τὰ ἄπειρα, οὐκ ἐντελεχείᾳ· τῷ γὰρ καθ’ ὁτιοῦν ἑαυτοῦ μόριον δύνασθαι τομὴν δέξασθαι. τὸ οὖν τὴν συνεχῆ κεκινημένον δυνάμει ἄπειρα κεκίνηται <καὶ> οὐκ ἐνεργείᾳ, καὶ τῷ συνεχεῖ χρόνῳ δυνάμει ἄπειρα ἡμίση καὶ οὐκ ἐνεργείᾳ· εἰ δὲ δυνάμει, οὔτε ὡς ἀριθμούμενα οὔτε ὡς μεριζόμενα· ταῦτα γὰρ ἤδη κατ’ ἐνέργειαν διαιρουμένου καὶ οὐκέτι συνεχοῦς. στήσει οὖν τὰς τομὰς ὁ διαιρῶν καὶ πεπερασμένας λήψεται. δυνάμει γὰρ ἦν ἄπειρα ἡμίση ἐν τῷ συνεχεῖ, ἐνεργείᾳ δὲ πεπερασμένα. οὐ γὰρ οὕτω δυνάμει ἐν τῷ συνεχεῖ τὰ ἄπειρα, ὡς καὶ ἐνεργείᾳ ἄπειρα δυνάμενα ληφθῆναι· οὐ γάρ ἐστιν ἐνεργείᾳ τὰ ἄπειρα, ἀλλ’ ὡς ἐπ’ ἄπειρον δυνάμενα τέμνεσθαι. τῇ δὲ ἐπ’ ἄπειρον τομῇ τὸ εἶναί ἐστιν ἐν τῷ δυνάμει ἀεὶ εἶναι καὶ ἐν τῷ γίνεσθαι καὶ τέμνεσθαι, ἀλλ’ οὐκ ἐν τῷ τετμῆσθαι. ὥσπερ τὸν ἀγῶνα καὶ τὴν ἡμέραν οὐκ ἔστιν ἀθρόα λαβεῖν, ἀλλ’ ἐν τῷ γίνεσθαι αὐτοῖς ἐστι τὸ εἶναι. ὅτι δὲ ἀπὸ τοῦ ἀριθμοῦντος τὰ ἡμίση διαιρεῖται τὸ συνεχὲς εἰς πεπερασμένα καὶ οὐ τηρεῖται ἕν τε καὶ συνεχές, ὁποῖον λαμβανόμενον ἐπ’ ἄπειρον ἦν δυνάμει διαιρετόν, ἔδειξε διὰ τοῦ τὸν οὕτω ποιοῦντα τὸ ἓν σημεῖον δύο ἀριθμεῖν, τοῦ μὲν προτέρου μέρους ὡς τέλος, τοῦ δὲ ὑστέρου ὡς ἀρχήν· ὁ γὰρ τὸ ὅλον τε καὶ συνεχὲς κατὰ ἡμίση διαιρῶν τὸ αὐτὸ σημεῖον ἐν ἀμφοτέροις τοῖς ἡμίσεσι λαμβάνει· ἀλλὰ μὴν ὁ τοῦτο ποιῶν καὶ τῷ ἑνὶ σημείῳ ὡς δυσὶ χρώμενος διαιρεῖ τὸ συνεχές, ὡς δέδεικται ἐπὶ τοῦ κινουμένου, καὶ ὁ ἀριθμῶν ἄρα τὰ ἡμίση διαιρεῖ τὸ συνεχές. ὁ δὲ τὸ συνεχὲς μὴ τηρῶν συνεχές, ἀλλὰ κατὰ ἡμίση διαιρῶν οὐδὲ τὴν κίνησιν ὡς συνεχῆ καὶ μίαν λαμβάνει. p. 263b3 Ὥστε λεκτέον πρὸς τὸν ἐρωτῶντα ἕως τοῦ ἡ δὲ οὐσία ἐστὶν ἑτέρα καὶ τὸ εἶναι. Διδάσκει λοιπὸν ἡμᾶς καθόλου, πῶς ἀποκρίνεσθαι χρὴ πρὸς τὸν ἐρωτῶντα, εἰ ἐνδέχεται ὅλως ἄπειρα διεξελθεῖν ἢ ἐν χρόνῳ, ὅταν ἐν πεπερασμένῳ χρόνῳ διερχόμενόν τι τὰ ἄπειρα τὰ ἐν αὐτῷ νῦν λέγοιτο διεξιέναι, ἢ ἐν μήκει, ὅταν πεπερασμένον τι μῆκος διελθὸν τὰ ἄπειρα τὰ ἐν αὐτῷ σημεῖα λέγοιτο διεληλυθέναι. πρὸς οὖν τὸν ἐρωτῶντα τοῦτο ἀποκρίνεσθαι δεῖ φησιν, ὅτι πῶς μὲν ἐνδέχεται, πῶς | δὲ οὔ· τὰ μὲν γὰρ δυνάμει ἄπειρα οἷόν τε, τὰ δὲ ἐνεργείᾳ ἀδύνατον τῷ μηδὲ τὴν ἀρχὴν εἶναί τινα οὕτως ἄπειρα. “πῶς δὲ τὰ δυνάμει ἄπειρα οἷόν τε διελθεῖν, δηλοῖ, φησὶν ὁ Ἀλέξανδρος, διὰ τοῦ ὁ γὰρ συνεχῶς κινούμενος καὶ τῶν ἑξῆς. ἐπεὶ γὰρ ἡ γραμμή, ἣν κεκίνηται τὸ κεκινημένον, συμβεβηκὸς ἔχει τὸ δυνάμει ἐπ’ ἄπειρον εἶναι διαιρετὴ καὶ ἄπειρα ἡμίση δυνάμει ἔχειν, τὸ τὴν γραμμὴν διεξελθὸν κατὰ συμβεβηκὸς τὰ δυνάμει ἄπειρα ἡμίση διελήλυθε, τουτέστι ταύτην διελήλυθεν, ᾗ κατὰ συμβεβηκός ἐστι τὸ ἔχειν ἄπειρα ἡμίση δυνάμει. οὐ γὰρ τοῦτο ἦν τῆς γραμμῆς ἡ οὐσία καὶ τὸ εἶναι τὸ ἔχειν ἄπειρα ἡμίση, ἐπεὶ οὐκ ἂν ἔτι κατὰ συμβεβηκὸς ἦν τὸ τὴν γραμμὴν κεκινημένον ἄπειρα ἡμίση διεληλυθός, ἀλλὰ καθ’ αὑτό, εἴ γε καθ’ αὑτὸ γραμμὴν κεκίνηται, ᾗ τὸ εἶναι ἐν τῷ ἔχειν ἄπειρα ἡμίση. ἐπεὶ δὲ μὴ τοῦτό ἐστι τῇ γραμμῇ τὸ γραμμῇ εἶναι, ἀλλὰ τοῦτο μὲν αὐτῇ συμβέβηκεν, ἔστι δὲ αὐτῇ τὸ γραμμῇ εἶναι μῆκος ἀπλατές, τὸ τὴν γραμμὴν διελθὸν καθ’ αὑτὸ μὲν διελήλυθε μῆκος ἀπλατές, κατὰ συμβεβηκὸς δὲ καὶ ὅσα ἦν τῇ γραμμῇ συμβεβηκότα, οἷον εἰ λευκὴ ἦν, τὸ λευκὸν καὶ ὁμοίως τῶν ἄλλων ἕκαστον, ὧν ἓν ἦν καὶ τὸ ἄπειρα ἡμίση ἔχειν δυνάμει.” οὕτως ἐξηγησαμένου τοῦ Ἀλεξάνδρου καὶ αὐτοῖς τούτοις τοῖς ῥήμασι τὴν προκειμένην λέξιν, ἐπιστήσοι ἄν τις, ὡς οἶμαι, πρῶτον μὲν διὰ τί τῷ συμβέβηκε γὰρ τῇ γραμμῇ ἄπειρα ἡμίση εἶναι προσέθηκεν αὐτὸς τὸ δυνάμει. καὶ οὐ μόνον τὴν λέξιν οὕτως ἔγραψε, καίτοι τῶν εἰς ἐμὲ ἐλθόντων βιβλίων οὐκ ἐχόντων τὸ δυνάμει προσκείμενον, ἀλλὰ καὶ ἐξηγήσατο οὕτω· “τὸ” γὰρ “τὴν γραμμὴν” φησὶ “διεξελθὸν κατὰ συμβεβηκὸς τὰ δυνάμει ἄπειρα ἡμίση διελήλυθε, τουτέστι ταύτην διελήλυθεν, ᾗ κατὰ συμβεβηκός ἐστι τὸ ἔχειν ἄπειρα ἡμίση δυνάμει.” πῶς δὲ συμβεβηκὸς εἶναι λέγει τῇ γραμμῇ τὸ δυνάμει ἐπ’ ἄπειρον εἶναι διαιρετῇ, εἴπερ συνεχὴς μένει γραμμή, παντὸς δὲ συνεχοῦς λόγος τὸ ἐπ’ ἄπειρον εἶναι διαιρετόν ; ἐπιστῆσαι δὲ χρὴ καὶ ὅτι ὁ Ἀριστοτέλης οὐ λέγει τοῦτο, ὅπερ ὁ Ἀλέξανδρος, ὅτι συμβεβηκὸς ἔχει ἡ γραμμὴ τὸ δυνάμει ἐπ’ ἄπειρον εἶναι διαιρετή, ἀλλ’ ὅτι συμβέβηκε ἧκε τῇ γραμμῇ ἄπειρα ἡμίση εἶναι. πρὸς δὲ τὴν τοῦ Ἀριστοτέλους λέξιν ἀπορητέον, πῶς ὁ συνεχῶς τὴν πεπερασμένην καθ’ αὑτὸ κινούμενος, κατὰ συμβεβηκὸς ἄπειρα διελήλυθε· τὸ γὰρ κατὰ συμβεβηκός, κἂν κατὰ συμβεβηκός, ἀλλ ὅμως ἔστι καὶ ὕπαρξιν ἔχει. καὶ γὰρ τὸ κατὰ συμβεβηκὸς κινούμενον ἢ θερμαινόμενον ἔστι· καὶ τὸ μὲν κινεῖται, τὸ δὲ θερμαίνεται, κἂν κατὰ συμβεβηκός. ὁ γὰρ πλωτὴρ ἐν τῇ νηὶ κατὰ συμβεβηκὸς ὑπὸ τοῦ ἀνέμου κινεῖται, ὅτι τῷ καθ’ αὑτὸ κινουμένῳ, τῇ νηί, συμβέβηκε, κινεῖται δὲ ὅμως καὶ ὁ ἐν τῇ νηί, κἀν κατὰ συμβεβηκὸς κινῆται. τὰ δὲ ἄπειρα οὐκ ἔστιν, ἵνα τὸ συνεχῶς κινούμενον καθ’ αὑτὸ τὴν πεπερασμένην κατὰ συμβεβηκὸς τὰ ἄπειρα διεληλυθὸς εἴη, καὶ τῇ γραμμῇ συμβεβηκὸς εἴη τὸ ἄπειρα ἡμίση εἶναι. μήποτε οὖν συμβεβηκότος εἶδος ἄλλο τι νῦν παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης τὸ δυνάμει τινὶ ὑπάρχον συμβεβηκὸς εἶναι λέγων αὐτοῦ· οὕτω γὰρ καὶ τῇ γραμμῇ συμβεβηκέναι φησὶ τὸ ἄπειρα ἡμίση εἶναι, ὅτι δυνάμει ἐστὶν ἐν αὐτῇ, κἂν τὸ δύνασθαι ἐπ’ ἄπειρον διαιρεῖσθαι λόγος τοῦ συνεχοῦς ᾖ. ἐπειδὴ δὲ ἕκαστον κατὰ τὸ ἐνεργείᾳ μάλιστά ἐστιν ὅ ἐστι, καὶ οὐ κατὰ τὸ δυνάμει τὸ ἐν αὐτῷ, διὰ τοῦτο καὶ τῆς γραμμῆς τὴν οὐσίαν καὶ τὸ εἶναι οὐ κατὰ τὰ ἐν αὐτῇ ἄπειρά φησιν εἶναι, ὅτι δυνάμει ταῦτα ἐν αὐτῇ, ἀλλὰ κατὰ τὸ ἓν καὶ συνεχές, ὅπερ ὑπάρχει τῇ γραμμῇ κατ’ ἐνέργειαν. κἄν ὁριζώμεθα οὖν τὸ συνεχὲς τὸ δυνάμενον ἐπ’ ἄπειρον διαιρεῖσθαι, τὸ ἐνεργείᾳ ὂν κατὰ τὸ ἐν αὐτῷ δυνάμει ὁριζόμεθα, ὡς εἴ τις τὸν ταῦρον ὁρίζοιτο τὸ δυνάμενον μέλισσαν γενέσθαι. εἰ δὲ οὕτως ὁ Ἀριστοτέλης τὸ συμβεβηκὸς ἀντὶ τοῦ δυνάμει εἶπεν, περιττῶς ὁ Ἀλέξανδρος ἐν τῷ συμβέβηκε γὰρ τῇ γραμμῇ ἄπειρα ἡμίση εἶναι προσέθηκε τὸ δυνάμει. ὅμοιον γὰρ ἄν εἴη λοιπόν, ὡς εἴ τις λέγοι ‘δυνάμει γὰρ ἄν ὑπάρχοι τῇ γραμμῇ τὸ ἄπειρα ἡμίση εἶναι δυνάμει.’ Ἀλλὰ πῶς δυνάμει ἄπειρα ἡμίση ἐστὶν ἡ γραμμή; πᾶν γὰρ τὸ δυνάμει καὶ ἐνεργείᾳ γενέσθαι δυνατόν, καὶ ὁ ὑποθέμενος τὸ δυνατὸν γενέσθαι ὡς γεγονός, ψεῦδος μὲν ἴσως, οὐ μέντοι ἀδύνατον ὑποτίθεται· ἔσται οὖν ἄπειρα ἡμίση κατ’ ἐνέργειαν. ἐδείχθη δὲ ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας, ὅτι οὔτε μέγεθος οὕτε πλῆθος ἄπειρον εἶναι δυνατόν. τὸ οὗν ἄπειρα ἡμίση εἶναι ἀκουστέον ἀντὶ τοῦ ἐπ’ ἄπειρον εἰς ἡμίση διαιρεῖσθαι. τοῦτο γὰρ δύναται ἡ γραμμή, ἀλλ’ οὐ τὸ ἄπειρα ἡμίση εἶναι, πλὴν εἴ τις τὸ ἐπ’ ἄπειρον εἰς ἡμίση διαιρούμενον ἄπειρα λέγοι, ὡς μηδέποτε πέρας ἰσχούσης τῆς διχοτομίας, καθ’ ὃ καὶ ὁ ἀπορῶν λόγος ἄπειρα τὰ ἡμίση ἔλαβε, καὶ οὐχ ὅπερ τὸ ἀληθὲς ἔχει ἐπ’ ἄπειρον γινόμενα. ὁ δὲ Ἀριστοτέηλς συγχωρήσας τοῦτο τῷ ἀποροῦντι λόγω τὸ μηδαμῶς ἅμα εἶναι τὰ ἄπειρα, ἀπὸ τοῦ δυνάμει καὶ ἐνεργείᾳ τὴν λύσιν ἐποιήσατο δυνάμει ἄπειρα λέγων, ὡς ἐν τῷ τρίτῳ τῆσδε τῆς πραγματείας παραδέδωκεν οὐχ οὕτως “ὥσπερ εἰ δυνατὸν τουτὶ ἀνδριάντα, ὡς καὶ ἔσται τοῦτο οὕτω τι καὶ ἄπειρον, ὃ ἔσται ἐνεργείᾳ”· ἀλλ’ ‘‘οὕτως ἐστί, φησί, τὸ ἄπειρον,” ὡς “τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι καὶ τὸ λαμβανόμενον ἀεὶ πεπερασμένον, ἀλλ’ ἀεί γε ἕτερον καὶ ἕτερον, ὥσπερ ἡ ἡμέρα καὶ ὁ ἀγών, τῷ ἀεὶ ἄλλο καὶ ἄλλο γίνεσθαι, οὕτω καὶ τὸ ἀπείρον’, καὶ “δῆλον, φησί, τὸ ἄπειρον τοῦτο” τὸ ὡς ἐπ’ ἄπειρον, “ἔν τε τῷ χρόνῳ καὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τῆς διαιρέσεως τῶν μεγεθῶν.” καὶ τοῦτο δὲ ἐν ἐκείνοις προστίθησιν ὁ Ἀριστοτέλης, ὅτ’. τὸ δυνάμενον εἶναι ἄπειρον, τοῦτο δέ ἐστι τὸ ἐπ’ ἄπειρον, ἰού δεῖ λαμβάνειν ὡς | τόδε τι, οἷον ἄνθρωπον ἢ οἰκίαν, ἀλλ’ ὡς ἡ ἡμέρα λέγεται καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς οὐσία γέγονεν”, τουτέστιν οὐχ ὑπομένει, “ἀλλ᾿ ἀεὶ ἐν γενέσει ἢ φθορᾷ πεπερασμένον, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον.” p. 263b9 Δῆλον δὲ καὶ ὅτι ἄν μή τις ποιῇ τοῦ χρόνου ἕως καὶ ὅλως ὂν καὶ μὴ ὂν ἀνάγκη εἶναι. Μνημονεύσας τοῦ νῦν, ὅτι τοῦ μὲν ἀρχὴ τοῦ δὲ πέρας ἐστὶ καὶ ὅτι διαίρεσίς ἐστι χρόνου, οὐ χρόνος, καὶ ὅτι ἀμερὲς καὶ ὅτι οὐκ ἐνδέχεται ἐν τῷ αὐτῷ νῦν γενέσθαι τι καὶ ἀπογενέσθαι ἔν τινι καὶ ἀπό τινος (εἴη γὰρ ἂν ἅμα τι ἐν τῷ αὐτῷ καὶ οὐκ εἴη), δείκνυσιν ἐφεξῆς τὸ νῦν τοῦτο, καθ’ ὃ ἡ διαίρεσις γίνεται τοῦ χρόνου, ὡς μὲν πρὸς τὸν χρόνον τὸν διαιρούμενον ὁμοίως ἐν ἀμφοτέροις ἐστὶ τοῖς μορίοις αὐτοῦ, τοῦ μὲν πέρας ὂν τοῦ δὲ ἀρχή· οὕτω γὰρ συνεχὴς ὁ χρόνος τῷ κοινὸν ἔχειν ὅρον τὰ μόρια αὐτοῦ τὸ νῦν, ὡς μέντοι πρὸς τὸ πρᾶγμα τὸ ἐν τῷ χρόνῳ ὂν ἀεὶ τῷ ὑστέρῳ ὄντι χρόνῳ καὶ τῷ ὑστέρῳ πράγματι ἢ πάθει τῷ ἐν τῷ ὑστέρῳ χρόνῳ γινομένῳ προσνέμεσθαι καὶ ἐκείνου εἶναι ἀρχήν· οἷον εἰ ἐν χρόνῳ τινὶ μεταβάλλει τι ἐκ λευκοῦ εἰς μέλαν, τὸ νῦν, ἐν ᾧ πρώτῳ μεταβέβληκεν ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν, ὡς μὲν πρὸς τὸν χρόνον ἐπ’ ἴσης ἐν ἀμφοῖν ἐστι [τῷ νῦν] τῷ τε προτέρῳ χρόνῳ καὶ τῷ ὑστέρῳ, τοῦ μὲν πέρας ὄν, τοῦ δὲ ἀρχή, ὡς δὲ πρὸς τὸ πρᾶγμα τῷ μέλαν αὐτὸ εἶναι προστίθεται, οὐκέτι δὲ καὶ τῷ λευκῷ, ἐξ οὗ μετέβαλεν, ὡς εἶναι τὸ λαμβανόμενον πρᾶγμα ἐν τῷ ὑστέρῳ χρόνῳ οἷον τὸ μελαινόμενον ἢ τὸν μελασμὸν τὴν ἀρχὴν τοῦ εἶναι τοιοῦτον ἀπὸ τούτου τοῦ νῦν εἰληφός, οὐκέτι τοῦ νῦν τούτου κοινοῦ καὶ τῶν πραγμάτων λαμβανομένου ὡς καὶ τῶν χρόνων, ἀλλὰ προσνεμομένου μὲν τῷ ὑστέρῳ, τουτέστι τῷ ἐν τῷ ὑστέρῳ ὄντι χρόνῳ, οὗ ἐστιν ἀρχή, ἀφαιρουμένου δὲ τοῦ ἐν τῷ προτέρῳ χρόνῳ πράγματος, οὗ χρόνου πέρας ἐστὶ τοῦτο τὸ νῦν, ἀριθμῷ μὲν ἓν ὑπάρχον, λόγῳ δὲ οὐχ ἕν, ὅταν ὡς πέρας καὶ ἀρχὴ τὸ αὐτὸ λαμβάνηται. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δείκνυσι τὸ ἑπόμενον ἄτοπον τῷ μὴ οὕτως ἔχειν φανερὸν ποιῶν. εἰ γάρ τις, φησίν, τὸ διαιροῦν τὸν πρότερον καὶ ὕστερον † ὂν τουτέστι τὸ νῦν, μὴ ἀεὶ τῷ ὑστέρῳ πράγματι συντάττῃ, ἀλλ’ ὡς ἐπὶ τῶν χρόνων οὕτω καὶ ἐπὶ τῶν πραγμάτων κοινὸν αὐτὸ τοῦ προτέρου καὶ ὑστέρου λαμβάνῃ, ὡς ἐν ἀμφοτέροις εἶναι τοῖς πράγμασιν, ὥσπερ καὶ ἐν τοῖς χρόνοις ἦν, συμβήσεται ἄτοπόν τι· ἔσται γὰρ τὸ αὐτὸ ἅμα ὂν καὶ οὐκ ὄν, καὶ ὅτε γέγονέ τι, τότε οὐκ ὄν, ὅπερ οὕτως ἔχον ἀποδείξει. τὸ δὲ τῶ δὲ πράγματι ἀεὶ τοῦ ὑστέρου πάθους ἐστὶν ἴσον ἐστὶ τῷ κατὰ δὲ τὰ πράγματα τὰ ἐν τῶ χρόνῳ λαμβανόμενα ἀεὶ τοῦ ὑστέρου γενομένου πάθους ἐστί’· πράγματα γὰρ καὶ τὰ πάθη. ἢ τῷ δὲ πράγματι ἀεὶ τοῦ ὑστέρου πάθους ἐστὶν ἀντὶ τοῦ ‘κατὰ δὲ τὸ πρᾶγμα τὸ ἐν τῷ χρόνῳ ἀεὶ τοῦ ὑστέρου πάθους γινομένου ἐν αὐτῷ ἐστιν’· ὕστερον δὲ πάθος εἶπεν τὸ εἰς ὃ ἡ μεταβολὴ γέγονε, καινῶς τὸ πάθος εἰπὼν ἐπὶ πασῶν τῶν κινήσεων. Ἡ δὲ ἀπόδειξις, καθ’ ἣν δείκνυσιν, ὅτι κοινοῦ καὶ ἐπὶ τῶν πραγμάτων τοῦ νῦν λαμβανομένου ὡς ἐπὶ τῶν χρόνων συμβήσεται τὸ αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι καὶ ὅτε γέγονέ τι μὴ εἶναι, τοιαύτη τίς ἐστι· λαμβάνει τὸ Δ ἀντὶ τοῦ πράγματος καὶ χρόνους δύο πρότερον μὲν τὸ Α, ὕστερον δὲ τὸ Β διῃρημένους ἀπ’ ἀλλήλων κατὰ τὸ Γ. καὶ ὑποτίθεται τὸ Δ ἐν μὲν τῷ προτέρῳ χρόνῳ τῷ Α λευκόν, ἐν δὲ τῷ ὑστέρῳ τῷ Β τῷ μετὰ τὴν κατὰ τὸ Γ διαίρεσιν οὐ λευκόν, τὸ δὲ Γ κοινὸν ὅρον ἀμφοτέρων τῶν χρόνων, τοῦ μὲν Α πέρας ὄν, τοῦ δὲ Β ἀρχήν. καὶ λέγει ὅτι, ἐὰν τὸ Γ καὶ ἐπὶ τοῦ πράγματος ὑποτεθῇ, τοῦ μὲν πέρας τοῦ δὲ ἀρχή, τὸ Δ ἐν τῷ Α χρόνῳ λευκὸν ὂν ἔσται καὶ ἐν τῷ πέρατι τοῦ Α λευκόν· τοῦτο δὲ ἦν τὸ Γ. καὶ πάλιν εἰ ἐν τῷ Β ὅλῳ ἔστι τὸ οὐ λευκόν, δῆλον ὡς καὶ ἐν τῇ ἀρχῇ αὐτοῦ ἔσται οὐ λευκόν· ἀρχὴ δὲ ἦν τὸ Γ, ὅπερ τοῦ Α πέρας ἦν. ἐν τῷ Γ ἄρα ἀμερεῖ ὄντι λευκὸν ἔστι τε καὶ οὐκ ἔστι. τὸ μὲν οὖν ἑπόμενον ἄτοπον τῷ ὁ· τὸ Γ ὥσπερ τοῦ προτέρου καὶ ὑστέρου χρόνου τοῦ μὲν ἀρχὴ τοῦ δὲ πέρας ἐστὶν οὕτω καὶ τοῦ πράγματος, τοῦτό ἐστι. λέγει δὲ αὐτὸς μὴ δεῖν συγχωρεῖν οὕτως ἐν παντὶ τῷ πρώτῳ χρόνῳ τὸ Δ λευκὸν εἶναι, ὡς καὶ ἐν τῷ πέρατι αὐτοῦ ἔτι τοιοῦτον εἶναι, ἀλλ’ ἐν τῷ χρόνῳ μὲν παντὶ δοτέον, οὐ μὴν καὶ ἐν τῷ πέρατι αὐτοῦ· ἀλλ’ ἐξαιρετέον μὲν τὸ πέρας τοῦ πρώτου πράγματος τοῦ λευκοῦ. τὸ δὲ Γ ἀρχὴν τοῦ ἐν τῷ δευτέρῳ χρόνῳ ὄντος τοῦ οὐ λευκοῦ ποιητέον. τοῦτο δὲ δῆλον γίνεται καὶ ἀπὸ τῆς γενέσεως καὶ φθορᾶς, ὅτι τὸ Γ τῷ ἑξῆς προσνεμητέον. εἴτε γὰρ ἐγίνετο λευκόν τι ἐν τῷ Α παντὶ χρόνῳ, εἴτε ἐφθείρετο λευκὸν ἐν αὐτῷ, ἐν τῷ Γ γέγονεν ἢ ἔφθαρται, εἰ πέρας τὸ Γ τοῦ Α ἐστίν. ὥστε εἰ γίνεταί τι λευκὸν ἐν τῷ Α χρόνῳ, ἐν πρώτῳ τῷ Γ ἐστὶ λευκόν, καὶ εἰ φθείρεταί τι λευκὸν ἐν τῷ Α χρόνῳ, ἐν πρώτῳ τῷ Γ πέρατι ὄντι τοῦ Α ἐφθαρμένον καὶ οὐ λευκὸν ἔσται. εἰ οὖν τὸ ἐν τῷ | Α χρόνῳ γινόμενον ἢ φθειρόμενον ἐν τῷ Β χρόνῳ ἢ γέγονεν ἢ ἔφθαρται ὥσπερ καὶ ἐν τῷ Γ, δῆλον ὅτι τὸ Γ τῷ Β προσνεμητέον ὡς ἀρχὴν αὐτοῦ τὴν αὐτὴν ἔχον φύσιν, οὐ μέντοι τῷ Α, εἴπερ ἐν μὲν τῷ Α γίνεται, ἐν δὲ τῷ Γ γεγονός ἐστιν. εἰ δὲ κοινόν τις αὐτὸ φήσει καὶ τοῦ Α καὶ τοῦ Β, ὥσπερ τὸ μεταξὺ νῦν τῶν παρ’ ἑκάτερα χρόνων κοινόν ἐστι, συμβήσεται ὅτε γέγονε μὴ εἶναι, καὶ ὅτε ἔφθαρται τότε εἶναι, ἅπερ ἐναργῶς ἐστιν ἄτοπα. ὅτι δὲ ταῦτα συμβαίνει, δῆλον ἐντεῦθεν· εἰ γὰρ τὸ γινόμενον ἐν τῷ Α χρόνῳ λευκὸν εἴη κείμενον καὶ ἐν τῷ πέρατι αὐτοῦ τῷ Γ, ἐν ᾧ μεταβέβληκε, γινόμενον ἔτι οὐκ ἄν εἴη ὂν ἐν τῷ Γ· τὸ γὰρ γινόμενον οὔπω ὄν ἐστιν· ἀλλὰ μὴν ἐν τῷ Β χρόνῳ παντὶ κεῖται γεγονός, ὥστε καὶ ἐν τῇ ἀρχῇ αὐτοῦ, τουτέστιν ἐν τῷ Γ, γεγονὸς ἔσται· ἐν τῷ Γ ἄρα καὶ γέγονεν, ὅτι ἀρχὴ τὸ Γ τοῦ Β ἐν ᾧ γέγονε, καὶ οὔπω ἔστιν, ὅτι τέλος τὸ Γ τοῦ Α, ἐν ᾧ ἔτι γίνεται. καὶ κεῖται τὸ γινόμενον ἐν τῷ Α λευκὸν καὶ ἐν τῷ πέρατι αὐτοῦ γίνεσθαι ἔτι. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἐφθαρμένου· εἰ γὰρ τὸ φθειρόμενον εἴτε τὸ λευκὸν εἴη τοῦτο εἴτε ὁτιδήποτε, ἕως ἄν φθαρῇ, ἔστιν, ἐφθείρετο δὲ τὸ Δ ἐν τῷ Α ὅλῳ χρόνῳ, εἰ καὶ ἐν τῷ πέρατι αὐτοῦ τῷ Γ τεθείη φθείρεσθαι, εἴη ἄν ἔτι ἐν τῶ Γ. ἀλλ’ εἰ ἐν τῷ B παντὶ ἔφθαρταί τε καὶ οὐκ ἔστιν, ἀρχὴ δὲ τοῦ Β τὸ Γ, ἐν τῷ Γ ἄρα, διότι μὲν τέλος ἐστὶ τὸ Γ τοῦ Α, ἐν ᾧ ἐφθείρετο, ἔστιν ἔτι· διότι δὲ ἀρχὴ τοῦ Β, ἐν ὧ ἔφθαρτο, ἐφθαρμένον ἔσται· ὅτε ἄρα ἔφθαρται, ἔστιν ἔτι, ὥστε τῷ τὸ Γ κοινὸν λέγοντι ἄμφω ἀκολουθήσει τὰ ἀδύνατα τό τε γεγονός, ὅτε γέγονε καὶ ἔστι, τότε μὴ εἶναι καὶ τὸ ἐφθαρμένον, ὅτε ἔφθαρταί τε καὶ οὐκ ἔστι, τότε εἶναι· ἔτι τε τὸ αὐτό τι ἅμα λευκόν τε εἶναι καὶ οὐ λευκόν, ὥσπερ ἐδείχθη, καὶ τὸ αὐτὸ γινόμενόν τε ἅμα καὶ μὴ ὄν. χρὴ οὖν τὸ πέρας τοῦ ἐν τῷ Α χρόνῳ πράγματος τῷ ἐν τῷ Β χρόνῳ ὄντι πράγματι προσνέμειν, ἴνα μὴ τῇ ἀντιφάσει περιπίπτωμεν. “Καὶ τὸ ἀπορούμενον δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ πότε ἀπέθανε Σωκράτης, λύοιτο ἄν οὕτως. ἡ δὲ ἀπορία τοιαύτη· πότε ἀπέθανε Σωκράτη; πότερον ἐν ᾧ ἀπέθνῃσκε χρόνῳ ἢ ἐν ᾧ ἐτεθνήκει· οὐ γὰρ οἷόν τε ἔν τινι μεταξὺ τούτων χρόνῳ διὰ τὸ μηδὲ εἶναί τινα μεταξύ. ἀλλ’ οὔτε ἐν ᾧ ἀπέθνῃσκεν, ἀληθὲς εἰπεῖν, ὅτι ἀπέθανεν (ἐν παντὶ γὰρ μορίω τοῦ ἐν ᾧ ἀπέθνῃσκε χρόνῳ ἔζη) οὔτε ἐν ᾧ ἐτεθνήκει· οὐχ οἷόν τε γὰρ τὸν ἤδη τεθνεῶτα ἀποθανεῖν, εἴπερ τὸ μὲν ‘ἀπέθανε’ τὸ μετὰ τὸ ἀποθνῄσκειν λέγομεν, τῷ δὲ ‘ἀπέθανεν’ ὡς ἀρχῇ ἕπεται τὸ τεθνηκέναι. καὶ τὸ μὲν ‘ἀπέθανεν’ οὐκ ἐν χρόνῳ, ἀλλ’ ἐν πέρατι τοῦ ἐν ᾧ ἀπέθνῃσκε χρόνου. τὸ δὲ ‘τέθνηκεν’ ἐν παντὶ λοιπὸν τῷ μετὰ τὸ ‘ἀπέθανε’ χρόνῳ. λύεται οὖν τοῦτο τοῖς πρότερον εἰρημένοις· μετέβαλε γὰρ ἐκ τοῦ ζῆν καὶ ἀπέθανεν ἐν τῷ πρώτῳ πέρατι τοῦ ἐν ᾧ ζῶν ἀπέθνῃσκε χρόνου, οὐκ ἐν χρόνῳ, ἐν ᾧ λοιπὸν οὐκέτι ἦν ζῶν· οὔτε οὖν ἐν ᾧ ἔζη χρόνῳ οὔτε ἐν ᾧ τέθνηκεν ἀπέθανεν· οὐδὲ γὰρ ἐν χρόνῳ ὅλως, ἀλλ’ ἐν πέρατι τοῦ ἐν ᾧ ἔζη Χρόνου.” ὅμοιον δὲ καὶ τὸ ἐρωτᾶν, πότε ἐτέχθη τὸ παιδίον. ἆρα ὅτε ἐτίκτετο, ἢ ὅτε τεχθὲν τρέφεται; καὶ δῆλον ὅτι οὐδέτερον τούτων, ἀλλ’ ἐν τῷ πέρατι τοῦ τίκτεσθαι· καὶ οὔτε ἐν τῷ πρὸ αὐτοῦ χρόνῳ οὔτε ἐν τῷ μετ’ αὐτὸ οὐδὲ ὅλως ἐν χρόνῳ. p. 263b26 Εἰ δὲ ὃ ἄν ᾖ πρότερον μὴ ὄν ἕως τοῦ οἱ δὲ ἄτομοι χρόνοι ἐφεξῆς. Ὅτε ἐδείκνυεν ὅτι τὸ ἀνακάμπτον ἀνάγκη ἠρεμῆσαι ἐν ἐκείνῳ, ἀφ’ οὗ ἀνακάμπτει, προσχρησάμενος ἐν τῇ δείξει τῷ μὴ δύνασθαι ἐν τῷ αὐτῷ νῦν, ὅπερ ἐστὶ πέρας χρόνου, ἀλλ’ οὐ χρόνος, γενέσθαι τι ἔν τινι καὶ ἀπογενέσθαι ἀπ’ αὐτοῦ, ὅπερ ἠκολούθει τῷ μὴ ἐξ ἀμερῶν συγκεῖσθαι τὸν χρόνον, μηδὲ δύνασθαι ἔχεσθαι ἀλλήλων τὰ νῦν (τούτου γὰρ κειμένου ἕπεται τὸ τοῖν δυοῖν νῦν, τοῦ τε ἐν ᾧ ἐγένετο κινούμενον πέρατι ὄντι τοῦ γίνεσθαι καὶ τοῦ νῦν ἐν ᾧ ἀπεγένετο, χρόνον τινὰ μεταξὺ γεγονέναι ἐν ᾧ ἦν ἀνάγκη ἠρεμεῖν μὴ πελαζόντων ἀλλήλοις τῶν νῦν), τοῦτο οὖν αὐτὸ προσκατασκευάζει νῦν, ὅτι μὴ σύγκειται ὁ χρόνος ἐξ ἀμερῶν μηδὲ διαιρεῖται εἰς ἀμερῆ. καὶ ἔδειξε μὲν τοῦτο διὰ πλειόνων ἐν τῷ Z ταύτης τῆς πραγματείας καθολικώτερον αὐτὸ προβαλλόμενος, ὅτι μηδὲν συνεχὲς ἐξ ἀμερῶν σύγκειται· καὶ νῦν δὲ ἰδίως ἐπὶ τοῦ χρόνου προσκατασκευάζει τὸ αὐτὸ πιστούμενος τὸν λόγον ἐκ τῶν προσεχῶς αὐτῷ δεδειγμένων. χρῆται γὰρ τῷ τὴν πρώτην μεταβολήν, καθ’ ἣν μεταβέβληκέ τι μὴ ἐν χρόνῳ γίνεσθαι, ἀλλ’ ἐν πέρατι τοῦ χρόνου, καθ’ ὃν μετέβαλλεν, καὶ ἀπὸ τούτου δεικνύει τὸ προκείμενον. προλαμβάνει δὲ ὡς ἐναργὲς ἀξίωμα ὅτι, ὃ ἄν ᾖ ὕστερον πρότερον μὴ ὄν, ἀνάγκη τοῦτο πρὸ τοῦ εἶναι γίνεσθαι καὶ ὅτε γίνεται μήπω εἶναι. δῆλον δὲ ὅτι ἐπὶ τῶν διὰ γενέσεως εἰς τὸ εἶναι παριόντων ἀληθὴς ὁ λόγος, ἀλλ’ οὐκ ἐπ’ ἐκείνων, περὶ ὧν αὐτὸς πρότερον ἔλεγεν, ὅτι ποτὲ μὲν ἔστι, ποτὲ δὲ οὐκ ἔστι, χωρὶς γενέσεως καὶ φθορᾶς. τούτου οὖν κειμένου τοῦ ἀξιώματος ἀδύνατόν φησιν εἰς τὰ νῦν διαιρεῖσθαι τὸν χρόνον ὡς εἰς ἀτόμους χρόνους, καὶ συγκεῖσθαι αὐτὸν ἐκ τῶν νῦν. εἰ γὰρ εἴη τὸ γινόμενον λευκὸν οἷον τὸ Δ ὄντος χρόνου τινὸς ἐξ ἀτόμων συγκειμένου τοῦ Α, τὸ Δ γινόμενον λευκὸν ἐν ἀτόμῳ χρόνῳ, ἐν ᾧ γίνεται λευκόν, οὐδέπω ἐστὶν ἐν αὐτῷ λευκόν· κεῖται γάρ, ὅτι τὸ γινόμενον ὅτε γίνεται, οὐδέπω ἐστὶν ὃ γίνεται. τὸ δὴ Δ ἐν τῷ Α χρόνῳ οὔπω ἐστὶ λευκόν. γέγονε δὲ ἅμα (ἀντὶ τοῦ ἔστιν ἤδη) ἐν τῷ ἐχομένῳ τοῦ Α χρόνῳ ἀτόμῳ τῷ Β λευκόν. δεῖ ἄρα τινὰ εἶναι μεταξὺ τοῦ Α καὶ τοῦ Β χρόνον, ἐν ᾧ γέγονε λευκόν. οὐ γὰρ δὴ ἐν πέρατι χρόνου τοῦ Α δύναται λέγεσθαι γεγονέναι ὄντι μεταξὺ τῶν ΑΒ χρόνων· οὐ γ·ὰρ ἔστι τοῦ ἀμεροῦς πέρας. εἰ δὲ τοῦτο, οὐχ οἷόν τε τὸ Α καὶ τὸ Β τὰ ἄτομα ἔχεσθαι ἀλλήλων· εἰ γὰρ πᾶσα γένεσις ἐν χρόνῳ (οὐ γὰρ δὴ ἐν πέρατι χρόνου· οὐ γὰρ ἔστι πέρας τοῦ ἀτόμου), γίνεσθαι δὲ δεῖ τὸ Δ μεταξὺ τοῦ τε ἐν ὧ ἐστι καὶ τοῦ ἐν ᾧ οὐδέπω ἐστὶ χρόνου, ἔσται καὶ τούτων, τοῦ τε ἐν ὧ ἐστι καὶ τοῦ ἐν ᾧ οὐδέπω ἦν (ταῦτα δὲ ἦν τὰ AB), χρόνος τις μεταξύ. κἄν ληφθῇ δέ τις τῶν ΑΒ χρόνων μεταξὺ χρόνος ἄτομος, ἐν ᾧ τις ἐρεῖ γεγονέναι τὸ Δ, οἷον ὁ Β, πάλιν ἐπὶ τῶν ΑΒ χρόνων ὁ αὐτὸς λόγος. ἐπεὶ γὰρ τὸ Δ ἔστι μὲν ἐν τῷ Β, οὐκ ἦν δὲ ἐν τῷ Α (ἐγίνετο γὰρ ἐν ἐκείνῳ), δεῖ τινα πάλιν τούτων εἶναι μεταξὺ χρόνον, ἐν ᾧ γεγονὸς ἔσται τὸ Δ. τὸ δὲ γέγονε δὲ ἅμ καὶ ἔστιν ἐν ἑτέρῳ ἀτόμῳ χρόνῳ, ἐχομένῳ δὲ ἐν τῷ Β εἴρηκεν ἀντὶ τοῦ ‘ἤδη δὲ γεγονός ἐστι καὶ ὂν ἐν ἀτόμῳ χρόνῳ ἑτέρῳ’· οὐ γὰρ τοῦτο λαμβάνει, ὅτι ἐν τῷ Β γέγονε. ζητεῖ γάρ, ἐν τίνι γέγονεν. Εἶτα ἔνστασιν λύει τὴν λέγουσαν, ὅτι ἡ αὐτὴ ἀπορία δύναται απορεισθαι καὶ πρὸς τοὺς οὐκ ἐξ ἀτόμων λέγοντας συγκεῖσθαι τὸν χρόνον· καὶ γὰρ ἐπὶ τούτων δοκεῖ εὔλογον εἶναι, ὡς ἐπ’ ἐκείνων, εἶναί τινα μεταξὺ τοῦ τε ἐν ᾧ ἐγίνετο καὶ τοῦ ἐν ᾧ ἐστι, χρόνον· πάλιν γὰρ ὁμοίως ἐν μὲν τῷ Α, ἐπειδὴ ἐγίνετο ἐν αὐτῷ, οὐκ ἔσται, ἐν δὲ τῷ Β ἔσται· ἄρα τοῦ τε ἀμεροῦς τοῦ χρόνου καὶ τοῦ Β, ἃ εἴχετο ἀλλήλων, ἔσται τις χρόνος. εἰ οὖν κοινὸν τὸ ἄπορον, οὐδέπω ἂν εἴη δεδειγμένον τὸ μὴ ἀτόμων συγκεῖσθαι τὸν χρόνον. λέγει οὖν, ὅτι οὐκ ἔστιν ἡ αὐτὴ ἀπορία καὶ πρὸς τοὺς μὴ ἐξ ἀτόμων ποιοῦντας τὸν χρόνον. καὶ τὴν αἰτίαν προστίθησιν· αὐτοῦ γὰρ τοῦ χρόνου, ἐν ᾧ ἐγίνετο, ἐν τῷ ἐσχάτῳ σημείῳ γέγονε καὶ ἔστιν, οὗ σημείου οὐδὲν ἐχόμενόν ἐστιν οὐδὲ ἐφεξῆς, οἱ δὲ ἄτομοι χρόνοι ἐφεξῆς. διὸ ἐπὶ μὲν τῶν ἄτομον λεγόντων εἶναι τὸν Α χρόνον, οὐκ ἔστιν εἰπεῖν, ὅτι ἐγίνετο μὲν ἔν τινι αὐτοῦ, ἔστι δὲ ἐν τῷ πέρατι· οὐ γὰρ ἔστι πέρας τοῦ ἀτόμου. ὥστε εἰ ἐγίνετο ἐν αὐτῷ ὄντι ἀμερεῖ, καὶ μὴ δύναται ἔν τινι αὐτοῦ γεγονέναι (ἔστι δὲ ἤδη ἐν τῷ Β ὄντι καὶ αὐτῷ χρόνῳ ἀμερεῖ), δῆλον ὅτι δεῖ εἶναί τι μεταξὺ ἐν ᾧ ἐγένετο. τοῦ γὰρ ἐν ᾧ ἐγίνετο καὶ τοῦ ἐν ᾧ ἔστι μεταξύ ἐστι τὸ ἐν ᾧ γέγονεν, ὅπερ εἰ μὴ πέρας εἶναι δύναται ἀμερῶν ὄντων τῶν ΑΒ, χρόνος ἄν εἴη. ὥστε οὐκέτ’ ἄν εἴη ἐχόμενα ἀλλήλων τὰ ΑΒ, ὅπερ ἔκειτο. εἰ δὲ καὶ ἀμερὴς εἶναι λέγοιτο χρόνος ὁ μεταξύ, πάλιν τὸ αὐτὸ ἄτοπον ἕπεται. κατὰ δὲ τοὺς λέγοντας μὴ ἀμερῆ χρόνον εἶναι τὸ Α δύναται τὸ γινόμενον ἐν τῷ Α χρόνῳ ἐν τῷ πέρατι αὐτοῦ γεγονέναι, εἶναι δὲ ἤδη ἐν τῷ Β· οὕτω δὲ οὐκέτι δεήσει μεταξὺ τοὐ Α καὶ τοῦ Β χρόνον τινὰ ζητεῖν, ἐν ᾧ τὸ Δ γεγονὸς ἔσται· ἐν γὰρ τῷ Α χρόνῳ γινόμενον γέγονεν ἐν τῷ πέρατι αὐτοῦ, ὅ ἐστι μεταξὺ τοῦ τε Α χρόνου, ἐν ᾧ γινόμενον οὐδέπω ἦν, καὶ τοῦ Β, ἐν ᾧ ἤδη ἐστί· δεῖ γὰρ τὸ γινόμενον ἐν μεταξύ τινι τοῦ τε ἐν ᾧ ἐγίνετο χρόνου καὶ τοὐ ἐν ᾧ ἤδη ἔστιν γεγονέναι ἄλλῳ ὄντι παρ’ ἑκάτερον, ὅπερ οὐ δυνατὸν ἐπὶ τοῦ Α λέγειν, εἰ ἀμερὲς εἴη· οὐ γὰρ οἷόν τε ἄλλο μέν τι εἶναι τοῦ Α ἐν ᾧ ἐγίνετο τὸ Α, ἄλλο δὲ ἐν ᾦ γέγονεν· Εἰπὼν δὲ ὅτι γέγονε καὶ ἔστιν ἐν τῷ ἐσχάτῳ σημείῳ προσέθηκεν τὸ οὗ οὐθὲν ἐχόμενόν ἐστιν οὐδὲ ἐφεξῆς, δηλονότι σημεῖον ὁποῖον αὐτό ἐστι. δείκνυσι δὲ διὰ τούτου, ὅτι τὰ νῦν ἅ ἐστι πέρατα τοῦ χρόνου, οὐκ ἔστιν ἐχόμενα ἀλλήλων ἢ ἐφεξῆς ἀλλήλοις, ὡς εἶναι ἀπ’ αὐτῶν τὸν χρόνον. ἀλλ’ ἔστι πᾶν τὸ μετὰ τὸ πέρας τοῦ Α χρόνου λαμβανόμενον χρόνος. τὸ δὲ ἐφεξῆς προσέθηκεν ἐνδεικνύμενος, ὅπως ἔχεσθαι τὰ ἄτομα λέγοιτο ἄν ἀλλήλων· τῷ γὰρ ἑξῆς εἶναι ὡς τὰ κυρίως ἐφεξῆς λεγόμενα· οὐ γὰρ τῷ τὰ μόρια αὐτῶν συνῆφθαι· οὐ γὰρ ἔχει μόρια. Ἀπρίαν δὲ τούτοις ἐφεξῆς ὁ Ἀλέξανδρος τίθησιν οὐ πάνυ πραγματειώδη, ὡς οἶμαι. ἱεῖ γάρ τις λέγοι, φησίν, ἐν μὲν τῷ πέρατι τοῦ Α χρόνου, ἐν ᾧ ἐστιν ἤδη μεταβεβληκός, εἶναι τὸ Δ, ἐν δὲ τῷ Α χρόνῳ μὴ εἶναι ἐγίνετο γὰρ ἐν ἐκείνῳ καὶ χρώμενος τῷ αὐτῷ λόγῳ ἀπαιτοίη μεταξὺ τοῦ Α χρόνου καὶ τοῦ πέρατος αὐτοῦ εἶναί τινα χρόνον, ἐν ᾧ ἐγένετο), ἔτι δοκεῖ ἡ αὐτὴ ἀπορία μένειν· ἐν ᾧ γὰρ πρώτῳ μεταβέβληκεν εἰς τὸ εἶναι, ἀληθὲς αὐτοῦ τὸ εἶναι κατηγορεῖν.” καὶ λύει καλῶς λέγων, ὡς εἰ μὲν χρόνος ἦν ἐν ᾧ ἐγεγόνει, εἴη ἄν ἤδη καὶ ἐν τούτῳ ὡς ἐν χρόνῳ, καὶ δέοι ἄν πρὸ τούτου εἶναί τι μεταξύ, τούτου τε καὶ τοῦ ἐν ᾧ ἐγίνετο. εἰ δὲ μὴ χρόνος τὸ ἐν ᾧ γέγονεν, ἀλλὰ πέρας τοῦ χρόνου τοῦ ἐν ᾧ ἐγίνετο, οὐκέτι ἀκολουθήσει τὸ δεῖν τοῦ τε πέρατος καὶ τοῦ οὗ ἐστι πέρας εἶναί τι μεταξύ· τῶν γὰρ χρόνων, τοῦ τε ἐν ᾧ μήπω ἐστίν, ἀλλὰ γίνεται, καὶ τοῦ ἐν ᾧ ἤδη ἐστί, δεῖ τι μεταξὺ εἶναι τὸ ἐν ᾧ γέγονεν. εἰ δὲ λέγοι τις αὐτὸ ἐν τῷ πέρατι τοῦ Α μὴ μόνον γεγονέναι, ἀλλὰ καὶ εἶναι, δῆλον ὅτι καὶ ἐν τῇ ἀρχῇ τοῦ Α μὴ εἶναι αὐτὸ ἐρεῖ· καίτοι τὸ ἤδη γινομενον ἐστι πως. p. 264a4 Φανερὸν δέ, ὅτι εἰ ἐν τῷ Α ὅλῳ χρόνῳ ἐγίνετο ἕως τοῦ η ἐν ᾦ ἐγίνετο μόνον παντὶ. Δείξας ὅτι ἐν μὲν τῷ Α χρόνῳ ἐγίνετο τὸ Δ, ἐν δὲ τῷ πέρατι τοῦ Α γέγονεν, ὅτι οὐκ ἔστι χρόνος τοῦτο ἐν ᾧ γέγονεν, ἀλλὰ πέρας χρόνου, δείκνυσιν ἀγχινούστατα. εἰ γὰρ ἐν μὲν τῷ Α ὅλῳ χρόνῳ φησὶν ἐν δὲ τῷ πέρατι αὐτοῦ γέγονεν), δειχθείη δὲ ἴσος ὁ χρόνος ὁ ἐν ᾧ ἐγίνετο συναμφοτέρῳ τῷ ἐν ᾧ ἐγί|νετο καὶ τῷ ἐν ᾧ γέγονε, δῆλον ὅτι τὸ ἐν ᾧ γέγονε προστεθὲν τῷ ἐν ᾧ ἐγίνετο χρόνῳ, οὐκ ἐποίησε μείζονα τὸν χρόνον. ὥστε οὐκ ἦν χρόνος τὸ ἐν ᾧ γέγονε· χρόνος γὰρ χρόνῳ προστιθέμενος μείζονα τὸν ὅλον ποιεῖ. ὅτι δὲ οὐκ ἐποίησε μείζονα, δῆλον, εἴπερ ἐν πέρατι τοῦ Α χρόνου γέγονε, τὸ δὲ πέρας ἀμερές ἐστιν. καὶ ἦν μὲν αὐτόθεν δῆλον, ὅτι τὸ πέρας τοῦ χρόνου οὐκ ἔστι χρόνος. πολλὴν δὲ ἐποίησεν ἐνάργειαν ἡ δοκοῦσα παραδοξολογία τὸ μὴ εἶναι πλείονα τὸν χρόνον τόν τε ἐν ᾧ ἐγίνετο καὶ τὸν ἐν ᾧ γέγονε τοῦ ἐν ᾧ ἐγίνετο μόνου. δοκεῖ δέ μοι μὴ μάτην προστερθεικέναι τῷ ἢ ἐν ᾧ ἐγίνετο μόνον τὸ παντί, ἀλλ’ εἰς ἔνδειξιν τοῦ δεῖν μετὰ τοῦ πέρατος αὐτὸν λαμβάνειν. “Ἐκ δὴ τούτων τῶν λόγων, φησὶν ὁ Ἀλέξανδρος, δυνατὸν ὁρμώμενον δεικνύναι τὰ παρὰ τοῖς Στωικοῖς ἀξιώματα, ἃ μεταπίπτοντά τινες λέγουσιν ἀπεριγράφως μὴ ὄντα τοιαῦτα. ἔστι ταῦτα τοιαῦτα· ‘εἰ ζῇσεται Δίων.’ τοῦτο γὰρ εἰ καὶ ἀληθές ἐστι νῦν ἀρχόμενον ἀπὸ ἀληθοῦς τοῦ ‘ζῇ Δίων’ καὶ λῆγον εἰς ἀληθὲς τὸ ‘ζήσεται’, ἀλλ’ ἔσται ’πὸ τέ, τῆς προσλήψεως ἀληθοῦς οὔσης τῆς ‘ὠὰ μὴν ζῇ Δίων’ μεταπεσεῖται τὸ συνημμένον εἰς ψεῦδος τῷ ἔσεσθαί ποτε, ὅτε ἀληθοῦς ὄντος ἔτι τοῦ ‘ζῇ Δίων’, οὐκ ἔσται ἀληθὲς τὸ ‘καὶ ζήσεται’, οὗ μὴ ὄντος ἀληθοῦς τὸ ὅλον συνημμένον γίνοιτο ἄν ψεῦδος μεταπῖπτον· οὐ γὰρ ἀεί, ὅτε τὸ ‘ζῇ’ ἀληθές, καὶ τὸ ‘ζήσεται’, ἐπεὶ οὕτως ἀθάνατος ἄν εἴη ὁ Δίων. οὐ μὴν ἔσται ὁρίσαντας εἰπεῖν, πότε οὐκ ἀληθὲς ἔσται ζῶντος αὐτοῦ τὸ ‘ζήσεται’. διὸ καὶ ἐν ἀπεριγράφῳ καὶ ἀορίστῳ χρόνῳ λέγουσι γίνεσθαι τὴν τῶν τοιούτων ἀξιωμάτων μετάπτωσιν.” τοιοῦτον μὲν οὖν ἐστι τὸ ἀπεριγράφως μεταπίπτειν λεγόμενον ἀξίωμα. ὅτι δὲ μὴ ὑγιῶς λέγεται τὸ μεταπίπτειν ἐκ τῶν προσεχῶς ὑπὸ τοῦ Ἀριστοτέλους διορισθέντων ἔξεστι συνορᾶν. εἰ γὰρ πᾶν τὸ μεταβάλλον ἐν τῷ πέρατι τοῦ ἐν ᾧ μεταβάλλει χρόνου μεταβέβληκεν, ἐν ᾧ πέρατι οὐκέτι ἐν τούτῳ ἐστίν, ἐξ οὗ μετέβαλλεν, ἀλλ’ ἐν ἐκείνῳ λοιπόν, εἰς ὃ μετέβαλλέ τε καὶ μεταβέβληκεν, εἴη ἄν καὶ τὸ ζῆν Δίωνα, εἰ μεταβάλλει, ἐν ἐσχάτῳ τινὶ χρόνου μεταβάλλειν τοῦ ἐν ᾧ ζῇ, ὃ πέρας ἐστὶ χρόνου καὶ οὐ χρόνος· ἐν ᾧ οὐκέτι ἀληθὲς τὸ ζῆν Δίωνα· τέθνηκε γὰρ ἤδη ἐν τούτῳ. τὸ οὖν ‘ζῇ Δίων’ τὸ ἐν τῷ ἐνεστῶτι νῦν λεγόμενον εἰ μὲν ἐν ᾧ μεταβέβληκεν ἀπὸ τοῦ ζῆν νῦν λέγοιτο, οὐκ ἀληθές, εἰ δὲ ἐν ἄλλῳ πρὸ τούτου ὄντι νῦν, ἀληθὲς τὸ ‘ζῇ Δίων’. τῶν νῦν, ἐν ᾧ τε οὐκέτι ζῇ μεταβεβληκὼς ἤδη ὁ Δίων, καὶ ἐν ᾧ ἔτι ζῇ, χρόνος ἐστὶ μεταξύ, ὃν δηλονότι ζῇ, εἴ γε ἐν τῷ πέρατι αὐτοῦ μεταβέβηκεν ἐκ τοῦ ζῆν. καὶ ἀκολουθήσει τὸ ἐν ᾧ νῦν ἀληθὲς εἰπεῖν ὅτι ‘ζῇ Δίων’, ἐν τούτῳ ἀληθὲς εἶναι τὸ ‘ζήσεται Δίων’. ὥστε οὐ προμεταπίπτει τὸ ‘ζήσεται’ τοῦ ζῆν· μόνως γὰρ ἄν προμετέπιπτεν, εἰ ἐχόμενα ἀλλήλων ἦν τὰ νῦν τό τε ἐν ᾧ ἀληθές ἐστι τὸ ‘ζῇ Δίων’ καὶ τὸ ἐν ᾧ μεταβέβηλκεν ἐκ τοῦ ζῆν. ἐπειδὴ δὲ ἐν ᾧ ἄν νῦν ἀληθῶς ληφθῇ τὸ ζῆν Δίωνα, τούτου τοῦ νῦν καὶ τοῦ ἐν ᾧ πρώτῳ μεταβέβληκεν ἐκ τοῦ ζῆν χρόνος ἐστὶ μεταξύ, ὃν ἔτι ζῇ, δῆλον ὅτι ὅτε ἀληθές ἐστι τὸ ‘ζῇ Δίων’, ἀληθὲς ἔσται καὶ τὸ ‘ζήσεται’ καὶ οὐ διὰ τοῦτο ἀθάνατος ὁ Δίων ἔσται. εἰ δὲ τὸ ‘ζῇ Δίων’ μὴ ἐν τῷ νῦν λέγοιτο, ἀλλ’ ἐν χρόνῳ, οὗ πέρας ἔσται τὸ ἐν ᾧ πρώτῳ τέθνηκε μεταβαλὼν ἀπὸ τοῦ ζῆν, μεταπεσεῖται τότε ψεῦδος τὸ ‘ζήσεται Δίων’ τῷ τὸ πέρας τοῦ χρόνου προστίθεσθαι τῷ πράγματι τῷ ὄντι ἐν τῷ χρόνῳ, οὗ τὸ πέρας τοῦτο ἀρχή ἐστιν, ὡς δέδεικται πρότερον. τὸ γὰρ νῦν, ἐν ᾧ πρώτῳ μετέβαλεν ἀπὸ τοῦ ζῆν, τέλος μέν ἐστι τοῦ χρόνου, ἐν ᾧ ἔζη, ἀρχὴ δὲ τοῦ ἐν ᾧ ἤδη τεθνηκώς ἐστιν. p. 264a7 οἷς μὲν οὖν ἄν τις ὡς οἰκείοις πιστεύσειεν ἕως τοῦ δόξειέ τῳ ταὐτὸν τοῦτο συμβαίνειν. Προθέμενος δεῖξαι, τίς ἡ συνεχὴς καὶ πρώτη κατὰ φύσιν φορὰ ἡ τῷ πρώτῳ κατὰ τόπον κινουμένῳ προσήκουσα, καὶ διελὼν τὰς φορὰς εἴς τε τὴν κύκλῳ καὶ τὴν κατ’ εὐθεῖαν καὶ τὴν μικτήν, καὶ προδιορισάμενος ὅτι, ὁποτέρα ἄν τῶν ἁπλῶν μὴ εἴη συνεχής, οὐδὲ ἡ ἐξ ἀμφοῖν μικτὴ συνεχὴς ἔσται, ἔδειξε διὰ πλειόνων, ὅτι ἡ κατ’ εὐθεῖαν κίνησις οὐκ ἔστι συνεχὴς οὐδεμία κατὰ δύο τρόπους, καὶ ὅτι τὸ φερόμενον τὴν εὐθεῖαν καὶ πεπερασμένην ἀνακάμπτει, τὸ δὲ ἀνακάμπτον τὰς ἐναντίας κινεῖται κινήσεις, δὲ ἐναντίαι κινήσεις διάφοροι κατ’ εἶδος καὶ οὐ μία οὐδὲ συνεχής· καὶ ὖ πάλιν ὅτι τὰ ἀνακάμπτοντα μεταξὺ ἠρεμεῖν ἀνάγκη, τὸ δὲ μεταξὺ ἠρεμοῦν λύει τὴν συνέχειν τῆς κινήσεως. ταῦτα οὖν δείξας περὶ τῆς κατ’ εὐθεῖαν φορᾶς ἀπό τε τοῦ τῆς κινήσεως εἴδους τοῦ τὴν ἐναντίωσιν ἔχοντος καὶ ἀπὸ τοῦ μεγέθους, ἐφ’ οὗ ἡ ἀνακάμπτουσα κίνησις ἐπιτελεῖται, ἅπερ οἰκεῖα τῆς κινήσεως ἐστιν ὡς καθ’ αὑτὸ ὑπάρχοντα αὐτῇ, λέγει ὅτι, οἷς μὲν ἄν τις ὡς οἰκείοις τοὐ δεικνυμένου πιστεύσειε λόγοις, οὗτοι καὶ τοιοῦτοί τινές εἰσιν, οἰκείους λέγων τοὺς ἐκ τῶν οἰκείων τῷ προκειμένῳ γινομένους συλλογισμούς, οὓς καὶ ἀποδεικτικοὺς ἔθος αὐτῷ καλεῖν· ἐφεξῆς δὲ τὸ αὐτὸ τοῦτο λογικῶς δείξειν ἐπαγγέλλεται. λογικοὶ δέ εἰσι συλλογισμοὶ οἱ μὴ διὰ τῶν οἰκείων καὶ προσεχῶν τῷ προκειμένῳ γινόμενοι, ὥσπερ οἱ πρότεροι, διά τε τῶν διαφορῶν τῆς κατ’ εὐθεῖαν κινήσεως καὶ διὰ τοῦ ὑποκειμένου τῇ τοιαύτῃ κινήσει μεγέθους, ἀλλὰ διὰ κοινοτέρων καὶ καθολικωτέρων καὶ δυναμένων καὶ ἄλλοις ἐφαρμόζειν, οὓς ἔθος αὐτῷ διαλεκτικοὺς καλεῖν, ὡς δι’ ἐνδόξων γινομένους ἐπιχειρήσεων. θήσει γὰρ ἐφεξῆς λόγους οὔτε τοῖς κατὰ τόπον μόνον κινουμένοις προσήκοντας οὔτε ἐκ τῶν τούτοις μόνοις καθ’ αὑτὸ ὑπαρχόντων εἰλημμένους, ἀλλὰ | καὶ πᾶσι 305v τοῖς ἐξ ἀντικειμένων εἰς ἀντικείμενα μεταβάλλουσι καὶ ἐκ τῶν ἀντικειμένων εἰλημμένους, ἅπερ οὐ μόνον τοῖς κατ’ εὐθεῖαν κινουμένοις κυρίως καὶ οὐ μόνον τούτοις ἀλλὰ καὶ πᾶσι τοῖς μεταβάλλουσιν ὑπάρχει. p. 264a9 Ἅπαν γὰρ τὸ κινούμενον συνεχῶς ἕως τοῦ ἡ γὰρ στάσει οὐ μία. Ὅτι μηδεμία κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον γινομένη συνεχὴς εἶναι δύναται, δείκνυσι προλαβὼν ἀξίωμα καθολικὸν τὸ λέγον, ὅτι πᾶν τὸ διὰ κινήσεως συνεχοῦς ἐπί τι ἀφικνούμενον ἀκωλύτως εἰς ὅπερ ἦλθε πληρῶ- σαν τὴν κίνησιν ἐπὶ τοῦτο τὴν ὁρμὴν εἶχε καὶ ὅτε τῆς κινήσεως ἤρχετο· πᾶν γὰρ τὸ κινούμενον ὥσπερ ἀπό τινος ὡρισμένου κινεῖται, οὕτω καὶ ἐπί τι ὡρισμένον, ἄν μὴ ὑπό τινος ἐμποδίζηται. οἷον εἰ κάτω τι κινηθὲν ἀνεμποδίστως ἐνήνεκται, καὶ ὅτε ἐκινεῖτο ἐπὶ τὸ κάτω τὴν ὁρμὴν εἶχε· καὶ οὐ μόνον ὅτε πλησίον ἦν ἤδη τοῦ κάτω, ἀλλὰ καὶ ἀφ’ οὗ τῆς κινήσεως ἤρχετο, δι’ ἧς συνεχῶς ἐπὶ τοῦτο ἐνήνεκται, ὡς εἰς τοῦτο ἐλευσόμενον ἤρχετο κινεῖσθαι. τί γὰρ μᾶλλον ἐν τῷδε ἢ ἐν τῷδε γινόμενον; τοῦτο γὰρ σημαίνει τὸ τί γὰρ μᾶλλον νῦν ἢ πρότερον; ὁμοίως δέ, φησί, καὶ ἐπὶ τῶν ἄλλων κινήσεων· οὐ γὰρ ἐπὶ μόνης τῆς φορᾶς, ἐφ’ ἧς ὡς ἐπὶ παραδείγματος ἐγύμνασε τὸ ἀξίωμα, ἀληθής, φησίν, ἐστὶν ὁ λόγος, ἀλλ’ ὁμοίως ἀληθὴς καὶ ἐπὶ τῶν ἄλλων κινήσεων τῆς τε ἀλλοιώσεως τῆς αὐξήσεως τε καὶ μειώσεως, καὶ ὅλως τῶν εἰς τὰ ἐναντία μεταβαλλουσῶν· οὐ γὰρ δὴ ἐπὶ τῆς γενέσεως καὶ φθορᾶς, ὡς μαθησόμεθα. τούτου οὖν ἀληθῶς ἠξιωμένου διὰ συνημμένου τινὸς τοιούτου δείκνυται τὸ προκείμενον, ὡς ἐπὶ παραδείγματος τῆς φορᾶς γινομένου τοῦ λόγου. εἰ γὰρ τὸ ἐπὶ τῆς εὐθείας κάτωθεν ἄνω φερόμενον, ὅταν ἄνω γένηται, μὴ ἡσυχάζῃ καὶ ἠρεμῇ, ἀλλὰ τῇ αὐτῇ ὁρμῇ συνεχῶς φέρηται κάτω, δῆλον ὅτι διὰ τὸ ἀξίωμα καὶ ὅτε ἤρχετο τῆς κάτωθεν κινήσεως τὴν ὁρμὴν ἐπὶ τὸ κάτω εἶχε, καὶ οὐ μόνον ὅτε γενόμενον ἄνω κινεῖται κάτω. τὸ δὴ ἀπὸ τοῦ κάτω κινούμενον, εἰ συνεχῶς κινεῖται, ἅμα τὴν ὁρμὴν ἔχει ἐπί τε τὸ ἄνω κινηθῆναι καὶ ἐπὶ τὸ κάτω. ἀλλὰ μὴν ἡ εἰς τὸ ἄνω τῇ εἰς τὸ κάτω ἐναντία· ἐξ ἐναντίων γάρ. τὸ ἄρα ἐπὶ τῆς εὐθείας κινούμενον, εἰ συνεχῶς κινεῖται, τὰς ἐναντίας κινεῖται· τοῦτο δὲ ἀδύνατον· ὥστε καὶ ᾧ τοῦτο ἠκολούθησε τὸ τὸ ἐπὶ τῆς εὐθείας κινούμενον συνεχῶς κινεῖσθαί τε καὶ ἀνακάμπτειν. λαβὼν δὲ τὸ μὲν Α τὴν ἀρχὴν τῆς εὐθείας, τὸ δὲ Γ τὸ πέρας, καὶ θεὶς τὸ συνεχῶς κινούμενον ἐπὶ τῆς εὐθείας ἀπό τε τοῦ Α ἐπὶ τὸ Γ, καὶ ἀπὸ τοῦ Γ ἐπὶ τὸ Α κινήσεσθαι ὁμοίως, καὶ συναγαγὼν ὅτι τὸ κινούμενον οὕτως ἅμα τὰς ἐναντίας κινήσεται, διὰ τί τοῦτο ἕπεται, ὑπέμνησεν εἰπὼν ἐναντίαι γὰρ αἱ κατ’ εὐθεῖαν. τοῦτο δέ, ἐπειδὴ ἀπὸ ἐναντίων· ἐναντία γὰρ ἀλλήλοις τὰ τῆς εὐθείας πέρατα, τὸ μὲν ἄνω τῷ κάτω, τὸ δὲ δεξιὸν τῷ ἀριστερῷ, τὸ δὲ ἔμπροσθεν τῷ ὄπισθεν· ταῦτα γὰρ οὐ μόνον κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν οὕτως ἔχει, ἀλλὰ τῇ αὑτῶν φύσει πρότερον ἐν τῷ κόσμῳ δείκνυται ὄντα, ὡς ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ διδασκόμεθα. ἕπεται δέ τι καὶ ἄλλο ἄτοπον τῷ τὸ ἐπ’ εὐθείας κινούμενον συνεχῶς κινεῖσθαι καὶ ἀνακάμπτειν. εἰ γὰρ τὸ κάτωθεν κινούμενον ἀπὸ τοῦ Α ἐπὶ τὸ κάτω πάλιν τὸ Α συνεχῶς καὶ καθ’ ὁρμὴν οἰκείαν ἐνεχθήσεται, ἐπὶ τὸ γενέσθαι ἐν ᾧ ἐστι κινηθήσεται· τοῦτο δὲ ἄτοπον. οὐδὲν γὰρ κινεῖται διὰ τὸ γενέσθαι ἐν ᾧ ἐστι. τὸ γὰρ κινούμενον ποθέν ποι κινεῖται. εἶτα καὶ τρίτον ἄλλο ἄτοπον ἐπάγει τῷ συνεχῶς κινεῖσθαι τὰ ἐπὶ τῆς εὐθείας ἀνακάμπτοντα, τὸ μεταβάλλειν τι ἐκ τούτου, ἐν ὧ οὐδέπω ἐστίν. εἰ γὰρ τὸ φερόμενόν ποι εὐθὺ τῷ τῆς. κινήσεως ἄρξασθαι ἐπ’ ἐκεῖνο φέρεται, ἐφ’ ὃ ἐλεύσεται τὸ κάτωθεν κινούμενον, εὐθὺς ἂν κινοῖτο οὐ μᾶλλον τὴν εἰς τὸ ἄνω ἢ τὴν ἐπὶ τὸ κάτω· ἀλλὰ ἡ κάτω γινομένη κίνησις ἐκ τοῦ ἄνω γίνεται· κινηθήσεται ἄρα τὸ κάτωθεν κινούμενον καὶ ἐκ τοῦ ἄνω, ἐν ᾧ οὔπω ἐστίν· οὐ γὰρ ἐξ ἄλλου τινὸς ἡ εἰς τὸ κάτω φορά· ὠὰ μὴν ἀδύνατον τὸ ποθὲν κινούμενον ἐκεῖθεν κινεῖσθαι μὴ ὂν ἐν ἐκείνῳ, ἐξ οὗ ἐκείνην τὴν κίνησιν κινήσεται. εἰ γάρ τις αὐτὸ λέγοι τότε τὴν κάτω κινεῖσθαι, ὅταν ἐν τῷ ἄνω γένηται, ὁμολογήσει αὐτὸ πρῶτον ἐν τῷ ἄνω γίνεσθαι· γινόμενον δὲ ἐν τῷ ἄνω καὶ ἀπογίνοιτο ἄν ἀπ’ αὐτοῦ, οὕτω δὲ οὐκέτι ἄν κινοῖτο συνεχῶς. Ἀλλ’ ἐρεῖ τις ἴσως ἐνιστάμενος, ὅτι κατὰ τοῦτον τὸν λόγον, οὐδὲ κάτωθεν ἄνω κινούμενον συνεχῶς κινήσεται· τὸ γὰρ κάτωθεν ἀρχόμενον ἐπὶ τὸ ἄνω κινεῖσθαι δεῖ πρῶτον ἐπὶ τὸ μέσον ἐνεχθῆναι, εἶθ’ οὕτως ἀπὸ τοῦ μέσου ἐπὶ τὸ ἄνω, ὥστε ἀπὸ τοῦ ἐν ᾧ οὕπω ἐστὶ κινεῖται· οὐδὲ τοῦτο ἄρα συνεχῶς κινήσεται καίτοι μὴ ἀνακάμπτον. ἀλλὰ ῥητέον, ὅτι πρῶτον μὲν ἡ ἄνω κίνησις οὐκ ἀπὸ τοῦ ἡμίσεως ἢ μέσου λέγεται γίνεσθαι, ἀλλὰ κάτωθεν, ἔπειτα οὐ δεῖ τὸ συνεχῶς εἰς τὸ ἄνω κινούμενον ἐν· τῷ ἡμίσει γενέσθαι· γινόμενον γὰρ ἐκεῖ ἀνάγκη καὶ ἀπογίνεσθαι καὶ ἐνεργείᾳ τὸ ἥμισυ διαιροῦν μεταξὺ ἠρεμεῖν· ἀλλ’ εἶναι μὲν ῥηθήσεται κατὰ τὸ ἥμισυ τὸ κινούμενον συνεχῶς ἐπὶ τὸ ἄνω, οὐ μέντοι γίνεσθαι, ἐν μέντοι τῷ ἄνω ἀνάγκη πρότερον γίνεσθαι τὸ ἐπὶ τὸ κάτω κινεῖσθαι μέλλον. οὐ γὰρ | ἁπλοῦ τινος ἡ ἐπὶ τὸ κάτω κίνησις, ὥστε ἐν ᾧ οὔπω γέγονεν ὀφεῖλον γενέσθαι ἐκ τούτου ἂν ἤδη κινοῖτο. εἰ οὖν ταῦτα ἀδύνατα τό τε ἅμα τὰς ἐναντίας κινεῖσθαι καὶ τὸ ἐπὶ τὸ γενέσθαι ἐν ᾧ ἐστι κινεῖσθαι. καὶ τρίτον τὸ ἐκ τούτου κινεῖσθαί τι ἐν ᾧ οὔπω ἐστί· ταῦτα δὲ ἕπεται τῷ συνεχῆ λέγοντι τὴν τῆς εὐθείας ἀδύνατον συνεχῆ αὐτὴν εἶναι. ὁ δὲ Ἀλέξανδρος καὶ ταύτην ταῖς εἰρημέναις προστίθησι τὴν ἐπιχείρησιν οὐκ ἀπὸ τοῦ αὐτοῦ ἀξιώματος ὁρμωμένην· “εἰ γὰρ ἀδύνατον, φησί, τῇ κατὰ φύσιν κινήσει τὴν παρὰ φύσιν εἶναι συνεχῆ καὶ μίαν, τῷ δὲ ἐπὶ τῆς εὐθείας κινουμένῳ καὶ ἀνακάμπτοντι ἀνάγκη, εἰ τὴν ἑτέραν κινεῖται κατὰ φύσιν, τὴν ἑτέραν παρὰ φύσιν κινεῖσθαι, οὐκ ἔστι δὴ συνεχὴς ἡ ἐκ τῆς κατὰ φύσιν καὶ παρὰ φύσιν συγκειμένη.” p. 264a21 Ἔτι καὶ ἐκ τῶνδε φανερὸν καθ’ ὅλου μᾶλλον ἕως ὅτι οὐκ ἔσται συνεχὴς ἡ κίνησις. Πρότερον μὲν ἐπὶ τῆς κατ’ εὐθεῖαν φορᾶς ἐποιεῖτο τὸν λόγον, εἶτα ἐπὶ πάσης τῆς κυρίως κινήσεως, ἐφ’ ἧς ἐξ ἐναντίου εἰς ἐναντίον ἡ μετα- βολὴ γίνεται, κἄν ἐπὶ παραδείγματος καὶ τότε τῆς εὐθείας ὁ λόγος προῄει. νῦν δὲ καθολικώτερον ἐπὶ πά σὴς μεταβολῆς ἡ ἀπόδειξις γίνεται τῆς καὶ τὴν γένεσιν περιεχούσης καὶ τὴν φθοράν· τῇ γὰρ στερήσει προσχρῆται, ὡς πάντων τῶν μεταβαλλόντων εἴτε κατὰ τόπον εἴτε κατὰ ποιότητα ἡ ποσότητα ἢ κατ’ οὐσίαν ἐκ τῆς οἰκείας γινομένων στερήσεως. εἰκότως οὖν καθόλου μᾶλλον εἶπεν ἐρεῖν περὶ πάσης κινήσεως, τουτέστι περὶ πάσης μεταβολῆς. πᾶν γὰρ τὸ μεταβάλλον εἴς τι, ὃ μὴ πρότερον ἦν, ἐκ τοῦ μὴ τόδε καὶ ἐκ τῆς οἰκείας στερήσεως εἰς τὸ εἶναι τόδε τι μεταβάλλει, ὡς ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας ἐδείχθη. ὁ δὲ λόγος ἐστὶν αὐτῷ τοιοῦτος· λαβὼν ὅτι τὰ μὴ ἀιδίως ἀλλὰ ποτὲ κινούμενα τῶν εἰρημένων τινὰ κινεῖται κινήσεων ἐκ τῶν ἀντικειμένων εἰς τὰ ἀντικείμενα (ἢ γὰρ κατὰ γένεσιν καὶ φθορὰν ἢ κατὰ αὔξησιν καὶ μείωσιν ἢ κατὰ ἀλλοίωσιν ἢ κατὰ τὴν ἐπ’ εὐθείας φοράν· δῆλον δὲ ὅτι μὴ ἀεὶ κινούμενα καὶ ἠρεμεῖ ποτε τῶν ἠρεμιῶν τινα, αἵτινές εἰσιν ἐν τοῖς ἀντικειμένοις γινόμεναι τῶν ἐφ’ ἃ κινεῖται τὰ κινούμενα· οὔτε γὰρ κίνησις ἄλλη παρ’ ἐκείνας ἐστὶν οὕτε ἠρεμία παρὰ ταύτας), συλλογίζεται οὖν, ὅτι τὸ μὴ ἀιδίως κινούμενον ἢ τῶν εἰρημένων τινὰ κινήσεων κινεῖται ἢ τῶν· ἀντικειμένων τινὰ αὐταῖς ἠρεμιῶν ἠρεμεῖ. τὸ δὲ κινούμενον τῶν εἰρημένων τινὰ κινήσεων μὴ ἀιδίων πρὸ τοῦ κινεῖσθαι αὐτὴν ἠρεμεῖν ἀνάγκη τὴν μεταξὺ ταύτης τε τῆς κινήσεως καὶ τῆς ἀντικειμένης αὐτῇ ἠρεμίαν· τὸ δὲ μεταξὺ ἠρεμοῦν οὐ κινεῖται συνεχῆ κίνησιν· καὶ οὕτω μὲν καθολικῶς ἐπὶ πάσης μεταβολῆς ἀποδέδεικται τῆς ἐκ στερήσεως γινομένης. λοιπὸν δὲ τῇ κατ’ εὐθεῖαν ἀνακαμπτούσῃ φορᾶ, περὶ ἧς προέκειτο δεικνύναι, ὅτι οὐκ ἔστι συνεχής, ἐφαρμόττει τὸν λόγον. εἰ γὰρ ἐναντίαι μὲν αἱ κατ’ εὐθεῖαν κινήσεις, ἡ ἀπὸ τοῦ ἄνω ἐπὶ τὸ κάτω τῆ ἀπὸ τοῦ κάτω ἐπὶ τὸ ἄνω, ἤτοι ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ τῇ ἀπὸ τοῦ Γ ἐπὶ τὸ Α, καὶ διὰ τοῦτο οὐ δυνατὸν ἅμα ἀμφοτέρας κινεῖσθαι τὸ κινούμενον ἀπὸ τοῦ Γ ἐπὶ τὸ Α, ἀνάγκη πρότερον ἠρεμῆσαι πρὸς τῷ Γ· αὕτη γὰρ ἦν ἡ ἀντικειμένη ἠρεμία τῇ ἀπὸ τοῦ Γ κινήσει, μεταξὺ τῶν δύο κινήσεων οὖσα καὶ διακόπτουσα αὐτῶν τὴν συνέχειαν. δῆλον οὖν ὅτι οὐκ ἔστι συνεχὴς ἡ κατ’ εὐθεῖαν κίνησις. ἡ μὲν οὖν ὅλη ἀπόδειξις τοῦ λόγου τοιαύτη. Εἰπὼν δὲ τὸ δὲ μὴ ἀεὶ κινούμενον τήνδε τὴν κίνησιν, πῶς χρὴ λαμβάνειν τήνδε τὴν κίνησιν ἐξηγήσατο διὰ τοῦ λέγω δὲ ὅσαι ἕτεραι τῷ εἴδει, καὶ μὴ εἴ τι μόριον ἔσται τῆς ὅλης. τὸ γὰρ τὴν ἐπὶ τὸ ἄνω κίνησιν κινούμενον, ἥτις τῷ εἴδει τῆς ἐπὶ τὸ κάτω διαφέρουσα καὶ ἀντικειμένη αὐτῇ οὐ δύναται μίαν συνεχῆ μετ’ αὐτῆς ποιεῖν, ἀνάγκη πρὸ τῆς ἐπὶ τὸ ἄνω κινήσεως τὴν ἐναντίαν τῇ κινήσει ταύτῃ ἠρεμίαν ἠρεμεῖν τὴν ἐν τῷ κάτω· οὐ μέντοι τὸ μόριόν τι τῆς ἐπὶ τὸ ἄνω κινήσεως τὸ πρὸς τὸ ἄνω κινούμενον, πρὸ τοῦ ἐκεῖνο κινεῖσθαι ἠρεμεῖν ἀνάγκη. τὸ γὰρ κινούμενον τὸ πρὸ αὐτοῦ μόριον δυνάμει καὶ τοῦτο ἐκινεῖτο, καὶ ἑνὸς ὄντος τοῦ ἀμφοῖν εἴδους οὐδὲν κωλύει συνεχῆ τὴν ἐξ ἀμφοῖν κίνησιν, καὶ διὰ τοῦτο μὴ προηρεμεῖν, ὡς τὸ τὴν ἑτέραν τῷ εἴδει κινούμενον πρὸ τοῦ ταύτην κινεῖσθαι ἀναγκαῖον ἦν ἠρεμεῖν, ὅτι μὴ οἷόν τε τὰς ἀντικειμένας μίν συνεχῆ ποιεῖν ὥσπερ τὰς κατὰ μόρια διαφερούσας· αὗται γὰρ ὑπὸ ἠρεμίας οὐ διακόπτονται. διὸ καὶ τὰ συνεχῆ καὶ ἀίδιον κίνησιν κινούμενα κατ’ ἄλλο μὲν αὐτῆς ἀεὶ καὶ ἄλλο μόριον κινοῦνται, τοῦ δὲ εἴδους τοῦ αὐτοῦ ὄντος οὐκ ἀναγκάζονται πρὸ τοῦ τὴν κίνησιν ἐκείνην κινεῖσθαι ἠρεμεῖν τὴν ἀντικειμένην ἠρεμίαν τῇ κινήσει, ἣν κινοῦνται ὥσπερ τὰ μὴ τὰς κτὰ μόριον, ἀλλὰ τὰς κατ’ εἶδος διαφερούσας κινούμενα. εἰ γὰρ κινητὸν ἦν τήνδε τὴν κίνησιν <καὶ> μὴ ἐκινεῖτο αὐτήν, ἐν τῇ ἄν αὐτῆς ἦν· στέρησις δὲ ἡ ἠρεμία, ἐξ ἧς ἡ εἰς τὴν κίνησιν ἐκείνην μεταβολή· πᾶν γὰρ τὸ μεταβάλλον εἴς τι, ὃ μὴ πρότερον ἦν, ἐκ τοῦ μὴ τόδε μεταβάλλει. καὶ | τὸ εἰς τήνδε ἄρα τὴν κίνησιν μεταβάλλον, ἣν οὐκ ἐκινεῖτο πρότερον, ἐκ στερήσεως ἄν εἰς αὐτὴν μεταβάλλοι· στέρησις δὲ ἡ ἐν τῷ ἀντικειμένῳ ἠρεμία. τὸ γὰρ εἰς τὸ λευκὸν μεταβάλλον ἀπὸ τοῦ μέλανος πρὸ τοῦ μεταβάλλειν εἰς τὸ λευκὸν ἀνάγκη ἐν τῷ μέλανι, ἐξ οὗ μεταβάλλει εἰς τὸ λευκόν, ἠρεμεῖν· κἂν γὰρ ἐναντίον τὸ μέλαν τῷ λευκῷ, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις τὸ χεῖρον ἀεὶ τὸν τῆς στερήσεως ἔχει λόγον. p. 264b1 Ἔτι δὲ καὶ ὅδε ὁ λόγος μᾶλλον οἰκεῖος ἕως τοῦ τριῶν γὰρ ἔσται ὁ αὐτὸς χρόνος. Δείξας, ὅτι μὴ ἔστι συνεχὴς ἡ ἐπ’ εὐθείας κίνησις διὰ κοινοτέρων ἐπιχειρήσεων, ἃς καὶ λογικωτέρας ἐκάλεσε, νῦν πάλιν τὸ αὐτὸ δι’ οἰκειοτέρων ἐπαγγέλλεται δεικνύναι, τουτέστιν ἐκ τῶν καθ’ αὑτὸ ὑπαρχόντων· τὰ γὰρ καθ’ αὑτὸ ὑπάρχοντά τινι οἰκεῖα αὐτῷ ἐστι· τῶν δὲ καθ’ αὑτὸ ὑπαρχόντων τῇ κινήσει τὸ εἶναι αὐτὴν ἐν χρόνῳ καὶ τὸ μεταβεβληκὸς εἴς τι ἅμα τε μεταβεβηλκέναι, εἰς ὃ μετέβαλεν, καὶ ἀπολελοιπέναι ἐκεῖνο, ἐξ οὗ μετέβαλεν· καθ’ αὑτὸ δὲ καὶ τὸ τῶν νῦν μεταξὺ εἶναι χρόνον. διὰ τούτων οὖν μέλλων τὴν δεῖξιν ποιεῖσθαι εἰκότως δι’ οἰκείων μᾶλλόν φησι τὴν νῦν δεῖξιν ἔσεσθαι. αἱ γὰρ πρὸ ταύτης ἐπιχειρήσεις αὐτῷ ἐκ τῶν ἐναντίων καὶ τῶν ἀντικειμένων ἐγένοντο κοινῶν ὄντων πρὸς πλείω· διὸ καὶ καθολικωτέρας ἔλεγεν αὐτάς. καὶ ταύτην μέντοι τὴν ἐπιχείρησιν ἐκ τῶν καθ’ αὑτὰ μὲν ὑπαρχόντων τῇ κινήσει ποιεῖται, ἐπὶ πασῶν δὲ ἁρμόζουσαν τῶν κινήσεων. διόπερ ὡς ἐπὶ ἀλλοιώσεως αὐτὴν ποιεῖται. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ συνεχὴς ἡ ἀπὸ τῶν ἐναντίων εἰς τὰ ἐναντία κίνησις, ἅμα ἔφθαρταί τε ἐκεῖνο, ἐξ οὗ ἡ μεταβολή, καὶ γέγονε τὸ εἰς ὃ ἡ μεταβολὴ ἐν τῷ αὐτῷ νῦν· ὥστε ἅμα ἔφθαρται τὸ οὐ λευκὸν καὶ γέγονε λευκόν. εἰ οὖν συνεχὴς ἡ ἀνάκαμψις, ἅμα ἂν εἴη εἴς τε τὸ λευκὸν μεταβεβληκὸς καὶ ἐκ τοῦ λευκοῦ εἰς τὸ οὐ λευκόν. ὥστε τρία ταῦτα ἐν τῷ αὐτῷ νῦν, ὃ χρόνον εἶπεν λέγων τριῶν γὰρ ἔσται ὁ αὐτὸς χρόνος, ἥ τε φθορὰ τοῦ οὐ λευκοῦ καὶ ἡ τοῦ λευκοῦ γένεσις καὶ ἡ ἐκ τοῦ λευκοῦ [ἡ] εἰς τὸ οὐ λευκὸν μεταβολή· ὥστε εἴη ἄν τὸ αὐτὸ λευκόν τε καὶ ἀποβεβληκὸς ἤδη τι τοῦ λευκοῦ· τοῦτο γὰρ ἐκ λευκοῦ μεταβάλλειν. εἰ δὲ διὰ τὸ μὴ συμβῆναι τοῦτο τὸ ἄτοπον μὴ λέγοιμεν ἐν τῷ αὐτῷ νῦν εἰς λευκὸν μεταβεβληκέναι καὶ ἐκ λευκοῦ, ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ, ἔσται τις χρόνος ἐν μέσῳ καὶ ἠρεμία, καὶ οὐκέτι συνεχὴς ἡ κίνησις. εἰ οὖν τὰ μὲν ἐξ ἀνάγκης ἐν τῷ αὐτῷ νῦν ἐστιν, ἥ τε φθορὰ τοῦ οὐ λευκοῦ καὶ ἡ γένεσις τοῦ λευκοῦ, τὰ δὲ διὰ τὴν ὑπόθεσιν, ὅτι κεῖται συνεχὴς ἡ κίνησις, ἅμα ἔσται, τὸ λευκὸν καὶ ἡ ἐκ τοῦ λευκοῦ εἰς τὸ οὐ λευκὸν μεταβολή, ἔσται τὰ τρία ἐν τῷ αὐτῷ νῦν φθορὰ οὐ λευκοῦ, γένεσις λευκοῦ, μεταβολὴ ἐκ λευκοῦ εἰς οὐ λευκόν. οὕτω δὲ ἄν γίνοιτο ἡ ἐκ τοῦ οὐ λευκοῦ μεταβολὴ εἰς τὸ οὐ λευκὸν γινομένη μιᾶς οὔσης καὶ συνεχοῦς τῆς κινήσεως, καὶ τὸ ἐφθαρμένον εἰς ἑαυτὸ μεταβάλλον· τὸ γὰρ οὐ λευκὸν ἐφθαρμένον ἐν τῷ οὐ λευκῷ πάλιν εἰς τὸ οὐ λευκὸν μεταβάλλει οἷον τὸ μέλαν εἰς τὸ μέλαν· οὐδὲν δὲ ἐξ οὗ μεταβάλλει εἰς ἐκεῖνο μεταβάλλει. οἰκειοτέρα οὖν αὕτη τῶν προτέρων ἡ δεῖξις, ὅτι ἐκεῖ μὲν τὸ ἄτοπον συνήγετο περὶ τὸ ἐναντίας εἶναι τὰς κινήσεις, ἐνταῦθα δὲ παρὰ τὸ ἐν τῷ αὐτῷ νῦν ἅμα ποιεῖν τι μεταβεβληκός τε ἔκ τινος εἴς τι, καὶ ἐκ τούτου πάλιν εἰς τὸ ἐξ οὗ μετέβαλεν εἰς αὐτό· ὅσῳ οὖν οἰκειότερον κινήσει χρόνος τῶν ἐναντίων, τοσούτῳ καὶ ἡ δεῖξις ἥδε τῶν πρὸ αὐτῆς. p. 264b6 Ἔτι οὐκ εἰ συνεχὴς ὁ χρόνος, καὶ ἡ κίνησις ἕως τοῦ οἷον λευκότητος καὶ μελανίας. Τοῦτο πρόσκειται παραμυθούμενον ἡμῶν τὴν φαντασίαν τὴν ἀπὸ τῆς τοῦ χρόνου συνεχείας καὶ τὰς ἐν χρόνῳ οὔσας κινήσεις συνεχίζουσαν. οὐ γὰρ εἴ τι ἐν συνεχεῖ ἐστιν, ἀνάγκη καὶ αὐτὸ συνεχὲς εἶναι, ἐπεὶ οὕτω γε πάντα τὰ ἐν χρόνῳ, κἄν πλεῖστον ἀλλήλων ἀφεστήκῃ κἄν ἀνομοιότατα ᾖ, συνεχῆ ἔσται ὁ γὰρ πᾶς χρόνος συνεχής)· ἀλλ’ οὐκ ἀνάγκη. οὐδὲ γὰρ τὰ ἐν ἀγγείῳ ὄντα συνεχῆ ἀνάγκη εἶναι, κἄν τὸ ἀγγεῖον συνεχὲς ᾖ. ὁ μὲν οὖν χρόνος συνεχής, αἱ δὲ κινήσεις αἱ ἐν αὐτῷ αἱ εἰς τὰ ἐναντία καὶ ἐξ ἐναντίων συνεχεῖς μὲν οὐκ ἄν εἶεν ἀλλήλαις, ἐφεξῆς δέ· ἦν γὰρ ταῦτα ἐφεξῆς, ὧν μηδὲν ἦν μέσον συγγενές. τῶν δὲ εἰς τὰ ἀντικείμενα κινήσεων μεταξὺ κίνησις μὲν οὐκ ἔστιν, ἠρεμία δὲ, ἥτις οὐκ ἔστιν ὁμοειδὴς τῇ κινήσει. ὥστε αἱ οὕτω γινόμεναι κινήσεις οὐ συνεχεῖς μέν, ἐφεξῆς δὲ ἀλλήλαις. ὅτι δὲ μὴ οἷόν τε συνεχῆ καὶ μίαν κίνησιν εἶναι τὰς ἐναντίας, ἐκ τοῦ ὁρισμοῦ τῶν συνεχῶν ἔδειξε· συνεχῆ γὰρ ἦν ταῦτα, ἃ πρὸς ἕνα κοινὸν ὅρον συνήπτετο καὶ ὧν τὰ πέρατα ἓν ἦν· τῶν δὲ ἐναντίων οὐκ ἔστι κοινὸς ὅρος, οὐδὲ οἷόν τε τὰ ἔσχατα τῶν ἐναντίων, καθ’ ἃ συναφθήσονται, ἓν εἶναι· ἐναντία γὰρ ἀλλήλοις καὶ τὰ ἔσχατα τῶν ἐναντίων· τὰ δὲ ἐναντία οὐχ ὅν. πῶς γὰρ ἄν εἴη, φησί, τὰ τῆς λευκότητος καὶ μελανίας ἔσχατα ἓν καὶ τὸ αὐτό, ὥστε τὰ ἐναντία, ὧν καὶ τὰ πέρατα ἐναντία, οὐκ ἔσται συνεχῆ ἀλλήλοις; “δύναται δέ τις, φησὶν ὁ Ἀλέξανδρος, τὸ ἔσχατον τῶν ἐναντίων τὸ πέρας τοῦ ὅλου συνεχοῦς ἀκούειν· μιᾶς γὰρ καὶ συνεχοῦς κινήσεως ἓν πέρας ἔσται, ὥστε τὸ λευκαινόμενον καὶ τὸ μελαινόμενον ἓν ἄν ἔχ’ οἱ πέρας. τί δὲ ἄν γένοιτο τοῦτο; οὔτε γὰρ τὸ μέλαν, ὅτι μὴ τῆς λευκάνσεως τοῦτο πέρας ἦν, οὔτε τὸ λευκόν (οὐδὲ γὰρ οἷόν τε τοῦτο πέρας εἶναι τῆς μελάνσεως), ἀλλ’ οὐδὲ μῖγμά τι ἐξ ἀμφοῖν, ὅτι μὴ ἅμα ἀμφοτέρας ἐκινεῖτο.| p. 264b9 Ἡ δὲ ἐπὶ τῆς περιφεροῦς ἔσται μία καὶ συνεχής ἕως τοῦ καὶ μηδένα χρόνον διαλείπειν. Δείξας, ὅτι οὐδὲ αἱ ἄλλαι παρὰ φορὰν μεταβολαὶ δύνανται εἶναι συνεχεῖς οὐδὲ τῆς φορᾶς ἡ κατ’ εὐθεῖαν διὰ τὰ ἑπόμενα ἀδύνατα, συνεχῆ τινα τούτων ὑποτιθεμένων, λέγει ὅτι μόνη ἡ κυκλοφορία δύναται μία καὶ συνεχὴς εἶναι, εἴπερ μηδὲν ἀδύνατον ἕπεται τιθεμένης αὐτῆς. εἰ γὰρ τὰς ἄλλας κινήσεις μὴ οὔσας συνεχεῖς ἐδείκνυμεν διὰ τὸ ἀδύνατα ἀκολουθεῖν τῷ συνεχῆ τινα ἐκείνων τιθέντι, εἰ μηδὲν ἀδύνατον ἕπεται συνεχοῦς τῆς κυκλοφορίας τεθείσης θαρροῦντας χρὴ ταύτην συνεχῆ νομίζειν. τὸ γὰρ κύκλῳ κινούμενον ἀπὸ τοῦ Α ἀρξάμενον καὶ ἐπὶ τὸ Α πάλιν φερόμενον κατὰ τὴν αὐτὴν ὁρμήν τε καὶ ῥοπήν, οὐκ ἐπὶ ἐναντίον τι τῷ Α πρῶιον ἔρχεται, ὡς ἐπὶ τῆς κατ’ εὐθεῖαν κινήσεως ἐδείκνυτο, καὶ διὰ τοῦτο τὴν ἐξ ἐναντίων συγκειμένην μίαν εἶναι καὶ συνεχῆ ἀδύνατον ἦν ἐπ’ ἐκείνης· τὸ δὲ κύκλῳ κινούμενον οὔτε ἐναντίας οὔτε ὅλως ἀντικειμένας κινεῖται κινήσεις ἐν τῇ περιφορᾷ. οὔτε γὰρ μόριόν τι τῆς ἀπὸ τοῦ Α ἐπὶ τὸ Α μορίῳ τινί ἐστιν ἐναντίον οὔτε ὅλη ἡ ἀπὸ τοῦ Α κίνησις ἐπὶ τὸ Α ὅλῃ τῇ ἀπὸ τοῦ Α ἐπὶ τὸ Α ἐστὶν ἐναντία οὐδὲ ἀντικειμένη ὅλως. καὶ δείκνυσι, τίνες εἰσὶν αἱ ἐν φορᾷ ἐναντίαι τε καὶ ἀντικείμεναι κινήσεις· οὐδὲ γὰρ ἀπλῶς ἡ ἀπὸ τοῦ Α τῇ ἐπὶ τὸ Α ἐστὶν ἐναντία ἢ ἀντικειμένη (καὶ γὰρ ἡ κυκλικὴ οὕτως ἐπιτελεῖται), ἀλλ’ ἔστιν ἡ ἀπὸ τοῦ Α τῇ ἐπὶ τὸ Α ἐναντία, ὅταν ἐπ’ εὐθείας γίνηται· ἐναντία γὰρ τὰ κατὰ διάμετρον· ταῦτα γὰρ πλεῖστον ἀλλήλων ἀφέστηκε, καὶ τὰ ἀπὸ τῶν κατὰ διάμετρον κινούμενα καὶ ἐπ’ αὐτὰ πάλιν ὡς ἀπὸ ἐναντίων καὶ ἐπὶ ἐναντία [ἐναντία] ἐναντίας κινεῖται κινήσεις. εἰ γάρ ἐστι πέρατα τῆς διαμέτρου τό τε Α καὶ τὸ Β, ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β κίνησις τῇ ἀπὸ τοῦ Β ἐπὶ τὸ Α ἐναντία ἐστί. διάμετρον δὲ λέγει τὴν τοῦ κύκλου τὴν εὐθεῖαν καὶ ὡς ἐν τῷ κύκλῳ παραδεικνύς, καὶ ὅτι τῆς διαμέτρου τὰ πέρατα πλεῖστον ἀλλήλων διέστηκε. διὸ καὶ ἐναντίαι ἐπὶ τῆς διαμέτρου ἀνάπαλιν γινόμεναι. ἀντικειμένη δέ, φησίν, ἔστιν ἡ κατὰ τὸ αὐτὸ μῆκος· αἱ μὲν γὰρ ἐπὶ τῆς διαμέτρου ἐναντίαι διὰ τὸ πλεῖστον ἀλλήλων διεστηκέναι· ὁμοίως δὲ καὶ αἱ τὸ ἄνω καὶ κάτω πέρας ὁρίζουσαι καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν τὰ κατὰ φύσιν ὡς ἀπὸ ἐναντίων τῶν κατὰ τόπον καὶ ἐπὶ ἐναντία γινόμεναι κινήσεις ἐναντίαι εἰσί, τὰ δὲ ἐπ’ ἄλλης τινὸς εὐθείας τῆς τυχούσης, ἀνακάμπτοντα μέντοι, ἀντικειμένας κινήσεται κινήσεις, εἰ καὶ μὴ ἐναντίας· ὡς γὰρ ἀπ’ ἀρχῆς ἐπὶ πέρας ἢ ὡς ἀπὸ πέρατος ἐπ’ ἀρχὴν ἢ ὅτι τὸ μὲν ὡς πρὸς ἡμᾶς ἄνω, τὸ δὲ ὡς πρὸς ἡμᾶς κάτω, καὶ τὸ μὲν δεξιὸν πρὸς ἡμᾶς, τὸ δὲ ἀριστερόν, καὶ τὸ μὲν ὡς πρὸς ἡμᾶς ἔμπροσθεν, τὸ δὲ ὄπισθεν. ἀντίκειται δὲ ταῦτα ὡς τὰ πρός τι, ὥστε πᾶσαι αἱ ἐπὶ τῶν τοιούτων εὐθειῶν ἀνακάμπτουσαι κινήσεις, εἰ καὶ μὴ ἐναντίαι, ἀλλ’ οὖν ἀντικείμεναί γε. ἐναντίας γὰρ μόνας τὰς ἀπὸ τῶν ἐναντίων εἶναί φαμὲν, ἐναντία δὲ τὰ κατὰ διάμετρον “ὡς πλεῖστον ἀλλήλων διεστῶτα”, φησὶν ὁ Ἀλέξανδρος. μήποτε δὲ ἐναντία πέρατα εὐθείας ἐστὶ καὶ τὰ τοὺς ἐναντίους τόπους ὁρίζοντα, ὡς πρότερον εἶπον· καὶ γὰρ τῆς ἐκ τοὐ κέντρου ἡμισείας οὔσης τῆς διαμέτρου ἐναντία τὰ πέρατα, διότι τὸ μὲν ἄνω τὸ δὲ κάτω ἐστί. “δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, ἀντικειμένην τὴν κατὰ τὸ αὐτὸ μῆκος λέγειν, κἄν μὴ ἐπ’ εὐθείας γένηται· ἄν γὰρ ἀπό τινος σημείου ἐπί τι σημεῖον πλείους ἐπιζευχθῶσι γραμμαὶ μὴ οὖσαι εὐθεῖαι (μία γὰρ ἡ ἀπὸ ἑνὸς σημείου ἐφ’ ἓν εὐθεῖα), ἔσται τὰ ἐπὶ τῶν γραμμῶν τούτων κινούμενα ἀνάπαλιν οὐκ ἐπ’ εὐθείας μὲν ἀντικινούμενα, ἐπὶ δὲ τοῦ αὐτοῦ μήκους. αἱ οὖν ἐπὶ τῶν τοιούτων γραμμῶν ἀντικινήσεις οὐκ ἐναντίαι μέν, ὅτι ἐπὶ τῆς εὐθείας αἱ ἐναντίαι, ἀντικείμεναι δέ, ὅτι ἀλλήλας ἀνθιστῶσι καὶ ἀλλήλων εἰσὶν ἀναιρετικαί.” εἰ τοίνυν τὰ μὲν ἐπ’ εὐθείας κινούμενα καὶ ἀνακάμπτοντα, ἢ ἐναντίας κινεῖται κινήσεις ἢ ἀντικειμένας, οὔτε δὲ τὰς ἐναντίας οὔτε τὰς ἀντικειμένας συνεχεῖς ἀλλήλαις εἶναι δυνατόν, οὐκ ἄν αἱ ἐπ’ εὐθείας ἀνακάμπτουσαι συνεχεῖς εἶεν, τὴν δὲ κύκλῳ ἐπὶ τοῦ αὐτοῦ οὐδὲν κωλύει συνεχῶς γίνεσθαι καὶ μηδένα διαλείπειν χρόνον. p. 264b18 Ἡ μὲν γὰρ κύκλῳ κίνησίς ἐστιν ἀφ’ ἑαυτοῦ εἰς ἑαυτό, ἡ δὲ κατ’ εὐθεῖαν εἰς ἄλλο. Δείξας διὰ τοῦ προτέρου ἐπιχειρήματος, ὅτι ἡ κύκλῳ κίνησις οὐ κω- λύεται εἶναι συνεχὴς διὰ τὸ μὴ ἐξ ἐναντίων ἢ ἀντικειμένων κινήσεων συγκεῖσθαι, ὥσπερ ἡ ἐπ’ εὐθείας, νῦν δείκνυσιν, ὅτι οὐδὲ κατ’ ἐνέργειάν ἐστί τι σημεῖον, ἐν ᾧ δεήσει γίνεσθαι καὶ ἀπογίνεσθαι καὶ μεταξὺ ἠρεμεῖν, ὡς ἐπὶ τῶν κατ’ εὐθεῖαν ἀνακαμπτόντων ἐδείκνυτο, καὶ τοῦτο ἓν αἴτιον τοῦ μὴ συνεχῶς κινεῖσθαι. ἡ μὲν γὰρ κύκλῳ κίνησις ἀπὸ τοὐ αὐτοῦ ἐπὶ τὸ αὐτὸ γινομένη οὐκ ἔχει τι σημεῖον ἐπὶ τοῦ κύκλου κατ’ ἐνέργειαν, ἐφ’ ὃ πρῶτον ὡρμημένον τὸ κινούμενον, ὡς πέρατι καὶ ἀρχῇ τῷ αὐτῷ χρήσεται καὶ μεταξὺ ἠρεμήσει. εἰ γὰρ ἔχει τι τοιοῦτον σημεῖον, οὐκ ἂν ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἐλέγετο κινεῖσθαι, ἀλλ’ ἐπ’ ἐκεῖνο, ἐν ᾧ ἔδει πρώτῳ γενέσθαι. ἡ δὲ ἐπὶ τῆς εὐθείας ἀπὸ τοῦ αὐτοῦ ἐπ’ ἄλλο γίνεται· ἐπὶ γὰρ τὸ πέρας τῆς εὐθείας τὸ ἀντικείμενον, ἐν ᾧ πρώτῳ ἀνάγκη αὐτὸ γενέσθαι ὡς ἐν πέρατι. καὶ ἀνακάμπτον ἀπ’ ἐκείνου ὡς ἀπ’ ἀρχῆς αὐτοῦ, κινεῖσθαι πάλιν ἐπὶ τὸν ἐξ ἀρχῆς τοὐ κινουμένου τόπον. τὸ γὰρ ἀπὸ τοῦ αὐτοῦ τὸ ἀπὸ τοῦ τόπου σημαίνει, ἐν ᾧ ἐξ | ἀρχῆς ἦν, καὶ τὸ εἰς αὐτὸ τὸ εἰς ἐκεῖνον τὸν τόπον, τὸ δὲ εἰς ἄλλο, τὸ εἰς ἄλλον τόπον, παρ’ ὃν ἐξ ἀρχῆς ἦν. p. 264b19 Καὶ ἡ μὲν ἐν τῷ κύκλῳ οὐδέποτε ἐν τοῖς αὐτοῖς ἕως τοῦ καὶ ἔστι μόνη τέλειος. Καὶ ἐκ τούτου τοὐ ἐπιχειρήματος δείκνυσι τὴν διαφορὰν τῆς κύκλῳ κινήσεως πρὸς τὴν κατ’ εὐθεῖαν, καθ’ ἣν διαφορὰν ἡ μὲν κύκλῳ κίνησις δύναται συνεχὴς εἶναι, ἡ δὲ κατ’ εὐθεῖαν οὐ δύναται. ἡ μὲν γὰρ ἐν τῷ κύκλῳ φησί, τουτέστιν ἡ κύκλῳ, οὐδέποτε ἐν τοῖς αὐτοῖς. καὶ προσυπακούει ὁ Ἀλέξανδρος τὸ ‘γίνεται’, ἵνα ᾖ· οὐδέποτε ἐν τοῖς αὐτοῖς γίνεται τῷ μηδὲ ἐνεργείᾳ τι εἶναι ἐν τῇ περιφερείᾳ σημεῖον, ἐν ᾧ γινομένη στήσεται, ἢ ὅλως γίνεται καὶ ἀπογίνεται, τὴν δὲ κατ’ εὐθεῖαν καὶ ἐπ’ εὐθείας πολλάκις ἐν τοῖς αὐτοῖς ἀνάγκη γίνεσθαί τε καὶ ἀπογίνεσθαι, ἕπεσθαι δὲ τῷ μὲν μηδέποτε ἐν τοῖς αὐτοῖς τὸ μὴ ἔχειν ἀνάγκην στῆναι, τῷ δὲ πολλάκις ἐν τοῖς αὐτοῖς γινόμενον <τὸ> ἀνάγκην ἔχειν ἐν ᾧ πάλιν καὶ πάλιν ἵστασθαι ἐν αὐτῷ· ἐν ᾧ γὰρ γίνεται κατ’ ἐνέργειαν, καὶ ἀπογίνεται ἀπ’ αὐτοῦ. μεταξὺ δὲ τοῦ γίνεσθαι καὶ ἀπογίνεσθαι στάσιν ἀνάγκη εἶναι, ὡς δέδεικται πρότερον. τὰ οὗν ἐπὶ τῆς εὐθείας ἀνακάμπτοντα δὶς ἐν τῷ αὐτῷ σημείῳ γίνεται τελευτῶντά τε καὶ πάλιν ἀρχόμενα, ὅταν τὸ αὐτὸ διάστημα δὶς ἐφεξῆς κινῆται παυόμενόν τε ἐπὶ τὸ σημεῖον, ἀφ’ οὗ ἀνακάμπτει, καὶ ἀρχόμενον ἀπ’ αὐτοῦ πάλιν· καὶ τοῦτο, ὁσάκις ἀνακάμπτει, ποιεῖ. διὸ ἡ μὲν ἀεὶ ἐν ἄλλῳ σημείῳ γινομένη δύναται συνεχὴς εἶναι, ἡ δὲ ἐν τῷ αὐτῷ πολλάκις γινομένη οὐ δύναται· ἵστασθαι γὰρ ἀνάγκη τὰ ἀνακάμπτοντα μεταξὺ τοῦ γίνεσθαι καὶ ἀπογίνεσθαι, καὶ μέντοι καὶ τὰς ἀντικειμένας κινεῖσθαι κινήσεις· οὔτε δὲ τὸ ἱστάμενον μεταξὺ οὔτε τὸ τὰς ἀντικεμένας κινούμενον συνεχῆ κίνησιν δύναται κινεῖσθαι. τὸ μὲν γὰρ συνεχῆ κίνησιν κινούμενον μίαν κινεῖται καὶ ἅπαξ, τὸ δὲ ἱστάμενον, εἶτα κινούμενον τοσαύτας καὶ τοσαυτάκις, ὁσάκις ἐκ στάσεως μεταβάλλει. ὅταν οὖν ἱστάμενόν τι πάλιν κινῆται ἐπὶ τοῦ αὐτοῦ ἀνακάμπτον, διότι μὲν ἵσταται πολλάκις κινεῖται, τῷ δὲ ἀνακάμπτον ἐπὶ τῆς αὐτῆς κινεῖσθαι πάλιν πολλάκις γίνεται τὴν αὐτὴν κινούμενον καὶ τοσαυτάκις, ὁσάκις ἀνακάμπτει. πῶς