# In Aristotelis quattuor libros de caelo commentaria ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΕΡΙ ΟΥΡΑΝΟΥ.1

Simplicius, In Aristotelis quattuor libros de caelo commentaria, ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΕΡΙ ΟΥΡΑΝΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simplicius/in-aristotelis-quattuor-libros-de-caelo-commentaria/%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%94%CE%95%CE%A5%CE%A4%CE%95%CE%A1%CE%9F%CE%9D%20%CE%A4%CE%A9%CE%9D%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%9F%CE%A5%CE%A1%CE%91%CE%9D%CE%9F%CE%A5.1

Τῆς προκειμένης πραγματείας, ὡς εἴρηται μετὰ τόν περὶ τῶν φυσικῶν καὶ σωματικῶν ἀρχῶν λόγον, ὃν ἐν τῇ Φυσικῇ παραδέδωκεν ἀκροάσει, περὶ τῶν ἁπλῶν σωμάτων εἰπεῖν τῶν πρώτων ἐκ τῶν ἀρχῶν συνισταμένων τοῦ τε κυκλοφορητικοῦ καὶ τῶν ὑπὸ σελήνην τεσσάρων ἐν τῷ πρώτῳ βιβλίῳ, ὅτι πέντε τὰ ἁπλᾶ σώματά ἐστιν, ἀπέδειξεν ἐκ τῶν ἁπλῶν κινήσεων, καὶ ὅτι τὸ κυκλοφορητικὸν οὔτε ἕν τι τῶν τεσσάρων ἐστὶν οὔτε σύνθετον ἐξ αὐτῶν, ἀλλὰ ἀπλοῦν ὑπερέχον τῶν τεσσάρων καὶ οὐσίᾳ, ᾗ καὶ δυνάμει, καὶ ὅτι ἀγένητον καὶ ἄφθαρτόν ἐστι τοῦτο, εἴπερ τὰ μὲν γινόμενα καὶ φθειρόμενα ἐξ ἐναντίων γίνεται καὶ φθείρεται εἰς τὰ ἐναντία, τῷ δὲ κυκλοφορητικῷ σώματι μηδέν ἐστιν ἐναντίον, καὶ ὅτι πεπερασμένον ἐστὶν αὐτό τε καθ’ αὑτὸ καὶ καθόλου δεικνύς, ὅτι οὐδὲν ἔστι σῶμα ἄπειρον, καὶ ἔτι μέντοι ὅτι ἕν, καὶ μηδὲν ἔστιν ἐκτὸς τοῦ οὐρανοῦ μήτε σῶμα μήτε κενόν, ὡς ἀκόλουθον δὲ τῷ τὸν οὐρανὸν εἶναι τοιοῦτον τὸ καὶ τὸν κόσμον ἀγένητόν τε εἶναι καὶ ἄφθαρτον καὶ πεπερασμένον καὶ ἕνα, καὶ ταῦτα συναπέδειξεν, ὅσα διὰ τὸν οὐρανὸν ὁ κόσμος ἔχει, ὥσπερ καὶ τὸ μηδὲν ἐκτὸς ἀπολείπειν ἑαυτοῦ, ἀλλ’ ὅλον ἐξ ὅλων εἶναι τῶν σωματικῶν συστάσεων. ταῦτα οὖν ἀποδείξας καὶ τὸν περὶ τοῦ ἀγενήτου καὶ ἀφθάρτου λόγον ἀναλαβὼν ἔδειξε πολυειδῶς, ὅτι τε ὁ οὐρανὸς καὶ δι’ αὐτὸν ὁ ὅλος κόσμος ἀγένητος καὶ ἄφθαρτός ἐστι καὶ οὔτε γενητὸς μὲν ἄφθαρτος δέ, ὥς τινες ἐδόκουν λέγειν, οὔτε ἀγένητος φθαρτὸς δέ, ἀλλ’ ἐφ’ ἑκάτερα τὸ ἀίδιον ἔχει, καὶ καθόλου δὲ λοιπόν, ὅτι ἀντακολουθοῦσιν ἀλλήλοις τό τε γενητὸν καὶ φθαρτὸν καὶ τὸ ἀγένητον | καὶ ἄφθαρτον. ταῦτα τοίνυν ἐν τῷ πρώτῳ βιβλίῳ διὰ πολλῶν ἀποδείξας τὸ συμπέρασμα αὐτῶν ἀρχὴν ἐποιήσατο τοῦ δευτέρου βιβλίου, ἐν ᾧ τὰ λοιπὰ περὶ τοῦ οὐρανοῦ προβλήματα διαρθροῖ· πρῶτον μέν, ὅτι ἡ κύκλῳ κίνησις κατὰ φύσιν ὑπάρχει τῷ οὐρανῷ καὶ ἡ ἐν ταὐτῷ μονὴ καὶ οὐ κατά τινα ἀνάγκην, καὶ δεύτερον περὶ τῶν τοπικῶν αὐτοῦ διαστάσεων καὶ τῶν κατ’ αὐτὰς περάτων τοῦ τε ἄνω καὶ τοῦ κάτω καὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ καὶ τοῦ ἔμπροσθεν καὶ ὄπισθεν, τρίτον περὶ τῆς τοῦ πλανωμένου ἀντικινήσεως, διὰ τί γέγονε, καὶ τέταρτον περὶ τοῦ σχήματος, ὅτι σφαιροειδὴς ὁ οὐρανός, καὶ πέμπτον, διὰ τί ἐπὶ ταῦτα κινεῖται ὁ πρῶτος οὐρανός, ἐφ’ ἃ νῦν κινεῖται, ἀλλὰ μὴ ἀνάπαλιν, καὶ ἕκτον, ὅτι ὁμαλής ἐστι καὶ οὐκ ἀνώμαλος ἡ τοῦ πρώτου οὐρανοῦ κίνησις, καὶ ἕβδομον περὶ ἀστέρων οὐσίας τε αὐτῶν καὶ σχήματος καὶ τάξεως καὶ κινήσεως, ὄγδοον, διὰ τί τῆς ἀπλανοῦς μίαν κίνησιν κινουμένης οὐκ ἀεὶ τὰ πλέον ἀπέχοντα αὐτῆς πλείους κινεῖται κινήσεις, ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη, ἀλλὰ τὰ μεταξὺ πλείστας, ἔνατον, διὰ τί ἑκάστη μὲν τῶν πλανᾶσθαι λεγομένων σφαιρῶν ἓν ἄστρον ἔχει, ἡ δὲ ἀπλανὴς τοσαῦτα, ἐπὶ πᾶσι δὲ δέκατονπερὶ ῥᾶνόν τῆς γῆς, οὐ καθ᾿ εαυτήν, ἀλλὰ περὶ τῆς σχέσεως, ἣν πρὸς τὸν οὐρανὸν ἔχει, ὅτι κέντρου λόγον ἔχουσα ἐν τῷ μέσῳ τε τοῦ οὐρανοῦ κεῖται σφαιροειδὴς οὖσα καὶ αὐτή, καὶ περὶ μένουσαν αὐτὴν ο οὐρανὸς κινεῖται, καὶ μέγεθος ὡς πρὸς τὸν οὐρανὸν παραβαλλομένη βραχύτατον ἔχει. συναιροῦντι δὲ τρία ἂν εἴη τὰ ὁλοσχερῆ τοῦ βιβλίου κεφάλαια περί τε τοῦ οὐρανοῦ καὶ περὶ τῶν ἀστέρων καὶ τρίτον περὶ τῆς γῆς.| p, 283b26 Ὅτι μὲν οὖν οὔτε γέγονεν ὁ πᾶς οὐρανὸς ἕως τοῦς εἰς πίστιν περὶ τῆς ἀθανασίας αὐτοῦ καὶ τῆς ἀιδιότητος. Ὁ μὲν Ἀλέξανδρος τὸ πρῶτον ὅλον βιβλίον περὶ τοῦ ὅλου κόσμου νομίζων εἶναι καὶ τὸ συμπέρασμα τοῦτο περὶ αὐτοῦ λέγεσθαί φησιν, ἤτοι ὅτι οὐ πᾶς γέγονεν ὁ κόσμος δηλοῦν· τὸ γὰρ κυκλοφορητικὸν αὐτοῦ σῶμα, ὅπερ ἐστὶν ἡ πλείστη τοὐ κόσμου μοῖρα, ἀγένητον καὶ ἄφθαρτον ἐδείχθη· ἢ οὐχ ὡς ἀντιδιαστέλλων πρὸς γεγονότα αὐτοῦ τινα μέρη εἴρηκε τὸ ὁ πᾶς οὐρανός; κἄν γὰρ τὰ ὑπὸ σελήνην στοιχεῖα γίνηται καὶ φθείρηται, ἀλλὰ κατὰ τὴν εἰς ἄλληλα μεταβολὴν ἔχοντα τὴν γένεσιν καὶ τὴν φθορὰν οὐ γίνεται οὕτως ὡς πρότερον μὴ ὄντα, οὐδὲ ἦν, ὅτε οὐκ ἦν, οὕτε αὐτὰ οὔτε τὰ τῶν συνθέτων εἴδη ζῴων τε καὶ φυτῶν· ἀλλ’ εἴπερ ἄρα, πρὸς ἀντιδιαστολὴν τῶν ὑπὸ σελήνην ἀτόμων εἴη λεγόμενον τὸ ὁ πᾶς οὐρανός· Σωκράτης γὰρ μὴ πρότερον ὢν γέγονεν· ἀλλὰ ταῦτα οὐκ ἔστιν ἁπλῶς τοῦ κόσμου μέρη, ἀλλ’ οἷον ἀποτελέσματα. εἰ γὰρ ἦν μέρη κυρίως, οὐδέποτε ἄν ὅλος ὁ κόσμος ἦν ἀεί τινων αὐτοῦ φθειρομένων μορίων· ἀλλ’ ἐν ἑστῶσί τισιν εἶναι χρὴ τὴν ὁλότητα αὐτοῦ. τὸ οὖν ὁ πᾶς οὐρανός, ὡς μὲν ὁ Ἀλέξανδρός φησι, περὶ τοῦ ὅλου κόσμου εἴρηται, ἀλλ’ οὐχὶ τοῦ κυκλοφορητικοῦ σώματος. ἔστι δὲ τὸ λεγόμενον, ὅτι ὁ κόσμος οὐ γέγονεν, οὔτε ἐνδέχεται αὐτὸν φθαρῆναι· οὐ γάρ, εἴ τινα τῶν σωμάτων εἰς ἄλληλα μεταβάλλει, διὰ τοῦτο μέρη τινὰ τοῦ κόσμου φθείρεται, ἀλλ’, ὡς αὐτὸς ἀντιλέγων τοῖς περὶ Ἐμπεδοκλέα καὶ ῾Ηράκλειτον παρὰ μέρος γίνεσθαι λέγουσι καὶ φθείρεσθαι τὸν κόσμον εἶπεν οὐ τὸν κόσμον γίνεσθαι καὶ φθείρεσθαι, ἀλλὰ τοῦτον μὲν διαμένειν ἀίδιον, τὰς δὲ διαθέσεις αὐτοῦ ὑπαλλάσσεσθαι, οὕτως ἄν καὶ ἡμεῖς λέγοιμεν· τὸ γὰρ κόσμῳ αὐτῷ εἶναι τοῦτό ἐστι τὸ τὰ μέν τινα αὐτοῦ ἀεὶ διαμένειν, ὅσα δὲ γενητὰ αὐτοῦ καὶ φθαρτά, ταῦτα δὲ εἰς ἄλληλα μεταβάλλειν· τοὐναντίον γὰρ ἴσως εἴη ἂν ἀληθὲς λέγειν φθείρεσθαι τὸν κόσμον, εἰ μὴ ταῦτα οὕτως ἔχει, ὡς ἐχόντων αὐτῶν ὁ κόσμος ἦν κόσμος. Ταῦτα δὲ ἔστω καλῶς ὑπὸ τοῦ Ἀλεξάνδρου λεγόμενα, εἰ τοῦτο προστεθείη μόνον, ὅτι προηγουμένως τῷ κυκλοφορητικῷ σώματι προσήκει τὰ εἰρημένα πάντα· καὶ γὰρ περὶ ἐκείνου ἦν ὁ προηγούμενος ἐν τῷ πρώτῳ βιβλίῳ λόγος· καὶ δι’ ἐκεῖνο καὶ τῷ ὅλῳ κόσμῳ ὑπάρχει καὶ τὸ ἀγένητον εἶναι καὶ ἄφθαρτον καὶ τὸ ἕνα καὶ μονογενῆ καὶ αὐτὸν ὑφεστάναι. δηλοῖ δὲ καὶ τὰ ἐφεξῆς λεγόμενα ἀπὸ τοῦ διόπερ καλῶς ἔχει συμπείθειν ἑαυτὸν περὶ τοῦ οὐρανίου λεγόμενα σώματος, καίτοι κατὰ μίαν συνέχειαν προιόντος τοῦ λόγου καὶ μηδαμοῦ μεταβαίνειν δοκοῦντος. ἀλλὰ καὶ τὸ ἀρχὴν καὶ τελευτὴν μὴ ἔχειν | τοῦ παντὸς αἰῶνος, τουτέστι τῆς χρονικῆς τοὐ βίου παρατάσεως· ἑκάστου γὰρ αἰὼν αὕτη λέγεται εἰκών τις οὖσα τοῦ κυρίως αἰῶνος, καθ’ ὅσον συναίρεσίς ἐστι τοῦ ὅλου βίου· καὶ τοῦτο οὖν τὸ ἄναρχον καὶ ἀτελεύτητον προηγουμένως μὲν ὑπάρχει τῷ κυκλοφορητικῷ σώματι, δι’ ἐκεῖνο δὲ καὶ τῷ ὅλῳ κόσμῳ. Πάνυ δὲ ἀκριβῶς τῷ ἀρχὴν καὶ τελευτὴν μὴ ἔχειν τοῦ παντὸς αἰῶνος ἐπήγαγε τὸ ἔχων δὲ καὶ περιέχων ἐν αὑτῷ τὸν ἄπειρον χρόνον. εἰ μὲν γὰρ ἀπ’ ἀρχῆς τινος ἐγεγόνει χρόνου, δῆλον, ὅτι προυπῆρχε τῆς ὑποστάσεως αὐτοῦ χρόνος, καὶ εἰ ἐν μέρει τινὶ χρόνου ἐφθείρετο, ἦν ἄν χρόνος μετὰ τὴν ὑπόστασιν αὐτοῦ· τὸ οὖν μήτε προϋπάρχειν αὐτοῦ χρόνον μήτε μεθυπάρχειν ἐδήλωσε διὰ τοῦ ἔχειν καὶ περιέχειν ἐν αὑτῷ τὸν ἄπειρον χρόνον. καὶ γὰρ μετ’ οὐρανοῦ γεγονὼς ὁ χρόνος, ὥς φησιν ὁ Πλάτων, οὔτε προϋπάρχει οὔτε μεθυπάρχει τοῦ οὐρανοῦ, ἀλλ’ ἡ ἀπειρία αὐτοῦ ἄπειρον ποιεῖ τὴν τοῦ εἶναι τοῦ οὐρανοῦ παράτασιν. ἄπειρον δὲ οὐ τὸν κατ’ ἐνέργειαν ἀκουστέον, ἀλλὰ τὸν ἄπειρον γινόμενον· τοιοῦτος γὰρ ὁ χρόνος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχων. Ἀλλὰ πῶς ἔχεσθαι καὶ περιέχεσθαι τὸν χρόνον ὑπὸ τοῦ οὐρανοῦ φησιν; ἆρα, ὡς Ἀλέξανδρος οἴεται, ὅτι ποιητής ἐστι τοῦ χρόνου ὁ οὐρανός, τῆς τούτου κινήσεως μέτρον ὁ χρόνος, καὶ οὐκ ἔστι τις χρόνος ἔξω αὐτοῦ, περιέχεται δὲ πως τὸ γινόμενον ὑπὸ του ποιοῦντος; ἢ τοῦτο ἐπιστάσεως ἄξιον; εἰ γὰρ μέτρον τῆς κινήσεως ἐστιν ὁ χρόνος, οὐ τὸ μετρούμενον ἄν εἴη τοῦ μετροῦντος αἴτιον, ἀλλ’ ἀνάπαλιν, καὶ εἰ μετ’ οὐρανοῦ ὁ χρόνος, πῶς αἰτία τοῦ χρόνου ἡ τοῦ οὐρανοῦ κίνησις; μήποτε οὖν πολλῶν ὄντων τῶν συμπληρούντων ἀγαθῶν τόν τε οὐρανὸν καὶ τὸν ὅλον κόσμον ὅν τι τούτων καὶ κυριώτατον ὁ χρόνος, ὃν ὁ δημιουργός, ὥς φησι Πλάτων, ἔτι μᾶλλον ἐξομοιῶσαι τὸν κόσμον τῷ παραδείγματι βουληθεὶς αἰωνίῳ ὄντι εἰκόνα τοῦ αἰῶνος ποιήσας τὸν χρόνον προστέθεικε τῷ κόσμῳ. πλήρωμα οὖν καὶ οὗτος τοῦ κόσμου γεγονὼς εἰκότως οὐ περιέχει τὸν κόσμον, ὥς τινες οἴονται, ὁ χρόνος προυπάρχων ἢ μεθυπάρχων αὐτοῦ, ἀλλ’ ἔχεται ὑπ’ αὐτοῦ καὶ περιέχεται μέρος τι καὶ αὐτὸς συμπληρωτικὸν ὑπάρχων τοῦ οὐρανοῦ ἢ τοῦ ὅλου κόσμου. Ἔκ τε οὖν τῶν ἤδη δεδειγμένων, φησί, πιστὸν γέγονεν, ὅτι ἀγένητος καὶ ἄφθαρτός ἐστιν ὅ τε οὐρανὸς καὶ ὁ ὅλος κόσμος, καὶ ἔτι μέντοι ἐκ τοῦ τοὺς τἀναντία δοξάσαντας καὶ γενητὸν αὐτὸν καὶ φθαρτὸν λέγοντας ἐληλέγχθαι. εἰ γὰρ οὕτω μέν, ὡς ἡμεῖς λέγομεν, τὸ ἀληθὲς ἔχειν ἐνδέχεται, ὥστε ἀγένητον αὐτὸν εἶναι καὶ ἄφθαρτον, ὡς δὲ ἐκεῖνοι λέγουσιν, ἢ γενητὸν καὶ φθαρτὸν ἢ ἀγένητον μὲν φθαρτὸν δὲ ἢ γενητὸν ἄφθαρτον δέ, οὐκ ἐνδέχεται, μεγάλην ἄν ἔχοι καὶ τοῦτο | ῥοπὴν εἰς πίστιν περὶ τῆς ἀθανασίας αὐτοῦ καὶ τῆς ἀιδιότητος. λέγεται δὲ ἡ μὲν ἀθανασία κατὰ τὸ ἀνέκλειπτον τῆς ζωῆς, ἡ δὲ ἀιδιότης κατὰ τὸ ἀνέκλειπτον τῆς οὐσίας, ὡς καὶ ἐν τῷ τοῦ Πλάτωνος Φαίδωνι μεμαθήκαμεν. θαυμαστὴ ὁ ἡ τῶν Ἀριστοτέλους ῥημάτων μετὰ τῆς φιλοσόφου εὐλαβείας ἀκρίβεια· τὰ μὲν γὰρ ὑπ’ αὐτοῦ δειχθέντα ἐνδέχεσθαί φησιν οὕτως ἔχειν, καίτοι οὐκ ἐνδεχόμενα, ἀλλὰ ἀναγκαῖα τὰ περὶ τοῦ ἀγενήτου καὶ ἀφθάρτου συναγαγὼν συμπεράσματα ἐπὶ τοῦ ὅλου οὐρανοῦ καὶ ἐπὶ τοῦ κόσμου, καθ’ ὃν δὲ τρόπον ἐκεῖνοι λέγουσι φησὶν οὐκ ἐνδέχεται· εἰ οὖν μὴ ἐνδέχεται οὕτως ἔχειν, ἀναγκαῖον ἂν εἴη τὸ μὴ οὕτως ἔχειν. πλὴν οὐχ ἡ τῶν ἀλλοτρίων ἀναίρεσις θέσιν τῶν ἡμετέρων εἰσάγει κατὰ ἀνάγκην· διὸ μεγάλην φησὶν ἄν ἔχοι καὶ τοῦτο ῥοπὴν εἰς πίστιν, ἀλλ’ οὐκ ἀπόδειξιν. τί οὖν, οὐκ ἀκριβῶς δέδεικται τὰ περὶ τούτων ἤδη δεδειγμένα; ἢ ἐφ’ ὧν ἀνάγκη ἢ οὕτως ἢ ἐκείνως ἔχειν. ὁ ἀνελὼν τὸ δύνασθαι, ὡς ἄλλοι λέγουσι, τὸ καταλειπόμενον τίθησιν· εἰ οὗν μήτε γενητὸν εἶναι ἐνδέχεται μήτε ἀγένητον μὲν φθαρτὸν δέ, δῆλον, ὅτι ἀνάγκη ἀγένητον αὐτὸν καὶ ἄφθαρτον εἶναι· ἀλλ’ εἰ καὶ ἐξ ἀνάγκης τῇ ἄλλων ἀναιρέσει τιθέμενον ᾖ τι, οὐκ ἤδη τοῦτο λέγοιτο ἄν δι’ οἰκείων κατασκευῶν καὶ ἀποδείξεων τίθεσθαι· κατὰ συμβεβηκὸς γὰρ οὗτος ὁ τρόπος ἐστὶ καὶ οὐ προηγουμένως γινόμενος. Ὁ δὲ Ἀλέξανδρος ἐπέστησε τῷ οὔτε ἐνδέχεται φθαρῆναι καὶ πλεῖόν τι σημαίνειν αὐτό φησιν τοῦ οὐ φθαρήσεται. ἐπειδὴ γάρ, φησίν, ἐδόκει Πλάτωνι φθαρτὸν μὲν αὐτὸν εἶναι. μὴ φθαρήσεσθαι δὲ διὰ τὴν βούλησιν τοῦ θεοῦ, δείξας τοῦτο ἀδύνατον εἰκότως οὖν τὸ οὔτε ἐνδέχεται φθαρῆναι τίθησι. καίτοι καὶ ὁ Πλάτων εἴποι ἂν μὴ ἐνδέχεσθαι φθαρῆναι, ἀλλὰ διὰ τὴν βούλησιν τοῦ θεοῦ τοῦτο ὑπάρχειν αὐτῷ, οὐ μάτην δὲ ὑπάρχειν αὐτῷ, ἀλλ’ ὅτι, κἀν τῇ ἑαυτοῦ φύσει πεπερασμένος ὢν πεπερασμένην ἔχῃ δύναμιν, ἀλλὰ τῷ προσεχῶς ὑπὸ τοῦ ἀκινήτου αἰτίου παράγεσθαι καὶ πρὸς ἐκεῖνο ἐπεστράφθαι ἐπιτηδείως ἔχει πρὸς ὑποδοχὴν τῆς ἐνδιδομένης ὑπ’ ἐκείνου καὶ δι’ ἐκεῖνο ἀνεκλείπτου κινήσεως. p. 284a2 Διόπερ καλῶς ἔχει συμπείθειν αὑτὸν ἕως τοῦ ἔτι δὲ ἀπαθὴς πάσης θνητῆς δυσχερείας ἐστί. Πάνυ τεχνικῶς καὶ πρὸ τῶν ἀποδείξεων τὰς ἐνδόξους πίστεις τέθεικε τοῦ ἀγένητον εἶναι τὸ οὐράνιον σῶμα, καὶ ὅτε ἔλεγεν ἐν τῷ πρώτῳ βιβλίῳ “πάντες γὰρ ἄνθρωποι περὶ θεῶν ἔχουσιν ὑπόληψιν, καὶ πάντες τὸν ἄνω τόπον τῷ θείῳ | ἀποδιδόασι καὶ βάρβαροι καὶ Ἕλληνες, οἵπερ εἶναι νομίζουσι θεούς, δηλονότι ὡς τῷ ἀθανάτῳ τὸ ἀθάναντον συνηρτημένον· ἀδύνατον γὰρ ἄλλως,” καὶ νῦν πάλιν μετὰ τὰς ἀποδείξεις τὴν ἀπὸ τῶν ἀρχαίων καὶ πατρίων λόγων μαρτυρίαν εἰς πίστιν βεβαιοτέραν προστίθησι. τὰ γὰρ ἀπὸ τῶν ἐνδόξων ἐπιχειρήματα πρὸ μὲν τῶν ἀποδείξεων συντομωτέρους μὲν καὶ συντονωτέρους εἰς τὰς ἀποδείξεις ποεῖ, ὑποψίαν δὲ ὅμως ἐμβάλλει παραλογισμοῦ τινος καὶ ἀποδεικτικῆς ἀδυναμίας, τὰ δὲ μετὰ τὰς ἀποδείζεις τοιαῦτα ἐπιχειρήματα ἀσφαλεστέραν τε ἅμα καὶ συμπαθεστέραν τὴν πίστιν τῶν ἀποδείξεων ἀποτελοῦσι· διὸ καὶ πρὸ τῶν ἀποδείξεων αὐτοῖς καὶ μετὰ τὰς ἀποδείξεις ὁ Ἀριστοτέλης ἐχρήσατο, καὶ ὁ Πλατῶν δὲ μετὰ τὰς ἀποδείξεις τοὺς μύθους εἴωθε παραλαμβάνειν. Λέγει οὖν νῦν, ὅτι καλῶς ἔχει καὶ ταῖς ἀποδείξεσι λοιπὸν θαρροῦντα συμπείθειν ἑαυτὸν ἔτι μᾶλλον τοὺς ἀρχαίους λόγους καὶ τῶν ἀρχαίων μάλιστα τοὺς περὶ θεῶν ὑπὸ πατέρων τοῖς ἐγγόνοις παραδεδομένους ἀληθεῖς εἶναι. οὐ γὰρ πάντες οἱ ἀρχαῖοι λόγοι καὶ πάτριοί εἰσιν, ἀλλ’ οἱ ὑπὸ πατέρων καὶ πατρίδων παραδιδόμενοι, οὗτοι δὲ οἱ περὶ τὸ θεῖον σέβας καὶ τὴν τῶν θεῶν θρησκείαν εἰσὶ μάλιστα, διότι πάντες τούτων μετέχοντες ἄνθρωποι ὡς ἀπὸ θεῶν παραδεδομένα ἀκίνητα διαφυλάττειν σπουδάζουσι. τούτων δέ ἐστι τῶν δοξῶν τὸ τὰ οὐράνια πάντα σώματα κίνησιν ἀφ’ ἑαυτῶν ἔχοντα φυσικά τε εἶναι καὶ ἔμψυχα καὶ θεῖα καὶ ἀνέκλειπτον ἔχοντα τὴν κίνησιν, ὥστε μηθὲν εἶναι πέρας αὐτῆς, καὶ ὡς ἀθάνατα τοῖς θεοῖς προσήκειν· τούτοις οὖν, φησί, καὶ ὁ μετὰ τῶν ἀποδείξεων λόγος μεμαρτύρηκεν ἀγένητον καὶ ἄφθαρτον δείξας τὸν οὐρανόν. Ὅτι δὲ συμφυές ἐστι ταῖς τῶν ἀνθρώπων ψυχαῖς τὰ οὐράνια θεῖα νομίζειν, δηλοῦσι μάλιστα οἱ ὑπὸ προλήψεων ἀθέων πρὸς τὰ οὐράνια διαβλεπόμενοι. καὶ γὰρ καὶ οὗτοι τὸν οὐρανὸν οἰκητήριον εἶναι τοῦ θείου καὶ θρόνον αὐτοῦ λέγουσι καὶ μόνον ἱκανὸν εἶναι τὴν τοῦ θεοῦ δόξαν καὶ ὑπεροχὴν τοῖς ἀξίοις ἀποκαλύπτειν· ὧν τί ἄν εἴη σεμνότερον; καὶ ὅμως, ὥσπερ ἐπιλανθανόμενοι τούτων, τὰ κοπρίων ἐκβλητότερα τοῦ οὐρανοῦ τιμιώτερα νομίζουσι καὶ ὡς πρὸς ὕβριν τὴν ἑαυτῶν γενόμενον οὕτως ἀτιμάζειν φιλονεικοῦσιν. Ἄπαυστον δὲ καὶ ἀνέκλειπτον τοῦ οὐρανοῦ τὴν κίνησιν ἐνόμισαν ἄνθρωποι τὸ ἀνεξάλλακτον αὐτῆς καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ταῖς ἐκ διαδοχῆς παραδοθείσαις τηρήσεσι λογιζόμενοι· οὐδὲν γὰρ τῶν ὁτιοῦν φθειρομένων ἐν ταὐτότητι τὸν ἄπειρον πρὸ τοῦ αἰῶνα μένειν δυνατὸν ἦν. ἀρκεῖ δέ, οἶμαι, πρὸς τὸ θεῖα τὰ οὐράνια νομίζειν καὶ τὸ κάλλος αὐτῶν πολλοῖς μέτροις ὑπερανέχον τῶν ὑπὸ σελήνην καλῶν καὶ τάς γε μὴ προδιεφθαρμένας ψυχὰς αὐτοφυῶς ἐπιστρέφον, ἀρκεῖ δὲ καὶ τὸ δραστήριον τῶν ὑπὸ σελήνην καὶ τὸ πάντων περιεκτικὸν σωμάτων· καὶ τοῦτο γὰρ τῆς θείας ὑποδοχῆς ἐξαίρετόν ἐστι | τὸ πάντα γεννᾶν τὰ ὄντα καὶ πάντα ἐν ἑαυτῷ περιέχειν μηδὲν ἐκτιθέμενον τῶν ὑφ’ ἑαυτοῦ παραγομενων. Πῶς δὲ μηδὲν ἔχουσαν πέρας τὴν τοῦ οὐρανοῦ κίνησιν αὐτὴν τῶν ἄλλων πέρας εἶναί φησι· πῶς γὰρ ἄλλη κίνησις ἄλλης ἐστὶ πέρας καὶ μάλιστα ὁλικωτέρα τῆς μερικωτέρας; πῶς δὲ ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συλλογίζεσθαι δοκεῖ λέγων· τὸ πέρας περιέχει· ἡ οὐρανία κίνησις τελεία οὖσα περιέχει· ἡ ἄρα οὐρανία κίνησις τελεία οὖσα πέρας ἐστίν; ἀδόκιμος γὰρ ὁ τρόπος οὗτος τῆς συμπλοκῆς ἐν τῷ δευτέρῳ σχήματι ὡς μηδὲν ἀναγκαῖον συμπέρασμα συνάγων. ἀλλ’ ἐν πρώτῳ σχήματι συνήγαγε τὸν συλλογισμὸν ὁ Ἀριστοτέλης οὕτως· ἡ τοῦ οὐρανοῦ κίνησις τέλειος οὖσα περιέχει τὰν ἄλλας κινήσεις· ἡ περιέχουσα τὰς ἄλλας κινήσεις πέρας ἐστὶ τῶν ἄλλων κινήσεων· τῶν γὰρ περιεχόντων ἐστὶν ἰήιον τὸ πέρας εἶναι τῶν περιεχομένων, ὅπερ αὐτὸς ἐνεδείξατο διὰ τοῦ τὸ γὰρ πέρας τῶν περιεχόντων ἐστίν, οὐκ ἴσον, ὡς οἶμαι, λέγων, ὡς ὁ Ἀλέξανδρός φησιν, τῷ ἐν τοῖς περιέχουσι τὸ πέρας ἐστίν· εἰ γὰρ ἐν τοῖς περιέχουσι τὸ πέρας, μερικώτερον ἄν εἴη τὸ πέρας τῶν περιεχόντων, καὶ οὐκέτι εἰπεῖν ἀληθές, ὅτι τὸ περιέχον πέρας ἐστίν, ὥσπερ οὐδὲ ὅτι τὸ ζῷον ἄνθρωπός ἐστιν, ἐπειδὴ ὁ ἄνθρωπος ἐν τῷ ζῴῳ ἐστίν· οὐ γὰρ κατηγορεῖται τῶν ὁλικωτέρων τὰ μερικώτερα, ἀλλὰ ἀνάπαλιν. ὁ δὲ Ἀλέξανδρος “οὐ συλλογιζόμενος” φησὶ “λέγει τοῦτο, ἀλλ’ ὡς ὁμοιότητά τινα δεικνὺς τῆς τελείου κινήσεως πρὸς τὸ πέρας· ἀμφότερα γὰρ περιέχει καὶ τὸ πέρας καὶ ἡ τέλειος κίνησις”. ἀλλ’ ὅτι μὲν ἡ τοῦ οὐρανοῦ κίνησις ἄπαυστος οὖσα περιέχει τὰς ἄλλας ἁπάσας κινήσεις τὰς ἀρχὴν καὶ τέλος ἐχούσας, πρόδηλον, εἴπερ προυπάρχει τε αὐτῶν καὶ συνυπάρχει καὶ μεθυπάρχει, καὶ μέρος τι τῆς ὅλης, οἷον ἡ ἐτήσιος περιφορά, μέτρον γίνεται τοῦ ἐτησίου τῶν ἐπικήρων βίου ἢ τῆς ὁποίας αὐτῶν μεταβολῆς. ὡς οὖν τῆς ἡμερησίας ἢ ἐνιαυσίου περιφορᾶς καὶ ἡ ἀρχὴ καὶ τὸ πέρας ἐν τῇ ὅλῃ περιέχεται, οὕτω καὶ τῶν ὑπὸ σελήνην κινήσεων ἑκάστη, καὶ διὰ τοῦτο καὶ περιέχειν λέγεται τὰς ἄλλας κινήσεις καὶ πέρας αὐτῶν ὑπάρχειν αὐτὴ πέρας οὐκ ἔχουσα. καὶ γὰρ αἱ ἀρχὶ καὶ τὰ πέρατα τῶν προσκαίρων ὑπὸ τῆς ἀνεκλείπτου ὁρίζονται· ἀνέκλειπτος γὰρ ἐκείνη διὰ τὸ πᾶν τὸ ληφθὲν αὐτῆς οὐ μόνον πέρας εἶναι τῆς προηγησαμένης, ἀλλὰ καὶ τῆς ἐσομένης ἀρχήν. ἐν ᾧ δὲ τὸ αὐτὸ πέρας ἐστὶ καὶ ἀρχή, πῶς ἄν εἴη τοῦτό ποτε ἐκλείπειν ἢ ἀρχὴν ὅλως ἢ τέλος ἔχειν ἀφωρισμένα; τοιαύτη οὖν οὖσα ἡ τοῦ οὐρανοῦ κίνησις εἰκότως τῶν ἄλλων τῶν μὲν αἰτία τῆς ἀρχῆς ἐστι, τῶν δὲ δέχεται τὴν παῦλαν, αἰτία μὲν τῆς ἀρχῆς, διότι ἀπὸ ταύτης πᾶσα ἡ γένεσις, οὐχ ὁμοίως δὲ τῆς παύλας αἰτία, διότι προηγουμένως οὐκ ἔστι φθορᾶς αἰτία ἡ τοῦ οὐρανοῦ κίνησις, ὥσπερ | οὐδὲ ὁ δημιουργὸς θεός, ἀλλ’ ἀναγκαίως ἐπεισῆλθεν ἡ φθορὰ τοῖς ἀεὶ μὴ δυναμένοις ὑποστῆναι, ὥσπερ καὶ ἡ νόσος τοῖς μὴ πεφυκόσιν ὑγιαίνειν ἀεί· δέχεται μέντοι τὴν παῦλαν τῶν παυομένων, καὶ ὅτι, ὥσπερ ἡ ἀρχὴ ἐν αὐτῇ, οὕτω καὶ ἡ παῦλα ἐν αὐτῇ ἐστι, καὶ μᾶλλον ὅτι ἡ ἄλλου φθορὰ ἄλλου γένεσις γίνεται, καὶ τὰ ἐν τοῖς συνθέτοις στοιχεῖα διαλυόμενα ταῖς ἑαυτῶν ὁλότησιν ἀποδίδοται. καί μοι δοκεῖ τὸ Πλατωνκὸν ἐκεῖνο παραξέειν ἐν τούτοις ὁ Ἀριστοτέλης τὸ ἐν Τιμαίῳ ῥηθὲν ὑπὸ τοῦ δημιουργοῦ θεοῦ πρὸς τοὺς οὐρανίους θεοὺς “τροφήν τε διδόντες αὔξετε καὶ φθίνοντα πάλιν δέχεσθε”. εἰπὼν οὖν, ὅτι διὰ τὸ ἀνέκλειπτον τῆς κινήσεως καὶ τὸ ἀθάνατον οἱ ἀρχαῖοι τὸν οὐρανὸν τοῖς θεοῖς ἀπένειμαν, ἐπήγαγεν ὁ δὲ νῦν μαρτυρεῖ λόγος, ὡς ἄφθαρτος καὶ ἀγένητος ταῖς ἀναποδείκτοις καὶ αὐτοφυέσιν ἐκείνων ἐννοίαις τὴν ἀποδεικτικὴν ἀκρίβειαν προστιθείς, προσαποδείξας δὲ καί, ὅτι ἀπαθὴς πάσης θνητῆς δυσχερείας ἐστίν· οὐχ ἁπλῶς ἀπαθής· πάσχει γάρ τι ὑπ’ ἀλλήλων τὰ οὐράνια τελειούμενα, ὡς ἐναργῶς δηλοῦσιν οἱ τῆς σελήνης ὑπὸ τοῦ ἡλίου γινόμενοι φωτισμοὶ καὶ τῶν διαφόρων συγκράσεων αἱ διάφοροι εἰς τὰ ὑπὸ σελήνην ἐνέργειαι· ἀλλ’ ἀπαθὴς πάσης θνητῆς δυσχερείας. οὕτω γὰρ αὐτὸν καὶ ἀναλλοίωτον ἔδειξεν ἐν τῷ πρὸ τούτου βιβλίῳ τὰς παθητικὰς ἀλλοιώσεις ἀποφήσας αὐτοῦ τὰς τοῖς γινομένοις καὶ φθειρομένοις συνυπαρχούσας. Ἀλλ᾿ εἰ ἀπαθῆ, φησί, τῶν τοιούτων παθῶν τὰ οὐράνια, πῶς τῆς σεληνιακῆς σφαίρας ὑπὸ τοῦ ἡλίου μὴ θερμαινομένης τὸ ὑπέκκαυμα καὶ ὁ ἀὴρ θερμαίνεται ὑπ’ αὐτοῦ τοὐ μεταξὺ μηδὲν πεπονθότος; καὶ λύουσι λέγοντες μὴ τὸ τυχὸν τοῦ τοῦ τυχόντος πάσχειν, ἀλλὰ τὸ πεφυκός· τοιγαροῦν οὔτε ἀκοὴ χρωμάτων οὔτε ὀφθαλμοὶ ψόφων ἀντιλαμβάνονται διὰ τὸ ἀπαθεῖς ὑπ’ αὐτῶν εἶναι. ἐναργὲς δὲ τεκμήριον ποιοῦνται τοῦ μὴ τὸ τυχὸν εἰς τὸ τυχὸν δρᾶν μηδὲ τὰ μεταξὺ πάντως πάσχειν τὰ διαδιδόντα τὸ πάθος τὸ ἐπὶ τῆς θαλαττίας νάρκης συμβαῖνον. ὅταν γὰρ εἰς τὸ δίκτυον ἐμπέσῃ, οἱ μὲν ἐχόμενοι τῶν κάλων τοῦ δικτύου ναρκῶσιν ἄνθρωποι, οἱ δὲ κάλοι τοιοῦτον πάσχουσιν οὐδὲν τῷ μὴ εἶναι τούτου τοῦ πάθους δεκτικούς· καὶ τοὺς ὑπερνηχομένους δὲ τῆς νάρκης ἰχθύας ναρκᾶν φασι καὶ καταφέρεσθαι οὐ δήπου τοῦ μεταξὺ ναρκῶντος ὕδατος. οὐδὲν οὗν ἄτοπον καὶ τὸ σῶμα τῆς σεληνιακῆς σφαίρας διαπέμπειν τὴν τοῦ ἡλίου θέρμην εἰς τὰ ὑπὸ σελήνην αὐτὸ μὴ θερμαινόμενον παθητικῶς· φθορὰ γὰρ ἄν τις καὶ γένεσις πάντως τῇ τοιαύτῃ ἀλλοιώσει συνυπῆρχε. ζωτικῶς δὲ καὶ τελεσιουργῶς οὐδὲν κωλύει τὴν σεληνιακὴν σφαῖραν ὑπὸ τοῦ ἡλίου παθοῦσαν διαπέμπειν μὲν εἰς τὸ ὑπὸ σελήνην τὰς ἡλιακὰς ἀκτῖνας, τοῦτο δὲ πάσχειν ὑπ’ αὐτῶν, ὡς αὐτὸ πέφυκε πάσχειν· πέφυκε δὲ θερμαινόμενον παθητικῶς καὶ διακρινόμενον· καὶ | γὰρ καὶ ἄλλων ἀστέρων μεθέξεις οὐκ οὖσαι θερμαὶ ἢ ψυχραὶ κατὰ τὴν παθητικὴν θερμότητα καὶ ψῦξιν τοιαύτας ὅμως τοῖς τῇδε διαθέσεις ἐμποιοῦσι· καὶ φωτιζομένη οὖν ὑπὸ τοῦ ἡλίου ἡ σελήνη καὶ τὸ φῶς εἰς ἡμᾶς διαπέμπουσα αὐτὴ μὲν οὐ θερμαίνεται παθητικῶς οὐδὲ διακρίνεται ὑπὸ τοῦ φωτός, τὰ δὲ ὑπὸ σελήνην παθητικῶς αὐτοῦ μετέχει. Ταῦτα δὲ τὰ νῦν ῥηθέντα καὶ ὁ Ἀλέξανδρος σαφῶς ὡμολόγησε περὶ τοῦ αἰθερίου καὶ κυκλοφορητικοῦ σώματος εἰρῆσθαι καὶ οὐκέτι περὶ τοῦ ὅλου κόσμου. πῶς οὖν τὰ πρὸ αὐτῶν περὶ τοῦ ὅλου κόσμου μόνου νενόμικεν εἰρῆσθαι μιᾶς οὔσης τῆς τῶν λόγων