οὖν οὐχὶ καὶ ἡ κύκλῳ πολλάκις ἔσται κατὰ ταὐτά, εἴ γε πολλάκις περιφέρεται; ἢ οὐ τὸ πλεονάκις κατὰ ταὐτὸν γινόμενον εὐθέως ἤδη καὶ πολλάκις ταύτην κεκίνηται· ἀλλ’ ἄν κατὰ μίαν ὁρμὴν καὶ τάσιν καὶ ῥοπὴν συνεχῶς κινούμενον πλεονάκις κατὰ ταὐτὸ γίνηται, δυνάμει ὂν καὶ οὐκ ἐνεργείᾳ οὕτως, ὥστε τὸ αὐτὸ ἀρχὴν καὶ πέρας γίνεσθαι καὶ μὴ ἠρεμεῖν μεταξύ συνεχὴς ἡ κίνησις ἔσται· ἐὰν δὲ ἠρεμῆσαν μεταξὺ πάλιν κινῆται τὴν αὐτὴν ἀνάπαλιν ὡς ἐπὶ τῶν ἀνακαμπτόντων, εἴτε ἐπ’ εὐθείας εἴτε ἐπὶ περιφερείας, πλεονάκις κατὰ τὸ αὐτὸ γενήσεται τῷ μίαν ἑκάστην τῶν κινήσεων τῶν διαλαμβανομένων ὑπὸ τῶν ἠρεμιῶν ἰδίᾳ εἶναι πολλάς τε οὕτω τὸ κινούμενον κινεῖται κινήσεις καὶ πολλάκις. ὁσάκις γὰρ τὴν ὅλην, τοσαυτάκις καὶ τῶν μερῶν αὐτῆς ἕκαστον καθ’ ἑκάστην αὐτῶν ἅπαξ κινούμενον ἐπὶ τοῦ ὑποκειμένου· οὔτε γὰρ ὡς ἐπὶ ἑνὸς οὔτε μίαν ἐκινεῖτο μὴ συνεχῶς κινούμενον. εἰ δέ τις καὶ ἐπὶ τῶν συνεχῶν λέγοι τὸ πλεονάκις κατὰ τὸ αὐτὸ γενόμενον πολλάκις ἐπ’ αὐτοῦ κεκινῆσθαι, οὐ κυρίως ἄν λέγοι. οὐ γὰρ κυρίως πολλάκις τῷ μὴ πολλάς, ἀλλὰ μίαν τε καὶ συνεχῆ εἶναι ἐπὶ μιᾶς καὶ συνεχοῦς γινομένην· τὰ γὰρ τῶν συνεχῶν μέρη δυνάμει ἐστὶν ἐν τοῖς συνεχέσι καὶ οὐ διώρισται καθ’ αὑτά· διὸ οὔτε πολλὰς οὔτε πολλάκις, ὡς τὰ ἀνακάμπτοντα κινεῖται οὐ συνεχῶς, ἀλλ’ ἐφεξῆς. τὸ γὰρ ἀνακάμπτον ἐν ᾧ ἐπαύσατο ἀπὸ τούτου πάλιν ἄρχεται· ἀδύνατον δὲ τὸ οὕτω κινούμενον συνεχῶς κινεῖσθαι, ὡς δέδεικται. Δείξας δέ, ὅτι τὸ τὴν αὐτὴν πολλάκις κινούμενον ἀνάγκη τὰς ἀντικειμένας κινεῖσθαι κινήσεις ἀνακάμπτον καὶ μεταξὺ ἠρεμεῖν, ἐφιστάνει καλῶς, ὅτι οὐχὶ ἡ εὐθεῖα τούτου αἰτία, ἀλλὰ τὸ πεπερασμένον καὶ τὰ πέρατα ἐνεργείᾳ ἔχον. τοιγαροῦν καὶ ἐπὶ ἡμικυκλίου καὶ ἐπὶ ἄλλης ἡστινοσοῦν περιφερείας ἀρχὴν καὶ τέλος διωρισμένα κατ’ ἐνέργειαν ἐχούσης ἀνακάμπτειν ἀνάγκη τὰ ἐπιμόνως κινούμενα. μόνη δὲ ἡ κυκλικὴ ἅτε μὴ ἔχουσα ἀρχὴν καὶ πέρας κατ’ ἐνέργειαν διωρισμένα συνεχὴς εἶναι δύναται. τοιγαροῦν καὶ ἡ ἐπ’ εὐθείας, εἰ ἄπειρος ἦν ἡ εὐθεῖα, οὐδὲν ἐκώλυεν τὸ συνεχῶς ἐπ’ αὐτῆς τι κινεῖσθαι, ἀλλὰ διότι τὸ ἐπὶ τῆς πεπερασμένης ἀνακάμπτειν ἀνάγκη, καὶ ἅμα μὲν μεταξὺ ἠρεμεῖν, ἅμα δὲ τὰς ἀντικειμένας κινεῖσθαι, δι’ ἄμφω συνεχῆ τὴν τοιαύτην κίνησιν ἀδύνατον εἶναι. καὶ τὴν αἰτίαν αὐτὸς συντόμως ἐπήγαγεν τοῦ μὴ εἶναι συνεχῆ τὴν ἐπὶ τῆς πεπερασμένης εὐθείας. οὐ γὰρ συνάπτει, φησίν, ἐπ’ αὐτῆς τῇ ἀρχῇ τὸ πέρας, ὡς ἐπὶ τῶν κύκλῳ κινουμένων πᾶν τὸ ληφθὲν σημεῖον καὶ πέρας καὶ ἀρχή ἐστιν, ὡς κατὰ πᾶν τοῦ πέρατος καὶ τῆς ἀρχῆς συνημμένων διὰ τὸν κυκλισμὸν καὶ οὐ διωρισμένων ὡς ἐπὶ τῆς εὐθείας. κἄν γὰρ καὶ ἐπὶ τῆς εὐθείας τὸ πέρας καὶ ἀρχὴ γίνεται τῷ ἀνακάμπτοντι καὶ ἡ ἀρχὴ καὶ πέρας, ἀλλ’ οὐ συνῆπται ἡ ἀρχὴ τῷ πέρατι ἐπὶ τῆς εὐθείας οἷον τὸ Α τῷ Β, εἰ ταῦτα εἴη τῆς εὐθείας πέρατα. ἐν μέντοι τῷ κύκλῳ συνῆπται πρὸς ἄλληλα ἡ ἀρχὴ καὶ τὸ πέρας, διότι ὅθεν ἄν ἄρξηται τὸ κινούμενον ἐπὶ τοῦ κύκλου, εἰς τὸ αὐτὸ καταλήγει διελθὸν τὴν τοῦ κύκλου γραμμήν. διὰ τοῦτο δὲ καὶ μόνη τέλειος ἡ κύκλῳ, ὅτι οὐδὲν ἐκτὸς ἑαυτῆς ἀπολείπει, ὥσπερ ἡ πεπερασμένη εὐθεῖα, καὶ προσαυξηθῆναι δύναται, ὡς ἔχουσά τι ἐκτὸς ἑαυτῆς, ὁ δὲ κύκλος οὐ δέχεται προσαύξησιν. p. 264b28 Φανερὸν δὲ ἐκ ταύτης τῆς διαιρέσεως ἕως τοῦ ἀμφοτέρως γὰρ συμβαίνει ταὐτὰ κινεῖσθαι πολλάκις. Δείξας, ὅτι τὴν μὲν ἐπ’ εὐθείας κίνησιν οὐχ οἷόν τε συνεχῆ εἶναι, τὴν δὲ κύκλῳ δυνατόν, καὶ χρησάμενος πρὸς τοῦτο τῷ τὴν μὲν ἐπ’ εὐθείας πολλάκις ἐν τοῖς αὐτοῖς γίνεσθαι, τὴν δὲ κύκλῳ μηδέποτε ἐν τοῖς αὐτοῖς κατ’ ἐνέργειαν, λέγει ὅτι ἐκ ταύτης τῆς διαιρέσεως τῆς δεικνύσης τὸ μὲν ἀνακάμπτον πολλάκις ἐν τοῖς αὐτοῖς γινόμενον καὶ ἀρχὴν καὶ πέρας τὸ αὐτὸ ποιούμενον κατ’ ἐνέργειαν καὶ διὰ τοῦτο μεταξύ τε ἠρεμοῦν καὶ πλείονας καὶ ἀντικειμένας κινήσεις κινούμενον μὴ δύνασθαι συνεχῶς κινεῖσθαι, τὸ δὲ μὴ ἀνακάμπτον δύνασθαι, διὰ ταύτης οὖν φησι τῆς διακρίσεως δείκνυσθαι μὴ μόνας τὰς ἐπὶ τῆς εὐθείας καὶ τὰς ἐπὶ τοῦ ἡμικυκλίου καὶ ὅλως τὰς κατὰ γραμμὴν πεπερασμένην κινήσεις ἀνακαμπτόντων γίνεσθαι τῶν ἐπ’ αὐτῶν κινουμένων καὶ διὰ τοῦτο μὴ δύνασθαι συνεχῶς κινεῖσθαι, ἀλλὰ μηδὲ τῶν ἄλλων τινὰ τῶν κατὰ τὰ ἄλλα τῆς κινήσεως ἤτοι τῆς μεταβολῆς εἴδη γινομένων (ἔστι δὲ ταῦτα αὔξησις, μείωσις, γένεσις, φθορὰ) δυνατὸν συνεχῶς κινεῖσθαι. καὶ γὰρ ἐν πάσαις ταύταις, φησί, τὰ αὐτὰ συμβαίνει κινεῖσθαι πολλάκις καὶ τοσαυτάκις, ὁσάκις ὑπὸ ἠρεμίας ὁρίζονται. καὶ γὰρ ἐν τῇ ἀλλοιώσει, ὅταν ἐκ μέλανος εἰς λευκὸν μεταβάλλῃ καὶ πάλιν ἐκ λευκοῦ εἰς μέλαν καὶ τοῦτο πολλάκις, τὰ μεταξὺ τοῦ λευκαίνεσθαι καὶ μελαίνεσθαι πλείονα ὄντα ἠρεμίσματα καὶ ὁρίζοντα τὰς κινήσεις πλείονας καὶ ἐκείνας ποιεῖ· ἄλλη γὰρ κίνησις ἡ ἀπὸ τῆς ἀρχῆς τοῦ λευκαίνεσθαι ἕως τοῦ πέρατος καὶ ἄλλη ἡ ἀπὸ τῆς ἀρχῆς τοῦ μελαίνεσθαι ἕως τοῦ πέρατος, διότι καὶ ἠρεμία ἄλλη μὲν ἡ ἐν τῷ ἄλλη δὲ ἡ ἐν τῶ μεμελάνθαι. ταῦτα οὖν λέγει τὰ μεταξὺ ἔν τε ἀλλοιώσει καὶ ἐν τῇ κατὰ ποσὸν κινήσει, τὰ ἀνὰ μέσον τῶν κινήσεων τῆς τε κατὰ αὔξησιν καὶ μείωσιν μεγέθη, ἐν οἷς ἠρεμεῖν ἀνάγκη· ταῦτα γὰρ πλείονα ὄντα πολλὰς ποιεῖ τὰς κινήσεις. καὶ ἐν γενέσει δὲ καὶ φθορᾷ ὡσαύτως· πεπερασμένων γὰρ οὐσῶν πασῶν τούτων τῶν κινήσεων ἀνακάμπτειν ἀνάγκη τὰ κινούμενα καὶ τὰς ἐναντίας ἢ τὰς ἀντικειμένας κινεῖσθαι. καὶ διὰ τοῦτο μὴ μίαν, ἀλλὰ πολλὰς κινεῖσθαι κινήσεις ἐναντίας ἢ ἀντικειμένας, ὧν δεῖ τὸ πλῆθος ἀπολογίζεσθαι. κἂν γὰρ διὰ πλειόνων τῶν μεταξὺ ἡ μεταβολὴ γίνηται, κἄν δι’ ἐλαττόνων, οὐδὲν διαφέρει· οἷον εἰ ἡ μὲν λεύκανσις διὰ πλειόνων γίνεται μεταβολῶν, ἡ δὲ μέλανσις δι’ ἐλαττόνων, οὐδὲν διαφέρει· δύο γὰρ αἱ κινήσεις καὶ δύο αἱ ὁρίζουσαι αὐτὰς ἠρεμίαι. τὰ δὲ μεταξὺ οἶμα οὕτω χρὴ ὁρᾶν ὡς μὴ εἰς εἶδος τέλειον καταντῶντα, ὥστε καὶ στάσει διαλαμβάνεσθαι, οἷον εἰ ἀπὸ λευκοῦ πυρρὸν καὶ ἀπὸ πυρροῦ φαιὸν καὶ ἀπὸ φαιοῦ μέλαν γίνοιτο (ταῦτα γὰρ εἴδη, στάσιν ἔχει ἐν αὐτοὶ τὸ κινηθέν), ἀλλὰ διὰ τῶν ἀτελῶν ἡ κίνησις προΐοι. τότε γὰρ μία καὶ συνεχῆς ἄχρι τοῦ μέλανος, ὡς ἐπ’ ἐκεῖνο τῆς ὁρμῆς οὔσης καὶ ἐκεῖθεν γινομένης τῆς ἀνακάμψεως. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μεταβολῶν· ἡ γὰρ ἀνάκαμψις ἐναργῶς δείκνυσι τὴν τῆς συνεχείας διακοπήν. καὶ εἰ μὲν ἄπειρα ἦν τὰ μεταξύ, δυνατὸν ἦν λέγειν, ὅτι οὐδὲ ἀνακάμπτει τῷ μηδὲ γίνεσθαι ἐπὶ τῷ πέρατι. ἐπειδὴ δὲ πεπερασμένα ἐστὶν ἔν τε τῷ ποιῷ τὰ μεταξὺ <εἴδη καὶ ἐν τῷ ποσῷ τὰ μεταξὺ> ὡρισμένων ἐφ’ ἑκάτερα μεγεθῶν κατὰ τὴν οἰκείαν ἑκάστου φύσιν, καὶ τῆς γενέσεως καὶ φθορᾶς ὥρισται τὰ καθ’ ἃ ἡ μεταβολὴ ἢ τῇ ἀντιφάσει ἡ ταῖς στερήσεσιν, οὐδὲν τὸ διὰ πλειόνων ἢ δι’ ἐλαττόνων ἀνακάμπτειν τὰ κινούμενα ἐπὶ τὰ ἐναντία ἢ τὰ ἀντικείμενα τὸν εἰρημένον λόγον παραλυπεῖ. τὰ δὲ ἀνακάμπτοντα πολλάκις ἐν τοῖς αὐτοῖς γίνεται ὡς ἐν πέρατι καὶ ὡς ἐν ἀρχῇ κατὰ τὸν εἰρημένον τρόπον διὰ τὸ πολλὰς τὰς κινήσεις γίνεσθαι· διὸ οὐδὲ μία καὶ συνεχὴς ἡ τοιαύτη. p. 265a2 Δῆλον οὖν ἐκ τούτων ὅτι οὐδὲ οἱ φυσιολόγοι ἕως ἔστω τοσαύτα ἥμιν εἰρημένα. Δείξας, ὅτι οὐδεμίαν τῶν ἄλλων κινήσεων καὶ μεταβολῶν συνεχῆ δυνατὸν εἶναι πλὴν τῆς κυκλοφορίας τοῖς οὐρανίοις μόνοις ὑπάρχουσαν σώμασιν, αἰτιᾶται τῶν φυσιολόγων τοὺς πάντα τὰ αἰσθητὰ σώματα κινεῖσθαι λέγοντας ἀεί. καὶ γὰρ εἰ μὲν τὴν κύκλῳ κίνησιν ἐκινεῖτο πάντα, ὥσπερ τὰ οὐράνια, δυνατὸν ἦν ἀεὶ πάντα κινεῖσθαι· ἐπειδὴ δὲ καὶ ἐκ τῆς ἐναργείας δῆλον, ὅτι τὰ ὑπὸ σελήνην τὰς ἄλλας κινεῖται κινήσεις ἀλλοιούμενα καὶ αὐξόμενα καὶ μειούμενα καὶ κατὰ τόπον ἐπ’ εὐθείας κινούμενα, καὶ γινόμενα καὶ φθειρόμενα (αὗται γὰρ τῶν ὑπὸ σελήνην αἱ μεταβολαί), καὶ μέντοι καὶ κατ’ ἐκείνους αὗται ἐν τοῖς αἰσθητοῖς εἰσιν αἱ κινήσεις (καὶ γὰρ γένεσιν καὶ φθορὰν λέγουσιν) | ῥεῖν ἀεὶ καὶ φθίνειν τὰ αἰσθητὰ λέγοντες, καὶ δῆλον ὅτι καὶ ἀλλοίωσιν ἐροῦσι καὶ ὅτι τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν λέγουσι, διότι τὸ γίνεσθαι καὶ φθίνειν ἀλλοιουμένων τῶν σωμάτων ἐπιτελεῖται. εἰ οὖν ἐδείχθη ἀδύνατον ὂν τὸ κατά τινα τούτων τῶ κινήσεων συνεχῶς κινεῖσθαι, καὶ καθόλου δέδεικται, ὅτι οὐδεμίαν κίνησιν ἐνδέχεται συνεχῆ εἶναι πλὴν τῆς κύκλῳ, δῆλον ὅτι οὐδὲ ἀλλοίωσις οὐδὲ αὔξησις καὶ μείωσις, ἃς ἑώρων καὶ ἐκεῖνοι ἐν τοῖς αἰσθητοῖς, συνεχεῖς εἶναι δύνανται. τοὺς δὲ περὶ Ἡράλειτον φυσιολόγους εἰς τὴν ἐνδελεχῆ τῆς γενέσεως ῥοὴν ἀφορῶντας, καὶ ὅτι γινόμενα καὶ ἀπογινόμενα πάντα ἐστὶ τὰ σωματικά, ὄντως δὲ οὐδέποτε ὄντα, ὡς καὶ ὁ Τίμαιος εἶπεν, εἰκός ἐστι λέγειν, ὅτι ἀεὶ πάντα ῥεῖ καὶ ὅτι εἰς τὸν αὐτὸν ποταμὸν δὶς οὐκ ἄν ἐμβαίης. τὴν γὰρ μεταξὺ ταύτην τῶν ἀντικειμένων κινήσεων ἠρεμίαν, ἣν ὁ Ἀριστοτέλης ἐξέφηνε, κἄν ἐθεάσαντο, ὡς ἀνεπαίσθητον οὖσαν ἐν οὐδενὶ λόγῳ πρὸς τὴν ὅλην ῥοὴν ἐλογίσαντο. μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ, ὡς αὐτὸς ὁ Ἀριστοτέλης καλῶς ἐν τοῖς Ἡθικοῖς ἀπεφθέγξατο. ἐπὶ δὴ τούτοις συμπεραίνεται τὰ εἰρημένα καὶ ὑπομιμνῄσκει, ὅτι ἄπειρος μὲν οὐδεμία ἐστὶ μεταβολή· καὶ γὰρ ἡ συνεχὴς οὐκ ἄπειρος, ἀλλ’ ἐπ’ ἄπειρον· ἀνέκλειπτος γὰρ τῷ πάλιν καὶ πάλιν· οὐδὲ συνεχὴς δὲ ἄλλη πλὴν τῆς κυκλοφορίας οὕτως ὡς ἀίδιος. p. 265a13 Ὅτι δὲ τῶν φορῶν ἡ κυκλοφορία πρώτη ἕως τοῦ τῶν δὲ ἄλλων οὔτε φορὰν οὔτε ἄλλην οὐδεμίαν. Δείξας, ὅτι μόνην τῶν κινήσεων ἐνδέχεται τὴν κύκλῳ συνεχῆ καὶ ἀίδιον εἶναι (τῶν γὰρ ἄλλων οὐδεμία συνεχής γε πᾶσα δέδεικται κίνησις), ἐφεξῆς δείκνυσιν, ὅτι καὶ πρώτη τῶν κινήσεων ἡ κυκλοφορία. τὸ μὲν οὖν τὴν φορὰν πρώτην εἶναι τῶν ἄλλων κινήσεων δεδειγμένον ἔχει, κεῖται αὐτῷ καὶ ὅτι τῆς φορὰς ἡ μὲν ἐπ’ εὐθείας ἐστίν, ἡ δὲ κύκλῳ, ἡ δὲ ἐκ τούτων μικτή. τούτῳ δὲ ὡς ἐναργὲς προσλαβὼν τὸ τὴν μικτὴν ἔκ τινων ὑστέραν εἶναι τῶν ἁπλῶν, ἐξ ὧν μέμικται, δείκνυσι νῦν ὅτι τῆς ἐπ’ εὐθείας ἡ κυκλοφορία πρώτη. τούτου δὲ δειχθέντος δεδειγμένον ἔσται, ὅτι καὶ πασῶν ἐστι πρώτη τῶν κινήσεων ἡ κυκλοφορία. εἰς δὲ τὴν τούτου δεῖξιν προλαμβάνει ὡς ὁμολογούμενα ἓν μέν, ὅτι τὸ τέλειον πρῶτόν ἐστι τοῦ ἀτελοῦς, ἕτερον δέ, ὅτι τὸ ἀπλοῦν τοῦ οὐχ ἁπλοῦ πρῶτον, καὶ δείξας τελείαν μὲν καὶ ἁπλῆν τὴν κύκλῳ, μηδέτερον δὲ τούτων ἔχουσαν τὴν ἐπ’ εὐθείας, συνάγει ὅτι πρώτη ἡ κύκλῳ τῆς ἐπ’ εὐθείας ἐστὶ καὶ πρῶτον ὅτι μὴ ἔστιν ἡ ἐπ’ εὐθείας τέλειος δείκνυσιν ἐκ διαιρέσεως. ἢ γὰρ ἄπειρον ἀνάγκη τὴν εὐθεῖαν εἶναι ἢ πεπερασμένην, ἀλλὰ τὴν ἄπειρον εὐθεῖαν πρῶτον μὲν ἀδύνατον εἶναι. τὸ γὰρ οὕτως ἄπειρον μέγεθος, ὡς ἐνεργείᾳ καὶ ἀδιεξίτητον, ὅτι μὴ ἔστι, δέδεικται ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας. ἔπειτα εἰ καὶ συγχωρήσοι τις ἄπειρον εὐθεῖαν εἶναι, οὐκ ἄν τι ἐκινεῖτο ἐπ’ αὐτῆς· ἦν γὰρ ἀδύνατον διεξελθεῖν ταύτην. εἰ γὰρ τὸ γινόμενον πᾶν τῷ δύνασθαι γενέσθαι γίνεται, ὃ μὴ δύναται γενέσθαι, οὐδ’ ἄν γίνοιτο· τὴν δὲ ἄπειρον ἀδύνατον κινηθῆναι· ἀδιεξίτητον γὰρ καὶ ἀκατάληπτον τὸ ἄπειρον· οὐδὲ κινεῖται ἄρα τι τὴν ἄπειρον, ὥστε οὐδὲ εἰ ἦν ἄπειρός τις εὐθεῖα, ἐκινεῖτο ἄν τι τὴν ἐπ’ αὐτῆς κίνησιν· τὴν ἐπ’ εὐθείας ἄρα κίνησιν ἐπὶ πεπερασμένης ἀνάγκη γίνεσθαι. εἰ δὲ τοῦτο, ἢ ἀνακάμπτειν ἀνάγκη τὸ ἐπ’ αὐτῆς κινούμενον ἢ μὴ ἀνακάμπτειν· ἀλλ’ εἰ μὲν ἀναδάμπτοι, σύνθετον κινήσεται κίνησιν, ἐκ δύο κινήσεων συγκειμένην καὶ ἐναντίων ἀλλήλαις, μὴ ἀνακάμπτουσα δὲ ἀτελὴς ἔσται· φθαρτὴ γάρ, τὸ δὲ φθαρτὸν ἀτελές. καὶ ὅτι μὲν ἀτελὴς ἡ ἐπ’ εὐθείας ἔδειξεν οὕτως. ἐπάγει δὲ λοιπὸν ὅτι ταύτης ἀτελοῦς οὔσης καὶ φθαρτῆς ἀνάγκη τῆς μὲν ἀτελοῦς τὴν τελείαν προτέραν εἶναι, τῆς δὲ φθαρτῆς τὴν ἄφθαρτον κατὰ τὰ τοῦ προτέρου σημαινόμενα, καθ’ ἃ τὴν φορὰν τῶν ἄλλων κινήσεων ἔδειξεν προτέραν· ἦν δὲ ταῦτα φύσει καὶ λόγῳ καὶ χρόνῳ· φύσει μὲν γὰρ πρώτη ἡ τέλειος καὶ ἀίδιος, οἵα ἐστὶν ἡ κυκλοφορία, ὅτι ταύτης μὲν ἀναιρουμένης ἀναιρεθήσονται καὶ αἱ ἄλλαι κινήσεις αἱ ἀτελεῖς καὶ φθαρταί, οἷαί εἰσιν αἱ ἐπ’ εὐθείας· οὐ μὴν ἡ τελεία ταῖς ἀτελέσι συναναιρεθήσεται. γενέσεως γὰρ καὶ φθορᾶς τῶν ἐπ’ εὐθείας κινουμένων αἰτία οὖσα ἡ κύκλῳ κίνησις, δῆλον ὅτι συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ. τὸ δὲ λόγῳ τὸ τῇ οὐσίᾳ σημαίνει. τὸ γὰρ ἀίδιον καὶ τέλειον τοῦ φθαρτοῦ καὶ ἀτελοῦς πρότερόν ἐστι τῇ οὐσίᾳ. καὶ τῷ χρόνῳ δέ, ὅτι τὸ ἀίδιον τοῦ μὴ ἀιδίου πρότερον καὶ τὸ τέλειον τοῦ ἀτελοῦς. ἐπειδὴ δὲ οὔπω τελέως δέδεικται ἀίδιος ἡ κυκλοφορία· ὅτι γὰρ συνεχής, ἐδείχθη οὐ καθ’ ὃ κίνησις· τὸ γὰρ τοιοῦτο συνεχὲς πᾶσα κίνησις ἔχει, ὥσπερ καὶ τὸ μέγεθος καὶ ὁ χρόνος· ἀλλ’ ὅτι οὐκ ἔχει ἀνάγκην οὔτε περατοῦσθαι οὔτε ἀνακάμπτειν ὡς ἡ ἐπὶ τῶν πεπερασμένων γραμμῶν, ἐφ’ ὧν ἡ ἀρχὴ καὶ τὸ τέλος ἀπ’ ἀλλήλων διώρισται, τὸ δὲ οὕτω συνεχὲς ἐνδέχεται ἀίδιον εἶναι, εἰ ἐπιμένοι, ἐνδέχεται δὲ καὶ μὴ εἶναι, ὡς ἡ τῶν παρ’ ἡμῖν τροχῶν κυκλοφορία τῶν ἐν τῷ αὐτῷ τόπῳ κινουμένων· τὰ μέντοι ἐπὶ πεπερασμένης γραμμῆς κινούμενα, συνεχῆ μὲν τὴν ἕως τοῦ πέρατος κινεῖσθαι οὐδὲν κωλύει, εἴτε δὲ παύοιτο ἐν τῷ πέρατι εἴτε ἀνακάμπτοι, στάσις αὐτὰ διαδέχεται· διὸ ἀίδιον εἶναι τὴν τοιαύτην κίνησιν οὐκ ἐνδέχεται. εἰ οὖν ταῦτα ἀληθῶς εἴρηται, δῆλον ὅτι τὴν μὲν κύκλῳ ἐνδέχεται ἀίδιον εἶναι, τῶν δὲ ἄλλων κινήσεων οὔτε τὴν ἐπ’ εὐθείας φορὰν οὔτε πολλῷ μᾶλλον τὰς ἄλλας, ὧν ἐδείχθη προτέρα ἡ ἐπ’ εὐθείας φορά. εἰ οὖν προτέρα ἐστὶ κατὰ πάντα τοῦ προτέρου τὰ σημαινόμενα ἣν ἐνδέχεται ἀίδιον εἶναι τῆς μὴ ἐνδεχομένης, προτέρα ἄν εἴη ἡ κύκλῳ τῶν ἄλλων πασῶν κινήσεων· ὅπερ νῦν δεῖξαι προέκειτο. p. 265a27 εὐλόγως δὲ συμβέβηκε τὸ τὴν κύκλῳ μίαν εἶναι καὶ συνεχῆ ἕως τοῦ ἀεί τε ἠρεμεῖ πὼς τὸ ὅλον καὶ κινεῖται συνεχῶς. Δείξας τὴν κύκλῳ κίνησιν μίαν καὶ συνεχῆ καὶ ἀίδιον εἶναι δυναμένην, τὴν δὲ ἐπ’ εὐθείας μήτε συνεχῆ μήτε ἀίδιον δυναμένην εἶναι, τὴν αἰτίαν ἑκατέρου τὴν κυριωτάτην ἐν τούτοις ἐξέφηνε. τῆς μὲν γὰρ ἐπ’ εὐδείας, φησί, κινήσεως διώρισται κατ’ ἐνέργειαν ἡ ἀρχὴ καὶ τὸ τέλος καὶ τὸ μέσον, ἐπειδὴ καὶ ἐπὶ τῆς εὐθείας, ἐφ’ ἧς ἡ κίνησις, διώρισται ταῦτα καὶ πάντα ἐστὶ κατ’ ἐνέργειαν. ἡ γὰρ πεπερασμένη εὐθεῖα ἀρχὴν ἔχει καὶ τέλος καὶ μέσον, ὥστε καὶ τὸ κινούμενον ἐπ’ αὐτῆς καὶ ὅθεν ἄρξεται τῆς κινήσεως ἔχει τὴν ἀρχὴν τῆς εὐθείας καὶ ὅπου τελευτήσει τὸ πέρας· ὥστε καὶ περανθήσεται διὰ τοῦτο ἡ κίνησις. πρὸς γὰρ τοῖς πέρασιν ἠρεμεῖ τὰ κινούμενά ποθέν ποι τῆς κινήσεως συμπερανθείσης ἢ πρὸ τῆς ἀρχῆς. ἡ δὲ κύκλῳ κίνησις οὐκ ἔχει διωρισμένα ἀπ’ ἀλλήλων τὴν ἀρχὴν καὶ τὸ τέλος, ὅτι μηδὲ ὁ κύκλος· οὐδὲν γὰρ μᾶλλον τοδὶ τὸ σημεῖον ἐπ’ αὐτοῦ ἢ ἄλλο ὁτιοῦν ἀρχή ἐστιν ἡ μέσον ἢ πέρας. ὥστε εἰ μηδὲν κεκώλυται πάντα μέσα εἶναι οὐκ ἐνεργείᾳ ἀλλὰ δυνάμει, καὶ μηδὲν ἠνάγκασται αὐτῶν πέρας ἢ ἀρχὴ κατ’ ἐνέργειαν εἶναι ὡς ἐπὶ τῆς εὐθείας, ἀλλὰ πάντα δυνάμει, ὡς ἐπὶ τῆς εὐθείας τὰ μεταξὺ τῆς ἀρχῆς καὶ τοῦ πέρατος, τὸ κινούμενον ὥσπερ ἐπὶ τῶν μεταξὺ τῆς εὐθείας δυνατὸν συνεχῶς κινεῖσθαι διὰ τὸ μὴ εἶναι ἀρχὴν ἢ μέσον ἢ πέρας κατ’ ἐνέργειαν· οὕτω καὶ τὸ καθ’ ὅλον τὸν κύκλον κινούμενον συνεχῶς δυνατὸν κινεῖσθαι, διότι καθ’ ὃ ἄν ᾖ τοῦ κύκλου τὸ κινούμενον ἐπ’ αὐτοῦ, ἐπὶ δυνάμει ὄντος ἀρχῆς καὶ μέσου καὶ πέρατός ἐστιν, ἀλλ’ οὐκ ἐπὶ ἐνεργείᾳ ὄντων, διότι οὐδὲν τῶν ἐν τῷ κύκλῳ σημείων διωρισμένως ἐστὶν ἀρχὴ ἢ μέσον ἢ πέρας ἐνεργείᾳ ὄν, ἀλλὰ πᾶν τὸ ληφθὲν καὶ ἀρχὴ καὶ μέσον καὶ πέρας εἶναι δύναται. οὕτως οὖν ἕξει καὶ ἡ κίνησις ἡ ἐπὶ τοῦ κύκλου οὕτε ἐν ἀρχῇ κατ’ ἐνέργειαν οὔτε ἐν μέσῳ οὔτε ἐν πέρατί ποτε γινομένη. διὸ συνεχής ἐστιν, ὥσπερ καὶ ἡ ἐπὶ τῆς εὐθείας ἡ μεταξὺ τῶν περάτων δύναται ἥ γε τοσαύτη συνεχὴς εἶναι, ἀλλ’ αὕτη μὲν εἰς τὸ κατ’ ἐνέργειαν πέρας τῆς εὐδείας ἐλθοῦσα ἠρεμεῖ, ἡ δὲ ἐν τῷ κύκλῳ μηδενὸς ὄντος κατ’ ἐνέργειαν πέρατος δύναται μηδέποτε ἠρεμεῖν. καὶ γὰρ δυνάμει μὲν ἀεὶ ἐν ἀρχῇ καὶ μέσῳ καὶ τέλει, ἐνεργείᾳ δὲ οὐδέποτε. καὶ διὰ τοῦτο, φησί, τὸ μὲν ἐπ’ εὐθείας κινούμενον ποτὲ μὲν κινεῖται, ποτὲ δὲ ἠρεμεῖ, ὅτι πεπερασμένην οὖσαν τὴν κίνησιν ἠρεμία διαδέχεται, ἡ δὲ σφαῖρα κύκλῳ κινουμένη ἅμα κινεῖται καὶ ἠρεμεῖ οὐ τὴν κίνησιν διαδεχομένης τῆς ἠρεμίας (οὐ γὰρ ἔστι τι πέρας κατ’ ἐνέργειαν τῆς κινήσεως), ἀλλὰ τὸν αὐτὸν ἀεὶ τόπον τοῦ κινουμένου κατέχοντος. ὥσπερ δὲ ἐπὶ τῆς κατ’ εὐθεῖαν κινήσεως καὶ τοῦ διακόπτεσθαι τὴν κίνησιν καὶ τοῦ μὴ μένειν ἐν τῷ αὐτῷ τόπῳ τὸ κινούμενον αἴτιόν ἐστιν ἡ ἀρχὴ καὶ τὸ μέσον διωρισμένα ἐπ’ αὐτῆς τῆς εὐθείας, ἐφ’ ἧς ἡ κίνησις (ἀπὸ γὰρ τῆς ἀρχῆς ἐπὶ τὸ πέρας τὸ διωρισμένον τῆς ἀρχῆς ἐρχόμενον τὸ κινούμενον καὶ μεταβαίνει τόπον ἐκ τόπου ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ πέρας προιὸν καὶ ἐν τῷ πέρατι κατ’ ἐνέργειαν ὄντι γινόμενον περατοῖ τὴν κίνησιν), οὕτω καὶ ἐπὶ τοῦ κύκλῳ κινουμένου ἡ ἀρχὴ καὶ τὸ μέσον καὶ τὸ πέρας μήτε διωρισμένα ὄντα ἀλλήλων μήτε ἐπὶ τοῦ κύκλου, ἐφ’ οὗ ἡ κίνησις ἀλλ’ ἔνδοθεν, οὔτε διακόπτει τὴν κίνησιν οὔτε μεταβαίνειν ποιεῖ τὸ κινούμενον τόπον ἐκ τόπου· ἀρχὴ δὲ καὶ μέσον καὶ τέλος τοῦ κύκλου τὸ κέντρον ἐστίν· ἀρχὴ μέν, ὅτι κατὰ τὴν ἀπὸ τοῦ κέντρου ἴσην ἀπόστασιν ὑφίσταται ὁ κύκλος, τέλος δέ, ὅτι πᾶσαι αἱ ἀπὸ τοὐ κύκλου γραμμαὶ εἰς αὐτὸ περατοῦνται, μέσον δέ, ὅτι πανταχόθεν ἴσον ἀπὸ τοὐ κύκλου διέστηκεν. ἐπεὶ οὖν ἡ κύκλῳ κίνησις οὐκ ἐπὶ τὸ τέλος οὐδὲ ἐπὶ τὴν ἀρχὴν οὐδὲ ἐπὶ τὸ μέσον τοῦ κύκλου γίνεται διωρισμένα ὄντα | ὡς ἐπὶ τῆς εὐθείας, ἀλλὰ περὶ τὸ κέντρον, τουτέστι περὶ τὴν ἀρχὴν καὶ τὸ τέλος καὶ τὸ μέσον ἀδιόριστα ὄντα, διὰ τοῦτο καὶ συνεχὴς εἶναι δύναται καὶ ἐν τῷ αὐτῷ γίνεται τόπῳ. ἀεὶ γὰρ ἴσον τοῦ τέλους ἀφεστὼς τὸ κινούμενον, καὶ μὴ προσχωροῦν αὐτῷ μᾶλλον καὶ μᾶλλον οὔτε ἐπὶ τὸ τέλος ἐλθεῖν ἀναγκάζεται οὔτε τοῦ τόπου ἐκστῆναι μένοντος ἀεὶ τοῦ περὶ ὃ ἡ κίνησις γίνεται. p. 265b8 Συμβαίνει δὲ ἀντιστρόφως ἕως τοῦ καὶ διότι πρώτη, μέτρον ἐστὶ τῶν ἄλλων. Καὶ διὰ τοῦ μέτρον εἶναι τὴν κυκλοφορίαν τῶν ἄλλων κινήσεων δείκνυσιν, ὅτι πρώτη ἐστὶ καὶ ὅτι μὲν μέτρον, δῆλον μὲν καὶ ἐκ τῆς ἐναργείας· ἡμέρα γὰρ καὶ νὺξ τῆς κυκλοφορίας χρόνος, καὶ τούτῳ καὶ τοῖς τούτου μέρεσι τὰς κινήσεις πάσας μετροῦμεν, καὶ δέδεικταί τε ἐν τῷ τετάρτῳ τῆσδε τῆς πραγματείας, ὅτι μέτρον τῶν ἄλλων κινήσεων ἐστιν ἡ κυκλοφορία, ὅτε περὶ τοῦ χρόνου τὸν λόγον ἐποιεῖτο. ὅτι δὲ τὸ μέτρον πρῶτον τῶν μετρουμένων, δῆλον, εἴπερ πάν τὸ μετρούμενον ὑπὸ τοῦ ἁπλουστάτου τῶν ἐν τῷ αὐτῷ εἴδει μετρεῖται, τὸ πλειόνων πηχῶν ὑπὸ τήχεος, τὸ πλειόνων ποδῶν ὑπὸ ποδὸς καὶ τὸ δακτύλων ὑπὸ δακτύλου καὶ ὁ ἀριθμὸς ὑπὸ μονάδος· τὸ δὲ ἁπλούστερον τοῦ συνθετωτέρου πρῶτον. ἐπέστησεν δὲ καλῶς, ὅτι οὐ μόνον ἐκ τοῦ μέτρον εἶναι δείκνυται τὸ πρώτην εἶναι, ἀλλὰ καὶ ἐκ τοῦ πρώτην εἶναι τὴν κυκλοφορίαν, ὅπερ διὰ πολλῶν ἀποδέδεικται, τὸ μέτρον αὐτὴν εἶναι συνάγεται. τὸ γὰρ πρῶτον ἁπλού- στατὸν, τὸ δὲ ἁπλούστατον μέτρον ἐν τοῖς μετρητοῖς. ἀντακολουθεῖ γὰρ ἀλλήλοις τό τε πρῶτον καὶ τὸ μέτρον, ὅπερ αὐτὸς ἀντιστρόφως συμβαίνειν εἶπεν. ὁ δὲ Ἀλέξανδρος τὴν γραφὴν εὑρὼν οὕτως ἔχουσαν καὶ γὰρ ὅτι μέτρον τῶν κινήσεων ἡ φορά, πρώτην ἀναγκαῖον αὐτὴν εἶναι, “τὴν φοράν, φησίν, ἀντὶ τῆς κυκλοφορίας εἶπεν τῷ τοῦ κοινοῦ ὀνόματι χρησάμενος ἐπ’ αὐτῆς, ἐγὼ μέντοι ἔν τισιν ἀντιγράφοις ἀντὶ τοῦ ἡ φορὰ ἡ περιφορὰ γεγραμμένον ηὗρον.” p. 265b11 Ἔτι δὲ καὶ ὁμαλῆ ἐνδέχεται εἶναι τὴν κύκλῳ ἕως ἀλλ’ ἐκτός. Τὸ αἴτιον τῇ κυκλοφορίᾳ τῆς συνεχοῦς τε καὶ ἐν ταὐτῷ ὅπερ ἦν τὸ τὴν ἀρχὴν καὶ τὸ τέλος μὴ εἶναι ἐν τῷ κύκλῳ, ἀλλ’ ἐκτὸς αὐτοῦ, τοῦτο καὶ τοῦ μόνην αὐτὴν ὁμαλῆ δύνασθαι κίνησιν κινεῖσθαι αἴτιον εἶναί φησι. καὶ τοῦτο δὲ αὐτὴν τελειοτέραν καὶ πρώτην τῇ φύσει δείκνυσι· τὸ γὰρ ὁμαλὲς τελειότερον καὶ πρῶτον τοῦ ἀνωμαλοῦς. πάλιν δὲ κατὰ τὴν πρὸς τὸ ἐπ’ εὐθείας παράθεσιν καὶ τὴν ἐκείνου ἀνωμαλίαν τὸ τῆς κυκλοφορίας ὁμαλὲς συλλογίζεται. τὰ μὲν γὰρ ἐπ’ εὐθείας καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν κινούμενα ἀνωμαλῶς ἀπὸ τῆς ἀρχῆς πρὸς τὸ τέλος φέρεται. τὰ μὲν γὰρ παρὰ φύσιν καὶ βίᾳ κινούμενα τὰ μὲν ῥιπτούμενα θᾶττον μὲν πρὸς τῇ ἀρχῇ κινεῖται, βραδύτερον δὲ ἀφιστάμενα ἐκλυομένης τότε τῆς τοῦ ῥίψαντος δυνάμεως· τὰ δὲ ἑλκόμενα βραδύτερον μὲν ἐν ἀρχῇ, θάττον δὲ τῷ ἕλκοντι πλησιάσαντα. τὰ δὲ κατὰ φύσιν κινούμενα θᾶττον κινεῖσθαι, ὅταν ἤδη πλησιάζῃ τοῖς οἰκείοις τόποις, πεπίστευται. πάντα γάρ, φησί, τὰ κατὰ φύσιν κινούμενα. ὅσῳπερ ἄν ἀφίστηται τοὐ ἠρεμοῦνος, τουτέστι τοῦ ἐν ᾧ ἠρέμει παρὰ φύσιν δηλονότι πρὸ τοῦ τὴν κατὰ φύσιν ταύτην κινηθῆναι κίνησιν, θᾶττον φέρεται. ἡ γὰρ βῶλος μετὰ τὴν ἄνω ἠρεμίαν παρὰ φύσιν οὖσαν ἐπὶ τὸ κάτω κατὰ φύσιν κινουμένη θᾶττον φέρεται πρὸς τῷ κάτω καὶ τὸ πῦρ πρὸς τῷ ἄνω, τοῦτο δὲ διὰ τὸ ἀπ’ ἀρχῆς ἀλλοτρίας πρὸς τὸ τέλος οἰκεῖον ἐπείγεσθαι. μόνη δὲ ἡ κύκλῳ τῷ ἀεὶ ἴσον ἀφεστάναι τῆς ἀρχῆς καὶ τοῦ πέρατος, ὅπερ ἐστὶ τὸ κέντρον, ὁμαλῶς ἀεὶ κινεῖται οὔτε ἀπ’ αὐτοῦ οὔτε πρὸς αὐτὸ κινουμένη, ἀλλὰ περὶ αὐτό· οὐ γὰρ ἐν τῷ κύκλῳ ἡ ἀρχὴ καὶ τὸ τέλος, ἵνα ἀπ’ αὐτοῦ καὶ ἐπ’ αὐτὸ φέρηται, ἀλλ’ ἐκτὸς ἤτοι ἐντός. διὸ περὶ αὐτὸ ἴσον ἀπέχον ἀεὶ ὁμοίως κινεῖται. τὸ δὲ κατὰ φύσιν κινούμενον πλησίον τοῦ οἰκείου τόπου γενόμενον θᾶπον φέρεται ἢ ὡς πρὸς συγγενές, ἢ ὅτι ἔλαττον τῷ πλησιάζοντι τὸ ἐμποδίζον καὶ διαιρούμενον, τὸ δὲ ἔλαττον εὐδιαιρετώτερον, ἢ ὅτι ὁμοιότερον αὐτῷ τὸ τοῦ οἰκείου πλησίον καὶ οὐχ ὁμοίως ἐναντίον, ὥσπερ τὸ ὅθεν ἤρχετο τῆς κινήσεως, ἢ ὅτι ἄρχεται μὲν τῆς ἐπὶ τὸ οἰκεῖον κινήσεως ἄρτι μεταβεβληκὸς ἀπὸ τοῦ ἐναντίου, καὶ μήπω τελέως τῶν ἐκείνου ποιοτήτων ἀπηλλαγμένον, ἐξ ὧν εἰς ταύτας μετέβαλλε, προιὸν δὲ εἱλικρινέστερον γίνεται. εἰ οὖν διὰ τὴν εἰς τοῦτο ὃ γέγονε μεταβολὴν τήνδε κινεῖται τὴν κίνησιν, ὅταν τελέως καὶ εἱλικρινῶς εἰς αὐτὸ μεταβάλῃ, θᾶττον αὐτὴν κινηθήσεται· τότε γὰρ καὶ τὴν ῥοπήν, καθ’ ἣν κινεῖται, τελειοτέραν ἔχει. p. 265b17 Ὅτι δὲ ἡ κατὰ τόπον φορὰ πρώτη τῶν κινήσεων τοῦ | ἁπλῶς δὲ κινεῖσθαι οὔ φαμεν. Ἔθος ἐστὶ τῷ Ἀριστοτέλει μετὰ τὰς ἀποδείξεις καὶ τὰς τῶν πρὸ αὐτοῦ μαρτυρίας ὡς συμφωνούσας αὐτοῦ ταῖς ἀποδείξεσι παράγειν, ἵνα διὰ μὲν τῶν ἀποδείξεων διδάσκῃ καὶ ἀναγκάζῃ τοὺς ἐντυγχάνοντας, δὲ τῆς τῶν ἄλλων μαρτυρίας πειθὼ βεβαιοτέραν ἐμποιῇ τοῖς οὐδὲ γὰρ ὡς ἀποδείξει χρῆται τῇ τῶν † νεωτέρων μαρτυρίᾳ, νεωτέροις ἔθος ἐστί. τοῦτο οὖν καὶ νῦν ποιεῖ τὸ πρώτην εἶναι τῶν κινήσεων τὴν κατὰ τόπον πιστούμενος καὶ ἐκ τοῦ πάντας τοὺς περὶ τούτων ἀποφηναμένους ἐπὶ τοῦτο ἐνεχθῆναι ὥσπερ ὑπ’ αὐτῆς τῆς φύσεως ὁδηγουμένους, ὡς αὐτὸς ἐν ἄλλοις λέγει. μαρτύριον δὲ τοῦ πρώτην τῶν κινήσεων τὴν κατὰ τόπον φορὰν τίθεσθαι καὶ τοὺς προτέρους φυσιολόγους παράγει τοὺς μνήμην κινήσεως ποιουμένους τὰς ἀρχὰς καὶ αἴτια κινήσεως ἀποδιδόναι τὰ τοιαύτην κίνησιν κινοῦντα. διάκρισις γὰρ καὶ σύγκρισις κινήσεις εἰσὶ κατὰ τόπον. ἡ δὲ Φιλία καὶ τὸ Νεῖκος τὰ παρ’ Ἐμπεδοκλεῖ ποιητικὰ αἴτια κατὰ φορὰν κινεῖ, καὶ ἡ μὲν συγκρίνειν, τὸ δὲ διακρίνειν λέγεται τὰ στοιχεῖα. λέγει γὰρ ὁ Ἐμπεδοκλῆς· ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα, ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορεύμενα Νείκεος ἔχθει. καὶ πάλιν· οὕτω γὰρ συνέκυρσε θέων τότε, πολλάκι ὅ ἄλλως. καὶ ὁ νοῦς δὲ παρὰ Ἀναξαγόρᾳ διακοσμῶν καὶ κινῶν ἐξ ἀρχῆς τὰς ὁμοιομερείας διακρίνειν αὐτὰς λέγεται. οὕτω μὲν οἱ ποιητικὸν αἴτιον προϊστάμενοι τῆς γενέσεως τῶν ὄντων. καὶ οἱ ποιητικοῦ δὲ μὴ μνησθέντες αἰτίου, περὶ δὲ κινήσεως λέγοντες, ὡς οἱ περὶ Δημόκριτον διὰ τὸ κενὸν καὶ οὗτοι τὴν κατὰ τόπον κίνησιν κινεῖσθαι λέγουσι τὴν φύσιν, τουτέστι τὰ φυσικὰ καὶ πρῶτα καὶ ἄτομα σώματα. ταῦτα γὰρ ἐκεῖνοι φύσιν ἐκάλουν καὶ ἔλεγον κατὰ τὴν ἐν αὐτοῖς βαρύτητα κινούμενα ταῦτα διὰ τοῦ κενοῦ εἴκοντος καὶ μὴ ἀντιτυποῦντος κατὰ τόπον κινεῖσθαι· ‘περιπαλαίσεσθαι’ γὰρ ἔλεγον αὐτά. καὶ οὐ μόνον πρώτην, ἀλλὰ καὶ μόνην ταύτην οὗτοι κίνησιν τοῖς στοιχείοις ἀποδιδόασι, τὰς δὲ ἄλλας τοῖς ἐκ τῶν στοιχείων· αὐξάνεσθαι γὰρ καὶ φθίνειν καὶ ἀλλοιοῦσθαι καὶ γίνεσθαι καὶ φθείρεσθαι προσκρινομένων καὶ ἀποκρινομένων τῶν πρώτων σωμάτων φασίν. εἰ οὖν τοῖς πρώτοις τὴν διὰ τοῦ κενοῦ κίνησιν ἀνατιθέασιν, ἡ δὲ διὰ τὸ κενὸν κίνησις φορά ἐστιν ἐν τόπῳ, δῆλον ὅτι πρώτην ταύτην ἡγοῦντο τῶν κινήσεων. ἡ γὰρ τῶν πρώτων πρώτη. Ἰστέον δέ, ὅτι πολλὰ μὲν τῶν βιβλίων οὕτως ἔχει τὴν γραφήν· συγκρινομένων καὶ διακρινομένων τῶν ἀτόμων σωμάτων φασίν. ὁ δὲ Ἀλέξανδρος συγκρινομένων καὶ ἀλλοιουμένων γράφει καὶ ἐξηγεῖται προσφόρως· παρὰ γὰρ τὴν ἀλλοίαν τῶν ἀτόμων θέσιν καὶ τάξιν ἀλλοιοῦσθαι τὰ συγκρίματά φασιν· οὐ γὰρ ὅτι τῶν ἀτόμων ἀλλοιουμένων. προεῖπεν γὰρ μὴ ὑπάρχειν ἐκείνοις ἄλλην κίνησιν, εἰ μὴ τὴν κατὰ τόπον. ἀλλὰ τὸ ἀλλοιουμένων ἀντὶ τοῦ ἀλλοίαν θέσιν καὶ τάξιν λαμβανόντων τῶν ἀτόμων σωμάτων εἴρηται. Εἰπὼν δὲ ὅπως οἱ πλείονας ἀρχὰς τῶν γινομένων τιθέντες καὶ τούτων οἵ τε ποιητικὰ αἴτια παραλαμβάνοντες καὶ οἱ χωρὶς τούτου τὰς γενέσεις διακοσμοῦντες πρώτην τῶν κινήσεων ἀπελογίζοντο τὴν φορὰν ἐφεξῆς λέγει καὶ ὅπως οἱ μίαν τὴν ἀρχὴν καὶ τὸ στοιχεῖον λέγοντες, ὡς οἱ περὶ θαλῆν καὶ Ἀναξιμένη καὶ Ἀναξίμανδρον καὶ Ἡράκλειτον, φυσικοὶ καὶ οὗτοι, τὴν φορὰν πρώτην τῶν κινήσεων τίθενται· διὰ γὰρ πυκνώσεως καὶ μανώσεως τὰς γενέσεις καὶ φθορὰς ἀποδιδόασι· σύγκρισις δέ τις ἡ πύκνωσίς ἐστι καὶ διάκρισις ἡ μάνωσις. οἰκείως δὲ οἶμαι οἱ μὲν ἓν λέγοντες πύκνωσιν καὶ μάνωσιν ἐκάλεσαν τὰ περὶ αὐτὸ πάθη, οἱ δὲ πλείονα σύγκρισιν καὶ διάκρισιν. καὶ ταῦτα δὲ καὶ ἐκεῖνα τὴν κατὰ τόπον ἐνδείκνυται κίνησιν. Τετάρτους δὲ καλεῖ μάρτυρας τοὺς τὴν ψυχὴν αἰτίαν κινήσεως ποιοῦντας, ὥσπερ ὁ Πλάτων τὸ αὐτοκίνητον τὴν ψυχὴν ἐν Φαιδρῷ δείξας ἑαυτό τε κινεῖν ἀεί φησι καὶ τοῖς ἄλλοις, ὅσα κινεῖται, τοῦτο πηγὴν καὶ ἀρχὴν εἶναι κινήσεως. καὶ οὗτοι δὲ τὴν κατὰ τόπον κίνησιν προσεχῶς ἀνατιθέασι τῇ ψυχῇ· τῶν γὰρ ἄλλων κινήσεων, κἄν ᾖ αἰτία παρ’ αὐτοῖς ἡ ψυχὴ ὡς πηγὴ καὶ ἀρχὴ πάσης κινήσεως, ἀλλὰ διὰ μέσης τῆς κατὰ τόπον, ὡς καὶ ὁ Ἀριστοτέλης ὑπὸ τοῦ πρώτου κινοῦντος διὰ τῆς