συνεχείας; τὸν δὲ οὐρανὸν καὶ τὸν ἄνω τόπον εἶπεν, οὐχ ὅτι ταὐτὸν νομίζει τὸ πέριξ καὶ τὸ ἄνω· τὸ γὰρ ἄνω καὶ τὸ κάτω πέρατα τῆς εὐθείας ἐστὶν ἀλλήλοις ἀντικείμενα, καί ἐστιν ὁ ἄνω τόπος, ἐφ’ ὃν φέρεται τὰ κουφότητα ἔχοντα σώματα, ὥσπερ κάτω, ἐφ’ ὃν τὰ βαρέα· ἀλλ’ ἢ τῇ δόξῃ τῶν πολλῶν συνεξέδραμε τὸ πέριξ ἄνω καλούντων, ἢ ὅτι τοῦ ἄνω προσεχῶς τὸ πέριξ ὑπέρκειται, καὶ οὐκ ἀπεικότως ἂν καὶ αὐτὸ λέγοιτο ἄνω. Μέχρι μὲν οὑν τούτου τὰ ἐν τῷ πρώτῳ βιβλίῳ περί τε τοῦ κυρίως οὐρανοῦ καὶ δευτέρως περὶ τοῦ κόσμου ῥηθέντα συνεπεράνατο. p. 284a14 Πρὸς δὲ τούτοις ἄπονος ἕως τοῦ ἀλλὰ τῶν μὲν τοιούτων τῶν λόγων ἅλις ἔστω τὰ νῦν. Συμπερανάμενος τὰ ἐν τῷ πρώτῳ βιβλίῳ ἀποδειχθέντα, ὅτι ἀγένητος καὶ ἄφθαρτός ἐστιν ὁ οὐρανὸς καὶ πάσης θνητῆς δυσχερείας ὑπερανέχων, ἐντεῦθεν λοιπὸν δείκνυσιν, ὅτι ἄπονος καὶ φυσικὴ καὶ οὐ βίαιος οὐδὲ ἐξ ἀνάγκης ἐστὶν αὐτῷ ἡ κύκλῳ κίνησις καὶ ἡ ἐν ταὐτῷ μονή. καλῶς δὲ τῷ ἀναγκαίῳ τὸ βίαιον συνέθηκεν, ὅτι μὴ πᾶν τὸ ἀναγκαῖον βίᾳ· τὰ γὰρ ἀίδια ἐξ ἀνάγκης μὲν ἔστιν, οὐ μὴν βίᾳ. δείκνυσι δέ, ὅτι ἄπονον καὶ κατὰ φύσιν ἔχει τὴν κύκλῳ κίνησιν, οὕτως· ὁ οὐρανὸς οὐδεμιᾶς προσδεῖται βιαίας ἀνάγκης, ἥτις φέρεσθαι πεφυκότα αὐτὸν ἄλλως, οἷον ἐπὶ τὸ κάτω, κωλύει ἐκείνην μὲν τὴν ῥοπὴν ἐπέχουσα, κύκλῳ δὲ ποιοῦσα κινεῖσθαι· τὸ μηδεμιᾶς βιαίου ἀνάγκης πρὸς τὴν ἑαυτοῦ κίνησιν δεόμενον ἄπονον ἔχει τὴν κίνησιν· ὁ οὐρανὸς ἄρα ἀπόνως καὶ κατὰ φύσιν κινεῖται τὴν κύκλῳ κίνησιν. καὶ ὅτι μὲν τὸ μηδεμιᾶς ἀνάγκης τοιαύτης προσδεόμενον ἀπόνως κινεῖται, ἔδειξεν ἐκ τοῦ τὸ δεόμενον ἀνάγκης ἐπίπονον εἶναι καὶ διαθέσεως τῆς ἀρίστης ἄμοιρον· ἡ γὰρ ἀρίστη διάθεσις οὐ κατὰ βίαιον ἀνάγκην, ἀλλὰ κατὰ τὴν κατὰ φύσιν ὑπάρχει τελειότητα. οὐ μόνον δὲ τὸ βίαιον ἐπίπονον, ἀλλὰ καὶ τὸ ἐπίπονον ὂν βίαιον· εἰ οὖν τὸ ἐπί. πονον βίαιον, τὸ μὴ δεόμενον βιαίας ἀνάγκης ἄπονον ἄν εἴη. ὅτι δὲ ὁ οὐρανὸς οὐ δεῖται | βιαίας ἀνάγκης, δῆλον μὲν καὶ ἐκ τοῦ θεῖον ὄντα τὴν ἀρίστην ἔχειν διάθεσιν, τὸ δὲ τὴν ἀρίστην ἔχον διάθεσιν μὴ δεῖσθαι βιαίου ἀνάγκης, εἴπερ τὰ βιαίου δεόμενα ἀνάγκης ἄμοιρα τῆς ἀρίστης ἐστὶ διαθέσεως αὐτοφυοῦς οὔσης καὶ οὐ βιαίου. δῆλον δὲ καὶ ἐκ τοῦ τοὺς ἀνάγκην τινὰ τῆς τοιαύτης τῷ οὐρανῷ κινήσεως ἢ τῆς μονῆς αἰτιωμένους δείκνυσθαι μηδὲν λέγοντας ἀκριβές. καὶ γὰρ οἱ μὲν μυθικὴν εἰσάγουσιν ἀνάγκην τοῦ μὴ πίπτειν τὸν οὐρανόν, ἀλλ’ ἄνω μένοντα περιφέρεσθαι, ὥσπερ Ὁμηρος τὸν Ἄτλαντα λέγων· Ἄτλας δ’ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ’ ἀνάγκης, καὶ ἔχει δέ τε κίονας αὐτὸς μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. οἱ δὲ φυσικὴν ἀνάγκην αἰτιῶνται τοῦ μὴ φέρεσθαι κάτω τὴν δίνησιν ἐπικρατοῦσαν τῆς οἰκείας ῥοπῆς αὐτοῦ ἐλάττονος οὔσης, ὥσπερ Ἐμπεδοκλὴς λέγει καὶ Ἀναξαγόρας· οἱ δὲ ψυχικὴν τὴν ἀνάγκην φασὶ τῆς ψυχῆς αὐτοῦ ἀναγκαζούσης ἀίδιον μένειν τὴν κίνησιν τὴν τοιαύτην, ὥσπερ ὁ Πλατῶν ἐν Τιμαίῳ λέγειν ἐδόκει περὶ τῆς τοῦ οὐρανοῦ ψυχῆς “ἡ δὲ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντῃ διαπλακεῖσα ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον.” ἀλλ’ ὃ μὲν περὶ Ἄτλαντος, καὶ ὅτι μῦθος, οὐδεμίαν ἀποδεικτικὴν ἀνάγκην εἰσάγει, ὅτι οἱ συστήσαντες αὐτὸν ἐῴκεσαν καὶ αὐτοὶ νομίζειν βάρος ἔχειν γεηρὸν τὰ οὐράνια καὶ διὰ τοῦτο δεῖσθαί τινος ἀνάγκης ἐμψύχου τῆς ἀνεχούσης αὐτά. εἰ τοίνυν δέδεικται μήτε βάρος ἔχοντα μήτε κουφότητα τὰ οὐράνια, δῆλον, ὅτι παρέλκων ἄν εἴη ὁ μῦθος διὰ τὴν τοῦ βάρους ὑποψίαν πλασθείς. ἀλλ’ εἰ μὲν πλάσμα τι ἀνθρώπειον τοῦτο τὸ κατὰ τὸν Ἄτλαντά ἐστιν ἀπὸ τῆς τοῦ βάρους ὑποψίας πλασθέν, ἐλήλεγκται τῷ ὄντι περιττὸν ἐκ τοῦ μήτε βάρος μήτε κουφότητα τοῖς οὐρανίοις ὑπάρχοντα ἀποδεδεῖχθαι, εἰ δὲ μῦθος ὄντως ἐστὶ θεῖόν τι κρύπτων ἐν ἑαυτῷ καὶ σοφόν, λεγέσθω, ὅτι Ἄτλας εἷς μέν ἐστι καὶ αὐτὸς τῶν περὶ τὸν Διόνυσον Τιτάνων, διὰ δὲ τὸ μὴ τελέως ἐξαμαρτεῖν εἰς αὐτόν, τουτέστι μὴ κατὰ τὴν Τιτανικὴν μόνην διάκρισιν ἐνεργῆσαι περὶ τὴν Διονυσιακὴν δημιουργίαν, ἀλλ’ ἀποκλίνειν πως καὶ πρὸς τὴν Διιὸν συνοχὴν κατ’ ἄμφω τὰς ἰδιότητας ἐνεργεῖ περὶ τὰς μεγίστας τοῦ κόσμου μερίδας διακρίνων μὲν καὶ ἀνέχων τὸν οὐρανὸν ἀπὸ τῆς γῆς, ὡς μὴ ἐπισυγχεῖσθαι τὰ ἄνω τοῖς κάτω· ὡς γὰρ ὑπεζωκώς τις, οὐ μὴν νοερός, διακρίνει κατὰ τὸ λόγιον πῦρ πρῶτον καὶ πῦρ ἕτερον σπεύδοντα μιγῆναι· διακρίνει δὲ καὶ ἀνέχει μετὰ τοῦ συνέχειν ἐν ἀλλήλαις αὐτάς· καὶ γὰρ αἱ κίονες τὴν συναμφότερον ἔχουσι δύναμιν διακριτικήν τε ἅμα καὶ συνοχικὴν τῶν ὑπερκειμένων πρὸς τὰ ὑποκείμενα. Ἀλλ᾿ οὐδὲ διὰ τὴν ταχεῖαν τοῦ αἰθερίου σώματος δίνησιν ἐλαττουμέμένης μένῃς τῆς κατὰ τὴν οἰκείαν ῥοπὴν βαρεῖαν οὖσαν φορᾶς αὐτοῦ τε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἥ τε τοῦ οὐρανοῦ κύκλῳ κίνησις ἀίδιος μένει καὶ ἡ τῆς γῆς ἐν τῷ μέσῳ στάσις, ὡς Ἐμπεδοκλῆς τε ἐδόκει λέγειν καὶ Ἀναξαγόρας καὶ Δημόκριτος· κἄν γὰρ βάρος ἔχῃ καὶ τὸ αἰθέριον σῶμα καὶ ἡ ἀλλὰ ἀλλὰ ταχυτέρας οὔσης τῆς κυκλοφορίας ἢ κατὰ τὴν ἐπὶ τὸ κάτω ῥοπὴν καὶ ἐπικρατούσης ἐκείνης μένειν ἐν τοῖς αὐτοῖς τόποις τὴν μὲν γῆν ἐπὶ τοῦ μέσου ἑστῶσαν, τὸν δὲ οὐρανὸν ἐπὶ τοῦ πέριξ κινούμενον, ὥσπερ φασὶ τὸ ἐν τῇ φιάλῃ ὕδωρ οὐκ ἐκχεῖσθαι περιδινουμένης τῆς φιάλης, ἐὰν θᾶττον ἡ δίνησις γένηται τῆς ἐπὶ τὸ κάτω τοῦ ὕδατος φορᾶς. καὶ τοῦτο οὖν ἀπίθανον, φησί, τὸ τοσοῦτον χρόνον σώζεσθαι ταῦτα οῦτως ἔχοντα παρὰ φύσιν· ὀλίγον μὲν γὰρ χρόνον εἰκὸς ἦν διαρκέσαι βεβιασμένην τὴν ἐπὶ τὸ κάτω ῥοπήν, εἰς ἀεὶ δὲ ἀδύνατον, ὥστε οὐδὲ κινεῖσθαι διὰ παντὸς οὕτως οἷόν τε ἦν, εἴπερ βάρος ἔχοντα πρὸς τὸ κάτω ρεπειν ἐπεφύκει. Ἀλλ᾿ καὶ τὸ τρίτον ἄλογον τὸ λέγειν ὑπὸ τῆς ἑαυτοῦ ψυχῆς ἀναγκαζόμενον τὸ θεῖον σῶμα μένειν ἀιδίως κινούμενον ἢ ὑπὸ ψυχῆς ἀναγκαζούσης μένειν ἀίδιον τὴν ἐν αὐτῷ κίνησιν. καὶ γὰρ τὸ κατὰ βίαιον ἀνάγκην γινόμενον ἀίδιον εἶναι τῶν ἀδυνάτων ἐστί· παρὰ φύσιν γὰρ τοῦτο, τὸ δὲ παρὰ φύσιν τοῦ κατὰ φύσιν ἔκπτωσις ὂν οὐκ ἀίδιον· δεῖ γὰρ εἶναι καὶ τὸ κατὰ φύσιν, καὶ ἅμα ἄμφω εἶναι ἀδύνατον. οὕτω μὲν ἐπὶ τοῦ κινουμένου τὸ ἀδύνατον ἐνεδείξατο διὰ τοῦ μὴ εὔλογον εἶναι μένειν ἀίδιον ὑπὸ ψυχῆς ἀναγκαζούσης γινόμενον. λοιπὸν δὲ καὶ ἀπὸ τῆς κινούσης ψυχῆς, ὅτι οὐδὲ ταύτης οἷόν τε εἶναι τὴν τοιαύτην ζωὴν ἄλυπον καὶ μακαρίαν, ἀλλὰ ἄσχολον καὶ πάσης ἀπηλλαγμένην ῥᾳσώνης ἔμφρονος, εἴπερ ἄλλως πεφυκότος φέρεσθαι τοῦ πρώτου σώματος, οἷον ἐπὶ τὸ μέσον, ἡ ψυχὴ μετὰ βίας ἄλλως αὐτὸ κινεῖσθαι ἀναγκάζει κυκλοφορούμενον. οὐ γὰρ τὸ κινούμενον μόνον τὴν παρὰ φύσιν καὶ βίαιον κίνησιν κάμνει, ἀλλὰ καὶ τὸ κινοῦν αὐτήν, καὶ μάλιστα εἰ καὶ συνεχῶς καὶ ἀιδίως κινοίη· τὸ μὲν γὰρ πρὸς ἅπαξ, εἰ καὶ ὀχληρόν, ἀλλ’ οἰστὸν ἂν εἴη ταχείας τῆς ἀπαλλαγῆς τοῦ ἐνοχλοῦντος γινομένης, τὸ δὲ συνεχῶς καὶ ἀιδίως ἀφόρητον, καὶ πολλῷ χείρων ὁ τοιοῦτος βίος τοῦ τῶν ἐν τοῖς θνητοῖς ζῴοις ψυχῶν, εἴ γε αὗται μέν , κἄν ἄλλως πεφυκότα κινεῖσθαι τὰ οἰκεῖα σώματα κατὰ τὴν ἐπικρατοῦσαν ῥοπὴν τῶν ἐν αὐτοῖς στοιχείων ἄλλως κινῶσι βαδίζοντα, ἀλλ’ ἀναπαύονταί γε τῆς τοιαύτης ἐνεργείας κατὰ τοὺς ὕπνους καὶ τὰς ἄλλας τῶν ζῴων ἠρεμίας, αἱ δὲ τῶν οὐρανίων ψυχαὶ καὶ ταῦτα θεῖαι οὖσαι οὐδέποτε τοῦ παρὰ φύσιν κινεῖσθαι ἀνοχὴν εςουσιν. Ἔμφρονα δὲ ῥᾳστώνην τὴν θεωρητικὴν ὁ Ἀλέξανδρός φησι, διότι δεῖται ὁ θεωρητικὸς νοῦς καὶ ἡ τοιαύτη φρόνησις ῥᾳστώνης μάλιστα. φαίνεται δὲ τὴν μὲν ῥᾳστώνην τὴν ἐν τῷ κινεῖν τὰ σώματα λέγων ὁ Ἀριστοτέλης, τὸ δὲ ἔμφρονα προσθεὶς διὰ τὸ ὑπὸ Πλάτωνος εἰρημένον τὸ “ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον”, ὥσπερ καὶ τὸ Ἰξίονός τινος μοῖραν κατέχειν αὐτὴν ἀίδιον καὶ ἄτρυτον. καὶ γὰρ καὶ τοῦτό μοι δοκεῖ πρὸς ἐκεῖνο τοῦ Πλάτωνος ἀπερρῖφθαι τὸ ῥητὸν τὸ λέγον ἰὴ δὲ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντῃ διαπλεκεὶσα ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον·” τοῦτο γάρ μοι δοκεῖ παραξέειν ὁ Ἀριστοτέλης διὰ τοῦ ἀλλ’ ἀναγκαῖον Ἰξίονὸς τινος μοῖραν κατέχειν αὐτὴν ἀίδιον καὶ ἄτρυτον. καὶ ὁ μὲν κατὰ τὸν Ἰξίονα μῦθος ἐπιθέσθαι λέγει τῷ γάμῳ τῆς “Ηρας τὸν Ἰξίονα, τὴν δὲ νεφέλην μορφώσασαν ἀνθ’ ἑαυτῆς αὐτῷ προσιέναι· μιχθέντος δὲ αὐτοῦ τῇ νεφέλῃ γεννηθῆναι τὸν Κένταυρον· γνόντα δὲ τὸν Δία παρὰ τῆς Ἥρας τροχῷ τὸν Ἰξίονα προσδῆσαι, ὥστε ἀπαύστως ἐπ’ αὐτοῦ φέρεσθαι. τάχα δὲ ἂν σημαίνοι ἂν ὁ μῦθος ἐπιθέσθαι μὲν πολιτικῇ καὶ βασιλικῇ τινι προνοίᾳ τὸν Ἰξίονα· Ἡραῖον δὲ τὸ τοιοῦτον τῆς ζωῆς εἶδος· ἀνάξιον δὲ φανέντα κατὰ δίκην τῆς Ἥρας εἰδώλῳ τινὶ ἐνύλῳ καὶ τεθολωμένῳ τῆς τοιαύτης προστασίας περιπεσεῖν, ὅπερ ἡ νεφέλη δηλοῖ ἀὴρ οὖσα θολώδης καὶ ὑλικώτερος· τούτῳ δ’ οὖν συμπλακέντα τῷ εἴδει γεννῆσαι μὲν συρφετὴν λογικῶν τε καὶ ἀλόγων ἐνέργειαν, ἐνδεθῆναι δὲ ὑπὸ τοῦ τὸ κατ’ ἀξίαν πᾶσιν ἀφορίζοντος δημιουργοῦ θεοῦ ἐν τῷ τῆς εἱμαρμένης τε καὶ γενέσεως τροχῷ, οὗπερ ἀδύνατον ἀπαλλαγῆναι κατὰ τὸν Ὀρφέα μὴ τοὺς θεοὺς ἐκείνους ἱλεωσάμενον “οἷς ἐπέταξεν” ὁ Ζεὺς “κύκλου τ’ ἀλλῆξαι καὶ ἀμψῦξαι κακότητος” τὰς ἀνθρωπίνας ψυχάς. ἐπειδὴ δὲ ὁ ἐκ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος ἐν μὲν τοῖς ἄλλοις καλῶς, οἶμαι, καὶ τῶν ἄλλων Περιπατητικῶν καλλιόνως τοῖς Ἀριστοτέλους φαίνεται παρακολουθῶν λόγοις, ἐν δὲ τοῖς πρὸς Πλάτωνα τῷ Ἀριστοτέλει λεγομένοις οὐκέτι μοι δοκεῖ φυλάττειν τὸν σκοπὸν τῆς Ἀριστοτέλους ἀντιλογίας πρὸς τὸ φαινόμενον τῶν Πλάτωνος λόγων ἀποτεινόμενον, ἀλλὰ κακοσχόλως πως ὑπαντῶν πρὸς αὐτὸν οὐ τὸ φαινόμενον μόνον ἐλέγχειν καὶ αὐτὸς πειρᾶται φειδοῖ τῶν ἁπλουστέρων, ὥσπερ καὶ Ἀριστοτέλης ἐποίησεν, ἀλλὰ καὶ τὰς ἐννοίας διαβάλλει τοῦ θείου Πλάτωνος καὶ πορίσματα συνάγειν ἐκ τῶν λόγων ἐπιχειρεῖ οὐδὲ τῷ φαινομένῳ πολλάκις ἀκολουθοῦντα, φέρε κἀνταῦθα τὴν τῷ θεῷ καὶ τῷ Ἀριστοτέλει φίλην ἀλήθειαν προστησάμενος τὰ τοῦ Ἀλεξάνδρου περὶ τῆς <τῆς> ψυχῆς κινήσεως ὡς τῷ Πλάτωνι δοκοῦντα προσθεὶς βασανίσαι πειράσομαι διὰ τοὺς ἐπιπολαιότερον αὐτοῦ τοῖς λόγοις ἐντυγχάνοντας καὶ κινδυνεύοντας ἐξ αὐτῶν διαβεβλημένων ἴσχειν πρὸς τὰ τοῦ Πλάτωνος δόγματα, ταὐτὸν δὲ εἰπεῖν καὶ πρὸς τὰ τοῦ Ἀριστοτέλους καὶ πρὸς τὴν θείαν ἀλήθειαν. λέγει τοίνυν ὁ Ἀλέξανδρος ἐπ’ αὐτῶν τάδε τῶν ῥημάτων· “ἀκολούθως τῷ | λόγῳ τούτῳ εἴη ἄν δεικνύναι κατὰ Πλάτωνα τὰς τῶν θεῶν ψυχὰς ἐν χείρονι μοίρᾳ τῶν ἐν τοῖς θνητοῖς σώμασιν, ὥστε καὶ τὴν τοῦ κόσμου, εἴ γε ἄμεινον μὲν πάσῃ ψυχῇ χωρὶς σώματος εἶναι, αὕτη δὲ οὐδέποτε χωρὶς σώματος ἔσται ὄντος μετὰ τὴν γένεσιν ἀιδίου καὶ ἄπυστον κίνησιν, ὥς φησι, κινουμένου ὑπ’ αὐτῆς, ὃ δόξει πρὸς βίαν κινεῖν. καὶ γάρ, εἰ μὴ ὅμοιον τὸ τοῦ κόσμου σῶμα τοῖς τῶν ἄλλων ζῴων τῷ ταῦτα εἶναι ἐμπαθέστερα, ἀλλ’ οὖν κάλλιον κἀκείνῃ ἐφ’ ἑαυτῆς εἶναι ἢ μετὰ σώματος. ὅλως δέ, καθ’ οὓς τὸ κυκλοφορητικὸν σῶμα ἢ τῶν τεσσάρων τί ἐστιν ἢ ἐκ τῶν τεσσάρων, ἔπειτα τὴν κίνησιν τὴν κύκλῳ οὐκ οὖσαν αὐτῷ κατὰ φύσιν κατὰ τὴν ψυχὴν κινεῖται, τούτοις τὸ προειρημένον ἕποιτο ἄν ἂτοπον.” ἐν δὴ τούτοις, εἰ καὶ Ἀριστοτέλης αὐτὸς τὸν οὐρανὸν ἀίδιον ὄντα ἔμψυχον εἶναι βούλεται σαφῶς ἐν τούτῳ τῷ βιβλίῳ λέγων “ ὁ δὲ οὐρανὸς ἔμψυχος καὶ ἔχει κινήσεως ἀρχὴν” καὶ προελθὼν πάλιν φησὶν “ἀλλ’ ἡμεῖς ὡς περὶ σωμάτων μόνον αὐτῶν καὶ μονάδων τάξιν μὲν ἐχόντων, ἀψύχων δὲ πάμπαν διανοούμεθα, δεῖ δὲ ὡς μετεχόντων αὐτῶν ὑπολαμβάνειν πράξεως καὶ ζωῆς’’, καὶ ὁ Ἀλέξανδρος συντίθεται τούτοις, πῶς τέως κατὰ Πλάτωνα τὰς τῶν θεῶν ψυχὰς καὶ τὴν τοῦ κόσμου ἐν χείρονι μοίρᾳ τετάχθαι φησὶ τῶν ἐν τοῖς θνητοῖς σώμασιν, εἴ γε ἄμεινον μὲν τὸ χωρὶς εἶναι σώματος, αὗται δὲ οὐδέποτε χωρὶς σώματος ἔσονται ἀιδίων ὄντων αὐτῶν καὶ ἀεὶ ἐμψύχων; ταῦτα γὰρ οὐ τῷ Πλάτωνι μόνῳ ἐδόκει, ἀλλά καὶ τῷ γνησιωτάτῳ τῶν Πλάτωνος ἀκροατῶν τῷ Ἀριστοτέλει καὶ τῷ ἐπιμελεστάτῳ τοῦ Ἀριστοτέλους σπουδαστῇ τῷ Ἀλεξάνδρῳ. πῶς δέ, εἰ ἄμεινον χωρὶς εἶναι σωμάτων ταῖς θείαις ψυχαῖς, οὐδέποτε τυγχάνουσι καὶ κατ’ αὐτὸν τοῦ ἀμείνονος, εἴπερ ἀίδια τὰ σώματα αὐτῶν ἐστι: πῶς δὲ ταῖς τῶν θνητῶν ζῴων ψυχαῖς τὰς θείας παραβάλλων ἐν χείρονι μοίρᾳ φησὶν αὐτὰς ἐκείνων εἶναι κατὰ Πλάτωνα ἀεὶ συνεῖναι τὰς θείας ψυχὰς τοῖς σώμασι λέγοντα, εἴ γε καὶ τὰς ψυχὰς τὰς ἐν τοῖς θνητοῖς σώμασιν ἐντελεχείας ἀχωρίστους τῶν σωμάτων οὗτος ὑπολαμβάνει, καὶ τὸν Ἀριστοτέλην πάνυ ἀπιθάνως ἐν τοῖς τοιούτοις παρεξηγούμενος; ὅτι δὲ οὐχ ὡς ὑπὸ ψυχῆς κινεῖσθαι λέγοντι τὸν οὐρανὸν μέμφεται ὁ Ἀριστοτέλης τῷ Πλάτωνι, δῆλον, εἴπερ καὶ αὐτὸς ἔμψυχον λέγει τὸν οὐρανὸν ἔχοντα κινήσεως ἀρχὴν ἐν ἑαυτῷ, δηλονότι τὴν ψυχήν· περὶ γὰρ ταύτης ἦν ὁ λόγος αὐτῷ. ἀλλ’ εἰπόντος τοὐ Πλάτωνος περὶ τῆς ψυχῆς ἰὴ δὲ ἐκ μέσου πρὸς τὸν ἒσχατον οὐρανὸν πάντῃ διαπλεκεῖσα ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου’’ ηὐλαβήθη, μή τις τῆς συνεκτάσεως καὶ τῆς συνδιαπλοκῆς ἀκούσας σωματικήν τινα καὶ βίαιον κατὰ ὠθισμὸν γινομένην ὑπονοήσῃ τὴν ψυχικὴν κίνησιν οὐ· πεφυκότος οὕτω κινεῖσθαι τοῦ σώματος· διὸ καὶ τὸν Ἰξίονα παρήγαγεν. ἐπεί, ὅτι οὔτε συνεκτετάσθαι τῷ σώματι τὴν ψυχὴν οὔτε συνδιαπεπλέχθαι σωματικῶς ἐνόμιζεν ὁ Πλάτων, δηλοῖ λέγων, ὅτι τὸ σωματτοειδὲς μτοειδὲς ἅπαν ὁ δημιουργὸς ἐντὸς αὐτῆς ἐτεκτήνατο ὡς αὐτὸ τῇ ψυχῇ ἐνιδρυμένον. ὅτι δὲ οὐδὲ βιαίως ὑπὸ τῆς ψυχῆς νομίζει χύκλῳ κινεῖσθαι τὸν οὐρανὸν ὁ Πλατῶν, ἀλλὰ φυσικῶς, κἄν ἐκ τῆς τῶν τεσσάρων στοιχείων ἀκρότητος αὐτὸν συνεστάναι βούλοιτο, μάθοις ἄν ἐκ τοῦ καὶ πρὸ τῆς ψυχώσεως τάδε περὶ τῆς τοῦ σώματος κινήσεως γράψαι· “κίνησιν γὰρ ἀπένειμεν αὐτῷ τὴν τοῦ σώματος οἰκείαν τῶν ἑπτὰ τὴν περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν· διὸ δὴ κατὰ τὰ αὐτὰ ἐν τῷ αὐτῷ καὶ ἐν ἑαυτῷ περιαγαγὼν αὐτὸ ἐποίησε κύκλῳ κινεῖσθαι στρεφόμενον”. εἰ τοίνυν πρὸ τῆς ψυχώσεως αὐτοῦ ταῦτά φησι, δῆλον, ὅτι τὴν φυσικὴν ἐπιτηδειότητα παρίστησι τοῦ σώματος τοῦ οὐρανίου πρὸς τὴν ἐγκύκλιον κίνησιν. πῶς οὖν ἔτι δυνατὸν ἐγκαλεῖν τῷ Πλάτωνι ὡς ἄλλως πεφυκότα κινεῖσθαι τὸν οὐρανὸν ἄλλως ὑπὸ τῆς ψυχῆς λέγοντι φέρεσθαι; καὶ πάντων, οἶμαι, μᾶλλον ὁ Ἀριστοτέλης τὴν ἐν Τιμαίῳ περὶ τούτων τοῦ Πλάτωνος γνώμην ἠπίστατο, ὃς καὶ σύνοψιν ἢ ἐπιτομὴν τοῦ Τιμαίου γράφειν οὐκ ἀπηξίωσεν. “‘Αλλὰ μὴν οὐδὲ ὑπ’ ἄλλης ψυχῆς’’, ὁ Ἀλέξανδρός φησιν, “βίᾳ κινηθήσεται τὸ κύκλῳ κινούμενον σῶμα. δεῖ μὲν γάρ, εἰ μέλλοι ψυχὴ κινήσειν βίᾳ, μετὰ σώματος αὐτὴν εἶναι· ἀδύνατον γὰρ βίᾳ κινεῖσθαι σῶμα ὑπό τινος ἄνευ ἁφῆς τε καὶ ἀντερείσεως, ταῦτα δὲ σωματικά· δεήσει ἄρα μετὰ σώματος αὐτὴν εἶναι, δι’ οὗ κινουμένου καὶ αὐτὴ κινήσει τὸ κύκλῳ παρὰ φύσιν· καὶ δῆλον, ὅτι καὶ τὸ αὐτῆς σῶμα κύκλῳ κινοῖτο ἄν, εἰ μέλλοι συμπεριφέρειν ἐκεῖνο καὶ βιάζεσθαι καὶ μὴ πεφυκὸς οὕτω· μόνως γὰρ οὕτως ὁμαλήν τε καὶ ἀίδιον κίνησιν αὐτὸ κινήσει· κύκλῳ δὲ κινούμενον κατὰ τὴν ἐν αὐτῷ ψυχὴν συνεχῶς τε καὶ κατὰ φύσιν ἀεὶ ἂν κινοῖτο· τὸ γὰρ κατὰ τὴν οἰκείαν ψυχὴν οὕτω κινούμενον κατὰ φύσιν κινεῖται· εἰ δὲ τοῦτο, ἐκεῖνο ἄν εἴη τὸ κυκλοφορητικόν.’ ταῦτα ὁ Ἀλέξανδρος τοῖς ῥήμασι λέγων πῶς οὐκ ἐπέστησεν, ὅτι καὶ τὸ οὐράνιον κατὰ τὴν οἰκείαν ψυχὴν κυκλοφορούμενον οὐδὲν κωλύει κατὰ φύσιν κινεῖσθαι; Τὰ δὲ ἐφεξῆς ὑπὸ τοῦ Ἀλεξάνδρου λεγόμενα πλείονος ἢ οὐκ ἐλάττονος ἐπιστάσεως τῶν ἤδη ῥηθέντων ἄξια νομίζω. “ἐζητήσαμεν γάρ”, φησί, ‘‘κατὰ τούσδε τοὺς τόπους τοῦ δευτέρου γενόμενοι, τίνα κίνησιν ἡ ψυχὴ τὸ κυκλοφορητικὸν σῶμα κινεῖ, εἴ γε τὴν κύκλῳ φύσει κινεῖται. καὶ ἡ μὲν ζήτησις ἀναγκαία καὶ πάντως ὀφείλουσα προβεβλῆσθαι, τὰς δὲ λύσεις ἐπισκεπτέον. Ἰουλιανοῦ μέν, φησί, τοῦ Τραλλιανοῦ δόξα ἦν τῆς ἐπὶ δεξιὰ κινήσεως αἰτίαν αὐτῷ τὴν ψυχὴν εἶναι καὶ τῆς ὁμαλοῦς καὶ τε· ταγμένης. ‘Ερμῖνος δὲ τοῦ εἰς ἄπειρον αὐτὸ κινεῖσθαι τὴν ψυχὴν ἔλεγε αἰτίαν· μηδὲν γὰρ σῶμα πεπερασμένον ἔχειν τῇ ἑαυτοῦ | φύσει δύνα· μιν τῆς ἐπ’ ἄπειρον κινήσεως’’ . καὶ τούτῳ μὲν ἐπέσκηψεν ὁ Ἀλέξανδρος λέγων τοῦ ἐπ’ ἄπειρον κινεῖσθαι μὴ τὴν οἰκείαν ψυχὴν αἰτίαν εἶναι, ἀλλὰ τὸ κινοῦν πρῶτον. καὶ εἰ μέχρι τούτου προήγαγεν τὸν λόγον, καλῶς ἄν, οἶμαι, ἔλεγεν. ὥσπερ γὰρ ἡ κίνησις ἀπὸ ψυχῆς διὰ τὴν αὐτοκίνητον αὐτῆς δύναμιν, οὕτω τὸ ἐπ’ ἄπειρον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ ὅσα τοιαῦτα ἀπὸ τῆς ἀκινήτου νοερᾶς αἰτίας ἐφήκει τῷ οὐρανῷ. ὁ δὲ εἰς τὴν οἰκείαν σχολὴν ἀπάγων τὸν λόγον μετὰ τὸ εἰπεῖν, ὅτι τῆς ἐπ’ ἄπειρον κινήσεως τὸ πρῶτον κινοῦν ἐστιν αἴτιον, ἐπάγει· “ ἡ γὰρ οἰκεία ψυχὴ κατὰ τὸ εἶδος καὶ τὴν δύναμιν μᾶλλόν ἐστιν, εἴ γε ἐντελέχεια, ὥστε κατὰ τὰ προειρημένα οὐχ οἷόν τε ταύτην τοῦ εἰς ἄπειρον κινεῖν εἶναι δύναμίν γε οὖσαν τοῦ πεπερασμένου’’. ἀλλ’ ὅτι μέν , κἄν ἐντελέχειαν λέγῃ τὴν ψυχὴν Ἀριστοτέλης, διττὴν οἶδε τὴν ἐντελέχειαν, τὴν μὲν ἀχώριστον, τὴν δὲ χωριστήν, καὶ τὴν ψυχὴν μάλιστα τὴν λογικὴν ὡς χωριστὴν ἐντελέχειαν λέγει ἐν τοῖς Περὶ ψυχῆς, πολλοῖς ἀνδράσι καὶ κλεινοῖς ἀποδέδεικται. Πρὸς δὲ τὸν Ἰουλιανὸν μηδὲν εἰπόντος τοῦ Ἀλεξάνδρου ῥητέον, ὅτι, εἰ τῆς ἐπὶ δεξιὰ κινήσεως ἡ ψυχὴ τῷ οὐρανῷ αἰτία, δῆλον, ὅτι ἢ τῆς ἀπλανοῦς· αὕτη γὰρ ἡ ἐπὶ δεξιὰ κινουμένη καὶ τὰς ἄλλας ἐπὶ τοῦτο συμπεριάγουσα. αἱ οὖν τῶν πλανᾶσθαι λεγομένων σφαιρῶν ψυχαὶ τίνα κίνησιν αὐτὰς κινοῦσι; τὴν μὲν γὰρ ἐπὶ δεξιὰ τῇ ἀπλανεῖ συγκινοῦντι, εἰ δὲ τὴν ἐπ’ ἀριστερὰ τὴν οἰκείαν, ἡ ἀπορία μένει ζητοῦσα, ποίαν μὲν ἡ φύσις κινεῖ κίνησιν, ποίαν δὲ ἡ ψυχή, καὶ εἰ τὴν ἐπὶ δεξιὰ κίνησιν τὴν ἀπ’ ἀνατολῶν τὴν τῆς ἀπλανοῦς ἡ ψυχὴ κινεῖ, ποίαν κίνησιν ἡ φύσις ἐκείνην κινήσει. “‘Ημεῖς δέ”, φησὶν ὁ Ἀλέξανδρος, “έπιχειροῦμεν δεικνύναι τοῦ θείου σώματος οὐκ ἄλλην μὲν τὴν φύσιν οὖσαν, ἄλλην δὲ τὴν ψυχήν, ἀλλ’ ὡς ἡ βαρύτης τῆς γῆς καὶ τοῦ πυρὸς ἡ κουφότης· ὡς γὰρ ταῦτα λέγοντες φύσει κινεῖσθαι κατὰ τὰς δυνάμεις ταύτας κινεῖσθαι λέγομεν, καὶ οὐκ ἂλλη τις αὐτῶν παρὰ τὴν κατὰ φύσιν ἡ κατὰ τὰς οἰκείας δυνάμις κίνησίς ἐστιν, οὕτω καὶ τὴν φύσιν τοῦ θείου σώματος εὔλογον ἐφαίνετο εἶναι καὶ τὴν δύναμιν τὴν ψυχήν· τίς γὰρ ἄν ἄλλη παρὰ ταύτην εἴη φύσις αὐτοῦ; τελειοτέρα γὰρ φύσεως ἡ ψυχή, εὔλογον δὲ τοῦ τελειοτέρου σώματος καὶ τὴν φύσιν εἶναι τελειοτέραν, καθ’ ἣν φύσιν τε καὶ ψυχήν ἐστι κυκλοφορητικόν.” τικόν.’’ πῶς οὖν ταῦτα συνᾴδει τοῖς Ἀριστοτελικοῖς δόγμασιν; εἴπερ ὁ Ἀριστοτέλης σαφῶς ἄλλην μὲν τὴν φύσιν, ἄλλην δὲ τὴν ψυχὴν εἶναι βούλεται, τὴν μὲν ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς ἀκροάσεως ὁριζόμενος ἀρχὴν κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ ἔστι, τὴν δὲ ἐν τῷ δευτέρῳ τῆς Περὶ ψυχῆς ἐντελέχειαν σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. εἰ οὖν πᾶσα ψυχὴ | φυσικοῦ σώματός ἐστιν ἐντελέχεια, καὶ ἄλλο μὲν τὸ φυσικὸν σῶμά ἐστιν, ἄλλο δὲ ἡ ἐντελέχεια αὐτὴ καὶ μάλιστα ἡ χωριστή, πῶς ταὐτὸν ἄν εἴη φύσις καὶ ψυχή; ἀλλ’ οὗτος ἀχώριστον ἐντελέχειαν νομίζων τὴν ψυχήν, ἐπειδὴ καὶ ἡ φύσις ἀχώριστός ἐστι τοῦ φυσικοῦ σώματος καὶ εἰς ταὐτόν πως ἔρχεται τῷ εἲδει, συνέφυρε τὴν φύσιν καὶ τὴν ψυχὴν ἑκατέρᾳ τὸ τῆς ἐντελεχείας ὄνομα προσήκειν οἰόμενος, διὸ καὶ δύναμιν καὶ ψυχὴν καὶ φύσιν τὴν αὐτὴν ἐνόμισεν. οὕτω δὲ σαφῶς εἰπόντος τοῦ Ἀριστοτέλους, ὅτι ἡμεῖς ὡς περὶ σωμάτων μόνον ἀψύχων τῶν οὐρανίων διακείμεθα, δεῖ δὲ ὡς μετεχόντων αὐτῶν ὑπολαμβάνειν πράξεως καὶ ζωῆς, εἰ καὶ τὰ ἄψυχα σώματα φυσικά ἐστιν, ἡ δὲ φύσις ἐπ’ ἐκείνων ψυχή, ὡς οὗτος λέγει, τίς ἦν χρεία προσθεῖναι τὴν πρᾶξιν καὶ τὴν ζωὴν τὴν ψυχικήν; αὕτη γάρ ἐστιν ἡ πρακτική. Ἀλλὰ ταῦτα μέν, οἶμαι, πρόδηλα, ζητεῖν δὲ οὐδὲν ἧττον περιλείπεται, τίνα μὲν ἡ φύσις κίνησιν κινεῖ τὸ οὐράνιον σῶμα, τίνα δὲ ἡ ψυχή. καὶ ῥητέον, οἶμαι, ὅτι ἡ φύσις καθ’ ἑαυτὴν οὐκ ἔστιν ἱκανὴ κινῆσαι τελείαν καὶ αὐτοφυᾶ τοπικὴν κίνησιν· οὐδὲ γὰρ ἡ τῶν τεσσάρων στοιχείων κατὰ τὴν ἐπὶ τὸ ὅλον ῥοπὴν γινομένη κίνησις τελεία κίνησίς ἐστι καὶ αὐτοφυὴς ὡς ἐνυπάρχοντος τοῦ κινοῦντος, ἀλλὰ πτώσει μᾶλλον ἔοικεν ἢ ὁλκῇ τινι κατὰ τὴν ἀπὸ τῆς ὁλότητος ἐνδιδομένην τῷ μέρει δύναμιν ἐπιτελουμένη. οὐδὲ γὰρ ἔχει ταῦτα ἐν ἑαυτοῖς ὡς φυσικὰ μόνως τὸ κυρίως κινοῦν· ἡ γὰρ φύσις μὴ οὖσα αὐτοκίνητος ἑτέρωθεν κινουμένη κινεῖ, διὸ οὐδὲν μᾶλλον κινεῖν ἢ κινεῖσθαι λέγοιτο ἄν , καὶ τὰ μὲν μόρια τῶν ὅλων ἀποσπασθέντα τῆς μὲν ἐν τῷ ὅλῳ ψυχώσεως καὶ τῆς τελείας φύσεως ἐστέρηται, φύσιν δὲ ἔχειν λέγεται, καθὸ πέφυκε πάλιν συνάπτεσθαι τῷ ὅλῳ κινούμενα, τὸ δὲ ὅλον φυσικόν τε καὶ ἔμψυχον ὑπὸ ψυχῆς κυρίως κινεῖται διὰ μέσης τῆς φύσεως· ἡ γὰρ φύσις ζωή τίς ἐστιν ἐν ὑποκειμένῳ τῷ σώματι ἐπιτηδειότης οὖσα καὶ εὐφυΐα πρὸς τὸ κινεῖσθαι τὰ σώματα ὑπὸ ψυχῆς καὶ διὰ μέσης ἑαυτῆς τὴν τῆς ψυχῆς δύναμιν τὴν κινητικὴν εἰς τὸ σῶμα διαπορθμc-ύουσα. καὶ ταῦτα, οἶμαι, καὶ τῷ Ἀριστοτέλει δοκοῦντα λέγω, εἴπερ τὴν ψυχὴν ἐντελέχειαν σώματος φυσικοῦ φησι, καὶ εἴπερ ἐν τοῖς ἑξῆς, ἐν οἷς φησι “ γὰρ ἄλλων ἐν οὐδενὶ ὁρῶμεν, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως καὶ πάλιν “ἡμῖν δὲ ἐπεὶ διώρισται πρότερον, ὅτι ἐν τοῖς ἔχουσιν ἀρχὴν κινήσεως αἱ τοιαῦται δυνάμις ἐνυπάρχουσιν’’, ἀρχὴν κινήσεως ἔχειν σαφῶς τὰ ψυχὴν ἔχοντα λέγει καὶ οὐ τὰ φυσικά, ὡς καὶ ὁ Ἀλέξανδρος ἐξηγεῖται. καὶ τῷ Πλάτωνι δὲ πρὸ τοῦ Ἀριστοτέλους ταῦτα δοκεῖ, εἴπερ ἐν τῷ δεκάτῳ τῶν Νόμων τὴν ἐνάτην κίνησιν τὴν κινουμένην μὲν ὑφ’ ἑτέρου, κινοῦσαν δὲ ἕτερα, τὴν φύσιν εἶναί φησι κατὰ τὴν τοῦ κινεῖσθαι εὐφυΐαν ἀλλ’ οὐ κατὰ τὸ | κινεῖν ὑφεστῶσαν. ὥστε, εἴ τις ἔροιτο, τίν μὲν τοπικὴν κίνησιν ἡ φύσις, τίν δὲ ἡ ψυχὴ τὸν οὐ. ῥᾶνόν κινεῖ, ἐροῦμεν, ὅτι ἡ ψυχὴ διὰ μέσης τῆς φύσεως κύκλῳ κινεῖσθαι τὸν οὐρανὸν ποιεῖ μιᾶς μὲν οὔσης καὶ τῆς αὐτῆς κινήσεως, ἀλλ’ ἀπὸ μὲν τῆς φύσεως ἐχούσης τὴν αὐτοφυᾶ καὶ ἀβίαστον καὶ κατ’ αὐτὸ τὸ εἶδος ἐπιτηδειότητα πρὸς τὸ κινεῖσθαι, ἀπὸ δὲ τῆς ψυχῆς τὴν μεταβατικὴν ἐνέργειαν, πρὸς ἣν ἐπεφύκει διὰ τὴν φύσιν, ὥσπερ ἀπὸ τοῦ νοῦ τὸ ἀεὶ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ περιρέρεσθαι ὑπὸ γὰρ τούτων ἀπὸ τοῦ νοῦ χορηγουμένων ἡ ψυχικὴ κίνησις ἡ διὰ τῆς φύσεως ἐνδιδομένη τῷ σώματι συναιρεῖταί τε καὶ εἰς ὁμοιότητα τῆς νοερᾶς ἐνεργείας ἀποκαθίσταται. διὸ καὶ ὁ θεῖος ἐκεῖνος ἐρωτήσας, διότι κυλλῷ· κινεῖται ὁ οὐρανός, ὅτι νοῦν μιμεῖται, φησίν. Ἀλλὰ τῶν μὲν τοιούτων λόγων ἅλις ἔστω τὸ νῦν κατὰ τὸν ‘Αριστοτέλην. δείξας δέ, ὅτι κατ’ οὐδένα τρόπον τῶν εἰρημένων βίαιον εἶναι δυνατὸν τὴν τοῦ οὐρανοῦ κίνησιν, ἀλλὰ κατὰ φύσιν ἔχειν ἀνάγκη, εἴπερ ἀίδιός ἐστιν, ἐπήγαγεν, ὅτι οὐ μόνον τῇ ἀιδιότητι τοῦτο συνᾴδει τοῦ παντὸς τὸ μὴ βίαιον κατὰ φύσιν δὲ ἔχειν τὴν κίνησιν, ἀλλὰ καὶ τῇ μαντείᾳ, ἣν ἔχομεν περὶ παντὸς τοῦ θείου, ὅτι ἄπονον αὐτὸ χρὴ εἶναι καὶ ἐν ῥᾳστώνῃ καὶ μακαριότητι διάγειν, μόνως ἄν οὕτως ἔχοιμεν ἀναμφιλέκτως συμφώνους ἀποδιδόναι τοὺς λόγους, εἰ λέγοιμεν μὴ βίαιον, ἀλλὰ κατὰ φύσιν αὐτοῦ τὴν ἐνέργειαν. μαντείαν δὲ ἐκάλεσε τὴν κοινὴν ταύτην ἔννοιαν. ἣν ἔχομεν περὶ τῆς ἀπονίας καὶ μακαριότητος τοῦ θείου, ὅτι κρειττόνως ἢ κατὰ ἀπόδειξιν ἐνυπάρχουσα βεβαιοτάτη καὶ ἀμετάπειστός ἐστιν· τοιαῦται γὰρ αἱ μαντεῖαι κατὰ θείαν γνῶσιν ὑπὲρ πᾶσαν ἀπόδειξιν προερχόμεναι μετὰ πίστεως ἀμεταθέτου. p. 284 a 6 ἐπειδὴ δέ τινές εἰσιν, οἵ φασιν εἶναι ἓως τοῦ ἐν ἅπασιν ὁμοίως ἐνόμιζον· ὑπάρχειν. εἰπὼν περὶ τοῦ ὅλου οὐρανοῦ, ὅτι ἁπλοῦς, ὅτι τῶν τεσσάρων στοι- χείων ἐξῃρημένος, ὅτι κυκλοφορητικός, ὅτι ἀγένητος καὶ ἄφθαρτος καὶ ἀναυξὴς καὶ ἀναλλοίωτος καὶ ἀπαθὴς πάσης θνητῆς δυσχερείας, εντι δὲ ἄπο· νος ὡς ἀβιάστως καὶ κατὰ φύσιν κινούμενος, καὶ τῶν περὶ αὐτοῦ κοιῶν ἐννοιῶν ὡς περὶ θεοῦ μαντευομένων ὑπομνήσας ἡμᾶς· καὶ γὰρ πρῶτον τὸν οὐρανὸν καὶ τὰ ἐν οὐρανῷ παρὰ τὸ θέειν θεοὺς ἐκάλεσαν ἄνθρωποι καὶ ἀπὸ τούτων εἰς ἐπίγνωσιν ἦλθον τοῦ τε δημιουργοῦ καὶ τῶν ἄλλων θείων τάξεων. ταῦτα οὖν εἰπὼν εἰκότως λοιπὸν περὶ τῶν μερῶν τοῦ οὐρανοῦ προτίθεται διδάξαι. διττὰ δὲ τὰ μέρη, τὰ μὲν καθ’ αὑτά, ὡς αἱ σφαῖραι | καὶ οἱ ἀστέρες, τὰ δὲ πρός τι καὶ κατὰ σχέσιν, ὡς τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν τό τε ἔμπροσθεν καὶ τὸ ὄπισθεν καὶ τὸ ἄνω καὶ τὸ κάτω· διχῶς δὲ καὶ ταῦτα θεωρεῖται κατά τε τὴν θέσιν καὶ κατὰ τὴν κίνησιν. καὶ περὶ πρώτων διαλέγεται τῶν κατὰ σχέσιν, διότι τοῖς μὲν πολλοῖς ἀμφισβητήσιμον ἐδόκει τὸ ἔχειν ὅλως ταῦτα τὸν οὐρανὸν ἁπλοῦν ὄντα καὶ ὁμοιομερῆ, οἱ δὲ Πυθαγόρειοι τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐτίθεσαν ἐν ταῖς δέκα συστοιχίαις, ἃς ἁπάντων κοινὰς ἀρχὰς ἔλεγον, ὥστε καὶ τοῦ οὐρανοῦ. εἴπερ οὖν ὅλως, φησίν, ἐν οὕτως ὁμοιομερεῖ τῷ τοῦ οὐρανοῦ σώματι, ταὐτὸν δὲ εἰπεῖν τῷ τοῦ παντὸς τοῦ κατὰ τὸν οὐρανὸν ὁριζομένου, ταύτας χρὴ τὰς ἀρχὰς ἐνορᾶν τὰς κατὰ τὸ δεξιὸν καὶ ἀριστερόν, σκεπτέον, πότερον τοῦτον ἔχει τὸν τρόπον, ὡς οἱ Πυθαγόρειοι λέγουσιν αὐτά, ἢ μᾶλλον ἑτέρως, ὡς ἡμεῖς ἐπινοοῦμεν. τριῶν γὰρ οὐσῶν τοῦ σώματος διαστάσεων, μήκους, πλάτους, βάθους, καὶ δύο καθ’ ἑκάστην διάστασιν περάτων τρεῖς γίνονται συζυγίαι διάφοροι ἐν τοῖς τῶν ζῴων σώμασι. τοῦ μὲν γὰρ μήκους πέρατα τὸ ἄνω καὶ τὸ κάτω, τοῦ δὲ πλάτους τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, δὲ βάθους τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, καί ἐστι τὸ μὲν ἂνω τοῦ μήκους ἀρχή, τὸ δὲ δεξιὸν τοῦ πλάτους, τὸ ἒμπροσθεν τοῦ βάθους. ἀρχαὶ δὲ τῶν κινήσεων αὗται· ἀπὸ γὰρ τούτων ἄρχονται πρῶτον αἱ κινήσεις τοῖς ἔχουσιν αὐτά, τουτέστι τοῖς ζῴοις, ἀπὸ μὲν τοῦ ἂνω ἡ αὔξησις, ἀπὸ δὲ τῶν δεξιῶν ἡ κατὰ τόπον, ἀπὸ δὲ τῶν ἔμπροσθεν ἡ κτὰ τὴν αἴσθησιν καὶ μάλιστα τὴν εἰς τὸ πρόσω τεινομένην· διὸ οὐδὲ ἐν πᾶσι τοῖς σώμασι ζητοῦμεν ταύτας τὰς ἀρχάς, ἀλλ’ ἐν τοῖς ἔχουσιν ἀρχὴν κινήσεως ἐν ἑαυτοῖς ἐπὶ πάσας τὰς διαστάσεις φοιτώσης, ταῦτα δέ ἐστι τὰ ἔμψυχα. τὰ γὰρ ἄψυχα, οἷον βῶλος ἢ σπινθήρ, κἄν ἔχη κινήσεως ἀρχήν, οὐ ψυχικῆς ἔχει τῆς ἐπὶ πάντα ἰούσης, ἀλλὰ φυσικῆς τῆς ἐφ’ ἓν ἀφωρισμένης· ἡ μὲν γὰρ βῶλος ἐπὶ τὸ μέσον μόνον, ὁ δὲ σπινθὴρ ἐπὶ τὸ ἄνω. κἄν λέγωμέν ποτε καὶ ἐπὶ τῶν μορίων τῶν ἐν τοῖς ἀψύχοις τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, πρὸς ἡμᾶς ἀναφέροντες λέγομεν· ἢ γὰρ δεξιὰ λέγομεν τὰ κατὰ τὰ ἡμέτερα δεξιά, ὥσπερ οἱ μάντεις· καὶ γὰρ δεξιὸν ὄρνιν τὸν ἐν τοῖς δεξιοῖς ἡμῶν καὶ σύμβολον δεξιὸν οὕτω λέγομεν· ἢ καθ’ ὁμοιότητα τοῖς ἡμετέροις, ὡς ἐπὶ τῶν ἀνδριάντων δεξιὰν χεῖρα λέγομεν καὶ ἀριστεράν, ἡ τὰ ἐναντίως ἒχοντα τῇ θέσει ὡς ἀντιπρόσωπα δοκεῖν ἡμῖν εἶναι, ὡς ἐν τοῖς κατόπτροις δεξιὸν μὲν τὸ κατὰ τὸ ἡμέτερον ἀριστερόν, ἀριστερὸν δὲ τὸ κατὰ τὸ ἡμέ- τερον δεξιόν· ἐν τοῖς ἀψύχοις δὲ οὐ μίαν ὁρῶμεν κατὰ φύσιν διαφοράν. τὰ γὰρ πρὸς ἡμᾶς λαμβανόμενα ἐὰν ἀνάπαλιν στραφῇ , τὰ ἐναντία τῶν πρότερον ἐροῦμεν δεξιὰ καὶ ἀριστερὰ καὶ ἄνω καὶ | κάτω καὶ ἒμπροσθεν σθεν καὶ ὄπισθεν. τούτων τὰ πλεῖστα σαφῶς ἡμῖν ὁ Ἀριστοτέλης ἐν τῇ Περὶ πορείας ζῴων παραδέδωκεν, εἰς ἣν πραγματείαν καὶ νῦν τὸν λόγον ἀνέπεμψε. γράφει δὲ ἐν ἐκείνοις οὕτως· ‘ τὸ μὲν ἄνω καὶ κάτω μόριον πάντα ἔχει τὰ ζῶντα· οὐ μόνον γὰρ ἐν τοῖς ζῴοις ἐστὶ τὸ ἄνω καὶ κάτω, ἀλλὰ καὶ ἐν τοῖς φυτοῖς’’· καὶ ὀλίγον προβάς· “ ὃσα δὲ μὴ μόνον ζῇ, ἀλλὰ καὶ ζῷά ἐστι, τοῖς τοιούτοις ὑπάρχει τό τε ἔμπροσθεν καὶ ὂπισθεν· αἴσθησιν γὰρ ἔχει πάντα ταῦτα’’· καὶ πάλιν ὀλίγον προβάς· “ὃσα δὲ τῶν ζῴων μὴ μόνον αἰσθήσεως κοινωνεῖ, ἀλλὰ δύναται ποιεῖσθαι τὴν κατὰ τόπον μεταβολὴν αὐτὰ δι’ ἑαυτῶν, ἐν τούτοις δὲ διώρισται πρὸς τοῖς λεχθεῖσι τό τε ἀριστερὸν καὶ τὸ δεξιόν, καὶ ὁμοίως τοῖς πρότερον εἰρημένοις ἔργῳ τινὶ καὶ οὐ θέσει διωρισμένον ἑκάτερον αὐτῶν ”· ἔνια δὲ τῶν ζῴων, ὅσα μὴ κινεῖται κατὰ τόπον, ὡς τὰ ζωόφυτα λεγόμενα, ταῦτ’ οὐκ ὅν ἔχοι τὸ ἀριστερόν τε καὶ δεξιόν. ‘ Ως δὴ τούτων οὕτως ἐχόντων τρία ταῦτα τοῖς Πυθαγορείοις ἐγκαλεῖ ὁ Ἀριστοτέλης· πρῶτον ‘μέν, ὅτι ἓξ οὐσῶν τῶν τοιούτων διαφορῶν δύο μόνας οὗτοι παρέλαβον τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν τἀς τέσσαρας παρραλιπόντεσ τό τε ἄνω καὶ τὸ κάτω καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν· δεύτερον, ὅτι τὰς κυριωτέρας παραλελοίπασι τό τε ἄνω καὶ τὸ κάτω· τοῦτο δὲ διὰ πλειόνων δείκνυσιν ἐπιχειρημάτων· πρῶτον μέν, ὅτι καὶ ἐν τούτοις διαφοραὶ ἐναργεῖς εἰσιν οὐκ ἔλαττον ἢ τῷ δεξιῷ πρὸς τὸ ἀριστερὸν ἢ τό γε ἀληθὲς καὶ ἔτι μᾶλλον καὶ φυσικώτερον ἐν τούτοις ἤπερ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· οἷον δεξιὰ χεὶρ καὶ ἀριστερὰ καὶ πόδες ὁμοίως οὐδὲν ἀλλήλων κατὰ τὰ σχήματα διαφέροντα τῇ δυνάμει μόνον διαφέρουσι· χεὶρ μὲν γὰρ δεξιὰ τῆς λαιᾶς ἐρρωμενεστέρα, τῶν δὲ ποδῶν ὁ μὲν λαιὸς πρὸς τὸ στηρίζεσθαι μᾶλλον ἐπιτήδειος, ὁ δὲ δεξιὸς πρὸς τὸ ἄρχειν κινήσεως, καὶ τῶν ὤμων ὁμοίως ὁ μὲν λαιὸς πρὸς τὸ ἀχθοφορεῖν, ὁ δὲ δεξιὸς πρὸς τὸ κινεῖσθαι ἐπιήσδειος, καίτοι κατὰ τὸ σχῆμα μηδὲν ἀλλήλων διαφέροντα· κεφαλὴ δὲ ποδῶν καὶ ἀκρεμόνες ῥιζῶν καὶ ὅλως τὰ ἄνω τῶν κάτω καὶ τὰ ἔμπροσθεν τῶν ὄπισθεν οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ τῷ σχήματι διενηνόχασι. τοῦτό τε οὖν ἐγκαλεῖ τοῖς Πυθαγορείοις, ὅτι τῶν ἓξ ἀρχῶν οὗτ·οι δύο μόνας παρέλαβον τὰς μᾶλλον διαφερούσας καὶ κυριωτέρας παραλιπόντες, καὶ δεύτερον , ὅτι τὰς κοινοτέρας καὶ καθολικωτέρας παρέλιπον, εἴπερ τὸ μὲν ἂων καὶ τὸ κάτω πᾶσι τοῖς ἐμψύχοις ἔνεστιν ὁμοίως ζώοις τε καὶ φυτοῖς, τὸ δὲ δεξιὸν καὶ τὸ ἀριστερὸν οὐκ ἐνυπάρχει τοῖς φυτοῖς· καὶ τρίτον, ὅτι τὰ πρότερα τῇ φύσει παραλιπόντες τὰ ὕστερα παρέλαβον· πρότερον γὰρ τὸ μῆκος τοῦ πλάτους, εἴπερ ἡ γραμμὴ τῆς ἐπιφανείας προτέρα τῇ φύσει καὶ ἀρχοειδεστέρα ὡς καὶ τὸ σημεῖον τῆς γραμμῆς, καὶ εἴπερ ἡ ἐπὶ τὸ μῆκος αὔξησις προτέρα γίνεται τοῖς ζῴοις τῆς ἐπὶ ι τὸ πλάτος, καὶ εἰ συναναιρεῖ μὲν ἡ γραμμή, οὐ συναναιρεῖται δέ. εἰ οὖν μῆκος πλάτους πρότερον τῇ φύσει, τῶν δὲ προτέρων τῇ φύσει καὶ αἱ ἀρχαὶ πρότεραι, αἱ τοῦ μήκους ἄρα ἀρχαί, τουτέστι τὸ ἄνω καὶ τὸ κάτω, τῶν τοῦ πλάτους ἀρχῶν τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ πρότεραί εἰσι τῇ φύσει. πολλαχῶς δὲ τοῦ προτέρου λεγομένου, ἢ θέσει ὡς ἐπὶ τῶν προκαθημένων ἢ τάξει ὡς τὰ προοίμια τῶν διηγήσεων ἢ δυνάμει καὶ τιμῇ ὡς ὁ ἄρχων τῶν ἀρχομένων ἢ τῇ φύσει ὡς τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ ἢ χρόνῳ καὶ γενέσει ὡς πατὴρ υἱέος, τὸ ἄνω, φησί, τοῦ δεξιοῦ κατὰ γένεσιν ἄν εἴη πρότερον, διότι ἡ ἐπὶ τὸ μῆκος αὔξησις, ὡς εἴρηται, προτέρα γίνεται τοῖς ζῴοις τῆς ἐπὶ τὸ πλάτος. εἰ οὖν πρότερον τὸ μῆκος γίνεται τοῦ πλάτους, ἐστὶ δὲ τοῦ μὲν μήκους ἀρχὴ τὸ ἄνω, τοῦ δὲ πλάτους τὸ δεξιόν, καὶ ἡ ἀρχὴ ἡ τοῦ προτέρου πρότερον ἄν εἴη κατὰ γένεσιν. τέταρτον δὲ πρὸς τούτοις, εἰ τὸ μὲν ἄνω ἐστὶ τὸ ὅθεν ἡ κίνησις ἡ κατὰ αὒξησιν εἰδοποιεῖται, τὸ δὲ δεξιὸν ἀφ’ οὖ ἡ κίνησις ἄρχεται, καὶ τὸ εἰς τὸ πρόσθεν τὸ ἐφ’ ὃ πρόεισιν αὕτη, κυριωτέρα δὲ καὶ οὐσιωδεστέρα ἐστὶν ἡ κατὰ αὔξησιν κίνησις τῷ ζῴῳ τῆς κατὰ τόπον, δῆλον, ὅτι καὶ τὸ ἄνω κυριωτέραν δύναμιν ἀρχῆς ἄν ἔχοι πρὸς τὰς ἄλλας διαφοράς · ἀτόπως οὖν τὸ δεξιὸν καὶ ἀριστερὸν παραλαβόντες τὸ ἄνω καὶ τὸ κάτω παρέλιπον. οὕτω μὲν οὖν κατεσκεύασεν ὁ Ἀριστοτέλης τὸ τὰς κυριωτέρας καὶ ἀρχηγικωτέρας παραλελεῖφθαι διὰ πλειόνων ἐπιχειρημάτων, δυνατὸν δὲ ἀπὸ τῆς διαφορᾶς τῶν προθέσεων τῆς τε ὅθεν καὶ τῆς ἀφ’ οὗ καὶ τῆς ἐφ’ ὃ οὐ πρότερον νῦν τὸ ἄνω τοῦ δεξιοῦ καὶ τοῦ ἔμπροσθεν δεικνύναι, ἀλλ’ ἕτερον μόνον· εἰ γὰρ ἕτεραι αἱ προθέσεις, ἕτεραι καὶ αἱ κατ’ αὐτὰς λεγόμεναι ἀρχαί. τρίτον δὲ αὐτοῖς ἐγκαλεῖ ἢ δεύτερον, εἴ τις ὡς ἓν πάντα τὰ πρῶτα λαμβάνοι τὸ τὰ κυριώτερα παραλελεῖφθαι δι’ αὐτῶν λέγων κατεσκευάσθαι, τρίτον δ’ οὖν αὐτοῖς ἢ δεύτερον ἐπάγει, διότι κοινῶς ἐν ἅπασιν ὑπάρχειν ταύτας τὰς ἀρχὰς ἐνόμιζον τὴν κατὰ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, καίτοι γε ἐν τοῖς ἀψύχοις μὴ ὑπαρχούσας κατὰ φύσιν· κἄν γὰρ λέγωνται καὶ ἐν ἐκείνοις, κατὰ τὴν πρὸς ἡμᾶς ἀναφορὰν λέγονται, ὡς εἴρηται πρότερον. τὸ δὲ ἐν πᾶσιν αὐτοὺς τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν λέγειν ἔλαβεν ἐκ τοῦ τῶν δέκα συστοιχιῶν, ἃς πάντων κοινὰς ἀρχὰς ἔλεγον, μίαν τὴν κατὰ τὸ δεξιὸν καὶ ἀριστερὸν λαμβάνειν, ἐπεὶ οὐχ ὡς ἐπὶ τοῦ οὐρανοῦ ἰδικῶς ταῦτα θεωρούντων τίς οὖν ὁ τῶν Πυθαγορείων σκοπὸς καὶ πῇ καλῶς ἐκείνων λεγόντων ὁ Ἀριστοτέλης πρὸς τὸ φαινόμενον ἀντεῖπε τοῦ λόγου; οἱ μὲν οὖν Πυθαγόρειοι εἰς δύο συστοιχίας πάσας τὰς ἀντιθέσεις ἀναγαγόντες, τὴν μὲν χείρονα, τὴν δὲ κρείττονα, ἤτοι τοῦ ἀγαθοῦ καὶ κακοῦ, καὶ τῇ δεκάδι συμβολικῶς ὡς τῷ παντὶ ἀριθμῷ συμπληρώσαντες ἑκατέραν ἑκάστην ἀντίθεσιν θέσιν τῶν δέκα οὕτω παρέλαβον ὡς πάσας τὰς ἑαυτῆς συγγενείας συνεμφαίνουσαν. καὶ τῶν τοπικῶν οὗν σχέσεων τὸ δεξιὸν καὶ ἀριστερὸν παρέλαβον, ἅμα μὲν ὅτι τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐνδείκνυται ταῦτα· δεξιὰν γοῦν φύσιν καὶ δεξιὰν τύχην λέγομεν τὰς ἀγαθὰς δηλοῦντες καὶ λαιὰς τὰς ἐναντίας· ἅμα δὲ ὅτι, ἐν οἷς μὲν τὸ δεξιὸν καὶ ἀριστερόν ἐστιν, ἐν τούτοις καὶ τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, ὡς ὁ Ἀριστοτέλης διώρισεν, οὐ μέντοι ἀνάπαλιν· εἰκότως οὖν ἐκ τούτων καὶ τὰς ἄλλας τοπικὰς ἀντιθέσεις ἐδήλωσαν. τὸ γοῦν δεξιὸν καὶ ἄνω καὶ ἔμπροσθεν καὶ ἀγαθὸν ἐκάλουν, τὸ δὲ ἀριστερὸν καὶ κάτω καὶ ὄπισθεν καὶ κακὸν ἔλεγον, ὡς αὐτὸς Ἀριστοτέλης ἱστόρησεν ἐν τῇ τῶν Πυθαγορείοις ἀρεσκόντων συναγωγῇ. ‘Ο μὲν οὖν ὅλος τῶν προκειμένων σκοπὸς εἴρηται, ἐν δὲ τοῖς κατὰ μέρος, ὅταν λέγῃ “ τοῖς μὲν τὰ τοιαῦτα μόρια, λέγω δὲ οἷον τό τε δες̔ιὸν καὶ τὸ ἀριστερόν ”, ἐνδεῖ τῇ λέξει “τό τε ἔμπροσθεν καὶ τὸ ὄπισθεν καὶ τὸ ἄνω καὶ τὸ κάτω”, ἅπερ ὡς γνώριμα διὰ τῶν εἰρημένων ἐσόμενα παρῆκεν. ὅταν δὲ λέγῃ “ ταύτας δὲ τὰς διαστάσεις εὔλογον ὑπάρχειν τοῖς σώμασι τοῖς τελείοις ’’, οὐχὶ τὸ μῆκος λέγει καὶ πλάτος καὶ βάθος· ταῦτα γὰρ παντὶ σώματι ὑπάρχει· ἀλλὰ τὰς τρεῖς ἀντιθέσεις, ἄνω κάτω, πρόσθεν ὄπισθεν, δεξιὸν ἀριστερόν. τέλεια δὲ σώματα λέγει, ὅσα οὐ μόνον ζωὴν ἔχει θρεπτικὴν καὶ αὐξητικήν, ὥσπερ τὰ φυτά, οὐδὲ αἴσθησιν πρὸς τούτοις μόνον, ὥσπερ τὰ ζωόφυτα, ἀλλὰ καὶ ὄρεξιν καὶ τὴν κατὰ τόπον μεταβολήν, ὡς τὰ τέλεια ζῷα· διὸ καὶ ἐπήγαγεν “ἒστι δὲ τὸ μὲν ἄνω τοῦ μήκους ἀρχὴ’’ καὶ τῇ ἑξῆς. ἐπιστήσαι δὲ χρὴ καὶ τῇ λέξει τῇ λεγούσῃ “ τῶν γὰρ ἀψύχων ἐν οὐδενὶ ὁρῶμεν, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ” καὶ τῇ τοῦ Ἀλεξάνδρου ἐξηγήσει λέγοντος ἲς ἀρχὴν δὲ κινήσεως λέγοι ἄν τὴν δύναμιν τὴν κινητικήν. ἔχει μὲν γὰρ καὶ τὰ ἄψυχα ἀρχήν τινα κινήσεως, εἴ γέ ἐστι φυσικὰ σώματα, ἀλλ’ οὐ τὴν κινοῦσαν ἀρχὴν ἔχει οὐδὲ κινητικὴν δύναμιν ἐν αὐτοῖς· ἔξωθεν γάρ ἐστι τὸ κινοῦν αὐτά· ἀλλὰ ἀρχὴν καὶ δύναμιν ἔχει τοῦ κινεῖσθαι τὴν παθητικήν”, οἷον φύσιν ἔχει τοῦ κινεῖσθαι, οὐκ ἐξ ἑαυτῶν δέ, ἀλλὰ ὑπ’ ἄλλου, ὡς ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει. ὥστε, εἴ τις ζητεῖ, πῶς μὲν ἡ φύσις κινεῖ τὸν οὐρανόν, πῶς δὲ ἡ ψυχή, οὐ ῥητέον, ὡς ὁ Ἀλέξανδρος ἔλεγεν, ὅτι ταὐτόν ἐστιν ἐκεῖ φύσις καὶ ψυχή· πῶς γὰρ ἂν εἴη ταὐτόν, εἴπερ ἡ μὲν φύσις δύναμις παθητικὴ τοῦ κινεῖσθαί ἐστιν ἐν ὑποκειμένῳ οὖσα τῷ κινουμένῳ, ἡ δὲ ψυχὴ τὸ ἔξωθεν κινοῦν; οὐκ ἄρα ταὐτὸν ῥητέον ψυχὴν καὶ φύσιν ἐπὶ τοῦ οὐρανοῦ, τὴν αὐτὴν μέντοι κίνησιν κατ’ ἄμφω κινεῖσθαι, ἀλλὰ κατὰ μὲν τὴν ψυχὴν ὡς κινοῦσαν ἒξωθεν, κατὰ δὲ τὴν φύσιν ὡς ἀρχὴν τοῦ κινεῖσθαι ἐνυπάρχουσαν. | ὅταν δὲ ἐπὶ τῶν ἀψύχων λέγῃ “τὰ μὲν γὰρ ὅλως οὐ κινεῖται, τὰ δὲ κινεῖται μέν, ἀλλ’ οὐ πανταχόθεν ὁμοίως ”, μὴ κινεῖσθαι μὲν λέγει τὰ τὸν οἰκεῖον τόπον κατειληφότα ἤδη, ἐν ᾧ μένει λοιπόν, μὴ πανταχόθεν δὲ κινεῖσθαι, τουτέστι μὴ κατὰ τὰς ἓξ διαστάσεις, ἀλλ’ ἢ ἄνω μόνον, ὡς τὸ πῦρ, ἢ κάτω, ὡς ἡ γῆ. Ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον. p. 285a27 ‘Ημῖν δὲ ἐπεὶ διώρισται πρότερον ἓως τοῦ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. Αἰτιασάμενος τοὺς Πυθαγορείους ὡς τὰς κυριωτέρας ἀρχὰς παραλιπόντας τῶν διαστάσεων καὶ ὡς τὰς μὴ κοινὰς ὡς κοινὰς παραλαβόντας ἐφεξῆς λοιπὸν αὐτὸς ὑφηγεῖται, πῶς ἐπὶ τοῦ οὐρανοῦ χρὴ λαμβάνειν αὐτὰς τὰς ἀντιθέσεις τῶν διαστάσεων. καὶ πρῶτον, ὅτι καὶ ἐπὶ τοῦ οὐρανοῦ χρὴ ζητεῖν αὐτάς, δείκνυσιν οὕτως. ὁ οὐρανὸς ἔμψυχός ἐστι· τὸ ἔμψυχον ἔχει κινήσεως ἀρχὴν ἐν ἑαυτῷ τὴν κατὰ τὸ κινεῖν· τῷ ἔχοντι ἀρχὴν κινήσεως τοιαύτην καὶ αἱ δυνάμεις αὖται ὑπάρχουσι· διώρισται γὰρ πρότερον, ὅτι οὐκ ἐν παντὶ σώματι τὸ ἄνω καὶ κάτω καὶ ἀριστερὸν καὶ δεξιὸν καὶ ἔμπροσθεν καὶ ὄπισθεν ζητητέον, ἀλλ’ ὅσα ἔχει κινήσεως ἀρχὴν ἐν ἑαυτοῖς τὴν κατὰ τὸ κινεῖν ἔμψυχα ὄντα· ὁ ἄρα οὐρανὸς ἔχει ταύτας τὰς δυνάμεις. κἄν γὰρ μὴ ηὔξηται ὁ οὐρανός, οὐ κωλύεται τὸ ἄνω καὶ τὸ κάτω ἔχειν· οὐδὲ γὰρ τῶν αὐξομένων τὰ παυσάμενα τῆς αὐξήσεως εὐθὺς παύεται τοῦ τὸ ἄνω καὶ τὸ κάτω ἔχειν. ἔδειξε δὲ αὐτὸς ἐν τοῖς προλαβοῦσι τὴν κατὰ τὸ μῆκος αὔξησιν ἐπὶ τὸ ἄνω γενομένην, ἐν οἷς γίνεται, χρώμενος ἐναργεῖ τούτῳ σημείῳ τοῦ εἶναί τε τὸ ἄνω καὶ τὸ κάτω ἐν τοῖς ζῴοις καὶ ἄλλο εἶναι τοῦ δεξιοῦ καὶ ἀριστεροῦ. καὶ τούτου οὕτως ἔχοντος δείκνυσι καθόλου, ὅτι, ἐν οἷς τὸ δεξιὸν καὶ ἀριστερόν ἐστι ζῴοις οὖσι τελείοις καὶ ἔχουσιν ἐν ἑαυτοῖς τῆς κατὰ τόπον κινήσεως τὴν τοῦ κινεῖν ἀρχήν, ἐν τούτοις ἐστὶ τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν· προτέρα γὰρ ἡ αὔξησις, εἶτα ἡ αἴσθησις, εἶτα ἡ ὄρεξις καὶ ἡ κατὰ τὴν ὄρεξιν τοπικὴ κίνησις. ἐπειδὴ δέ τινες τῶν ἐμοὶ προσκυνητῶν φιλοσόφων ἔμψυχον οὕτω λέγεσθαι τὸν οὐρανὸν ὑπὸ τοῦ Ἀριστοτέλους οἴονται ὡς ἔχοντα ζωὴν σύμφυτον τῷ σώματι, καθ’ ἣν ἔχει τὴν τῆς κινήσεως ἀρχήν, ἀλλ’ οὐχ ὡς λογικὴν ἔχοντα ψυχήν, ἀξιῶ αὐτοὺς πρῶτον μὲν ἀποδέχεσθαι τὸν ‘Αριστοτέλην ἄλλα μὲν τὰ ἔμψυχα ἄλλα δὲ τὰ φυσικὰ λέγοντα, ἔπειτα τὸ ἔμψυχον τοῦτο ἀπ’ ἐκείνων κρίνειν τῶν λόγων, ἐν οἷς φησιν ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ περὶ τῶν οὐρανίων “ἀλλ’ ἡμεῖς ὡς περὶ σωμάτων μόνον αὐτῶν καὶ μονάδων διανοούμεθα τάξιν μὲν ἐχόντων, ἀψύχων δὲ πάμπαν· δεῖ δὲ ὡς μετεχόντων ὑπολαμβά|νειν πράξεως καὶ ζωῆς· ” τὸ γὰρ πράττειν λογικῆς ψυχῆς ἐστι καὶ κατ’ αὐτόν. p. 285 a 31 Οὐ δεῖ γὰρ ἀπορεῖν διὰ τὸ σφαιροειδὲς εἶναι ἕως τοῦ κἂν εἰ σταίη, κινηθείη ἂν πάλιν. ‘ Αποδείξας τὸ δεῖν καὶ ἐν τῷ οὐρανῷ ζητεῖν τὰς τοιαύτας ἀρχὰς δύο φερομένας πρὸς τὸν λόγον τοῦτον ἐνστάσεις τίθησί τε καὶ διαλύει τὴν μὲν κοινὴν πρὸς πάσας ταύτας τὰς ἀντιθέσεις τὴν ἀπὸ τῆς ὁμοιότητος τῶν τοῦ οὐρανοῦ μορίων. πῶς γὰρ σφαιροειδὴς ὢν ὁ οὐρανὸς καὶ ὁμοιομερὴς τὸ δεξιὸν ἔχει καὶ τὸ ἀριστερὸν ἢ τὸ ἄνω καὶ τὸ κάτω ἢ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν καὶ τοῖς σχήμασι τούτων διαφέρειν ὀφειλόντων; αὐτὸς δὲ τὸ δεξιὸν μόνον καὶ τὸ ἀριστερὸν ὠνόμασεν ἀπὸ τούτων, οἶμαι, καὶ τὰ ἄλλα δηλῶν, διότι τὰ τὸ δεξιὸν καὶ ἀριστερὸν ἔχοντα ζῷα ὄντα καὶ τὰς ἄλλας ἔτι πρότερον ἀντιθέσεις ἔχει. τὴν δὲ ἑτέραν ἔνστασιν πρὸς τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐνισταμένην συντόμως ᾐνίξατο διὰ τοῦ καὶ κινουμένων τὸν ἅπαντα χρόνον. εἰ γὰρ τὸ δεξιὸν ἐν τοῖς ζῴοις τοῦτό ἐστιν, ἀφ’ οὗ ἡ ἀρχὴ ἐπὶ τῆς κατὰ τόπον κινήσεως, ἐπὶ τοῦ ἀεὶ κινουμένου καὶ μηδέποτε τῆς κινήσεως ἀρξαμένου πῶς οἷόν τε λέγειν ἀρχὴν τῆς κατὰ τόπον κινήσεως; ταύτας δὴ τὰς ἐνστάσεις ὑπενεγκών, τὴν μὲν προτέραν διὰ πλειόνων, ἄμφω δὲ συντόμως διὰ τοῦ ὁμοίων γε ἂντων πάντων τῶν μορίων καὶ κινουμένων τὸν ἅπαντα χρόνον, ἐπιλύεται τὴν μὲν προτέραν, ὅτι οὐκ ἀπὸ τοῦ σχήματος χρὴ λαμβάνειν τὴν διαφοράν, ἀλλ’ ἀπὸ τῆς δυνάμεως· καὶ γὰρ ἐν τοῖς ζῴοις, ἐν οἷς δοκεῖ καὶ κατὰ σχῆμα καὶ κατὰ δύναμιν εἶναι ἡ διαφορά, εἴ τις σφαιρικὸν σχῆμα περιθείη, οὐ διὰ τὴν τοῦ σχήματος ὁμοιότητα τὴν κατὰ τὰς δυνάμεις διαφορὰν ἀναιρεῖ. ἀλλ’ ἐρεῖ τις ἴσως, ὅτι, ἡ περίθεσις τοῦ σφαιρικοῦ σχήματος εἰ μενούσης γίνεται τῆς κατὰ τὸ σχῆμα διαφορᾶς, οὐδὲν θαυμαστόν, εἰ καὶ ἡ κατὰ δυνάμεις παραμένει· ἡ γὰρ σφαιρικὴ περίθεσις οὕτω λέγεσθαι δοκεῖ ὡς με· νούσης ἔνδον τῆς κατὰ τὸ σχῆμα διαφορᾶς. ἀλλὰ μήποτε οὐχ οὕτως ἀκούειν χρὴ τοῦ σφαῖραν περιθεῖναι· τί γὰρ ἄν ἦν τὸ ἔξωθεν ὡς ἱματίῳ περικαλύψαι τῇ σφαίρᾳ; ἀλλ’ ἀντὶ τῆς ἀνομοιομεροῦς διοργανώσεως εἴ τις σφαῖραν περιθείη τῶν δυνάμεων τῶν διαφόρων μενουσῶν, ἡ διαφορὰ σωθήσεται, καὶ ἐκεῖθεν ἄρξονται αἱ ἐνέργειαι καὶ τῆς αὐξήσεως καὶ τῆς αἰσθήσεως καὶ τῆς κινήσεως, ὅθεν καὶ νῦν ἄρχονται· ὅλως δὲ ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς οὐδὲ ἔστι διαφορὰ τῶν σχημάτων, ἀλλ’ αἱ δυνάμεις εἰσὶν αἱ ποιοῦσαι τὴν διαφοράν. τὴν δὲ δευτέραν ἔνστασιν λύει ὑποτιθέμενος ἄρξασθαι ἄν ποτε τῆς κινήσεως τὸν οὐρανὸν καὶ ἱστῶν αὐτὸν τῷ λόγῳ καὶ | σκοπῶν, πόθεν ἄν ἄρξαιτο κινεῖσθαι. πολλὰ γὰρ καὶ τῶν ἀδυνάτων ὑποτιθέμεθα τῷ λόγῳ τὴν τῶν πραγμάτων ἀκολουθίαν ζητοῦντες, ὡς ὅταν τὰς ποιότητας καὶ ποσότητας τῆς ἐνύλου οὐσίας χωρίζωμεν οὔτε τῆς ποιότητος καὶ ποσότητος χωρὶς οὐσίας εἶναι δυναμένων οὔτε τῆς οὐσίας τούτων χωρίς. καὶ τοῦτο δὲ Πλατωνικῶς ὁ Ἀριστοτέλης εἶπεν· ἐν γὰρ τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων· “ εἰ σταίη’ φησὶ “ τὰ πάντα ὁμοῦ γενόμενα, τίνα ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν γενέσθαι τῶν εἰρημένων ” ; Κατὰ δὲ τὴν λέξιν, ὅταν λεγῃ δόξει δὲ οὐ διὰ τὴν ὁμοιότητα τοῦ σχήματος, ἐν τῷ “ δόξει δὲ οὒ ” ὑποστικτέον. p. 285 b 8 Λέγω δὲ μῆκος μὲν αὐτοῦ ἓως τοῦ συμβαίνει δὲ τοὐναντιον. Δείξας, ὅτι καὶ ἐν τῷ οὐρανῷ χρὴ τὰς τοιαύτας διαστάσεις ζητεῖν, καὶ τὰς ἐνστάσεις τὰς πρὸς τοῦτο ἐπιλυσάμενος λοιπὸν διδάσκει, πῶς αὐτὰς ἐπὶ τοῦ οὐρανοῦ χρὴ λαμβάνειν, πρῶτον μὲν τὸ μῆκος εὑρίσκων ἐκ τοῦ μεγέθους τῆς διαστάσεως· μῆκος γὰρ ἐν πᾶσι τοῖς σώμασι λέγεται τὸ μέγιστον ἐν αὐτοῖς διάστημα· εἰ οὖν μέγιστον ἐν σφαίρᾳ τὸ κατὰ τὴν διάμετρον· αὕτη γὰρ μεγίστη τῶν ἐν αὐτῇ εὐθειῶν· ἀπείρους δὲ διαμέτρους δυνατὸν λαβεῖν ἐν τῇ σφαίρᾳ, τὴν ὡρισμένην ληπτέον· ὥρισται δὲ ἡ κατὰ τὸν ἄξονα· τοῦτο ἄρα μῆκος τοῦ οὐρανοῦ. τοῦ δὲ μήκους τὰ πέρατα τὸ ἄνω καὶ τὸ κάτω ἐστίν, ὥσπερ τοῦ πλάτους τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· καὶ τῶν πόλων ἄρα ὁ μὲν ἄνω ἐστίν, ὁ δὲ κάτω· ποῖος δὲ ποτέρως, τέως ἄδηλον. ὅτι δὲ τὴν κατὰ τὸ ἄνω καὶ κάτω διαφορὰν ἐν τοῖς πόλοις ὁρᾶν χρή, δείκνυσιν αὐτὸς καὶ ἐκ τοῦ ἀπείρων λαμβανομένων ἡμισφαιρίων ταῦτα μόνα ὡρισμένα εἶναι, ἐν οἷς οἱ πόλοι, τό τε βόρειόν φημι καὶ τὸ νότιον, τὰ ὑπὸ τοῦ ἰσημερινοῦ κύκλου διοριζόμενα· καὶ γὰρ τὰ μὲν ἄλλα πάντα ἡμισφαίρια, οἷον τὰ τῷ μεσημβρινῷ ἢ τῷ ὁρίζοντι διοριζόμενα, ἄλλα καὶ ἄλλα ἐστίν, ἐπειδὴ καὶ οἱ μεσημβρινοὶ καὶ οἱ ὁρίζοντες διάφοροί εἰσι καὶ ἄλλοι πρὸς ἄλλους· οὐ γὰρ καθ’ αὑτούς εἰσιν, ὥσπερ ὁ ἰσημερινός, ἀλλὰ πρὸς τὰς οἰκήσεις· τὰ δὲ τοὺς πόλους ἔχοντα ἀεὶ τὸν αὐτὸν κατέχοντα τόπον κινεῖται· ὡς γὰρ περὶ κέντρα μένοντα τοὺς πόλους οὕτω κινεῖται. διὸ καὶ Ἀριστοτέλης τὸ μὴ κινεῖσθαι τοὺς πόλους αἴτιον ἔφατο τῆς τῶν ἐχόντων αὐτὰ ἡμισφαιρίων διαφορᾶς· ἀκινήτων γὰρ ἀεὶ τῶν πόλων ὄντων καὶ τὴν αὐτὴν ἀεὶ πρὸς αὐτοὺς ἀπόστασιν φυλαττόντων τῶν περὶ αὐτοὺς κινουμένων ἀνάγκη τὸν αὐτὸν τόπον ἐπέχειν ἀεί. τὸ δὲ αὐτὸ καὶ ἀπὸ τῆς κοινῆς ὑπολήψεως δείκνυσιν. εἰώθαμεν γὰρ πλάγια ἐν τῷ κόσμῳ λέγειν οὐ τοὺς πόλους, ἀλλὰ τὰ παρὰ τοὺς πόλους· εἰ οὖν πλάγιά ἐστι τὰ παρ’ ἑκάτερα τοῦ ἄνω καὶ τοῦ κάτω, πλάγια δὲ τὰ παρ’ ἑκάτερα τῶν πόλων λέγομεν, δῆλον, ὅτι οἱ πόλοι εἰσὶ τὸ ἄνω καὶ τὸ κάτω. ἀσάφειαν δὲ μικρὰν ἐποίησεν ἐν τῷ λόγῳ εἰπὼν οὐ τὸ ἄνω καὶ τὸ κάτω ἀντὶ τοῦ εἰπεῖν “ οὐ τοὺς πόλους·’’ τούτῳ γὰρ οἰκείως ἐπήγαγε τὸ ἀλλὰ τὸ παρὰ τοὺς πόλους. Δείξας δέ, ὅτι οἱ πόλοι τὸ ἄνω καὶ τὸ κάτω εἰσί, λοιπὸν διορίζει, πότερος ὁ ἄνω καὶ πότερος ὁ κάτω. καὶ τοῦτο ἤδη παρὰ τὴν τῶν πολλῶν ὑπόνοιαν ἀποφαίνεται τὸ ἄνω τοῦ οὐρανοῦ τὸν νότιον λέγων πόλον τὸν ἀεὶ ἡμῖν ἀφανῆ. τοιοῦτος γὰρ ὁ ἐπιστήμων εἰς τὸ ἀληθὲς ἀεὶ βλέμὲν πων καί, εἰ μὲν συνᾴδει τούτῳ ἡ τῶν πολλῶν δόξα, μετὰ τὰς ἀποδείξεις καὶ ταύτην παράγει τοῖς μανθάνουσιν ἀβίαστον καὶ πιθανὴν ποιοῦσαν τὴν τῆς ἀποδείξεως ἀνάγκην, εἰ δὲ ἀπᾴδει πρὸς τὴν ἀλήθειαν ἡ τῶν πολλῶν δόξα, καταφρονεῖ ταύτης ὡς μηδὲ οὔσης, ὥσπερ καὶ νῦν. τῶν γὰρ πολλῶν ἀπὸ τῆς πρὸς ἡμᾶς σχέσεως ἄνω λεγόντων τοῦ οὐρανοῦ τὸν φανερὸν ἡμῖν ἀεὶ πόλον καὶ μετέωρον ὁρώμενον, κάτω δὲ τὸν ἀεὶ ἀφανῆ, αὐτὸς τὸ κτὰ φύσιν ἄνω καὶ κάτω ζητῶν τοὐναντίον τοῖς πολλοῖς ἀποφαίνεται. οὐδὲ γὰρ ἐπὶ τῶν μερικῶν ζῴων, ἂν κατορύξας τις τὴν κεφαλὴν τοὺς πόδας μετέω· ρίσῃ, διὰ τοῦτο οἱ μὲν πόδες ἄνω κατὰ φύσιν ἔσονται, ἡ δὲ κεφαλὴ κάτω· καὶ τὰ δένδρα δὲ κατὰ φύσιν ἐπὶ τὰς ῥίζας τὸ ἄνω ἔχοντα, διότι ἐκεῖθεν ἡ τροφὴ καὶ ἡ πρώτη αὔξησις, ὡς πρὸς ἡμᾶς τοὺς ἀκρεμόνας ἔχειν ἄνω δοκεῖ. ὁ δὲ Ἀλέξανδρος καὶ τὸν Σολέα Ἄρατον εὐθύνει ὡς καὶ αὐτὸν κατὰ τοὺς πολλοὺς τὸν βόρειον πόλον ἄνω λέγοντα, ἐν οἷς φησι περὶ τοῦ ἄξονος λέγων καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν· ἀλλ’ ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δ’ ἀντίος ἐκ Βορέαο, ὑψόθεν Ὠκεανοῖο. καὶ ὁ μὲν Ἀλέξανδρος μόνον παραγράψας τὸ “ἀλλ’ ὁ μὲν οὐκ ἐπίοπτος’ τῷ ἐπιόπτῳ καὶ μὴ τὸ ἄνω καὶ κάτω σημαίνειν τὸν Ἄρατον φησιν, μᾶλλον δὲ τῷ “ ὑψόθεν ‘Ωκεανοῖο ” τὸ ἄνω δηλοῖ. οὖ χρὴ δὲ τοῦ Ἀράτου καταγινώσκειν· φαινόμενα γὰρ ἐπαγγειλάμενος γράφειν καὶ τὴν πραγματείαν οὕτως ἐπιγράψας εἰκότως ἀπὸ τῆς πρὸς ἡμᾶς σχέσεως τὸ ὕψος ἤτοι τὸ ἄνω του πόλου ἔλαβεν. ὅτι μέντοι ὁ νότιος πόλος ἐστὶν ὁ τὸ τοῖς ἄνω τοῦ οὐρανοῦ κατὰ φύσιν ἐπέχων καὶ ὁ βόρειος τὸ κάτω, κἂν πολλοῖς τοὐναντίον δοκῇ , δείκνυσιν ἐκ τοῦ δεξιὸν μὲν εἶναι τὸ ἀνατολικόν, ἀριστερὸν δὲ τὸ δυτικόν· καὶ εἴπερ οὕτως ἔχει, δῆλον, ὅτι ὁ ἄνω πόλος ὁ νότιός ἐστιν. ὅτι δὲ δεξιὸν τὸ ἀνατολικόν, δείκνυσιν ἐκ τοῦ καὶ ἐν τοῖς μερικοῖς ζῴοις δεξιὰ λέγειν ἐκεῖνα, ὅθεν ἡ ἀρχὴ τῆς κατὰ τόπον κινήσεως, τοῦ δὲ οὐρανοῦ ἡ ἀρχὴ τῆς περιφορᾶς ἀπὸ τῶν ἀνατολῶν τῶν ἄστρων ἐστί· τὰ οὖν ἀριστερά, ἔνθα αἱ δύσεις. εἰ οὖν καὶ ἄρχεται ἀπὸ τῶν δεξιῶν ἡ κίνησις καὶ | ἐπὶ δεξιὰ περιφέρεται· τοῦτο γὰρ κρεῖττον τοῦ ἐπ’ ἀριστερά· ἐπὶ δεξιὰ δὲ τὸ ἐπὶ τὸ ἔμπροσθεν, ἀνάγκη τὸ ἄνω τὸν νότιον εἶναι πόλον, ὡς εἰ νοήσαι ἄνθρωπον ἐπὶ τοῦ ἄξονος ἐκτεταμένον ὕπτιον τὴν κεφαλὴν ἔχοντα πρὸς τῷ νοτίῳ πόλῳ καὶ συμπαραφερόμενον τῷ οὐρανῷ· ἀπὸ δεξιῶν γὰρ αὐτοῦ καὶ ἐπὶ δεξιὰ ἡ κίνησις ἔσται· εἰ δὲ τὴν κεφαλὴν ἐπὶ τοῦ βορείου πόλου ἔχοι, εἰ μὲν ὕπτιος ἐπὶ τοὐ ἄξονος εἴη εἰς τὸ φανερὸν βλέπων τοῦ οὐρανοῦ, οὔτε ἀπὸ δεξιῶν αὐτοῦ ἡ κίνησις ἔσται οὔτε ἐπὶ δεξιά, ἀλλὰ τἀναντία, εἰ δὲ πρηνῆ ·τις αὐτὸν ἐπὶ τοῦ ἄξονος φαντασθείη πρὸς τῷ βορείῳ πόλῳ τὴν κεφαλὴν ἔχοντα, ἀπὸ δεξιῶν μὲν αὐτοῦ δόξει ἡ κίνησις, οὐκ ἐπὶ δεξιὰ δέ· ἡ γὰρ ἐπὶ δεξιὰ πάντως εἰς τὸ ἔμπροσθέν ἐστι. πάνυ οὗν ἀκριβῶς προστέθεικεν ὁ Ἀριστοτέλης τὸ καὶ ἐπὶ δεξιὰ περιφέρεται· ἔδοξε γὰρ ἄν τινι ἀπὸ τῶν δεξιῶν εἶναι τοῦ πρηνοῦς ἐκείνου ἡ ἀπ’ ἀνατολῶν κίνησις, οὐ μέντοι ἐπὶ τὰ δεξιὰ ἐπὶ τὰ ὄπισθεν γινομένη. ὅτι δὲ τὰ δεξιὰ τοῦ παντὸς τὰ ἀνατολικά ἐστι καὶ τὰ ἀριστερὰ τὰ δυτικά, καὶ Ὅμηρος ὁ σοφώτατος μαρτυρεῖ λέγων εἴτ’ ἐπὶ δεξιά ἐστι πρὸς Ἠῶ τ’ Ἠέλιόν τε, εἴτ’ ἐπ’ ἀριστερὰ τοίγε ποτὶ ζόφον ἠερόεντα. συμπεραινόμενος δὲ τὸν λόγον ὁ Ἀριστοτέλης δῆλον τοίνυν, φησίν, ὅτι 6 ἀφανὴς πόλος ἐστὶ τὸ ἄνω καὶ οἱ μὲν ἐκεῖ οἰκοῦντες ἐν τῷ ἄνω εἰσὶν ἡμισφαιρίῳ. Καὶ τὰ μὲν μέχρι τούτου ἀκόλουθα τοῖς δεδειγμένοις ἐστί, τὰ δὲ ἐντεῦθεν ἐνστάσεις ἔχειν δοκεῖ πολλάς. πῶς γὰρ οἱ ἐν τῷ ἄνω ἡμισφαιρίῳ καὶ τοῖς δεξιοῖς εἰσι καὶ οἱ ἐν τῷ κάτω καὶ πρὸς τοῖς ἀριστεροῖς, εἴπερ καὶ τό ἄνω καὶ τὸ κάτω ἴσον ἑκάτερον ἀφέστηκε τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ; πῶς δὲ τοὺς Πυθαγορείους ἡμᾶς ἄνω ποιεῖν φησι καὶ ἐν τῷ δεξιῷ, τοὺς δὲ ἐκεῖ κάτω καὶ ἐν τῷ ἀριστερῷ, εἴπερ, ὡς αὐτὸς ἐν τῷ δευτέρῳ τῆς συναγωγῆς τῶν Πυθαγορικῶν ἱστορεῖ, τοῦ ὅλου οὐρανοῦ τὸ μὲν ἄνω λέγουσιν εἶναι, τὸ δὲ κάτω, καὶ τὸ μὲν κάτω τοῦ οὐρανοῦ δεξιὸν εἶναι, τὸ δὲ ἄνω ἀριστερόν, καὶ ἡμάς ἐν τῷ κάτω εἶναι; ἢ τὸ μὲν ἄνω καὶ πρὸς τοῖς δεξιοῖς ἐνταῦθα λεγόμενον οὐ κατὰ τὸ ἑαυτῷ ἀρέσκον εἶπεν, ἀλλὰ κατὰ τοὺς Πυθαγορείους· ἐκεῖνοι γὰρ τῷ δεξιῷ τὸ ἄνω καὶ τὸ ἔμπροσθεν συνέταττον, τῷ δὲ ἀριστερῷ τὸ κάτω καὶ τὸ ὄπισθεν. τὰ δὲ ἐν τῇ τῶν Πυθαγορικῶν συναγωγῇ μεταγεγράφθαι μᾶλλον ὑπό τινος ὁ Ἀλέξανδρος οἴεται ὀφείλοντα ἔχειν οὕτω “ τὸ μὲν ἄνω τοῦ οὐρανοῦ δεξιὸν εἶναι, τὸ δὲ κάτω ἀριστερόν, καὶ ἡμᾶς ἐν τῷ ἄνω εἶναι ”, οὐχὶ ἐν τῷ κάτω, ὡς γέγραπται· οὕτω γὰρ συνᾴσεται τοῖς ἐνταῦθα λεγομένοις, ὅτι ἡμᾶς κάτω λέγοντες οἰκεῖν καὶ διὰ τοῦτο καὶ ἐν τοῖς ἀριστεροῖς, εἴπερ τῷ ἀριστερῷ τὸ κάτω συντέτακται, ἐναντίως λέγομεν, ἢ ὡς οἱ Πυθαγόρειοι λέγουσιν ἄνω καὶ ἐν τοῖς δεξιοῖς. καὶ τάχα ἔχει λόγον τὸ μεταγε|γράφθαι, εἴπερ οἶδεν ὁ Ἀριστοτέλης τῷ μὲν δεξιῷ τὸ ἄνω, τῷ δὲ ἀριστερῷ τὸ κάτω συντάττοντας. Ὂτι δὲ οἱ πόλοι τὸ ἄνω καὶ κάτω τοῦ οὐρανοῦ εἰσι, καὶ οὕτω δείκνυσιν ὁ Ἀλέξανδρος λαβών, ὅτι ὁ οὐρανὸς ζῷον ὑπάρχων ἔχειν ὤφελε τὰς τῶν διαστάσεων διαφορὰς καὶ μᾶλλον κατὰ τὰ μᾶλλον διαφέροντα ἐν αὐτῷ μόρια· διαφέρουσι δὲ ἀλλήλων μάλιστα οἱ πόλοι μονίμως ἀλλήλων τοῖς τόποις διεστηκότες. ταῦτα οὗν ὑπὸ τοῦ Ἀριστοτέλους προδεδειγμένα λαβὼν συλλογίζεται ἐκ διαιρέσεως οὕτως· ἀνάγκη τοὺς πόλους διαφέρειν μάλιστα αὐτοὺς ὀφείλοντας ἀλλήλων κατά τινα τῶν τριῶν διαστάσεων τῶν ἐν τοῖς ζῴοις διαφέρειν ἢ κατὰ τὸ δεξιὸν καὶ ἀριστερὸν ἢ κτὰ τὸ ἒμπροσθεν καὶ ὄπισθεν ἢ κτὰ τὸ ἄνω καὶ τὸ κάτω. ἀλλὰ κατὰ μὲν τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν λέγειν ἄτοπον, εἴπερ δεξιὸν μὲν ἐν πᾶσίν ἐστιν, ἀφ’ οὗ ἡ κτὰ τόπον κίνησις ἄρχεται, οἱ δὲ πόλοι ἀκίνητοί εἰσιν, ὡς διὰ τούτους καὶ τὸν ὅλον οὐρανὸν ἐν ταὐτῷ περιφέρεσθαι. ἀλλ’ οὐδὲ κατὰ τὸ ἔμπροσθεν καὶ ὄπισθεν λέγειν δυνατόν· ἐφ’ ἃ γὰρ αἱ κινήσεις τοῖς κατὰ φύσιν κινουμένοις, ταῦτα τὰ ἔμπροσθέν ἐστι, τῷ δὲ κόσμῳ ἡ κίνησις ἐπ’ οὐδέτερον τῶν πόλων ἐστίν. εἰ οὖν μήτε κατὰ τὰ δεξιὰ καὶ ἀριστερὰ διαφέρουσιν ἀλλήλων οἱ πόλοι μήτε κατὰ τὸ ἔμπροσθεν καὶ ὄπισθεν, διαφέρουσι δὲ πλεῖον ἢ τὰ ἄλλα μόρια, εἴη ἄν κατ’ αὐτοὺς τὸ ἄνω καὶ τὸ κάτω τοῦ οὐρανοῦ διάστημα. Ἐτι δὲ καὶ οὕτω δείκν.υσιν ὁ Ἀλέξανδρος· τὸ ἄνω καὶ τὸ κάτω παρὰ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κατὰ τόπον κινήσεως ἐστι καὶ παρὰ τὸ τούτῳ ἀντικείμενον, τουτέστι παρὰ τὸ ἀριστερὸν καὶ τὸ δεξιόν· ἐν δὲ τῷ θείῳ σώματι σφαιρικῷ ὄντι καὶ κύκλῳ κινουμένῳ παρὰ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ μόνοι οἱ πόλοι λείπονται· ἐν τούτοις ἄρα τὸ ἄνω καὶ τὸ κάτω. Ὀτι δὲ τῆς τοπικῆς κινήσεως ἡ ἀρχὴ τοῖς ζῴοις τοῖς κατὰ φύσιν κινουμένοις ἀπὸ τῶν δεξιῶν, δῆλον ἔκ τε τοῦ τοὺς τρέχειν μέλλοντας τὸν ἀριστερὸν προβάλλεσθαι πόδα, ὥστε περὶ ἐκεῖνον μένοντα τὴν κίνησιν ἀπὸ τοῦ δεξιοῦ ἄρξασθαι, καί ἐστιν ἡ προβολὴ τοῦ ἀριστεροῦ ποδὸς παρασκευὴ τοῦ ἀπὸ τῶν δεξιῶν ἄρξασθαι τῆς ἐπὶ τὸ πρόσω κινήσεως· ἀλλὰ μὴν καὶ τὰ φορτία ἐλαφρῶς τοῖς λαιοῖς ἐπιτίθεμεν ὤμοις τὰ δεξιὰ εὔλυτα ἐῶντες ὡς ἄρχοντα τῆς κινήσεως. καὶ κατὰ λόγον δὲ ἄν εἴη τὸ ἀπὸ τῶν ἰσχυροτέρων κατὰ φύσιν τῆς κατὰ τόπον κινήσεως ἄρχεσθαι· ἰσχυρότερα δὲ φύσει τὰ δεξιὰ καὶ ὡς θερμότερα· συστοιχεῖ γὰρ τοῖς δεξιοῖς τὸ θερμόν, ὡς τοῖς ἀριστεροῖς τὸ ψυχρόν. διότι δὲ τὰ δεξιὰ ἰσχυρότερα φύσει ἐστίν, ὅταν τις καὶ τοῖς ἀριστεροῖς ἰσχύῃ, ἀμφιδέξιον τοῦτον καλοῦμεν. εἰ δὲ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐκ πλαγίου, τὰ δὲ πλάγια παρὰ τὸ ἄνω καὶ τὸ κάτω, ἐν οἷς ἄρα τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, ἐν τούτοις τὸ ἄνω καὶ τὸ κάτω· ἐν οἷς δὲ ἐξ ἑαυτῶν ἡ τοπικὴ κίνησις, ἐν τούτοις τὸ | δεξιὸν καὶ τὸ ἀριστερόν, εἴπερ δεξιόν ἐστιν, ὅθεν ἡ ἀρχὴ τῆς κτὰ τόπον κινήσεως· τὸ δὲ θεῖον σῶμα ἐξ ἑαυτοῦ τὴν κύκλῳ κίνησιν κινεῖται τοπικὴν οὖσαν· τὸ ἄρα θεῖον σῶμα ἔχει τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· εἰ δὲ τοῦτο, καὶ τὸ ἄνω καὶ τὸ κάτω. p. 285b28 ‘Αλλὰ τῆς μὲν δευτέρας περιφορᾶς ἕως τοῦ τοσαῦτα εἰρήσθω. Δείξας, ὅτι τὸ μὲν ἄνω τοῦ οὐρανοῦ κτὰ τὸν νότιόν ἐστι πόλον τὸν ἡμῖν ἀεὶ ἀφανῆ, τὸ δὲ κάτω κτὰ τὸν βόρειον, καὶ διὰ τοῦτο οἱ μὲν ἐν τῷ νοτίῳ ἡμισφιρίῳ ἐν τῷ ἄνω οἰκοῦσι καὶ ἐν τῷ δεξιῷ , εἴπερ κτὰ τοὺς Πυθαγορείους τὸ ἄνω δεξιόν ἐστιν, ἡμεῖς δὲ ἐν τῷ κάτω καἰ τῷ ἀριστερῷ, ἀπὸ τοῦ δεξιοῦ καὶ τοῦ ἀριστεροῦ τὸ ἄνω καὶ κάτω συλλογισάμενος καὶ δεξιὸν τοῦ οὐρανοῦ λαβὼν τὸ ἀνατολικόν, ὅτι ἐκεῖθεν ἡ ἀρχὴ τῆς κινήσεως, εἰκότως ἐπέστησεν, ὅτι ταῦτα ἐπὶ τῆς ἀπλανοῦς τῆς ἀπ’ ἀνατολῶν κινουμένης καλῶς εἴρηται, ἐπὶ δὲ τῆς τῶν πλανήτων σφαίρας ὡς μιᾶς λαμβανομένης τὰ ἐναντία συμβαίνει. εἰ γὰρ δεξιὸν καὶ ἐπ’ ἐκείνης ἐστὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, πρὸς τῇ δύσει τῆς ἀπλανοῦς εἴη ἂν τὸ δεξιὸν τῆς πλανωμένης· εἰ δὲ τοῦτο, ἄνω μὲν ὁ βόρειος πόλος, κάτω δὲ ὁ νότιος, καὶ ἡμεῖς μὲν ἐν τοῖς ἄνω καὶ ἐν τοῖς δεξιοῖς ἐσμεν, ὡς ἄν εἴποιεν οἱ Πυθαγόρειοι, οἱ δὲ ἐν τῷ νοτίῳ ἡμισφαιρίῳ ἐν τοῖς κάτω καὶ τοῖς ἀριστεροῖς. αἴτιον δὲ τὸ ἀνάπαλιν τὴν ἀρχὴν εἶναι τῆς κινήσεως, τουτέστι τὸ δεξιόν, ἐν τῷ πλανωμένῳ· τούτου δὲ αἴτιον τὸ ἀνάπαλιν γίνεσθαι τὰς φοράς. καὶ τί μὲν καὶ τούτου αἴτιον, μετ’ ὀλίγον ζητήσει, ἐναντίας δὲ τὰς φορὰς ἀντὶ τοῦ ἀνάπαλιν γινομένας εἶπεν, ἐπεί, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις, καὶ πρότερον αὐτὸς ἔδειξε διὰ πλειόνων καὶ πάλιν ἐρεῖ. εἰ δὲ τὸ μὲν ἄνω καὶ τὸ δεξιὸν ἀρχαί, τὸ μὲν τῆς αὐξήσεως, τὸ δὲ τῆς κατὰ τόπον κινήσεως, τὸ δὲ κάτω καὶ τὸ ἀριστερὸν τέλη τῶν αὐτῶν, συμβαίνει ὡς πρὸς τὴν <τῶν> πλανωμένων σφαῖραν ἡμᾶς μὲν ἐν τῇ ἀρχῇ οἰκεῖν, ἐκείνους δὲ πρὸς τῷ τέλει· ὥστε καὶ οἱ πολλοὶ λέγοντες ἄνω μὲν τὸν βόρειον πόλον εἶναι καὶ ἡμᾶς πρὸς τῷ ἄνω οἰκεῖν, κάτω δὲ τὸν νότιον καὶ ἐκείνους πρὸς τῷ κάτω, εἰ πρὸς τὸ πλανώμενον ἀφορῶντες λέγοιεν, ὀρθῶς λέγουσιν. Επιζητήσοι δὲ ἄν τις εἰκότως, τί δήποτε τῶν διαστάσεων τούτων τὴν κατὰ τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω ἀπολογισάμενος τὴν ἔμπροσθεν καὶ ὄπισθεν παρῆκε. καὶ ἒστι μὲν εἰπεῖν, ὅτι ἀπὸ τῶν εἰρημένων εὐσύνοπτος καὶ αὕτη γέγονεν· εἰ γὰρ ἡ ἀπὸ τῶν δεξιῶν ἀρχομένη κίνησις ἐπὶ τὰ πρόσω | γίνεται, δῆλον, ὅτι ἀεὶ τὸ μὲν ὑπὲρ γῆν πρόσω ἐστί, τὸ δὲ ὑπὸ γῆν ὀπίσω, κἄν ἐκεῖνον φαντασθῇς τὸν ἐπὶ τοῦ ἄξονος ἀνακεκλιμένον ὕπτιον καὶ τὴν κεφαλὴν ἔχοντα πρὸς τῷ νοτίῳ πόλῳ, ἒμπροσθεν αὐτοῦ τὸ ἀεὶ ὑπὲρ γῆν ὄψει. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης μετὰ τὸν περὶ τοῦ σχήματος τοῦ οὐρανίου λόγον τὴν αἰτίαν τῆς ἐπὶ τοῦτο κινήσεως, ἐφ’· ὃ κινεῖται, ζητῶν τότε περὶ τοῦ ἔμπροσθεν διαλέξεται οἰκεῖον εὑρὼν τῷ προβλήματι τόπον, ὡς ἐκεῖ μαθησόμεθα. p. 285b33 περὶ μὲν οὗν τῶν κατὰ τὰς διστάσεις τῶν μορίων καὶ τῶν κατὰ τόπον ὡρισμένων τοσαῦτα εἰρήσθω. Συμπερανάμενος λοιπὸν τὰ εἰρημένα τὰ μὲν κατὰ τὰς διαστάσεις τῶν μορίων τὸ μῆκος ἴσως καὶ τὸ πλάτος καὶ τὸ βάθος λέγει, τὰ δὲ κατὰ τόπον ὡρισμένα τὸ ἄνω καὶ κάτω καὶ δεξιὸν καὶ ἀριστερὸν καὶ ἔμπροσθεν καὶ ὄπισθεν· αὗται γάρ εἰσι τόπων διαφοραί. μήποτε δὲ ἄμφω περὶ τῶν αὐτῶν τῶν ἓξ τοπικῶν διαστάσεων λέγεται, ὡς ἐξηγεῖται καὶ ὁ Ἀλέξανδρος. ‘‘διαστάσεις γὰρ τῶν μορίων τὸ ἄνω καὶ κάτω, φησί, καὶ τὰ σύστοιχα τούτοις· κατὰ γὰρ τὰς διαφορὰς ταύτας, φησί, τὰ μόρια διέστηκε· καὶ τὸ τῶν κατὰ τόπον ὡρισμένων εὐλόγως, φησίν, ἐπενήνοχε· τὰ γὰρ προειρημένα τοῖς τόποις ὥρισται. ἔτι δέ, φησί, κατὰ τόπον ὡρίσθη καὶ ἐδείχθη τὸ ἡμᾶς μὲν ἐν τῷ κάτω οἰκεῖν, τοὺς δὲ πρὸς τῷνοτίω πόλῳ ἐν τῶ ἄνω. p. 286a3 ἐπεὶ δὲ οὐκ ἔστιν ἐναντια κίνησις ἡ κύκλῳ τῇ κύκλῳ ἕως τοῦ ἐνθένδε ληπτέα. Καὶ κατὰ τὴν τῶν προβλημάτων τάξιν ἀκόλουθον ἦν μετὰ τὴν σχετικὴν τῶν τοῦ θείου σώματος μορίων διαφορὰν κοινῶς ὑπάρχουσαν ἐν τῷ ἀπλανεῖ καὶ τῷ πλανᾶσθαι λεγομένῳ, καὶ περὶ τῆς κατὰ τὴν κίνησιν αὐτῶν διαφορᾶς ἐπισκέψασθαι, διὰ τί ἀνάπαλιν γίνεται. καὶ μέντοι ἐν τῷ συμπερανθέντι προβλήματι ἐμνημόνευσε τῆς ἀνάπαλιν ταύτης κινήσεως εἰκότως τὸ ἄνω καὶ κάτω διάφορον καθ’ ἑκατέραν τῶν κινήσεων δεικνύς, ἐπειδὴ καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν διάφορον, ἐξ ὧν τὸ ἄνω καὶ τὸ κάτω ἐλαμβάνετο· τὸ δὲ δεξιὸν καὶ ἀριστερὸν διάφορα, διότι διάφοροι αἱ τῶν κινήσεων ἀρχαί· αὗται δὲ διάφοροι, διότι ἀνάπαλιν αἱ κινήσεις. εἰς ταύτην οὖν τὴν αἰτίαν ἀναχθείσης ἐκείνης τῆς διαφορᾶς ἔδει καὶ ταύτης τὴν αἰτίαν ζητεῖν τὸν φιλομαθῆ, διὰ τίνα αἰτίαν ἡ ἀντικίνησις αὕτη γέγονε. καὶ πρῶτον μέν, ὅτι ἀναγκαία ἡ ζήτησις, δείκνυσιν. εἶτα, ὅτι καὶ χαλεπὴ ἡ εὕρεσις. καὶ τὸ μὲν ἀναγκαῖον δείκνυσιν οὕτω· τῆς ἀπλανοῦς κύκλῳ κινουμένης, εἰ ἦν, φησί, τῇ κύκλῳ κινήσει ἐναντία κίνησις κυκλική, ὥσπερ τῇ ἐπ’ εὐθείας τῇ ἄνω ἡ ἐπ’ εὐθείας ἡ κάτω, ἤρκει τῷ ζητοῦντι, διὰ τί τὸ πλα νώμενον ἀνάπαλιν κινεῖται τῆς ἀπλανοῦς, ἀποκρίνασθαι, ὅτι τῆς κύκλῳ τῆς ἀπλανοῦς κινήσεως ἐχούσης ἐναντίαν ἔδει πάντως καὶ τὴν ἐναντίαν | αὐτῇ ὑφεστηκέναι ταύτης ὑφεστώσης· τῶν γὰρ ἐναντίων ἐὰν τὸ ἕτερον ᾖ κατὰ φύσιν, ἀνάγκη καὶ τὸ ἕτερον εἶναι· πρὸς ἄλληλα γὰρ τὰ ἐναντίῃ τῶν δὲ πρός τι τοῦ ἑτέρου ὄντος ἀνάγκη καὶ θάτερον εἰνὶ· ἐπειδὴ δὲ ἀπεδείχθη, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις, ἀργήσει πάντως ἡ ἀπὸ τούτου τῆς ἀντικινήσεως αἰτία, καὶ ἄλλην ζητεῖν ἀνάγκη. καί, ὥς φησιν ὁ καλὸς Ἀλέξανδρος ἐνταῦθα ἀνδριζόμενος, οὐδὲ φυσικὴν ἡ ὑλικὴν ἀνάγκην ἐπὶ τούτων αἰτιάσασθαι δυνατόν· ἡ γὰρ αὐτὴ ἀμφοῖν ὕλη· ἀλλὰ κατά τινα θείαν διοίκησίν τε καὶ διάταξιν ἀπολογίζεσθαι τὴν διαφοράν. τὸ δὲ χαλεπὸν τῆς ἐν τοῖς τοιούτοις αἰτιολογίας ἐδήλωσε διὰ τοῦ πόρρωθεν ἡμᾶς ποιεῖσθαι τὴν ταύτης ζήτησιν, οὐχ ὅτι τῷ τόπῳ πολὺ διεστήκαμεν ἐκείνων , ἀλλ’ ὅτι πολὺ μᾶλλον αὐτῶν διεστήκαμεν τῷ περὶ ὀλίγων συμβεβηκότων αὐτοῖς αἴσθησιν ἔχειν. εἰ γὰρ αἱ μὲν ἀποδείξεις ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων γίνονται, ἅπερ συμβεβηκότα αὐτὸς ἐκάλεσε, τῶν δὲ περὶ τὰ αἰσθητὰ ἀποδείξεων ἀνάγκη τὰς ἀρχὰς ἐκ τῆς αἰσθήσεως λαμβάνειν, ἐν οἷς ἀδυνατοῦμεν αἰσθάνεσθαι, ἐν τούτοις οὐδὲ ἀποδείξεων ῥᾴδιον εὐπορεῖν, ἀλλ’, ὡς ὁ Πλάτων φησίν, εἰκότας ἀνάγκη τοὺς περὶ τῶν τοιούτων γίνεσθαι λόγους, τοῦτο ὁ Πλατῶν καὶ καθόλου ἐπὶ τῶν αἰσθητῶν καὶ εἰκονικῶν εἰπών. πάνυ δὲ ἀκριβῶς εἶπεν, οἶμαι, τὸ πλέον ἡμᾶς τῇ γνώσει διεστάναι ἤπερ τῷ τόπῳ· τὸ μὲν γὰρ μέχρι τοῦ οὐρανοῦ διάστημα κἄν πολλαπλάσιον ᾖ τοῦ μέχρι τινὸς ὁρατοῦ διαστήματος, οἷον τουδὶ τοῦ δένδρου, ἀλλ’ ἐν λόγῳ τινὶ πάντως ἐστίν, ἡ δὲ ἄγνοια τῶν ἐκείνοις ὑπαρχόντων πρὸς τὴν γνῶσιν τῶν ἐν τῷ δένδρῳ φαινομένων ἐν οὐδενὶ λόγῳ ἐστί. τοῦτο δὲ καὶ ἐνταῦθα συμβαίνει· τῶν γὰρ ἀπὸ δέκα σταδίων οὐκ αἰσθανόμεθα ὅλως, ἐὰν μὴ μετέωρα ᾖ· καίτοι τὸ διάστημα πρὸς τὸ τοῦ ὁρωμένου ἡμῖν διάστημα συμβλητόν ἐστιν. p. 286a8 ἕκαστον δέ, ὧν ἔστιν ἔργον ἕως τοῦ ὃ φύσει κινεῖται κύκλω ἀεί. Γὴν αἰτίαν προθέμενος εἰπεῖν τῆς ἀντικινήσεως τῶν οὐρανίων σφαιρῶν ὡς ἀξίωμα προλαμβάνει τὸ ἕκαστον, ὧν ἔστιν ἔργον, ἕνεκα τοῦ ἔργου εἶναι, ἔργον καὶ τὸ ἀποτέλεσμα καὶ τὴν ἐνέργειαν καλῶν, ὡς δηλοῖ ἐπαγαγὼν θεοῦ ἐνέργεια ἀθανασία. καὶ γὰρ αἱ δυνάμεις αἱ κατὰ τὰς τέχνας καὶ τὰς ἐπιστήμας τῶν κατ’ αὐτὰς ἐνεργειῶν ἕνεκέν εἰσιν, ὡς ἔστι προχειριζόμενον ἑκάστας ἰδεῖν καὶ τὰς θεωρητικὰς καὶ τὰς ποιητικὰς καὶ τὰς πρακτικάς. καὶ γὰρ γεωμετρίας τέλος τὸ γνῶναι τὰ τοῖς μεγέθεσιν ὑπάρχοντα καὶ οἰκοδομικῆς τὸ οἰκοδομῆσαι καὶ αὐλητικῆς τὸ αὐλῆσαι καὶ ἐπὶ τῶν φυσικῶν ἔτι μᾶλλον· ἵππος γὰρ τοῦ τρέχειν ἕνεκεν κεν καὶ ἄνθρωπος τοὐ πράττειν καὶ θεωρεῖν. οὕτω δὲ καὶ τῶν ἐν τῷ σώματι μορίων ἕκαστον τῆς ἐνεργείας αὐτοῦ ἔνεικεν ἔστιν, ἧς δεῖται τὸ ζῷον. ἐπεὶ οὖν ἕκαστον, ὧν ἔστιν ἐνέργεια, διὰ τὴν ἐνέργειαν ἔστι, τοῦ δὲ θείου σώματος· τοῦτο γὰρ θεὸν καλεῖ νῦν· ἐνέργεια ἀθανασία ἐστί, τὸ ἄρ θεῖον σῶμα ἀθάνατόν ἐστι καὶ ἐν τούτῳ ἔχει τὸ. εἶναι. ἀληθὲς οὗν εἰπεῖν, ὅτι ὁ οὐρανὸς θεός· ὁ τοιοῦτος θεὸς θεῖον σῶμά ἐστι· τὸ θειον σῶμα ζωὴν ἀίδιον ἔχει· τὸ ζωὴν ἀίδιον ἔχον κίνησιν ἀίδιον ἔχει τὴν κατὰ τόπον· τὸ ἀίδιον κίνησιν τοπικὴν ἔχον ἐγκύκλιον κίνησιν κινεῖται· αὕτη γὰρ μόνη δέδεικται δυναμένη ἀίδιος εἶναι, διότι καὶ συνεχὴς αὕτη μόνη· ἐπ’ εὐθείας γὰρ ἄπειρος μὲν οὐκ ἔστιν, αἱ δὲ πεπρασμέναι ὅταν ἀνακάμπτωσι, στάσει διαλαμβάνονται. Οὕτω μὲν οὖν, ὅτι κύκλῳ κινεῖται ὁ οὐρανός, ἔδειξεν ἐκ τοῦ θεὸν ὄντα καὶ θεῖον ζῷον ἀίδιον ἔχειν τὴν κατὰ τόπον κίνησιν, τοιαύτην δὲ μόνην εἶναι τὴν ἐγκύκλιον. τῶν δὲ λημμάτων ἕκαστον ἐπισκεπτέον καὶ πρῶτόν γε τὸ πρῶτον ἀξίωμα τοῦ λόγου. εἰ γὰρ ἡ οὐσία κρείττων παντακοῦ καὶ οἰστικὴ τῆς ἐνεργείας καὶ ἐπὶ τῶν τεχνῶν καὶ ἐπιστημῶν αἱ ἕξεις τῶν ἐνεργειῶν οἰστικαί, πῶς ἀληθές, ὅτι ἕκαστον, ὧν ἔστιν ἐνέργεια, ἕνεκα τῆς ἐνεργείας ἔστι; δεύτερον δέ, πῶς ἐνέργεια τοῦ θείου ζώου ἡ ἀθανασία, εἴπερ τῆς οὐσίας αὐτοῦ συστατική ἐστιν, ὡς τὸ θνητὸν τοῦ ἀνθρώπου, καὶ δῆλον, ὅτι διαφορὰ καὶ πάθος τοῦ ἀνθρώπου ἐστίν, ἀλλ’ οὐκ ἐνέργεια; ἢ πρὸς τοῦτο τέως ῥητέον ἓν μέν, ὅτι οἱ θεοὶ ἀπαθεῖς ὄντες, ὡς πρότερον δέδεικται, τὰς τελειωτικὰς μεθέξεις οὐκ ἔχουσι παθητικάς, ὡς ὁ ἄνθρωπος, ἀλλ’ ἐνεργητικάς. ὡς οὖν τὸ λογικὸν καὶ νοερὸν ἐν αὐτοῖς οὐκ ἔστι παθητικόν, ἀλλ’ ἐνεργητικόν, ἐπειδὴ οὐδὲ ἔξωθεν τὸ ὅλον ἔχουσιν, ἀλλὰ καὶ ἑαυτοῖς ταῦτα παρέχουσιν, οὕτως οὐδὲ ἡ ἀίδιος κίνησις πάθος, ἀλλ’ ἐνέργεια. καὶ ἄλλως δέ, ἐπειδὴ θεῖον σῶμα ὁ οὐρανός, αἱ δὲ τῶν σωμάτων ἐνέργειαι κινήσεις εἰσίν, ὡς θεῖον ἀίδιον ἀνάγκη κίνησιν ἔχειν. ἔπειτα, ὡς ὁ μέγας Συριανὸς ἐπέβαλεν, ὅτι ἐνέργειαν τοῦ θεοῦ τοῦ κόσμου τὴν ἀθανασίαν λέγει, διότι ἐπεστραμμένος πρὸς τὸν νοῦν καὶ ὁρῶν αὐτὸν ἀθάνατον καὶ ἀίδιον ὀρέγεται τῆς ἐν αὐτῷ ἀθανασίας ὡς τέλους καὶ ἀγαθοῦ οἰκείου καὶ τυγχάνων ἐνεργεῖ αὐτὴν ἀιδίως κινούμενος. ἐκ δὴ τούτου τούτου καὶ τὸ πρότερον, οἶμαι, τῶν ζητηθέντων λυτέον· ὧν γὰρ ἔστιν ἐνέργειά τις ὡς τέλος καὶ τὸ ἀγαθόν, ταῦτα τῆς ἐνεργείας ἕνεκεν ἔστι καὶ τοῦ ἔργου ὡς ἀποτελέσματος, ὥσπερ τοῦ θείου ζῴου ἐνέργειά ἐστι καὶ ἔργον τελειωτικὸν ἡ ἀθανασία, καὶ ταύτης ἕνεκεν ἔστιν, ἵνα ᾖ θεῖον ζῷον · ἕκαστον γὰρ ἐν τούτῳ ἐστίν, ἐν ᾧ τὸ εἷναι αὐτῷ, τὸ δὲ εἶναι τῷ θείῳ ζῴῳ ἐν ἀιδίῳ ζωῇ καὶ ἀθανασίᾳ. καὶ αἱ ἐπιστῆμαι δὲ τελειωτικαὶ οὖσαι ἐνέργειαί εἰσι , καὶ ἀληθὲς εἰπεῖν, ὅτι ὁ ἐπιστήμων τέλος ἔχει τὸ κατ’ ἐνέργειαν εἶναι ἐπιστήμων. αἱ δὲ τέχναι διττὰς ἔχουσι τὰς ἐνεργείας τὰς μὲν ἔνδον κατὰ τὴν ἕξιν καὶ τὸ ἐνεργεία· τῆς ἐπιστήμης οὗν ἕνεκεν λέγοιντο ἄν εἶναι τεχνῖται· διὰ γὰρ τὴν τελειότητα καὶ τὸ ἀγαθὸν τό γε ἑαυτοῦ ἔστιν ἕκαστον· τὰς δὲ ἔξω τεινομένας καὶ ἀπὸ τῆς ὀρέξεως προϊουσας· καὶ ὅ γε τοιοῦτος τεχνίτης ὁ εἰς τὸ ἐκτὸς βλέπων εἰκότως ἄν λέγοιτο τῆς ἐνεργείας ἕνεκεν εἶναι καὶ τοῦ ἀποτελέσματος. p. 286a12 Διὰ τί οὖν οὐχ ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ τοιοῦτον ἕως τοῦ ὕστερον δὲ πειρατέον δεῖξαι. Δείξας, ὅτι θεῖον σῶμα ὢν ὁ οὐρανὸς ἀίδιον κίνησιν κινεῖται καὶ διὰ τοῦτο ἐγκύκλιον, ζητεῖ, διὰ τί μὴ τὸ ὅλον τοῦ οὐρανοῦ σῶμα τοιοῦτόν ἐστι, τουτέστιν κυκλοφορητικόν, μίαν καὶ ἁπλῆν κινούμενον κίνησιν· οὐρανὸν δὲ νῦν τὸν κόσμον λέγει· καὶ ἀποκρίνεται, ὅτι ἀνάγκη μένειν τι τοῦ σώματος τοῦ φερομένου κύκλῳ τὸ ἐπὶ τοῦ μέσου. τὸ γὰρ κύκλῳ κυρίως κινούμενον καὶ μὴ κινούμενον ἔχει τι πάντως ἐν τῷ μέσῳ, περὶ ὃ μένον κινήσεται· καὶ γὰρ καὶ καθόλου, εἰ μέλλοι τι κινεῖσθαι κατὰ τόπον, ἀνάγκη μένειν τι σῶμα, ἀφ’ οὗ κινήσεται ἢ περὶ ὅ, ὡς δέδεικται ἐν τῷ περὶ κινήσεως ζῴων. εἰ γὰρ λέγοι τις, ὅτι περὶ τὸ κέντρον τὸ αὑτοῦ κινήσεται, ἀδύνατα δόξει λέγειν· τὸ γὰρ κέντρον ἀσώματον πέρας ὂν οὐχ οἷόν τε μένειν κινουμένων τούτων, ὧν πέρας ἐστίν· οὐ γὰρ καθ’ αὑτὸ ὑφέστηκε τὸ κέντρον· μὴ μένοντος δὲ τοῦ κέντρου οὐδ’ ἄν τὸ πᾶν ἐν τῷ αὐτῷ περιφέροιτο. Ὁ δὲ Ἀλέξανδρος καὶ ταύτην λέγων τὴν ἐξήγησιν τὴν ὅλον τὸ σῶμα τοῦ οὐρανοῦ τὸν κόσμον λέγεσθαι νομίζουσαν προτιμᾷ ὅμως ὅλον τὸ σῶμα τοὐ οὐρανοῦ τὸ κυκλοφορητικὸν ἀκούειν, ὥστε τούτου ἐν τῷ μέσῳ μένειν τι, περὶ ὃ κινήσεται. καίτοι τὸ μένον καὶ ἐπὶ τῆς τῶν ἄλλων ζῴων κινήσεως αὐτοῦ τί ἐστι τοῦ κινουμένου μέρος, καὶ μέντοι καὶ αὐτὸς ὁ Ἀριστοτέλης νῦν εἶπεν, ὅτι ἀνάγκη τοῦ σώματός τι τοῦ φερομένου μένειν ἐπὶ τοῦ μέσου· ἡ δὲ γῆ τοῦ κόσμου μέρος τί ἐστιν, οὐ μέντοι τοῦ οὐρανοῦ. καὶ τούτῳ καὶ αὐτὸς ἐπιστήσας εἶπε τούτου δὲ οὐθὲν οἷόν τε μένειν μόριον, τούτου λέγων τοῦ κυκλοφορητικοῦ, ἀλλ’ οὐ τοῦ κόσμου, περὶ οὗ τὰ πρῶτα εἴρητο. καὶ κατασκευάζει διὰ πλειόνων, ὅτι οὐκ ἔστι τοῦ οὐρανοῦ μέρος ἡ γῆ, καίτοι τοῦ κινουμένου κύκλῳ μέρος εἶναι βούλεται τὸ μένον ἐν τῷ μέσῳ. καὶ Νικόλαος δὲ ὁ Περιπατητικὸς παραφράζων τὰ ἐνταῦθα λεγόμενα ἐν τοῖς Περὶ τῆς Ἀριστοτέλους φιλοσοφίας οὕτω τέθεικε τὴν λέξιν “διὰ τί οὖν οὐχ ὅλος ὁ κόσμος τοιοῦτος; ὅτι ἀνάγκη μένειν τι περὶ τὸ μέσον τοῦ κύκλῳ φερομένου· τὸ δὲ πέμπτον σῶμα οὔτε μένειν ἠδύνατο οὔτε ἐν μέσῳ εἶναι’’. καὶ αὐτὸς δὲ ὁ Ἀλέξανδρος καλῶς τῷ Ἀριστοτέλει παρακολουθεῖ δεικνύντι τὸ μένον ἐπὶ τοῦ μέσου μόριόν τι μὴ εἶναι τοῦ κυκλοφορητικοῦ· οὐδὲν γὰρ τούτου μένειν οἷόν τε οὔτε ἀλλαχοῦ που· πάντῃ γὰρ αὐτῷ κίνησις ἀίδιος ὑπάρχει· οὔτε ἔτι μᾶλλον ἐπὶ τοῦ μέσου. εἰ γὰρ ἔμενεν ἐπὶ τοῦ μέσου κατὰ φύσιν, καὶ ἐφέρετο ἂν εἰς τοῦτο κατὰ φύσιν· ἐν ᾧ γάρ τι μένει κατὰ φύσιν, καὶ φέρεται εἰς τοῦτο κατὰ φύσιν· καὶ ἦν αὐτῷ ἡ κατὰ φύσιν κίνησις αὕτη· μία δὲ ἡ κατὰ φύσιν ἑκάστῳ τῶν ἁπλῶν, τούτῳ δὲ ἡ κύκλῳ κίνησις κατὰ φύσιν, εἴπερ ἀίδιος· οὐκ ἄρα ἡ ἐπὶ τὸ μέσον κατὰ φύσιν· οὐδὲ ἄρα ἡ ἐν τῷ μέσῳ μονὴ οὔτε τῷ ὅλῳ οὔτε τῷ μέρει αὐτοῦ κατὰ φύσιν. ἀλλ’ οὐδὲ παρὰ φύσιν· τοῦτο μὲν γὰρ κυκλοφορητικὸν <ὂν> ἀίδιον ἔχει τὴν κίνησιν, τὸ δὲ παρὰ φύσιν οὐκ ἀίδιον· ὕστερον γάρ ἐστιν τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν, διότι ἔκστασίς ἐστι τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν ἐν τῇ γενέσει, τὸ δὲ ἐξιστάμενόν τινος καὶ παρυφιστάμενον ὕστερόν ἐστιν τούτου, οὗ ἐξίσταται. καὶ ὅλως, εἰ ἐν τῇ γενέσει τὸ παρὰ φύσιν, ἔνθα οὐδὲ τὸ κατὰ φύσιν ἀίδιόν ἐστιν, πῶς ἄν εἴη τὸ παρὰ φύσιν ἀίδιον; κἂν γὰρ ᾖ ἀεὶ τὸ παρὰ φύσιν ἐν τῇ γενέσει ὥσπερ καὶ τὸ κατὰ φύσιν, ἀλλὰ ἄλλοτε ἄλλο καὶ οὐ τὸ αὐτὸ ἀεί, ὥσπερ ὁ οὐρανὸς κατὰ φύσιν ὁ αὐτὸς τῷ ἀριθμῷ ἀεί. ἀνάγκη τοίνυν τὸ ἐπὶ τοῦ μέσου μηδὲν ὃν τοῦ ἀιδίου σώματος μὴ ἀίδιον εἶναι, ἀλλὰ φθαρτὸν καὶ βαρὺ καὶ μόνιμον καὶ διὰ τοῦτο καὶ ψυχρὸν καὶ ξηρόν· τὰ γὰρ φθαρτὰ ταῖς παθητικαῖς ταύταις ποιότησιν εἰδοποιεῖται· βαρὺ δὲ καὶ ψυχρὸν καὶ ξηρόν ἐστιν ἡ γῆ. καὶ ὅτι ἡ γῆ ἐν τῷ μέσῳ, καὶ ἤδη μὲν ἔδειξε τοῦ βαρέος τὸν μέσον δείξας τόπον οἰκεῖον, ἡ δὲ γῆ τοιοῦτον, δείξει δὲ καὶ ἐπὶ τέλει τούτου τοῦ βιβλίου. Αλλ’ εἰ γῆν, ἀνάγκη, φησί, καὶ πῦρ εἶναι ὢν γὰρ ἐναντίων θάτερον φύσει, ἀνάγκη καὶ θάτερον εἶναι φύσει· τῶν γὰρ ἐνατίων τίων ἡ αὐτὴ ὕλη πρὸς ἄμφω ὁμοίως πεφυκυῖα. εἰ τοίνυν καὶ κατὰ τὰς δραστικὰς τὰς ἐναντίας ποιότητας εἰδοποιοῦνται τὸ πῦρ καὶ ἡ γῆ, τὸ μὲν κατὰ τὴν θερμότητα, ἡ δὲ κατὰ τὴν ψῦξιν, καὶ ἔτι μᾶλλον τὰς τοπικὰς κινήσεις, εἴπερ τὸ μὲν ἐπὶ τὸ πέριξ, τὸ δὲ ἐπὶ τὸ μέσον κινεῖται, τοῖς δὲ φυσικοῖς σώμασιν οὐσιῶδες μάλιστα τὸ κινεῖσθαι κατὰ φύσιν, ὧν φυσικῶν σωμάτων αἱ κινήσεις ἐναντίαι, τούτων αἱ φύσεις ἐναντίαι· ὥστε, κἂν τὸ ὕδωρ κατ’ ἄμφω τὰς ποιότητας ἀντίκειται τῷ πυρὶ ψυχρόν τε ὂν καὶ ὑγρόν, ἡ δὲ γῆ κατὰ τὸ ψυχρὸν μόνον, οὐδὲν θαυμαστόν, εἰ πλείων γἐγονεν πρὸς τὸ πῦρ ἐναντίωσις· τὸ γάρ παχυμερέστερον τῆς γῆς βαρυτέραν αὐτὴν ποιῆσαν πορρωτέρω κατὰ τὸν τόπον διῴκισε. κἄν γὰρ ξηρὸν ἑκάτερον λέγηται καὶ τὸ πῦρ καὶ ἡ γῆ, ἀλλ’ ἅλλο παντελῶς ἑκατέρας ξηρότητος τὸ εἶδος· τὸ μὲν γὰρ κοῦφον καὶ ἀκίνητόν ἐστι καὶ λεπτόν, τὸ δὲ βαρὺ καὶ παχυμερὲς καὶ νενεκρωμένον. Δείξας δὲ ἐκ τῆς κατὰ τὴν ἐναντίωσιν ἀντιθέσεως, ὅτι, εἰ ἔστι τῆ ἀνάγκη καὶ πῦρ τὸ αὐτὸ δείκνυσιν ἐκ τῆς κατὰ στέρησιν καὶ ἕξιν ἀντιθέσεως. εἰ γὰρ ἔστιν ἡ στέρησις, ἀνάγκη προϋπάρχειν τὴν ἕξιν, ἣν αὐτὸς κατάφασιν ἐκάλεσε· στέρησιν δὲ νῦν λέγει τὸ χεῖρον ἐν τῇ τῶν ἐναντίων φύσει, ὡς τὸ ψυχρὸν τοῦ θερμοῦ στέρησις, τὸ δὲ θερμὸν τοῦ ψυχροῦ ἕξις ἢ κατάφασις. οὕτω δὲ καὶ ἡ ἠρεμία καὶ τὸ βαρύ, οἷς ἡ γῆ εἰδοποιεῖται, κατὰ στέρησιν λέγονται κινήσεως καὶ κουφότητος, οἷς εἰδοποιεῖται ποιεῖται τὸ πῦρ. εἰ οὖν ἔστιν ἡ τῆ στέρησις οὖσα, ἀνάγκη καὶ τὸ πῦρ εἶναι ἕξεως ἔχον λόγον, καὶ δῆλον, ὅτι καὶ πρότερον ἀνάγκη φύσει εἶναι τὸ τῦρ, εἴπερ ἡ ἕξις προτέρα τῆς στερήσεως καὶ ἡ κατάφασις τῆς ἀποφάσεως. αὐτὸς δὲ σαφῶς ἐνδείξατο, κατὰ τίνα μάλιστα τὴν ἐναντίωσιν καὶ τὴν στέρησιν τῆς γῆς πρὸς τὸ πῦρ ἔλαβεν , ὅτι κατὰ τὸ ψυχρὸν καὶ βαρὺ καὶ ἠρεμεῖν. τὸ γὰρ πῦρ ἀεὶ κινεῖται· καὶ γὰρ καὶ κάτω ὃν ἐπὶ τὸ ἄνω κινεῖται ἀεὶ καὶ ἄνω γενόμενον τῷ θείῳ σώματι συμπεριφέρεται. καὶ ὅλως τῶν στοιχείων τὰ μὲν ποιητικώτερα καὶ εἴδους ἔχειν λόγον καὶ ἕξεώς φησι, τὰ δὲ παθητικώτερα στερήσεως καὶ ὕλης. εἰ δὲ ἔστι τὰ ἄκρα γῆ καὶ πῦρ, ἀνάγκη καὶ τὰ μέσα εἶναι τό τε ὕδωρ καὶ τὸν ἀέρα, διότι ἑκρατερον τούτων κατ’ ἄμφω τὰς ἑαυτοῦ ποιότητας ἐναντίως ἔχει πρὸς ἑκάτερον ἐκείνων· γῆ μὲν γὰρ ψυχρὰ καὶ ξηρὰ οὖσα ἐναντίως ἔχει πρὸς ἀέρα θερμὸν ὄντα καὶ ὑγρόν, πῦρ δὲ θερμὸν καὶ ξηρὸν ὑπάρχον ἐναντίως ἔχει πρὸς ὕδωρ ψυχρὸν ὂν καὶ ὑγρόν· ἐναντία δὲ καὶ ταῖς κινήσεσίν ἐστι ταῦτα πρὸς ἐκεῖνα· εἴρηται δέ, ὅτι τῶν ἐναντίων, ἂν ᾖ θάτερον, καὶ θάτερον, διότι ἡ αὐτὴ τῶν ἐναντίων ὕλη. Δύναται δέ, φησὶν Ἀλέξανδρος καλῶς, οἶμαι, λέγων, μὴ τὰ μεταξὺ νῦν μόνα τοῖς ἄκροις ἐναντία λέγειν, ἀλλὰ περὶ πάντων εἰρηκέναι· ὃ γὰρ ἂν λάβῃς, εὑρήσεις αὐτὸ ἐναντίωσιν ἔχον πρὸς τὰ λοιπὰ τρία· εἰ δὲ πάντα ἐναντίωσιν ἔχει τινὰ φύσει πρὸς ἄλληλα, πάντα ἀνάγκη εἶναι. καὶ τῷ ὄντι, εἰ τὰ δύο πρὸς τὰ δύο παρέβαλλεν, οὐκ ἦν, οἶμαι, τῆς Ἀριστοτέλους ἑρμηνευτικῆς ἀκριβείας τὸ μὴ ἑκάτερον πρὸς ἑκάτερον εἰπεῖν, ἀλλ’ ἐκαστον πρὸς ἕκαστον. δείξας δὲ καὶ νῦν τὴν μὲν τῆς γῆς ἀναγκαίαν ὑπόστασιν ἐκ τοῦ δεῖν εἶναί τι μέσον ἀκίνητον τοῦ κυκλοφορητικοῦ σώματος, τὴν δὲ τῶν ἄλλων στοιχείων ἐκ τῆς ἐναντιώσεως, ὑποτίθεσθαι ὅμως ταῦτα νῦν φησιν, ὕστερον δὲ δείξειν, ἐπειδὴ καὶ ἐν τῷ τετάρτῳ βιβίῳ καὶ ἐν τῇ περὶ γενέσεως καὶ φθορᾶς· πολὺν περὶ τούτου ποιήσεται λόγον, ὅτι τε ἀνάγκη ταῦτα εἶναι τὰ στοιχεῖα, καὶ ὅτι οὐκ ἔστιν ἄλλα πάρα ταυτα. Ὁ δὲ Πλατῶν ἐν Τιμαίῳ διακοσμια τάδε στοιχεῖα οὕτως ἀπέδειξεν· ἐπεὶ γενητὸς ὁ κόσμος, αἰσθητός· ὁρατὸς οὖν καὶἁπτός , καὶ ὁρατὸς μὲν διὰ τὸ πῦρ, ἁπτὸς δὲ διὰ τὴν γῆν· τούτων δὲ δύο στερεῶν ἐναντίων ὄντων, εἰ μέλλοι | στερεὸς ὁ κόσμος εἶναι καὶ μὴ ἐπίπεδος, δυεῖν μέσων ἀνάλογον χρεία τῶν τὴν στερεὰν ἀναλογίαν συμπληρωσόντων. p. 286a31 τούτων δὲ ὑπαρχόντων ἕως τοῦ εἴπερ καὶ κινεῖσθαί τι ἀεί. Δείξας, ὅτι ἀνάγκη τέσσαρα εἶναι σώματα ἐναντίωσιν ἔχοντα πρὸς ἄλληλα, φανερόν, φησίν, ὅτι ἀνάγκη τούτων ὑπαρχόντων γένεσιν εἶναι καὶ φθοράν. εἰ γὰρ ἐναντία ἐστὶ τὰ τέσσαρα ταῦτα, τὰ δὲ ἐναντία οὐκ ἔστιν ἀίδια, διότι γίνεταί τε ἐξ ἀλλήλων καὶ φθείρεται εἰς ἄλληλα, ἀνάγκη γένεσιν εἶναι καὶ φθοράν. ὅτι δὲ γενητὰ καὶ φθαρτά ἐστι ταῦτα, καὶ ἐκ τῶν κινήσεων αὐτῶν δείκνυσιν· ὧν γὰρ αἱ κατὰ φύσιν κινήσεις οὐκ εἰσὶν ἀίδιοι, ταῦτα οὐδὲ αὐτὰ ἂν εἴη ἀίδια, ὡς ἑκάστου τῶν φυσικῶν σωμάτων τὸ εἶναι ἐν τῇ κινήσει τῇ οἰκείᾳ ἔχοντος, διὸ καὶ τὴν τοῦ θείου σώματος ζωὴν ἀίδιον κίνησιν εἶπε. τὰ δὲ τέσσαρα σώματα κινητὰ ὄντα καὶ ἐπ’ εὐθείας κινούμενα οὐκ ἔχει τὰς κινήσεις ἀιδίους· ἐδείχθη γὰρ ἐν τῷ ογοοῳ τη ς Φυσικῆς ἀκροάσεως οὐδεμία κίνησις ἐπ’ εὐθείας δυναμένη ἀίδιος εἶναι. ὅτι δὲ ἡ ἀίδιος ζωὴ κίνησίς ἐστιν ἀίδιος οὐχ ἁπλῶς πάντων, ἀλλὰ τῶν σώματα ἐχόντων καὶ κινητῶν, ἐδήλωσεν ἐν τούτοις εἰπὼν τούτων τῶν δὲ ἔστι κίνησις· ὡς εἴ γε μὴ ἦν κινητά, οὐκ ἀναγκαῖον ἦν αὐτὰ φθαρτὰ πάντως εἶναι, κἄν μὴ εἶχε κίνησιν ἀίδιον· τὰ γὰρ ἀκίνητα καὶ ἄφθαρτά ἐστι καὶ ζωὴν ἀίδιον ἔχει, τῶν δὲ κινουμένων τὰ ζωὴν ἀίδιον ἔχοντα κίνησιν ἀίδιον ἔχει πάντως. λείπει δὲ τῷ τούτων δὲ ἔστι κίοὕτως τὸ καὶ οὐκ ἀίδιος αὕτη. Οὕτως ὁ Ἀλέξανδρος τοῦτο τὸ χωρίον ἐξηγήσατο τῷ μὲν τὴν ἀίδιον ζωὴν κίνησιν ἀίδιον εἶναι καὶ λέγεσθαι ὑπὸ Ἀριστοτέλους οὐκ ἐπὶ πάντων ἁπλῶς, ἀλλ’ ἐπὶ τῶν κινουμένων, καλῶς, οἶμαι, ἐπιστήσας, τῷ δὲ κινητῷ παρέργως προσεσχηκώς· καὶ γὰρ ἔοικεν ἀντὶ τοῦ κινουμένῳ αὐτοῦ ἀκοῦσαι, ὡς καὶ ἐπὶ τῶν ἀιδίως κινουμένων αὐτὸ δέξασθαι τοῦ Ἀριστοτέλους εἰπόντος οὐκ εὔλογον εἶναί τι κινητὸν ἀίδιον. μήποτε δὲ κινητὸν τὸ δυνάμει ποτὲ ἔχον τὸ κινεῖσθαι λέγει, τοιοῦτον δὲ τό ποτε ἠρεμοῦν, τοιοῦτον δὲ τὸ ἐπ’ εὐθείας κινούμενον. καὶ ὁ Ἀριστοτέλης γὰρ ἐξηγούμενος, πῶς εἶπε τὸ κινητόν, ἐπήγαγεν οὗ μὴ ἐνδέχεται κατὰ φύσιν τὴν κίνησιν εἶναι ἀίδιον· εἰ γὰρ ἦν ἀίδιος, οὐκ ἦν κινητόν, ἀλλὰ κινούμενον. μήποτε δὲ καὶ τὸ τούτων δὲ ἔστι κίνησις οὐκ ἐλλιπῶς εἴρηται, ἀλλ’ ἀντὶ τοῦ “ταῦτα δὲ ποτὲ καὶ οὐκ ἀεὶ κινεῖται”, τουτέστι κινητά ἐστι καὶ οὐκ ἀίδιον ἔχοντα κατὰ φύσιν κίνησιν, καὶ διὰ τοῦτο οὐκ εὔλογον αὐτὰ ἀίδια εἶναι, ἀλλὰ γενητὰ καὶ φθαρτά. Δείξας οὖν οὕτως, ὅτι ἀιδίου τῆς κύκλῳ κινήσεως οὔσης ἀνάγκη γένεσιν εἶναι καὶ φθοράν, ἐπάγει, ὅτι, εἰ ταῦτα, ἀνάγκη καὶ ἄλλην κίνησιν εἶναι ἢ μίαν | ἢ πλείους· κατὰ γὰρ τὴν τῶν θείων σωμάτων κίνησιν καὶ ποιὰν πρὸς τὰ ἐν γενέσει σχέσιν ἡ τούτων εἰς ἄλληλα μεταβολὴ γίνεται, καὶ εἴπερ ἦν μία ἡ κίνησις, ὁμοία ἦν ἀεὶ τῶν ἐνθάδε κατάστασις· ἓν γὰρ ἄν ἦν καὶ ἁπλοῦν τὸ ἀεὶ τοῖς τῇδε ἐγγινόμενον πάθος. ἵνα γὰρ τὰς ἀφανεῖς τῶν οὐρανίων εἰς τὰ τῇδε παραλίπω ποιήσεις, αἰ τοῦ ἡλίου καὶ τῆς σελήνης αἱ οὕτως ἐναργῶς τρέπουσαι τὰ ὑπὸ σελήνην ἀεὶ ἄν αἱ αὐταὶ ἦσαν. μιᾶς γὰρ οὔσης τῆς <τῆς> ἀπλανοῦς κινήσεως καὶ τοῦ ἡλίου καὶ τῆς σελήνης ἐν τῇ ἀπλανεῖ πεπηγότων καὶ σὺν ἐκείνῃ κινουμένων οὔτε χειμῶνος καὶ θέρους καὶ τῶν μεταξὺ τροπῶν ἦν ἂν διαφορὰ οὔτε τῆς καθ’ ἡμέραν ἐξαλλαγῆς τὴν αὐτὴν ὁδὸν ἀεὶ τοῦ ἡλίου μετὰ τῆς ἀπλανοῦς διιόντος· εἰ γὰρ ἐν Καρκίνῳ ἔτυχε πεπηγώς, ἀεὶ θερινὴ ἂν ἦν ἡ κατάστασις παρ’ ἡμῖν, εἰ δὲ ἐν Αἰγοκέρωτι, ἀεὶ χειμερινή, καὶ οὐκ ἂν ἦν γένεσις καὶ φθορά, ἀλλ’ οὐδὲ διάφοροι τῆς σελήνης φωτισμοί. εἰ δέ τις τὸν ἥλιον αὐτὸν καθ’ αὑτὸν ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων κινούμενον ὑποτίθοιτο καὶ τὴν σελήνην ἐπὶ λοξοῦ πρὸς τὸν ζῳδιακὸν κύκλον, ἐπειδὴ ἀπὸ Κριοῦ ἐπὶ Ταῦρον καὶ ἀπὸ Ταύρου ἐπὶ Διδύμους μεταβαίνοντες φαίνονται, πρῶτον μὲν πλειόνων ἔδει κινήσεων, ὡς εἶπεν Ἀριστοτέλης, ἔπειτα δὲ καὶ ἀνάπαλιν γινομένων. Καὶ περὶ τούτου δὲ ἐν τοῖς ἑξῆς ἐρεῖν ἐπαγγέλλεται σαφέστερον· νῦν δε τοδοῦτόν ἐστι, φησί, δῆλον, διὰ τίνα αἰτίαν πλείω τὰ ἐγκύκλιά ἐστι σώματα, ὅπερ προὐβαλόμεθα ζητῆσαι· καὶ συντόμως κάτωθεν καὶ ἀπὸ τῶν ἑπομένων ἀναβαίνων ἐπὶ τὰ ἡγούμενα συντίθησιν ἀναλυτικῶς τὰ τῆς ἀποδείξεως λήμματα· πλείω γάρ ἐστι τὰ ἐγκύκλια καὶ ἀνάπαλιν κινούμενα, διότι ἀνάγκη γένεσιν εἶναι· γένεσιν δέ, εἴπερ ἀνάγκη πῦρ εἶναι ἐναντίωσιν πρὸς ἀέρα καὶ ὕδωρ ἔχον καὶ διὰ τοῦτο καὶ ἐκεῖνα συνεισάγον· πῦρ δὲ καὶ τὰ ἄλλα ἀναγκαῖον εἶναι, εἴπερ καὶ γῆν· ταύτην δὲ ἀνάγκη εἶναι, ὅτι ἀνάγκη μένειν τι ἀεί· τοῦτο δέ, εἴπερ καὶ κινεῖσθαί τι δεῖ ἀεί. αὐτὸς μὲν οὖν συντόμως συνεῖλε τὸ τελευταῖον, τὸ δὲ ἐφεξῆς δοκεῖ εἶναι, ὅτι ἀνάγκη τι μένειν ἐν τῷ μέσῳ, εἴπερ ἀνάγκη κύκλῳ τι κινεῖσθαι, τοῦτο δὲ ἀνάγκη, εἰ ἀεί τι κινεῖσθαι ἀνάγκη· μόνη γὰρ ἀίδιος κίνησις ὡς μόνη συνεχὴς ἡ κυκλοφορία. αὐτὸς δὲ ἀνάγκη μένειν τι ἀεί φησιν, εἴπερ καὶ κινεῖσθαί τι δεῖ ἀεί, καθολικώτερον ποιησάμενος τὸν λόγον· ὡς γὰρ ἔδειξεν ἐν τοῖς Περὶ κινήσεως, πᾶσα κίνησις περί τι μένον γίνεται καὶ οὐ μόνη ἡ κυκλοφορία. τοῦ δὲ εἶναί τι τὸ ἀεὶ κινούμενον τὴν ἀνάγκην ἐν μὲν τῇ Φυσικῇ ἀκροάσει ἔλαβεν ἀπὸ τοῦ δεῖν ἀεὶ κίνησιν εἷναι, εἴπερ μήτε χρόνου μήτε κινήσεως ἔστιν ἀρχὴν λαβεῖν· εἰ δὲ ἀεὶ δεῖ κίνησιν εἶναι, καὶ τὸ κινούμενον δεῖ ἀεὶ εἶναι· ἡ γὰρ κίνησις ἐν τῷ κινουμένῳ, ὡς ἔδειξεν ἐν Γ τῆς Φυσικῆς ἀκροάσεως· καὶ ἦν οὗτος ὁ τρόπος τῆς τοὐ ἀιδίου σώματος ἀποδείξεως | ἀπὸ τῆς κινήσεως εἰλημμένος οἰκεῖος τοῖς περὶ κινήσεως λόγοις· νῦν δὲ περὶ τοῦ οὐρανίου καὶ θείου σώματος διαλεγόμενος ἀπὸ τούτου τὴν ἀπόδειξιν ἐποιήσατο λέγων, ὅτι ἀνάγκη τὸ θεῖον σῶμα ἀιδίως κινεῖσθαι, εἴπερ ἀίδιον ζωὴν ζῇ· τοῦτο δὲ ἀνάγκη, εἴπερ ἀθάνατον αὐτὸ ἀνάγκη εἶναι· τοῦτο δὲ ἀνάγκη, εἴπερ ἀνάγκη τῷ θείῳ σώματι τὸ εἶναι θείῳ σώματι ὑπάρχειν διὰ τὴν κατ’ ἐνέργειαν ἀθανασίαν. ὥστε, κἂν συνθεῖναι πάλιν βούλει τὸν λόγον, ἐρεῖς· ὁ οὐρανὸς θεῖον σῶμά ἐστι· τὸ θεῖον σῶμα κατ’ ἐνέργειαν ἀθάνατόν ἐστιν· τὸ κατ’ ἐνέργειαν ἀθάνατον ζωὴν ἀίδιον ἔχει· τὸ ζωὴν ἀίδιον ἔχον σῶμα κίνησιν ἀίδιον ἔχει· τὸ ἀιδίως κινούμενον κυκλοφορεῖσθαι ἀνάγκη· κυκλοφορουμένου δὲ ὄντος ἀνάγκη μέσον τι εἶναι σῶμα μένον κατὰ φύσιν ἐν τῷ μέσῳ, οὗ τὰ μέρη ἐπὶ τὸ μέσον φέρεται κατὰ φύσιν βαρέα ὄντα καὶ ψυχρά, τοιοῦτον δὲ ἡ γῆ γῆς δὲ οὔσης ἀνάγκη καὶ πῦρ εἶναι καὶ τὰ μεταξὺ ἐναντίως διακείμενα ἀλλήλοις· τούτων δὲ ὄντων ἀνάγκη καὶ γένεσιν εἶναι καὶ φθοράν· γενέσεως δὲ καὶ φθορᾶς οὔσης ἀνάγκη πλείονας εἶναι τὰς οὐρανίας κινήσεις καὶ ἀνάπαλιν γινομένας. ταύτην δὲ δηλονότι τὴν ἀνάγκην ὡς ἐκ τεκμηρίου συνάγομεν· αἴτιαι γὰρ αἱ τοῦ οὐρανοῦ κινήσεις τῆς γενέσεως καὶ τῆς φθορᾶς, ταῦτα δὲ ἐκείνων τεκμήρια· καὶ τὰ θλᾶ δὲ κατὰ τὸν λόγον συμπεράσματα τὰ μὲν ὡς ἐξ αἰτίων συνῆκται, τὰ δὲ ὡς ἐκ τεκμηρίων. “εἴη δὲ ἄν, φησὶν ὁ Ἀλέξανδρος, διὰ τούτων ὁ Ἀριστοτέλης καὶ περὶ τοῦ τὰ ἐνταῦθα προνοεῖσθαι εἰρηκώς· οὕτω γάρ, φησίν, ἕπεται τῇ τῶν θεῶν οὐχ ἁπλῇ κινήσει καὶ ἡ τῶν στοιχείων εἰς ἄλληλα μεταβολὴ καὶ ἡ τῶν ζῴων γένεσις. ἐζήτησα δέ, φησὶν ὁ Ἀλέξανδρος, εἰ ὄντων τῶν τεσσάρων στοιχείων καθ’ ὑπόθεσιν ἀναιρεθείη ἡ ποικίλη τοῦ θείου σώματος κίνησις, πότερον ταῦτα μεταβάλλει εἰς ἄλληλα ἢ οὔ. καὶ γὰρ εἰ μὲν μὴ μεταβάλλει, ἀίδια ἔσται, ὅπερ ἀδύνατον· καὶ μέντοι εἰ ἀίδιος ἡ γῆ, οὐδὲν ἔδει τῆς ποικίλης ἐκείνων κινήσεως, εἴ γε γίνεται διὰ τὸ δεῖν ἀεὶ γῆν εἶναι· εἰ δὲ μεταβάλλει εἰς ἄλληλα· φθαρτὰ γάρ ἐστι τῇ ἑαυτῶν φύσει, καὶ ἡ μεταβολὴ τοῖς φθειρομένοις εἰς τὰ ἐναντία, ταῦτα δέ ἐστιν τὰ ἐναντία· τί πάλιν ἔδει τῆς τοῦ θείου σώματος ποικίλης κινήσεως πρὸς τὴν τούτων γένεσιν καὶ φθοράν;’’ ταῦτα τοίνυν ἀπορήσας αὐταῖς λέξεσι λύει λέγων “ἢ οὔτε τοῦ φθείρεσθαι αὐτὰ οὔτε τοὐ εἰς ἄλληλα μεταβάλλειν ἡ ἐκείνων κίνησίς ἐστιν αἰτία, ἀλλὰ τοῦ τεταγμένως· ἐκ τούτου γὰρ τὸ καὶ πάντα ἀεὶ κατ’ εἶδος σώζεσθαι, ἐπεὶ ὅσον γε ἐπὶ τῇ οἰκείᾳ φύσει αὐτῶν οὐδὲν ἐκώλυεν ἄν εἰς ἕν ποτε πάντα μεταβάλλειν, ὡς λέγουσιν οἱ τὴν ἐκπύρωσιν γίνεσθαι λέγοντες, καὶ πάλιν ἐκ τοῦ ἑνὸς εἰς ἄλλο. οὐ γὰρ συνυπάρχειν ἀναγκαῖον τὰ ἐναντία ὥσπερ τὰ πρός τι, οὐδὲ τοῦτο ἐδείχθη, ἀλλὰ φύσει εἶναι· δύναται δὲ φύσει ὄντα καὶ παρὰ μέρος εἶναι· τούτου δὲ γενομένου ἐνεδέχετο ἄν | ποτε μὴ εἶναι γῆν εἰς πῦρ, ἂν οὕτως τύχῃ, πάντων μεταβαλλόντων· μὴ οὔσης δὲ γῆς οὐδ’ ἄν ἡ ἐν κύκλῳ φορὰ ἦν. τοῦ οὖν ἀεὶ τὰ αὐτὰ διαμένειν τάξει καὶ κατὰ τὰ μέτρα μεταβάλλοντα εἰς ἄλληλα τούτου αἰτία ἡ ποικίλη κίνησις τοὐ θείου σώματος· ἕπεται δὲ τῇ εὐτάκτῳ τῶν ἐνθάδε μεταβολῇ καὶ εὐκρασίᾳ τῶν ζῴων ὕπαρξις.’’ ταῦτα καὶ ἐν τῷ λύειν τὴν ζήτησιν αὐτοῖς τοῖς ῥήμασιν εἰπόντος τοῦ Ἀλεξάνδρου ἐγὼ περὶ τὰς τοιαύτας ζητήσεις, εἰ χρὴ τἀληθὲς εἰπεῖν, λευκή τίς εἰμι στάθμη κατὰ τὴν παροιμίαν. τὸ γὰρ ἀνελόντα τὰ κυρίως αἴτια ζητεῖν τὰ τοῖς ἀποτελέσμασιν ὑπάρχοντα παιζόντων μᾶλλον ἢ σπουδαζόντων μοι δοκεῖ τὸ ἔργον, ὡς εἴ τις ἀνελὼν τῷ λόγῳ τὴν πηγὴν περὶ τοῦ ποταμοῦ τοῦ ἐξ αὐτῆς πυνθάνοιτο φυλάττων αὐτόν, πότερον ῥεῖ ὁ ποταμὸς ἀναιρεθείσης τῆς πηγῆς ἢ οὔ. καὶ εἰ μὲν μὴ ῥεῖ, ἄτοπον εἶναι λέγων ποταμὸν τὸν μὴ ῥέοντα, εἰ δὲ ῥεῖ, ἐπάγων, ὅτι μηδὲν δεῖται τῆς πηγῆς ὁ ποταμὸς πρὸς τὸ εἶναι. καίτοι πρόχειρον εἰπεῖν, ὅτι ἡ ἐξ ἀρχῆς ὑπόθεσις ἄτοπος τὸ μένοντος τοῦ ποταμοῦ τὴν πηγὴν ἀναιρεθῆναι· τούτου δὲ ἀτοπώτερον τὸ μένειν τὰ τέσσαρα στοιχεῖα τῆς τοῦ οὐρανοῦ κινήσεως ἀναιρουμένης, ὑφ’ ἧς γίνεται. ἔστιν μὲν οὖν διὰ ταῦτα καὶ ἡ ζήτησις κατὰ τὴν ἐμὴν δόξαν παρέλκουσα, καὶ ἡ λύσις δὲ τῆς ζητήσεως ἀπᾴδειν μοι δοκεῖ τὸ μὴ εἶναι τῆς τῶν στοιχείων μεταβολῆς αἰτίας τὰς οὐρανίας περιφοράς. τίς γὰρ ἀγνοεῖ, ὅτι πλησιάζων μὲν τῷ κτὰ κορυφὴν ἡμῶν ὁ ἥλιος θερμαίνει τε τὰ περὶ ἡμᾶς καὶ τὰ ὑγρὰ ἐξατμίζει καὶ ἀέρος καὶ πυρὸς γένεσιν ἐξ ὕδατος ποιεῖ, ἀφιστάμενος δὲ τὰ λεπτυνθέντα συγκρίνει πάλιν καὶ ὕδατος γένεσιν ἀπεργάζεται; ἀλλ’ ἔστω μὲν καὶ τοῦ τάξει καὶ μέτροις ὡρισμένοις μεταβάλλειν αἴτια ἐκεῖνα, πρὸ τούτου δὲ καὶ αὐτοῦ τοῦ μεταβάλλειν ὅλως καὶ τοῦ εἶναι ἐκ τῆς μεταβολῆς γινόμενα οὐδὲν ἄλλο ἢ τὴν οὐρανίαν κίνησιν αἰτιατέον. τούτῳ δὲ καὶ αὐτὸς Ἀλέξανδρος ἐπέστησε δευτέραν λύσιν τῆς ζητήσεως ἐπάγων τοιαύτην· “εἰ γὰρ πᾶν τὸ γινόμενον, φησίν οὐ μόνον ἔκ τινος γίνεται ἀλλὰ καὶ ὑπό τινος· οὐ γὰρ ἐξ ὕλης μόνον ἀλλὰ καὶ ὑπὸ ποιοῦντος αἰτίου· οὐκ αὐτάρκη τὰ στοιχεῖα μόνα πρὸς τὴν εἰς ἄλληλα μεταβο΄λυν καὶ γένεσιν ἐξ ἀλλήλων· δεῖ γὰρ τοῦ μεταβάλλοντος αὐτά· αὐτὰ γὰρ ὕλης λόγον ἐπέχει πρὸς ἄλληλα.” καίτοι τοιαύτα εἰδότα ἐχρῆν τῆς ζητήσεως εὐθὺς τὴν ὑπόθεσιν μέμψασθαι, ὅτι εἶναι τὰ τέσσαρα στοιχεῖα ὑπέθετο ἢ μεταβάλλοντα εἰς ἄλληλα ἢ ἀίδια τῆς οὐρανίας κινήσεως ἀναιρουμένης. πῶς δὲ καὶ τοῦτο λέγει, ὅτι οὐκ ἀναγκαῖον τὰ ἐναντία συνυπάρχειν, ἀλλὰ δύναται καὶ παρὰ μέρος εἶναι, ὡς ἐνδέχεσθαί ποτε μὴ εἶναι γῆν εἰς πῦρ, ἂν οὕτω τύχῃ , πάντων μεταβαλλόντων καὶ πάλιν ἐκ τούτου εἰς ἄλλο; καὶ γὰρ πρῶτον μέν, εἰ ἐνδέχεται, καὶ γένοιτο ἂν ἐν τῷ ἀπείρῳ χρόνῳ τὸ ἐνδεχόμενον ἀεὶ ὄντων αὐτῶν· ἔπειτα, εἰ τὸ μεταβάλλον οὐ μόνον ἐξ ἐναντίου μεταβάλλει, ἀλλὰ καὶ ὑπὸ ἐναντίου, εἰς ὃ καὶ γίνεται ἡ μεταβολή, μηδενὸς ἄλλου ὄντος πλὴν πυρὸς τί ἔσται τὸ μεταβάλλον αὐτό, ὥστε ἄλλο τι ἐξ ἐκείνου γενέσθαι; ἀλλὰ ταῦτα καὶ πλέον ἐμοῦ γινώσκοντος τοῦ Ἀλεξάνδρου τῶν ἐφεξῆς ἀντιληπτέον ἐμοί. p.286b10 Σχῆμα δὲ ἀνάγκη σφαιροειδὲς ἔχειν τὸν οὐρανὸν ἕως του καὶ συνεχῆ ἐστι ταῖς σφαίραις. Μετὰ τὸν περὶ τῆς οὐσίας τοῦ οὐρανίου σώματος λόγον, ὃν ἐν τῷ πρώτῳ βιβλίῳ συνεπεράνατο, δείξας ἐν τῷ προκειμένῳ, ὅτι κατὰ φύσιν ἐστὶν τῷ οὐρανῷ ἡ κύκλῳ κίνησις καὶ οὐ βίᾳ, καὶ ἐφεξῆς περὶ τῶν τοπικῶν σχέσεων ζητήσας, ὧν πρώτην τὴν τοῦ δεξιοῦ καὶ ἀριστεροῦ ἀπὸ τῆς ἀρχῆς τῆς κινήσεως εὑρὼν ἀπὸ ταύτης τὰς λοιπὰς συνελογίσατο, εἶτα τῆς ἀντικινήσεως τὴν αἰτίαν εὑρὼν μετὰ τὰ περὶ τῆς κινήσεως σκέμματα ἐναργεστέρας οὔσης περὶ τοῦ σχήματος λοιπὸν τοῦ οὐρανίου ζητεῖ καὶ σαφῶς καὶ ἀκριβῶς καὶ τεταγμένως διὰ πλειόνων ἐπιχειρημάτων, ὅτι σφαιροειδές ἐστιν, ἀποδείκνυσι. καὶ τό γε πρῶτον τῶν ἐπικειρημάτων ἐπὶ ἀξιώματι πρόεισι τῷ λέγοντι· τὸ πρῶτον φύσει τῶν σχημάτων τοῦ πρώτου φύσει τῶν σωμάτων ἐστί· καὶ ὅτι πρῶτον φύσει τῶν σωμάτων τὸ οὐράνιόν ἐστι. ταῦτα οὖν ἐναργῆ λαβὼν συνάγει τὸν λόγον οὕτω· τὸ σφαιρικὸν σχῆμα πρῶτον τῶν σχημάτων ἐστί· τὸ πρῶτον τῶν σχημάτων τοῦ πρώτου σώματός ἐστι, τουτέστι τοῦ οὐρανίου. ὅτι δὲ πρῶτο, τῶν σχημάτων ἐστὶ τὸ σφαιρικόν, δείκνυσι καθόλου περὶ τῶν σχημάτων διορισάμενος, ποῖόν ἐστι πρῶτον καὶ ἐν ἐπιπέδοις καὶ ἐν στερεοῖς. διελὼν οὖν τὰ ἐπίπεδα σχήματα εἴς τε τὰ εὐθύγραμμα σχήματα καὶ εἰς τὰ περιφερόγραμμα δείκνυσιν, ὅτι τὸ κυρίως περιφερόγραμμον ὁ κύκλος καὶ ἁπλούστερός ἐστιν καὶ τελειότερος τῶν εὐθυγράμμων σχημάτων. καὶ ὅτι μὲν ἁπλούστερός ἐστι, δείκνυσιν ἐκ τῶν ὁρισμῶν· εἰ γὰρ κύκλος μέν ἐστι σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, τῶν δὲ εὐθυγράμμων τὸ ἁπλούστατον τὸ τρίγωνον ὑπὸ τριῶν εὐθειῶν περιέχεται γραμμῶν, ἐν ἑκάστῳ δὲ γένει τὸ ἓν τῶν πολλῶν ἁπλούστερόν ἐστι, τὸ δὲ ἁπλοῦν πρότερον ἀεὶ τοῦ συνθέτου, εἴπερ ἐκ τῶν ἁπλῶν τὰ σύνθετα συνέστηκε, πρῶτον ἂν εἴη τῶν ἐπιπέδων ὁ κυλλὸς. ἀλλὰ μὴν καὶ τέλειον τῶν ἐπιπέδων σχημάτων ὁ κύκλος ἐστίν, εἴπερ τέλειόν ἐστιν, οὗ μηδὲν ἔστι λαβεῖν ἔξω τῶν αὐτοῦ μερῶν, ῴ δὲ δύναται οἰκείως προστεθῆναι, ὡς διώρισται πρότερον, τοῦτο οὐ τέλειον, καὶ τῇ μὲν εὐθείᾳ δυνατὸν ἀεὶ προστίθεσθαι, τῇ δὲ τὸν κύκλον περιεχούσῃ γραμμῇ οὐ δυνατόν, περιέχεται δὲ τὰ μὲν εὐθύγραμμα ὑπὸ τῶν οὐδέποτε τελείων εὐθειῶν, ὁ δὲ κύκλος ὑπὸ τῆς ἀεὶ τελείας περιφερείας· δῆλον, ὅτι τέλειον τῶν ἐπιπέδων σχημάτων ὁ κύκλος ἐστί. τὸ δὲ τέλειον πανταχοῦ τοῦ ἀτ·ελοῦς πρότερόν ἐστι τῇ φύσει, εἴπερ τὰ ἀτελῆ ἐκ τῶν τελείων μεταλαγχάνει τελειότατος· καὶ κατὰ τοῦτο ἄρα ὁ κύκλος τῶν εὐθυγράμμων σχημάτων πρότερος. οὐ μόνον δὲ κατὰ τὴν οὐσίαν, ἀλλὰ καὶ τῷ χρόνῳ πρότερόν ἐστι τὸ τέλειον τοῦ ἀτελοῦς· ὅταν μὲν γὰρ ἐπὶ τοῦ αὐτοῦ ληφθῇ ἄμφω, ὡς ἐπὶ τῶν ἐν γενέσει, τὸ ἀτελὲς τοῦ τελείου πρότερόν ἐστι τῷ χρόνῳ· πρότερον γὰρ σπέρμα ἐμβρύου καὶ τοῦτο τοῦ βρέφους τῷ χρόνῳ· ἀλλὰ προηγεῖται τῷ χρόνῳ τοῦ σπέρματος ὁ σπερμαίνων καὶ τῶν γινομένων ἑκάστου τό τε γενητὸν καὶ τὸ ἀίδιον αὐτοῦ αἴτιον τέλεια ἀτελοῦς. ὥσπεο δὲ ἐν τοῖς ἐπιπέδοις ἁπλοῦς τέ ἐστιν ὁ κύκλος καὶ τέλειος, οὕτως ἐν τοῖς στερεοῖς ἡ σφαῖρα καὶ διὰ τὰς αὐτὰς αἰτίας· καὶ γὰρ καὶ ἡ σφαῖρα ἐν τοῖς στερεοῖς ὑπὸ μιᾶς ἐπιφανείας περιέχεται τῶν εὐθυγράμμων στερεῶν σχημάτων ὑπὸ πλειόνων ἐπιφανειῶν περιεχομένων, καὶ ἡ περιέχουσα τὴν σφαῖραν ἐπιφάνεια μόνη τέλειός ἐστιν ὡς ἀνεπίδεκτος προσθήκης οἰκείας· ὡς ἄρα ὁ κύκλος ἐν τοῖς ἐπιπέδοις, οὕτως ἡ σφαῖρα ἐν τοῖς στερεοῖς· πρώτη ἄρα ἡ σφαῖρα τῶν στερεῶν σχημάτων κατ’ οὐσίαν καὶ εἰκότως τῷ πρώτῳ κατ’ οὐσίαν τῶν σωμάτων ἐφήρμοσεν. Ὅτι δὲ ἁπλῆ μόνη τῶν στερεῶν σχημάτων ἐστὶν ἡ σφαῖρα, καὶ ταὐτην εἶχον περὶ αὐτῆς ἔννοιαν οἱ φυσικοί, δηλοῦσιν οἱ ἐξ ἐπιπέδων τὰ σώματα γεννῶντες καὶ εἰς τὰ ἐπίπεδα διαιροῦντες αὐτά. οὗτοι γὰρ καίτοι στοιχεῖα καὶ ἀρχὰς τῶν σωμάτων τὰ ἐπίπεδα λέγοντες μόνην ὅμως τῶν στερεῶν οὐ διαιροῦσι τὴν σφαῖραν ὡς οὐκ ἔχουσαν πλείους ἐπιφανείας ἢ μίαν. τί οὖν; φαίη ἄν τις, οὐκ ἔστι σῶμα καὶ ἡ σφαῖρα καὶ μέρη ἔχει καὶ δύναται διαιρεθῆναι εἰς τὰ μέρη; ταύτην λύων τὴν ἔνστασιν ὁ Ἀριστοτέλης ἄλλην φησὶν εἶναι τὴν εἰς τὰ ἐπίπεδα διαίρεσιν καὶ ἄλλην εἰς τὰ μέρη· ἡ μὲν γὰρ εἰς τὰ ἐπίπεδα ὡς εἰς ἁπλούστερα καὶ στοιχειωδέστερα καὶ ἄλλα τῷ εἴδει γίνεται· οὐ γὰρ εἰς σώματα, ἀλλ’ εἰς ἀσώματα· τὸ δὲ εἰς τὰ μέρη διαιρούμενον σῶμα εἰς σώματα διαιρεῖται τὴν αὐτὴν οὐσίαν ἔχοντα τῷ ὅλῳ, ὡς ἡ σφαῖρα εἰς ἡμισφαίρια, καὶ ἡ μὲν εἰς τὰ μέρη τοιαύτη διαίρεσις καὶ τοῖς ἁπλοῖς ὑπάρχει, ἡ δὲ εἰς τὰ ἐπίπεδα μόνοις τοῖς συνθέτοις· διὸ τὸ μὴ διαιρεῖσθαι τὴν σφαῖραν εἰς ἐπίπεδα ὑπ’ ἐκείνων τεκμήριον τοὐ ἁπλῆν νομίζεσθαι αὐτήν. Καὶ ἄλλως δὲ δείκνυσιν, ὅτι πρῷ τὸν τῶν σχημάτων ἐν μὲν τοῖς ἐπιπέδοις ὁ κύκλος, ἐν δὲ τοῖς στερεοῖς ἡ σφαῖρα, ἀπὸ τῆς τῶν ἀριθμῶν τάξεως πάλιν. εἰ γὰρ πρότερον τὸ ἓν τοῖν δυοῖν, καί ἐστιν ὁ μὲν κύκλος κατὰ τὸ ἓν ὑπὸ μιᾶς γραμμῆς περιεχόμενος, τὸ δὲ τρίγωνον, ὅπερ ἐστὶ τῶν εὐθυγράμμων σχημάτων τὸ ἁπλούστατον, κατὰ τὰ δύο δυσὶν ὀρθαῖς ἴσας ἔχον τὰς ἐντὸς γωνίας, εἴη ἄν ὁ κύκλος πρῶτον· εἰ δὲ τῷ τριγώνῳ τις τὸ ἓν ἀφορίσοι, ὁ κύκλος ἁπλούστερος ὢν τοῦ τριγώνου οὐκέτι ἄν εἴη σχῆμα· τοῦ γὰρ ἑνὸς οὐδέν ἐστιν ἁπλούστερον. εἰ οὖν ὡς ἐν τοῖς ἐπιπέδοις σχήμασιν ὁ κύκλος ἔχει πρὸς τὰ εὐθύγραμμα, οὕτως ἐν τοῖς στερεοῖς ἡ σφαῖρα, δῆλον, ὅτι πρώτη ἄν εἴη ἡ σφαῖρα. τὴν δὲ ἀναλογίαν ταύτην ὡς σαφῆ παρεὶς προσθεῖναι τὸ συμπέρασμα τῆς ὅλης ἀποδείξεως ἐπήγαγε παρασυναπτικῶς μετὰ τὴν ἀπόδειξιν. ἐπειδὴ γὰρ τὸ πρῶτον σχῆμα, τουτέστι τὸ σφαιρικόν, ὡς ἀποδέδεικται, τοῦ πρώτου σώματός ἐστιν· ἀνάγκη γὰρ εἶναι τὸ πρῶτον τοῦ πρώτου· πρῶτον δὲ σῶμα τὸ τῆς ἀπλανοῦς, ὅπερ εἶπεν ἐν τῇ ἐσχάτῃ περιφορᾷ, τὸ ἄρα σφαιρικὸν σχῆμα τοῦ ἀπλανοῦς οὐρανίου σώματός ἐστι τοῦ τὴν κύκλῳ φορὰν περιφερομενου. εἰ δὲ πρότερον μὲν ἀπὸ τῆς κύκλῳ κινήσεως πρῶτον ἔδειξε τῇ φύσει τὸ οὐράνιον σῶμα· καὶ γὰρ ὅτι ἀίδιον, ἐκ τούτου ἔδειξε· νῦν δὲ ἀπὸ τοῦ πρῶτον εἶναι τῇ φύσει δείκνυσιν, ὅτι σφαιρικόν, μὴ νομιζέτω τις διάλληλον εἶναι τὴν δεῖξιν· οὐ γὰρ ταὐτόν ἐστι τὸ κύκλῳ κινεῖσθαι καὶ τὸ σφαιρικὸν εἶναι· δύναται γάρ τι καὶ σφαῖρα ὂν μὴ κύκλῳ κινεῖσθαι καὶ κύκλῳ κινούμενον μὴ εἶναι σφαῖρα. δεῖξας δὲ τὸ τῆς ἀπλανοῦς σῶμα σφαιροειδὲς ὂν ὡς πρώτῳ σώματι πρώτου σχήματος τοῦ σφαιρικοῦ προσήκοντος δείκνυσιν ἀκολούθως καὶ τὰ περιεχόμενα ὑπ’ αὐτοῦ σώματα καὶ ἁπτόμενα αὐτοῦ πανταχόθεν τῆς κοίλης ἐπιφανείας σφαιρικὰ καὶ αὐτὰ ὄντα· ἢ γὰρ κενὸν ἀνάγκη εἶναι μεταξύ, ὅπερ ἀδύνατον δέδεικται, ἡ, εἰ πάντα πλήρη , ἀνάγκη τὸ πανταχόθεν ἁπτόμενον τῆς κόης ἐπιφανείς τοῦ σφαιρικοῦ σχήματος καὶ αὐτὸ σφαιρικὸν εἶναι, κατὰ δὲ τὴν ἀκολουθίαν τὴν αὐτὴν καὶ μετὰ τὸ θεῖον σῶμα τὰ ἐν γενέσει καὶ φθορᾷ, ἅπερ ἅμα πάντα ὡς ἓν πρὸς τὸ μέσον ἐκάλεσε, σφαιρικὰ εἶναι καὶ ταῦτα· τὰ γὰρ ὑπὸ τοῦ σφαιροειδοῦς περιεχόμενα καὶ ἁπτόμενα αὐτοῦ πανταχόθεν ὡς μηδὲν κενὸν ἀπολείπεσθαι σφαιροειδῆ καὶ αὐτὰ ἀνάγκη εἶναι, τὰ δὲ ὑπὸ σελήνην ἅπτεται τῆς σεληνιακῆς σφαίρας. Καὶ ὅτι μὲν παντὸς ἅμα τοῦ ἐν γενέσει σώματος ὡς ἑνὸς τὸ σχῆμα σφαιρικόν ἐστιν, ἔδειξε νῦν· ὅτι δὲ καὶ ἑκάστου τῶν τεσσάρων τὸ οἰκεῖον σχῆμα σφαιρικόν ἐστιν, ὀλίγον προελθὼν ἀποδείξει. οὐ γὰρ ἀνάγκη, εἰ τοῦ πυρὸς ἔξωθεν ἐπιφάνεια σφαιρικὴ τῷ ἅπτεσθαι τοιαύτης, καὶ τὴν ἐντὸς ὁμοίαν εἶναι· τοῦτο γὰρ ἐπὶ τῶν κατὰ τὴν ἑαυτῶν οὐσίαν ἐχόντων τὸ σφαιρικὸν ἀναγκαῖόν | ἐστι καὶ οὐκ ἐπὶ τῶν ἄλλοις συντυπουμένων. Μέχρι τούτων τὸ πρῶτον ἐπιχείρημα συνεπληρώθη τὸ δεικνύον, ὅτι σφαιροειδὴς ὁ οὐρανός, ἐκ τοῦ δεῖν τὸ πρῶτον τῶν σχημάτων τῷ πρώτῳ τῶν σωμάτων ὑπάρχειν ὡς κατ’ οὐσίαν αὐτῷ καὶ κατὰ φύσιν προσῆκον· εἰ δὲ οὗτος σφαιροειδής, καὶ ὁ ὅλος κόσμος τοιοῦτος. καλὸν δὲ ἄν εἴη καὶ τῶν τῷ Πλάτωνι περὶ τοῦ κοσμικοῦ σχήματος ῥηθέντων ἀκοῦσαι· “σχῆμα δὲ ἔδωκεν αὐτῷ τὸ πρέπον καὶ τὸ συγγενές· τῷ δὲ τὰ πάντα ἐν ἑαυτῶ περιέχειν μέλλοντι ζῴῳ πρέπον ἄν εἴη σχῆμα τὸ περιειληφός ἐν ἑαυτῷ πάντα ὅσα σχήματα· διὸ καὶ σφαιροειδὲς ἐκ μέσου πάντῃ πρὸς τελευτὰς ἴσον ἀπέχον κυκλοτερὲς αὐτὸ ἐτορνώσατο, πάντων τελειότατον ὁμοιότατόν τε αὐτὸ ἑαυτῷ σχημάτων νομίσας μυρίῳ κάλλιον ὅμοιον ἀνομοίου’’. τί τοίνυν διαφέρει πρέπον καὶ συγγενὲς εἰπεῖν τοῦ “οἰκειότατόν τε τῇ οὐσίᾳ καὶ τῇ φύσει”; εἴρηται δὲ καί, ὅτι πάντων τελειότατον σχημάτων τὸ σφαιρικόν ἐστιν. ἐφεξῆς νήσεται. ρ. 287a11 Ἔτι δὲ ἐπεὶ φαίνεται καὶ ὑπόκειται ἕως τοῦ διὰ τὸ μὴ τὴν αὐτὴν χώραν κατέχειν τὸ ὅλον. Δεύτερον ἐπιχείρημα δεικνύον, ὅτι σφαιροειδής ἐστιν ὁ οὐρανός, ἐκ τῶν προαποδεδειγμένων. εἰ γὰρ κύκλῳ περιφέρεται ὁ οὐρανός, ὡς δέδεικται πρότερον, καὶ μήτε κενόν ἐστιν ἐκτὸς αὐτοῦ μήτε τόπος, ὡς καὶ τοῦτο προαποδέδεικται, σφαιρικὸν αὐτὸν εἶναι ἀνάγκη. εἰ γὰρ εὐθύγραμμον εἴη τὸ σχῆμα, οὐκ ἄν περιφερόμενος τὸν αὐτὸν καθέξει τόπον· οὐδὲ γὰρ τὰ μέρη ἐν τοῖς ἀλλήλων τόποις χωρηθήσεται· αἱ γὰρ ἐξοχαὶ τῶν γωνιῶν κινουμένων ποιοῦσιν, ὅπου πρότερον ἦν σῶμα, νῦν οὐκ εἶναι, καὶ οὗ νῦν οὐκ ἔστι, πάλιν εἶναι, μείζονα τῶν εἰσοχῶν τόπον ἐπιλαμβάνουσαι, ὥστε κενὸν ἄν εἴη καὶ τόπος ἐκτὸς ὁ τὰς ἐξοχὰς τῶν γωνιῶν δεχομενος. Τὸ δὲ συμβήσεται καὶ τόπον εἶναι ἔξω καὶ σῶμα καὶ κενὸν ἤτοι ἀντὶ τοῦ ἢ τόπον ἢ σῶμα ἢ κενὸν εἴρηται· πάντως γὰρ ἐν τι τούτων ἔσται ἐκτὸς αὐτοῦ· ἢ μᾶλλον, ὅσα ἀποδέδεικται μὴ εἶναι ἔξω τοῦ οὐρανοῦ, σῶμα, κενόν, τόπος, πάντα ἔσται, ἐὰν κύκλῳ κινούμενος ὁ οὐρανὸς εὐθυγραμμικὸν ἔχῃ τὸ σχῆμα. εἰ γάρ, ὅπου πρότερον ἦν σῶμα, νῦν οὐκ ἔσται, κενὸν ἄν εἴη, καὶ εἰ, οὗ νῦν οὐκ ἔστι, πάλιν ἔσται, σῶμα ἂν εἴη καὶ τόπος ὁ δεκτικὸς αὐτοῦ· τὸ γὰρ τέως κενὸν τόπος ἐγένετο δεξάμενος σῶμα. γίνεται δὲ σῶμα ἐκτὸς αὐτοῦ οὐκ ἄλλο παρὰ τὰ μόρια αὐτοῦ, ἀλλὰ καθ’ ὅσον, καθ’ ὃ μέρος ἐκτὸς αὐτοῦ οὐκ ἦν σῶμα. κατ’ ἐκεῖνο γίνεται σῶμα ἐν τῇ περιφορᾷ. κἂν μὴ εὐθυγραμμικὸν δέ, φησίν, ᾖ τὸ τοῦ οὐρανοῦ σχῆμα, ἀλλά τι ἄλλο μὴ σφαιρικόν· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ | μὴἴισας ἔχον τὰς ἐκ μέσου γραμμάς, ἀλλὰ φακοειδὲς ᾠοειδές· ἐν ἅπασι, φησί, τοῖς τοιούτοις συμβήσεται καὶ τόπον ἔξω καὶ κενὸν εἶναι τῆς περιφορᾶς διὰ τὸ μὴ τὴν αὐτὴν χώραν κατέχειν τὸ ὅλον. ταῦτα τοῦ Ἀριστοτέλους εἰπόντος καὶ ὁ Ἀλέξανδρος ἀνθυπάγει καλῶς, ὅτι οὐχ ἁπλῶς ὑγιὴς ἐπὶ τούτων ὁ λόγος, ἀλλ’ εἰ μὲν φακοειδὲς ὂν τοὺς πόλους ἔχει κατὰ τὰ κέντρα τῶν ἐπιπέδων, τὸν αὐτὸν ἀεὶ καθέξει τόπον περιφερόμενον, εἰ δὲ κατὰ τὴν περιφέρειαν ἔχει τοὺς πόλους, ὥστε ἐπὶ τὸ κυκλικὸν σχῆμα γίνεσθαι τὴν περιφοράν, ἀνάγκη κενὸν ἀπολείπεσθαι καὶ τόπον· ὁμοίως δὲ καὶ εἰ ᾠοειδὲς ὂν μὴ κτὰ τὸ μῆκος ἔχει τοὺς πόλους. ἀλλὰ πλαγίους, ὡς κτὰ τὸ μῆκος γίνεσθαι τὴν περιστροφήν, ἀνάγκη κενὸν ἀπολείπειν, εἰ δὲ κατὰ τὸ μῆκος ἔχοι τοὺς πόλους, οὐκέτι. καὶ ὁ κύλινδρος δὲ καὶ ὁ κῶνος καὶ τὸ ῥομβοειδὲς καλούμενον στερεόν, ὅπερ ἐκ δυοῖν κώνων κατὰ τὰς βάσεις συνημμένων συν- έστηκεν, ἐὰν περὶ τὸν αὑτῶν ἄξον κινῶνται, τὸν αὐτὸν ἀεὶ κατέχουσι τόπον. τί δήποτε οὖν οὕτως ἐχόντων τούτων ἀδιορίστως αὐτὸ τέθεικεν ὁ Ἀριστοτέλης; ἢ τὸ συμβήσεται νῦν κυρίως ἀκουόμενον λύει τὴν ἀπορίαν; ἐν ἅπασι γὰρ τούτοις ἄλλως καὶ ἄλλως τῶν πόλων λαμβανομένων συμβήσεται κατά τινα λῆψιν καὶ τόπον ἔξω καὶ κενὸν εἶναι τῆς φορᾶς, τὸ δὲ σφαιρικὸν σχῆμα διὰ τὴν ὁμοιότητα, ὅπως ἄν ληφθῶσιν οἱ πόλοι, ἐν τῷ αὐτῷ ἀεὶ τόπῳ περιστραφήσεται, διότι πάσας ἴσας ἔχει τὰς ἀπὸ τοῦ μέσου· ὁμοιομερὲς γὰρ ὂν τί μᾶλλον τόδε ἢ τόδε πλέον ἢ ἔλαττον διέστηκε του μέσου; Ὁ μὲν οὖν Ἀριστοτέλης ἐκ τῶν φυσικῶς προαποδεδειγμένων τοῦ τε μηδὲν εἶναι ἔξω τοῦ οὐρανοῦ σῶμα μήτε τόπον μήτε κενὸν συλλογίζεται ἐν δευτέρῳ σχήματι, ὅτι σφαιροειδής ἐστιν ὁ οὐρανός, οὕτως· ὁ οὐρανὸς κύκλῳ κινούμενος τὸν αὐτὸν ἀεὶ τόπον κατέχει· οὐδὲν τῶν ἄλλο σχῆμα ἐχόντων παρὰ τὸ σφαιρικὸν κύκλῳ κινούμενον τὸν αὐτὸν ἀεὶ τόπον κατέχει, ἀλλὰ τὰ μὲν εὐθυγραμμικὰ περιφερόμενα καὶ τόπον ἀπολείπει καὶ κενὸν καὶ σῶμα, ὡς εἴρηται πρότερον, τὰ δὲ περιφερόγραμμα πάντα οὐκ ἀεὶ πληροῖ τὸν τόπον· συμβαίνει γὰρ κατά τινα τῶν πόλων λῆψιν ἀπολείπειν τε καὶ προσλαμβάνειν τοῦ ἔξωθεν τόπου · ὁ ἄρα οὐρανὸς οὐδὲν ἂν ἔχοι τῶν ἄλλων σχημάτων παρὰ τὸ σφαιρικόν. οἱ δὲ ἀστρονόμοι συγχωροῦντές τισι τῶν σχημάτων, οἷον κυλίνδρῳ καὶ κώνῳ καὶ τῷ φακοειδεῖ καὶ ᾠοειδεῖ καὶ τῷ ῥομβοειδεῖ καλουμένῳ στερεῷ , οὕτως ἔχειν τοὺς πόλους, ὡς ἀεὶ τὸν αὐτὸν κατέχειν τόπον, ἐκ τῶν φαινομένων δεικνύουσι μηδὲν ἄλλο σχῆμα τὸν οὐρανὸν ἔχειν δυνάμενον πλὴν τοῦ σφαιρικοῦ. κἄν γὰρ οἱ ἀπλανεῖς ἐπὶ παραλλήλων κύκλων τῶν αὐτῶν ἀεὶ φέρεσθαι δοκοῦντες τὸ αὐτὸ φυλάττουσιν ἀπόστημα πρὸς ἡμᾶς, ἀλλ’ οἵ γε πλανᾶσθαι λεγόμενοι ἐπὶ λοξοῦ κινούμενοι κύκλου καὶ ἐξ ἄλλου παραλ|λήλου εἰς ἄλλον μεταβαίνοντες πλείονα καὶ ἐλάττονα τὴν πρὸς ἡμᾶς ἀπόστασιν ἕξουσιν, οὐ τῷ ἀπόγειοι καὶ περίγειοι γίνεσθαι, ὥσπερ νῦν λέγομεν, ἀλλὰ τῷ ἀνίσους ἐπὶ τῶν ἄλλων σχημάτων εἶναι τὰς ἀπὸ τῆς γῆς ἐπὶ τὰ διάφορα τοῦ οὐρανοῦ μέρη προσπιπτούσας εὐθείας· μείζονες ἄρα καὶ ἐλάττονες ἀλλήλων καὶ αὐτοὶ ἑαυτῶν φανήσονται κατὰ τὰς διαφόρους ἀποστάσεις τὰς πρὸς ἡμᾶς καὶ ἐπὶ τῆς αὐτῆς ἐπιφανείας ὄντες. ὁ δὲ Πτολεμαῖος τὸ σφαιρικὸν σχῆμα συνελογίσατο καὶ ἐκ τοῦ μὴ δύνασθαι κατ’ ἄλλην ὑπόθεσιν θέσιν τὰ τῶν ὡροσκοπίων κατασκευὰς συμφωνεῖν, καὶ φυσικῶς δὲ ἐπιβάλλων λῶν ὁ θαυμάσιος τῶν Πλάτωνι ῥηθέντων μέμνηται· “τῶν σωμάτων, φησί, λεπτομερέστερος καὶ ὁμοιομερέστερός ἐστιν ὁ αἰθήρ, τῶν δὲ ὁμοιομερῶν ὁμοιομερεῖς αἱ ἐπιφάνειαι, <ὁμοιομερεῖς δὲ ἐπιφάνειαι> μόναι ἥ τε κυκλοτερὴς ἐν τοῖς ἐπιπέδοις καὶ τῶν στερεῶν ἡ σφαιρική.” p. 287a23 Ἕτι δὲ εἰ τῶν μὲν κινήσεων τὸ μέτρον ἕως τοῦ σφαιροειοη αὐτὸν ἀνάγκη εἶναι. τρίτον ἐπιχείρημα τοῦτο δεικνύον, ὅτι σφαιρικόν ἐστι τὸ τοῦ οὐρανοῦ σχῆμα. ἡ δὲ συναγωγὴ τοῦ λόγου τοιαύτη· ἡ τοῦ οὐρανοῦ κίνησις μέτρον κινήσεων ἐστιν· ἡ μετροῦσα δὲ κίνησις ἡ ἐλαχίστη ἐστίν· ἐλαχίστη δὲ ἡ ταχίστη· ταχίστη δὲ κίνησις ἀπὸ τῆς αὐτῆς δυνάμεως ἡ κατὰ τῆς ἐλαχίστης διαστάσεως· ἐλαχίστη δὲ τῶν ἴσον χωρίον περιεχόντων σχημάτων ἐν μὲν τοῖς ἐπιπέδοις ἡ κυκλικὴ γραμμή, ἐν δὲ τοῖς στερεοῖς ἡ σφαιρικὴ ἐπιφάνεια· ἡ ἄρα οὐρανία περιφορὰ σώματός ἐστιν σφαιρικὸν ἔχοντος σχῆμα. τῶν δὲ λημμάτων ἕκαστον τὸ μὲν τὴν οὐρανίαν περιφορὰν μέτρον εἶναι τῶν κινήσεων ἐν τῷ τετάρτῳ τῆς Φυσικῆς ἀκροάσεως ἐν τοῖς περὶ χρόνου λόγοις δέδεικται. καὶ νῦν συντόμως ὑπέμνησται ἡ αἰτία· διὰ γὰρ τὸ εἶναι μόνη κίνησις ὁμαλὴς καὶ συνεχὴς καὶ ἀίδιος. δεῖ γὰρ τὸ μέτρον τῶν κινήσεων κίνησιν εἶναι καὶ αὐτό, ὡς τῶν μεγεθῶν μέγεθος καὶ τῶν μονάδων μονάδα καὶ τῶν χοῶν χοῦν καὶ τῶν ῥοπῶν ῥοπήν. δεῖ δὲ καὶ συνεχῆ εἶναι τὴν τὰς ἄλλας μετροῦσαν κίνησιν· εἰ γὰρ διαλαμβάνοιτο στάσει, πῶς μετρήσει τὰς συνεχεῖς; δεῖ δὲ καὶ ὁμαλὲς εἶναι τὸ μέτρον· εἰ γὰρ ἐπιτείνοιτο καὶ ἀνίοιτο, πῶς ἄν μετρήσειεν; ὅμοιον γὰρ ὡς εἰ πῆχύν τις ποτὲ μὲν ἐκτεινόμενον ποτὲ δὲ συστελλόμενον εἰς μέτρον παραλαμβάνοι. δεῖ δὲ καὶ ἀίδιον εἶναι τὴν μετροῦσαν κίνησιν· ἀεὶ γὰρ οὔσης κινήσεως ἀεὶ δεῖ καὶ τὸ μετροῦν αὐτὴν εἶναι. ταῦτα δὲ ἅμα πάντα, τὸ συνεχές, τὸ ὁμαλές, τὸ ἀίδιον, μόνῃ πρόσεστι τῇ τοῦ οὐρανοῦ κινήσει· ὀρθῶς οὖν εἴρηται, ὅτι ἡ τοῦ οὐρανοῦ περιφορὰ μέτρον ἐστὶ τῶν ἄλλων κινήσεων. καθ’ ἕκαστον δὲ γένος τῶν μετρου- μένων τε καὶ | μετρούντων τὸ ἐλάχιστόν ἐστι τὸ μέτρον· εἰ μὲν γὰρ στάδια εἴη, στάδιον, εἰ δὲ μονάδες, μονάς, εἰ κύαθοι, κύαθος, καὶ ἀεὶ τὸ τοῦ ἐλαχίστου μεῖζον, κἄν ἄλλο τι μετρῇ, ἀλλὰ καὶ αὐτὸ ὑπὸ τοῦ ἐλαχίστου μετρεῖται· ὁ γοῦν πῆχυς μέτρον ὢν ὑπὸ τοῦ ποδὸς ὅμως μετρεῖται καὶ ὁ ποὺς ὑπὸ δακτύλου. ἐλαχίστη δὲ κίνησις ἡ ἐν ἐλαχίστῳ χρόνῳ γινομένη· ἐν ἐλαχίστῳ δὲ χρόνῳ τὸ ἴσον περίεισιν ἡ ταχίστη· ταχίστη δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἡ τὸ ἴσον μὲν περιιοῦσα χωρίον, οἷον δεκά. πλέθρον ἐμβαδόν δι’ ἐλαχίστης δὲ τῆς περιεχούσης αὐτὸ διαστάσεως, ἵνα τῆς αὐτῆς μενούσης τῆς τὸ αὐτὸ χωρίον περιιούσης ἐλαχίστη καὶ ἅμ ταχίστη γένηται ἡ κίνησις καὶ παρὰ τὸν χρόνον καὶ παρὰ τὴν διάστασιν τὴν περιέχουσαν· ἐλαχίστη δὲ τῶν ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτό, τουτέστι τῶν σχῆμα περιεχουσῶν τι καὶ ὁριζουσῶν διαστάσεων , ἐν μὲν ἐπιπέδοις ἡ κυκλική, ἐν δὲ στερεοῖς ἡ σφαιρική, διότι δέδεικται καὶ πρὸ Ἀριστοτέλους μὲν πάντως, εἴπερ αὐτὸς ὡς δεδειγμένῳ συγκέχρηται, καὶ παρὰ Ἀρχιμήδους καὶ παρὰ Ζηνοδώρου πλατύτερον, ὅτι τῶν ἰσοπεριμέτρων σχημάτων πολυχωρητότερός ἐστιν ἐν μὲν τοῖς ἐπιπέδοις ὁ κύκλος, ἐν δὲ τοῖς στερεοῖς ἡ σφαῖρα. τούτῳ δὲ ἀκόλουθόν ἐστι τὸ νῦν ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενον τὸ τῶν τὰ ἴσα ἐπίπεδα περιεχουσῶν γραμμῶν ἐλαχίστην εἶναι τὴν κυκλικήν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν στερεῶν τὴν σφαῖραν· εἰ γὰρ ἴσων ὄντων τῶν περιεχόντων ἐλάττονά ἐστι τὰ περιεχόμενα, ἐὰν ἴσα γένηται τὰ περιεχόμενα, ἐλάττονα ἄν εἴη τὰ περιέχοντα. δεῖ ἄρα τὸ τὴν ταχίστην καὶ ἐλαχίστην κίνησιν τὴν κύκλῳ κινούμενον, εἰ μὲν ἐπίπεδον εἴη, κυκλικὸν εἶναι, εἰ δὲ στερεόν, σφαιρικόν. εἰ γὰρ ἅλλο τι σχῆμα ἔχον ἴσον εἴη τῷ σφαιρικῷ, ἐπειδὴ ἐν ἴσῳ ὄγκῳ ἐλάττων ἐστὶν ἡ τῆς σφαίρας ἐπιφάνεια τῶν ἅλλως ἐσχηματισμένων, ἐλάττων ἄν εἴη καὶ ἡ κίνησις τῆς σφαίρας δυνάμεως τῆς αὐτῆς οὔσης· μείζων ἄρα ἡ τοῦ ἄλλως ἐσχηματισμένου, ὅπερ ἄτοπον, εἰ μέλλοι μέτρον εἶναι τῆς κινήσεως· ἕκαστον γὰρ τῶν κύκλῳ κινουμένων τὴν αὑτοῦ περίμετρον κινεῖται, ὥσπερ τῶν ἐπ’ εὐθείας κινουμένων ἕκαστον τὴν τοῦ ὑποκειμένου διαστήματος. Ζητεῖ δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις, πῶς ὁ Ἀριστοτέλης δύναται λέγειν τῶν ἴσων ἐπιπέδων ὑπὸ ἐλαχίστης γραμμῆς περιέχεσθαι τὸν κύκλον, εἴ γε μήπω κατ’ αὐτὸν ὁ τοῦ κύκλου τετραγωνισμὸς ηὑρημένος ἐτύγχανε· τὸ γὰρ τὴν τοῦ κύκλου, φησί, γραμμὴν συμβάλλειν ταῖς εὐθείαις ἤρτηται τοῦ τετραγωνισμοῦ τοῦ κύκλου. καὶ λύει τὴν ζήτησιν λέγων, ἢ ὅτι τούτων γραφομένων ηὕρητό πόσως ὁ τετραγωνισμός· οὐδὲ γὰρ νῦν, φησίν, ὡμολόγηται εὑρῆσθαι, διότι αἱ φερόμεναι δείξεις ἐπὶ ὑποθέσεσι προίασιν· ἢ τὴν σύγκρισιν, φησίν, οὐ πρὸς τὰ εὐθύγραμμα ποιεῖται τοῦ κύκλου νῦν, ἀλλὰ πρὸς τὰ περιφερόγραμμα, οἷον τὴν καλουμένην ἔλλειψιν. καὶ γὰρ οὐ μόνον τῶν εὐθυγράμμων ἴσων, ἀλλὰ καὶ τῶν περιφερογράμμων ὁ κύκλος ἐλαχίστην ἔχει περίμετρον· ὁμοίως δὲ καὶ ἡ σφαῖρα οὐ μόνον τῶν εὐθυγράμμων στερεῶν, ἀλλὰ καὶ τῶν ὑπὸ μιᾶς ἐπιφανείας περιεχομένων, οἷον τοῦ φακοειδοῦς καὶ ᾠοειδοῦς, ἴσων ὄντων ἐλάττονα ἔχει τὴν ἐπιφάνειαν. ὅτι δὲ πρὸς ταῦτα τὴν σύγκρισιν ἐποιήσατο ὁ Ἀριστοτέλης, πιστοῦται ὁ Ἀλέξανδρος ἐκ τοῦ τὸ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ τούτοις μάλιστα προσήκειν τοῖς σχήμασι τοῖς ὑπὸ μιᾶς γραμμῆς ἢ μιᾶς ἐπιφανείας περιεχομένοις. καίτοι προελθὼν ὀλίγον αὐτὸς ὁ Ἀλέξανδρος τοῦτο εἰρῆσθαί φησιν, ἵνα σχήματος δηλώσῃ περίμετρον. σχῆμα γάρ ἐστι τὸ ὑπό τινος ἤ τινων ὅρων περιεχόμενον· τοιοῦτον δὲ ὄν, φησίν, ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἔχει τὰς περιεχούσας γραμμάς· οὐ γὰρ τὴν εὐθεῖάν φησι περίμετρον· οὐ γὰρ ἀπὸ ταὐτοῦ ἐπὶ τὸ αὐτό· ἀλλ’ οὐδὲ τὴν γωνίαν, διὸ οὐδὲ αὕτη σχῆμα· ὥστε κοινῶς τοῦτο περὶ τοῦ σχήματος εἴρηκε καὶ οὐ μόνον τῶν περιφερογράμμων. Καὶ ἄλλως δὲ πειρᾶται δεικνύναι ὁ Ἀλέξανδρος, ὅτι πρὸς τὰ περιφερόγαμμα νῦν τὴν σύγκρισιν ὁ Ἀριστοτέλης ἐποιήσατο, λέγων, ὅτι ἡ πρὸ ταύτης ἐπιχείρησις ἡ εἰς τὸ κενὸν ἀπάγουσα ἐπὶ μὲν τῶν εὐθυγράμμων σχημάτων φανερὰ ἦν διὰ τὰς τῶν γωνιῶν ἐξοχάς, ἐπὶ δὲ τῶν περιφερογρόμμων οὐχ ὁμοίως· διὸ εἴη ἂν ταῦτα περὶ τούτων προστιθείς, ἃ διὰ τῆς προλαβούσης δείξεως οὐκ ἦν ὁμοίως δεδειγμένα. Μήποτε δὲ οὔτε τὸ ζήτημα τοῦ Ἀλεξάνδρου οὔτε ἡ λύσις αὐτοῦ ἔχει τινὰ πρὸς τὰ παρόντα χρείαν, οὐδὲ ἐκεῖνο ὀρθῶς εἴρηκεν, ὅτι τὴν τοῦ κύκλου γραμμὴν συμβάλλειν ταῖς εὐθείαις ἤρτηται τοῦ τετραγωνισμοῦ τοῦ κύλλου. ὁ γὰρ προβαλλόμενος κύκλον τετραγωνίσαι οὐ τοῦτο προβάλλεται τὸ τῇ γραμμῇ τοῦ κύκλου μιᾷ οὔσῃ τέσσαρας εὐθείας ἴσας εὑρεῖν, ἀφ’ ὧν ἄν τὸ τετράγωνον γένοιτο· τοῦτο γὰρ εὕρητο πάλα καὶ πρόπαλαι, ἐξ οὗ ἡ τοῦ κύκλου γραμμὴ τριπλασιεφέβδομεος εὑρέθη τῆς διαμέτρου, καὶ οὐδὲν ἦν χαλεπὸν τριπλασιεφέβδομον τῆς διαμέτρου ποιήσαντα εὐθεῖαν ἴσην οὖσαν τῇ τοῦ κύκλου γραμμῇ εἰς τέσσαρας διελεῖν ἴσας, ἀφ’ ὧν τετράγωνον συνεστήξεται· ἀλλὰ τὸ πρόβλημα τὸ λέγον κύκλῳ ἴσον τετράγωνον θέσθαι ἐπιπέδῳ κυκλικῷ ἐπίπεδον τετραγωνικὸν ἀπαιτεῖ ἴσον, ὡς τῷ δοθέντι τριγώνῳ ἴσον τετράγωνον συστήσασθαι ὁ στοιχειωτὴς προεβάλετο οὐ ταῖς γραμμαῖς τοῦ τριγώνου τὰς τοῦ τετραγώνου