τῶν οὐρανίων τοπικῆς κινήσεως καὶ τὰς ἄλλας ὑπὸ σελήνην ἐπιτελεῖσθαί φησι. καὶ τὸ παρὰ Ἀριστοτέλει δὲ αὐτοκίνητον, τὸ ζῷον ἑαυτὸ κινοῦν κατὰ τὴν ψυχὴν τὴν τοπικὴν κίνησιν ὑφ’ ἑαυτοῦ κινεῖται. εἰπὼν δὲ τὸ ζῷον καὶ αὑτὸ κινεῖν ἐπήγαγε καὶ πᾶν τὸ ἔμψυχον, οὐχ ὡς τὸ ἀναβεβηκὸς παρ’ αὐτῷ τὸ ζῷον τὸ καὶ τοῖς φυτοῖς ὑπάρχον ἔμψυχον λέγων (τὰ γὰρ φυτὰ οὐ κινεῖται κατὰ τόπον), ἀλλ’ εἰπὼν κινεῖν ἑαυτὸ τὸ ζῷον ἐπήγαγε καὶ πᾶν τὸ ἔμψυχον, τουτέστι τὸ τὴν ψυχὴν ἔχον ἐν ἑαυτῷ τὴν κινοῦσαν, δι’ ἣν ἑαυτὸ κινεῖ τὸ ζῷον. Ἐπὶ πᾶσι δὲ τούτοις καὶ τὴν ἀπὸ τῇς συνηθείας τῶν ὀνομάτων μερτυρίαν παράγει πρὸς πίστιν τοῦ πρώτην τῶν κινήσεων εἶναι τὴν φοράν. ἁπλῶς γάρ, φησί, καὶ κυρίως κινεῖσθαι λέγομεν μόνον τὸ κινούμενον κατὰ τόπον, τὸ δὲ κατὰ τόπον μὲν ἠρεμοῦν, τῶν ἄλλων δέ τινα κινήσεων κινούμενον, οἷον αὐξανόμενον ἢ φθῖνον ἢ ἀλλοιούμενον οὐχ | ἁπλῶς. ἀλλὰ πῇ κινεῖσθαι λέγομεν· αὐξάνεσθαι γάρ φαμεν ἢ ἀλλοιοῦσθαι τὸ δὲ κατὰ τόπον κινεῖσθαι ἀπλῶς. οὕτω γοῦν καὶ τὰ οὐράνια κινεῖσθαι λέγομεν ἁπλῶς, ὅτι καὶ κατὰ τόπον ἡ κίνησις. οἱ δὲ περὶ Δημόκριτον μόνην τὴν κατὰ τόπον κίνησιν ἔλεγον· καὶ γὰρ τὰ ἀλλοιούμενα κατὰ τόπον ἔλεγον κινεῖσθαι, λανθάνειν δὲ τοῦτο τῷ μὴ ὅλον, ἀλλὰ κατὰ μέρη ἀμείβειν τὸν τόπον. οἱ δὲ ἀπὸ τῆς Στοᾶς κατὰ πᾶσαν κίνησιν ἒλεγον ὑπεῖναι τὴν τοπικὴν ἢ κατὰ μεγάλα διαστήματα ἢ κατὰ λόγῳ Θεωρητα ὑφισταμένην. p. 266 a 6 Ὃτι μὲν οὗν ἀεί τε κίνησις ἦν ἓως τοῦ καὶ τὸ κινοῦν πρῶτον ὅτι ἀκίνητον, εἴρηται. Μέλλων ἐπὶ τὸ πέρας λοιπὸν εἶναι τοῦ λόγου ὑπομιμνῄσκει πρῶτον συντόμως ἡμᾶς τῶν δεδειγμένων, ἐφ’ οἷς κειμένοις τὰ λοιπὰ ἀποδείκνυσι. δέδεικται δὲ εὐθὺς ἐν ἀρχῇ τοῦ βιβλίου, ὅτι κίνησις ἀίδιός ἐστιν, ἀγένητός τε οὖσα καὶ ἄφθαρτος καὶ διὰ τοῦτο οὔτε ἀρξαμένη ποτὲ τοῦ εἶναι οὔτε πέρας λαμβάνουσα. ἐδείχθη δὲ καὶ τίς ἀρχὴ καὶ αἰτία προσεχὴς τῆς ἀιδίου κινήσεως, ὅτι οὐχὶ τὸ ὑπ’ ἄλλου κινούμενον (ἀνάγκη γὰρ οὕτως ἐπ’ ἄπειρον ἰέναι), ἀλλὰ τὸ ὑφ’ ἑαυτοῦ. ἐδείχθη δὲ καὶ τίς πρώτη κίνησις κατὰ πάντα τοῦ πρώτου τὰ σημαινόμενα, ὅτι τῶν μὲν ἄλλων τῆς κινήσως εἰδῶν ἡ φορὰ πρώτη, ἐν δὲ τῇ φορᾶ ἡ κυκλοφορία τῆς κατ’ εὐθεῖαν πρώτη, καὶ ὅτι ταύτην ἐνδέχεται μόνην μίαν εἶναι καὶ συνεχῆ καὶ διὰ τοῦτο ἀίδιον. ἐδείχθη δὲ καὶ ὅτι τὸ πρώτως κινοῦν ἀκίνητον ἀνάγκη εἶναι τό τε ἐν τῷ αὐτοκινήτῳ κινοῦν καὶ τὸ τελείως ἐξῃρημένον, ὃ μηδὲ κατὰ συμβεβηκὸς κινεῖται, ὡς τὸ ἐν τῷ αὐτοκινήτῳ κινοῦν ἐλέγετο κινεῖσθαι. p. 266a10 Ὅτι δὲ τοῦτο ἀμερὲς ἀναγκαῖον εἶναι ἕως τοῦ οὐκ ἄρα οἷόν τε ὑπὸ πεπερασμένου κινεῖσθαι οὐδὲν ἄπειρον κίνησιν. Δείξας πρότερον, ὅτι τὸ πρώτως κινοῦν ἀκίνητόν τε καὶ ἀίδιόν ἐστι, νῦν προτίθεται δεῖξαι, ὅτι καὶ ἀμερές ἐστι, δεικνὺς ἅμα διὰ τούτου τὸν τρόπον τῆς ὑπ’ ἐκείνου γινομένης κινήσεως, ὅτι μὴ σωματικὴ μηδὲ βίαιος· αἱ γὰρ ὑπὸ σωμάτων γινόμεναι κινήσεις τοῦτον γίνονται τὸν τρόπον, αἵτινες καὶ διὰ τοῦτο οὕτως ἔχουσιν, ὡς τὴν μείζονα δύναμιν ἐπὶ πλείονά τε χρόνον καὶ ἐν ἐλάττονι χρόνῳ κινεῖν τὸ αὐτό, τὴν δὲ ἐλάττονα ἐπὶ ἐλάττονα καὶ ἐν πλείονι· οὕτω γὰρ αἱ σωματικαὶ κινήσεις ἐπιτελοῦνται. τὴν γὰρ αὐτὴν μύλην ἡμίονος μὲν ἐφ’ ἡμέραν ὅλην κινήσειεν, ἄνθρωπος δὲ ἀγαπητὸς ἕως μεσημβρίας· καὶ ἡ μὲν θᾶττον περιστρέφει, ὁ δὲ βραδύτερον. ὅτι δὲ τὸ πρώτως κινοῦν ἀσώματον καὶ ἀμερὲς καὶ ἀμέγεθες, δείκνυσι τὸ ἀντικείμενον ἀνελὼν τὸ μέγεθος ἔχειν αὐτό. ἀνάγκη γὰρ ἢ ἔχειν μέγεθος ἢ ἀμέγεθες εἶναι· ὅτι δὲ οὐκ ἔχει μέγεθος δείκνυσιν ἐκ διαιρέσεως, ἣν αὐτὸς ἐπὶ τέλει τοῦ βιβλίου συνάγων τὸν λόγον τίθησιν οὕτως· εἰ ἔχει μέγεθος, ἢ πεπερασμένον ἢ ἄπειρον ἀνάγκη αὐτὸ εἶναι· ἀλλὰ ἄπειρον εἶναι μέγεθος ἀδύνατον, ὡς δέδεικται ἐν τῷ τρίτῳ ταύτης τῆς πραγμαείας. εἰ οὖν πεπερασμένον ἐστὶ μέγεθος, ἢ πεπερασμένην ἔχει δύναμιν ἢ ἄπειρον, καὶ παρὰ ταῦτα οὐκ ἔστιν. εἰ οὖν μήτε τὸ πεπερασμένην ἔχον δύναμιν ἐν ἀπείρῳ χρόνῳ κινεῖν δύναται, ὡς δείξει ἐν τῷ πρώτῳ ἐπιχειρήματι, μήτε πεπερασμένον τι μέγεθος ἄπειρον ἔχει δύναμιν, ὡς ἐν τοῖς ἐφεξῆς δείκνυσι, δῆλον ὅτι οὐδαμῶς τὸ τὴν ἀίδιον κίνησιν ἐν ἀπείρῳ χρόνῳ κινοῦν μέγεθος ἕξει οὐδὲ μεριστὸν ἔσται· ἀμέριστον ἄρα καὶ ἀμέγεθες εἰς δὴ τὴν τούτου κατασκευὴν πρῶτον δεῖ, φησί, τὰ προηγούμενα λήμματα, ἀφ’ ὧν ὁ λόγος συναχθήσεται, προκατασκευάσαι. πρότεραι γὰρ αἱ προτάσεις τῶν συλλογισμῶν, ὅτι ἐκ τῶν προτάσεων οἱ συλλογισμοί. δείξει δὲ πρῶτον, ὅτι οὐδεμία δύναμις πεπερασμένη δύναται ἐπ’ ἄπειρον χρόνον κινεῖν τι πεπερασμένον· δεύτερον δέ, ὅτι μὴ οἷόν τε ἐν πεπερασμένῳ μεγέθει ἄπειρον δύναμιν εἶναι· τούτου γὰρ δειχθέντος συνάγεται, ὅτι τὸ ἄπειρον κινούμενον χρόνον ὑπ’ οὐδενὸς κινεῖται μεγέθους, εἴπερ μήτε ἄπειρον μέγεθος [καὶ] ἔστιν μήτε τὸ πεπερασμένον μέγεθος ἄπειρον ἔχειν δύναμιν δυνατὸν μήτε ὑπὸ πεπερασμένης δυνάμεως ἄπειρόν τι κινεῖσθαι χρόνον. δείκνυσιν οὖν πρῶτον, ὅτι οὐδὲν πεπερασμένον καὶ πεπερασμένην ἔχον δύναμιν δυνατὸν κινεῖν τι πεπερασμένον ἐν ἀπείρῳ χρόνῳ ὡς ὁμολογουμένῳ χρώμενος ἐκείνῳ, ὅπερ ἐν τῷ ἑξῆς ἐπιχειρήματι καὶ ἐναργῶς προλαμβάνει, ὅτι τὸ μείζονα δύναμιν ἔχον τὸ αὐτὸ <ἐν> ἐλάττονι κινεῖ τῆς ἐλάττονος δυνάμεως. ἡ δὲ δεῖξις τοιαύτη· τριῶν ὄντων, τοῦ τε κινοῦντος καὶ τοῦ κινουμένου καὶ τρίτου τοῦ χρόνου, ἐν ᾧ κινεῖται τὸ κινούμενον, ἀνάγκη ἢ πάντα πεπερασμένα εἶναι ἢ πάντα ἄπειρα ἢ τὰ μὲν πεπερασμένα τὰ δὲ ἄπειρα, ὡς λέγοι ἂν ὁ πεπερασμένον τι ὑπὸ πεπερασμένου ἐν ἀπείρῳ χρόνῳ κινεῖσθαι λέγων, ὅπερ ἀνελεῖν πρόκειται. ὑποτίθεται οὖν πεπερασμένα μὲν εἶναι τό τε κινοῦν μέγεθος ὃ Α λέγει καὶ τὸ κινούμενον τὸ Β, ἄπειρον δὲ τὸν Γ χρόνον, ἐν ᾧ ὑπὸ τοῦ Α τὸ Β κινεῖται. εἶτα λαβὼν ἀπὸ τοῦ Α τοῦ κινοῦντος πεπερασμένου ὄντος μόριόν τι, τὸ Δ ὑποτίθεται αὐτὸ κινεῖν μέρος τι τοῦ Β τὸ E. δεῖ δὲ | λαβεῖν τὸ Δ τὸ κινοῦν καὶ τὸ E τὸ κινούμενον οὐκ ἐν τῇ αὐτῇ ἀναλογίᾳ πρὸς ἄλληλα, ἐν ᾗ τὸ Α ὅλον τὸ κινοῦν πρὸς τὸ Β ὅλον ἐστὶ τὸ ὑπ’ αὐτοῦ κινούμενον, ἀλλ’ ὑπερέχον τὸ Δ τὸ κινοῦν τοῦ E τοῦ κινουμένου· τοῦτο γὰρ δεῖ προσυπακούειν, εἰ μέλλοι τὰ ἐφεξῆς ἀκολούθως ἐπάγεσθαι, οἷον ἵνα τὸ Δ τοῦ Α τρίτον μέρος ᾖ, τὸ δὲ E τοῦ Β δέκατον· οὕτω γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ Δ κινήσει τὸ E ἤπερ τὸ Α τὸ Β ἐκίνει. ὥστε οὐκ ἄπειρος ὁ χρόνος, ἐν ᾧ τὸ E κινεῖται ὑπὸ τοῦ Δ· ἐν ἀπείρῳ γὰρ τὸ Β ὑπὸ τοῦ Α ἐκινεῖτο μείζονα ἔχον πρὸς τὸ Α ἀναλογίαν ἤπερ τὸ E πρὸς τὸ Δ. ἐν πλείονι δὲ χρόνῳ τὸ μεῖζον κατὰ τὸν λόγον κινεῖται καὶ ἐν ἐλάττονι χρόνῳ ἡ μείζων δύναμις τὸ ἔλαττον κινεῖ. ἔστω οὖν μέρος τοῦ Γ ἀπείρου χρόνου ὁ Z πεπερασμένος, ἐν ᾧ τὸ E κινεῖται ὑπὸ τοῦ Δ. ἐὰν δὴ τῷ Δ προσθῶ ἄλλο τοσοῦτον, τουτέστιν ἄλλο τρίτον τοῦ Α μέρος καὶ πάλιν ἄλλο τοσοῦτον, καταναλώσω τὸ Α, τουτέστιν ὅλον λήψομαι τὸ Α. εἰ οὖν τὸ Δ ἐκίνει τὸ E ἐν τῷ Z χρόνῳ μέρει ὄντι τοῦ ἀπείρου τοὐ Γ, προστεθῇ δὲ τῷ κινοῦντι ἄλλο τηλικοῦτον ἡλίκον ἐστί, δῆλον ὡς ἐν ἐλάττονι χρόνῳ ἡ Δ δύναμις διπλασιασθεῖσα κινήσει τὸ Ε· ἐν γὰρ ἡμίσει τοῦ Ζ. κἄν πάλιν προστεθῇ τῇ κινούσῃ δυνάμει ἴσον, ἔσται ἡ Α δύναμις ὅλη, εἴπερ τρίτον ἦν αὐτῆς τὸ Δ. καὶ δῆλον ὅτι ἐν ἐλάττονι ἔτι κινήσει τὸ E. ἂν δὴ πάλιν ἔχοντες τὸ Α τὸ κινοῦν προστιθῶμεν τῷ E τῷ κινουμένῳ ἴσα, ἂν μὲν ἓν προσθῶμεν, ἐν διπλασίῳ αὐτὸ χρόνῳ κινήσει τὸ Α ἢ ἐκίνει τὸ E. ἐὰν δὲ δύο, ἐν τριπλασίῳ· καὶ ἔσται οὗτος ὁ Z, ἐν ᾧ τὸ Δ τρίτον ὂν τοῦ Α ἐκίνει τὸ E, ὃ νῦν ἐτριπλασιάσαμεν. τριπλασιασθέντων γὰρ ἀμφοτέρων, καὶ τοῦ κινοῦντος τοῦ Δ καὶ τοῦ κινουμένου τοῦ E, ὁ αὐτὸς μένει χρόνος. ὅταν οὖν προστιθέντες τῷ E ἐπὶ τὸ δέκατον ἔλθωμεν, ἐσόμεθα τὸ Β εἰληφότες, οὗ ἦν δέκατον μέρος τὸ E. ἔσται δὴ τὸ Β ὑπὸ τοῦ Α κινούμενον ἐν δεκαπλασίῳ χρόνῳ τοῦ ἐν ᾧ ὑπὸ τοῦ Α ἐκινεῖτο τὸ E. ἔκειτο δὲ καὶ ἐν ἀπείρῳ τῷ Γ κινεῖσθαι τὸ Β ὑπὸ τοῦ Α· τὸ αὐτὸ ἄρα ὑπὸ τοῦ αὐτοῦ ἔσται καὶ ἐν πεπερασμένῳ χρόνῳ καὶ ἐν ἀπείρῳ κινούμενον, ὅπερ ἀδύνατον. προστιθέντες γὰρ τῷ E, ἕως ὅλον λάβωμεν τὸ Β, ἢ καταναλώσομεν καὶ τὸν Γ χρόνον ἢ οὔ. ἀλλ’ εἰ μὲν καταναλώσομεν, οὐκ ἄπειρος· τὸ γὰρ καταμετρούμενον οὐκ ἄπειρον, ἔσται δὲ καταμεμετρημένος ὑπὸ τοῦ Ζ πεπερασμένου, ὅστις ἦν ὁ πρῶτος εἰλημμένος. εἰ δὲ μὴ καταναλώσομεν, ἀλλ’ ἔσται μετὰ τὴν τῶν τοσούτων χρόνων τῶν ἴσων τῷ Z ἀφαίρεσιν, ὅσα ἦν καὶ τὰ ἐν τῷ Β, ὑπολειπόμενός τις χρόνος, οὐκ ἐν τῷ Γ ἔσται ὅλῳ κεκινηκὸς τὸ Α τὸ B, ἀλλ’ ἐν μέρει αὐτοῦ τῷ τοσαυτάκις ἴσῳ τῷ Z, ὁσάκις ἐλήφθη τὰ ἐν τῷ Β. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι τῷ Δ προσθεὶς πεπερασμένον τὸ Α (πεπερασμένον γὰρ ἦν τὸ κινοῦν) καὶ τῇ E τὸ Β (πεπερασμένον γὰρ ἦν καὶ τὸ κινούμενον)· τὸν δὲ χρόνον οὐ καταναλώσω ἄπειρον ὄντα. δυνατὸν δὲ τὸ μὲν κινοῦν τὸ αὐτὸ φυλάξαι τὸ Α, τοῦ δὲ κινουμένου τοῦ Β μέρος ἀφελεῖν, ὃ δηλονότι ἐν ἐλάττονι τοῦ ἀπείρου χρόνῳ κινήσει τὸ Α· ἐν πεπερασμένῳ ἄρα. ἐὰν οὖν τὸ ληφθὲν τοῦ Β μέρος ἐν πεπερασμένῳ χρόνῳ κινούμενον συνθῶμεν τοσαυτάκις, ὁπόσον ἦν τοῦ Β μέρος, καὶ ὁ χρόνος τοσαυτάκις πλείων ἔστι τοῦ ἐν ᾧ τὸ Α ἐκίνει τὸ ἀφαιρεθὲν μέρος· πεπερασμένος ἄρ. τὸ Β ἄρα ὑπὸ τοὐ Α καὶ ἐν ἀπείρῳ καὶ ἐν πεπερασμένῳ χρόνῳ κινηθήσεται, ὅπερ ἄτοπον. τοῦτο δὲ συνήχθη διὰ τὸ πεπερασμένον μὲν εἶναι τὸ Β, πᾶν δὲ πεπερασμένον ἀναλίσκεσθαι τῇ τῶν ἴσων ἀπ’ αὐτοῦ ἀφαιρέσει. καλῶς δὲ τῷ καταναλώσω ἐχρήσατο, ἀλλ’ οὐ τῷ ‘καταμετήσω’. ἄν μὲν γὰρ ἴσων τῷ ἐξ ἀρχῆς ἀφαιρουμένων καὶ τὸ τελευταῖον ἴσον ᾖ, πρὸς τῷ ἀνηλωκέναι τὸ Α καὶ κατεμετρήσαμεν αὐτὸ τῷ Δ, γένοιτο δ’ ἂν τοῦτο, εἰ τὴν ἀρχὴν οὕτως ἀφαιρεθείη τὸ Δ, ὡς δύνασθαι εἰς ἴσα αὐτῷ ὁσαοῦν διαιρεθῆναι τὸ Α. ἐὰν δὲ τὸ τελευταῖον ὑπολειπόμενον τοῦ Α μηκέτι ᾖ ἴσον τῷ Δ, ἀλλὰ ἔλαττον αὐτοῦ, καταναλωθῆναι μὲν καὶ οὕτω λέγεται τὸ Α τῇ τοιαύτῃ ἀφαιρέσει, οὐ μέντοι καὶ καταμετρηθῆναι ὑπὸ τοῦ Δ. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ Β καὶ τοῦ E. ἄντε δὲ καταμετρῶνται τὸ Α καὶ τὸ Β ὑπὸ τῶν εἰλημμένων ἀπ’ αὐτῶν μερῶν, ἄντε ἀναλίσκωνται μόνον, ὁ αὐτὸς λόγος. τὸ γὰρ ἄτοπον οὐ παρὰ τὸ καταμετρεῖσθαι, ἀλλὰ παρὰ τὸ ἀναλίσκεσθαι ἠκολούθησε. τοῦτο οὖν δείξας ἐπήγαγεν οὐκ ἄρα οἷόν τε ὑπὸ πεπερασμένου κινεῖσθαι οὐδὲν ἄπειρον κίνησιν, ὡς ἀκολουθοῦντος τούτου τῷ τὴν ἐν ἀπείρῳ χρόνῳ γινομένην κίνησιν ἄπειρον εἶναι. οὐδὲν δὲ εἶπεν ἄπειρον κίνησιν ὑπὸ πεπερασμένου κινεῖσθαι, καίτοι τὸ πεπερασμένον νῦν δείξας ὑπὸ πεπερασμένου μὴ κινούμενον ἄπειρον χρόνον, ἐπειδὴ εἶχεν ἤδη δεδειγμένον, ὅτι ἄπειρον μέγεθος οὐδὲ ἔστιν ὅλως. p. 266a24 Ὅτι δὲ ὅλως οὐκ ἐνδέχεται ἐν πεπερασμένῳ ἕως τοῦ οὐδὲν ἄρα πεπερασμένον ἐνδέχεται ἄπειρον δύναμιν ἔχειν. Προθέμενος δεῖξαι, ὅτι τὸ τὴν ἀίδιον κίνησιν προσεχῶς κινοῦν (τοῦτο γάρ ἐστι τὸ πρώτως κινοῦν) πρὸς | τῷ ἀκίνητον εἶναι καὶ ἀμερὲς καὶ ἀμέγεθές ἐστι, καὶ ἔχων δεδειγμένον, ὅτι ἄπειρον μέγεθος οὐδὲ ἔστιν ὅλως ἐν τοῖς οὖσιν, ἔδειξε πρῶτον, ὅτι πεπερασμένον αὐτὸ μέγεθος εἶναι πεπερασμένην ἔχον δύναμιν ἀδύνατον· τὸ γὰρ τοιοῦτον οὐχ οἷόν τε κίνησιν ἀίδιον κινεῖν. λοιπὸν οὖν ἦν δεῖξαι, ὅτι οὐδὲ πεπερασμένον μέγεθος αὐτὸ δυνατὸν εἶναι ἄπειρον ἔχον δύναμιν, ὅπερ οὐκ ἐπὶ μόνου τοῦ πρώτως κινοῦντος, ἀλλὰ καθόλου δείκνυσιν, ὅτι ὅλως οὐκ ἐνδέχεται ἐν ππερασμένῳ μεγέθει ἄπειρον εἶναι δύναμιν. δείκνυσι δὲ τοῦτο προλαβὼν ἀξίωμα ὡς ἐναργές, ᾧ καὶ πρότερον ἐχρήσατο, ὅτι τὸ τὴν μείζονα καὶ πλείονα δύναμιν ἔχον τὸ αὐτὸ ἐν ἐλάττονι χρόνῳ κινεῖ τῆς ἐλάττονος δυνάμεως. τὸ οὖν ὑπὸ τῆς πεπερασμένης δυνάμεως κινούμενον, καὶ ὑπὸ τῆς ἀπείρου κινοῖτο ἂν <ἐν> ἐλάττονι χρόνῳ οὔσης γε πλείονος· ταῦτα οὖν ὡς ἐναργῆ δείκνυσιν ὅτι τῷ λέγοντι ἐν πεπερασμένῳ μεγέθει ἄπειρον εἶναι δύναμιν, ἀκολουθήσει τι τοῖς ἠξιωμένοις ἐναντίον· τὸ γὰρ ὑπὸ τῆς πεπερασμένης δυνάμεως κεκινημένον ὑπὸ τῆς ἀπείρου οὐ κινηθήσεται, ὡς δείξει· ἔκειτο δὲ τὸ ὑπὸ τῆς ἐλάττονος δυνάμεως κινούμενον καὶ ὑπὸ τῆς μείζονος κινεῖσθαι καὶ ἐν ἐλάττονι χρόνῳ. ὅτι δὲ τὸ ὑπὸ τῆς πεπερασμένης δυνάμεως κινούμενον ὑπὸ τῆς ἀπείρου οὐ κινηθήσεται, δείκνυσιν εἰς ἀδύνατον ἀπάγων τὸ <τὸ> αὐτὸ ἐν ἴσῳ χρόνῳ ὑπὸ τῆς ἀπείρου δυνάμως καὶ ὑπὸ τῆς πεπερασμένης· ἀδύνατον δὲ τοῦτο, εἴπερ ὡμολόγηται, ὅτι ἡ μείζων δύναμις τὸ αὐτὸ ἐν ἐλάττονι κινεῖ χρόνῳ. εἰπὼν οὖν ἀλλὰ μὴν χρόνον γε οὐκ ἐνδέχεται εἶναι οὐδένα, ἐν ᾧ ἡ ἄπειρος δύναμις κινήσει (ὡς γὰρ τῆς ἀπείρου δυνάμεως οὐκ ἔστι λόγος πρὸς οὐδεμίαν πεπερασμένην, οὕτως οὐδὲ τοῦ ἐλαχίστου χρόνου, ἐν ᾧ ἡ ἄπειρος κινήσει, πρὸς τὸν χρόνον, ἐν ᾧ ἡ πεπερασμένη), εἰ οὖν παντὸς χρόνου πεπερασμένου πρὸς πάντα πεπερασμένον λόγος ἐστίν, οὐδεὶς ἄν εἴη χρόνος, ἐν ᾧ ἡ ἄπειρος κινήσει. καὶ τὸ ἑπόμενον τούτῳ ἄτοπον παραλιπών (εἰ γὰρ μὴ ἐν χρόνῳ οὐδὲ κινεῖ ὅλως οὐδὲ ἔστι κινητικὴ ἡ ἄπειρος ἐκείνη δύναμις, ὅτι ἐν οὐδενὶ χρόνῳ) δείκνυσι τὸ ἀντικείμενον ὑποθέμενος τὸ ἐν χρόνῳ κινεῖν. ἔστω γάρ, φησί, χρόνος ὁ Α, ἐν ᾧ τὸ πεπερασμένον ἀπείρῳ δυνάμει κινεῖ τι καὶ μεταβάλλει· τὸ δὴ πεπερασμένην ἔχον δύναμιν τὸ αὐτὸ κινήσει ἐν πλείονι χρόνῳ τῷ ΑΒ. ἐὰν οὖν τὸ τὴν πεπερασμένην δύναμιν διπλασιάσωμεν, δῆλον ὅτι τὸ αὐτὸ ἐν ἐλάττονι χρόνῳ τοῦ ΑΒ μεταβάλλει, ὁμοίως δὲ κἀν αὐξηθῇ, πάλιν ἐν ἐλάττονι, καὶ ἀεὶ οὕτως αὐξόντων ἡμῶν καὶ διπλασιαζόντων τὸ μέγεθος καὶ τὴν δύναμιν κατὰ λόγον, ὁ χρόνος μειωθήσεται· προστιθέντες δὲ ἀεὶ τῷ μεγέθει καὶ ἀφαιροῦντες τοῦ χρόνου, ἐλευσόμεθά ποτε εἰς τὸν Α χρόνον, ἐν ᾧ τὸ αὐτὸ τοῦτο ἔκειτο κινεῖσθαι ὑπὸ τῆς ἀπείρου δυνάμεως· ἐν ἴσῳ ἄρα χρόνῳ τὸ αὐτὸ ἡ πεπερασμένη δύναμις τῇ ἀπείρῳ κινήσει· τῷ γὰρ διπλασίῳ αὐξομένη ἡ δύναμις ἀεὶ πεπερασμένη μένει τῷ πᾶν τὸ τοῦ πεπερασμένου διπλάσιον πεπερασμένον εἶναι. εἰ οὖν τοῦτο ἄτοπον τὸ τὴν πεπερασμένην δύναμιν καὶ τὴν ἄπειρον ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ κινεῖν, καὶ ἠκολούθησε τὸ ἄτοπον τῷ τὴν ἄπειρον δύναμιν ἐν χρόνῳ τινὶ κινεῖν· ᾧ δὲ ἄτοπόν τι καὶ ἀδύνατον ἀκολουθεῖ, καὶ αὐτὸ ἄτοπον καὶ ἀδύνατόν ἐστιν· ἐν οὐδενὶ ἄρα χρόνῳ ἡ ἐν τῷ πεπερασμένῳ δύναμις ἄπειρος κινήσει· οὐδὲ κινήσει ἄρα· ὥστε οὐδὲ ἔσται δύναμις κινητικὴ ἄπειρος ἐν πεπερασμένῳ· εἰ γὰρ ἦν, ἐκίνει καὶ ἐν χρόνῳ ἐκινεῖτο τὸ κινούμενον. Ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος ὅτι “οὐχ οὕτως, ὡς Ἀριστοτέλης ὑπέθετο, ὑπὸ τοῦ τὴν ἄπειρον δύναμιν ἔχοντος ἄρχεσθαι χρὴ τοῦ κινοῦντος ἐν τῷ Α χρόνῳ τόδε τι τὸ κινούμενον καὶ συνάγειν, ὡς αὐτὸς ἐποίησεν, ὅτι καὶ ὑπὸ τοῦ τὴν πεπερασμένην ἔχοντος δύναμιν τὸ αὐτὸ κινηθήσεται ἐν ἴσῳ χρόνῳ. εἰ γὰρ οὕτω, φησί, λαμβάνοιτο, ἔνστασιν ἕξει ὡς οὐκ ἀληθές· οὐ γὰρ συγχωρήσει τις δύνασθαι τὸ κεκινημένον ὑπὸ τῆς ἀπείρου δυνάμεως καὶ ὑπὸ τῆς πεπερασμένης κινηθῆναι. ἀλλὰ ἀνάπαλιν χρὴ λαμβάνειν· τὸ γὰρ ὑπὸ τῆς πεπερασμένης δυνάμεως κεκινημένον ἐν χρόνῳ τινὶ τοῦτο ὑποτίθεσθαι χρὴ καὶ ὑπὸ τῆς ἀπείρου κινεῖσθαι ἔν τινι πολὺ ἐλάττονι· τὸ γὰρ ὑπὸ τῆς ἐλάττονος δυνάμεως κινούμενον δῆλον ὅτι καὶ ὑπὸ τῆς μείζονος κινηθήσεται, ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν· ἀνάγκη ἄρα καὶ ὑπὸ τοῦ πεπερασμένου μέν, ἄπειρον δὲ ἔχοντος δύναμιν πάσχειν τι τὸ πάσχον, καὶ <πλείω ἢ> ὑπ’ ἄλλου· πλείων γὰρ ἡ ἄπειρος. διὰ γὰρ τούτου ἔλαβεν τὸ πάσχον ὑπὸ τῆς πεπερασμένης δυνάμεως τοῦτο πάσχειν καὶ ὑπὸ τῆς ἀπείρου, διότι πλείων ἡ ἄπειρος. τὸ δὲ ὑπὸ τῆς ἐλάττονος δυνάμεως πάσχον ἀνάγκη καὶ ὑπὸ τῆς μείζονος πάσχειν”. ταῦτα μὲν ὁ Ἀλέξανδρος αὐτοῖς ἔγραψε τοῖς ῥήμασι. μήποτε δὲ καλῶς καὶ ἀναγκαίως ὁ Ἀριστοτέλης ἀπὸ τοῦ τὴν ἄπειρον ἔχοντος δύναμιν ἤρξατο, καὶ οὐ χρεία τοῦ ἀνάπαλιν λαμβάνειν· τὸ μὲν γὰρ προκείμενον ἦν δεῖξαι, ὅτι οὐδὲν πεπερασμένον μέγεθος ἄπειρον ἔχει δύναμιν. ὃ δείκνυσι διὰ τοῦ τὴν ἄπειρον δύναμιν, εἴπερ εἴη, ἐν μηδενὶ χρόνῳ ποιεῖν τι ἢ κινεῖν, ὅπερ ἀνεφώνησε διὰ τοῦ ἀλλὰ μὴν χρόνον γε οὐκ ἐνδέχεται εἶναι οὐδένα. τὸ δὲ ἑπόμενον ἄτοπον τῷ μὴ ἐν χρόνῳ ποιεῖν ἢ κινεῖν τὴν ἄπειρον δύναμιν παρῆκεν ὡς ἐναργές· εἰ γὰρ πᾶν τὸ ὁπωσοῦν γινόμενον ἢ κινούμενον ἐν χρόνῳ γίνεται ἢ κινεῖται, τὸ μὴ ἐν χρόνῳ γινόμενον ἢ κινούμενον οὔτε γίνεται οὔτε κινεῖται· οὐδ’ ἄρα ἡ ἄπειρος ἐκείνη δύναμις ποιεῖ τι ἢ κινεῖ οὐδὲ ἔστιν ὅλως. ὅτι δὲ οὐκ ἐν χρόνῳ ποιεῖ τι ἢ κινεῖ δείκνυσιν, ὡς καὶ πρότερον εἶπον, τὸ ἀντικείμενον ὑποθέμενος τὸ ἐν χρόνῳ ποιεῖν ἢ κινεῖν· καὶ συνάγων ἀδύνατόν τι ἑπόμενον τὸ τὴν μείζονα καὶ τὴν ἐλάττονα δύναμιν τὸ αὐτὸ μέγεθος ἐν τῷ ἴσῳ χρόνῳ κινεῖν, μᾶλλον δὲ τὴν ἄπειρον καὶ τὴν πεπερασμένην (τοῦτο γὰρ ἀτοπώτερον), εἰκότως ἐν τῆ τοιαύτῃ ἀγωγῇ τοῦ λόγου τὴν ἄπειρον δύναμιν προυπέθετο | ἐν πεπερασμένῳ χρόνῳ τῷ Α κινεῖν τι μέγεθος πεπερασμένον· τοῦτο γὰρ ἀντέκειτο τῷ ἀλλὰ μὴν χρόνον γε οὐκ ἐνδέχεται εἶναι οὐδένα. εἶτα λαβὼν τὸ αὐτὸ ὑπὸ πεπερασμένης δυνάμεως κινεῖσθαι ἐν πλείονι χρόνῳ, οὐδὲν ἔλαβεν ἄτοπον, ὡς ὁ Ἀλέξανδρος ὑπενόησεν· οὐ γὰρ τοῦτο ἁπλῶς ἔλαβεν, ὅτι τὸ ὑπὸ τῆς ἀπείρου δυνάμεως κινούμενον καὶ ὑπὸ τῆς πεπερασμένης κινεῖται, ἀλλὰ τοσοῦτον λαβών, ὅτι τὸ πεπερασμένον μέγεθος ἐν πεπερασμένῳ χρόνῳ ὑπὸ πεπερασμένης κινεῖται δυνάμεως, ὅπερ ἐστὶν ἐναργές, ἔδειξεν ὅτι τὸ πεπερασμένον ἐν πεπερασμένῳ χρόνῳ κινούμενον, ὁπόσον ἄν ᾖ καὶ αὐτὸ καὶ ὁ χρόνος, δύναται τῆς μὲν δυνάμεως ἀεὶ αὐξανομένης τοὐ δὲ χρόνου <μειουμένου> πεπερασμένης δυνάμεως κινεῖσθαι ἐν ἴσῳ χρόνῳ τῷ Α, ἐν ᾧ ἡ ἄπειρος δύναμις ἐκίνει· ὅπερ ἄτοπον. τὸ δὲ ἄτοπον ἠκολούθησε τῷ ὑποθεμένῳ τὴν ἄπειρον δύναμιν ἐν πεπερασμένῳ χρόνῳ ἐφ’ ὁσονοῦν ἐλαχίστῳ κινεῖν. ἀνάγκη γὰρ αὐτὴν ἢ μὴ κινεῖν ἐν χρόνῳ, ὥστε μηδὲ κινεῖν ὅλως, ἢ κινοῦσαν ἐν χρόνῳ τινὶ κινεῖν καὶ ἐν ἐλάττονι ἤπερ ἡ πεπερασμένη· ὥστε ἐν πεπερασμένῳ. τῷ οὖν κινεῖν λέγοντι τὴν ἄπειρον δύναμιν τοῦτο ἠκολούθησε· καὶ γὰρ τῇ δυνάμει τῇ πεπερασμένῃ δυνατὸν ἀεὶ προστιθέντα ὑπερβάλλειν τὴν ἀεὶ λαμβανομένην δύναμιν καὶ τοῦ ἐλαχίστου χρόνου ἀφαιροῦντα ἐλλιπέστερον ποιεῖν τὸν χρόνον, ἕως οὗ ἡ μὲν δύναμις ὁ δὲ χρόνος μειούμενος ἕως τοῦ Α χρόνου ὑπὸ πεπερασμένης μὲν ηὐξημένης δὲ ἐν τῷ A χρόνῳ δείξῃ τὸ αὐτὸ κινούμενον, ὅπερ ὑπὸ τῆς ἀπείρου ἐν τῷ ἴσῳ χρόνῳ. οὐκ ἔλαβεν οὖν ὁ Ἀριστοτέλης τὸ ὑπὸ τῆς ἀπείρου δυνάμεως καὶ ὑπὸ τῆς πεπερασμένης κινεῖσθαι, ἀλλὰ τοσοῦτον ἔλαβεν ἐναργές, ὅτι τὸ πεπερασμένον ἐν πεπερασμένῳ χρόνῳ ὑπὸ πεπερασμένης κινεῖται δυνάμεως. καὶ ἔδειξε λοιπὸν ἀκολουθοῦν τῷ λέγοντι ἐν πεπερασμένῳ χρόνῳ κινεῖν τι τὴν ἄπειρον δύναμιν τὸ ἐν ἴσῳ χρόνῳ τῆ ἀπείρῳ δυνάμει τὴν πεπερασμένην κινεῖν. εἰ οὖν ταῦτα ἀληθῆ λέγω, οὐ χρείαν ὁ λόγος ἔχει τῆς ἀνάπαλιν λήψεως. “ Ἒνεστι δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ οὕτω δεικνύναι ἀδύνατον ὂν τὸ ἐν πεπερασμένῳ μεγέθει ἄπειρον εἶναι δύναμιν· ἄν γὰρ ἀφέλωμεν μόριον τοῦ μεγέθους, δῆλον ὡς τοῦτο οὐχ ἕξει δύναμιν ἄπειρον· πεπερασμένην ἄρα. οὕτως οὖν ἀφαιροῦντες ἀεὶ ἀπὸ τοῦ μεγέθους μόριά τινα τῷ ἀφῃρημένῳ ἴσα, ὧν μορίων ἕκαστον πεπερασμένην δύναμιν ἔχει, εἰς πεπερασμένα διελοῦμεν τὸ πᾶν καὶ μεγέθη καὶ δυνάμεις· οὐ γὰρ μόριόν τι τοῦ ὅλου ἔσται τὸ τὴν ἄπειρον ἔχον δύναμιν (κεῖται γὰρ τὸ ὅλον ἔχειν τὴν ἄπειρον δύναμιν), ὁπότε καὶ ἐπὶ τοῦ μορίου ὁμοίως δεικνύναι δυνατόν, ὅτι μὴ οἷόν τε ἄπειρον ἔχειν δύναμιν· ἀλλ’ οὐδὲ πᾶν μόριον αὐτοῦ ἄπειρον ἐνδέχεται δύναμιν ἔχειν.” Ὁ δὲ Γραμματικὸς ἐκεῖνος, οὗ κατ’ ἀρχὰς τῶν εἰς τοῦτο τὸ σχολῶν ἐμνημόνευσα, μέγα νομίζων, εἰ τῶν ἰδιωτῶν πολλοὺς ὑπάγοιτο πρὸς τοῦ οὐρανοῦ καὶ τοῦ κόσμου παντὸς καταφρόνησιν ὡς ὁμοίως αὐτοῖς ὄντων φθαρτῶν καὶ δηλονότι καὶ πρὸς τὴν αὐτοῦ τοῦ δημιουργοῦ, εἰ γενητοῦ καὶ φθαρτοῦ κόσμου ποιητὴς ἀποδειχθείη τὸν πρὸ τοῦ δημιουργεῖν ἅπαντα αἰῶνα οὔτε δημιουργὸς ὢν οὔτε πάντων τῶν ὄντων θεὸς καὶ πατὴρ καὶ ὑποστάτης, εἴπερ μηδὲ ἐγεγόνει τι τῶν ὄντων τότε, ἀπὸ δὴ τοιούτων γιγαντικῶν ἐννοιῶν ὁ ἀνὴρ οὗτος καὶ τοῖς ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ περὶ τῆς ἀιδιότητος τοῦ οὐρανοῦ καὶ τοῦ κόσμου δειχθεῖσιν ὑπὸ τοῦ Ἀριστοτέλους ἀντιγράφειν ἐτόλμησεν οὐδὲ συνιεὶς τῶν ἐκεῖ λεγομένων, ὡς ἐν ἐκείνοις ἐπειράθην ἀποδεῖξαι, καὶ πρὸς τὰ ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου τὰ τὴν κίνησιν καὶ τὸν χρόνον ἀίδια δεικνύντα παρὰ θύρας ὑπαντῶν ἐνέστη, ὡς δυνατὸν καταμαθεῖν ἐκ τῶν ἐκεῖ μοι πρὸς αὐτὸν εἰρημένων. εἰς δὴ τοιοῦτον σκοπὸν ἐνόμισεν αὐτῷ καὶ ταύτην συντελεῖν τὴν ἀπόδειξιν τοῦ Ἀριστοτέλους, δι’ ἧς δείκνυσιν, ὅτι οὐδὲν σῶμα πεπερασμένον ἄπειρον ἔχει δύναμιν. εἰ γὰρ πεπερασμένον ἐστὶ σῶμα τό τε οὐράνιον καὶ τὸ κοσμικόν, πεπερασμένην ἔχει δύναμιν, τὸ δὲ πεπερασμένην ἔχον δύναμιν εὐθὺς οὗτος ἐνόμισε φθαρτὸν ἀποδεδεῖχθαι. καὶ δὴ καὶ πρὸς τῷ τέλει τοῦ λόγου· ‘λίπεται ἄρα, φησί, πεπερασμένης εἶναι δυνάμεως καὶ τὸν ὅλον οὐρανὸν καὶ τῶν αὐτοῦ μερῶν ἕκαστον· τοιαῦτα δὲ καὶ τὰ ὑπὸ σελήνην ἅπαντα’. καὶ θαυμαστὸν ὅτι μὴ προσέθηκεν, ὅτι καὶ αὐτὸς τοιοῦτος· γὰρ ὅλος αὐτῶν σκοπὸς τῆς θεοσεβείας, καὶ τὸν οὐρανὸν δεῖξαι καὶ τὸν τοῦ οὐρανοῦ δημιουργὸν μηδὲν αὐτῶν διαφέροντα. ἐφιστάνειν δὲ ἀξιῶ τοὺς ἐντυγχάνοντας τοῖς ἐκείνου λόγοις, ὅτι κἀνταῦθα φαίνεται μήτε παρακολουθῶν τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένοις καὶ τὸν ὅλον αὐτῶν σκοπὸν ἀγνοῶν· νομίζει γὰρ ταὐτὸν οἴεσθαι τὸν Ἀριστοτέλην τὸ δύναμιν ἄπειρον ἔχειν κινητικὴν καὶ τὸ δύνασθαι διαρκεῖν εἰς τὸν ἄπειρον χρόνον κινούμενον. καὶ δὴ καὶ γράφει ταῦτα, ἐξ ὧν δῆλον ἡμῖν γέγονεν, ὡς ἀληθὲς εἶναι δοκεῖ τῷ Ἀριστοτέλει τὸ μηδὲν σῶμα πεπερασμένον δύναμιν ἔχειν διαρκοῦσαν εἰς τὸν ἄπειρον χρόνον. ὅθεν κινεῖν τὴν ἀίδιον κίνησιν ἐνδέχεσθαί φησιν ἐν σώματι τὸ εἶναι ἔχουσαν δύναμιν. καὶ οὐκ ἐπέστησεν, ὅτι ἄλλο μέν ἐστι τὸ δύναμιν ἔχειν ἄπειρον ἅμα ὅλην κινητικὴν ἀιδίως καὶ ἄλλο τὸ δύνασθαι διαρκεῖν ἀιδίως κινούμενον, καὶ ὅτι τὸ μὲν ἐνεργείᾳ ἀπειροδύναμον ὅλον ἅμα τῷ ἀιδίως κινοῦντι ὑπάρχει, τὸ δὲ οὕτως ἄπειρον ὡς δύνασθαι ἐπ’ ἄπειρον κινεῖσθαι, οὐ κατὰ τὴν ἐνεργητικὴν καὶ κινητικὴν δύναμιν τὴν ἅμα ὅλην οὖσαν, ἀλλὰ κατὰ τὴν παθητικὴν καὶ τὸ δυνάμει ὑπάρχει τῷ ἀιδίως κινουμένῳ. καὶ λέγει ὁ Ἀλέξανδρος, ὃν οὗτος προίσχεται, πρὸς τῷ τέλει τῶν εἰς τοῦτο τὸ βιβλίον ὑπομνημάτων, | ὅτι ἐπὶ τοῦ κινουμένου ἐπ’ ἄπειρον δύναμιν οὐ λεκτέον, καθ’ ἣν κινεῖται, πλὴν ὁμωνύμως. διὸ τὴν μὲν ὅλην ἅμα οὖσαν ἄπειρον δύναμιν τὴν κινητικὴν τῷ πεπερασμένῳ σώματι ἀδύνατον ὑπάρχειν, τὸ δὲ κινεῖσθαι ἐπ’ ἄπειρον οὐδὲν κωλύει τῷ πεπερασμένῳ ὑπάρχειν, διότι ἡ ἐν τῷ ἐπ’ ἄπειρον ἀεὶ λαμβανομένη δύναμις πεπερασμένη ἐστίν· οὐ μὴν παῦλαν ἔχ’ εἰν ἀνάγκη ἄλλης καὶ ἄλλης διαδεχομένης διά τε τὸ ἀιδίως κινοῦν καὶ διὰ τὴν τοῦ δυνάμει τοῦ ἐν τῷ κινουμένῳ ἀεὶ ἐνυπάρχοντος ὑποικουρίαν. ἀγνοήσας οὖν κἀνταῦθα οὗτος, ὥσπερ καὶ πρότερον, τὴν τοῦ ἅμα ὅλου ὄντος ἀπείρου πρὸς τὸ ἐπ’ ἄπειρον διαφορὰν καὶ αὐτὸ ἄπειρον ὂν καὶ πρὸς τὸ ἀίδιον ἀρκοῦν, καὶ ὅτι τὸ μὲν τῷ ἀιδίως κινοῦντι προσήκει, τὸ δὲ τῷ ἀιδίως κινουμένῳ ἐνόμισεν, ὅτι ὁ δεικνὺς μὴ εἶναι δύναμιν ἄπειρον ἅμα ὅλην κινητικὴν ἐν πεπερασμένῳ σώματι διὰ τούτου ἔδειξεν, ὅτι οὐδὲ κινεῖσθαι δύναται ἐπ’ ἄπειρον τὸ πεπερασμένον σῶμα, ἀγνοῶν τὰ ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας περὶ τοῦ ἐπ’ ἄπειρον ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθέντα, ὧν τινα καὶ κατ’ ἀρχὰς τῶν εἰς τοῦτο τὸ βιβλίον σχολῶν παρεθέμην, τινὰ δὲ καὶ νῦν παραθήσομαι· “ὅλως μὲν γὰρ οὕτως ἐστὶ ἄπειρον τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ πεπερασμένον, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον”. τὸ δὲ τοιοῦτον τοῖς ἐν γενέσει τὸ εἶναι ἔχουσιν. ἥ τε γὰρ κίνησις τοιαύτη καὶ ὁ χρόνος, καὶ ἡ τῶν ἀνθρώπων γένεσις, ὡς καὶ Ἀριστοτέλης εἶπεν, καὶ ἡ τῶν μεγεθῶν διαίρεσις. ἐπειδὴ γὰρ ἡ κίνησις ἐν τῷ κινουμένῳ ἐστὶν ἀλλ’ οὐκ ἐν τῷ κινοῦντι, ὡς δέδεικται ἐν τοῖς περὶ κινήσεως λόγοις, τὸ μὲν πρώτως ἀεὶ κινοῦν ἀκίνητον ὂν ἄπειρον ἀνάγκη δύναμιν ἔχειν διὰ τὸ ἀεί, ἄπειρον δὲ ὡς ἅμα ὅλην οὖσαν. εἰ γὰρ κατὰ τὴν γινομένην ἀπειρίαν κινούμενόν ἐστι καὶ οὐ κινοῦν οὐδὲ ἀκίνητον, καὶ ἄλλου του κινοῦντος δεήσεται. τὸ δὲ ἀεὶ κινούμενον πεπερασμένον σῶμα ἐπ’ ἄπειρον κινεῖται οὐκ ἔχον ἅμα τὴν ὅλην ἀπειροδυναμίαν ὡς τὸ κινοῦν. τὸ μὲν γὰρ κινοῦν ἀεὶ πρώτως ἀσώματόν τε καὶ αὐθυπόστατόν ἐστι καὶ τῆς ἀπείρου δυνάμεως ἑαυτῷ χορηγόν, τὸ δὲ ἀεὶ κινούμενον σῶμα ὂν πεπερασμένον, τό τε ἀεὶ εἶναι καὶ ἀεὶ κινεῖσθαι παρὰ τοῦ πρώτως κινοῦντος ἔχον οὐ δύναται ἅμα ὅλην τὴν κίνησιν καταδέξασθαι, ἐπεὶ οὐκέτι ἐδεῖτο παρ’ ἄλλου κινεῖσθαι οὐδὲ ἐκινεῖτο ὅλως· ἡ γὰρ κίνησις οὐκ ἔστιν ἅμα ὅλη, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. εἰ γὰρ ἅμα ὅλην τὸ κινούμενον κατεδέχετο, εἱστήκει ἂν καὶ οὐκ ἐκινεῖτο. ταῦτα μὲν οὖν ἀρκεῖν οἶμαι περί τε τῆς τοῦ κινοῦντος ἅμα ὅλης ἀπειρίας, δι’ ἣν ἀδύνατον αὐτὸ σῶμα εἶναι πεπερασμένον, καὶ τῆς τοῦ προσεχῶς ὑπ’ αὐτοῦ κινουμένου ἐπ’ ἄπειρον μεταβολῆς, ὧν οὗτος τὴν διαφορὰν ἀγνοήσας συντελεῖν ἐνόμισεν αὐτῷ πρὸς τὸ τὸν οὐρανὸν φθαρτὸν ἀποδειχθῆναι τὸ ὑπὸ τοῦ Ἀριστοτέλους δειχθὲν νῦν, ὅτι οὐδὲν σῶμα πεπερασμένον ἄπειρον ἔχει κινητικὴν δύναμιν. καίτοι κἄν τῇ διαφορᾷ τοῦ τε κινεῖν καὶ τοῦ κινεῖσθαι καὶ τοῦ κατ’ ἐνέργειαν ἀπείρου καὶ τοῦ ἐπ’ ἄπειρον οὐκ ἐπέστησεν, ἀλλ’ ἐκεῖνο γοῦν ἐχρῆν ἐννοεῖν, ὅτι οὐκ ἄν ὁ Ἀριστοτέλης ἐν ἑνὶ τούτῳ βιβλίῳ παρὰ πόδας οὕτως ἄν τὰ ἐναντία ἑαυτῷ ἔλεγεν, ἐν ἀρχῇ μὲν δείξας ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι καὶ τὸ κινούμενον ἀίδιον, προσεχῶς δὲ ὅτι τὸ κυκλοφορητικὸν σῶμά ἐστι τὸ τὴν μίαν καὶ συνεχῆ καὶ ἀίδιον κίνησιν δυνάμενον κινεῖσθαι, νῦν δὲ τὸν οὐρανὸν πεπερασμένον ἔχοντα σῶμα φθαρτὸν λέγων, εἰ οὕτως ἐνόει τὸ μὴ ἔχειν ἄπειρον δύναμιν, καὶ πάλιν ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ τῷ τοῦτο τὸ βιβλίον ἐκδεχομένῳ, σαφῶς ἀίδιον ἀποδεικνὺς τὸν οὐρανὸν καὶ τὸν ὅλον κόσμον, πρὸς ἃς ἀποδείξεις καὶ οὗτος ἀντειρηκέναι νομίζει. ποῖος οὖν χαμαιλέων τοιαύτας ἄν ἐτράπη τροπάς.