γραμμὰς ἐξισῶσαι προθέμενος, ἀλλὰ τῷ ἐμβαδῷ τὸ ἐμβαδόν. ὅταν οὖν λέγῃ ὁ Ἀριστοτέλης, ὅτι τῶν ἀφ’ ἑαυτοῦ ἐφ’ ἑαυτὸ ἐλαχίστη ἐστὶν ἡ τοῦ κύκλου γραμμή, γραμμὰς ἀλλήλαις παραβάλλει, ὁ δὲ λέγων, ὅτι τῶν ἰσοπεριμέτρων σχημάτων μεῖζόν ἐστι τὸ τοῦ κύκλου ἐμβαδὸν τῶν ἄλλων, τὰς περιεχούσας τὰ σχήματα γραμμὰς ἴσας ὑποθέμενος ὡς εὑρεθέντος | τούτου μεῖζον λέγει τὸ τοῦ κύκλου ἐμβαδὸν καὶ τῶν ἄλλων τῶν ὑπὸ ἴσης τῷ κύκλῳ περιμέτρου περιεχομένων καὶ τοῦ τετραγώνου, οὐ μέντοι ἤδη καὶ τὸ ἴσον κατείληπται τῆς τῶν ἐμβάδων συστάσεως. ἐπιστήσαι δὲ χρή, ὅτι καὶ τοῦτο τὸ ἐπιχείρημα Πλατωνικὸν ὂν ὁ Ἀριστοτέλης ἠσπάσατο. εἰ γὰρ τῶν ἐμβάδων ἴσων ὄντων ἐλαχίστη ἐστὶν ἡ τὸ κυκλικὸν περιέχουσα γραμμὴ καὶ διὰ τοῦτο ἐλαχίστη, ὅτι τῶν ἰσοπεριμέτρων πολυχωρητότερος ὁ κύκλος, ὅπερ ὁ Πλάτων ἐδήλωσε διὰ τοῦ περιέχειν πάντα ὁπόσα σχήματα, κἄν ἐνδεικνύηταί τι καὶ ἄλλο διὰ τούτου, δῆλον, ὅτι ἐξ ἐκείνου καὶ τοῦτο εἴληπται. p. 287a30 Λάβοι δὲ ἄν τις καὶ ἐκ τῶν περὶ τὸ μέσον ἕωί τοῦ ὅτι σφαιροειδής ἐστιν ὁ οὐρανός. τέταρτος οὗτος λόγος σφαιροειδῆ δεικνύων τὸν οὐρανὸν ἀπὸ τοῦ σφαιροειδὲς εἶναι τὸ ὕδωρ, καὶ οὐ μόνον τὸν οὐρανόν, ἀλλὰ καὶ τὰ ὑπὲρ τὸ ὕδωρ γενητὰ καὶ φθαρτὰ στοιχεῖα τόν τε ἀέρα καὶ τὸ πῦρ· περὶ γὰρ τῆς γῆς, ὅτι καὶ αὐτὴ σφαιροειδὴς ὡς πρὸς αἴσθησιν, ὕστερον ἀποδείξει. ὁ δὲ λόγος καὶ ἐνταῦθα τοιοῦτος· εἰ ἡ τοῦ ὕδατος ἐπιφάνεια σφαιροειδής, τὸ δὲ τῷ σφαιροειδεῖ συνεχὲς ἡ πανταχόθεν αὐτοῦ ἁπτόμενον ἀνάγκη καὶ αὐτὸ σφαιροειδὲς εἶναι, οὕτω δὲ ἔχει πρὸς τὸ ὕδωρ ὁ ἀὴρ διὰ τὸ μηδὲν εἶναι μεταξὺ κενόν, καὶ ὁ ἀὴρ σφαιροειδὴς ἂν εἴη· διὰ τὰ αὐτὰ δὲ καὶ τὸ τὸν ἀέρα περιέχον πῦρ τοιοῦτον καὶ τὰ ἐφεξῆς καὶ ἁπτόμενα τῶν ὑφ’ ἑαυτὰ κατὰ τὸν αὐτὸν λόγον μέχρι τῆς ἀπλανοῦς. πρὸς ταύτην δὲ τὴν ἀπόδειξιν ὁ Ἀλέξανδρος ἐνίσταται λέγων, ὅτι τὰς μὲν ἐντὸς ἐπιφανείας τοιαύτας εἶναι δεικνύοι ἂν κατὰ τήνδε τὴν δεῖξιν, οὐ μέντοι γε καὶ τὰς ἐκτός, ἀλλ’ ὄντος μὲν καὶ τοῦ αἰθερίου σώματος σφαιροειδοῦς εἴη ἄν καὶ τὰ ἄλλα τὰ μέχρι τοῦ ὕδατος σφαιροειδῆ, εἴ γε τὴν μὲν ἐκτὸς ἐπιφάνειαν διὰ τὰ ὑπερκείμενα ἔχουσι σφαιροειδῆ, τὴν δὲ ἐντὸς διὰ τὰ ὑποκείμενα. ἴσως δέ, φησίν, ὅσον ἐπὶ τούτοις τοῖς λόγοις, οὔτε ἡ τοῦ ἀέρος ἐκτὸς ἐπιφάνεια οὔτε τοῦ πυρὸς ἡ ἐντὸς ἀνάγκην ἔχουσιν εἶναι σφαιροειδεῖς· ἢ ἀνάγκη; φησί· καὶ γὰρ ὁ ἀὴρ ὑγρὸς ὢν ὥσπερ τὸ ὕδωρ συρρέων εἰς τὰ κοῖλα σφαιρικὴν ποιεῖ τὴν ἐκτὸς ἐπιφάνειαν, ὥσπερ καὶ τὸ ὕδωρ · εἰ δὲ τοῦτο τοιοῦτον, καὶ ἡ τοῦ πυρὸς ἐπιφάνεια ἡ ἐντὸς εἴη ἄν σφαιρική, ἡ δέ γε ἐκτός, ἄν ᾖ τὸ σῶμα τὸ θεῖον σφαιρικόν, ὡς ἐδείχθη πρότερον. οὕτω δὲ δι’ ἀμφοτέρων, φησί, τῶν δείξεων εἴη δεδειγμένον τὸ τὰ μέσα σώματα ἑκατέραν ἐπιφάνειαν ἔχειν σφαιρικήν, τὴν μὲν ἐκτὸς διὰ τὸ περιέχον, τὴν δὲ ἐντὸς διὰ τὸ περιεχομενον. Ταῦτα μὲν ὁ Ἀλέξαν|δρος, ὁ δὲ Ἀριστοτέλης ὡς διὰ τοῦτον τὸν λόγον σφαιροειδοῦς δεικνυμένου τοῦ οὐρανοῦ καὶ ἀρχόμενος αὐτοῦ ‘τοῦσφαιροειδῆ’ φησιν ‘ἐξ ἀνάγκης εἶναι τὸν οὐρανὸν’ λάβοι ἄν τις τὴν πίστιν καὶ ἐκ τῶν περὶ τὸ μέσον ἱδρυμένων σωμάτων, καὶ συμπεραινόμενος δὲ αὐτὸν ὥστε, φησί, κἄν διὰ τοῦτο φανερὸν εἴη, ὅτι σφαιροειδής ἐστιν ὁ οὐρανός. πῶς οὖν ἡμεῖς τὸ ἥμισυ τῆς ἀποδείξεως μόνον ἐκ τούτου φαμὲν εἰλῆφθαι τοῦ λόγου; μήποτε οὖν αὐτάρκης καὶ οὗτος καθ’ αὑτόν ἐστιν, εἰ τῇ τοῦ Ἀριστοτέλους ἀκριβείᾳ τὸν νοῦν προσέχοιμεν. εἰ γὰρ ὁ ἀὴρ διὰ μὲν τὸ ὕδωρ σφαιροειδὲς ὂν τὴν ἁπτομένην αὐτοῦ κοίλην ἐπιφάνειαν ἔχει σφαιρικήν, διὰ δὲ τὸ περιρρεῖν πανταχόθεν τῷ ὕδατι σφαιρικῷ ὄντι καὶ ἐκτὸς σφαιροῦται, δῆλον, ὅτι καὶ τοῦ πυρὸς ἡ ἐντὸς σφαιρικὴ ἔσται· ἡ δὲ ἐκτὸς ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν τῇ ἀπλανεῖ συγκινεῖται, ὡς δηλοῖ τὰ ἐν αὐτῇ συνιστάμενα φάσματα, κομῆται καὶ δοκίαι καὶ τὰ τοιαῦτα, συνανατέλλοντα καὶ συνδύνοντα τοῖς ἀπλανέσιν ἄστροις· τοῦ οὖν τὴν σελήνην φέροντος σώματος ἐπ’ ἀνατολὴν ἀπὸ δύσεως κινουμένου πανταχόθεν ἐφαπτόμενον τοῦ φέροντος τὴν σελήνην σώματος τὸ πῦρ, εἰ μὴ λεῖον εἴη, κωλύοι τε ἄν καὶ κωλύοιτο κινεῖσθαι· ὥστε καὶ διὰ τούτου δῆλον, ὅτι ἡ ἐντὸς ἐπιφάνεια τῆς σελήνης σφαιροειδής ἐστιν. ἀλλὰ μὴν καὶ ἡ ἐκτός· ἰδίαν γὰρ πάλιν ἡ σελήνη κίνησιν κινεῖται παρὰ τὴν τοῦ Ἑρμοῦ, καὶ τοῦτο μέχρι τῆς ἀπλανοῦς ἀνιοῦσιν. ὅλως δὲ τῶν ὑπὸ σελήνην σφαιρικῶν δειχθέντων ἀτοπώτατον ἄν ἦν τὰ οὐράνια χεῖρόν τι τοῦ σφαιρικοῦ σχῆμα ἔχειν. ὀρθῶς οὖν εἶπε καὶ τὰ ἄνω σώματα κτὰ τὸν αὐτὸν λόγον. p. 287b4 Ἀλλὰ μὴν ὅτι γε ἡ τοῦ ὕδατος ἐπιφάνεια ἕως τοῦ σφαιροειδὴς ἄρα ἡ τοῦ ὕδατος ἐπιφάνεια, ἐφ’ ἧς ἡ ΒΕΓ. Τὸ προσεχὲς ἐπιχείρημα ποιησάμενος ἐπὶ ὑποθέσει τῇ λεγούσῃ σφαιροειδὲς εἶναι τὸ ὕδωρ νῦν αὐτὸ τοῦτο προτίθεται δεῖξαι γραμμικὴν ἀκρίτοῦ βειαν τῇ ἀποδείξει προστιθεὶς καὶ γεωμετρῶν ὄντως τὴν φύσιν. λαβὼν τοίνυν καὶ νῦν ὑπόθεσιν, ἀλλ’ ἐκ τῶν φαινομένων ταύτην ἐναργεστάτην, ὅτι πέφυκεν ἀεὶ συρρεῖν τὸ ὕδωρ εἰς τὸ κοιλότερον, κοιλότερος δέ ἐστιν ὁ τόπος ἐκεῖνος ἀεὶ ὁ μᾶλλον πλησιάζων τῇ χώρᾳ, πρὸς ἣν πέφυκε ῥέπειν τὸ ὕδωρ καὶ ἐφ’ ἣν συρρεῖ μὴ κωλυόμενον, τοῦτο τοίνυν κέντρον καλεῖ νῦν μὲν ὡς σημεῖον λαμβάνων τὸ ὡς ἄν εἴποις κοιλότατον, ἐφ’ ὃ συρρεῖ τὸ ὕδωρ, ὀλίγον δὲ ὕστερον κέντρον δειχθησόμενον τῆς τοῦ ὕδατος ἐπιφανείας. καὶ ἀπὸ τούτου τοῦ Α εὐθείας ἴσας ἐκβάλλει τὴν AB καὶ ΑΓ καὶ ἐπιζεύξας τὴν BF τρίγωνον ποιεῖ καὶ ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν μεταξὺ τῶν Β Γ σημείων ἄγει τὴν ΑΔ· αὕτη τοίνυν ἐλάττων ἐστὶ τῶν ΑΒ ΑΓ· ἐὰν γὰρ κέντρῳ τῷ Α καὶ διαστήματι ὁποτέρῳ τῶν Β Γ κύκλον γράψωμεν, αἱ μὲν ΑΒ ΑΓ ἔσονται ἐκ τοῦ κέντρου ἐφαπτόμεναι τῆς περιφερείας, ἡ δὲ μεταξὺ αὐτῶν ἐπὶ τὴν βάσιν ἀχθεῖσα ΑΔ οὐκ ἐφάψεται καὶ αὕτη ἀπὸ τοῦ κέντρου οὖσα· ἐλάττων ἄρα ἐκείνων ἔσται· πλησιαίτερον ἄρα τοῦ Α τὸ Δ ἔσται ἤπερ τὰ Β Γ· κοιλό- τερος ἄρα ὁ τοῦ Δ τόπος παρὰ τοὺς τῶν Β Γ· ἐπὶ τὸ Δ ἄρα συρρεύσει τὸ ὕδωρ, ἕως ἄν ἐξισωθῇ ταῖς ΑΒ ΑΓ ἡ ΑΔ· τότε γὰρ οὐκ ἔσται ἔτι κοιλότερον τὸ Δ τῶν Β Γ. ἐὰν οὖν προσεκβάλλοντες τὴν ΑΔ ἀφέλωμεν ἀπ’ αὐτῆς τὴν AE ἴσην ταῖς ΑΒ ΑΓ, οὐκέτι ἔσται κοιλότερος τόπος, εἰς ὃν συρρεύσει τὸ ὕδωρ· εἰ γὰρ μεταξύ τις νομίζει τῶν τριῶν εὐθειῶν εἶναι, καὶ δι’ ἐκείνων τῶν σημείων ἀπὸ τοῦ Α ἴσας εὐθείας διαγαγόντες ταῖς τρισὶν ἀναπλρώσομεν τὸ κοῖλον. ἐὰν οὖν ἐπὶ τὰ Α E Γ σημεῖα καὶ εἴ τινα ἄλλα μεταξὺ τούτων πέρατα τῶν ἀπὸ τοῦ Α σημείου ἴσων εὐθειῶν εὑρεθῇ, εἰ μὲν ἐν ἐπιπέδῳ, γράφοιντο αἱ ἀπὸ τοῦ Α εὐθεῖαι, κυκλικὴ ἔσται ἡ ἐπιζευγνυμένη ἐπὶ τὰ πέρατα τῶν εὐθειῶν γραμμή, εἰ δὲ ἐν στερεῶ, σφαιρικὴ ἔσται ἐπιφάνεια ἡ διὰ τῶν περάτων τῶν γραμμῶν ἐκβαλλομένη. ἐὰν γὰρ ἀπό τινος σημείου ἐπὶ τὰ αὐτὰ μέρη πλείους ἢ δύο εὐθεῖαι ἐκβληθῶσιν ἴσαι, εἰ μὲν ἐν τῷ αὐτῷ εἰσιν ἐπιπέδῳ, κυκλικὴ ἔστι γραμμὴ ἡ διὰ τῶν περάτων αὐτῶν ἀγομένη, εἰ δὲ ἐν διαφόροις ἐπιπέδοις, σφαιρικὴ ἔσται ἡ ἐπιφάνεια. εἰ οὖν τὸ ὕδωρ τότε μόνον φυσικῶς ἠρεμεῖ καὶ οὐ συρρεῖ, ὅταν πρὸς τοῖς πέρασι γένηται τῶν ἴσων ἀπὸ τοῦ Α ἐκβαλλομένων εὐθειῶν, τὸ δὲ διὰ τῶν περάτων ἐκείνων ἀγόμενον ἐν στερεῷ σφαιρικὴν ποιεῖ τὴν ἐπιφάνειαν, τὸ ὕδωρ ἄρα σφαιρικὴν ἔχει τὴν ἐπιφάνειαν, καὶ κέντρον αὐτῆς τὸ σημεῖον, οὗ πανταχόθεν ἴσον διέστηκεν ἡ ἐπιφάνει. διὸ καὶ κέντρον αὐτὸ κέκληκεν ὁ Ἀριστοτέλης, εἴτε τὸ τῆς γῆς ἐστι τοῦτο κέντρον εἴτε τοῦ παντὸς εἴτε τὸ τοῦ ὕδατος αὐτοῦ, εἴτε πάντων μὲν τῶν κέντρων ὁ αὐτὸς τόπος, δυνάμεις δὲ διαφόρους ἔχουσιν. ὅτι δὲ σφαιρικὴ ἡ τοῦ ὕδατος ἐπιφάνεια , δηλοῖ καὶ τὸ τὰς ῥανίδας εἰς λεῖον ἐμπιπτούσας τι, οἷον εἰς φύλλον λαχάνου ἢ δένδρου ἢ τῶν Νειλῴων κιβωκιβωρίων, συστρεφομένας καὶ σφαιρουμένας ἠρεμεῖν· εντι δὲ ἐναργέστερον τὸ τοὺς πλέοντας τὰ πελάγη ἀπὸ μὲν τῶν πλοίων αὐτῶν πολλάκις μὴ ὁρᾶν γῆν μηδὲ τὰ ἐν αὐτῇ ἀνεστηκότα, ἐπὶ δὲ τοὺς ἱστοὺς ἀναβαίνοντας ὡς πλησίον ὄντα ὁρᾶν· ἀλλὰ καί, εἰς ποτήριον ἄν τις ὕδωρ ἐμβάλῃ καὶ νομίσματα ἢ ψηφῖδας ἢ ἄλλους ὄγκους τινάς, σφαιροῦται τὸ ὕδωρ καὶ οὐκ ἐκχεῖται, ἕως ἄν ὑπερβάλῃ τὴν σφαιρικὴν ἐπιφάνειαν. p. 2871b14 Ὄτι μὲν οὖν σφαιροειδής ἐστιν ὁ κόσμος ἐωςτοῦ καὶ τὰ πλεῖον ἀεὶ ἀπέχοντα τῶν στοιχείων. To μὲν οὖν πρόβλημα ἦν, ὅτι σφαιρικὸν τὸ οὐράνιον σῶμα, δεικνύνᾶι. ἐπειδὴ δὲ ὁ ὅλος κόσμος κατὰ τὸν οὐρανὸν σφαιρικός ἐστι, καὶ μέντοι κατὰ τὸν λόγον καὶ τῶν ὑπὸ σελήνην τὰ πλεῖστα δέδεικται σφαιρικά, οὐκ ἀπεικότως συμπεραινόμενος τὸν λόγον σφαιροειδῆ τὸν ὅλον κόσμον εἶπεν ἀποδεδεῖχθαι. ἐπειδὴ δὲ πρὸς ἀνθρώπους διαλέγεται τεχνικοῖς καὶ φυσικοῖς σφαιροειδέσι συνειθισuι ἕνους, πάνυ θεοφιλῶς καὶ τὴν κατὰ τὸ σχῆμα πρὸς πάντα τὰ ἄλλα ὑπεροχὴν τοῦ οὐρανίου σώματος ἐπιδείκνυσιν, ὅτι οὐχ ὁλοσχερῶς λέγεται σφαιροειδές, ὡς καὶ τὴν γῆν πρὸς αἴσθησιν σφαιροειδῆ λέγομεν καίτοι τηλικαύτας ἔχουσαν ἐπαναστάσεις τὰς τῶν ὀρῶν καὶ φαραγγώδεις κοιλότητας, ἀλλ’ οὕτω κατὰ ἀκρίβειαν ἔντnρνός ἐστι σφαῖρα, ὡς μηδὲν μήτε τεχνικὸν μήτε φυσικὸν μήτε ὅλως τι τῶν ἡμῖν ἐν ὀφθαλμοῖς φαινομένων μηδὲν παραπλησίως ἔχειν αὐτῷ. ἀλλ’ ἐδεῖτό τινος παραμυθίας ἡ διάστασις αὕτη τοῦ λόγου· κἄν γὰρ σφαιροειδὴς ἀποδέδεικται, ἀλλὰ τό γε ἀκριβὲς τοῦτο μὴ φαινόμενον τῇ αἰσθήσει τάχα ἄν ἀπιστίαν παρέσχετο· δείκνυσιν οὖν, ὅτι οὐδὲν ἄλλο τῶν ἐν τῷ κόσμῳ σωμάτων, ἐξ ὧν ὁ κόσμος τὴν σύστασιν εγͅηφεν, οὕτω δυνατὸν ὁμαλότητα δέξασθαι καὶ ἀκρίβειαν σχήματος, ὡς ἡ τοῦ πέριξ σώματος φύσις. δείκνυσι δὲ αὐτὸ ἐκ τῆς τῶν ὁρωμένων ἡμῖν στοιχείων ἀναλογίας. καὶ γὰρ ὅτι ἡ τοῦ ὕδατος ἐπιφάνεια λειοτέρα τε καὶ ὁμαλωτέρα ἐστὶ τῆς κτὰ τὴν γῆν ἐπιφανείας, παντὶ πρόδηλον. εἰ οὖν ἀνάλογον ἔχουσι πρὸς ἅλληλα τὰ στοιχεῖα, ὥστε εἶναι, ὡς ὕδωρ πρὸς γῆν, οὕτως ἀέρα πρὸς ὕδωρ καὶ πρὸς ἀέρα πῦρ, καὶ τῶν συστοίχων, τουτέστι τῶν διὰ λεπτότητα καὶ καθαρότητα διενήνοχε, δῆλον, ὅτι καὶ τὸ ὑπὲρ τὸ πῦρ σῶμα πρὸς ἀναλογίαν τῆς ἀποστάσεως τὴν λεπτότητα ἔχει καὶ τὴν καθαρότητα καὶ ὁμαλότητα καὶ διὰ ταῦτα τὴν κατὰ τὸ σχῆμα ἀκρίβειαν. ἐπιστῆσαι δὲ χρή, ὅτι καὶ τὸ ἔντορνον ἀπὸ τῆς Πλάτωνος μετείληπται λέξεως τῆς λεγούσης, ὅτι “ σφαιροειδὲς ἐκ μέσου πάντῃ πρὸς τὰς τελευτὰς ἴσον ἀπέχον κυκλοτερὲς αὐτὸ ἐτορνώσατο”. ὅτι δὲ σφαιροειδῆ τὸν κόσμον εἶπε διὰ τὸ τὸν οὐρανὸν εἶναι σφαιροειδῆ, καὶ νῦν ἐδήλωσε, δι’ ὧν φησι μηδὲν τῶν ἐν τῷ κόσμῳ σωμάτων ὁμαλότητα καὶ ἀκρίβειαν οὕτω δύνασθαι καταδέξασθαι ὡς τὴν τοῦ πέριξ σώματος φύσιν. p. 287b22 ἐπεὶ δὲ ἔστι διχῶς ἐπὶ τοῦ κύκλου κινηθῆναι ἕως του και ταυτην ἐπὶ το τιμιωτερον. Πέμπτον νῦν προβάλλεται ζήτημα περὶ τῆς τοῦ οὐρανοῦ τοῦ πρώτου κινήσεως, ἐπειδὴ κύκλῳ κινούμενον αὐτὸν δυνατὸν ἦν διχῶς κινεῖσθαι ἢ οὕτως, ὡς νῦν κινεῖται, ἢ ἀνάπαλιν, ὥστε τὴν ἀπλανῆ ἀπὸ τῆς νῦν λεγομένης δύσεως κινουμένην ἐκείνην ποιεῖν ἀνατολήν, τὸ δὲ πλανώμενον δηλονότι ἀπὸ τῆς νῦν ἀνατολῆς. καὶ πρῶτον μέν, ὅτι εἰκότως καὶ ταύτην τὴν ζητεῖ, ζητεῖ, δείκνυσιν ἐκ τοῦ εἶναί τινα καὶ τούτου αἰτίαν. εἰ γὰρ ὁ οὐρανὸς ἀίδιος καὶ ἀιδίως κινούμενος, τῶν δὲ ἀιδίων οὐδὲν μάτην οὐδὲ ἐκ ταὐτομάτου γίνεται, δῆλον, ὅτι εἴη ἄν τις αἰτία τοῦ οὕτως ὡς νῦν ἀλλὰ μὴ ἀνάπαλιν κινεῖσθαι. ἐπεὶ οὖν μὴ ἀναίτιόν ἐστι τὸ τοιῶσδε κινεῖσθαι, ἢ ἀρχὴ καὶ αἰτία τοῦτο ἄλλων ἐστίν, ὡς ἡ ἀντικίνησις ἐλέγετο τῆς γενέσεως ἀρχή, ἢ καὶ τούτου ἄλλη τίς ἐστιν ἀρχή, ὡς τοῦ σφαιροειδοῦς τὸ δεῖν τῷ πρώτῳ σώματι τὸ πρῶτον σχῆμα ὑπάρχειν. εἶτα εἰς χαλεπότητα τοῦ ζητήματος ἀποβλέψας διορίζει, τίνας χρὴ τὰ τοιαῦτα προβλήματα καταζητεῖν, ὅτι οὐ τοὺς φιλοτίμους οὐδὲ τοὺς προπετῶς ταῖς ἑαυτῶν φαντασίαις πιστεύοντας, ἀλλὰ τοὺς φιλομαθεῖς καὶ τοὺς εὐλαβεστέραν τὴν ἑαυτῶν συγκατάθεσιν ἔχοντας· τούτοις γὰρ προσήκει καὶ τὸ περὶ ἐνίων τῶν ἀπορωτάτων δοκούντων ἀποφαίνεσθαί τι καὶ τὸ περὶ πάντων πειρᾶσθαι ζητεῖν καὶ παριέναι μηθέν· ἐπὶ γὰρ τούτων οὔτε εὐηθείας οὔτε περιττῆς προθυμίας αἰτίαν ἕξει τὰ τοιαῦτα ζητήματα. εἰπὼν δέ, ὅτι διχῶς ἔστι κυκλικὴν κίνησιν κινεῖσθαι, τὴν μὲν ἀπὸ τοῦ Α ἐπὶ τὸ Β, τὴν δὲ ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ, ὑπομιμνήσκει, ὅτι οὐ σαλεύεται ἐκ τούτου ὁ λόγος ὁ δείξας, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις· οὐδὲ γὰρ ἐναντίαι εἰσὶν αὗται, ἀλλ’ ἀνάπαλιν. γινώσκων δὲ ὕποπτον ἐσομένην πολλοῖς τοῦ ῥηθησομένου λόγου τὴν ἀγωγὴν καὶ μάλιστα ἐκ τοῦ προχείρου σκοποῦσι μετὰ φιλοσόφου εὐλαβείας ὑπὲρ αὐτοῦ προαπολογεῖται λέγων, ὅτι, ὅταν τις ἐντύχῃ τοῖς εὑρίσκουσι τὰς ἀκριβεστέρας ἀκάγκας τῆς ζητουμένης αἰτίας, τότε χάριν αὐτοῖς ἔχειν δεῖ, ἕως δ’ ἂν ἐκείνοις μὴ περιτύχωμεν, τὸ νῦν φαινόμενον τέως ῥητέον. ἀξιώσας οὖν τὴν φύσιν καὶ ἔτι μᾶλλον τὸν δημιουργὸν τῶν ἐνδεχομένων γενέσθαι ἀεὶ τὸ βέλτιστον ποιεῖν, καὶ ὅτι, ὥσπερ ἐπὶ τῆς κατὰ μῆκος φορᾶς ἡ προς τον ανω τοπον τιμιωτερα της προς τον κατω, τον αυτον τροπον καὶ ἡ εἰς τὸ πρόσθεν τιμιωτέρα τῆς εἰς τὸ ὄπισθεν, ἐπειδὴ πρότερον δείξας, ὅτι τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἔχει τὸ πᾶν, περὶ τοῦ ἔμπροσθεν καὶ ὄπισθεν οὐδὲν εἶπε, νῦν δὲ αὐτῷ ὡς ὄντι συνεχρήσατο, εἰκότως | ἀπέδειξεν, ὅτι ἔχει καὶ ταῦτα, εἴπερ ἔχει καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. εἰ γὰρ δεξιὸν μέν ἐστι τὸ ἀφ’ οὗ ἡ κίνησις, ἔμπροσθεν δὲ τὸ ἐφ’ ὅ, ὄντος δὲ τοῦ ἀφ’ οὗ ἔστι πάντως καὶ τὸ ἐφ’ ὅ, δῆλον, ὅτι ὄντος τοῦ δεξιοῦ ἔστι καὶ τὸ ἔμπροσθεν· τὸ γὰρ ἀρξάμενον κινεῖσθαι ἐπί τι κινεῖται, καὶ οὔσης τῆς ἀρχῆς ἔστι καὶ τὸ ἀπὸ τῆς ἀρχῆς. μαρτυρεῖ δέ, φησίν, ἡ ῥηθεῖσα ἀπορία· αὕτη δέ ἐστιν ἡ ζητοῦσα, διὰ τί ἐπὶ τάδε κινεῖται ὁ πρῶτος οὐρανός, ἀλλὰ μὴ ἀνάπαλιν· αὕτη οὖν μαρτυρεῖ, ὅτι ἔχει κατὰ τὰς διαστάσεις ὁ οὐρανὸς τὸ κρεῖττον καὶ καταδεέστερον, καί ἐστι τὸ ἔμπροσθεν τοῦ ὄπισθεν κρεῖττον. καὶ πῶς μαρτυρεῖ, ἐπήγαγεν εἰπὼν αὕτη γὰρ ἡ αἰτία λύει τὴν ἀπορίαν. εἰ γὰρ κρεῖττον τὸ ἔμπροσθεν τοῦ ὄπισθεν, ἔχει δὲ ἡ οὐρανία κίνησις ὡς ἐν. δέχεται βελτίστως ὡς ὑπὸ φύσεως καὶ θεοῦ γινομένη, αὕτη ἂν εἴη αἰτία τοῦ ἐπὶ ταῦτα κινεῖσθαι, ἐφ’ ἃ νῦν κινεῖται, καὶ μὴ ἀνάπαλιν· βέλτιον γὰρ πρὸς τῷ ἁπλὴν κίνησιν καὶ ἄπαυστον κινεῖσθαι τὸ καὶ ἐπὶ τὸ τιμιώτερον, τουτέστι τὸ ἔμπροσθεν, ποιεῖσθαι τὴν κίνησιν. ὥστε τῷ ἀποροῦντι, διὰ τί οὕτως ἀλλὰ μὴ ἀνάπαλιν κινεῖται ὁ οὐρανός, ἀποκριτέον, ὅτι βέλτιον αὐτῷ ἐπὶ τὸ ἔμπροσθεν κινεῖσθαι ἤπερ ἐπὶ τὸ ὄπισθεν· πρόσθεν γὰρ τοῦτό ἐστιν, ἐφ’ ὃ ἡ κατὰ φύσιν κίνησις γίνεται. ὁ δὲ Ἀλέξανδρος “δύναται” φησὶ “καὶ ἀπὸ τῶν δεξιῶν τι ἀρχόμενον μὴ πάντως ἐπὶ τὸ ἕμπροσθεν κινεῖσθαι, ὡς οἱ εἰς τοὐπίσω ἀναβαίνοντες”· εἴποι δὲ ἄν καὶ τοὺς διπλάζοντας τὴν δεξιὰν ἐπὶ τῷ τὰ νῶτα κινήσασθαι· αὗται δέ εἰσιν οὐκ αὐτοφυεῖς αἱ κινήσεις, ἀλλ’ ἐπιτεχνηταί, ὡς τὸ ἀντὶ τοῦ βαδίζειν κυβιστᾶν. ἔστιν οὖν ἡ ὅλη τοῦ προκειμένου ἀπόδειξις τοιαύτη· εἰ ἔχει δεξιὸν ὁ οὐρανὸς τοῦτο, ἀφ᾿ οὕ κινεῖται ἐπὶ τάδε, ἔχοι ἄν καὶ τὸ ἔμπροσθεν τοῦτο, ἐφ’ ὃ κινεῖται· τὸ γὰρ ἔχον τὸ ἀφ’ οὗ ἔχει καὶ τὸ ἐφ’ ὅ. εἰ οὖν κρεῖττον τὸ δεξιὸν καὶ τὸ ἔμπροσθεν τοῦ ἀριστεροῦ καὶ τοῦ ὄπισθεν, τὸ ὡς βέλτιστα διακείμενον, ὥσπερ καὶ ὁ οὐρανὸς διάκειται. ἀπὸ τοῦ κρείττονος ἄν καὶ ἐπὶ τὸ κρεῖττον ποιοῖτο τὴν κίνησιν. ταύτην τὴν ἀπόδειξιν διάλληλον νομίζουσί τινες· εἰ γὰρ δεξιὰ ἕδειξεν ἔχοντα τὸν οὐανὸν ἀπὸ τοῦ ἔχειν ἀρχὴν τῆς ἐπὶ τάδε κινήσεως, τουτέστι τῆς ἐπὶ τὸ ἔμπροσθεν, εἴη ἄν τὸ δεξιὸν ἀπὸ τοῦ ἔμπροσθεν δεδειγμένον· εἰ οὖν νῦν ἔχειν τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν τὸν οὐρανόν φησιν, εἴπερ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, διάλληλός ἐστιν ἡ δεῖξις. ὁ δὲ Ἀλέξανδρός φησι μὴ εἶναι διάλληλον τὴν δεῖξιν. δείξας γάρ, ὅτι δεῖ ἔχειν τὸν οὐρανὸν πάσας τὰς διαστάσεις τέλειον ὄντα καὶ ἔμψυχον, τίνα ἐστὶ τὰ δεξιὰ αὐτοῦ, λοιπὸν ἀπὸ τῆς κινήσεως ἔλαβε· τοῦτο γάρ ἐστι τὸ δεξιὸν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἣν κινεῖται. εἰ δὲ καὶ δεξιὸν μέν ἐστι τὸ ἀφ’ οὗ ἡ κίνησις, ἔμπροσθεν δὲ τὸ | ἐφ’ ὃ κατὰ φύσιν ἡ ἀπὸ τοῦ δεξιοῦ κίνησις, καὶ συνυπάρχει πάντως ἀλλήλοις τό τε ἀφ’ οὗ καὶ τὸ ἐφ’ ὅ, τί ἄτοπον τὸ σὺν ἀλλήλοις καὶ τὸ ἀπ’ ἀλλήλων γινώσκεσθαι. Ἀλλὰ τοῦτο μὲν οὐ πολλοῦ τινος, οἶμαι, λόγου ἐστὶν ἄξιον, ἐκεῖνο δὲ μᾶλλον ἀπορητέον, πῶς ζητήσας, διὰ τί ὁ οὐρανὸς ἐπὶ θάτερα φέρεται, ἀλλ’ οὐκ ἐπὶ θάτερα, καὶ εἰπών, ὅτι ἐπὶ τὸ ἔμπροσθεν φέρεται· οὕτω γὰρ ἄμεινον ἦν· λελυκὼς ἄν εἴη τὴν ἀπορίαν. εἰ μὲν γὰρ ἦν τις ἐν τῷ οὐρανίῳ σώματι διαφορὰ ἐμπροσθίων τε καὶ ὀπισθίων, ὡς ἐπὶ τῶν ἐν γενέσει ζῴων ὁρᾶται, ἦν λέγειν, ὅτι ἐπὶ τάδε γέγονεν ἡ κίνησις διὰ τὸ τοῦτο εἶναι τὸ ἔμπροσθεν· ὁμοιομεροῦς δὲ ὄντος τοῦ οὐρανοῦ ἅδηλον, εἴτε διὰ τὸ τοῦτο ἔμπροσθεν εἶναι ἐπ’ αὐτὸ γέγονεν ἡ κίνησις, εἴτε διὰ τὸ τὴν κίνησιν ἐπὶ τάδε γεγονέναι τοῦτο ἔμπροσθέν φαμεν. κἄν γὰρ ἐπὶ θάτερα ἐκινεῖτο, ὡς ἀπὸ τῆς νῦν δύσεως ἀνατέλλειν καὶ δύνειν εἰς τὴν νῦν ἀνατολὴν ὥσπερ καὶ τὸ πλανώμενον, δῆλον, ὅτι δεξιὰ ἦν ἐκεῖνα καὶ ἔμπροσθεν τὸ ἐφ’ ὃ ἡ κίνησις καὶ ἄνω ὁ βόρειος πόλος, ὡς ἐπὶ τῶν πλανωμένων ἔχειν αὐτὸς ἀπεδείκνυε, καὶ τὸ ζήτημα ἦν, διὰ τί μὴ ἡ μὲν ἀπλανὴς ἀπὸ τῆς νῦν λεγομένης δύσεως κινεῖται, τὸ δὲ πλανώτολῆς. μένον ἀντικινεῖσθαι ὀφεῖλον διὰ τὴν εἰρημένην αἰτίαν ἀπὸ τῆς νῦν ἀνατολῆς. δὲ ἀκριβέστερος τῶν ἀπορούντων ἡμῶν τὴν λύσιν ὁ Ἀριστοτέλης ἐθεάσατο· εἰ γὰρ ἀνάγκη τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν ἔχειν κατὰ φύσιν τὸν οὐρανὸν καὶ τὸν ἀπλανῆ καὶ τὸν πλανώμενον, καὶ προνγεῖται ταῦτα φυσικῶς τῆς κινήσεως ἐν τοῖς ζῴοις· δεῖ γὰρ ἔχειν πρῶτον τὸ ἔμπροσθεν καὶ οὕτως ἐπὶ τὸ ἔμπροσθεν κινεῖσθαι, καὶ τῆς μὲν ἐπὶ τὸ ἔμπροσθεν κινήσεως οὔσης ἀνάγκη πάντως εἶναι τὸ ἕμπροσθεν, τοῦ δὲ ἔμπροσθεν ὄντος οὐκ ἀνάγκη τὴν ἐπὶ τὸ ἔμπροσθεν κίνησιν εἶναι· ἀληθὲς εἰπεῖν καὶ ἐπὶ τοῦ ἀπλανοῦς καὶ ἐπὶ τοῦ πλανωμένου, ὅτι διὰ τοῦτο ἐπὶ τάδε ἡ κίνησις, ὅτι τοῦτό ἐστι τὸ ἔμπροσθεν, οὐ μέντοι, διότι ἐπὶ τάδε ἡ κίνησις, διὰ τοῦτο τοῦτό ἐστι τὸ ἔμπροσθεν, ὅπερ ὁ ἀπορῶν ἀξιοῖ λόγος. Ἀλλ’ ὅτι μὲν ἐπὶ τὸ ἔμπροσθεν χρὴ τὴν κατὰ φύσιν γίνεσθαι κίνησιν, οὐδεὶς ἂν ἀμφισβητήσοι, εἴπερ τοῦτό ἐστι πρόσθεν, ἐφ’ ὃ γίνεται κατὰ φύσιν ἡ κίνησις. ὅτι δέ ἐστι τὸ πρόσθεν καὶ τὸ ὄπισθεν κατὰ φύσιν ἐν τῷ οὐρανῶ, καὶ οὕτως, οἶμαι, δυνατὸν ἐπιδεικνύναι· ἐν τοῖς συντεταγ- μένως κινουμένοις πᾶσι πλήθεσιν, οἷον ἐν χορῷ καὶ ἐν πομπῇ καὶ ἐν στρατοπέδῳ, πάντως ἐστὶν ἀναγκαία τις τάξις τῶν τε προηγουμένων καὶ τῶν ἑπομένων· πολλῷ οὖν μᾶλλον τὸ τῶν ἀστέρων πλῆθος ἐν τῷ οὐρανῷ τεταγμένον ἐνίδρυσεν ὁ δημιουργός, ὥστε τοιάνδε θέσιν καὶ τοιούσδε σχηματισμοὺς ἔχειν πρὸς ἀλλήλους, καὶ τούσδε μὲν προηγεῖσθαι κατὰ φύσιν ἐν τῇ κινήσει, τοὺς δὲ ἕπεσθαι, πρὸς τὴν τῆς οὐσίας αὐτῶν καὶ τῆς δυνάμεως καὶ τῆς ἐνεργείας ἀπιδὼν οἰκειό|τητα, καθ’ ἣν καὶ τὰ ὑπὸ σελήνην 189b δημιουργοῦσι. τεταγμένοι οὖν οὕτω κατά τε θέσιν καὶ προήγησιν, ὡς ἦν ἄριστα τετάχθαι, εἰ τὴν ἀνάπαλιν ἐκινοῦντο κίνησιν, τὰ προηγούμενα νῦν ἑπόμενα ἦν ἐξ ἀνάγκης γενέσθαι καὶ τῷ Κριῷ τοὺς Ἰχθύας ἕπεσθαι καὶ τὸν Υδροχόον καὶ τὰ ἐφεξῆς, ἀλλ’ οὐχὶ Ταῦρον καὶ Διδύμους καὶ τὰ ἑξῆς, καὶ μετὰ τὴν ἐν Κριῷ ἰσημερίαν οὐχ ὡς νῦν ἔαρ, ἀλλὰ μετόπωρον ἐγίνετο καὶ θέρος μετὰ τὸν Ζυγόν, καὶ οὕτως ἡ τάξις καὶ ἡ δύναμις τῶν τοῦ ἡλίου συγκράσεων πρός τε τὸν ζῳδιακὸν καὶ τοὺς παρανατέλλοντας καὶ τὰ ὑπὸ σελήνην ἀποτελέσματα ἀλλοίαν ἐλάμβανε τὴν διοίκησιν· ἐν Ἰχθύσι γὰρ ὁ ἥλιος γενόμενος ἀρχὴν ἐποίει φθινοπώρου καὶ οὐχὶ τέλος χειμῶνος ὥσπερ νῦν. εἰ οὖν τῆς κινήσεως ἐπὶ θάτερα γινομένης καὶ τὰς ἐνεργείας ἦν ἀνάγκη τῶν οὐρανίων καὶ τὰς δυνάμεις ἀλλοίας ὑπάρχειν καὶ δηλονότι καὶ τὰς οὐσίας, γινωσκέτω ὁ ἐρωτῶν, διὰ τί ἐπὶ τάδε κινεῖται ὁ οὐρανός, ἀλλὰ μὴ ἐπὶ τάδε, μὴ τοῦτο ἁπλῶς ἐρωτᾶν, ἀλλὰ διὰ τί ὁ κόσμος οὕτως, ὡς νῦν ἔχει, διακεκόσμηται, ἀλλὰ μὴ καθ’ ἕτερόν τινα τρόπον· καίτοι ὡς ἀδιάφορον ὂν οὕτως ἢ ἐκείνως ἡ ἀπορία ἐγίνετο. καλῶς οὖν ὁ Ἀριστοτέλης εἰς τέλος τὸ βέλτιστον ἀνήγαγε τὸν λόγον. Λοιπὸν δὲ ἐνταῦθα δῆλον γέγονε, διὰ. τίνα αἰτίαν, ὅτε τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐδείκνυε τοῦ οὐρανοῦ, τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν αὐτοῦ παραλέλοιπεν· ὡς γὰρ ἀπὸ τῆς ἀπορίας ἑτοίμως ἐνταῦθα εὑρεθησόμενον εἰς τοῦτον ἀνεβάλετο τὸν τόπον τὸν περὶ αὐτῶν λόγον. p. 288a13 Περὶ δὲ τῆς κινήσεως αὐτοῦ, ὅτι ὁμαλἠς ἐστιν ἕως τοῦ ἡ γὰρ ἀνωμαλία γίνεται διὰ τὴν ἄνεσιν καὶ ἐπίτασιν. Ἔκτον τοῦτο τὸ πρόβλημα τῶν περὶ τοῦ οὐρανοῦ ἐν τούτῳ τῷ βιβλίῳ προβαλλομένων περὶ τῆς κινήσεως