‘ οἵας οὗτος ὑπομεῖναι τὸν Ἀριστοτέλην νενόμικεν; καὶ οὐδὲ τούτῳ ἐπέστησεν, ὅτι οὐδὲ τῶν ἐξηγητῶν τῆς τοῦ Ἀριστοτέλους διαίτης ἐνόμισε δεῖσθαι τοὺς λόγους τούς τε περὶ τῆς ἀιδιότητος τοῦ οὐρανοῦ καὶ τὸν νῦν δεικνύντα, ὅτι τὸ πεπερασμένον σῶμα πεπερασμένην ἔχει δύναμιν. πρόχειρον γὰρ ἦν, ὅτι τὴν κινητικὴν ἀπειροδυναμίαν τὴν ἅμα ὅλην οὖσαν ἀπέφησεν ἐν τούτοις τοῦ κινητοῦ σώματος πεπερασμενου ὄντος. Ἐπειδὴ δὲ τὸν ὅλον οὗτος σκοπὸν τῆς Ἀριστοτελικῆς ἀποδείξεως ἀγνοήσας καὶ νομίσας, ὅτι ὁ δεικνὺς τὸ πεπερασμένον σῶμα μὴ ἔχειν ἄπειρον κινητικὴν δύναμιν, εὐθὺς ἄν εἴη δεδειχὼς ὅτι ὁ οὐρανὸς πεπερασμένος ὢν φθαρτός ἐστι, καὶ διὰ τοῦτο καὶ δι’ οἰκείων ἐπιχειρημάτων ἐπιβάλλεται δεικνύναι, ὅτι τὸ πεπερασμένον σῶμα πεπερασμένην ἔχει δύναμιν, καὶ ὡς ἐξ ἀνάγκης ἑπόμενον τούτῳ ἐπάγει, ὅτι ὁ οὐρανὸς φθαρτός ἐστι, φέρε καὶ ταύταις αὐτοῦ ταῖς παρανοίαις ἐπιδράμωμεν. πρῶτον οὖν ἐπιχείρημα τίθησι τοιαύτην ἔχον τὴν συναγωγήν· τὰ οὐράνια ἐξ ὕλης καὶ εἴδους ἐστί· τὰ ἐξ ὕλης δεῖται τῆς ὕλης πρὸς τὸ εἶναι· τὰ δεόμενά τινος οὐκ ἔστιν αὐτάρκη· τὰ μὴ αὐτάρκη οὐκ ἔστιν ἀπειροδύναμα. καὶ συνάγει ἐκ τούτων, ὅτι τὰ οὐράνια κατὰ τὴν αὑτῶν φύσιν οὐκ ἔστιν ἀπειροδύναμα καὶ διὰ τοῦτο φθαρτά. δῆλον δέ, ὅτι εἰ μὲν φθαρτῆς οὔσης τῆς ὕλης ἐδεῖτο πρὸς τὸ εἶναι τὰ οὐράνια, φθαρτὰ ἂν ἦν εἰκότως. εἰ δὲ καὶ τὴν ὕλην ἢ τὸ ὑποκείμενον, ὅτι ποτέ ἐστιν αὐτῶν, ἄφθαρτόν τις εἶναι λέγων οὐκ ἐλέγχεται, πῶς τὸ ἀφθάρτου δεόμενον ὑποκειμένου φθαρτὸν εἶναι νομισθήσεται; οὐδὲ γάρ, ἐπειδὴ δεῖταί τινος καὶ κατὰ τοῦτο οὐκ ἔστιν αὔταρκες, διὰ τοῦτο καὶ φθαρτὸν ἀνάγκη εἶναι. ἀπειροδύναμον μὲν γὰρ οὐκ ἄν ἴσως εἴη τὸ μὴ αὐθυπόστατον, ἀλλ’ ἐν ἄλλῳ τὸ εἶναι ἔχον. οὐ μέντοι ἤδη καὶ φθαρτὸν αὐτὸ ἀνάγκη εἶναι οὕτως, ὥς ποτε φθαρησόμενον. ἄλλο γὰρ ὡς εἴρηται τὸ κατ’ ἐνέργειαν | ἅμα ὅλον ὃν ἄπειρον καὶ ἄλλο τὸ ἐπ’ ἄπειρον. “δεύερον εἰ τὸ εἶναι, φησί, τῆς ὕλης ἐν τούτῳ ἐστίν, ἐν τῳ ἐπιτηδείως ἔχειν πάντα δέχεσθαι τὰ εἴδη καὶ οὐ μάτην ἔχει αύτην τὴν δύναμιν οὐδὲ δύναται πλείονα ἅμα εἴδη ἡ αὐτὴ ὕλη δαταδέξασθαι, οὐδὲν τῶν εἰδῶν ἀεὶ στέγειν ἡ ὕλη δύναται ὅσον ἐπὶ τῷ οἰκείῳ αὐτῆς λόγῳ. εἰ δὲ τοῦτο, οὐδὲν τῶν ἐξ ὕλης καὶ εἴδους ὅσον ἐπὶ τῇ ὕλῃ ἄφθαρτον ἔσται.’’ δεδεῖχθαι δέ φησιν αὑτῷ ἐν τῷ τετάρτῳ τῶν πρὸς Ἀριστοτέλη, ὅτι μία καὶ ἡ αὐτὴ ὕλη ἡ πρώτη τοῖς τε οὐρανίοις ὑπόκειται καὶ Τοῖς ὐπὸ σελήνην. ἀλλὰ τὰ μὲν ἐκεῖ ῤηθέωτα αὐτῷ τῆς ποσηκούσςης 131 ἔτυχεν ἐξετάσεως ὐπ’ ἐμοῦ τὸ πρῶτον τῆς Περὶ οὐπανοῦ σαφηνίζειν ἐπιχειπήσαντος. ἐωταῦθα δὲ τοσοῦτον μόνον ἐφιστάνειν ἐξι[ν, ὄτι τῆς αὐτῆς ὔλης οὔσης καὶ πρὸς πάντα τὰ εἴση ὀμοίνς ἐχούσης, ἀωάυκη μεταβάλλειν εἰς ἄλληλα τά τε οὐπάωια καὶ τὰ ὐπὸ σελήνην, οὖ τί ἄν ‘δυνατώτερον Εἴη; Οὐ γάρ διατρίβειν ἐν τούτῳ καλόν. Καὶ γάρ καὶ οὖτος τὸ ἀρεμφαῖνον ἐννοήσας “κἄν συγχωρήςῃ τις, φησί, μή τήν αὐτήν ὐποκεῖσθαι ὔλην τοῖς τε οὐραωίοις καὶ τοῖς ὐπὸ σελήνην, ἁλλ’ ἐπειδή καὶ ἡ τῶν οὐρανίων πάντων ὔλη, ἤν ἠγοῦντο πρῶτον ὐποκείμενον, ἔν ἐστι καὶ ταὐτὀν τὸ καλοὀμενον πέμπτον σῶμα, τὰ δὲ ταύτης τῆς ὔλης εἴδη διάφορα τυγχάωει (τὸ Τοῦ ἡλίου φέρε καὶ τὸ τῆς), δῆλον ὄτι καὶ τῶν ἄλλων ἐκάστου ἀστέρος Καὶ ἔτι τῶν σφαιρῶν ἐκάστης), δῆλον ὄτι καὶ ἠ τῶν οὐρανίων σνμάτων ὔλη ἐπιτηδείως ἔχει ἔκαστον τῶν οὐρανίων εἰδῶν καταδέξασθαι, κἄν διά τινα κρείττονα καὶ ἐξῃρημένην αἰτίαν μὴ κατεδέξατο. εἰ οὖν καὶ ἡ τῶν οὐραωίων σνμάτων ὔλη, ὄσον ἐπὶ τῷ δύνασθαι πάντων εἶναι τῶν εἰδῶν δεκτική ἐκείνων ἄλλοτε ἄλλο δέξεται εῖδος, οὐδὲ ἄρα τῶν οὐρανίων οὐδὲν ὄσον ἐπὶ τῇ δυνάμει τῆς αὐτῶν ὔλης ἄφθαρτον ἔσται.” Ἐν δὴ τούτοις πρῶτον μέν ἐφιστάνειν ἄξιον, ὄτι τὴν πρώτην τοῦ Οὐρανοῦ ὔλην τὸ πέμπτον ἐνόμισεν εἶναι σῶμα. Καίτοι εἰ, ὠς πρότερον εἶπεν, μία καὶ ἡ αὐτὴ ὔλη τάντων ἐστὶ τῶν τε οὐρανίων καὶ τῶν ὑπὸ Σελήνην, πῶς ἔχει λόγον τὸ πέμπτον σῶμα ὔλην εἶναι τῶν ὐπὸ σελήνην; ἔπειτα εἴτε διά κρείττονά τινα καὶ ἐξῃρημένην αἰτίαν οὐ δέχεται ἄλλο εἶδος ἠτῶν οὐρανίων ὔλη παρ’ ὄ νῦν ἔχει, οὐκ ἔστιν ἀνάγκη διά τὴν ὔλην φθαρτὸν εἶναι τὸν οὐρανόν, εἴτε, ὠς οὖτος “καὶ τοῦτο,” φηςὶ τὰ ἐναντία ἐαυτῷ λέγων, “ἄλλοτε ἄλλο δέξεται εἶξεται εἶδος”. Καὶ τοῦτοως οὐκ ἀνάγκη τὸν ὄλον οὐρανὸν φθαρτὸν εἶναι, ἀλλ’ εἰ ἄρα, τὰ μέρη μόνα τῶν ἐναντίων εἰς ἄλληλα μεταβαλλόντων ὠς καὶ ἐπὶ τῶν ὐπὸ σελήνην. εἴτε οὖν μία ἠ ὔλη, τοσοῦτον αὐτῷ μόνον ἐκ τῶν αὐτοῦ λογων συμβαίνει, τὸ τὰ ἄνω κάτω καῖ τὰ κάτω ἄνω ὤσπερ τοῖς μεθύουσι γινόμενα φαίνεσθαι, ὤστε ἤλιον μὲν ἐνταῦθα, ἄωθρωπον δὲ ἐω οὐρανῷ, καὶ τὰ οὐράωια μετά τῶν ἐωθάδε φύεσθαι· Καίτοι τί ἄν εἴη τούτων ἀτοπώτεροω; Εἴτε ἡ τοῦ οὐραωοῦ ὔλη μία οὖσα Πάωτα δύναται τὰ ἐκεῖ εἴδη καταδέξασθαι, ἤ μάτην δύναται ἤ ποτε μεταβάλλει Καὶ ἐκεῖνα εἰς ἄλληλα. Καίτοι οὐδὲ οὔτως αὐτως αὐτῷ τὸ σπουδαζόμενον ἐκβήσεται τὸ φθαρτὸν τὸν κόσμεον ἀποδεικνύναι· οὐδὲ γὰρ τὸ ὑπὸ σελήνην ἀνάγκη ποτὲ μὴ εἶναι, ἐπειδὴ τὰ μέρη αὐτοῦ περὶ τὴν ὐποκειμένην ὔλην Μεταβάλλει εἰς ἄλληλα. ἔνθα γάρ ἡ ἄλλου φθορά ἄλλου γένεσίς ἐστι, τίς Μηχαιή τὸ τοιοῦτο σύστημα φθαρῆναι; πόςῳ κάλλιον οὖν ἦν καὶ τῷ δημιουργῷ Θεῷ μᾶλλον προςῆκον τὸ λὲγειν, τὰ μὲν προσεχῶς ὑπ’ αὐτοῦ Παραγόμενα ἀεὶ κατά τὰ αὐτὰ ταὶ ὡσαύτως ἔχοωτος καὶ μήτε κατ’ οὑσίαν 3 τοσοῦτον μό μεταβαλλομένου μήτε κατά δύναμιν μήτε κατ’ ἐνέργειαν ἀίδια εἶναι, ἴνα μὴ ποτὲ μὲν κοσμοποιὸς ᾖ, ποτὲ δὲ ἀργός καὶ ἄγονος καὶ ἔρημος ἀπολείπηται, τὸ δὲ διὰ τῶν ἀιδίων καὶ ἀιδίως κινουμένων αὐτοῦ δημιουργημάτων γινόμενον τὸ ὑπὸ σελήνην μέρη μὲν ἔχειν γινόμενα καὶ φθειρόμενα, ἵνα καὶ τὸ ἔσχατον τοῦ κόσμου γένεσιν σχῇ διὰ τὴν τοῦ δημιουργοῦ ἀγαθότητα, ἀεὶ δὲ ὢν αὐτὸς ἐμηχανήσατο καὶ τοῦτο ἀίδιον εἶναι τῷ τὴν ἄλλου φθοράν ἄλλου γέωεσιν εἶναι ἐνδελεχῆ ποιήσας τὴν γένεσιν. ἐν δὲ τῷ τρίτῳ αὐτοῦ ἐπιχειρήματι τῷ Πλάτωνι συνέπεσθαι συνέπεσθαι δοκῶν ἀποδεικνύναι πειρᾶται, ὄτι τὰ οὐράνια οὐκ ἔστιν ἀπειροδύναμα τῇ αὐτῶν φύσει, κἄν μή φθείρηται δυνάμει κρείττονι τῆς ἐαυτοῦ φύσεως συνεχόμενα. “ Εἰ γὰρ σύνθετα, Φησίν, ἔστι τὰ σὐράνια, τὰ οὐράνια, τὰ δὲ σύνθετα λόγον ἔχει λύσεως, τὰ δὲ Λόγον ἔχοντα λύσεως λόγον ἔχει φθορᾶς (ἠ γάρ διάλυσις τῶν στοιχείων Φθορὰ τοῦ δυνθέτου ἐστί, τὸ δὲ λόγον ἔχον φθορᾶς οὐχ ἔχει δύναμιν ἄπειρον), τὰ ἄρα οὐράνια ὄσον ἐπὶ τῇ αὐτῶν φύσει οὐχ ἔστιν ἀπειροσύωαμα.” ἀλλ’ ὄπως ὁ Πλάτων τῆς λύσεως ἔχοντα τόν λόγον φηδὶ τὸν δημιουργόν μὴ λύειν τὸ καλῶς ὐπ’ αὐτοῦ ἀρμοσθέν, μετ’ ὀλίγον εἰσόμεθα. “καὶ οἱ μὴ ἑκ τῶν τεττάρων δὲ στοιχείων, φηςὶν σὖτος, λέγοντες τὸν Οὐρανόν, ἀλλ’ ἑκ τοῦ πέμπτου σώματος, καὶ οὖτοι σύνθετον αὐτὸν λὲγουσιν ἐξ ὐποκειμένου μὲυ τοῦ πέμπτου σώματος, εἴδους δὲ τοῦ ἠλιακοῦ ἤ σεληωιακοῦ. καἰ εἰ τὰ πάντων εἴδη, φησίν, ἀφέλοι τις, σῆλον ὄτι τὸ τριχῇ διαστατὸν Ατατὸν αὐτῶν καταλείψει μόνον, καθ’ ὄ οὐδὲν οὐδενὸς τῶν οὐραωίων διοίσει Οὐδὲ τῶν παρ’ ἡμῖν σωμάτων, ὤστε καὶ τὰ οὐράωια συνθέσεως ἔχοντα λόγον, καὶ Λύσεως ἔξει καἰ φθοπᾶς. Καὶ διἀ τοῦτο οὐκ ἀρειποδύναμα, κἄν μηδέποτε φθείρηται κατὰ Πλάτωνα κρείττονι δεσμῷ τῆς αὑτῶν φύσεως, τῇ βουλήσει τοῦ θεοῦ, συνεχόμενα.” Καὶ ἐχ τούτου τοίνυν τοῦ ἐπιχειρήματος δῆλός ἐστι διὰ διὰ κενὴν δόξαν καὶ τῆς ἐξ ἀρχῆς ἐαυτοῦ προθέσεως ἐπιλαθόμενος. Προὔκειτο μὲν γὰρ αὐτῷ γενητὸν καὶ φθαρτὸν ἀποδεῖξαι τὸν οὐραωόν. νῦν δὲ δὲ ἐνδίδωσι διά μὲν τὴν αὐτοῦ φύσιν πεπερασμένην ἔχειν δύναμιν αὐτὸν καὶ φθαρτόν, διὰ δὲ τὴν τοῦ θεοῦ βούλησιν ἄλυτον διαμένειν καὶ ἄφθαρτον. Καὶ δῆλον ὄτι οὐκ ἄν ἡ τοῦ θεοῦ βούλησις τῷ μή ἐπιτηδείως ἔχοντι δέξασθαι τοῦτο τὸ ἀγαθὸν ἐσωρεῖτο, ἀλλά κἄν τὴν ἄπειρον ἄμα ὄλην κινητικὴν δύναμιν ὁ | οὐρανὸς οὐκ ἔχῃ κινητὸς ὤν αὐτὸς καὶ πεπερασμένος, ἀλλάὰ πρός γε τὸ ἐπ’ ἄπειρον κινεῖσθαι πέφυκεν. ἀλλ’ οὐδὲ σύνθετον καλῶς ὑπέθετο τὸ πέμπτον σῶμα οὔτως ὠς λύσεως ἔχον λόγον· ἐκεῖνα γὰρ λύσεως ἔχει λόγον, ὄσα ὐποκείμενον ἔχει μὴ στέγον Τὰ εἴδη καἰ ἐξ ἀωτικειμένων συνέστηκεν εἰδῶν τῶν εἰς ἄλληλα μεταβαλλόντων· τά δέ οὐράωια τὸ κυκλοφορητικὸν εἶδος ἔχει μὴ ἔχον ἐαυτῷ ἐναντίον, ἐπειδὴ μηδὲ τῇ κύκλῳ κινήσει ἔοτιν ἐναντία κίνσις, ὡς ἔδειξεν ἐν τῷ πρώτῳ τῆς Περὶ οὐραωοῦ ὁ Ἀριστοτέλης. Πρὸς ἄς ἀποδείξεις ἀωτειρηκότα τοῦτον ἀπέδειξα ὠς οἶμαι μηδ[εν τῶν ὐπὸ τοῦ Ἁριστοτέλους εἰρημένων νενοηκότα. Εἶτα ἐπεχειρεῖ δεικνύναι, ὄτι καὶ τῶν στοιχείων αἱ ὁλότητες καὶ τὰ Οὐράνια πεπερασμένης εἰσὶ δυνάμεως. Καὶ τοῦτο μὲν σὐδὲν ἄτοπον, εἴπερ πεπερασμένα ὄντα μὴ ἔχει ὄλην ἄμα ἄπειρον δύναμιν· ἐχεῖνο δὲ ἀτοπώτατον τὸ νομίζειν ταὐτὸν εἶναι τὀ φθαπτὸν τῷ μὴ ἔχειν τὴν ἄπειπον ἄμα ὄλην δύναμιν. Λέυει οὖν ἐν τῇ φθσικῇ ἀκροάσει δεδεῖχυαι, ὄτι οὐ τό τυχόν εἶδος ἐν τῷ τθχόντι μεγέθει ὑφίσταται οὔτε σύνθετον οὔτε ἀπλοῦν (οὔτε γὰρ ἄνθρωτος δακτυλιαῖος οὔτε κώνωψ πηχυαῖος γένοιτο ἄν, ἀλλ’ οὐδὲ ὔδωρ ἐν τῷ τυχόντι μεγέθει ὐφίσταται), ἀλλ’ ὄταν εἰς τοσοῦτον κατατμηθῇ Τὸ ὔδωρ, ὠς ἔλαττον εἶναι τὸ γενόμενον ἐχ τῆς τομῆς μέγεθος Τοῦ πεφυκότος εἶδος ὔδατος καταδέξασθαι, ἀπόλλυται τὸ ὔδωρ, ὡς ὄταν ἄκρῳ δακτύλῳ ὔσατος ἐφαψάμενοι τὴν ἱκμάδα ἐκείνην ἐξαπλοῦντες καὶ παραιτίβοντες καὶ εἰς βραχύτατα διαιροῦωιες τὸ εἶδος τοῦ ὔδατος ἀφαωίζωμεν. “ἑωτεῦθεν οὖν, φησί, δειχθήσεται, ὄτι οὐδὲ αἱ στοιχείων ὁλότητες ἁπείρου μετέχουσι δυνάμεως. ὁρῶμεν γάρ, ὄσῳ μειοῦαι τὰ τῶν στοιχείων μεγέθη, ταχύτερον ἐφίσταται τήν φθοπάν, οςῳ δὲ παραύξεται, βραδύτερον. ὑποκείσθω οὖν τὸ κυαθιαῖον ὔδωρ ἐωιαυτὸν ἔνα δυνάμενον διαμένειν. Οὐκοῦν ἔχαστον τῶν ἰσομεγέθων ὑδάτων τὸν αὐτόν ἀρκέσει χρόνον. ἀλλά μὴν ἐπειδὴ καὶ ὄλως τοῦ ὔδατος ὄγκος πεπερασμένος ἐστί, καταμετρηθήσεται δηλονότι ὁ πᾶς ὄγκος ὐρὸ τοῦ κυάθου. Καὶ διαιρεθήσται ὄλον τὸ ὔδωρ εἰς κυάθους πεπερασμένους τὸν ἀριθμόν. ἀλλὰ μὴν ἔκαστον τῶν μορίων πεπερασμένης ἐστὶ δυνάμεως· καὶ ἐκ πάντων ἄρα συγκείμενον πεπερασμένης ἔσται δυνάμεως· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων. Δέδεικται ἄρα, φηδί, διὰ τούτων, ὄτι τέως τῶν τεττάρων στοιχείων ἔκαστον κατὰ τὴν ὀλότητα τὴν αὐτοῦ πεπερασμένης ἐστὶ δυνάμεως.” Ταῦτα αὐτοῦ λέγοντος ἐπ’ αὐτῶν σχεδὸν τῶν ῥημάτων ἐριδτῆσαι κρή, Πρῶτον μὲν τίνα αὐτῷ παρέσχε χρείαν προληφθὲν τὸ μὴ τὸ τθχὸν εἶδος Εἰς τὸ τυχὸν μέγεθος ἐγγίνεσθαι· οὐ γάρ ἐσεῖτο τούτου ἡ τοῦ κυαθιαίου ὔδατος ὑπόθεσις, ὄτι ἄν διαιπεθῇ τὸ ὔδωρ εἰς κυάθους, ὤν ἔκαστος ἐνιαυτῶν διαιρεθέντων. Καὶ τὸ ὄλον ἐνιαυτὸν διαρκέσει· οὐ γὰρ συντίθεται ὁ χρόνος τῶν κυάθων σιαιρεθέντων. Καὶ τοῦτο μὲν πρὸς τὸ σαθρὸν εἰρήσθω τῆς ὑποθέσεως. ἑννοεῖν δὲ χρή, ὄτι τὸ ὔδωρ ὄλον ἐν πεπερασμένῳ χρόνῳ φθειρόμενον ὑποθέμενος τὴν ἐν ἐκείνῳ τῷ χρόνῳ τῶν ἄλλων δτοιχείων εἰς τὸ ὔδωρ μεταβολὴν οὐκ ἐλογίσατο. Καίτοι εἰ ὤσπερ τὰ μέρη τοῦ ὔδατος Φθειρόμενα εἰς ἄλλα μεταβάλλει στοιχεῖα, οὔτω καὶ τὰ τῶν ἄλλων στοιχείων Μέρη εἰς τὸ ὔδωρ, καὶ τοῦτο ἐνδελςχὲς καὶ ἀίσιόν ἐστι διὰ τὸ τὴν ἄλλου φθοράν ἄλλου γένεσιν εἶναι, καὶ ἡ τῆς φθορᾶς καὶ γεωέσεως αἰτία τοῖς φθαπῆναι τάς τῶν στοιχείων ὀλότητας; Οὖτος δέ ὡς τοῦτο δείξας ἀραΡότως ἐπήγαγεν, ὄτι τῇ αὐτῇ ἐπιχειρήσει δείξομεν καὶ τὰ οὐράνια πάντα Πεπερασμένης ὄντα δυνάμεως, καίτοι μησέ ἐπιχείρησιν τήν αὐτήν ἐράγων. Λέγει γάρ, ὄτι οὐδέν τῶν οὐρανίων εἰδῶν ἐν τῷ τυχόντι μεγέθει συνίστασθαι Πέφυκεν σὐδὲ ὁ ὄλος κόσμος, ᾦ πρότερον οὐ σννεκρήσατο. “εἰ οὗν τᾶν σῶμα, φησίν, ἐπ’ ἄπειρόν ἐστι διαιπετόν, σώματα δέ καὶ τὰ οὐράνια, καὶ Αὐτὰ σήρουθεν ἐπ’ ἄπειρον ἐστι διαιρετὰ τῷ ἰδίῳ, καθ’ ὄ διαστατά ἐστι, αἄν μὴ διαιρῆται, ὡς καὶ ἡ ὔλη ἁωείδεός ἑστι τῷ ἱδίῳ λόγῳ, κἄν μηδέποτε χωπίς εἴσους ᾖ. Καὶ τὸ τριχῇ διαστατὸν ἄποιόν ἐστι τῷ ἰσίῳ λόυῳ, κἄν μησέποτέ ἐστι χωρὶς τῆς ποιότητος, τὸ δὲ ἐπισυμβάν ἔξωθεν εἶδος τοῦ μή διαιρεῖσθαι ἤ δυσδιαίρετα εἶναι ἤ καὶ ἠμῖν ἀσιαίρετα ὠς ἐπὶ τοῦ ἀδάμαντος αἴτοόν ἐστιν. Εἰ οὖν σώματα ὄντα τά οὐράνια τῷ μεγέθη εἶναι ἐπ’ ἄπειρόν ἐστι διαιρετά, εἰ τῷ λόγῳ τις αὐτά σιέλοι, ὡς καί τῷ λόυῳ τῆς ὔλης τά εἴδη χωρίζομεν, σῆλον ὄτι ἤξει ἡ τομὴ εἰς μέυεθός τι τοιοῦτον, ἐν ᾦ τῶν εἰσῶν ἐκείνων οὐδέν ὐποστήσεται. Οὐκοῦν ἄμα τῇ τοιαύτῃ διαιρέσει φθαρήσεται τὰ εἴδη. Εἰ οὖν, καθὸ σώματα τῷ ἰδίῳ Λόγῳ τῆς φύσεως διαίρεσιν ἐπισεχόμενα, ταῦτα φθορὰν ἐπιδέχεται, τῆς ἡμετέρας ἐπιωοίας τὰ δυνάμει αὐτοῖς προσόντα εἰς ἐνέργειαν ἀγούσης, οὐδὲν δὲμ δὲ τῶμ λόγον ἐχόντων φθορᾶς ἀρειροδύναμόν ἐστι κατὰ φύσιν, οὐδὲ τῶν οὐρανίων ἄρα σωμάτων οὐδὲν κατὰ τὴν σὑτοῦ φύσιν ἀρειροδύναμον ἔδται. Τὸ γὰρ φύσει ἀρειροδύναμον οὐδέ λόγον ἔχον φθορᾶς οὐδὲ κατὰ Ψιλὴν ἐρίνοιαν ὑποτοπηθείη ἄν φθειρόμενον ὡς ἐπὶ τῶν πάντῃ ἁπλῶν καὶ Κεχωπισμένων τῆς τρὸς τὰ σώματα σχέσεως. Οὐδὲ φαωτασθῆναι γὰρ δυνάμεθα, Τίς ἔσται λόγος φυσικός, καθ’ ὄν ἐπινοηθείη <ἄν> φθειρόμενα. Τὸ Γάρ ζητούμενον νῦν τοῦτό ἐστι, τίς ὁ κατά φύσιν ἐκάστου λόγος, οὐ μήν τί παρὰ τῆς ἐξῃρημένης αἰτίας τιςὶ προσγίνεται, ὤστε κἄν συγχωρηθείη Τὰ οὐράνια τῇ τοῦ θεοῦ βουλῇ συνεχόμενα μὴ φθείρεσθαι, ἀλλ’ οὐχὶ καὶ Αὐτὰ κατὰ τὴν ἰδίαν φύσιν τὸν τῆς φθορᾶς οὐχ ἐριδέξεται λόγον· φθορᾶς Δέ ἔχοντα λόγον οὐχ ἔστιν ἀπειροδύναμα. Πόθεν γάρ; ὄτι ὁ λόγος τῆς Φθορᾶς οὖτος ὁ τῇ ἡμετέρᾳ καταληφθεὶς ἑπιωοίᾳ οὑχ ἤξει ποτὲ καὶ εἰς ἐνέρυειαν. τὸ γὰρ μηδὲν αὐτά νῦν εἰς φθοράν ἀγόντων ὑπομένειν Οὐκ ἔστιν ἀπόδειξις τοῦ καὶ φύσει | εἶναι αὐτὰ ἄφθαρτα,ὡς ἐδείξαμεν ἐν τῷ τετάρτῳ τῶν πρὸς’Αριδιτοτέλη.” Ταῦτα τοδαῦτα παρεθέμην, ἴνα καὶ τὴν ἔξιν τοῦ ἀνδρὸς τούτου παπασείξω τοῖς ἐντυγκάνουσι καὶ φαωερὸν ἔτι μᾶλλον ποιήσω, ὄτι ταὐτὸν οὖτος νομίζει τὸ πεπερασμένην ἔχειν δύναμιν καὶ τὸ φθαρτὸν εἶναι, τοῦ ἐπ’ ἄπειρον τὸ εἶναι ἔχοντος οὐδὲ ἔννοιαν λαβών. ἔτι δὲ δὐδὲ ὄπως λέγεται τὸ τᾶν σῶμα ἐπ’ ἄπειρον εἶναι διαιρετόν, οὖτος φαίνεται γινώσκων. λέγεται δὲ τοῦτο πρὸς τοὺς ἐξ ἀτόμων συνεστάναι τὰ σώματα λέγουτας. Καὶ δείκνυσιν, ὄτι πᾶν σῶμα διαστατόν τέ ἐστι καὶ μεριστὸν καὶ μέρη ἔχει καὶ αὐτὸ τοιαῦτα καὶ οὐ σύγκειται ἐξ ἀτόμων. Τὸ οὖν ἐπ’ ἄπειρον Διαιρετὸν οὐχ ὡς διαρούμενον παντελῶς καὶ ἀπολῦον τὴν ἑαυτοῦ συνέχειαν Λέγεται· οὐ γὰρ ἄν εἴη ἔτι ἐπ᾿ ἄπειρον διαιρετόν, ἀλλ᾿ ὡς πᾶν τὸ λαμβανόμενον εἰς μέρη διῃρημένον οὐκ ἀπεσπασμένα ἀλλήλων, ἀλλὰ τῇ διαστάσει κεχωρισμένα καὶ κιῃρημένα· οὐ μέντοι ὡς τεμνόμενα καὶ ἀποσπώμενα ἀλλήλων. κἂν γὰρ μὴ ἀποσπᾶταί ποτε, μεμέρισται ὅμως τὰ σώματα τῇ διαστάσει καὶ διῄρηται εἰς μέρη. τὸ μὲν γὰρ καθ’ αὑτὸ ἀσώματον ἀδιάστατον ἂν ὅλον ὅλῳ ἑαυτῷ ἐφαρμόττει καὶ οὐ διῄρηται εἰς μέρη, τὸ δὲ σῶμα διαστὰν διέρριπται τοῖς μέρεσιν ἄλλου ἀλλαχοῦ γεγονότος καὶ διῄρηται οὕτω. καὶ τοῦτό ἐστι τὸ ἐπ’ ἄπειρον διαιρετὸν τῶν σωμάτων κοινῶς πᾶσι τοῖς σώμασιν ὑπάρχον καθὸ σώματα· κἂν γὰρ μὴ εἶχε φύσιν ἀποτμηθῆναί ποτε τὰ δεξιά μου ἐκ τῶν ἀριστερῶν, διῄρηται ὅμως ἀπ’ ἀλλήλων καὶ διώρισται καὶ μεμέρισται κατ’ ἐνέργειαν. ἀλλὰ τὰ μὲν παθητὰ λοιπὸν σώματα καὶ τέμνεσθαι πέφυκεν εἰς τμητὰ καὶ αὐτὰ σώματα, τὰ δὲ ἀπαθῆ οὐ τέμνεται μὲν οὔτε λόγῳ οὔτε ταῖς τῶν σωφρονούντων ἐννοίαις, διῄρηται μέντοι, καὶ μεμέρισται κατ’ ἐνέργειαν καὶ ταῦτα τῇ διαστάσει τῇ σωματικῇ καίτοι συνεχῆ μένοντα. οὗτος δὲ ἀκούσας, ὅτι πᾶν σῶμα διαιρετόν ἐστι, μᾶλλον δὲ παρακούσας, τῇ ἑαυτοῦ ἐκπινούᾳ τὰ οὐράνια κατέτεμεν εἰς σμικρότατα. καὶ μανικὸν μὲν καὶ τοῦτο καὶ παράφρον πλὴν ἧττον τοῦ τὴν ἐπίνοιαν αὐτοῦ τὴν τοιαύτην καὶ εἰς ἐνέργειαν ἄγειν ἀξιοῦν. “φθοράν, γάρ φησιν, ἐπιδέχεται, τῆς ἡμετέρας ἐπινοίας τὰ δυνάμει αὐτοῖς προσόντα εἰς ἐνέργειαν ἀγούσης.” εἰ οὖν τὸ ἐπ’ ἄπειρον τῶν σωμάτων διαιρετὸν οὐκ ἀναγκάζει ποτὲ εἰς σμικρότατα κατατέμνεσθαι τὰ οὐράνια, οὐδὲ τὸ εἶδος ἀποβάλλειν ἀνάγκη οὐ μόνον διὰ τὴν τοῦ θεοῦ βούλησιν, ἀλλὰ καὶ κατὰ τὴν αὐτῶν φύσιν. καὶ γὰρ ἡ τοῦ θεοῦ βούλησις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς ἐπιτηδείως ἔχουσι τὰ ἀγαθὰ χορηγεῖ. καὶ τούτῳ δὲ ἐφιστάνειν ἄξιον, ὅτι ὅσα ἂν οὕτως φαντασθείη, καὶ γίνεσθαι νομίζει δυνατὸν εἶναι· “τῶν τὰρ ἀσχέτων, φησί, πρὸς τὰ σώματα καὶ κατὰ φύσιν ἀφθάρτων ὄντων οὐδὲ φαντασθῆναι δυνάμεθα φθοράν”. καὶ λέγοι ἂν κατὰ τὴν σὺν ἀντιθέσει αὑτοῦ ἀντιστροφήν, ἣν καὶ αὐτὴν ἀγνοεῖ, ὅτι ὧν φαντασθῆναι δυνάμεθα φθοράν, ταῦτα οὐκ ἔστι κατὰ φύσιν ἄφθαρτα· τοσαύτην οὗτος δύναμιν ταῖς ἑαυτοῦ φαντασίαις ἀποδέδωκε. καὶ τί θαυμαστόν, εἰ τὸν οὐρανὸν δυνάμενος φαντασθῆναι φθαρτόν, εὐθὺς αὐτὸν καὶ φθείρεσθαι διατείνεται, ὁπότε καὶ πρὸς τὸν θεὸν ταύτην πέπονθε τὴν παράνοιαν; τὸν δὲ τῆς λύσεως τῶν οὐρανίων ἐν τῷ δημιουργῷ λόγον ὑπὸ τοῦ Πλάτωνος ῥηθέντα μὴ νοήσας πῶς λέγεται, ἀλλ’ εἰς τὸν τῆς φθορᾶς μεταλαβὼν λόγον καὶ διὰ τοῦτο φθείρεσθαι τὸν οὐρανὸν φανταζόμενος ἀπαυθαδίζεται λοιπὸν πρὸς αὐτὸν τὸν οὐρανόν, “πόθεν”; λέγων “ ὅτι ὁ λόγος τῆς φθορᾶς οὗτος ὁ τῇ ἐπινοίᾳ τῇ ἡμετέρᾳ καταληφθεὶς οὐχ ἥξει ποτὲ καὶ εἰς ἐνέργειαν”. Οὐδὲν γὰρ αὐτὸν δυσωπεῖ τὸ μέχρι νῦν μηδὲν αὐτὸν παθεῖν τοῖς φθαρτοῖς ὅμοιον. ἀλλ’ ὅσα μὲν περὶ τούτου Γέγραφεν, ὤς φησιν, ἐν τῷ τετάρτῳ Τῶν πρὸς Ἀριστοτέλη, τὸ πρῶτον τῆς Περὶ οὐρανοῦ βιβλίον ἐξηγούμενος ἐγὼ κατὰ τὸ δυνατοὺν περιέκρουσα. καὶ Νῦν δὲ πρὸς αὐτὸν ῥητέον, ὅτι τὰ γινόμενα καὶ φθειρόμενα τὸν μετὰ τὴν ἀκμὴν χρόνον ἄχρι τῆς τελευτῆς ἢ ἴσον ἔχει τῷ ἀπὸ τῆς ἀρχῆς μέχρι τῆς ἀκῆς χρόνῳ ἢ πλείονα. ὁ τοίνυν οὐρανὸς πρὸ ἐξακισχιλίων καὶ πρὸς ἐνιαυτῶν, ὡς οὗτος οἴτεαι, γεγονὼς καὶ ἐπ’ ἐσχάτοις ὢν ἤδη τῶν ἡμερῶν, ὡς καὶ τοῦτο πάντως αὐτὸν ἀρέσκει, πῶς οὐδὲν παρακμαστικὸν καὶ πρὸς φθορὰν ὁδεῦον ἡμῖν ἐνεδείξατο; Καίτοι κἂν μηδὲν ἄλλο, πάντως γε κατὰ τὴν κίνησιν ἀργότερος ὤφελε νοεῖσθαι κατὰ τὸ ἔσχατον γῆρας τυγχάνων. καίτοι οὔτε τὰς ἡμέρας οὔτε τὰς νύκτας οὔτε τὰς ὥρας μακροτέρας ποιεῖ Νῦν, ὡς δηλοῦσιν δἰ πράξεις αἱ ἐν αὐταῖς καὶ γεωργίαι καὶ ὁδοιπορίαι καὶ Πλοῖ πρὸς τὰς πάλαι γεινομένας παραβαλλόμεναι. Τὸ γὰρ ἡμερήσιον τῆς ὁδοῦ διάστημα καὶ νῦν τὸ αὐτό ἐστι καὶ βίες ἐφ’ ἡμέρᾳ τὰ αὐτὰ ἀροῦσιν ἢ καὶ ἐλάττονα, καὶ τὰ ἡδρεῖα τῶν ὡροσκοπίων ταῖς αὐταῖς μεθόδοις γινόμενα τοσοῦτον εἰσάγουσι καὶ ἐξάγουσιν ὅδωρ καθ’ ἑκάστην ὥραν ὅσον καὶ πρότερον. Ἀλλ’ ἐπὶ τὸ λοιπὸν αὐτοῦ καὶ τέταρτον, ὥς φησι, τῶν ἐπιχειρημάτων ἰτέον, δι’ οὗ βούλεται δεικνύναι, ὅτι τὸ οὐράνιον σῶμα οὐκ ἔστιν ἀπειροδύναμον. καὶ τοῦτο μὲν ἀληθὲς καὶ κατὰ τὸν Ἀρεστοτέλην τὸ ὅλον ἅμα ὂν ἀπειροδύναμον παντὸς σώματος ἀποφάσκοντα, τὸ μέντοι ἐπ’ ἄπειρον κινεῖσθαι καὶ εἶναι τῷ κυκλοφορητικῷ σώματι ἀπονέμοντα. οὗτος δὲ τὸ ἀπειροδύναμον ἀναιρῶν ὡς τὸ ἀίδιον, τὸ φθαρτὸν εὐθὺς ἀντεισάγειν νομίζει. λέηει οὖν, ὅτι εἰ ἀπειροδύναμόν ἐστι τὸ οὐράνιον, ἀνάγκη τῶν μερῶν ἔκαστον ἢ ἄπειρον δύναμιν ἔχειν ἢ πεπερασμένην. “ἀλλ’ ἄπειρον, φησίν, οὐκ ἔχει, τὸ γὰρ ἀπειροδύναμον αὔταρκές ἐστι. τῶν δὲ τοῦ οὐρανοῦ μερῶν ἕκαστον καὶ τῶν ἄλλων μερῶν δεῖται μρὸς τὸ εἶναι καὶ τοῦ ὅλου, εἴπερ τῶν πρός τι τὰ μέρη· τοῦ ὅλου γὰρ μέρη, καὶ ἀλλήλοις δὲ τῶν οἰκείων δυνάμεων μεταδιδόασιν, ὡς δηλοῖ μάλιστα ἡ σελήνη καὶ ἡ εἰς τὰ τῇδε σύμμικτος κὐ|τῶν ἐνέργεια.εἰ οὖν μὴ αὐτάρκη, φηςίν, οὐδὲ ἀπειροδύναμα τὰ μέρη.” καὶ ἄλλως δὲ τοῦτο οἴεται δεικνύναι. εἰ γὰρ τῶν μερῶν ἕκαστον ἀπειροδύναμόν ἐστι, “τὸ ὅλον, φηςίν, ἢ ἴσην ἔξει ἑκάστῳ τῶν μερῶν δύναμιν ἢ μείζονα. ἀλλ’ εἰ μὲν μείζονα, ἔσται τοῦ ἀπείρου τι μεῖζον, ὅπερ ἀδύνατον, καὶ ἀλλως συμβήσεται τὸ αὐτὸ μέρος ἄπειρόν τε εἶναι καὶ πεπερασμένον· ἄπειρον μὲν διὰ τὴν ἡπόθεσιν, πεπερασμένον δέ, καθὸ ἡπό τινος ὑπερβάλλεται. ἀλλὰ καὶ τὸ ἴσην τῷ μέρει τὸ ὅλον δύναμιν ἔχειν ἀδύνατον. ὁρᾶται γὰρ ἐναργῶς πανταχοῦ τὸ ὅλον ἑκάστου τῶν μερῶν δυναμικώτερον. κἂν γὰρ ἡ ψυχρὰ ποιότης ἡ αὐτή ἐστιν ἔν τε τῷ μέρει τοῦ ὕδατος καὶ ἐν τῷ ὅλῳ, ἀλλ’ ἡ συνεκτικὴ τοῦ εἴναι δύναμις οὐχ ἡ αὐτή. ἀλλ΄ ὅσῳ μεγαλομερέστερά ἐστι τὰ σώματα, τοσούτῳ μᾶλλον διαρκεῖ. εἰ οὖν μὴ ἔστιν ἄπειρος ἡ ἑκάστου τῶν μερῶν δύναμις, Πεπερασμένη ἐστίν· ὥστε καὶ τὸ ὅλον πεπερασμένον· τὸ γὰρ ἐκ πεπερασμένων Μερῶν καὶ ἀριθμῷ καὶ δυνάμει συγκείμενον ἀπειροδύναμον εἶναι ἀδύνατον· λείπεται ἄρα, φηςίν, καὶ τὸν ὅλον οὐρανὸν καὶ τῶν αὑτοῦ μερῶν ἕκαστον πεπερασμένης εἶναι δυνάμεως· τοιαῦτα δὲ καὶ τὰ ὑπὸ σελήνην ἅπαντα.” Καὶ πρὸς ταῦτα δὲ δυντόμως μὲν τὰ αὐτὰ πάλιν ῥητέον, ὅτι τὴν ἄπειρον δύναμιν τὴν ἅμα ὅλην οὖσαν κινητικήν, ἣν τῷ πρώτως καὶ ἀιδίως κινοῦντι προσεῖναί φησιν ὁ Ἀριστοτέλης, οὔτε τὸ ὅλον κινητὸν ἔχειν οὔτε τὰ μέρη αὐτοῦ δυνατόν. τοῦ δὲ κινεῖσθαι καὶ τοῦ γίνεσθαι ἄπειρον ἔχει δύναμιν οὐχ ἅμα ὅλην. Καὶ γὰρ ἡ κίνησις καὶ ἡ γένεσις ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσιν, ἀλλὰ κατὰ τὸ ἐπ’ ἄπεερον· κατὰ δὲ τοῦτο ἡ ἀπειρία ὁμοίως καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσι προσήκει, εἴπερ μήτε τὸ ὅλον χωρὶς τῶν μερῶν μήτε τὰ μέρη χωρὶς εἶναι δύναται τοῦ ὅλου. καὶ γὰρ καὶ ἐπὶ τῶν ἐπὶ χρόνον τινὰ ἀρκούντων οἶον τῶν ζῴων ὁρῶμεν, ὅτι ἀνάγκη τὸ εἶναι τῶν μερῶν τῷ τοῦ ὅλου εἶναι συμπαρατείνεσθαι, κατὰ δὲ τὴν οὐσίαν τὴν ἑαυτῶν καὶ μὴ ὡς μέρη λαμβανόμενα τινὰ καὶ πολυχρονιώτερα Τοῦ ὅλου ἐστίν, ὡς τὰ <ὀστᾶ> τῆς τῶν ζῴων ὁλότητος· διαλυθείσης Γὰρ ἐκείνης τὰ ὀστᾶ ὑπομένει. οὐκ ἔστιν οὖν ἀληθὲς τὴν ἐν τῷ ὅλῳ τοῦ εἶναι παράτασιν ἐκ τοῦ ἑκάστου τῶν μερῶν εἶναι καὶ τῆς ἐν τούτῳ δυνάμεως, <ἃ> συντεθέντα πολλαπλασίαν ἐν τῷ ὅλῳ τοῦ εἶναι δύναμιν ἀποτίθεσθαι οὅτως, ὡς πολλαπλαςίαν τοῦ ὅλου χρόνον ἀρκοῦντος Πρὸς τὸ εἶναι, μάλιστα ἔνθα τὸ ὅλον ἐκ τῶν αὐτῶν ἀεὶ μερῶν ἐστιν. ἡ Μὲν γὰρ τοῦ ὕδατος καὶ ἑκάστου τῶν στοιχείων ὁλότης ἄλλοτε ἄλλοις μέρεσιν ἐνοῦσα τῷ τὰ μὲν γίνεσθαι τὰ δὲ φθείρεσθαι οὐδὲν θαυμαστὸν εἰ διαρκετέρα κατὰ τὸ εἶναι τῶν μερῶν ἐστι, τοῦ δὲ οὐρανοῦ τὴν ὑλότητα τοῖς αὐτοῖς ἀεὶ μέρεσι χρωμένην οὐδὲ οὗτος ἂν εἴποι πλουχρονιωτέραν τῶν μερῶν εἶναι. ὁμοίως οὖν ἐπ’ ἄπειρον τὸ εἶναι ὑπάρχει καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσιν οὐ τῇ τοῦ χρόνου παρατάσει διαφέρον (εἴπερ, ὡς καὶ οὗτος ὁμολογεῖ, πρός τι ὄντα τὰ μέρη καὶ τὸ ὅλον συνυπάρχειν ἀλλήλοις ἀνάγκη), ἀλλὰ τῷ ὁλικωτέρῳ καὶ περιεκτικωτέρῳ τοῦ εἶναι, τάχα δὲ καὶ τοῦ χρόνου. Καὶ γὰρ ὁ χρόνος τῶν ὁλικωτέρων ὁλικώτερος, οὐχ ὡς ἐπὶ Πλείονα ἔτη παρατεινόμενος, ἀλλ’ ὡς συνῃρηκὼς ἐν ἑναυτῷ τοὺς τῶν μερικωτέρων Χρόνους, ὥσπερ καὶ τὸ εἶναι τῶν μερῶν ἐν τῷ τοῦ ὅλου εἶναι Συνῄρηται. ἀλλ΄ οὗτος μὲν ἐάσθω λοιπὸν αὐτάρκους οἶμαι τοῖς προκειμένοις Καὶ νῦν ἐξετάσεως τυχών. Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι κἀνταῦθα πάλιν ὁ Ἀριστοτέλης ἐν διαφόροις ὀνόμασι τὰς αὐτὰς ἐννοίας τῷ σφετέρῳ καθηγερόνι προὐβάλετο. καὶ γὰρ ὁ μὲν Πλάτων τὴν διαφορὰν τοῦ χωριστοῦ τῶν οὐρανίων αἰτίου καὶ αὐτῶν τῶν οὐρανίων ἀπὸ τῆς οὐσίας παραδίδωσι, καθ’ ὅσον τὸ μὲν αἴτιον ὄντως ὄν ἐστιν, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον καὶ μήτε κατ’ οὐσίαν μήτε κατὰ δύναμιν μήτε κατ’ ἐνέργειαν κίνησιν ἢ μεταβολὴν ὑφιστάμενον, τὸν δὲ οὐρανὸν σωματικὸν ὄντα καὶ διὰ τοῦτο οὐκ αὐθυπόστατον γινόμενον εἶπεν καὶ οὐκ ὄντως ὄντα· τὸ γὰρ ὄντως ὂν πρότερον τῇ φύσει τοῦ γινομένου ἐστὶ καὶ τὸ αὐθυπόστατον τοῦ τὸ εἶναι ἑτέρωθεν ἔχοντος καὶ τὸ ἀμετάβλητον τοῦ ὁπωσοῦν μεταβαλλομένου. Καὶ δῆλον ὅτι τὸ ὄντως ὂν καὶ αὐθυπόστατον καὶ ἀμετάβλητον προσεχῶς ὑφίστησι τὸ ἀεὶ γινόμενον ἀλλ’ οὐ ποτέ, καὶ τὸ κατ’ ἐνέργειαν ἀλλ’ οὐ κατ’ οὐσίαν μεταβολὴν ὑφιστάμενον, οἷά ἐστι τὰ κατὰ μόνον τὸν τόπον κινούμενα· συνεχὴς γὰρ οὖσα ἡ πρόοδος τὴν κατ’ ὀλίγον ὕφεσιν ὑπομένει καὶ οὐκ εὐθὺς εἰς τὸ πάντῃ Διεστὼς ὑποβιβάζεται· τὸ δὲ γινόμενον ὑπὸ τοῦ ὄντως ὄντος τοῦ αὐθυπλστάτου Προσεχῶς, μὴ ὂν αὐτὸ αὐθυπόστατον, ἀλλ’ ὑπὸ τοῦ αὐθυποστάτου Παραγόμενον (διὸ καὶ γινόμενόν ἐστι καὶ οὐκ ὄν) οὔτε ἅμα ὅλον τὸ εἶναι ὑπὸ τοῦ αἰτίου καταδέχεται (οὐ γὰρ ἂν ἦν ἔτι γινόμενον ἀλλ’ ὄν) οὔτε παύεται δεχόμενον διά τε τὴν αὑτοῦ φύσιν, ὄτι μετὰ τὸ ὂν ἀεὶ τὸ γινόμενον ἀεὶ τὴν ὑπόστασιν ἔχει πρὸ τοῦ ποτὲ γινομένου, καὶ διὰ τὸ παράγον ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐνεργοῦν εἰς τὸ παραγόμενον. ὥστε πεπερασμένον δέχεται τὸ εἶναι, ἀεὶ δὲ δέχεται· καὶ διὰ τοῦτο ἀνέκλειπτός ἐστιν ἥ τε τοῦ ὄντως ὄντος μετάδοσις καὶ ἡ τοῦ προσεχῶς ὑπ’ αὐτοῦ γινομένου μετάληψις· καὶ τὸ οὕτως ἄπειρον ὡς ἐπ’ ἄπειρον τοῦτό ἐστι. καὶ ταῦτα Δι’ ὀλίγων ῥημάτων ἐσήμανεν ὁ Πλάτων τὸν δημιουργὸν ἐν Τιμαίῳ παραγαγὼν Πρὸς τοὺς οὐρανίους θεοὺς δημηγοροῦντα καὶ λέγοντα· “θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἀλυτα ἐμοῦ γε ἐθέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ τὸ πάμπαν, Οὔ τι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως Μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε ξυνεδεῖσθε.” λέγει δὲ ταῦτα, μᾶλλον δὲ πλη|ροῖ δημιουργικῶν νοήσεων τὰς δυναμένας οὐσίας ἐν τῷ κόσμῳ νοεῖν τὴν ἐν τῷ πατρὶ τῶν ὅλων προϋπάρχουσαν διακόσμησιν· αὖται δέ εἰσι προσεχῶς μὲν ἑνιαῖαι Καὶ νοεραί, ἤδη δὲ καὶ αἱ τούτων τῶν νόων ἐξηρτημέναι ψυχαὶ κατὰ τὴν Μίαν παντὸς τοῦ ἀσωμάτου συνάρτησιν καθ’ ἕκαστον θεόν. πρὸς τούτους Οὖν λέγει “θεοὶ θεῶν”. καὶ ὁ μὲν λίγος ποίησίς ἐστι δημιουργική, θεοὺς Δὲ ποιεῖ θεῶν τοὺς ἀσωμάτους τῶν σωματικῶν, ὅτι προφανέστερον μὲν θεοὶ καλοῦνται τὰ τῶν οὐρανίων θεῶν περιπολοῦντα ἀγάλματα διὰ τὴν ὀξεῖαν κίνησιν θεοὶ κληθέντες. θεῶν δὲ τούτων θεοὶ οἱ τὰς ἀρχικὰς αὐτῶν αἰτίας ἀσωμάτως καὶ νοερῶς προβαλόμενοι. Πᾶς γὰρ θεὸς ἀρχή Τινός ἐστι θεότητος· θεῶν δὲ τῶν αἰσθητῶν δημιουργὸς εἶναί φησι καὶ Πατὴρ τῶν ἐν αὐτοῖς ἔργων· δημιουργεῖται γὰρ καὶ δι’ ἐργαςίας ἀποτελεῖται Τὸ σωματικὸν πᾶν. λέγει δὲ τὸ “δεθὲν πᾶν” τὸ σωματικὸν ὡς ὁρατὸν καὶ ἁπτὸν ὑπάρχον καὶ διὰ τοῦτο ἐκ πυρὸς καὶ γῆς καὶ τῶν μεταξὺ Στοιχείων συγκείμενον καὶ δεδεμένον τῷ τῆς ἀναλογίας δεσμῷ· τοῦτον γὰρ Αὐτὸς ἄριστον δεσμὸν εἶπεν τῆν τῶν σωμάτων συνθέσεως. γυτὸν δέ πως Πᾶν τὸ δεθέν, ἢ ὅτι λύσις μὲν τῶν συγκειμένων ἡ τῶν ἁπλῶν διάκρισις, ἤτις ἐν τῷ δημιουργῷ μόνῳ προϋπάρχει κατὰ τὴν ἐν αὐτῷ τῶν ἁπλῶν στοιχείων αἰτιώδη περιοχήν· διὸ καὶ αὐτῷ μόνῳ τῷ δημιουργῷ φησιν Αὐτὰ λυτὰ εἶναι. Εἰ γὰρ τὰ τῶν οὐρανίων ἐν τοῖς νοεροῖς στοιχεῖα ἥνωται Ται μὲν διὰ τὴν νοητὴν ἕνωσιν, διακέκριται δὲ διὰ τὴν νοερὰν καθαρότητα, ἀλλαχοῦ δὲ οὐδαμοῦ διακέκριται, εἰκότως ἐν αὐτῷ τὸν λόγον τῆς λύσεως, τουτέστι τῆς διακρίσεως, προϋπάρχειν φησί, μὴ μέντοι λύεσθαι καλῶς ἡρμοσμένα· ἡρμόσθη γὰρ κατὰ τὴν ἐν τῷ δημιουργῷ τοῦ κοσμικοῦ παραδείγματος ἁρμονίαν. ὑμεῖς οὖν, φηςίν, “ ἐπείπερ γεγένησθε”, τουτέστιν ἐπειδὴ τὴν σωματικὴν ἰδιότητα προεβάλεσθε σύνθετόν τε οὖσαν καὶ μὴ αὐθυπόστατον μηδὲ ἐν τῷ ὄντως ὄντι μείνασαν, ἀλλ’ ἐν τῷ γίωεσθαι τὸ εἶναι ἔχουσαν, “ἀθάνατοι μὲν οὐκ ἐστὲ τὸ πάμπαν”· οὐ γὰρ ἕξετε τὴν ἅμα ὅλην οὖσαν ἀθανασίαν· τοῦτο γὰρ σημαίνει τό“ οὐκ ἐστέ”, ἀλλὰ γινομένην Καὶ ἐπισκευαστὴν αὐτὴν ἕξετε. καὶ οὐ “λυθήσεσθε”, κἂν σύνθετον ἔχητε φύσιν διὰ τὸ κατὰ τὴν ἕνωσιν τῆς νοερᾶς ἀγαθότητος προσεχῶς ὑποστῆναι· οὐ γὰρ ἄλλως ἔχοντες κατὰ φύσιν ἐπείσακτον τὴν ἕνωσιν ὑπεδέξαντο. ἀλλ’ ἡ πρώτη σύνθεσις, κἂν ἁπλῶν ᾖ σύνοδος, ἀλλ’ ὑπὸ τῆς νοερᾶς ἑνώσεως προσεχῶς μετὰ τῶν ἁπλῶν οὐ διακεκριμένων πρότερον ὑποστᾶσα ἄλυτός ἐστι. Καὶ οὕτως οὔτε ἀθάνατοι πάμπαν εἰσὶν οὔτε θανάτου μοίρας μεταλαγχάνουσι γινομένην ἐπ’ ἄπειρον τὴν ἀθανασίαν καταδεχόμενοι. Καὶ οὕτω μὲν ὁ Πλάτων ἀπὸ τῆς τῶν οὐσιῶν διαφορᾶς τό Τε προσεχὲς αἴτιον τῶν οὐρανίων ἐξέφηνε καὶ τὴν αὐτῶν τῶν οὐρανίων ἰδιότητα. Ὁ δὲ Ἀριστοτέλης φυσικώτερον ἀπὸ τῆς κινήσεως ἀρχόμενος πρῶτον ἔδειξεν, ὅτι ἀνάγκη κίνησιν ἀίδιον εἶναι, καὶ τὸ κινούμενον ἔτι μᾶλλον, εἴπερ ἐν τῷ κινουμένῳ ἡ κίνησις, καὶ ὅτι τὸ κινούμενον ὑπό τινος πάντως κινεῖται, καὶ ὅτι τὸ μὲν πρώτως κινοῦν τὴν ἀίδιον κίνησιν ἀνάγκη εἶναι καὶ ἀπειροδύναμον καὶ ἀμερές, τὸ δὲ πρώτως ὑπὸ τούτου τὴν ἀίδιον κίνησιν Κινούμενον μίαν οὖσαν καὶ συνεχῆ τὸ κυκλοφορητικὸν εἶναι σῶμα. Τοῦτο δὲ καὶ δι’ ἑαυτὸ τὴν ἀίδιον κινεῖσθαι κίνησιν μίαν τε καὶ συνεχῆ Τοῦτο μόνον κινούμενον, καὶ ἀεὶ ἐν τίλει περιφορᾶς ἄμα καὶ ἐν ἀρχῇ Εἶναι· πᾶν γὰρ μόριον τῆς κυκλοφορίας τέλος μέν ἐστι τῆς προγενομένης περιφορᾶς, ἀρχὴ δὲ τῆς ἐσομένης. ὅπου δὲ πᾶν τὸ λαμβανόμενον τέλος ἐστὶ καὶ ἀρχή, ἀνέκλειπτον ἀνάγκη τὸ τοιοῦτον εἷναι κατὰ τὴν αὑτοῦ φύσιν, ὥσπερ καὶ τὸ προσεχῶς ὑπὸ τοῦ ἀεἰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος κινούμενον ἀίδιον ἀνάγκη τῇ ἑαυτοῦ φύσει εἶναι κατὰ τὸν πλάτωνα. πεπερασμένον δὲ ὂν τὸ ἀιδίως κινούμενον καὶ οὐκ αὐτοκίνητον, ἀλλ’ ἑτέρωθεν ἔχον τὴν κίνησιν καὶ κατὰ Πλάτωνα τὸ εἶναι καὶ τοῦτο γενητὸν ὂν καὶ ἑτεροκίνητον, οὐ δύνανται ἅμα ὅλην οὔτε τὴν τοῦ κινεῖν οὔτε τὴν τοῦ κινεῖσθαι δύναμιν καταδέξασθαι. ἡ γὰρ κίνησις ἐν τῷ γίενσθαι τὸ εἶναι ἔχει ὥσπερ ἡ ἡμέρα, καὶ οὐκ ἔστιν ἅμα ὅλη. Εἰ οὖν καὶ ἀίδιον καὶ ἄπειρον κινεῖταΙ κίνησιν καὶ οὐχ ἅμα ὅλην, δῆλον ὅτι γινόμενον ἕξει τὸ ἀίδιόν τε καὶ ἄπειρον ἀεὶ μὲν κινούμενον διά τε τὴν [τοῦ] αύτοῦ φύσιν καὶ διὰ τὴν τοῦ κινοῦντος ἀκίνητον ἐνέργειαν, οὐχ ἅμα δὲ τὸ ἀεὶ ἔχον διὰ τὸ ἑτεροκίνητον εἶναι καὶ πεπερασμένον. καὶ τοῦτό ἐστι τὸ ἐπ’ ἄπειρον κινεῖσθαι ἀεὶ μὲν ἐν τέλει τῆς λαμβανομένης κινήσεως οὔσης, ἀνεκλείπτως δὲ ἑτέρας τὴν ἑτέραν διαδεχομένης. ὥσπερ οὖν ὁ Πλάτων τὴν ἐπ’ ἄπειρον τοῦ γενητοῦ γένεσιν λυτήν τε καὶ μὴ πάμπαν ἀθάνατον εἶπεν, καὶ αὗ πάλιν ἄλυτον καὶ θανάτου μοίρας μὴ τυγχάνουσαν, οὕτως ὁ Ἀριστοτέλης τὴν ἐπ’ ἄπειρον κίνησιν πεπερασμένην τε τῇ δυνάμει καὶ ἀίδιον ἀπεφήνατο τοῦ μὲν πέρατος τῷ οὐρανίῳ σώματι δια τὴν αὐτοῦ φύσιν ὑπάρχοντος σωματικήν τε καὶ ἑτεροκίνητον οὖσαν καὶ πεπερασμένην, τοῦ δὲ ἀπείρου διά τε τὴν αὑτοῦ φύσιν προσεχῶς ὑπὸ τοῦ ἀκινήτου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχοντος ὑπολστᾶσαν καὶ κυκλοφορητικὴν οὗσαν καὶ διὰ τὴν τοῦ παράγοντος αὐτὸ καὶ κινοὺντος ἀκινηςίαν· ὥστε κατ’ ἄμφω τοὺς φιλοσόφους ὁ οὐρανὸς καὶ διὰ τὴν αὑτοῦ φύσιν καὶ διὰ τὸ παράγον καὶ κινοῦν αἴτιον ἀίδιός τε καὶ ἀεικίνητός ἐστι. Ζητήσοι δὲ ἂν οἶμαι πᾶς ὁ μὴ παρέργως τῶν Ἀριστοτέλους λόγων ἀκούων περὶ τοῦ πρώτως κινοῦντος, πότερον ἐγχρόνως κινεῖ ἢ ἀχρόνως. εἰ μὲν γὰρ ἐγχρόνως, πρῶτον μὲν πῶς αὐτὸς ὁ Ἀριστοτέλης περὶ τοῦ ἀπειτοδυνάμου λέγων χρόνον τε, φηςίν, οὐκ ἐνδέχεται εἶναι οὐδένα, καθ’ ὃν κινεῖ; ἔπειτα εἰ ἀκίνητόν ἐστι καὶ κατὰ πᾶσαν μεταβολὴν ἀμετάβλητον τὸ πρώτως κινοῦν οὐ κατ’ αὐσίαν | μόνον, ἀλλὰ καὶ κατὰ δύναμιν ύναμιν ναμιν καὶ κατ’ ἐνέργειαν, τῶς ὁ χρόνος μέτρον κινήσεως ὂν τὰς ἀκινήτους ἐνεργείας μετρήσει τοῦ πρώτως κινοπῦντος; εἰ δὲ μὴ ἐν χρόνῳ κινεῖ, τῶς ἐν χρόνῳ κινεῖται τὸ πρώτως ὑπ’ αὐτοῦ κινούμενον; πρός ἃ ῥητέον, ὅτι τῶν κινούντων, ὅσα μὲν κινούμενα κινεῖ ὥσπερ τὰ σωματικῶς κινοῦντα ὠθοῦντα καὶ ἕλκοντα καὶ ῥιπτοῦντα, ταῦτα ἐν χρόνῳ κινεῖ οὐ διὰ τὸ κινεῖν ἁπλῶς, ἀλλὰ διὰ τὸ κινεῖσθαι· κινήσεως γὰρ μέτρον ὁ χρόνος, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ ἐστὶν καὶ οὐκ ἐν τῷ κινοῦντι. τὸ δἐ πρώτως κινοῦν ἀκίνητον ὂν <καὶ κατ’ οὐσίαν> καὶ κατ’ ἐνέργειαν ὡς ὑπὲρ πᾶσαν κίνησιν ἱδρυμένον καὶ ἀχρόνους ἔχει τὰς ἐνεργείας ὡς ὑπὲρ χρόνον οὐσας, καὶ παράγει τὴν κίνησιν ἀφ’ ἑαυτοῦ ἐν τῷ ὑπ’ αὐτοῦ κινουμένῳ. εἰ γὰρ Μὴ πρῶτον τῶν ὂντων ἐστὶ ὸ κινούμενον, διότι ὑπό τινος κινεὶται, ἀνάγκη Τὴν κίνησιν ὑπὸ τοῦ ἀκινήτου ἐν τῷ κινουμένῳ ὑποστῆναι, καὶ τὸν χρόνον ὑπὸ τοῦ ἀχρόνου ἐν τῷ ἐγχρόνως κινουμένῳ. Οὐ γὰρ τὸ κινεῖν, ἀλλὰ τὸ κινεὶσθαι ὑπὸ τοῦ χρόνου μετρεὶται, διότι ἡ κίνησις ἐν τῷ κινουμένῳ. ὡς δὲ ἡ τοῦ πρώτως κινουμένου κίνησις ἂπειρος οὖσα τὸ ἂπειρον οὺχ ἃνα] ὃλον ἒχει, ἀλλ᾿ ἐπ᾿ ἂπερρον γινόμενον, οὓτω καὶ ὁ ψρόνος ὁ τῆς πρώτης κινήσεως μετρητικὸς ἂπειρός ἐστιν ὣς ἐπ᾿ ἂπειρον προϊών. ἀλλ᾿ ἐπανιτέον λοιπόν, ὃθεν ἐξέβημεν, ἐπὶ τὰ συνεχῆ τῆς Ἀριστοτέλους λέξεως. p. 266b6 Οὐ τοίνυν οὐδὲ ἐν ἀπείρῳ πεπερασμένη ἓως τοῦ τὸ ὑπερβάλλον παντὸς ὡρισμένου. Τοῖς προκιμένοις ἀναγκαίως δείξας, ὃτι οὐδὲν μέγεθος πεπερασμένον ἂπειρον ἒχει δύαμιν, ἳνα διὰ τούτου δειχθῇ τὸ πρύτως κινοῦν ἀπεεροδύναμο μὴ ὂν μέγεθος πεπερασμένον, εἰ δὲ τὸ ἂπειρον μέγεθος μηδὲ νκινοῦν ἀμερές ἐστι καὶ ἀμέγεθες, διὰ τοῦτο μὲν οὖν ἀναγκίως, ὡς εἶπον, ἒδειξεν, ὃτι οὐδὲν μέγεθος πεπερασμένον ἂπειρον ἒχει δύναμιν. νῦν δὲ προτίθεται δεῖξαι, ὃτι οὐδὲ ἂπειρόν τι μέγεθος πεπερασμένην ἒχει δύναμιν, ὃπερ ἀναγκαῖον μὲν οὐκ ἒστι πρὸς τὰ προκείμενα (οὐδὲ γὰρ οὐδὲ ἒστιν ὃλως ἐνεργείᾳ μέγεθος ἂπειρον), ὡς ἀντίστροφον δὲ καὶ συγγενὲς τῷ προαποδεδειγμένῳ, καὶ καθ᾿ αὑτὸ θεωρίαν ἒχον ἀξιόλογον ἀποδεῖξαι Καὶ τοῦτο προέθετο. Καὶ δείκνυσιν αὐτὸ τὴν μὲν ἀρχὴν διὰ βραχέων ῥημάτων Τὴν ἀπόδειξιν ἐνδειξάμενος οὓτως. Δόξας γὰρ ἐνίστασθαι πρὸς τὸ ἑαυτοῦ πρόβλημα τὸ λέγον ἐν ἀπείρῳ μεγέθει μὴ εἶναι δύναμιν πεπερασμένην διὰ τοῦ καίτοι ἐνδέχεται ἐν ἐλάτονι μεγέθει πλείω 25 δύναμιν ἐνεῖναι, ὡς ἐπὶ τῶν ἐῶν ὁρῶμεν τῶν θηρίων καὶ τῶν σπερμάτων Τῶν τε ζώων καὶ τῶν φυτῶν· ἀπὸ γὰρ κεγχραμίδος συκῆ τηλικαύτη Γίνεται διὰ τὴν ἐν τῷ βραχεῖ σώματι ἐνοῦσαν μεγάλην δύναμιν καὶ ἀπὸ βραχέος θοροῦ ἐλέφας καὶ τοσαῦτα τῶν πολυτόκων ζῴων γεννήματα. Εἰ οὖν τοῦτο ἀληθές, τί κωλύει καὶ τὸ ούτῳ ἀντίστροφον δοκοῦν ἀληθὲς εἶναι τὸ καὶ ἐν τῷ πάντων μεγίστῳ σώματι τῷ ἀπείρῳ πεπερασμένην ἐνεῖναι δύναμιν; ὃτι δὲ ὡς ἒνστασιν αὐτὴν κομίζει, δηλοῖ τὸ καίτοι προτεταγμένον ἐνστατικὸν ἐπίρρημα. ὁ δὲ Ἀλέξανδρος· “χρησιμώτερον ἦν αὐτῷ, φηςίν, ὡς πρὸς τὸ προκείμενον τὸ εἰπεῖν ‘καίτοι ἐνδέχεται ἐν μείζονι μεγέθει ἐλάττονα δύναμιν εἶναι᾿· τοῦτο γὰρ μᾶλλον ἐνδείκνυται τὸ δύνασθαι καὶ ἐν ἀπείρῳ μεγέθει πεπερασμένην εἶναι. ὁ δὲ εἶπεν Καίτοι ἐνδύχεται ἐν ἐλάττονι μεγέθει πλείω ἐνεῖναι διὰ τοῦ τοῦτο Λαβεῖν ἃμα κἀκεῖνο ἐνδειξάμενος.” Οὓτω μὲν ὁ Ἀλέξανδρος. μήποτε δὲ πρὸς τὸν λέγοντα, ὃτι ἐν ἀπείρῳ μεγέθει πεπερασμένη δύναμις οὐκ ἒστιν, ὁ μὲν οὓτως ἐνιςάμενος ‘καίτοι ἐν μείζονι ἐνδέχεται ἐλάτονα εἶναι’ χωρὶς παραμυθίας λέγει τὸ αὐτό, ὁ δὲ λέγων καίτοι ἐνδέχεται ἐν ἐλάττονι πλείω εἶναι ἀπὸ τοῦ ἀντικειμένου τὸ ἀντικείμενον εἰσάγει· ἀντίκειται γὰρ τῷ ἐν ἐλάττονι πλείονι τὸ ἐν μείζονι ἒλαττον. ἲσως δὲ καὶ ἐναργέστερόν ἐστι τὸ ἐν ἐλάττονι μεγέθει πλείω δύναμιν ἐνεῖναι ὡς ἐπὶ τῶν εἰρημένων· καὶ γὰρ ἀπιστεῖται, εἰ τοσοπῦτον μέγεθος ἰοῦ τοσαύτην ἒχει δύναμιν εἰς τὸ διαφθείρειν· τὸ δὲ μείζονά τινα μεγέθη ἐλάττονα δύναιν ἒχειν οὐχ οὓτω προφανές ἐστιν. ἀπὸ οὖν τοῦ ἐναργεστέρου τὸ ἧττον ἐναργὲς ἠνάγκασε. Καὶ ἡ μὲν ἒνστασις τοιαύτη· λύει δὲ αὐτὴν λέγων· ἀλλ᾿ ἒτι μᾶλλον ἐν μείζονι πλείω. Κἂν γὰρ ἐν ἐλάττονι μεγέθει πλείων ᾖ δύναμις, ἀλλ᾿ ἐν τῷ μείζονι τοῦ ἐλάττονος κατὰ τὸ αὐτὸ εἶδος ἒτι πλείων ἒσται ἡ δύναμις. ἐὰν οὖν τὸ μέγεθος εἰς ἂπειρον ἐκταθῇ, καὶ ἡ δύναμις εἰς ἂπερον ἐκταθήσεται, εἲτε ἒλαττον ἦν τὸ ἐξ ἀρχῆς μέγεθος τῆς κατὰ τὴν δύναμιν ἀναλογίας, εἲτε μεῖζον· ἡ γὰρ ἐπ᾿ ἂπειρον τοῦ μεγέους πρόοσος καὶ τὴν Δύναμιν μέχρι τοῦ ἀπείρου συνεφέλκεται· οὐ γὰρ|αὒξεται μέγεθος ἂνευ Δυνάμεως. Οὓτως οὖν διὰ τοῦ λῦσαι τὴν ἒνστασιν ἀποδείξας, ὃτι οὐδὲ τὸ ἂπειρον Μέγεθος πεπερασμένην ἓξει δύναμιν, τὸ αὐτὸ καὶ δι᾿ ἐκθέσεως ἀποδείκνυσιν, ὡς εἲωθεν, καταγεωμετρεῖν καὶ αὐτὸς ὀρεγόμενος τὴν φύσιν. Λαβὼν γὰρ ἂπειρόν τι μέγεθος τὸ ΑΒ πεπερασμένην ἒχον δύναμιν κατὰ Τὴν ὑπόθεσιν καὶ ἀφελὼν ἀπ᾿ ἀυτοῦ τὸ ΒΓ, πεπερασμένην δηλονότι καὶ Αὐτὸ δύναμιν ἒχον, εἲπερ καὶ ἡ ἂπειρος ἡ ΑΒ πεπερασμένην εἶχεν, λέγει ὃτι τὸ ΒΓ μέγεθος πεπερασμένον τῇ πεπερασμένῃ δυνάμει κινείτω τὸ Δ πεπερασμένον ἐν χρόνῳ τῷ ΕΖ, ὡρισμένῳ δηλονότι. Δέδεικται γάρ, ὃτι Οὐδὲν πεπερασμένον μέγεθος κινεῖ τι πεπερασμένον ἐν ἀπείρῳ χρόνῳ. ἂμ Οὖν ἀφέλωμεν ἀπὸ ἀπείρου τοῦ ΑΒ διπλάσιον τοῦ ΒΓ τὸ ΑΓ τὸ διπλάσιον Μέγεθος διπαςίονα δύναμιν ἒχον ἐν ἡμίσει χρόνῳ τὸ Δ κινήσει τοῦ ἐν ᾧ ἐκίνεί τὸ ἣμισυ αὐτοῦ τὸ ΒΓ· ἐὰν δὲ πάλιν ἀπὸ τοῦ ΑΒ ἀπείρου μεγέθους διπλάσιόν τι τοῦ ΓΑ μεγέθους ἀφέλωμεν διπλαςίαν ἒχον δύναμιν Τῆς ἐν τῷ ΑΓ τῆς κινούσης τὸ Δ ἐν τῷ ΖΘ χρόνῳ, πάλιν ἡ ληφθεῖσα Τὸ Δ ἐν ἠμίσει τοῦ ΖΘ χρόνου κινήσει. Τοῦτο δὴ ποιούντων ἡμῶν, Οὐδέποτε ἐπιλείψει οὒτε τὸ ΑΒ ἂπειρα τῷ παήθει χορηγοῦν ἡμῖν εἰς Τὴν ἀφαίρεσιν μεγέθη ἐν διπλαςίᾳ ὂντα ἀεὶ δυνάμει τῶν πραφῃρημένων ἀπ᾿ αὐτοῦ, αὐδὲ ὁ χρόνος ὁ λαμβανόμενος τοῦ ἡμίση ἒχειν ἐπιλείψει. Εἰ οὖν μηδὲ ἡ δύναμις ἐπιλείπει, ἂπειρος ἂν εἲη καὶ αὐτὴ ὁμοίως τῷ Μεγέθει· ἂπειρος γὰρ δύναμίς ἐστιν ἡ πάσης τῆς πεπερασμένης δυνάμεως ὑπερβάλλουσα. Καθόλου γὰρ ἂπειρον τοῦτό ἐστιν, οὖ παντὸς τοῦ λαμβανομένου ἀεί τί ἐστιν ἒξω περιττεῦον καὶ ὑπερέχον τοῦ εἰλμμένου, ὃπερ καὶ ἐπὶ τῆς τοῦ ἀπείρου μεγέθους δυνάμεως ὁρᾶται. Δείξας δὲ ἀπὸ τῆς ἐπ᾿ ἂπειρον αὐξήσεως τοῦ ἀφαριουμένου μεγέθους ἀπὸ τοῦ ἀπείρου, ὃτι ἂπειρός ἐστιν ἡ τοῦ ἀπείρου μεηέθους δύναμις ὡς πάσης τῆς πεπερασμένης δυνάμεως ὑπερβάλλουσα, τὸ αὐτὸ δείκνυσι καὶ ἀπὸ τῆς τοῦ χρόνου ἐπ᾿ ἂπειρον μειώσεως, ἣν καὶ διὰ τοῦτο παρέλαβεν εἰπὼν τοῦ χρόνου δὲ τοῦ δοθέστος ἀεὶ ἐλάττω λήψομαι. ὣσπερ δὲ ἀόριστον καὶ ἂπειρόν ἐστι μέγεθος, ἐν ᾧ δυνατὸν τοῦ προστθέντος καὶ ὁρισθέντος ἀεὶ τὸ μεῖζον λαβεὶν, οὓτω καὶ ὁ χρόνος ἀόριστος καὶ ἐπ᾿ ἒπειρον μειούμενος, ἐν ᾧ δυνατὸν τοῦ προστεθέντος ἀεὶ ἒλαττον λαβεῖν. εἰ οὖν δέδεικται, ὃτι ἡ πεπερασμένη δύναμις ἐν πεπερασμένῳ κινεῖ χρόνῳ, ὁ δὲ πεπερασμένος ὡρισμένος, καὶ ἡ ἐν τῷ ἀπείρῳ μεγέθει πεπερασμένη δύναμις, ὁπόση ἂν ᾖ, μόνον δὲ πεπερασμένη, ἐν ὡρισμένῳ χρόνῳ κινήσει. Εἰ γὰρ ἡ ροςήδε ἒν τινι ὡρισμένῳ χρόνῳ κινεῖ, κἂν ὁποςῳοῦν μείζων ταύτης ληφθῇ τις δύναμεις, ἐν ἐλάττονι μέν, ἐν ὡρισμένῳ δὲ χρόνῳ καὶ αὐτὴ κινήσει. Καὶ τὸν λόγον τῆς τοῦ χρόνου μειώσεως δηλῶν κατὰ τὴν ἀντιστροφήν, φηςί, τῆς ἀναλογίας. ὃσῳ γὰρ μείζων ἀστὶν ἡ δύναμις τῆς δυνάμεως, τοσούτῳ ἐλάττων ὁ χρόνος, ἐν ᾧ ἡ μείζων δύναμις καινεῖ, τοῦ χρόνου ἐν ᾧ κινεῖ ἡ ἠλάττων δύναμις. ἀν τιστροφὴν οἦν ἀναλογίας εἰπεν, ὃτι ὡς ἡ μείζων δύναμις πρὸς τὴν ἐλάττονα, οὓτως ὁ ἐλάττων χρόνος πρὸς τὸν μείζονα. εἰ οὖν ὃσῳ ἐλλείπει ὁ χρίνος ἀεί, τοσούτῳ καὶ ἡ δύναμις ἀεὶ ὑπερβάλλει, ὁ δὲ χρόνος, ἐν ᾧ ἡ τοῦ ἀπείρου μεγέθους δύναμις κινεῖ, ἐλλείπει παντὸς ὡρισμένου, καὶ ἡ δύναμις ἠ ἐν τῷ χρόνῳ τούτῳ κινοῦσα ὑπερβάλλει πάσης ὡρισμένης δυνάμεως· ἀλλὰ μὴν ἡ ὑπερβάλλουσα δύναμις γεθος τὸ ὑπερβάλλον παντὸς ὡρισμένου ἂπειρόν ἐσιν· ἡ ἂρα ἐν τῷ ἀπείρῳ μεγέθει δύναμις απειρός ἐστι καὶ οὐ πεπερασμένη. Οὓτως οὖν Καὶ ἀπὸ τοῦ ἀπείρου μεγέθους συνήγαγεν, ὃτι ἡ ἐν αὐτῷ δύναμις ἂπειρός ἐστι, καὶ ἀπὸ τῆς τοῦ χρόνου, ἐν ᾧ κινεῖ, ἐπ᾿ ἂπειρον ἐλατώσεως. καὶ μίαν οὖν εἶναι καὶ δύο δυνατὸν ἀποδείξεις ταῦτα τὰ συμπεράσματα, καὶ μᾶλλον δύο, εἲπερ ἑκάτερον ἰδίᾳ συνεπεράνατο· τὸ μὲν ἀπὸ τοῦ μεγέθους, ὃτε ἒλεγεν ἂπειρος ἂρα ἡ δύναμις ἒσται. πάσης γὰρ πεπερασμένης ὑπερβάλλει δυνάμεως, τὸ δὲ ἀπὸ χρόνου πάλιν, ὃταν λέγῃ ἂπειρος δὲ πᾶσα δύναμις ὑπερβάλλουσα παντὸς ὡρισμένου ὣσπερ καὶ πλῆθος καὶ μέγεθος. εἰπὼν δὲ τῇ ἐκθέσει ἂν δὴ τῆς ΒΓ διπλαςίαν λαμβάνω, ἐν ἡμίσει κινήσει χρόνῳ τοῦ ΕΖ, ἐπήγαγεν· ἒστω γὰρ αὓτη ἡ ἀναλογία. ὣστε τὰ ἀφαιρούμενα διπλάσια Μεγέθη καὶ δύναμιν διπλαςίαν ἒχειν καὶ εἶναι ἐν τῷ αὐτῷ λόγῳ τά τε Μεγέθη καὶ τὰς δυνάμεις· τούτου γὰρ ὑποτεθέντος εἰ τὸ ἣμισυ τοῦ μεγέθους ἐν τῷ ΕΖ χρόνῳ τὸ Δ κεκίνηκε, τὸ διπλάσιον μέγεθος ἐν ἡμίσει τοῦ ΕΖ χρόνου κινήσει τὸ Δ, ὂν εἶπεν ΘΖ. κἂν δὲ μὴ διπλαςίαν ἀναλογίαν ἔχῃ τὰ ἀπὸ τοῦ ἀπείρου ἀφαιρούμενα, ὥστε τὸ διπλάσιον μέγεθος εὐθὺς καὶ δύναμοι διπλαςίαν ἔχειν, οὐδὲν ἡ δεῖξις ἐμποδισθήσεται.ἂν γὰρ μὴ οὕτως ἔχῃ, οὐ πρὸς τὸ μέγεθος ἀφορῶντες κατὰ τοῦτο ἀξελοῦμεν τοῦ ἐφθακότος ἀφῃρῆσθαι διπλάσιον, ἀλλὰ πρὸς τὴν δύναμιν τὴν ἐν τῷ ππώτῳ ἀξαιρεθέντι μεγέθει. ὥστε ἀφαιρεῖσθαι ἀπὸ τοῦ ἀπείρου μεγέθους μέγεθος διπλαςίαν ἔχον δύναμιν τοῦ ΒΓ μεγέθους, ὁπόσον ἂν ἦ τὸ μέγεθος τὸ ἀφαιρούμενον καὶ ὃν ἂν ἔχῃ λόγον πρὸς τὸ ΒΓ μέγεθος. οὕτω γὰρ τῆς ἀφαιρέσεως γινομένης τὸ Δ ἐν ἡμίσει ἀεὶ χρόνῳ κινήσεται ὑπὸ τοῦ ὕστερον ἀφαιρεθέντος ἢ ἐκινεῖτο ὑπὸ τοῦ πρὸ αὐτοῦ τῷ τὴν δύναμιν διπλαςίαν ἀφῃρῆσθαι. ὅτι γὰρ ἡ μείζων δύναμις τὸ αὐτὸ ἐν ἐλάττονι κινεῖ χρόνῳ, κατὰ τὴν ἀντιστροφὴν τῆς ἀναλογίας, ὡς εἶπεν, δέδεικται καὶ ὡμολόγηται. | p. 266b20 Ἔστι δὲ καὶ ὧδε δεῖξαι τοῦτο ἕως τοῦ ἐκ τῶνδε δῆλον. Καὶ ἄλλην τοῦ αὐτοῦ ἀπόδειξιν τοῦ μὴ εἶναι ἐν ἀπείρῳ μεγέθει δύναμιν πεπερασμένην παραδίδωσι, τὰ μὲν αὐτὸς σαφῶς εἰπών, τὰ δὲ ἡμῖν γενῆ, τουτέστιν ὁμοειδῆ, οὖσαν τῇ πεπερασμένῃ δυνάμει τῇ ἐν τῷ ἀπείρῳ μεγέθει οὔσῃ, ἐν πεπερασμένῳ τινὶ σώματι οὖσαν, εἰ βαρύτης ἡ ἐν τῷ ἀπείρῳ, καὶ ἐν τῷ πεπερασμένῳ τὴν αὐτήν, εἰ κουφότης, ὁμοίως. ὁμοειδῆ δὲ λαμβάνει τὴν δύναμιν, καταμετρηθῆναι βουλόμενος τὴν ἐν τῷ ἀπείρῳ μεγέθει δύναμιν ὑπὸ τῆς ἐν τῷ πεπερασμένῳ· αἱ γὰρ ἀνομοειδεῖς οὐ καταμετροῦσιν ἀλλήλας. ὁμοειδὴς οὖν οὖσα ἡ ἐν τῷ πεπερασμένῳ μεγέθει πεπερασμένη δύναμις καταμετρήσει τὴν ἐν τῷ ἀπείρῳ πεπερασμένην, οὕτω μέντοι ὡς ἢ ἀπαρτέζειν ἢ μὴ ἀπαρτίζειν ἀλλὰ περιττεύειν τι κατὰ τὴν τελευταίαν ἐπιβολήν. εἰ δὲ τοῦτο, ἢ καὶ τὸ μέγεθος τὸ ἄπ[ειρον καταμετρηθήσεται ὑπὸ τοῦ μεγέθους τοῦ ἐν ᾧ ἦν ἡ δύναμις ἡ καταμετρήσασα τὴν ἐν τῷ ἀπείρῳ μεγέθει δύναμιν, καὶ οὕτως οὐκέτι ἄπειρον ἔσται τὸ μέγεθος, εἴπερ καταμετρεῖται· ἢ οὐ καταμετρηθήσεται ὅλον τῆς ἐν αὐτῷ δυνάμεως καταμετρουμένης, καὶ οὕτω τὸ καταλειπόμενον τοῦ ἀπείρου μεγέθους οὐχ ἕξει δύναμιν. ὥστε ἡ πεπερασμένη δύναμις οὐκ ἐν τῷ ἀπείρῳ ἂν εἴη μεγέθει, ἀλλ’ ἐν τῷ πεπερασμένῳ τῷ σὺν τῷ δυνάμει καταμετρηθέντι. “γνωριμώτερον δὲ ἂν εἴη, φηςὶν ὁ Ἀλέξανδρος, εἴ τις ἀπ’ αὐτοῦ τοῦ ἀπείρου μεγέθους ἀφελών τι τούῳ καὶ τῇ ἐν αὐτῷ δυνάμει καταμετροίη τήν τε δύναμιν τὴν ἐν τῷ ἀπείρῳ καὶ αὐτὸ τὸ ἄπειρον μέγεθος. οὕτω γὰρ οὐκέτι δεηςόμεθα προσθεῖναι, ὅτι ὁμογενῆ ἐχρῆν λαμβάνειν τὴν δύναμιν. ἡ γὰρ ἐκ τῆς ἐν τῷ ἀπείρῳ μεγέθει ἀφαιρουμένη ὁμοειδής ἐστι τῇ ὅλῃ.” μήποτε δὲ ὁ Ἀριστοτέλης τὴν πρὸ ταύτης ἀπόδειξιν κατὰ τὴν ἀπὸ τοῦ ἀπείρου ἀφαίρεσιν ποιησάμενος ταύτην κατ’ ἄλλον τρόπον προήυγαγεν· συνεπεράνατο δὲ λοιπὸν τὰ προσεχῶς ἀποδειχθέντα, ὅτι οὔτε ἄπειρον εἶναι δύναμιν ἐν πεπερασμένῳ μεγέθει δυνατὸν οὔτε πεπερασμένην ἐν ἀπείρῳ. p.266b27 Περὶ δὲ τῶν φερομένων ἔχει καλῶς διαπορῆσαι ἕως τοῦ καὶ τὴν κίνησιν. Δείξας τὸ προσεχῶς αὐτῷ προτεθὲν περὶ τοῦ πρώτως κινοῦντος τὴν ἀίδιον κίνησιν, ὅτι οὐ μόνον ἀκίνητον καὶ ἀίδιόν ἐστιν, ἀλλὰ καὶ ἀμερὲς καὶ ἀμέγεθες ἐκ τοῦ δεῖν, εἰ ἔχοι μέγεθος, ἢ ἄπειρον αὐτὸ εἶναι ἢ πεπερασμένον, εἰ οὖν ἄπειρον μὲν μέγεθος οὐδὲ ἔστιν ὅλως πατ’ ἐνέργειαν, πεπερασμένον΄δὲ μέγεθος ἀδύνατον δὲ δὐναμιν ἐν πεπεπρασμένῳ μεγέθιε ἀδύνατον εἶναι, πᾶς δὲ ὁ λόγος περὶ τοῦ πρώτως κινοῦντος ἀξιώματος ἤρτηται τοῦ λέγοντος, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται (εἰ γὰρ μὴ τοῦτο προληφθείη, μηδὲ ἔστιν ἀνάγκη τὸ τὴν ἀίδιον κίνησιν κινούμενον ὑπό τινος κινεῖσθαι, οὐδὲ τὰ περὶ τοῦ πρώτως κινοῦντος ἀποδειχθέντα χώραν ἕξει λοιπόν· εἰ γάρ ἐστί τινα κινούμενα μηδενὸς κινοῦντος, οὐκ ἀνάγκη τὸ κινούμενον τὴν ἀίδιον κίνησιν ὑπό τινος κινεῖσθαι)· βούλεται οὖν πρὸ τοῦ τοῖς δεδειγμένοις ἐπαγαγεῖν τὸ προςῆκον συμπέρασμα ἔνστασίν τινα προβαλέσθαι φερομένην πρὸς τὸ ἀφίωμα τὸ λέγον πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι καὶ τήν τε ἀδοκίμως ἐπαγομένην λύσιν ἐκθέσθαι καὶ αὐτὸς ἐπαγαγεῖν τὴν προσήκουσαν. καὶ ἡ μὲν ἔνστασίς ἐστι τοιαύτη· εἰ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, πῶς τινα μὴ ἐν αὑτοῖς ἔχοντα τὸ κινητικόν, ἀλλ’ ἔξωθεν κινηθέντα, μένει συνεχῶς κινούμενα καὶ τοῦ κινήσαντος μηκέτι κινοῦντος, ὥσπερ τὰ ῥιπτούμενα ; τοῦ γὰρ ῥίψαντος αὐτὰ μηκέτι κινοῦντος ἐπὶ πολὺ μένει συνεχῶς ἐκεῖνα κινούμενα· δόξει γὰρ ὑπὸ μηδενὸς κινεῖσθαι τότε καὶ ἀναιρεθαι τὸ πᾶν τὸ κινούμενον ὑπότινος κινεῖσθαι. μὴ ἁπτομένου δὲ τοῦ κινήσαντος εἶπεν, ὡς μηκέτι ἁπτομένου μηδὲ ἐπιμένοντος ἐν τῷ ἅπτεσθαι παρ’ ὅλον τὸν τῆς κινήσεως χρόνον. εἶτα μηνμονεύει τῆς λύσεως, καθ’ ἥν πειρῶται λύειν τινὲς τὴν ἀπορίαν ταύτην. λέγουσι γάρ, ὅρι ὁ ῥίπτων ἅμα τῷ ῥιφθέντι καὶ ἄλλο΄΄ τι κινεῖ, τὸν ἀέρα, ὅς κινούμενος ὑπὸ τοῦ ῥίψαντος κινεῖ τὸ ῥιφθέν. λέγει οὖν, ὅτι ὁμοίως τοῦ πρώτου καὶ | τοῦτο ἀδόνατον· μόνον γάρ, ὅτι τὸν ἀέρα ὅντὶ τοῦ ῥιφθέντος μετέλαβεν ὁ λόγος, ἐπεὶ καὶ ἐπὶ τοῦ ἀέρος ὁ αὐτὸς λόγος· εἰ γὰρ μηδὲ οὗτος ἐξ ἐαυτοῦ κινεῖται (τῶν γὰρ ἐμψύχων ἴδιον τοῦτο), ἀλλ’ ὑπὸ τοῦ ῥίψαντος, ἐχρῆν εὐθὺς τῷ τὸν ῥίψαντα παύσασθαι τοῦ κινεῖν καὶ τὸν ἀέρα παύσασαθαι τοῦ κινεῖσθαι, καὶ ἅμα πάντα καὶ κινεῖσθαι καὶ πεπαῦσθαι τὰ κινούμενα, ὅταν τὸ πρῶτον κινοῦν παύσηται τοῦ κινεῖν. ἅμα οὖν καὶ τὸ ῥιφθὲν καὶ τὸν ἀέρα καὶ κινεῖσθαι καὶ πεπαῦσθαι τοῦ κινεῖσθαι, εἴπερ πρὸς ἄλληλα λέγεται τὸ κινοῦν καὶ τὸ κινούμενον, κινεῖσθαι μέν, ἕως ἂν κινῇ τὸ ῥῖπτον, πεπαῦσθαι δέ, ὅταν παύσηται τὸ κινοῦν. εἰ γὰρ μένει ὁ ἀὴρ κινούμενος, συμβήσεται μὴ ἁπτομένου μηδὲ κινοῦντός τινος κινεῖσθαι, ὥστε κινηθήσεται μὲν ὁ ἀήρ, ὑπ’ οὐδενὸς δὲ κινηθήσεται. οὕτω δὲ πάλιν οὐ πᾶν τὸ κινούμενον ὑπό τινος ἔσται κινούμενον. Διάφορος δὲ ἡ γραφὴ φέρεται πῇ μὲν ἀλλὰ ἅμα πᾶν κεκινῆσθαι καὶ πεπαῦσθαι <πῇ δὲ ἀλλὰ ἅμα πάντα καὶ κινεῖσθαι καὶ πεπαῦσθαι> καὶ ἴσως αὕτη ἀμείνων· τὸ γὰρ κεκινῆσθαι τῷ πεπαῦσθαι ταὐτόν ἐστιν. εἰπὼν δέ, ὅτι πάντα ἅμα ἀνάγκη κινεῖσθαι καὶ πεπαῦσθαι, ὅταν τὸ πρῶτον κινοῦν παύσηται, ἐπήγαγε καὶ εἰ ποιεῖ ὥσπερ ἡ λίθος, οἷον κινεῖν ὃ ἐκίνησε. κἂν γὰρ διὰ τοῦ μεταξύ τι κινῇ μὴ ἁπτόμενον τοῦ κινουμένου, ὡς ἡ μαγνῆτις λίθος τὸ δεύτερον σιδήριον κινεῖ μὴ ἁπτομένη αὐτοῦ, ὅτε γὰρ ποιεῖ ἡ λίθος τὸ σιδήριον, ὃ ἐκίνησεν αὐτή, τοῦτο κινεῖν τὸ ἐφεξῆς διὰ τὸ μὴ μόνον κινεῖν τὸ προσεχές, ἀλλὰ καὶ δύναμιν αὐτῷ κινητικὴν ἐνιδόναι, δι’ ὃ οὐ μόνον κινεῖται ἐκεῖνο, ἀλλὰ καὶ κινεῖ. κἂν οὕτως οὖν τι, φηςί, κινῇ, ὥσπερ ἡ λίθος, ἀνάγκη καὶ κινεῖσθαι ἅμα, ὅταν τὸ πρώτως κινοῦν κινῇ, καὶ πεπαῦσθαι τῆς κινήσεως, ὅταν τὸ πρώτως κινοῦν παύσηται τοῦ κινεῖν. καὶ λαβὼν τὴν ἀρχὴν ἀπὸ τῆς λίθου κατὰ τὴν αὐτὴν ἔφοδον λύει τὴν ἀπορίαν. ὡς γὰρ ἐπὶ τῆς λίθου οὔτε ὁ ἀὴρ αἴτιός ἐστιν οὔτε παυσαμένου τοῦ κινοῦντος μένει τὸ κινούμενον, ἀλλ’ ἡ κινητικὴ δύναμις διδομένη τῷ προσεχεῖ κινεῖ τὸ κινούμενον, ἕως ἂν αὐτὴ ἐνεργῇ, οὕτω, φηςίν, ἀνάγκη καὶ ἐπὶ τῶν ἄλλων λέγειν, ὅτι τὸ πρώτως κινῆσαν τὸ προσεχῶς ὑπ’ αὐτοῦ κινηθὲν ποιεῖ οἷόν τε κινεῖν ἤ τὸν ἀέρα τοιοῦτον ἢ τὸ ὕδωρ· ταῦτα γάρ ἐστι μάλιστα, δι’ ὧν κινεῖται τὰ κινούμενα, ἃ δύναται καὶ ταῦτα κινεῖν. ἤ τι ἄλλο δὲ προςέθηκεν ἴσως διὰ τὴν λίθον καὶ τὸν σίδηρον ἢ τὸ ἤλεκτρον καὶ τὸ ἄχυρον. καὶ τὸ ὀστοῦν δὲ τοῦ ἰχθύος τοῦ ἱέρακος λέγεται χρυσὸν ἕλκειν, καὶ ἴσως τῷ προσεχῶς ἑλκομένῳ τὴν αὐτὴν ἐνδίδωσι δύναμιν καὶ τοῦτο. εἴτε οὖν κατὰ ὦσιν κινεῖ τὰ κινούμενα ὡς τὰ δι’ ἀέρος ἢ ὕδατος κινούμενα, εἴτε κατὰ ὁλκὴν ὡς τὰ εἰρημένα, τὸ πρῶτον 35 κινοῦν οἷον τὸ ῥιπτοῦν, οὐ μόνον τὸ βέλος κινεῖ ἀλλὰ καὶ τὸν ἀέρα ἢ τὸ ὕδωρ, δι’ οὗ ἡ ῥῖψις γίνεται, καὶ οὐ μόνον κινεῖ ταῦτα, ἀλλὰ καὶ δύναμιν αὐτοῖς ἐνδίδωσι τοῦ κινεῖν, ὥστε μὴ μόνον κινεῖσθαι ἀλλὰ καὶ κινεῖν, φύσιν ἔχοντα κινεῖν ἅμα καὶ κινεῖσθαι. τοῦτο μὲν δή, φησίν, ἀνάγκη καὶ ἡμῖν λέγειν. τὸ γὰρ ἑξῆς τῆς λέξεως τῆς λεγούσης ἀνάγκη δὴ τοῦτο μὲν λέγειν τοιοῦτόν έστιν. ἀνέγκη οὖν, εἴ γε λύομεν τὸ ἀπορηθὲν † ἀποδίδωσι πρὸς τοῦτο [τὸ] μὲν λέγειν, ὅτι οὐχ ὅμα παύσεται κινοῦν καὶ κινούμενον. τὸ γὰρ κινηθέν, φησίν, καὶ δύναμιν τοῦ κινεῖσθαι διαδεξάμενον τῷ φύσιν ἔχειν τοιαύτην οὐχ ἅμα παύεται τοῦ κινεῖσθαι καὶ τοῦ κινεῖν, ὡς ἐπὶ τῆς λίθου τῆς Ἡρακλείας ἔστιν ὁιρᾶν· τὸ γὰρ ἑλκυσθὲν ὑπ’ αὐτῆς σιδἠριον ἁψάμενον αὐτῆς οὐ κινεῖται μὲν οὐκέτι, κινεῖ δὲ τὸ ἐφεξῆς· κινεῖται γάρ, ἕωωως ἄν κινῇ τὸ κινοῦν, παυσαμένου δὲ τοῦ κινοῦντος παύεται καὶ τὸ κινούμενον τοῦ κινεῖσθαι. οὕτω δὲ καὶ ἐπὶ τοῦ ἀέρος· οὐ γὰρ ἐπακολουθεὶ τῷ ῥιπτουμένῳ συγκινούμενος αὐτῷ, ἀλλὰ κινεῖ τὸν μετ’ αὐτὸν ἅμα καὶ κινητικὸν αὐτὸν ποιῶν. καὶ γὰρ ἐπὶ τούτου ὁ αὐτὸς λόγος· οὐχ ὁμοίως δέ· ἀεὶ γὰρ ἡ δύναμις ἡ ἀπὸ τοῦ πρώτου κινήσαντος ἐνδιδομένη μενιοῦται κατὰ τὴν διαδοχὴν καὶ τέλος φθείρεται, τοῦ τελευταίου κινηθέντος μηκέτι καὶ κινῆσαι δυνηθέντος. διὸ πίπτει λοιπὸν τὸ ῥιφθὲν μηκέτι ἔχον, ὑφ’ οὗ κινηθήσεται. οὕτω δὲ καὶ τὰ ὑπὸ πυρὸς θερμανθέντα οὐ μόνον τὸ θερμαίνεσθαι ἔχει ὑπὸ τοῦ πυρός, ἀλλὰ καὶ τοῦ θερμαίνειν δύναμιν ὑπ’ αὐτοῦ καταδέχεται. καὶ μέχρι τινὸς τοῦτο προελθὸν μειούμενον τέλος παύεται, ὅταν, φησί, τὸ πρὸ τοῦ τελευταίου (τοῦτο γὰρ εἶπεν πρότερον) μηκέτι κινοῦν ἰσχύσῃ ποιῆσαι τὸ μεθ’ ἑαυτό, ἀλλὰ μόνον κινούμενον· τούτου γὰρ μηκέτι κινοῦντος οὐκέτι τὸ ἐφεξῆς κινηθήσεται. ἅμα οὗν παύεται τὸ κινοῦν, ὅπερ ἦν πρὸ τοῦ ἐσχάτου, καὶ τὸ κινούμενον τὸ ἔσχατον. παυσαμένου γὰρ τοῦ πρὸ τοὺ κινεῖν παύεται καὶ τὸ ἔσχατον τοῦ κινεῖσθαι, παυσαμένου δὲ τοῦ κινουμένου καὶ ἡ κίνησις παύεται, εἴπερ ἐν τῷ κινουμένῳ ἡ κίνησις. καὶ δῆλοω ὅτι ἅμα παύεται ἐν τοῖς ἐσχάτοις, ἐπεὶ εἶπεν πρότερον, ὅτι οὐχ ἅμα παύεται κινοῦν λέγων· τὸ γὰρ ἔσχατον κινούμενον οὐ κινεῖ. Ζξτεὸ δε ὁ Ἀλέξανδρος ἐν τούτοις καλῶς, πῶς οὐχὶ καὶ τούτων ῥηλαβὼν παρὰ τοῦ τὸ βέλος ῥίψαντος ἤτοι κινούμενος κινεῖ ἤ οὔ· ἀλλὰ μὴ λαβὼν παρὰ τοῦ τὸ βέλος ῥίψαντος ἤτοι κινούμενος κινεῖ ἤ οὔ· ἀλλὰ μὴ κινούμενος μὲν οὐκ ἄν κινήσοι· τὰ γὰρ σωματικῶς κινοῦτα κινούμενα κινεῖ· εἰ δὲ κινούμενος κινεῖ, παύεται δὲ τοῦ κινεῖσθαι, ἄμα τῷ παύσασαθαι κινοῦντα τὸν ῥιπτοῦντα τῷ πρός τι εἶναι τὸ κινοῦν καὶ τὸ κινούμενον ἅμα ἄν καὶ τοῦ κινεῖν παύοιτο. ᾧ ἀκολουθεῖ τὸ εὐθὺς τῷ παύσασθαι τὸν 3. 4 corruptam letionem repraesentavi codicis A: ἀποδίδωσι πρὸς om. a τοῦτο τὸ μὲν A : τοῦτο a ὅτι a: ὅπως Α παύεται Arist. 8 οὐ κινεῖται μὲν ούκέτι Α : ούκέτι μὲν κινεῖται A Exc. 9 γὰρ Exc. : δ’ ἐκεῖνο a 15 κινῆσαι δυ- ναμίν τινα τοῦ κινεῖν παρὰ τοῦ τὴν ἀρχὴν κινήσαντος λαμβάνειν, ἐκεῖνο λέγει, ὅτι οἰκείαν δύναμιν ἴσχει παρὰ τοῦ κινήσαντος αὐτὴν λαβόν· εἰ δὲ οὐχ οἷόν τε κινεῖν μὴ κινούμενον, καὶ τοῦ κινεῖσθαι. ὡς τὴν ἀρχὴν μὲν καὶ τὸ ἐνδόσιμον καὶ τοῦ κινεῖσθαι |ὑπὸ τοῦ ῥιπτοῦντος εἰληφέναι ὥσπερ καὶ τοῦ κινεῖν, ἐσχηκέωαι μέντοι παρ’ ἐκείνου δύναμιν τοιαύτην. ὡς ἐξ αὑτοῦ κινούμενον κινεῖν δύνασθαι τρόπον τινὰ γινόμενον πρὸς ὀλίγον αὐτοκίνητον τῷ τοιαύτης φύσεως εἶναι, ὡς παραδέχεσθαι τὴν παρὰ τοῦ κινοῦντος δύναμιν δι’ εὐπάθειαν. τῆς μὲν οὖν ὑπὸ τοῦ ῥίψαντος κινήσεως παύεται τῷ ῥίψαντι συμπαυόμενον, τῆς δὲ ἐξ ἑαυτοῦ ἣν κινεῖται τῷ μὴ ἂν ἄλλως κινῆσαι τὸ μετ’ αὐτό, οὗ δύναμιν οἰκείαν ἔσχε λαβὸν αὐτὴν παρὰ τοῦ τὴν ἀρχὴν κινήσαντός τε καὶ ῥίψαντος, οὐκ εὐθὺς παύεται. διὸ οὐχ ἅμα τὸ ῥιπτούμενον συμπαύεται τῆς κινήσεως τῷ ῥιπτοῦντι τῷ τὰ δι’ ὧν ῥιπτεῖται τὰ ῥιπτούμενα φύσεως ὄντα † τῆς τοῦ κινεῖσθαί τε ἐξ ἑαυτῶν δύνασθαι καὶ κινεῖν τὴν ἀρχὴν καὶ τὸ ἐνδόσιμον λαβόντα παρὰ τοῦ ῥίψαντος ἕκαστον αὐτῶν αὐτῇ τῇ δυνάμει τὸ μετ’ αὐτὸ κινοῦν τοῦ κινεῖσθαι τὸ ῥιπτούμενον, ἐφ’ ὅσον φέρεται, παρέχειν τὴν αἰτίαν. ὥσπερ γὰρ θερμαίνει δὲ καὶ τὸ θερμανθὲν ὕδωρ καὶ ἔστιν ἀμφοτέροις μὲν τοῦ θερμαίνειν αἴτιον τὸ εἰς θερμὸν μεταβάλλον· ἀλλὰ τὸ μὲν πῦρ καίτοι τὴν αἰτίαν παρὰ τοῦ ποιήσαντος αὐτὸ ἔχον ὅμως, ἔστ’ ἂν ᾖ πῦρ, θερμαίνει, τὸ δὲ ὕδωρ οὐκέτι, ἕως ἂν ᾖ ὕδωρ, θερμαίνει, ἀλλ’ ἕως ἂν θερμὸν ᾖ, ὅτι τὸ μὲν φύσει γέγονε τοιοῦτον, τὸ δὲ οὐ φύσει, ἀλλὰ πέπονθεν. οὕτως οὖν ἔχει καὶ ἐπὶ τῶν ὑπ’ ἄλλου κινουμένων μὴ παρόντος ἔτι τοῦ κινήσαντος αὐτό, ὁποῖά ἐστι τά τε κατὰ φύσιν κινούμενα αὐτὰ τοιαῦτα. ἀλλὰ ἀμφοτέροις μὲν γὰρ αἴτιον τῆς κινήσεως τὸ ποιῆσαν αὐτὰ τοιαῦτα. ἀλλὰ τὰ μὲν κατὰ φύσιν κινούμενα τῷ τοιαῦτα γεγονέωαι, ἔστ’ ἂν ᾖ, ὁμοίως κατὰ τὴν αὐτὴν κίνησίν ἐστι κινητά, ὁ δὲ ἀὴρ ὁ ἐπὶ τῶν ῥιπτουμένων τῷ μένων ἐπὶ τῆς οἰκείας φύσεως πεπονθέωαι ὑπὸ τῆς τοῦ ῥιπτοῦντος βίας διὰ τὸ πρὸς τοῦτο εὐπαθές. ἕως οὖν τὸ πάθος σῴζει, καθ’ ὃ κινεῖται, κινήσεται ταύτην τὴν κίνησιν, οὐκ ἀεί· οὐ γὰρ κατὰ φύσιν ἐστὶν αὐτῷ ἡ τοιαύτη κίνησις. σαφῶς δέ, φησίν, αὐτὸς περὶ τούτου λέγει ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ. φηςὶ γὰρ τὰ μεταξὺ σώματα ἐπαμφοτερίζειν, τὸ ὕδωρ καὶ τὸν ἀέρα. ὁ δὲ ἀὴρ καὶ κουφότητος καὶ βαρύτητος μετέχων, ἐφ’ ὃ ἂν τὴν ἀρχὴν τοῦ φέρεσθαι καὶ τὸ ἐνδόσιμον παρὰ τοῦ ῥιπτοῦντος λάβῃ, ἐπὶ τοῦτο λοιπὸν φερόμενος, ἕως ἂν φυλάττῃ τὴν παρὰ τοῦ τὸ ἐνδόσιμον αὐτῷ τοῦ κινεῖν δύνασθαι δύναμιν παρασχόντος, κινεῖ καὶ φέρει καὶ τὸ ῥιφθὲν ὥσπερ ἐνδοθὲν αὐτῷ.” ταῦτα πάντα σχεδόν τι κατὰ τὴν τοῦ Ἀλεξάνδρου λέξιν ἀπεγραψάμην διά τε τὸ τῆς ἀπορίας πραγματειῶδες καὶ τὸ τῆς λύσεως καινοπρεπές, ἧς τὸ κεφάλαιον δι’ ὀλίγων ἐκείνων τῶν ῥημάτων παραδέδωκεν· “ ὡς τὴν ἀρχὴν μὲν καὶ τὸ ἐνδόσιμον καὶ τοῦ κινεῖσθαι ὑπὸ τοῦ κινοῦντος εἰληφέναι ὥσπερ καὶ τοῦ κινεῖν, ἐσχηκέναι μέντοι δύναμιν παρ’ ἐκείνου τοιαύτην, ὡς ἐξ αὑτοῦ κινούμενον κινεῖν δύνασθαι τρόπον τινὰ γινόμενον πρὸς ὀλίγον αὐτοκίνητον”. Καὶ τάχα μὲν ἄν τις καὶ ἀπὸ τῶν ὑπὸ Ἀριστοτέλους προσεχῶς ῥηθέντων ἀπορήσειεν, πῶς εἶπεν ἀλλ’ οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον. ἀλλὰ κινούμενον μέν, ὅταν ὁ κινῶν παύσηται κινῶν, κινοῦν δὲ ἔτι ἐστίν. εἰ γὰρ ἐξ ἑαυτοῦ κινούμενον κινεῖ καὶ τοῦ δυνατὸν αὐτὸ σωματικῶς κινοῦν μὴ καὶ κινεῖσθαι, πῶς παυσάμενον τοῦ κινεῖσθαι κινοῦν ἔτι ἐστιίν ; ἀλλὰ τοῦτο μὲν ἴσως ἀπὸ τῶν ὑπὸ τοῦ Ἀλεξάνδρου ῥηθέντων λύειν δυνατόν· “ ὁ γὰρ ἀήρ, φησί, κινεῖται καὶ ὑπὸ τοὺ ῥιπτοῦντος καὶ ὑφ’ ἑαυτοῦ. καὶ ὑπὸ μὲν τοῦ ῥίψαντος κινούμενος καὶ εὐθὺς παύεται, ὅταν παύσηται τὸ κινοῦν, κατὰ δὲ τὴν ἐξ ἑαυτοῦ κίησιν οὐκ εὐθὺς παύεται μετὰ τὸ παύσασθαι τὸ ῥῖψαν.” ἀλλ’ ἀπὸ τῶν περὶ τοῦ αὐτοκινήτου ῥηθέντων πρότερον ὑπὸ τοῦ Ἀριστοτέλους, ἀπορήσοι ἄν τις. εἰ γὰρ ὑφ’ ἑαυτοῦ κινεῖσθαι τὸν ἀέρα τίθερμεν, ἵνα λύσωμεν τὴν ἀπορίαν, οὔτε δὲ ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι τὸ αὐτοκίνητον δυνατόν, ὡς δέδεικται πρότερον, οὔτε ὅλον ὑπὸ μέρους οὔτε μέρος ὑφ’ ὅλου, ἀνάγκη καὶ ἐν τῷ ἀέρι, εἴπερ αὐτοκίνητος ἐγίνετο, μέρος μέν τι κινεῖν, μέρος δέ τι κινεῖσθαι, ὡς ἐπὶ τῶν ζῲων κινεῖ μὲν ἡ ψυχή, κινεῖται δὲ τὸ σῶμα. τί οὖν ἐν τῷ ἀέρι τὸ κινοῦν καὶ τὶ τὸ κινούμενον ; εἰ γὰρ λέγοι τις κινεῖν μὲν τὴν φύσιν, κινεῖσθαι δὲ τὸ σῶμα, ὑπομνησθῆναι δεῖ τῶν ὑπὸ τοῦ Ἀριστοτέλους περὶ τῶν τεττάρων στοιχείων ῥηθέντων ἐν τούτῳ τῷ βιβλίῳ ὅτι “οὐδὲν τούτων κινεῖ ἑαυτό, ἀλλὰκινήσεως ἀρχὴν ἔχει, οὐ τοῦ κινεῖν οὐδὲ τοῦ ποιεῖν, ἀλλὰ τοῦ πάσχειν”. μήποτε οὖν καλῶς ὁ Ἀλέξανδρος, οὐχ ἁπλῶς αὐττοκίνητον, ἀλλὰ “ τρόπον τινὰ αὐτοκίνητον” γίνεσθαι τὸν ἀέρα, ὑπὸ τοῦ πρώτου κινοῦντος εἶπεν ὡς τῆς ἐνδιδομένης ἐν αὐτῷ κινήσεως ὑπὸ τοῦ κινοῦντος ἐνεργοῦ μὲν οὔσης καὶ μετὰ τὸ παύσασθαι τὸ κινοῦν, ἀλλ’ οὐχ ὡς ἄλλο μὲν τὸ κινοῦν ἴσχοντος τοῦ ἀέρος ἢ τοῦ ὕδατος, ἄλλο δὲ τὸκινούμενον, ὡς τὰ κυρίως αὐτοκίνητα. ἐπὶ γὰρ τούτων τὸ κινοῦν οἷον ἡ ψυχὴ ἀκίνητον ὄν καθ’ αὑτὸ κινεῖ, κἄν κατὰ συμβεβηκὸς κινῆται, ὁ δὲ προσεχῶς κινηθεὶς ὑπὸ τοῦ ῥιπτοῦντος ἀὴρ ὅλος κινεῖται καὶ τῷ κινεῖσθαι αὐτὸς κινεῖ τὸν ἐφεξῆς ὠθισμῷ τινι χρύμενος, ᾧ τὸ πρῶτον κινῆσαν ἐπֹ’ αὐτοῦ ἐχρήσατο· ἀλλ’ οὐκ ἀκινήτῳ τινὶ κινεῖ, ὡς ἡ τοῦ ῥίψαντος ψυχὴ ἐκίνησε τὸ σῶμα, ἀλλ’ ὡς τὸ τοῦ ῥίψαντος σῶμα τῇ ἑαυτοῦ κινήσει τὸν ἀέρα ἐκίνησεν, οὕτως καὶ ὁ ἀὴρ ἐμμεινάσης αὐτῷ τῆς κινήσεως τὸν μεθ’ ἑαυτὸν ἀέρα καὶ ἐκεῖνος τὸν ἐφεξῆς, τῇ ἐπὶ πλέον διαδόσει κατ’ ὀλίγον ἡ κίνησις ἐκλυθείη. ὅτι δὲ ἐμμένει κίνησις ἐπὶ χρόνον τινὰ καὶ παυσαμένου τοῦ κινοῦντος, ὅταν ἥ τε δύναμις ἡ κινήσασα ἀξιόλογος ᾖ καὶ τὸ κινηθὲν ἐπιτήδειον, δηλοῦσι καὶ οἱ στρόμβοι οἱ ἐπὶ πολὺ περιφερόμενοι μετὰ τὴν ἀπὸ τοῦ κινήσαντος περιστροφὴν καὶ τὰ πληττόμενα χαλκία καὶ ἐπὶ πολὺ |ἠχοῦντα διὰ τὸ μεῖναι κινούμενα καὶ τὸν ἀέρα κινοῦντα. ἀρχὴν γὰρ ταῦτα κινήσεως ἀπὸ τοῦ κινοῦντος λαβόντα διὰ τὴν πρὸς τὸ κινεῖσθαι εὐφυίαν ἐπιμένει κινούμενα καὶ ἀποστάντος τοῦ κινοῦντος. καὶ τοῦτό ἐστιν ὅπερ ὁ Ἀλέξανδρος εἶπεν τὸ ‘πρὸς ὀλίγον τρόπον τινὰ αὐτοκίνητα γίνεσθαι’ ὡς ἐπιμένοντος ἐν τῷ κινεῖσθαι τοῦ κινουμένου καὶ τῷ κινεῖσθαι τὸ ἐφεξῆς κινοῦντος. Ἀλλὰ πῶς ὁ Ἀριστοτέλης εἶπεν, ὅτι [δὲ] οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον. ἀλλὰ κινούμενον μὲν ἅμα ὅταν ὁ κινῶν παύσηται, κινοῦν δὲ ἔτι ἐστίν; ἢ ἐπειδὴ τὸ κινοῦν καὶ τὸ κινούμενον ὡς πρός τι λεγόμενα ἅμα ἐστίν, ὅταν δὲ ἀποστῇ τὸ κινοῦν τῆς μὲν πρὸς ἐκεῖνο σχέσεως παύεται τὸ κινούμενον, κινεῖ μέντοι τῷ καὶ αὐτὸ κινεῖσθαι, οὐχ ὡς ἔτι κινοῦντος τοῦ κιινήσαντος, ἀλλ’ ὡς ἐπιμενούσης τῆς ἐνδοθείσης ὑπ’ ἐκείνου κινήσεως. διὸ καὶ οὐκ ἀκίνητον μὲν αὐτὸ ὂν κινεῖ, ἀλλὰ κινούμενον. οὐ μέντοι ὡς ἐκείνου κινοῦντος ἔτι οὐδὲ ὡς αὐτοκίνητον ἁπλῶς ὑπ’ αὐτοῦ γενόμενον, ἀλλ’ ὡς μενούσης ἐν αὐτῷ τῆς ἐνδοθείσης ἐκεῖθεν κινήσεως καὶ τὸ ἐφεξῆς κινούσης, παυσαμένου δὲ τοῦ ὡς πρὸς κινοῦν κινουμένου. πῶς οὖν ἔτι τὸ κινούμενον ὑπό τινος κινεῖται, εἰ τὸ μὲν κινοῦν παύεται, τὸ δὲ κινούμενον ὑπομένει; ἢ ὅτι ἐπειδὴ ἀπὸ τοῦ κινοῦντος ἡ κίνησις ἐνεδόθη τῷ κινουμένῳ, κἂν πέπαυται τὸ κινοῦν, ὑπ’ ἐκείνου λέγεται κινεῖσθαι τὸ κινούμενον τοῦ τὴν κίνησιν αὐτῷ τὴν ἐπίμονο ἐνδεδωκότος· οὐ γὰρ ἐμφαίνει ὁ λόγος τὸ δεῖν παρεῖναι πάντως τὸ κινοῦν, ἀλλὰ τὸ ἀπ’ ἐκείνου τὴν κίνησιν ἐνδίδοσθαι τῷ κινουμένῳ. ἀλλ’ εἰ τὸν ῥιπτοῦντα τὸ βέλος τῷ ἀέρι μόνιμον κίνησιν ἐνδιδόναι λέγομεν, διὰ τί μὴ τῷ βέλει ταύτην ἐνδιδόναι εἰπόντες μηκέτι τοῦ ἀέρος δεώμεθα, μὴ μόνον κινεῖσθαι ἀλλὰ καὶ κινεῖν αὐτὸν λέγειν ἀναγκαζόμενοι; ἢ ὅτι τὰ μέσα στοιχεῖα τό τε ὕδωρ καὶ ὁ ἀήρ, ὡς αὐτὸς εἶπεν ὁ Ἀριστοτέλης, καὶ πρὸς τὴν ἐπὶ τὸ ἄνω καὶ πρὸς τὴν ἐπὶ τὸ κάτω κίνησιν ἐπιτηδείως ἔχει καὶ διὰ τοῦτο καὶ πρὸς τὴν ἐπὶ τὰ πλάγια. μονιμωτέραν οὖν ὑποδεχόμενα κίνησιν συντελεῖν αὐτὰ πρὸς τὸ μόνιμον τῆς ἐπὶ τὰ πλάγια ἢ ἐπὶ τὸ ἄνω κινήσεως τὼν γεηρῶν καὶ μὴ πεφυκότων οὕτω κινεῖσθαί φαμεν, ἐπεὶ πάντως καὶ ἐκείνοις ἐνδίδοταί τις παρὰ τοῦ κινοῦντος ἐφ’ ὁσονοῦν μόνιμος κίνησις. ταῦτα μὲν οὖν εἴρηταί μοι καὶ τοὺς δύο λόγους καλῶς ἔχειν βουλομένῳ, τόν τε λέγοντα πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι καὶ τὸν λέγοντα τὸ σωματικῶς κινοῦν κινούμενον κινεῖν καὶ τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθὲν τὸ μὴ ἅμα παύεσθαι κινούμενον καὶ κινοῦν προςᾷδον φανῆναι Τοῖς εἰρημέοις, καὶ μέντοι τὴν τοῦ Ἀλεξάνδρου πρὸς ταῦτα βοήθειαν τὴν λέγουσαν ‘τρόπον τινὰ αὐτοκίνητον γίνεσθαι’ ὑπὸ τοῦ ῥιπτοῦντος τὸν προσεχῆ ἀέρα καὶ ὑπ’ ἐχείνου τὸν ἐφεξῆς, οὕτως ἀξιοῦν ἐκδέχεσθαι, ὡς μόνιμον κίνησιν ἐνδιδόντος τοῦ κινοῦντος ἄλλως ποιοῦντος αὐτὸ κινοῦν καὶ κινούμενον, ὥσπερ τὰ ζῷα ἄλλο τὸ κινοῦν καὶ ἄλλο τὸ κινούμενον ἔχοντα καὶ τὸ κινοῦν ἀκίνητον· ταῦτα γὰρ τῷ κινεῖσθαι τὰ ἐφεξῆς ὠθεῖ. εἰ δέ τις πιθανώτερον δύναται τοῖς εἰρημένοις ἐπιβάλλειν, οὐκ ἐχθρὸς ἀλλὰ φίλος κρατείτω. 10 p. 267a12 Αὔτη μὲν οὖν ἐν τοῖς ἐνδεχομένοις ἔως τοῦ ὑπὸ τίνος οὖν; οὐ γὰρ ὑπὸ τοῦ αὐτοῦ. Λύσας τὴν ἔνστασιν, τὴν πρὸς τὸν λέγουτα λόγον, ὅτι πᾶν τὸ κιωούμενον ὑπό τινος κινεῖται, ακὶ ἐνισταμένην ἀπὸ τῶν ῥιπτουμένων, ἄτινα καὶ παυσαμένου τοῦ ῥίψαντος αὐτὰ μένει κινούμενα, λύσας δὲ διὰ τοῦ τὸ πρῶτον κινῆσαν ποιεῖν τὸ ὑφ’ ἑαυτοῦ κινηθὲν οἶόν τε καὶ αὐτὸ κινεῖν καὶ ἐκεῖνο τὸ μεθ’ ἑαυτὸ καὶ ἐφεξῆς οὕτως (ἐπὶ πάντων γὰρ ὁ αὐτὸς λόγος), νῦν ἐπάγει, ὅτι ἡ τοιαύτη διάδοσις τῆς κινήσεως οὐκ ἐπὶ τῶν ἀιδίων ἐστίν, ἀλλὰ προςήκει τοῖς ἐνδεχομένοις ὁτὲ μὲν κινεῖσθαι, ὁτὲ δὲ ἠρεμεῖν. καὶ ἐπάγει μετ’ ὀλίγον· διὸ ἐν ἀέρι καὶ ὕδατι γίνεται ἡ τοιαύτη κίνησις. καὶ ἐπιδείκνυσιν, ὅτι οὐκ ἔστι συνεχὴς αὕτη, καὶ ἐκ τοῦ τοῖς ποτὲ μὲν κινουμένοις, τοτὲ δὲ ἠρεμοῦσιν ὑπάρχειν (ἡ γὰρ τοιαύτη κίνηδις διακόπτεται ταῖς ἠρεμίαις) καὶ ἐκ τοῦ τὸ κινοῦν τὸ ῥιπτούμενον μὴ ἕν εἶναι ἀλλὰ πλείονα ἢ ἐφεξῆς ἀλλήλων ὄντα ἢ ἁπτόμενα ἀλλήλων. ἔστι δὲ ἐφεξῆς μέν, ὦν μηδέν ἐστι μεταξὺ συγγενές, ἁπτόμενα δέ, ὦν μηδὲν ὅλως ἐστὶ μεταξύ, ἀλλ’ ἔστιν ἐχόμενα ἀλλήλων. εἰ οὖν συνεχὴς μὲν κίνησις ἡ ὑφ’ ἑνὸς τοῦ κινοῦντος γιωομένη, αὐτὰ δὲ οὐχ ἕν, οὐκ ἔστι συνεχὴς ἡ ῥῖψις, ἀλλὰ φαινομένη μόνον συνεχής. εἰπὼν δέ, ὅτι οὐ συνεχὴς ἡ κίνησις ἀλλ’ ἐκ διαδοχῆς γινομένη, ἐπήγαγε· διὸ ἐν ἀέρι καὶ ὕδατι ἡ τοιαύτη κίνησις ἡ κατὰ ῥῖψιν, διότι πέφυκε ταῦτα κινηθέντα ὑτό τινος κινητικὰ καὶ αὐτὰ γίνεσθαι τῶν ἐφεξῆς καὶ τὰ ἐχόμενα αὐτῶν ὁμοίως. τὴν δὲ τοιαύτην, φηςί, κίνηςίν τινες ἀντιπερίστασιν καλοῦσιν. ἀντιπερίστασις δέ ἐστιν, ὅταν ἐξωθουμένου τινὸς σώματος ὑπὸ σώματος ἀνταλλαγὴ γένηται τῶν τόπων, καὶ τὸ μὲν ἐξωθῆσαν ἐν τῷ τοῦ ἐξωθηθέντος στῇ τόπῳ, τὸ δὲ ἐξωθηθὲν τὸ προσεχὲς ἐξωθῇ καὶ ἐκεῖνο τὸ ἐχόμενον, ὅταν πλείονα ᾖ, ἕως ἂν τὸ ἔσχατον ἐν τῷ τόπῳ γένηται τοῦ πρώτου ἐξωθήσαντος. κἂν γίνηται δέ, φηςίν, ἀντιπερίστασις ἐπὶ τοῦ ῥιπτουμένου, ἀλλ’ οὐκ ἔστιν αὕτη τῆς τοῦ ῥιπτουμένου κινήσεως αἰτία. ἡ γὰρ | ἀντιπερίστασις ἅμα πάντα κινεῖσθαι ποιεῖ καὶ κινεῖν, τουτέστιν ἐξωθεῖσθαι καὶ ἐξωθεῖν· εἰ δὲ ἅμα πάντα κινεῖται, ἅμα καὶ παύεται. οὔτε γὰρ τὸ πρῶτον ἐξωθοῦν καταλαμβάνει τὸν τοῦ πρώτου ἐξωθουμένου τόπον, εἰ μὴ ἐκεῖνο τὸν τοῦ ἐφεξῆς καὶ ἐκεῖνο τὸν τοῦ ἐχομένου καὶ τὸ τελευταῖον τὸν τοῦ πρώτου μεταβάντος καταλάβοι τόπον καὶ τῆς κιωήσεως ἅμα πάντων γινομένης καὶ τῆς ἐν τοῖς ἀλλήλων τόποις ἱδρύσεως. τὸ δὲ τοὺς ἀλλήλων καταλαμβάνειν τόπους, ὅπερ ἐστὶν ἡ ἀντιπερίστασις, οὐδὲν πρὸς τὴν κίνησιν συντελεῖ τοῦ ῥιπτουμένου, εἰ μή τις ὑποθοῖτο, ὅπερ αὐτὸς εἶπεν, τὰ κινοῦντα καὶ αὐτὰ κινεῖν οἶά τε ποιεῖν τὰ κινούμενα· οὕτω γὰρ τὸ κααλαβὸν τὸν τοῦ ῥιπτουμένου τόπον κινήσει καὶ αὐτὸ τὸ ῥιπτούμενον καὶ κινεῖν τὰ ἐφεξῆς ποιήσει. ὥστε ἀδύνατον ἄλλως τὰ ἀπορηθέντα περὶ τοῦ ῥιπτουμένου λύειν, εἰ μὴ τὸ κινούμενον καὶ κινγτικὴν δύναμιν λαμβάνειν παρὰ τοῦ κινοῦντος ὑποθώμεθα. καὶ γὰρ ἀντιπεριστάσεως μὲν γινομένης ἡ κίνησις ἐπιτελεῖται, οὐ μὴν διὰ τὴν ἀωτιπερίστασιν. ὡς γὰρ ἐπὶ τοῦ βαδίζοντος ἀωτιπερίστασις μὲν γίωεται, οὐ μὴν τοῦ βαδίζειν ἡ ἀντιπερίστασις αἰτία, οὕτω καὶ ἐπὶ τῶν ῥιπτουμένων ἄλλο τι τῆς κινήσεως αἴτιόν ἐστιν, καὶ οὐχὶ ἡ ἀντιπερίστασις. μετάστασις γὰρ μόνον καὶ μεταχώρησις ἡ ἀωτιπερίσταςίς ἐστιν. ὅτι δὲ οὐκ ἔστι κινήσεως αἰτία, δείκνυσιν ἐκ τοῦ τὰ μὲν κατὰ ἀντιπερίστασιν ἅμα κινεῖσθαί τε πάντα καὶ κινεῖν καὶ παύεσθαι τῆς κινήσεως, ὡς εἴρηται πρὸ ὀλίγου. τὸ δὲ ῥιπτούμενον ἕν τι ὂν φαίνεται συνεχῶς κινούμενον. ὑπὸ τίνος οὖν ἔσται τοῦτο κινούμενον; οὐ γὰρ δὴ ὑπὸ τῶν ἀντιπεριισταμένων· ταῦτα γὰρ ἅμα πάντα κινεῖταί τε καὶ ἀωτιμεθίσταται ἀλλήλοις καὶ ἑνὸς παυσαμένου πάντα παύεται τῆς κινήσεως. ἅμα τε γὰρ τὸ ῥιφθὲν ἀπώσθη ὑπὸ τοῦ ῥίψαντος εἰς τὸ πρόσθεν καὶ ἀωτιπεριέστη ὁ πρὸ αὐτοῦ ἀὴρ εὶς τὸ ὅθεν τοῦτο μετέβη. τῆς οὖν μετὰ ταῦτα πάλιν αὐτῷ προόδου τε καὶ φορᾶς τί αἴτιον; ὁ γὰρ ἀντιπεριστὰς αὐτῷ ἀὴρ οὐ πλείων ἐστὶ τῆς χώρας, ἥν κατείληφεν, ὥστε στεωοχωρούμενον βιάζεσθαί τε αὐτὸ καὶ προωθεῖν. Ἐπειδὴ δὲ ὁ Ἀλέξανδρος τοῦ Πλάτωνος δόξαν εἶναί φησιν τὸ κατὰ ἀντιπερίστασιν γίνεσθαι τὴν τῶν ῥιπτουμένων κίνγσιν, ἰστέον ὅτι γίνεσθαι μὲν καὶ αὐτὸς ἀντιπερίστασιν ἐπὶ τῶν κινουμένων οἴεται καὶ τοὺς ἀλλήλων τόπους ἀντιμεταλαμβάνειν τὰ σώματα βούλεται διὰ τὸ μηδὲν ἐν τῷ παντὶ κενὸν ἀπολείπεσθαι, οὐ μέντοι οὐδὲ αὐτὸς τὴν ἀντιπερίστασιν αἰτίαν κινήσεως νομίζει, ἀλλὰ τὴν ἀνωμαλίαν καὶ ἀνιςότητα. ἔδει δὲ τὸν Ἀλέξανδρον, ὅτε ὁ Ἀριστοτέλης ἔλεγε πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι καὶ τοσαύτας ἀποδείξεις ἐπόριζεν τῷ λόηῳ καὶ ἐνστάσεις πρὸς αὐτὸν καὶ λύσεις τῶν ἐωστάσενω προεβάλλετο, τότε λέγειν, ὅτι Πλάτωνος οὖτος ὁ λόγος ἦν ὁ τὸ κινιύμενον πάντως ὑπὸ κινοῦντος λέγων κινεῖσθαι. οὐδὲν δὲ χεῖρον ἴσως ὀλίγα παραγράψαι τοῦ Πλάτωνος αὐτό τε τοῦτο δηλοῦντα καὶ τί τῆς κινήσεως αἴτιον οἰεται καὶ πῶς γίνεσθαι τὰς ἀντιμεταστάσεις νομίζει. λέγει γὰρ ἐν Τιμίῳ· ‘‘ ἐν μὲν ὁμαλότητι μηδέποτε ἐθέλειν κίνησιν εἶναι. τὸ Γὰρ κινησόμενον ἄνευ τοῦ κινήσοντος ἤ τὸ κινῆσον ἄνευ τοῦ κινησομένου χαλεπόν, μᾶλλον δὲ ἀδύνατον εἶναι. Κίνησις δὲ οὐκ ἔστι τύτων ἀπλόντων’’ ὥστε καὶ κατὰ Πλάτωνα τὸ κινύμενον ὑπὸ κινοῦντός τινος κιωεῖσθαι καὶ τὸ κινοῦν κινούμενόν τι κινεῖν. ‘’ταῦτα δέ, φησίν, ὁμαλὰ εἶναί ποτε ἀδύνατον. οὕτω δὴ στάσιν μὲν ἐν ὁμαλότητι, κίνησιν κὲ ἐν ἀνομαλότητι ὄντα ἀεὶ τιθ[νμεν. Αἰτία δὲ ἀνισότης αὖ τῆς ἀνωμάλου φύσεως’’. ἴσα γὰρ ὄντα καὶ ὅμοια οὐκ ἄν ἄλληλα κινήσοι τὰ σώματα, ἀλλ’ ὡς μετ’ ὀλίγα τῶν εἰρημένων προστίθησι· ’’σμικρῶν παρὰ μεγάλα τιθεμένων καὶ τῶν ἐλαττόνων παρὰ τὰ μείζονα διακρινόντων, τῶν δὲ μειζόνων ἐκεῖωα συγκρινόντων, παντα ἄων κάτω μεταφέρονται πρὸς τοὺς ἑαυτῶν τοπους· μεταβάλλοντα γὰρ τὸ μέγεθος ἕκαστον καὶ τὴν τῶν τόπων μεταβάλλει στάσιν. Οὕτω δὴ διὰ ταῦτά τε ἡ τῆς ἀνωμαλότητος διαςῳζομένη γένεσις ἀεὶ τὴν κίνησιν τούτων οὖσαν ἐσμένην τε ἐνδελεχῶς παρέχεται’’. Τὴν δὲ ἀντιμετάστασιν οὕτν λέγει γίνεσθαι· ‘πάλιν δὲ ἐκπίπτοντος αὐτόθεν τοῦ πυρὸς ἅτε οὐκ εἰς κενὸν ἐξιόντος ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ἄντα ἔτι τὸν ὑγρὸν εἰς τὰς τοῦ πυρὸς ἕδρας ξυνωθῶν, αὐτὸν ἑαυτῷ ξυμμίγνυσιν.’’ ἀλλὰ ταῦτα ἐν ἄλλοις προηγουμένως ἐξετάζοντας ἀκριβέστερον ἔστι γιώσκειν. p. 267 a 21 Ἐπεὶ δὲ ἐν τοῖς οὖσιν ἀνάγκη εἶναι κίνησιν συνεχῆ ἕως τοῦ ἵνα ὁμοία ᾖ ὁ κίνησις. Εἰς πέρας ἐλθὼν τῶν προβληθέντων ἀναλαμβάνει λοιπὸν τὰ εἰρημένα καὶ τῶν ἀποδείξεων συντόμως ὑπομιμᾐσκων. ἐπεὶ γὰρ δέδεικται, ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι, καὶ οὔτε ἤρξατο μὴ πρότερον οὐσα οὔτε παύσεται ὡς μηκέτι εἶναι, ἀλλ᾿ ὁμοίως τῷ χρόνῳ ἄναρχός ἐστι καὶ ἀτελεύτητος πρώτη δὲ ἡ συνεχής, ἡ δὲ συνεχὴς μία (ἡ γὰρ μὴ μία οὐ συνεχής), ἡ δὲ μία ἑνός ἐστι μεγέθους τοῦ κινουμένου(οὐ γὰρ κινεῖται καθ’ αὑτὸ τὸ ἀμέγθες) καὶ ἑνὸς τοῦ κινοῦντος (εἰ γὰρ μὴ καὶ τὸ κινούμενον ἕν καὶ τὸ κινοῦν ἕν ἐστιν, οὐκ ἔσται συνεχὴς καὶ μία ἡ κίνησις, ἀλλ’ ἐχομένη ἑτέρα ἑτέρας | καὶ διῃρημένη), δειχθέντος οὖν τούτου, ὅτι ἕν τὸ κινοῦν ἐστι τὴν μίαν καὶ ἀίδιον κίνησιν καὶ ἕν τὸ κινούμενον, πρῶτον τὰ τῷ κινοῦντι προσήκοντα ἀωαλαμβάνει καὶ οὕτως τὰ τοῦ κινουμένου προστίθησιν. Εἰ γὰρ ἕν τὸ κινοῦν, ἤ κινούμενον κινεῖ ἤ ἀκίνητον ὄν. ἀλλ’ εἰ κινούμενον, δἠλον ὅτι καὶ σῶμα αὐτὸ εἶναι ἀνάγκη· πᾶν γὰρ τὸ καθ’ αὑτὸ κινούμενον σῶμα δέδεικται ὄν. Συνακολουθεῖν οὖν αὐτὸ δεήσει τῷ κινουμένῳ καὶ ὑπό τινος καὶ αὐτὸ κιωεῖσθαι. καὶ ἐπὶ τοῦ κινοῦντος αὐτό, εἰ κινούμενον εἴη, ἐπειδὴ ὑπό τινος κινεῖται, ἀνάγκη τὸ κινοῦν καὶ ἐκεῖνο ἢ κινούμενον κινεῖν καὶ ὑπὸ τινος κινούμενον ἤ ἀκίνητον εἶναι. ἵνα οὖν μὴ ἐπ’ ἄπειρον ἴωμεν, ἥξομέν ποτε εἰς τὸ ὑπὸ ἀκινήτου κινεῖσθαι· μὴ γὰρ οὔσς ἀρχῆς τινος, οὐδ’ ἄν τὰ μετ’ αὐτὴν εἴη. Δέδεικται δὲ ὅτι τῶν μὲν κινουμένων καὶ κινούντων πρῶτόν ἐστι κατὰ συμβεβηκὸς δὲ κινεῖται· τὸ δὲ κυρίως κινοῦν οὐδὲ κατὰ συμβεβηκὸς ἀναγκη συμμεταβέλλειν τῷ κινουμένῳ, καὶ διὰ τοῦτο προσέθηκεν τὸ τοῦτο δὲ οὐκ ἀναγκη συμμεταβάλειν διορίζων αὐτὸ τοῦ ἐν τῷ αὐτοκινήτῳ κινοῦτος, ὅ ἀνάγκη κατὰ συμβεβηκὸς συμμεταβέλλειν τῷ κινουμένῳ ὑπ’ αὐτοῦ· τὸ γὰρ τὴν ἀίδιον κινοῦν κίνγσιν, περὶ οὖ ὁ λόγος, ἀπόνως ὤφελε κινεῖν. Οὐδὲν γὰρ δύναται πονοῦν ἐπὶ πολὺ διαμένειν, ἀπονώτατον δὲ μὴ συμμεταβάλλον τῷ κινουμένῳ, μηδὲ κινούμενον μηδαμῶς. ἀλλ’ἐπὶ τῆς αὐτῆς ἀεὶ τελειότηος ἱδρυμένον. Χρὴ δὲ τὴν μίαν καὶ συνεχῆ κίνησιν καὶ ὁμαλῆ εἶναι. ἀνώμαλος γὰρ οὖσα οὔτε μία οὔτε συνεχὴς ἔσται, ὁμαλὴς δὲ κίνησις, ἥν τὸ ἀκίνητον κινήσει, τῷ ἀεὶ ὁμοίως ἕχειν πρὸς τὸ κινούμενον ὑπ’ αὐτοῦ ἅτε κατὰ μηδὲν μεταβάλλον. Τὸ δὲ ἤ μόνη ἤ μάλιστα δύναται μὲν καὶ κατὰ φιλόσοφον εὐλάβειαν εἰρῆσθαι. Λέγοι δὲ ἀν τις, ὡς περὶ τοῦ κινοῦντος μόνου τέως ἐστὶ τὰ εἰρημένα, πλείονα μὲν λόγον εἰς τὴν ὁμαλότητα εἰσάγουτος (διὸ καὶ μᾶλλον ὁμαλὴς διὰ τὸ κινοῦν), δεομένου δὲ καὶ τῆς τοῦ κινουμένου ταυτότητος πρὸς τὸ μόνη κυρίως ὁμαλὴς εἶναι. Καὶ δὴ μέχρι τοῦδε προαγαγὼν τὴν ἀνάληψιν τῶν τῷ κινοῦντι προσηκόντων ἐπάγει καὶ περὶ τοῦ κινουμένου, ὅτι διῖ καὶ τὸ κινούμενον τὴν αὐτὴν ἀεὶ πρὸς τὸ κινοῦν φυλάττειν σχέσιν, ἵνα ὁμοία καὶ ὁμαλὴς ἡ κίνησις ὄντως διαμένῃ· μόνη γὰρ κυρίως καὶ τελέως ὁμαλὴς αὕτη, ἐν ᾖ καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον ἀμεταβλήτως καὶ ἀεὶ ὡσαύτως ἔχει πρὸς ἄλληλα· δῆλον δέ, ὅτι τὸ οὐράνιον σῶμα τοιοῦτόν ἐστι κυκλοφορητικὸν ὄν καὶ προσεχῶς ὑπὸ τοῦ ἀκινήτως κινοῦντος αἰτίου κινούμενον. ὥστε καὶ ἡ ἀιδιότης συναπεδείχθη τοῦ τε οὐρανοῦ καὶ δι’ αυτὸν τοῦ παντὸς κόσμου τῇ τε τῆς κινήσεως ἀιδιότητι καὶ τῇ τοῦ πρώτως κινοῦντος ἀμεταβλήτῳ ταυτότητι, κἄν μέλλῃ πάλιν ἐν τῇ περὶ οὐρανοῦ τὴν ἀιδιότητα τούτοις ἀποδεικνύωαι. 35 p. 267 b 6 Ἀνάγκη δὲ ἤ ἐν μέςῳ ἤ κύκλῳ εἶναι ἕως τοῦ ἐκεῖ ἄρα τὸ κινοῦν. Εἰπὼν ὁποῖόν ἐστι τὸ πρώτως κινοῦν καὶ τὸ κινούμενον τὴν ἀίδιον Κίνησιν καὶ ὅπως ἔχοντα πρὸς ἄλληλα, ἐπειδὴ ζητεῖν ἔθος ἦν ὡς ἔοικε, ποῦ τὸ κινοῦν τὸν οὐρανόν ἐστι, καὶ οἵ γε Πυθαγόρειοι ἐν τῷ μέςῳ λέγειν ἐδόκουν αὐτό, καὶ τοῦτο προσθεῖναι τοῖς περὶ τοῦ κινοῦντος λόγοις ἐδοκίμασε. Καὶ λέγει, ὅτι ἀνάγκη αὐτὸ ἐν τῇ ἀρχῇ εἶναι τοῦ κινουμένου, ὅπερ κυριώτατόν ἐστι. Δύο δὲ ἀρχαύ εἰσιν ἐν τῇ σφαίρᾳ τό τε μέσον καὶ τὸ πέριξ· ἀνάγκη οὖν φησιν ἐν τούτων τινὶ εἶναι τὸ κινοῦν. ἀλλ’ ἐπεικὴ τὸ ἐγγύτατα τοῦ κινοῦντος τάχιστα μάλλον κινεῖται, ταχεῖα δὲ ἡ τοῦ κύκλου κίνησις, τουτέστι τῆς περιφερεέας, ἐκεῖ τὸ κινοῦν εἴη ἔν· τὸ γὰρ μέσον ἀκίνητον ὄν οὐ δοκεῖ πρὸς τὸ κινοῦν οἰκείως ἔχειν. ὁ δὲ Εὔδημος ἐν τῷ μεγίστῳ κύκλῳ φηςὶν εἶναι τῷ διὰ τὼν πόλων· οὖτος γὰρ τάχιστα κινεὶαι, τὸ δὲ κινοῦν κινοῦν δοκεῖ ἄρχεσθαι, ὅθεν τάχιστα ἄν κινήσαι καὶ ῥᾷστα. ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος καὶ πρὸς τὴν ἔξω περιφέρειαν καὶ πρὸς τὸν μέγιστον κύκον, εἰ ἐν τούτῳ τινί ἐστι τὸ κινοῦν αἴτιον, πῶς οὐ κινήσεται κατὰ συμβεβηκός. Καὶ εἰπὼν ἐκτός, εἰ μὴ ταύτης κατὰ τοὺς πόλους ἐστίν, ἐπαπορεῖ ὅτι καὶ δύο οὗτοι καὶ ἀκίνητοι, Ἀριστοτέλης δὲ καὶ Εὔδημός φασι τὸ ἐγγυτέρω τοῦ κινοῦντος τάχιστα κινεῖσθαι. Λύων δὲ τὴν ἀπορίαν λέγει, ὅτι εἰ μὲν ἐν μορίῳ τινὶ εἴη τῆς εριφερείας τῆς ἐξωτάτω, κινοῖτο ἄν κατὰ συμβεβηκὸς τῷ κατὰ μόρια τὴν κίνησιν εἶναι τῆς σφαίρας· εἰ δὲ ἐν πάςῃ τῇ περιφερείᾳ (οὕτω γὰρ ἔσται ἐν τῷ τάχιστα κινουμένῳ), οὐκέτι ἄν κινοῖτο κατὰ συμβεβηκὸς τῷ πᾶσαν τὴν περιφέρειαν μὴ κινεῖσθαι μηδὲ ἀλλἀσσειν τὸν τόπον, ἀλλ’ ἐν τῷ αὐτῷ μένειν ἀεί. ἐγκρίνει οὖν εἶναι αὐτὸ ἐν πάςῃ τῇ τῆς ἐκτὸς σφαίρας περιφερείᾳ. “οὕτω γάρ, φησίν, ἔσται ἐγγυτάτω τοῦ τάχιστα κινουμένου καὶ μὴ κατὰ συμβεβηκὸς κινούμενον, καὶ τὴν αὐτὴν ἀεὶ σχέσιν ἔχον πρὸς τὸ κινούμενον ὑπ’ αὐτοῦ. Διὸ καὶ ὁμοίαν ἀεὶ κίνησιν κινήσει.’’ Ταῦτα ἠπόρησεν ὁ Ἀλέξανδρος καὶ ἔλυσεν οὕτω, καὶτοι πρότερον καλῶς εἰπών, ὅτι οὐχ ὡς τόπον τινὰ κατέχοντος τοῦ κινοῦντος ἀδουστέον (ἀμερὲς γὰρ ἐδείχθη), ἀλλ’ οὐδὲ ὡς εἰδους ὄντος τοῦ ἐν ᾦ ἐστίν, ἀλλ’ ὡς οὐσίας ἀσωμάτου αὐτῆς καθ’ αὑτὴν ἐν οὐσίᾳ. “κἄν γὰρ ἐμψυκον, φησίν, ὄν τὸ κυκλοφορητικὸν σῶμα κινῆται κατὰ τὴν ἐν αὐτῷ ψυχήν, ἀλλὰ καὶ ἄλλου τινὸς δεῖται τοῦ τὴν ἀρχὴν αὐτῷ τῆς κινήσεως παρέχοντος· ἐπὶ πάντων γὰρ τῶν ἐμψύχων ἔξωθέν τι ὄν αἴτιον αὐτοῖς καὶ ἀρχὴ γίνεται τῆς κινήσεως τῆς ψυχικῆς τῆς κατὰ τόπον γινομέωης, εἴ γε ἐφέσει τινὸς ἡ κατὰ τόπον γίνεται τῶν ἐμφύχων κίνησις.’’ Ταῦτα ὁ Ἀλέξανδρος ἔγραψεν ὡς τελιδὸν μόνως αἴτιον τὸ πρώτως κινοῦν τὸν Ἀριστοτέσην λέγειν | ἀποδεχόμενος. εἰ δέ, ὡς πολλοὶ λόγοι δεικνύουσι, καὶ ποιητικὸν αὐτὸ νομέζει, τὴν μὲν ψυχὴν καὶ κὺτὸς οἴεται, ὥσπερ ὁ Πλάτων, τοῦ μεταβατικοῦ τῆς κινήσεως αἰτίαν εἶναι, τὸν δὲ ἀκίνητον νοῦν τοῦ περὶ τὰ αὐτὰ καὶ κατὰ τὰ αὐτὰ καὶ ἐν τῷ ἀεὶ κινεῖσθαι καθ’ ἕνα λόγον καὶ μίαν τάξιν. Εἰ οὖν ἀμερὲς τὸ κινοῦν καὶ χωριστὸν πάντῃ σωμάτων αὐτὸ καθ’ αὑτὸ τέλειον ἐξῃρημένον τοῦ παντὸς σωματικοῦ κόσμου, καλῶς ἔχει λέγειν καὶ πανταχοῦ χοῦ αὐτὸ καὶ οὐδαμοῦ εἶναι. εἰ δὲ οἱ μὲν Πυθαγόρειοι ἐν τῷ κέντρῳ λέγουσιν ἱδρῦσθαι, ὁ δὲ Ἀριστοτέλης ἐν τῇ ἀπλανεῖ σφαίρᾳ φησὶν εἶναι, ἐκεῖνοι μὲν τὸ κέντρον ἐπιτηδειότερον τῶν ἄλλων τοῦ παντὸς περῶν νομίζουσι πρὸς μέθεξιν τῆς τοῦ δημιουργοῦ συνοχικῆς καὶ ἑδραστικῆς ἀγα θότητος, ὁ δὲ Ἀριστοτέλης τὴν ἀπλανῆ πρώτως ἀπολαώειν τῆς δημιουργικῆς νομίχει κινήσεως. καὶ διὰ τοῦτο ιἱ μὲν Πυθαγόρειοι Ἑστίας τόπον καὶ Ζανὸς πύργον ἐκάλουν τὸ κ έντρον, ὁ δὲ Ἀριστοτέλης μέτρον τῶν ἄλλων κινήσεων τὴν τῆς ἀπλανοῦς ἔλεγεν ὡς πρώτην καὶ συνῃρημένην, καὶ τὸ τοῦ κινοπυντος ἀμερὲς διὰ τῆς ταχυτῆτος ἐνεικονιζομένην, οὐ χρὴ οὖν δεδοικέναι, μὴ κατὰ συμβεβηκὸς κινήσωμεν τὸ πρώτως κινοῦν ἐν τῷ ἀλλ’ ὁ ούρανὸς ἐν αὐτῷ, εἴπερ τὸ ἔν τινι περιέχεται ὑπὸ τοῦ ἐν ᾧ ἐστι· περιέχει δὲ ἐκεῖνο τὸν ὅλον κόσμον τῇ ἀπείρῳ ἑαυτοῦ δυνάμει. μήποτε δὲ οὐδὲ ἡ ἐπινοηθεῖσα ὑπὸ τοῦ Ἀλεξάνδρου βοήθεια πρὸς τὸ μηδὲ κατὰ συμβεβηκὸς ἐκεῖνο κινεῖσθαι αὐτάρκης ἐστίν, ἀπὸ ἐννοίας ἔτι προϊοῦσα τοῦ ἐν τῷ οὐρανῷ εἶναι τὸ πρώτως κινοῦν. “ εἰ γὰρ μὴ ἐν μορίῳ τινί, φησίν, ἔστιν, ἀλλ’ ἐν πάςῃ τῇ περιφερείᾳ, μένει, οὐδὲ κατὰ συμβεβηκὸς ἄν κινοῖτο. ἐπειδὴ ἡ πᾶσα οὐ κινεῖται οὐδὲ ἀμείβει τὸν τόπον, ἀλλ’ ἐν τῷ αὐτῷ μένει, οὐδὲ κατὰ συμβεβηκὸς ἄν κινοῖτο. εἰ οὖν ἡ μὲν πᾶσα οὐ κινεῖται, τὸ δὲ πρώτως κινοῦν ἐν τῷ τάχιστα κινουμένῳ λέγεται εἶναι, δῆλον ὅτι οὐκ ἔστιν ἐν τῇ πάςῃ περιφερείᾳ. ἔ πειτα εἰ μὲν οὕτως ἐστὶν ἐν τῇ πάσῃ ὡς κατατεταγμένον ἐν αὐτῇ, ἡ δὲ πᾶσα κατὰ μόρια κινεῖται, δῆλον ὅτι καὶ αὐτὸ μετὰ τῶν μορίων κατὰ συμβεβηκὸς κινηθήσεται. εἰ δὲ ἀσχέτως καὶ ἀξῃρημένως τῷ ὅλῳ πάρεστι, τί κωλύει καὶ τοῖς μέρεσιν ἀσχέτως καὶ ἐξῃρημένως κα]]ι ἀμερίστως καὶ ἀκινήτως ἅμα πᾶσι παρὸν μηδὲ κατὰ συμβεβηκὸς τῇ ἐκείνων κινήσει συγκινεῖσθαι;” καὶ ἀσφαλῶς ὁ Εὔδημος τὸ πρόβλημα ἐκτιθέμενος· “ εἰ ἀμερές, φησίν, ἔστι τὸ πρώτως κινοῦν καὶ μὴ ἅπτεται τοῦ κινουμένου, πῶς ἔχει πρὸς αὐτό ;” τὸ οὖν ἀμερὲς καὶ μὴλλ ἁπτόμενον τοῦ. κινουμένου, ἀλλ’ ἄσχετον πρὸς αὐτὸ καὶ ἐξῃρημένον, πῶς δύναται συγκινεῖσθαι τῷ κινουμένῳ, ὥστεκ κατὰ συμβεβηκὸς κινεῖσθαι ; τὸ δὲ Εὔδημον ὁ Ἀλέξανδρος τὸ πρώτως κινοῦν ἐν τῷ μεγίστῳ κύκλῳ φηςὶ λέγειν τῷ διὰ τῶν πόλων· οὗτος γὰρ τάχιστα κινεῖται. ἐγὼ δὲ οὕτως ηὗροω τὴν γραφὴν ἐν τῷ Εὐδημείῳ· “ τῆς δὲ σφαίρας ὁ μὲν τόπος ὁ περὶ τοὺς πόλους τάχιστα κινεῖται ”. καὶ τούτῳ δὲ ἐφιστάνειν ἄξιον, ὅτι ὁ μὲν Ἀλέξανδρος ἐν τῇ τῆς σφαίρας περιφερείᾳ τὸ πρώτως κινοῦν νομίζει λέγειν τὸν Ἀριστοτέλη· μήποτε δὲ ἐν τῷ κύκλῳ λέγων ἐν τῷ ὅλῳ οὐρανῷ λέγει. p. 267b9 Ἔχει δὲ ἀπορίαν εἰ ἐνδέχεταί τι κινούμενον ἕως τοῦ καὶ πρὸς τὸ κινούμενον ὁμοίως ἕξει καὶ συνεχῶς. Δείξας, ὅτι μόνη συνεχὴς κίνησίς ἐστιν, ἥν τὸ ἀκίνητον κινεῖ, βεβαρούμενος τοῦτο τὸ ἀυντικείμενον αὐτῷ ἀναιρεῖ, τὸ ἐνδέχεσθαί τι κινούμενον κινεῖν συνεχῶς. ἐπειδὴ γὰρ πᾶν, ὅ κινούμενον κινεῖ, σωματικόν τέ ἐστι καὶ σωματικῶς κινεῖ, τὰ δὲ σωματικῶς κινοῦντα κινεῖ ὠθοῦντα ἤ ἕλκοντα ἢ κατ’ ἄμφω, ὡς οἱ ταὶς χερσὶ τοὺς μύλους κινοῦντες, καὶ ἢ τὸ αὐτὸ δεῖ εἶναι τὸ ὠθοῦν ἤ ἕλκον ἢ ἄμφω ποιοῦν ἢ ἄλλο παρ’ ἄλλου διαδεχόμενονκκκ κατά τινα τούτων τῶν κινήσεων κινεῖν, ὡς ἐπὶ τῶν ῥιπττουμένων ἐδείχθη πρὸ ὀλίγου, ἐφ’ ὧν ἄλλο ἐξ ἄλλου οὐ μόνον τὸ κινεῖσθαι, ἀλλὰ καὶ τὸ κινεῖν διαδεχόμενον αἴτιον ἐγίνετο τῆς κινήσεως τῷ ῥιπτουμένῳ (εἴπερ διαιρετὸς ὤν ὁ ἀὴρ καὶ τὸ ὕδωρ, τουτέστιν εὐδιαίρετα καὶ εὐκίνητα, κινεῖ· πῶς δὲ κινεῖ ὁ ἀήρ ; ἄλλος ἀεὶ καὶ ἄλλος κινούμενος καὶ οὕτως κινῶν), εἴτε οὖν οὕτως κινοῖτό τι ὑπὸ κινουμένου, οὐκ ἔστι μία καὶ συνεχὴς ἡ κίνησις ἀλλὰ ἐφεξῆς· εἴτε μὴ κατὰ διαδοχήν, ἀλλ’ ἕν εἴη τὸ κινοῦν, ὡς ἐπὶ τῶν παραμενόντων καὶ ὠθούντων ἤ ἑλκόντων, οὐδὲ αὕτη συνεχὴς ἡ κίνησις· κἄν γὰρ ἕν τὸ κινοῦν ἐπὶ τούτων καὶ μὴ πλείονα ὡς ἐπὶ τῶν ῥιπτουμένων, ἀλλὰ καθ’ ἑκάστην ὦσιν ἢ ἕλξιν ἀρχή τις γίνεται ἀνατπαυομένου τοῦ ἕλκοντονς ἢ ὠθοῦντος, ἐπεὶ μὴ ἄπονον τὸ οὕτω κινεῖν. εἰ οὖν πᾶν, ὅ κινούμενον κινεῖ, ἢ ὠθοῦν ἢ ἕλκον ἢ κατ’ ἄμξω κινεῖ, καὶ ἢ τὸ αὐτὸ ἑπόμενον ἢ ἐκ διαδοχῆς, παντοίως δὲ ἀδὐνατον μίαν καὶ συνεχῆ καὶ ἁκίνητον, ἐπειδὴ πᾶν τὸ κινούμενον ἢ ὑπὸ κινουμένου κινεῖται ἢ ὑπὸ ἀκινήτου. καὶ τὴν αὐτίαν προσέθηκε τοῦ ταύτην εἶναι συωεχῆ εἰπών· ἀεὶ γὰρ ὁμοίως ἔχον, εἴπερ ἀκίνητόν ἐστι καὶ ἀμετάβλητον καὶ κατ’ οὐσίαν καὶ κατ]δύναμιν καὶ κατ’ ἐνέργειαν, καὶ πρὸς τὸ κινούμενον ὁμοίως ἕξει, τὴν αὒτὴν ἀεὶ πρὸς αὐτὸ σχέσιν ἔχον, ὥστε καὶ ὁμοίως καὶ ὁμαλῶς κινεῖν. εἰπὼν δὲ καὶ πρὸς τὸ κινούμενον ὁμοίως προσέθηκε καὶ συνεχῶς δηλῶν, ὅτι καὶ δυνεχής ἐστιν ἡ ὁμοία τοῦ ἀκινήτου πρὸς τὸ κινούμενον σχέσις, καὶ οὐ διακοπτομένη οὐδὲ ἐπιλείπουσα, ὥστε καὶ ἀίδιον | εἶναι τὴν κίνησιν, ἥν προσεχῶς κινεῖ τὸ ἀκίνητον. Ἀπορεῖ δὲ καλῶς ὁ Ἀλέξανοδρος, πῶς οὐκ ἐρεῖ τις καὶ τὰς τῶν πλανωμένων σφαίρας τὴν κίνησιν, ἥν κινοῦνται τῇ ἀπλανεῖ συμφερόμεναι, συνεχῆ τε καὶ ἀίσιον καὶ ὁμαλῆ κινεῖσθαι, καίτοι ὑπὸ κινουμένης τῆς ἀπλανοῦς ταύτην τὴν κίνησιν κινουμένας. καὶ πρῶτον μὲν ἐνδιδοὺς τῇ ἀπορίᾳ λέγει, ὅτι τοῦτο αὐνιττόμενος ὁ Ἀριστοτέλης οὕτως εἶπεν. ἔχει δ[ε ἀπορίαν, εἰ ἐνδέχεταί τι κινούμενον κινεῖν συνεχῶς, ἀλλὰ μὴ ὥσπερ τὸ ὡθοῦν, ὅ ἀπορήσας ἔδειξεν, ἐφ’ ὧν οὐκ ἐνδέχεται, παραλιπὼν τὸν νῦν ἀπορηθέντα λόγον. εἶτα διαναδτὰς ἐπάγει· “ μήποτε οὐχ ὑπὸ τῆς ἀπλανοῦς ἡ τούτων γίνεται κίνησις· οὐ γὰρ κατὰ τὴν ἐν αὐτῇ κινητικὴν δύναμιν ταύτην κινεῖ, ἀλλὰ κινουμένῃ αὐτῇ ὑπὸ τοῦ κινητικοῦ ἡ ἐκείνων κίνησις ἕπεται γινομένη καὶ αὐτὴ ὑπὸ τοῦ ταύτην κινοῦντος.” καὶ ὅτι μία κίνησίς ἐστιν ὡς ἑνὸς τοῦ ὅλου οὐρανοῦ ἡ άπ’ ἀνατολῆς ἐπὶ δόσιν, δῆλον ὡς οἶμαι ἐκ τοῦ καὶ περὶ τοὺς αὐτοὺς γίνεσθαι πόλους καὶ ἐκ τοῦ μὴ μόνον ὀκτὼ σφαίρας εἶναι ἀλλὰ καὶ ἕνα τὸν ὅλου οὐρανόν· μία δέ κίνησις ἡ ἑνὸς καὶ ὑφ’ ἑνὸ γινομένη. δηλοῖ δὲ καὶ αὐτὸς Ἀριστοτέλης τὸ κινοῦν πρώτως οὐκ ἐν τῇ ἀπλανεῖ λέγων, ἀλλ’ ἐν ὅλῳ τῷ κυκλοφορητικῷ σώματι· “ τάχιστα, φησί, κινεῖται τὸ ἐγγύτατα τοῦ κινοὺντος· τοιαύτη δὲ ἡ τοῦ κύκλου κίνησις· ἐκεῖ ἄρα τὸ κινοῦν”, κύκλον οἶμαι τὸ ἐγκύκλιον ἅπαν λέγων. ὁ δὲ Εὔδημος τοῦτο μὲν οὐκ ἀπορεῖ, ὅπερ ὁ Ἀριστοτέλης, εἰ ἐνδέχεταί τι κινούμενον κινεῖν συνεχῶς, ἀπορεῖ δὲ ἀντὶ τούτου, εἰ ἐνδέχεται τὸ ἀκίνητον κινεῖν· “ δοκεῖ γάρ, φησί, τὸ κινοῦν κατὰ τόπον ἢ ὠθοῦν ἢ ἕλκον κινεῖν· εὶ δὲ μὴ μόνον οὕτως, ἀλλ’ οὖν ἁπτόμενόν γε αὐτὸ ἢ διὰ ἂλλου ἢ δι’ ἑνὸος ἢ πλειόνων· τὸ δὲ ἀμερὲς οὐδενὸς ἐνδέχεται ἅψασθαι· οὐ γάρ ἐστιν αὐτοῦ τὸ μέν ἀρχή, τὸ δὲ πέρας· τῶν δὲ ἁπτοτένων τὰ πέρατα ἅμα. πῶς οὖν κινήσει τὸ ἀμερές; ” καὶ λύει τὴν ἀπορίαν λέγων ὅτι “ τὰ μὲν κινούμενα κινεῖ τὰ δὲ ἠρεμοῦντα. καὶ τὰ μὲν κινούμενα κινεῖ ἁπτόμενα, ἅ δὲ κινεῖ μὴ κινούμενα, ἄλλως, οὐχ ὁμοίως δὲ πάντα. οὐ γὰρ ὡς ἡ γῆ τὴν σφαῖραν ῥιφθεῖσαν ἐπ’ αὐτὴν ἄνω ἐκίνει, οὕτω καὶ τὸ πρώτως κινῆσαν· οὐ γὰρ προγενομένης κινήσεως ἐκεῖνο κινεῖ· οὐ γὰρ ἂν ἔτι πρώτως κινοίη· ἡ δὲ γῆ οὐδέποτε ἠρεμοῦσα πρώτως κινήσει.” p. 267b17 Διωρισμένων δὲ τούτων ἕως τοῦ τέλους. Ἀναλαβὼν πρὸ ὀλίγου τὸν περὶ τοῦ πρώτως κινοῦντος λόγον καὶ ὑπομνήσας, ὅτι ἀπὸ τοῦ συνεχῆ καὶ ἀίδιον κίνησιν ἐν τοῖς οὖσι δειχθῆναι δέδεικται ἕν ὂν τὸ πρώτως κινοῦν καὶ ἀκίνητον, καὶ ἐπαγαγών, ὅπου τοῦ κινουμένου χρὴ νομίζειν εἶνι τὸ κινοῦν, καὶ τὸ ἀκίνητον αὐτοῦ πάλιν συστήσας ἐκ τοῦ δεῖξαι, ὅτι οὐδὲν κινούμενον συνεχῆ κίνησιν δύναται κινεῖν, προστίθησι καὶ τοῦ τρίτου τὴν ἀνάληψιν τοῦ δειχθέντος περὶ τοῦ πρώτως κινοῦντος· τοῦτο δὲ ἦν τὸ ἀμέγεθες αὐτὸ καὶ ἀμερὲς εἶναι· τρία γὰρ ἦν τὰ περὶ αὐτοῦ δειχθέντα, ὅτι ἕν, ὅτι ἀκίνητον, ὅτι ἀμερές. τῶν οὖν δύο ἀποδείξεων συντόμως ὑπομνήσας τῆς τρίτης νῦν ὑπομιμνῄσκει τῆς δειξάσης, ὅτι ἀδύνατον τὸ πρώτως κινοῦν τὴν ἀίδιον κίνησιν ἀκίνητον ὂν μέγεθός τι ἔχειν· ἢ γὰρ ἄπειρον ἢ πεπερασμένον ἔσται τὸ μέγεθος· εἰ οὖν ἄπειρον μὲν οὐκ ἐνδέχεται μέγεθος εἶναι, ὡς δέδεικται ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας (εἴωθεν δὲ τὰ πρῶτα πρῶτα πέντε βιβλία Φυσικὰ καλεῖν ἐξαιρέτως καὶ Περὶ φυσικῶν ἀρχῶν, ὥσπερ τὰ τελευταῖα τρία Περὶ κινήσεως), ἀλλὰ μὴν ὅτι οὐδὲ πεπερασμένον αὐτὸ σῶμα δυνατὸν εἶναι ἔδειξεν, εἴπερ ἀνάγκη τὸ πεπερασμένον σῶμα ἢ ἄπειρον ἔχειν δύναμιν ἢ πεπερασμένην· εἰ οὖν μήτε τὸ πεπερασμένον σῶμα ἄπειρον ἔχει δύναμιν, ὡς δέδεικται, μήτε ἡ πεπερασμένη δύναμις τὸν ἄπειρον χρόνον οἵα τέ ἀστι κινεῖν, ὡς δέδεικται καὶ τοῦτο, τὸ δὲ πρῶτον κινοῦν τὴν ἀίδιον κίνησιν ἐδείχθη κινοῦν ἐπὶ τὸν ἄπειρον χρόνον (ἔδει γὰρ τὴν πρώτην κίνησιν ὑπὸ τοῦ πρώτου κινοῦντος ἐνδεόσθαι), τούτων οὖν δειχθέντων φανερόν, ὅτι ἀδιαίρετόν ἐστι καὶ ἀμερὲς καὶ οὐδὲν ἔχον μέγεθος τὸ πρώτως κινοῦν. Ἐπέστησεν δὲ καλῶς ὁ Ἀλέξανδρος ἐνταῦθα, ᾧπερ ἐχρῆν ἀποδεικνυμένου τοῦ προβλήματος ἐπιστῆσαι, ὅτι ἐπὶ τοῦ κινουμένου ἐπ᾿ ἄπειρον οὐ λεκτέον δύναμιν ἀλλ᾿ ἢ ὁμωνύμως· “ ἡ μὲν γὰρ ἐπὶ τοῦ κινοῦντος, φηςί, καὶ ποιοῦντος δύναμις ὡς ἰσχύς τις λέγεται, ἣν κάμνειν ἀνάγκη ἐπὶ τῶν οὕτως κινούντων, ἡ δὲ ἐπὶ τοῦ κινουμένου ὡς ἐπιτηδειότης πρὸς τὸ πάσχειν ἁπλῶς. οὐδὲ γὰρ ἐπὶ τοῦ βαστάζοντος καὶ τοῦ βασταζομένου, ἐπεὶ τὸ βασταζόμενον, ἔστ᾿ ἂν ᾖ, βαστάζεσθαι δύναται, ἤδη καὶ τὸ βαστάζον ἀεὶ βαστάσει· δυνάμει γάρ τινι καὶ ἰσχύι τὸ βαστάζον βαστάζει, ἥτις κάμνει πεπερασμένη οὖσα ἐν πεπερασμένῳ.” καὶ ἔδει τὸν Γραμματικὸν τούτοις γοῦν ἐπιστῆσαι τοῦ Ἀλεξάνδρου τοῖς λόγοις καὶ μὴ νομίζειν, ὅτι καὶ ὁ Ἀριστοτέλης καὶ ὁ Ἀλέξανδρος οἴονται τὸ μὴ κυρίως ἀπειροδύναμον ἐπ᾿ ἄπειρον κινεῖσθαι. τὸ γὰρ ἐπ᾿ ἄπειρον κινούμενον ἐπιτηδειότητα μὲν ἔχει πρὸς τοῦτο κατὰ τὴν ἑαυτοῦ ψύσιν καὶ τοῦτό ἐστιν ἐν αὐτῷ τὸ δύνασθαι κινεῖσθαι, ὑπ᾿ ἄλλου δὲ τὸ κινεῖσθαι ἔχον γινόμενον αὐτὸ ἔχει καὶ |οὐχ ἅμα ὅλον· ἡ γὰρ κίνησις ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. καὶ τοῦτο δὲ πάλιν ἐνταῦθα ζητήσας ὁ Ἀλέξανδρος, πῶς ἡ τῶν ἀπλανῶν σφαῖρα οὐχ ἕξει τοῦ κινεῖν ἄπειρον δύναμιν πεπερασμένη οὖσα, εἴ γε ἀεὶ κινεῖ τὰς τῶν πλανωμένων, λύει μὲν τὴν ζήτησιν τὰ αὐτὰ λέγων, ἅπερ καὶ πρὸ ὀλίγου, ὅτι καὶ τὸ πλανώμενον τρόπον τινὰ ὑπ᾿ ἐκείνου τοῦ ἀκινήτου κινεῖται τῇ ἀπλανεῖ συγκινούμενον· τὸ γὰρ ἀπλανὲς κατὰ τὴν σωματικὴν ἑαυτοῦ φύσιν κινητόν ἐστιν, ἀλλ᾿ οὐχὶ κινητικόν. κἀνταῦθα δὲ ἐχρῆν ἐπιστῆσαι τὸν Γραμματικόν, ὅτι οὐκ ἐζήτησεν ὁ Ἀλέξανδρος, πῶς πεπερασμένον τὸ ἀπλανὲς ἀίδιόν ἐστιν, ἀλλὰ <πῶς> πεπερασμένον ὂν ἄπειρον ἔχει δύναμιν τοῦ κινεῖν, γινώσκων, ὅτι κινεῖσθαι μὲν καὶ εἶναι ἐπ᾿ ἄπειρον τὸ πεπερασμένον οὐδὲν κωλύει γινομένην ἔχον τὴν κίνησιν καὶ τὴν οὐσίαν, ἀλλ᾿ οὐκ ἀπὸ χρόνου τινός, ἀλλ᾿ ἐπ᾿ ἄπειρον, κινητικὴν δὲ δύναμιν ἅμα ὅλην μὴ ἔχειν πεπερασμένον ὄν. Οὕτως ὁ δαιμόνιος ὄντως Ἀριστοτέλης τὴν περὶ τῶν φυσικῶν ἀρχῶν διδασκαλίαν εἰς τὴν ὑπερφυᾶ θεολογίαν ἀπεκορύφωσε καὶ τὴν ὅλην φυσικὴν καὶ σωματικὴν σύστασιν ἐξηρτημένην ἔδειξε τῆς ὑπὲρ φύσιν ἀσωμάτου καὶ ἀσχέτου νοερᾶς ἀγαθότητος τῷ Πλάτωνι κἀνταῦθα συνακολουθῶν. ἀλλ᾿ ὁ μὲν Πλάτων ἀπὸ τῆς οὐσίας αὐτῆς τοῦ κοσμικοῦ σώματος τὸν δημιουργὸν τοῦ κόσμου νοερὸν θεὸν ἀνηῦρε. διαστήσας γὰρ τὸ ὄντως ὂν καὶ τὸ γινόμενον, καὶ τὸ μὲν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ὁριςάμενος ἅτε ἅμα καὶ ὁμοῦ ὅλον ἀδιαστάτως καὶ ἀμερίστως ἐν αἰῶνι τὴν ὑπόστασιν λαχόν, τὸ δὲ γινόμενον ἅτε μεταβαλλόμενον καὶ κινούμενον ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, τὴν σωματικὴν σύστασιν πᾶσαν ἅτε διεστῶσαν τῇ οὐσίᾳ καὶ κατὰ τὴν τοῦ εἶναι παράτασιν χρονιζομένην καὶ μεταβαλλομένην γενητὴν εἶναι τίθεται καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν καὶ διὰ τοῦτο ἀπὸ αἰτίας ἐξηρτημένην ὡς αὐθυπόστατον εἶναι μὴ δυναμένην. “παντὶ γὰρ ἀδύνατον, φηςί, χωρὶς τοῦ αἰτίου γένεσιν σχεῖν.” αἴτιον δὲ τοῦ γινομένου τὸ ὄντως ὄν, ἵνα μὴ γενόμενον πρὸ γινομένου τιθέντες ἐπ᾿ ἄπειρον ἴωμεν, τοῦ μεταβαλλομένου τὸ ἀμετάβλητον διὰ τὴν αὐτὴν αἰτίαν. ηὗρεν οὖν τὸν δημιουργὸν τοῦ κόσμου νοερὸν θεὸν ὄντως ὄντα καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα ἐν αἰῶνι ἱδρυμένον ἀπὸ τῆς μεταβολικῆς οὐσίας τοῦ κόσμου ἐπὶ τὴν ἀμετάβλητον αἰτίαν ἀναδραμών. καὶ ὁ Ἀριστοτέλης δὲ ἀπὸ τῆς κινήσεως καὶ μεταβολῆς καὶ τῆς διαστατῆς καὶ πεπερασμένης τῶν σωμάτων ὑποστάσεως ἐπὶ τὴν ἀκίνητον καὶ ἀμετάβλητον καὶ ἀδιάστατον αἰτίαν ἀνῆλθεν. ἔδειξε γάρ, ὅτι ἀίδιον ἀνάγκη κίνησιν εἶναι ἐν τοῖς 0ὖσι, καὶ διὰ τοῦτο καὶ τὸ κινούμενον, εἴπερ ἡ κίνησις ἐν τῷ κινουμένῳ ἐστίν. ἔδειξε δὲ καὶ ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται καὶ ὅτι τὸ πρώτως κινοῦν ἀνάγκη ἀκίνητον εἶναι καὶ ἀμετάβλητον αἴτιον τοῖς κινουμένοις προσεχῶς τῆς ἀιδίου κινήσεως. ἀλλ᾿ ὅτι μὲν καὶ ἡ παρὰ Πλάτωνι γένεσις καὶ ἡ παρὰ Ἀριστοτέλει κίνησις τὴν μεταβολὴν δηλοῦσι, ῥᾴδιον μαθεῖν ἐκ τοῦ τὸν μὲν Πλάτωνα πρὸς τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ἀντιδιαιρεῖν τὸ γινόμενον ὡς μεταβαλλόμενον, τὸν δὲ Ἀριστοτέλην, ὅταν λέγῃ πᾶν τὸ κινούμενον ὑπὸ τινος κινεῖσθαι, οὐ περὶ μόνων τῶν κυρίως κινουμένων, ἀλλὰ καὶ τῶν γινομέων καὶ φθειρομένων καὶ ὅλως τῶν μεταβαλλόντων λέγοντα. καὶ μέντοι πολλαχοῦ τὸ ἀκίνητον ἀμετάβλητον εἶπεν. οὐδὲ γὰρ μόνης τῆς κυρίως κινήσεως ὑπερανέχει, ἀλλὰ καὶ γενέσεως καὶ φθορᾶς. δοκεῖ δέ μοι ὁ θαυμαστὸς οὗτος ἀνὴρ τὸ ὄνομα τῆς γενέσεως παραιτήσασθαι σαφῶς ἐπὶ τῶν ἀιδίων λέγειν διὰ τὸ ῥᾳδίως τὴν φανταςίαν ἀρχὴν χρονικὴν ὑποβάλλειν τοῖς γίνεσθαι λεγομένοις. ὅπερ καὶ πολλοὶ πεπόνθασιν οὐ δυνάμενοι τοῖς ἀιδίοις δημιουργήμασι ταῖς ἐννοίαις συμπαρατείνεσθαι, ἀλλὰ τῷ ἀπ᾿ αἰτίας ὑφισταμένῳ καὶ γίνεσθαι καὶ γίνεσθαι λεγομένῳ χρονικὴν ἀρχὴν προστικθέντες καὶ ῥᾷον δοκοπυντες μανθάνειν, εἴ τις ἀρχὴν καὶ μέσα καὶ τέλος χρονικῶς ὑποθοῖτο τῆς δημιουργάις. καὶ δὴ καὶ οἱ πλεῖστοι τῶν σοφῶν εἰσ τὸ εὐμαθὲς τῶν ἀκουόντων ἀποβλέψαντες οὕτως κοσμοποιοῦσι, πρῶτα καὶ δεύτερα καὶ τρίτα παραενέσθαι λέγοντες. καὶ συγγνώμην ἴσως νομίζονυσιν ἔχειν, εἰ καὶ οἱ θεολόγοι μὴ παραιτοῦνται τὰς τῶν θεῶν γενέσεις οὕτως ἐκφαίνειν διὰ τὴν τῶν ἀκουόντων εὐμάθειαν. ὁ δὲ Ἀριστοτέλης αἰσθόμενος ὡς ἔοικεν ἤδη παρανοούντων ἀεὶ τὰ λεγόμενα, καὶ χρονικὴν ἀρχὴν συνεπινοούντων, οὔτε κοσμοποιεῖν ἠνέσχετο καὶ γενητὸν ἐπὶ τῶν ἀιδίων προφανῶς λέγειν παρῃτήσατο, ἀλλὰ καὶ τῷ τῆς κινήσεως ἀνόματι ταὐτὸν μὲν δηλοῦντι, μὴ ἀπαιτοῦντι δὲ χρονικὴν ἀρχήν, συνεχρήσατο. ἐπεὶ ὅτι οὐ παραιτεῖται τὸ γίνεσθαι καὶ ἐπὶ τῶν ἐπ᾿ ἄπειρον τὸ εἶναι ἐχόντων, δῆλός ἐστιν ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας περὶ τοῦ ἐπ᾿ ἄπειρον λέγων· “ἀλλ᾿ ἐπεὶ πολλαχῶς τὸ εἶναι, ὥσπερ ἡμέρα ἐστὶ καὶ ὁ ἀγὼν τῷ ἀεὶ ἄλλο καὶ ἄλλο γίωεσθαι, οὕτω καὶ τὸ ἄπειρον.” ἠ μὲν οὖν ἀρχὴ τῆς ἀποδείξεως οὕτως ἀμφοτέροις ἡ αὐτὴ ἀπὸ τοῦ μεταβαλλομένου ἐπὶ τὸ ἀμετάνλητον ἀνάγουσα. ἐφεξῆς δὲ ὁ μὲν τὸ κινούμενον ὑπό τινος κινεῖσθαί φησιν, ὁ δὲ τὸ γινόμενον ὑπὸ αἰτίου τὴν γένεσιν ἴσχειν. καὶ ὁ μὲν τὸ πρώτως κινοῦν ἀκίντητο καὶ ἀμετάβλητον καὶ ἀμερὲς δείκνυσιν, ὁ δὲ τὸ αἴτιον τοῦ γεινομένου ὄντως ὄν· τοιοῦτον δὲ τὸ ἀμερὲς καὶ ὁμοῦ ὅλον ὑφεστὸς καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, ὅπερ δηλοῖ τὸ τελέως ἀμετάβλητον. Ἑπεὶ δέ τινες οἴονται τὸν Ἀριστοτέλη τὸ πρώτως κινοῦν, ὅπερ καὶ νοῦν καὶ αἰῶνα καὶ θεὸν ἀνυμνεῖ, τελικὸν μόνον, ἀλλ᾿ οὐχὶ καὶ ποιητικὸν αἴτιον λέγειν τοῦ κόσμου καὶ μάλιστα τοῦ οὐρανοῦ ὡς ἀιδίου ὄντος καὶ διὰ τοῦτο ἀγενήτου, | ἀκούοντες αὐτοῦ πολλάκις λέγοντος, καὶ ὅτι κινεῖ ὡς ἐρώμενον, καὶ πολλάκις ὡς τελικὸν αἴτιον ἀνευφημοῦντος, καλῶς ἔχει κἀν τούτῳ δεῖξαι συμφώνως αὐτὸν τῷ σφετέρῳ καθηγεμόνι μὴ τελικὸν μόνον, ἀλλὰ καὶ ποιητικὸν αἴτιον τὸν θεὸν λέγοντα, τοῦ τε κόσμου παντὸς καὶ τοῦ οὐρανοῦ. ὁ μὲν δὴ Πλάτων ἐκ τῶν ἐν Τιμαίῳ “λέγωμεν δή, δι᾿ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς συνέστησεν· ἀγαθὸς ἦν” δῆλός ἐστι τελικὸν ἅμα καὶ ποιητικὸν αἴτιον τοῦ κόσμου τὸν θεὸν λέγων. καὶ ὅτιαν λέγῃ· “νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι συνιστὰς τὸ πᾶν συνετεκταίνετο, ὅπως ὅτι κάλλιστόν τε εἴη καὶ κατὰ φύσιν ἄριστόν τε ἔργον ἀπειργασμένος”, δι᾿ ὅλου σχεδὸν τοῦ διαλόγου τὸν εἰς τὸ ἀγαθὸν βλέποντα δημιουργὸν ἀνυμεῖ. ἐν δὲ τῇ τοῦ δημιουργοῦ πρὸς τοὺς αὐρανίους δημηγορίᾳ, σαφῶς παρίστησιν, ὅτι κὰ μὲν οὺράνια προσεχῶς αὐτὸς ὑφίστησι, τὰ δὲ ὑπὸ σελήνην ὑπὸ τῶν οὐρανίων. λέγει γὰρ πρὸς τοὺς οὐρανίους ὁ πρῶτος δημιουργός· “θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων”, καὶ προελθών· “θνητά, φησίν, ἔτι γένη λοιπὰ τρία. τούτων δὲ μὴ γινομένων οὐρανὸς ἀτελὴς ἔσται,” οὐρανὸν τὸν κόσμον νῦν καλῶν ὥσπερ καὶ Ἀριστοτέλης. δεὶ δέ, φησί, καὶ ταῦτα γενέσθαι, “εἰ μέλλοι τέλεος ἱκανῶν εἶναι. δι᾿ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν· ἵνα οὖν θηντά τε ᾖ τό τε πᾶν τόδε ὄντως πᾶν ῇ, τρέπεσθε κατὰ φύσιν ὐμεῖς ἐπὶ τὴν τῶν ζῷων δημιουργίαν.” δηλοῖ δὲ τὸ “δι᾿ ἐμοῦ δὲ ταῦτα γενόμενα”, ὅτι τὰ ἀπὸ τοῦ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος αἰτίου (ἢ ὡς ἂν Ἀριστοτέλης εἴποι ὑπὸ τοῦ ἀκινήτου) γινόμενα ἀίδια ἀνάγκη εἶναι. ὁ δὲ Ἀριστοτέλης ὅτι μὲν τελικὸν λέγει τὸν θεὸν ἤτοι τὸ πρώτως κινοῦν, οὐδεὶς ἀμφισβητεῖ· ὅτι δὲ καὶ ποιητικόν, ἀρκεῖν οἶμαι τὸ ἐν τῷ τῶν αἰτίων διορισμῷ κατὰ τὸ δεύτερον τῆς θυσικῆς ἀκροάσεως ποιητικὸν αἴτιον λέγειν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· “ἔτι ὅθε ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη ἢ τῆς ἠρεμήσεως, οἷον ὁ βουλεύσας αἴτιος καὶ ὁ πατὴρ τοῦ τέκνου, καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου.” τί οὖν ἦν τούτων σαφέστερον ἐπεῖν πρὸς τὸ δηλῶσαι, ὅτι τὸ πρώτως κινοῦν ποιητικόν ἐστιν αἴτιον; καὶ ἐν τῷ πρώτῳ δὲ τῆς Περὶ οὐρανοῦ σαφῶς εἶπεν, ὅτι οὐδὲν μάτην ποιεῖ οὔτε ὁ θεὸς οὔτε ἠ φύσις, ἐν αὐτῷ δὲ τῷ βιβλίῳ εἰπών, ὅτι ὁ αἰὼν “ἀπὸ τοῦ ἀεὶ εἶναι τὴν ἐπωνυμίαν εἴληφεν, ἀθάνατος καὶ θεῖος, ὅθεν καὶ τοῖς ἄλλοις ἐξήρτηται τοῖς μὲν ἀκριβέστερον, τοῖς δὲ ἀμαυρότερον, τὸ εἶναί τε καὶ ζῆν.” δἠλον δὲ ὅτι ὥσπερ ἀγαθύνεται πάντα διὰ τὸ τελικὸν αἴτιον, οὕτως ἔστι τε καὶ ζῇ διὰ τὸ δημιουργικόν. καὶ ἐν τῷ πρώτῳ δὲ τῆς Περὶ γενέσεως, ὅτι καὶ ποιητικόν ἐστιν αἴτιον τὸ πρώτως κινοῦν, ἐδήλωνσε περὶ τῶν αἰτίων τῆς ἀειγενεσίας ζητῶν καὶ τάδε γράφων· “οὔσης αἰτάς <μιᾶς> μέν, ὅθεν τὴν ἀρχήν φαμεν τῆς κινήσεως” τὴν ποιητικὴν δηλονότι λέγων οὕτως, “μιᾶς δὲ τῆς ὕλης, τὴν τοιαύτην αἰτάν λεκτέον. περὶ μὲν γὰρ ἐκείνης εἴρηται πρότερον ἐν τοῖς Περὶ κινήσεως λόγοις, ὅτι ἔστι τὸ μὲν ἀκίνητον ἅπαντα χρόνον, τὸ δὲ κινούμενον ἀεί.” διττὸν οὖν καὶ αὐτὸς τὸ ποιητικόν φησι τὸ μὲν ἀκίνητον πάντων, τὰ δὲ οὐράνια τῶν ὑπὸ σελήνην. καὶ ὁ Ἀλέξανδρος ταῦτα τὰ ῤήματα ἐξηγούμενος “τὸ γοῦν πρῶτον κινοῦν, φηςί, τῆς τοῦ θείου σώματοςς κινήσεως αἴτιόν ἐστι ποιητικὸν ὄντος ἀγενήτου”. ἐν δὲ τῷ μείζονι Ἄλφα τῆς Μετὰ τὰ φυσικὰ πραγματείας ἐπαινῶν τὸν Ἀναξαγόραν καὶ πρὸ αὐτοῦ τὸν Ἑρμότιμον, ὡς μὴ μόνον ὐλικὰς αἰτίας τοῦ παντὸς ἀποδεδωκότας, ἀλλὰ καὶ τὀν νοῦν ὡς ποιητικὸν καὶ τελικὸν αἴτιον θεασαμένους γράφει ταῦτα· “νοῦν δή τις εἰπὼν ἐνεῖναι καθάπερ ἐν χῴοις καὶ ἐν τῇ φύσει τὸν αἴτιον καὶ τοῦ κόσμου καὶ τῆς τάχεως πάσης οἷον νήφων ἐφάην παρ᾿ εἰκῇ λέγοντας τοὺς πρότερον.” εἰπὼν οὖν, ὅτι Ἀναξαγόρας καὶ πρότερος Ἑρμότιμος ἥψαντο τούτων τῶν λόγων, ἐπάγει·“οἱ μὲν οὖν τοὺς καὶ τελικὸν καὶ ποιητικὸν αἴτιον τιθέντας τὸν νοῦν, εἶναι τῶν ὄντων ἔθεσαν καὶ τὴν τοιαύτην ὅθεν ἡ κίνησις ὑπάρχει τοῖς οὖσιν.” ἐπαινεῖ οὖν τοὺς καὶ τελικὸν καὶ ποιητικὸν αἴτιον τιθέντας τὸν νοῦν, ὥσπερ καὶ πρὸ ὀλίγω ν ἐηῄνει τὸν Ἀναξαγόραν, ὅτι τὸν νοῦν ἀρχὴν κινήσεως λέγεν ἀπαθῆ καῖ ἀμιγῆ αὐτὸν ἐφύλαττεν. Ἐπειδὴ δὲ καὶ ὁ Ἀλέξανδρος καὶ οἱ ἀλλοι τινὲς τῶν Περιπατητικῶν δοκοῦσι νομίζειν τὸν Ἀριστοτέη τοῦ οὐρανοῦ τελικὸν αἴτιον καὶ κινητικόν, οὐ μέντοι ποιητικόν, ὡς καὶ ῃ πρὸ ὀλίγου παρατεθεῖσα τοῦ Ἀλεξάνδρου λέξις ἐδήλωσεν εἰπόντος ὅτι “τὸ πρώτως κινοῦν τῆς τοῦ θείου σώματος κινήσεως ποιητικόν ἐστιν ὄντος ἀγενήτου.” φέρε καὶ τοῦ οὐρανοῦ δείξωμεν ποιητικὸν μὲν αἴτιον ὁρίζεσθαι τὸ ὅθεν ἡ τῆς οῦρανίας προσεχῶς κινήσεως τὸν δὲ νοῦν ἀρχή· διὰ γὰρ τῆς τοῦ ο[‘υρανοῦ κινήσεως καὶ τῆς τῶν ὑπὸ σελήνην κινήσεως ἀρχὴ τὸ ἀκίνητόν ἐστι. πλὴν καὶ ἐν τῷ δευτέρῳ τῆς θυσικῆς ἀκροάσεως τὴν τύχην καὶ τὸ αὐτόματον κατὰ συμβεβηκὸς αἴτα λέγων τοῖς τρόπων τῆς αἰτίας, φησίν, ἐν τοῖς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἑκάτερον αὐτῶν ἐστι,” τὴν τύχην λέγων καὶ τὸ αὐτόματον), ἐπάγει ταῦα· “ἐπεὶ δέ ἐστι τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια, ὧν ἂν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις, ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένηται τούτων αὐτῶν, οὐδὲν δὲ τῶν κατὰ συμβεβηκὸς πρότερόν ἐστι τῶν καθ᾿ αὑτό, * * * ὕστερον ἄρα τὸ αὐτόματον καὶ ἡ τύχη νοῦ καὶ φύσεως, ὥστε εἰ ὅτι μάλιστα τοῦ αὐρανοῦ τοῦδε αἴτιόν ἐστι τὸ αὐτόματον, ἀνάγκη πρότερον νοῦν αἴτιον καὶ φύσιν εἶναι καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός.” ἀλλά πρὸς μὲν τοῦτο τάχα ἄν τις ἀντιλογικὸς ἀνὴρ εὕροι ἀποφυγὴν οὐ τοῦτο δεικνύναι λέγων ἐν τού|τοις τὸν Ἀρστοτέλη, ὅτι νοῦς καὶ φύσις τοῦ οῤανοῦ αἴτια, ἀλλλ᾿ ὅτι ὁ λέγων αὐτόματον καὶ τὴν τύχην ποιητικὰ τοῦ οὐρανοῦ αἴτια, ἀναγκασθήσεται πρὸ ἐκείνων νοῦν καὶ φύσιν αἰτᾶσθαι. ἐκείνῳ δὲ χρὴ προςέχειν τὸν νοῦν, ὅτι τὸ ἑτεροκίνητον καὶ τὴν ὑπόστασιν ἑτέρωθεν ἔχειν ἀνάγκη, εἴτπερ κρείττων ἡ οὐδία τῆς κινήσεως. εἰ δὲ καὶ παντὸς σώματος πεπερασμένου κατ᾿ αὐτὸν πεπερασμένη ἡ δύναμις, ἡ κινητικὴ δηλονότι καὶ ἡ τῆς οὐσίας ὑποστατική, ἀνάγκη ἄρα ὥσπερ τὴν ἀίδιον κίνησιν ἀπὸ τῆς ἀκινήτου αἰτίας ἔχει, οὕτω καὶ τὴν ἀίδιον σωματικὴν οὐσίαν ἀπὸ τῆς ἀσωμάτου παραδέχεσθαι. γέγραπται δὲ βιβλίον ὅλον Ἀμμωνίῳ τῷ ἐμῷ καθηγεμόνι, πολλὰς πίστεις παρεχόμενον τοῦ καὶ ποικτικὸν αἴτιον ἡγεῖσθαι τὸν θεὸν τοῦ παντὸς κόσμου τὸν Ἀριστοτέλη, ἀφ᾿ οὗ καὶ ἐγώ τιαν † μεταγαγὼν τούτου διδασκαλίαν ἐκεῖθεν λαβεῖν. εἰ δέ τις ζητεῖ, τί δήποτε ὁ Ἀριστοτέλης οὐχ οὕτως φανερῶς ποιητικὸν αἴτιον τὸν θεὸν εἶπεν ὡς τελικόν, τὸν περὶ τοῦ γενητοῦ ῥηθέντα πρότερον καὶ νῦν ἐρῶ λόγον. ἐπειδὴ γὰρ τὸ ποιοῦν γινόμενον ποιεῖ, τὸ δὲ γινόμενον χρονικὴν ἀρχὴν συναναφέρειν δοκεῖ τῆς γενέσεως, διὰ τοῦτο τὰ τῶν σωμάτων ἀίδια καὶ αὐτὰ γινόμενα λέγειν παρῃτήσατο καὶ τὸ αἴτιον αὐτῶν ποιητικὸν πολλάκις ἀνομάζειν καὶ προφανῶς. καὶ τάχα εἴ τις τὸ γινόμενον καὶ τὸ ποιοῦν ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ κυρίως ἁρμόττενι λέγοι μερικὸν συναναφέραντα χρόνον, ἄλλοις ἀνόμασιν ἐπὶ τῶν ἀιδίων χρήσεται. καὶ ὅρα ὅτι κίνησιν μὲν ἀίδιον οὐ πραῃτήσατο λέγειν ὁ Ἀριστοτέλης, καίτοι τῆς κινήσεως ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσης· γένεσιν δὲ ἀίδιον οὐχ εἵλετο λέγειν ἐπὶ τοῦ αὐτοῦ, ὅτι τὸ γινόμενον μὴ ὂν πρότερον γίνεσθαι δοκεῖ καὶ φθείσερθαι πάλιν βούλεται. Τὴν μὲν οὖν κατὰ μέρος τοῦδε τοῦ βιβλίου διάρθρωσιν τοιαύτην ὡς δυνατὸς ἦν ἐποικςάμην, οὐ χεῖρον δὲ ἴσως ἐστὶ καὶ σύντομον ἔφοδον ἐπὶ κεφαλαίων προσθεῖναι τοῖς εἰρημένοις τήν τε τῆς τάξεως τῶν προβλημάτων ἀκρίβειαν ἐνδεικνυμένην καὶ μνήμην τοῖς ἐντογχάνουσι παρεχομένην. προβαλόμενος γὰρ ἐν ἀρχῇ ζητεῖν, εἰ ἔστιν ἀεὶ κίνησις καὶ οὔτε γέγονε πρότερον μὴ οὖσα οὔτε φθαρήσεται, ὥστε ὕστερον μκκέτι εἶναι, δείκνυσι τοῦτο πρῶτον μὲν ἐκ τῆς πάντων σχεδὸν τῶν φυσικῶν συμφωνίας, τὸν Ἀναξαγόραν καὶ τὸν Ἐμπεδοκλέα μόνους ὡς μὴ ἀεὶ κίνησιν εἶναι δοκοῦντας λέγειν παραιτησάμενος. δεύτερον ἐκ τοῦ ὁρισμοῦ τῆς κινήσεως δείκνυσιν, ὅτι οὐκ ἔστιν οὐὔτε πρώτην οὔτε ἐσχάτην κίνησιν λαβεῖν. ἀλλὰ καὶ τῆς πρώτης ἔστιν ἀεὶ προτέρα καὶ τῆς ὑστέρας ὑστέρα ὡς ἀεὶ κινήσεως οὔσης. τρίτον τὸ αὐτὸ δείκνυσιν ἀπὸ τοῦ κατὰ χρόνον προτέρου καὶ ὑστέρου. τέταρταν ἐπὸ τοῦ νῦν τοῦ ἐν τῷ χρόνῳ μέσου ὄντος ἀεὶ παρεληυθότος καὶ μέλλοντος. εἶτα ἐπιστήσας, ὅτι τὸ λέγειν πρότερον μὲν τὸν ἄπειρον αἰῶνα μὴ εἶναι κίνσιν, ὕστρον δὲ εἶναι πλάσματι ἔοικεν, ὤσπερ καὶ τὸ λέγειν “οὕτω πέφυκεν᾿ ,τότε λοιπὸν τοὺς ἐνιδταμένους λόγους πρὸς τὸ ἀεὶ εἶναι κίνησιν ἐκτίθεται τρεῖς ὄντας, ὧν ὁ μὲν πρῶτος ἐκ τοῦ πᾶσαν μεταβολὴν ἐξ ἐναντίου εἰς ἐναντίος γίνεσθαι καὶ ὡρίσθαι τὰ ἐναντία τὸ μὴ εἶναι συνεκῆ καὶ ἀίδιον κίηνσιν ἀποδεικνύναι παιρᾶται. τὸ δὲ δεύτερον, ὅτι καὶ ταῦτα μὴ πρότερον κινούμενα ὕστερον κινεῖται μὴ φαινομένης τῆς κινούσης αἰτάς ὥσπερ ἐπὶ τῶν ἀψύχων, καὶ διὰ τοῦτο μᾶλλον ἐπὶ τούτων δοκούσης γίνεσθαι κινήσεως μὴ πρότερον οὔσης. καὶ λοιπὸν λύει τὰς ἐνστάσεις, τὴν μὲν πρώτην ἀπὸ τοῦ τὰς μὲν ἐξ ἐναντίων εἰς ἐναντία μεταβολὰς πεπερασμένας εἶναι, μηδὲν δὲ κωλύειν εἶναι καὶ τινὰ καὶ συνεχῆ καὶ ἀίδιον, τὰς δὲ ἄλλας ἄπὸ τοῦ πρὸ τῶν φαινομένων κινήσεων εἶναι ἄλλας κινήσεις. εἶτα ἐπ᾿ ἀρχὴν ἀναγαγὼν τὸν λόγον διαρεῖ τὴν τῶν ὄντων σχέσιν πρός τε κίνησιν καὶ πρὸς ἠρεμίαν καὶ δείκνυσιν πρῶτον μέν, ὅτι οὐ πάντα ἀεὶ ἠρεμεῖ ἔκ τε τῆς ἐναργείας καὶ ἐκ διαφόρων ἐπιβολῶν, εἶτα ὅτι οὐδὲ πάντα ἀεὶ κινεῖται, καὶ τρίτον <ὅτι> οὐδὲ τὰ μὲν ἀεὶ ἡρεμεῖ, τὰ δὲ ἀεὶ κινεῖται, οὔτε πάντα ποτὲ μὲν ἠρεμεῖ ποτὲ δὲ κινεῖται. εἶτα ἀναλαβὼν τὴν διαίρεσιν καὶ συντόμως ἐλέγξας τὰ εἰρημένα τμήματα τὸ περιλεπόμενον βεβαιοῖ τὸ λέγον τὰ δὲ κινεῖσθαι. ἐφ᾿ οἷς διαίρεσιν τῶν τοῦ πὰν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι. ἐξ οὗ πάλιν δείκνυται, ὅτι τῶν ὄντων τὰ μὲν ἀεὶ κινεῖται, τὰ δὲ ἀεὶ ἡρεμεῖ, τὰ δὲ ποτὲ μὲν κινεῖται, ποτὲ δὲ ἠρεμεῖ. ἔτι δὲ καὶ ὅτι τῶν μὲν κινούντων καὶ κινουμένων πρῶτόν ἐστι τὸ αὐτοκίνητον, τῶν δὲ κινούντων ἁπλῶς πρῶτον τὸ ἀκίνητον. ἐν δὲ τῷ δεικνύναι, ὅτι πᾶν τὸ κινούμενον ὑπ᾿ ἄλλου τινὸς παρ᾿ ἑαυτὸ κινεῖται, δείκνυσιν ὅτι καὶ τὰ φυσικὰ σώματα τὰ ἁπλᾶ οὐχ ἑαυτὰ κινεῖ, ἀλλὰ ὑπ᾿ ἄλλου κινεῖται βίᾳ μὲν ἐκ τοῦ ῥιπτοῦντος ἢ ὠθοῦντος ἢ ἕλκοντος κατὰ φύσιν δὲ ἀπὸ τοῦ μεταβάλλοντος αὐτὸ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ. καὶ ὅτι καὶ ὁ τὸ ἐμπόδιον ἀφαιρῶν κινεῖ, ἀλλὰ συμβεβκός. καὶ ὅτι καὶ ο τὸ λόγον συντόμως δείκνυσιν, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται ἢ δι᾿ ἑαυτοῦ κινοῦντος ἢ δι᾿ ἄλλου· εἰ δὲ τοῦτο ρὕτως ἔχει, ἢ ἐπ᾿ ἄπερον ἀνάγκη ἰέναι ἄλλο ὑπ᾿ ἄλλου κινεῖσθαι λέγοντα, ἢ εἰς τὸ ὑφ᾿ ἑαυτοῦ κινούμενον καταντᾶν. εἶτα καὶ κατὰα ἄλλην ἔφοδον δείκνυσιν, ὅτι τῶν κινούντων καὶ κινουμένων πρῶτόν ἐστι τὸ αὐτοκίνητον. καὶ οὕτως εὑρὼν τὸ πρώτως κινοῦν ὡς κινούμενον ἐφεξῆς καὶ τὸ ἀκίνητον εὑρίσκει δεικνύς. ὅτι οὐ πᾶν τὸ κινοῦν κινούμενον καὶ αὐτὸ κινεῖ οὔτε κατὰ συμβεβηκὸς οὔτε καθ᾿ αὑτό. | καὶ πρῶτον δείκνυσιν, ὅτι οὐ κατὰ συμβεβηκός. καὶ μεταξὺ εἰπών, ὅτι ὄντος τοῦ μόνωνς κινου- μένου καὶ τοῦ κινοῦντος ἅμα καὶ κινουμένου εὔλογον εἶναι καὶ τὸ μόνως κινοῦν μὴ κινούμενον, τότε δείκνυσιν, ὅτι οὐδὲ καθ᾿ αὑτὸ ἀνάγκη τᾶν τὸ κινοῦν ὐπό τινος κινούμενον κινεῖν. καὶ καθόλου λοιπὸν δείκνυσιν, ὅτι τὸ πρῶτον κινούμενον ἢ ὑπὸ ἢ ὐπὸ αὐτοκινήτου κινήσεται. καὶ προστίθαησιν, ὅτι μᾶλλον ἀρχὴ κινήσεως τὸ αὐτοκίητον ἤπερ τὸ ὑπ᾿ ἄλλου κινούμενον. καὶ τότε ζητεῖ τὸν τρόπον, καθ᾿ ὃν ἑαυτὸ κινεῖ τὸ αὐτοκίνητον, καὶ δείκνυσιν ὅτι μέρι μὲν ἑαυτοῦ κινεῖ καὶ κινεῖται οὔτε ὅλῳ μέρος κινεῖ οὔτε μέρει ὅλον· οἷν προστίθησιν, ὅτι οὐδὲν μόριον τοῦ αὐτοκινήτου αὐτοκίητόν ἐστι. καὶ συμπεραίνεται λοιπόν, ὅτι τὸ πρώτως κινοῦν ἀκίνητόν ἐστιν ἢ προσεχῶς κινοῦν ἢ διὰ μέσου τοῦ αὐτοκινήτου, ἐν ᾧ πάλιν τὸ κινοῦν ἀκίνητόν ἐστι. καὶ ἐφεξῆς δείκνυσιν, ὅτι τὸ πρώτως κινοῦν ἀκίνητον καὶ ἀίδιόν ἐστιν, ὡς καὶ τῆς κατὰ γένεσιν καὶ φθορὰν κινήσεως καὶ μεταβολῆς ὑπερανέχον· καὶ ὅτι ἕν ἐστιν. ἄμφω δὲ δείκνυσιν ὑποθέμενος τέως εἶναί τινα συνεχῆ καὶ ἀίδιον κίνησιν, ἣν πρώτην οὖσαν ὁπὸ τοῦ πρώτου κινοῦντος εὔλογον καὶ ἀναγκαῖόν ἐστι κινεσθαι. ὕστερον δὲ δείξει, ὅτι ἔστι τοιαύτη κίνησις τῶν οὐρανίων. καὶ ἀπὸ τῶν ἄλλων δὲ τῆς κινήσεως καὶ ἀίδιόν ἐστι. καὶ ἐφεξῆς προστίθησιν ἀκολούθεως, ὅτι καὶ τὸ κινούμενον προσεχῶς ὑπὸ τοῦ ἀκινήτου καὶ ἀιδίου αἰτίου ἀίδιον ἀνάγκη εἶναι. καὶ λοιπόν, ὅπερ ὑπέθετο τὸ εἶναί τινα μίαν καὶ συνεχῆ κίνησιν δείκνυσι, προλαβών, ὅτι χρὴ τὴν πρώτην εἶναι τοιαύτην, καὶ κατὰ πολλοὺς τρόπους ἀποδείξας, ὅτι ἡ φορὰ πρώτη τῶν ἄλλων κινήσεων καὶ μεταβολῶν ἐστι. καὶ ὅτι τῆς φορᾶς ἡ ἐπ᾿ εὐθείας κίνησις πεπερασμένης οὔσης ἀνακάμπτουσα οὐ δύναται συνεχὴς εἶναι οὔτε ἡ μικτή, ἀλλὰ μόνη ἡ κυκλοφορία· τὸ γὰρ ἀνακάμπτον ἵσταται μεταξύ. μνημονεύσας δὲ τῶν σημείων τῶν τε διαρούντων καὶ τῶν περατούντων τὴν εὐθεῖαν καὶ ἀνὰ λόγον αὐτοῖς τὰ ἐν τῷ χρόνῳ νῦν λαβὼν ἐπέστησε καλῶς, ὅτι τὸ διαιροῦν τὸν χρόνον νῦν ὡς μὲν πρὸς τὸν χρόνον τοῦ μὲν πέρας ἐστί, τοῦ δὲ ἀρχή, ὡς δὲ τοῖς πρὸ τούτου τοῦ βιβλίου δέδεικται. καὶ κατὰ λογικωτέραν δὲ καὶ κοινωτέραν ἔφοδον δείκνυσιν, ὅτι ἀνάγκη τὰς ἀντικειμένας κινήσεις στάσει διαλαμβάνεσθαι καὶ καθολικώτερον ἐπὶ πάσης μεταβολῆς ἐκετίεις τὴν ἀπόδειξιν ἐκ τούτων δεικνύς, ὅτι τὰ ἐπ᾿ εὐθείας κινούμενα οὐ κινεῖτα μίαν καὶ συνεχῆ κίνησιν, καὶ τότε καθόλου ὅμα καὶ οἰκείως τῷ προκειμένῳ δείκνυσι τὸ αὐτό. καὶ λοιπὸν δείκνυσιν, ὅτι μόνην τὴν κυκλοφορίαν δυνατὸν εἶναι συνεχῆ, εἴπερ μήτε ἐξ ἐναντίων ἢ ἀντικειμένων κινήσεων σύγειται, ὥσπερ ἡ ἐπ᾿ εὐθείας, μήτε ἠρεμίᾳ διαλαμβάνεται, ὡς ἐκείην καὶ αἱ ἄλλαι πᾶσαι κινήσεις καὶ μεταβολαί. εἰ οὖν πρώτη μὲν τῶν ἄλλων κινήσεων ἡ φορὰ δέδεικται, τῆς δὲ φορᾶς ἠ κυκλοφορία πρώτη, ὡς αὕτη μόνη συνεχὴς εἶναι καὶ μία δυναμένη, δῆλον ὅτι πασῶν τῶν κινήσεων πρώτη ἂν εἴη ἡ κυκλοφορία· διὸ καὶ μέτρον ἐστὶ τῶν ἄλλων. καὶ ὁμοίως ἐκ τοῦ μέτρον εἶναι τὸ πρώτην εἶναι συμβαίνει· ἁπλούστερον γὰρ καὶ πρῶτον τὸ μέτρον τῶν μετρουμένων ἐστίν, ὠς ἡ μονὰς τοῦ ἀριθμοῦ καὶ ὁ δάκτυλος ἢ ὁ ποὺς τοῦ μείζονος μεγέθους, ἡ δὲ πρώτη καὶ μέρον καὶ ὁμαλὴς εἰκότως ἐστὶ μόνη τῶν ἄλλων. λοιπὸν δέ, ὥσπερ ἔθος αὐτῷ, καὶ ἀπὸ τῆς τῶν ἄλλων φυσιολόγων δόξης καὶ ἀπὸ τῆς τῶν ἀνομάτων συνθείας πιστοῦται τὸ τὴν φορὰν πρώτην εἶναι τῶν ἄλλων κινήσεων. καὶ ἀναλαβὼν ἐπὶ κεφαλαίων τὰ προαποδεδειγμένα προστίθησιν, ὅτι καὶ ἀμερές ἐστι τὸ πρώτως κινοῦν καὶ ἀμέγεθας, εἴπερ μήτε ἄπειρον μέγεθος εἶναι δυνατὸν μήτε ἐν πεπερασμένῳ μεγέθει ἄπειρον εἶναι δύναμιν, ὡς ἔδειξε. καὶ τὸ τούτῳ δὲ ἀντίστροφον προστίθησιν, ὅτι οὐδὲ ἐν ἀπείρῳ μεγέθει πεπερασμένην δύναμιν οἷόν τε εῖναι, κἄυ ὑποθῆταί τις εἶναι μέγεθος ἄπειρον. ἐπειδὴ δὲ πᾶς ὁ λόγος ἤρτηται τοῦ πᾶν τὸ κινούμενον ὑπό τιονς κινεῖσθαι, πιστότερον ποιῶν τὸν λόγον τὴν ἀπὸ τῶν ῥικτουμένων ἔνστασιν πρὸς αὐτὸν παράγει καὶ λύει τὴν ἔνστασιν.καὶ ἐπὶ πᾶσι συμπεραίνεται κεφαλαιωδῶς τὸν λόγον τὸν δείξαντα τὸ πρῶτον κινοῦν ἀμερὲς καὶ ἀδιαίρετον εἶναι, δι᾿ οὗ τὴν ὅλην φυσικὴν σύστασιν τῆς ὑπερφυοῦς αἰτίας καὶ τὴν φυσικὴν θεωρίαν τῆς πρώτης φιλοσοφάς ἐξηρτημένην ἔδειξεν ὁ φιλόσοφος, τέλος τοῦτο κάλλιστον ἐπιθεὶς τῇ περὶ τῶν φυσικῶν ἀρχῶν πραγματείᾳ.

---

Simplicius, In Aristotelis physicorum libros commentaria, ed. Hermann Diels. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4013.tlg004.local001/.