αὐτοῦ, ὅτι ὁμαλής ἐστι καὶ οὐκ ἀνώμαλος, δεικνύον, διότι καὶ τοῦτο πρὸς ὕμνον τοῦ θείου σώματος ἄξιον ἦν παραληφθῆναι, καὶ μέντοι ὅτι προσεχρήσατο αὐτῷ ἐν τῷ περὶ σχήματος τοῦ οὐρανίου λόγῳ εἰπὼν τὴν τοῦ οὐρανοῦ περιφορὰν μέτρον εἶναι τῶν κινήσεων διὰ τὸ συνεχῆ τε εἶναι καὶ ὁμαλῆ καὶ ἀίδιον· ταῦτα δὲ ὑπάρχει μὲν ἑκάστῃ τῶν οὐρανίων σφαιρῶν· θεῖαι γὰρ οὖσαι πᾶσαι καὶ συνεχῆ καὶ ἀίδιον κινοῦνται κίνησιν· ἀλλ’ αὗται μὲν διὰ τὸ πλείονας ἑκάστην κινεῖσθαι κινήσεις, τὴν μὲν οἰκείαν, τὴν δὲ τῇ ἀπλανεῖ συμπεριφερομένην, τὰς δὲ ὑπὸ τῶν ἀνελιττουσῶν καλουμένων σφαιρῶν περιαγομένας, εἰ καὶ μὴ ἀληθῆ, ἀλλὰ φαινομένην γε ἔχουσί τινα ἀνωμαλίαν. καί ἐστι τὸ θαυμαστὸν πρόβλη|μα τῶν ἀστρονόμων τοῦτο τὸ διδομένων αὐτοῖς τινων ὑποθέσεων, τοῖς μὲν πάλαι τοῖς περὶ Εὔδοξον καὶ Κάλλιππον, οἷς καὶ Ἀριστοτέλης ἀκολουθεῖ, τῶν καλουμένων ἀνελιττουσῶν σφαιρῶν, περὶ ὧν αὐτὸς ἐν τῇ Μετὰ τὰ φυσικὰ διδάσκει, τοῖς δὲ μετ’ ἐκείνους ἐκκέντρων τινῶν καὶ ἐπικύκλων, δεῖξαι πάντα τὰ οὐράνια ἐγκύκλιόν τε καὶ ὁμαλῆ φερόμενα κίνησιν, τὴν δὲ δοκοῦσαν ἀνωμαλίαν ἑκάστων ποτὲ μὲν θᾶττον ποτὲ δὲ βραδύτερον κινουμένων καὶ ποτὲ μὲν πρόσω ποτὲ δὲ ὀπίσω καὶ ἄνω καὶ κάτω, ἔστι δὲ ὅτε καὶ ἠρεμεῖν ἐπὶ τοῦ αὐτοῦ τόπου καὶ μείζονας καὶ ἐλάττονας ὁρᾶσθαι τοὺς αὐτοὺς ταῦτα πάντα καὶ τὰ τοιαῦτα φαινόμενα μόνον εἶναι καὶ οὐκ ἀληθῆ. ἀλλὰ τούτων μὲν τὴν ὁμαλότητα δείξει, ὅταν περὶ τῶν ἀνελιττουσῶν σφαιρῶν ἐν τῇ Μετὰ τὰ φυσικὰ λέγῃ, νῦν δὲ περὶ τῆς πρώτης φορᾶς, ὅτι ὁμαλής ἐστι, δείκνυται, φησί, τῶν μὲν ἀποδείξεων πασῶν, οἶμαι, καὶ ταῖς πλανωμέναις ἁρμοττουσῶν, διὰ δὲ τὸ τὴν πρώτην φορὰν καὶ τὸ φαινόμενον ὁμαλὲς ἔχειν καὶ μὴ δεῖσθαί τινων ὑποθέσεων διὰ τοῦτο περὶ ἐκείνης νῦν ἐπαγγέλλεται δεικνύναι. Καί ἐστι τὸ πρῶτον ἐπιχείρημα κατηγορικῶς, οἶμαι, συνηγμένον ἐν δευτέρῳ σχήματι οὕτως· πᾶσα ἀνώμαλος φορὰ ἐπίτασιν ἢ ἀκμὴν ἢ ἄνεσιν ἔχει· ἡ κύκλῳ φορὰ ἐπίτασιν ἢ ἀκμὴν ἢ ἄνεσιν οὐκ ἔχει· ἡ κύκλῳ ἄρα φορὰ ἀνώμαλος οὐκ ἔστι. καὶ τὴν μὲν μείζονα πρότασιν ὡς ἐναργῆ παρέλαβε τὴν λέγουσαν, ὅτι ἡ ἀνώμαλος φορὰ ἐπίτασιν ἔχει ἢ ἀκμὴν ἢ ἄνεσιν· κινήσεως γὰρ διαφοραὶ τὸ θᾶττον καὶ τὸ βραδύτερον, καὶ τοῦ μὲν θάττονος ἡ ἀνωμαλία κατὰ τὴν ἐπίτασιν γίνεται τῆς κινήσεως ἀεὶ μᾶλλον θάττονος γινομένης, τοῦ δὲ βραδυτέρου κατὰ τὴν ἄνεσιν ἀεὶ ἐπὶ τὸ βραδύτερον χωρούσης, ἡ δὲ ἀκμὴ θεωρεῖται κατὰ τὸ τάχιστον, ὥσπερ ἡ παρακμὴ κατὰ τὸ βραδύτατον. τὴν δὲ ἐλάττονα πρότασιν τὴν λέγουσαν, ὅτι ἡ κύκλῳ φορὰ οὔτε ἐπίτασιν ἔχει οὔτε ἀκμὴν οὔτε ἄνεσιν καὶ αὐτὴν ἐν δευτέρῳ σχήματι κατεσκεύασεν οὕτως· τὸ ἀκμὴν ἔχον ἢ ἀρχὴν ἔχει ἢ μέσον ἢ τέλος· ἡ κύκλῳ κίνησις οὔτε ἀρχὴν ἔχει οὔτε μέσον οὔτε τέλος· ἡ ἄρα κύκλῳ κίνησις ἀκμὴν οὐκ ἔχει. εἰ δὲ μὴ ἀκμήν, οὔτε ἄνεσιν οὔτε ἐπίτασιν· ἡ γὰρ ἀκμὴ πέρας τῆς ἐπιτάσεως ἐστιν ἢ ἀρχὴ τῆς ἀνέσεως. πάλιν δὲ τὴν ἐν ταύταις μείζονα πρότασιν τὴν λέγουσαν, ὅτι τὸ ἀκμὴν ἔχον ἀρχὴν ἔχει ἢ μέσον ἢ τέλος, δείκνυσιν ἐκ διαιρέσεως οὕτως· τὰ ἀκμὴν ἔχοντα ἐν ταῖς κινήσεσιν ἢ φυσικά ἐστιν ἢ ἔμψυχα σώματα, τουτέστιν ἢ ἁπλᾶ ἢ μικτά· τῶν δὲ φυσικῶν τὰ μὲν κατὰ φύσιν κινεῖται, τὰ δὲ βίᾳ· καὶ τὰ μὲν κατὰ φύσιν κινούμενα τὴν ἀκμὴν ἔχει πρὸς τῷ τέλει καὶ τῆς κινήσεως, ἣν κινεῖται, καὶ τοῦ τόπου καὶ τοῦ χρόνου· θᾶττον γὰρ κινεῖται πρὸς ταῖς οἰκείαις ὁλότησι γινόμενα, εἰς ἃς ἐλθόντα παύεται τῆς κινήσεως· τὰ δέ γε βίᾳ κινούμενα καὶ παρὰ φύσιν τὴν ἀκμὴν ἐν ἀρχῇ τῆς κινήσεως 190b ἔχει· ἐν ἀρχῇ γὰρ θᾶττον κινεῖται τῆς τοῦ κινοῦντος αὐτὰ δυνάμεως τότε μᾶλλον συνούσης· τοιγαροῦν ἐκείνης κατὰ βραχὺ μειουμένης καὶ ἀπολειπούσης κατὰ τὴν οἰκείαν ῥοπὴν λοιπὸν φέρεται τὸ φερόμενον. τὰ γοῦν ἀκοντιζόμενα ἢ ἀναρριπτούμενα βάρη ἕως τότε φέρεται παρὰ φύσιν, ἕως ἡ τοῦ βιαζομένου δύναμις σύνεστιν, ἐκείνης δὲ ἀπολειπούσης ἐπὶ τὸ κάτω φέρεται λοιπὸν κατὰ τὴν οἰκείαν ῥοπήν. τοῖς δὲ ῥιπτουμένοις, φησίν, ἀνὰ μέσον ἡ ἀκμή. τίνα οὖν ἐστιν τὰ ῥιπτούμενα; ἦ δῆλον, ὅτι οὐ τὰ ἁπλᾶ καὶ φυσικὰ σώματα· ταῦτα γὰρ ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν κινούμενα ἤδη ἀποδέδοται· ἀλλὰ τὰ μικτὰ τῶν ζῴων, ἅπερ οὔτε ἄνω κινεῖται διὰ τὸ ἔχειν καὶ τὰ κάτω βρίθοντα οὔτε κάτω διὰ τὰ ὧν ἄνω ἡ φορά, ἀλλ’ εἰς τὸ πλάγιον, ἅτινα ῥιπτούμενα εἶπεν ἢ ἀπὸ τῆς πρὸς τὰ ῥιπτεῖσθαι λεγόμενα μένα βέλη τε καὶ δόρατα ὁμοιότητος, ὅτι καὶ ἐκεῖνα εἰς τὰ πλάγια πεμπόμενα ῥιπτεῖσθαι λέγεται, ἢ ῥιπτούμενα τὰ τῶν ζῴων σώματα καλεῖ ὡς τῆς ἐν αὐτοῖς ψυχῆς ἀκοντιζούσης αὐτὰ ἐπὶ τὰ πλάγια παρὰ τὴν κατὰ φύσιν ἑκάστου τῶν ἐν αὐτοῖς κίνησιν· ἄνευ γοῦν τῆς ψυχικῆς ὁρμῆς κινούμενα οὐ ταύτην κινεῖται τὴν κίνησιν, ἀλλ’ ἐπὶ τὸ κατὰ φύσιν τοῦ ἐπικρατοῦντος ἐν αὐτῷ τῶν ἁπλῶν. ὅτι δὲ τοῖς ἐμψύχοις αἱ κινήσεις τὴν ἀκμὴν ἔχουσι περὶ τὸ μέσον, ἐκ τῆς ἐπαγωγῆς ἔστι μαθεῖν. καὶ τὰ πτηνὰ γὰρ καὶ τὰ πεζὰ ζῷα ἐν μὲν ἀρχῇ τῆς κινήσεως γυμνασίας δεῖται καὶ παρασκευῆς τῶν μελῶν πρὸς τὴν κίνησιν, πρὸς δὲ τῷ τέλει κεκμηκότα λοιπὸν ἀργότερον κινεῖται·· δῆλον δὲ τοῦτο καὶ ἐν τοῖς γυμνασίοις ἐστί· τὴν ἀκμὴν δὲ ἔχουσι περὶ τὸ μέσον τῆς κινήσεως. Ὁ δὲ Ἀλέξανδρος μετὰ ταύτην τὴν ἐξήγησιν τὴν ἐπὶ τῶν ζῴων περὶ τὸ μέσον τῆς κινήσεως τὴν ἀκμὴν λέγουσαν ἄλλην ὡς ταύτης πιθανωτέραν ἐπάγει γράφων, ὅτι τοῖς ῥιπτουμένοις ἀνὰ μέσον λέγοι ἄν οὐ τῆς ἰδίας αὐτῶν κινήσεως, ἣν κινοῦνται, τὸ μέσον λαμβάνων, ἀλλὰ τῆς κατὰ τόπον, ἐν ᾧ κινοῦντι. τὰ μὲν γὰρ κατὰ φύσιν καὶ παρὰ φύσιν κινούμενα τῶν ἁπλῶν, οἷον γῆ καὶ πῦρ, τὸ μὲν ἐν τῷ κάτω τὴν ἀκμὴν ἔχει καὶ τῆς κατὰ φύσιν καὶ τῆς παρὰ φύσιν κινήσεως· καὶ γὰρ καὶ ἡ κατὰ φύσιν φερομένη βῶλος πρὸς τῷ κάτω τὴν ἀκμὴν ἔχει καὶ ἡ βίᾳ ἀναρριπτουμένη· ἡ γὰρ τοῦ ῥιπτοῦντος κάτωθεν δύναμις νεαρωτέρα πρὸς τῷ κάτω ἐστί· πλὴν ὅτι τῆς μὲν κατὰ φύσιν κινήσεως ἐν τῷ τέλει τῆς κινήσεως ἐστιν ἡ ἀκμή, τῆς δὲ παρὰ φύσιν ἐν ἀρχῇ· καὶ τὸ πῦρ δὲ ὁμοίως ἄνω τὴν ἀκμὴν ἔχει καὶ τῆς κατὰ φύσιν κινήσεως, ὅταν ἐπὶ τὸ ἄνω φέρηται, καὶ τῆς παρὰ φύσιν, ὅταν ἄνωθεν ἐκθλίβηται βίᾳ. τὰ δέ γε ῥιπτούμενα, φησίν, οὔτε ἄνω οὕτε κάτω κινούμενα, ἀλλ’ ἐπὶ τὸ μέσον, ἐν τούτῳ καὶ τὴν άκ|μὴν ἔχει τῆς κινήσεως· ἐν ᾧ γὰρ κινεῖται ἕκαστον τόπῳ, ἐν τούτῳ καὶ τὴν ἀκμὴν ἴσχει τῆς κινήσεως, κινεῖται δὲ τὰ ῥιπτούμενα ἐν τῷ μεταξὺ τοῦ ἄνω καὶ κάτω· οὕτω γὰρ καὶ τὰ τοξεύματα καὶ τὰ δόρατα. Μήποτε δὲ τὴν ἀρχὴν καὶ τὸ μέσον καὶ τὸ τέλος οὐ τοπικῶς λαμβάνει μόνον ὁ Ἀριστοτέλης, ἀλλὰ καὶ χρονικῶς καὶ κατὰ τὴν κίνησιν. δηλοῖ δὲ καὶ αὐτὸς τὴν ἐλάττονα πρότασιν τὴν λέγουσαν, ὅτι ἡ κύκλῳ φορὰ οὔτε ἀρχὴν ἔχει οὔτε μέσον οὔτε τέλος, ὑπομιμνήσκων διὰ τοῦ τῷ τε γὰρ χρόνῳ ἀίδιος καὶ τῷ μήκει συνηγμένη καὶ ἅκλαστος· ὥστε μήτε κατὰ τὸν χρόνον ἀρχὴν ἔχειν ἢ μέσον ἢ τέλος μήτε κατὰ τὴν φορὰν ἢ τὸ διάστημα κυκλικὰ ὄντα· τὸ γὰρ τῷ μήκει συνηγμένον καὶ ἄκλαστον καὶ περὶ τῆς κύκλῳ φορᾶς εἴρηται· περὶ γὰρ αὐτῆς ἦν προσεχῶς ὁ λόγος· διὸ καὶ θηλυκῶς προήχθη, κἄν ἀπὸ μεταφορᾶς εἵρηται τοῦ μεγέθους καὶ τοῦ μήκους, ἐφ’ οὗ τὸ συνηγμένον καὶ τὸ ἄκλαστον κυρίως ἐπαληθεύει. τὸ μὲν γὰρ συνηγμένον, ὅτι περιφερὲς καὶ οὐκ εὐθύ· τὸ γὰρ εὐθὺ ἀρχὴν ἔχει καὶ μέσον καὶ τέλος· τὸ δὲ ἄκλαστον, ὅτι οὕτω συνηγμένον ὥστε μὴ κεκλάσθαι, ἵνα μὴ παρὰ τὴν κλάσιν ἐξοχῆς τινος γινομένης καὶ ἀρχή τις ᾖ καὶ τέλος καὶ ἀνωμαλία. καὶ αὐτὸς δὲ ὁ Ἀλέξανδρος προελθὼν διὰ τούτων, ὧν ἐγὼ παρεθέμην τοῦ Ἀριστοτέλους, δηλοῦσθαί φησιν, ὅτι τὸ μέσον οὐ τὸ μεταξὺ τοῦ ἄνω τε καὶ κάτω λέγει, εἴπερ φησὶ τῷ τε χρόνῳ ἀίδιος καὶ τῷ μήκει συνηγμένη καὶ ἄκλαστος. εἰ τοίνυν ἡ κύκλῳ κίνησις οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τέλος ἔχει, τὸ δὲ ἀκμὴν ἔχον ἢ ἀρχὴν ἢ μέσον ἢ τέλος ἔχει, ἡ κύκλῳ ἄρα κίνησις ἀκμὴν οὐκ ἔχει· εἰ οὖν τὸ μὴ ἔχον ἀκμὴν οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἔχει, εἴπερ ἡ ἀκμὴ πάντως ἢ πέρας ἐστὶ τῆς ἐπιτάσεως ἢ ἀρχὴ τῆς ἀνέσεως, ἡ κυκλοφορία ἄρα οὔτε ἀκμὴν οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἔχει· ἡ <δὲ> ἀνώμαλος κίνησις ἀκμὴν ἔχει καὶ ἢ ἐπίτασιν ἢ ἄνεσιν· ἡ κυκλοφορία ἄρα ἀνώμαλον κίνησιν οὐκ ἔχει. Καλῶς δὲ ὁ Ἀλέξανδρος ἐσημειώσατο, ὅτι καὶ ἐξ ὧν ὁ Ἀριστοτέλης λέγει οὐκ ἀνάγκη πᾶν τὸ κινούμενον ἀνωμάλως καὶ ἐν ἐπιτάσει καὶ ἐν ἀκμῇ γίνεσθαι καὶ ἐν ἀνέσει. οὔτε γὰρ τὰ τὴν ἀκμὴν ἔχοντα ἐν τῇ τῆς κινήσεως ἀρχῇ ἔχοι ἄν ἐπίτασιν· ἡ γὰρ ἐπίτασις ὁδός ἐστιν ἐπὶ τὴν ἀκμὴν καὶ πρὸ τῆς ἀκμῆς γίνεται, ταῦτα δὲ ἀπὸ τῆς ἀκμῆς ἄρχεται· οὔτε αὗ πάλιν, ὧν ἡ ἀκμὴ πρὸς τῷ πέρατι, ταῦτα ἄνεσιν καὶ παρακμὴν οἷόν τε ἔχειν· ἡ γὰρ ἄνεσις, ἐν οἷς ἔστι, μετὰ τὴν ἀκμήν ἐστι, τούτοις δὲ ἡ ἀκμὴ πρὸς τῷ τέλει. ὅταν οὖν ὁ Ἀριστοτέλης λέγῃ ἅπασα γὰρ ἡ ἀνώμαλος φορὰ καὶ ἄνεσιν ἔχει καὶ ἐπίτασιν καὶ ἀκμήν, οὐχ ὡς πάσης πάντα ἐχούσης, ἀλλὰ τῆς πάσης τὰ πάντα, ἑκάστης δέ, εἰ καὶ μὴ πάντα, ἀλλὰ ἀκμήν γε πάντως καὶ τῶν λοιπῶν τὴν ἑτέραν. τοῖς μὲν γὰρ κατὰ φύσιν ἐπίτασίς ἐστι καὶ ἀκμή, τοῖς δὲ παρὰ φύσιν ἀκμὴ καὶ ἄνεσις, τοῖς δέ, ὡς λέγει, ῥιπτουμένοις ἐπίτασις καὶ ἀκμὴ καὶ ἄνεσις. Ἀξιῶ δὲ ἐφιστάνειν, εἰ μὴ κατὰ τὰ αὐτὰ λήμματα καὶ τῆς τοῦ πλανωμένου κινήσεως τὸ ἀνώμαλον ἀποφάσκοιτο· καὶ γὰρ καὶ ἐπὶ τούτου ἀληθές, ὅτι καὶ τῷ χρόνῳ ἀίδιος καὶ τῷ μήκει συνηγμένη καὶ ἄκλαστος, ὥστε μήτε κατὰ τὸν χρόνον μήτε κατὰ τὴν κίνησιν μήτε κατὰ τὸ διάστημα ἀρχὴν ἔχειν ἢ μέσον ἢ τέλος· εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἀκμήν, εἴπερ ἐν ἑνὶ τούτων ἡ ἀκμή· εἰ δὲ μὴ ἀκμήν, οὔτε ἐπίτασιν οὔτε ἄνεσιν· εἰ δὲ μήτε ἀκμὴν μήτε ἐπίτασιν μήτε ἄνεσιν, οὐδὲ ἀνωμαλίαν. ὅτε οὖν ὁ Ἀριστοτέλης περὶ τῆς κινήσεως εἰπών, ὅτι ὁμαλής ἐστιν, ἐπήγαγε λέγω δὲ τοῦτο· περὶ τοῦ πρώτου οὐρανοῦ καὶ περὶ τῆς πρώτης φορᾶς, ὡς ἐπὶ τούτου τὸν λόγον ἐποιήσατο βουλόμενος αὐτῷ καὶ τὰ φαινόμενα μαρτυρεῖν. p. 288a27 ἔτι, ἐπεὶ πᾶν κινούμενον ὑπό τινος κινεῖται ἕως τοῦ ὥστε καὶ τὴν φορὰν ἀδύνατον ἀνώμαλον εἶναι. Δεύτερον ἐπιχείρημα τοῦτο δεικνύον, ὅτι οὐκ ἕστιν ἀνώμαλος ἡ τοῦ πρώτου οὐρανοῦ κίνησις, ἐπὶ δύο ἀξιώμασι περαινόμενον, ἑνὶ μὲν τῷ λέγοντι, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, ὅπερ ἐν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως οὕτως ἔχον ἀποδέδεικται, δευτέρῳ δὲ τούτῳ ἑπομένῳ τῷ λέγοντι, ὅτι ἡ ἀνωμαλία τῆς κινήσεως ἢ παρὰ τὸ κινοῦν γίνεται, ὅταν ἄλλοτε ἄλλο ἡ τὸ κινοῦν ἢ τὸ αὐτὸ μὲν ᾖ, ἄλλοτε δὲ ἄλλῃ δυνάμει κινῇ, ἢ παρὰ τὸ κινούμενον, ὅταν ἅλλοτε ἄλλως διακείμενον ᾖ καὶ μὴ ἀεὶ δύνα· μένον ὁμοίως ὑπακούειν τῇ τοῦ κινοῦντος δυνάμι, ἥ παρ’ ἄμφω διαφόροις χρώμενα δυνάμεσιν. ἡ οὖν ἀνώμαλος κίνησις γίνεται ἢ τοῦ κινουμένου ἢ τοῦ κινοῦντος ἢ ἀμφοῖν μεταλβαλλόωτων, περὶ δὲ τὸν οὐρανὸν οὐδὲν τοιοῦτον συμβαίνειν δυνατόν· οὔτε γὰρ αὐτὸν οὔτε τὸ κινοῦν αὐτὸν οὔτε ἄμφω μεταβάλλειν δυνατόν· καὶ τὸ συμπέρασμα, ὅτι περὶ τὸν οὐρανὸν ἀνωμαλία γενέσθαι ἀδύνατόν ἐστιν. Ἐν δευτέρῳ σχήματι κἀνταῦθα ἡ συναγωγή, καὶ ἡ μὲν μείζων πρότασις ὡς ἐναργὴς παρείληπται, τὴν δὲ ἐλάττονα τὴν λέγουσαν, ὅτι περὶ τὸν οὐρανὸν οὐκ ἄν γένοιτο οὔτε του κινουμενου οὔτε του κινοῦντος οὔτε ἀμφοῖν μεταβολή, δείκνυσι πρῶτον ἐπὶ τοῦ κινουμένου τοῖς προαποδεδειγμένοις ἐπ’ αὐτοῦ συγχρώμενος. τὸ κινούμενον πρῶτον τῶν σωμάτων ἐστὶ καὶ ἁπλοῦν καὶ ἀγένητον καὶ ἄφθαρτον, ὡς δέδεικται, τὸ δὲ τοιοῦτον ἁπλῶς καὶ τελέως ἀμετάβλητόν ἐστιν, εἶτα, ὅτι καὶ τὸ κινοῦν τὸν οὐρανὸν ἀμετάβλητόν ἐστιν, ἐκ τοῦ μᾶλλον ἐπιχειρῶν δείκνυσιν· εἰ γὰρ τὸ κινοῦν τὸ πρῶτον τῶν κινουμένων καὶ ἁπλοῦν καὶ ἀγένητον | καὶ ἄφθαρτον, καί ἐστι τὸ μὲν κινούμενον σῶμα, τὸ δὲ κινοῦν ἀσώματον, ἀσώματον, πολὺ μᾶλλον τὸ κινοῦν ἀμετάβλητον ἄν εἴη καὶ ἀναλλοίωτον· ἔδειξε δὲ καὶ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως, ὅτι τὸ πρώτως κινοῦν ὰκίνητον παντελῶς ἐστιν. εἰ οὖν ἑκάτερον αὐτῶν ἀμετάβλητόν ἐστι, δῆλον, ὅτι καὶ ἄμφω· ἡ δὲ ἀνώμαλος φορὰ γίνεται ὁποτέρου τούτων ἢ ἀμφοῖν μεταβάλλόντων· ἀδύνατον ἄρα τὴν κυκλοφορίαν ἀνώμαλον εἶναι. Τὸ δὲ εἴτε ἄμφω μεταβάλλοι, οὐδὲν κωλύει ἀνωμάλως κινεῖσθαι ἀσφαλῶς εἴρηται· ἐνδέχεται γάρ ποτε ἀμφοτέρων μεταβαλλόντων ὁμαλῆ κίνησιν γίνεσθαι, ἐὰν κατὰ ἀναλογίαν ἡ μεταβολὴ γίνεται· διὸ οὐδὲν κωλύει εἶπεν· εἰ μὴ ἄρα, κἄν γένηται ὁμαλὴς διὰ τὴν τῆς μεταβολῆς ἀναλογίαν, οὐχ ὁμοία ἡ τοιαύτη κίνησις τῇ πρὸ τῆς μεταβολῆς ἔσται, καὶ οὕτως ἀνώμαλον πάλιν ἀνάγκη γενέσθαι. ἀσφαλῶς δὲ τὴν σύγκρισιν ἐποιήσατο τοῦ κινουμένου σώματος πρὸς τὸ ἀκίνητόν τε καὶ ἀσώματον· σώματι γὰρ κατὰ φύσιν μᾶλλον τὸ μεταβάλλειν ἢ ἀσωμάτῳ καὶ κινουμένῳ ἢ ἀκινήτῳ· καθόλου γὰρ σωμάτων αἱ τοιαῦταί μεταβολαί. Δοκεῖ δὲ καὶ ἄλλην αἰτίαν τῆς ἐν τῇ κινήσει ἀνωμαλίας παραλείπειν τὴν τοῦ μεταξὺ διαφοράν, δι’ οὗ ἡ κίνησις, ἅλλην οὖσαν παρὰ τὸ κινοῦν καὶ κινούμενον. καὶ γὰρ λεπτομεροῦς μὲν ὄντος τοῦ μεταξὺ θάττων ἡ κίνησις γίνεται παρὰ τοῦτο, παχυτέρου δὲ βραδυτέρα. ἀλλὰ συνεχὲς ὂν ἑαυτῷ τὸ οὐράνιον σῶμα καὶ μηδὲ ἐκτὸς ἔχον τι οὐδὲν ἔχει τὸ μεταξύ. Καὶ τοῦτο δὲ τὸ ἐπιχείρημα οὐ μόνον ἐπὶ τοῦ πρώτου οὐρανοῦ φαίνεται ἁρμόττον, ἀλλὰ καὶ ἐπὶ τῶν πλανᾶσθαι λεγομένων. καὶ γὰρ ἐκείνων ἕκαστος ὑπὸ κινοῦντος ἀκινήτου καὶ ὑπὸ ἀσωμάτου αἰτίου κινεῖται καὶ τῆς πρώτης φύσεως ἐστιν καὶ ἁπλοῦς καὶ ἀγένητος καὶ ἄφθαρτος καὶ διὰ τοῦτο καὶ ἀμετάβλητος, καὶ πολλῷ μᾶλλον τὰ κινοῦντα αὐτὰ ἔχει ταῦτα ἀσώματα καὶ ἀκίνητα ὄντα. εἰ οὖν καὶ ἐπὶ τούτων ἑκάτερον ἀμετάβλητόν ἐστι καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον, ἀδύνατον καὶ τὴν τούτων κυκλοφορίαν ἀνώμαλον εἶναι, κἂν φαίνηταί τις ἐν ταύταις ἀνωμαλία, φαινομένη μόνον ἐστί. διὸ καὶ οἱ ἀστρονόμοι ὑποθέσεις τινάς, ὡς πρότερον εἶπον, λαβόντες σώζουσι τὰ φαινόμενα ἐγκυκλίως καὶ ὁμαλῶς πάντα τὰ οὐράνια κινεῖσθαι συγχωροῦντες. p. 288 b 7 Καὶ γάρ, εἰ γίνεται ἀνώμαλος ἕως τοῦ εἰ γᾶρ ἐπίτασις, καὶ ἄνεσις. ’Ev τῷ δευτέρῳ ἐπιχειρήματι τῶν δεικνύντων, ὅτι ὁμαλής ἐστιν ἡ κίνησις τοῦ οὐρανοῦ, λαβών, ὅτι πᾶν τὸ κινούμενον | ὑπό τινος κινεῖται, καὶ ὅτι, εἰ ἀνώμαλος ἐν τῷ οὐρανῷ κίνησις, ἢ παρὰ τὸ κινούμενον ἂν ἦν ἢ παρὰ τὸ κινοῦν ἢ παρ’ ἄμφω, καὶ δείξας συντόμως, ὅτι οὔτε παρὰ τὸ κινούμενον δυνατὸν ἀνωμαλίαν εἶναι ἐν τῇ τοῦ οὐρανοῦ οὔτε πολλῷ μᾶλλον παρὰ τὸ κινοῦν, ἐν τούτοις μερίσας ἐκεῖνο τὸ ἐπιχείρημα δι’ ἄλλων ἐπιβολῶν κατὰ μὲν τὸ τρίτον τοῦτο δείκνυσιν, ὅτι παρὰ τὸ κινούμενον οὐκ ἂν γένοιτο ἀνώμαλος ἡ τοῦ οὐρανοῦ κίνησις, κατὰ δὲ τὸ ἐφεξῆς, ὅτι οὐδὲ παρὰ τὸ κινοῦν. καὶ ὅτι μὲν οὐ παρὰ τὸ κινούμενον, δείκνυσιν οὕτως· εἰ γὰρ γίνεται, ἤτοι ἡ ὅλη κίνησις, τουτέστιν ἡ ὅλου τοῦ σώματος, μεταβάλλει καὶ ὁτὲ μὲν γίνεται θάττων ὁτὲ δὲ βραδυτέρα πάλιν, ἢ τὰ μέρη τῆς κινήσεως μεταβάλλει· μέρη δὲ κινήσεως λέγει τὰς τῶν μερῶν τοῦ οὐρανοῦ κινήσεις, ὥσπερ καὶ ὅλην τὴν τοῦ ὅλου· εἰ οὗν δειχθείη μήτε τὸ ὅλον μήτε τὰ μέρη μεταβάλλοντα τὴν κίνησιν ὡς ποτὲ μὲν ἐπιτείνεσθαι ποιὲ δὲ ἀνίεσθαι, οὐκ <ἅν> ἀνωμάλως κινηθείη. καὶ πρῶτον μέν, ὅτι ἐν τοῖς μέρεσιν οὐκ ἔστιν ἀνωμαλία, δείκνυσιν ἐκ τῶν φαινομένων. εἰ γὰρ ἐν τοσαύταις ἐτῶν μυριάσιν, ἀφ’ οὗ μνήμη τῆς τῶν οὐρανίων θέσεως διεσώθη, οὐδεμία φαίνεται παραλλαγὴ γενομένη τῆς πρὸς ἀλλήλους τῶν ἀστέρων σχέσεως οὐδὲ διαφορὰ τῆς διαστάσεως αὐτῶν, ὡς αἱ νὺν σχηματογραφίαι δηλοῦσιν οὐδὲν πρὸς τὰς πάλαι παραλλάττουσαι, δῆλον ὅτι οὐδεμία γέγονεν ἀνωμαλία τῆς τῶν μερῶν πρὸς ἄλληλα κινήσεως, ὥστε τὰ μὲν θᾶττον κινηθῆναι, τὰ δὲ βραδύτερον· πάντως γὰρ ἄν ἠμείβετο καὶ τὰ διαστήματα καὶ τὰ σχήματα πρὸς ἀλλήλους. εἰ γὰρ ἄμα πάντα θᾶττον ἢ ἅμα πάντα βραδύτερον ἐκινεῖτο, ουκ ην των μερων η τοιαύτη ἀνωμαλία, ἀλλὰ τοῦ ὅλου, περὶ ἧς ὅτι καὶ αὕτη ἀδύνατος ἀποδείκνυσιν οὕτως· ἡ ἀνωμαλία τῆς κινήσεως κατὰ ἄνεσιν γίνεται καὶ ἐπίτασιν· ἡ ἄνεσις πανταχοῦ διὰ ἀδυναμίαν συμβαίνει μὴ δυναμένης τῆς οἰκείας δυνάμεως ἐπαρκεῖν πρὸς τὴν ὁμοίαν καὶ ὁμαλῆ διὰ παντὸς ἐνέργειαν· πᾶσα δὲ ἀδυναμία παρὰ φύσιν ἐστί, καὶ τούτου μὲν μαρτύριον τὸ καὶ τὰς ἐν ζῴοις ἀδυναμίας καὶ παρακμὰς παρὰ φύσιν εἶναι, ὡς τὸ γῆρας ὁρῶμεν καὶ τὰς νόσους. προστίθησι δὲ καὶ τὸ αἴτιον τῆς ἐν τοῖς ζῴοις καὶ δηλονότι καὶ ἐν τοῖς φυτοῖς ἀδυναμίας. ἡ γὰρ σύστασις, φησίν, αὐτῶν ἐκ σωμάτων ἐστὶν οὐδὲ αὐτῶν κατὰ φύσιν ἐχόντων τελέως· ἔστι γὰρ ἐκ τῶν τεσσάρων στοιχείων, ὧν ἄλλος ἄλλου κατὰ φύσιν ὁ τόπος ἐστὶ καὶ οὐχ ὁ αὐτὸς πάντων, ἐν ᾧ τὰ ζῷα καὶ τὰ φυτά· οὐθὲν γὰρ τῶν ἐν τούτοις μερῶν ἤτοι στοιχείων τὴν χώραν εἰλικρινῶς κατέχει· οὔτε γὰρ ἐν γῇ κυρίως ἐστὶ ταῦτα οὔτε ἐν ὕδατι οὔτε ἐν ἀέρι καθαρῷ ἢ πυρί, ἀλλ’ ἐν τῷ περὶ τὴν γῆν τόπῳ σύμφυρσιν ἔχοντι τῶν στοιχείων, καὶ ἐν αὐτοῖς δὲ τοῖς τῶν ζῴων μορίοις καὶ τῇ ἄνω καὶ τῇ κάτω συγκέκριται· διὸ παρὰ φύσιν διακείμενα κάμνει καὶ ἀδυναμίας αἴτια τοῖς συγκειμένοις ἀφ’ ἑαυτῶν γίνεται καὶ τῆς παρὰ φύσιν καὶ αὐτοῖς διαθέσεως. καὶ οὐ μάτην νῦν τὴν αἰτίαν τῆς ἀδυναμίας καὶ τοῦ παρὰ φύσιν προστέθεικεν, ἀλλ’ ἵνα δείξῃ, ὅτι τὸ θεῖον σῶμα ἁπλοῦν ὃν καὶ μὴ ἐξ ἐναντίων συνεστηκός, ἀλλὰ καὶ ἐν τῇ ἑαυτοῦ χώρᾳ ἀεὶ ἱδρυμένον, οὔτε παρὰ φύσιν γίνεταί ποτε οὔτε ἀδυναμεῖ οὔτε ἄνεσιν καὶ ἐπίτασιν ὑφίσταται οὔτε ἀνωμάλως κινεῖται. καὶ συνελόντι φάναι τὸ θεῖον σῶμα παρὰ φύσιν οὐ διατίθεται· τὸ ἀνωμάλως κινούμενον παρὰ φύσιν διατίθεται· τὸ θεῖον ἄρα σῶμα ἀνωμάλως οὐ διατίθεται· ἐν δευτέρῳ σχήματι ἡ συναγωγή. ἐπειδὴ δὲ ἡ ἀδυναμία ἀνέσεως ἐστιν αἰτία προσεχῶς, διὰ τοῦτο εἰπὼν οὐδ’ ἄν ἀδυναμία εἴη ἐπήγαγεν ὥστε οὐδὲ ἄνεσις. ἐπειδὴ δὲ ἡ ἄνεσις μετὰ ἐπίτασίν ἐστιν, οὐ τὴν ὁμαλότητος ἐπίτασιν, ἀλλὰ τὴν πρὸς ἄνεσιν λεγομένην, ἐπήγαγεν οὐδὲ ἐπίτασις· εἰ γὰρ ἐπίτασις, καὶ ἄνεσις· πρὸς ἄλληλα γάρ ἐστι καὶ λέγεται ταῦτα, ὥσπερ τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον. 'Aπορεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς, ἐν οἷς κατὰ τὴν ἀρχήν ἐστιν ἡ ἀκμὴ καὶ μετὰ τὴν ἀκμὴν ἡ ἄνεσις, ὡς ἐπὶ τῶν παρὰ φύσιν κινουμένων εἴρηται, μετὰ τὴν ἐπίτασιν ἡ ἄνεσίς ἐστιν ἐπιτάσεως ὅλως ἐκεῖ μὴ οὔσης, ἢ πῶς, ἐν οἷς ἐπὶ τέλει ἡ ἀκμή, ὡς ἐπὶ τῶν κατὰ φύσιν κινουμένων, μετὰ ἄνεσιν ἡ ἐπίτασις ἀνέσεως ὅλως ἐκεῖ μὴ οὔσης· καὶ λύει τὴν ἀπορίαν λέγων· “μήποτε οὐ παρὰ μέρος ταῦτα γίνεσθαί φησιν ἐξ ἀνάγκης, ἀλλὰ συνοδεύειν ἀλλήλοις· τό τε γὰρ ἀνιέμενον κατὰ τὴν ἐπίτασιν τὴν ἐνοῦσαν ἐν αὐτῷ ἀνίεται· εἰ γὰρ μὴ ἐνῆν ἐπίτασις αὐτῷ, οὐδὲ ἄν ἀνίεσθαι ἐδύνατο· ὁμοίως καὶ τὸ ἐπιτεινόμενον ἐπιτείνεται , καθ’ ὅσον ἀνέσεως μετέχει, ὡς, εἰ μηδὲν ἦν ἀνειμένον ἐν αὐτῷ, οὐδ’ ἄν ἐπίτασιν ἐχώρει”. καὶ λέγει καλῶς, εἴπερ ἡ μὲν ἐπίτασις τὸ ἐφεξῆς θᾶττον ἔχει τοῦ προηγησαμένου, ἡ δὲ ἄνεσις τὸ ἀνάπαλιν. δυνατὸν δὲ ἴσως καὶ τοῦτο λέγειν, ὅτι, ἐφ’ ὧν μετὰ τὴν ἀκμὴν ἡ ἄνεσις, ὡς πρὸς ἐπιτεταμένην τὴν ἀκμὴν ἄνεσις λέγεται, καὶ ἐφ’ ὧν πρὸ τῆς ἀκμῆς ἐπίτασις, ὡς ἐπὶ τῶν κατὰ φύσιν, πρὸς τὴν ἀνειμένην ἐν ἀρχῇ διάθεσιν ἡ ἐπὶ τὴν ἀκμὴν ἰοῦσα ἐπιτείνεσθαι λέγεται. Μήποτε δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ αἱ κατὰ προαίρεσιν γινόμεναι ἀνέσεις τὴν αὐτὴν αἰτίαν τὴν ἀδυναμίαν ἔχουσι· φόβῳ γὰρ τοῦ καταναλωθῆναι τὴν δύναμιν τῇ ἀνέσει χρώμεθα. p. 288b22 ἔτι δὲ καὶ ἄλογον ἄπειρον χρόνον ἀδύνατον εἶναι ἕως τοῦ ἄπειρον ἀνιέναι χρόνον. Δείξας ἀπὸ τοῦ κινουμένου, ὅτι οὐχ οἷόν τε ἀνωμάλως κινεῖσθαι τὸν οὐρανόν, νῦν ἀπὸ τοῦ κινοῦντος ποιεῖ τὴν ἐπι|χείρησιν ἐκ διαιρέσεως αὐτήν, ὡς ἔοικε, προάγων τοιαύτης· εἰ ἀνωμάλως κινεῖται ὁ οὐρανός, ἤτοι ἄπειρον χρόνον ἀνίεται αὐτοῦ ἡ κίνησις καὶ ἄπειρον ἐπιτείνεται ἢ μόνον ἀνίεται ἢ μόνον ἐπιτείνεται ἐπ’ ἄπειρον ἢ κατά τινας περιόδους ἐναλλὰξ νῦν μὲν ἀνίεται, νῦν δὲ ἐπιτείνεται. καὶ τὸ μὲν πρῶτον δείκνυσιν οὕτως κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν· εἰ ἄπειρον χρόνον ἡ τοῦ οὐρανοῦ κίνησις ἀνίεται καὶ ἄπειρον ἐπιτείνεται , ἐπειδὴ τὸ καὶ ἀνίεσθαι καὶ ἐπιτείνεσθαι αὐτὴν παρὰ τὴν ἀδυναμίαν καὶ δύναμιν τοῦ κινοῦντος γίνεται, ἄπειρον ἂν χρόνον τὸ κινοῦν ἀδυναμίαν ἔχοι καὶ ἄπειρον χρόνον δύναμιν· εἰ οὖν ἡ ἀδυναμία παρὰ φύσιν, ἄπειρον ἄν χρόνον τὸ κινοῦν παρὰ φύσιν ἔχοι. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οὐθὲν γὰρ φαίνεται ὂν ἄπειρον χρόνον παρὰ φύσιν, εἴπερ ἐκτροπὴ καὶ παρυπόστασίς ἐστι τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν. ἀδύνατον ἄρα καὶ τὸ ἡγούμενον, ᾧ τοῦτο ἠκολούἕστιν θησεν· ἦν δὲ τὸ ἄπειρον χρόνον τὴν τοῦ οὐρανοῦ κίνησιν ἀνίεσθαι καὶ ἄπειρον ἐπιτείνεσθαι. καὶ ἄλλο δὲ ἐκ τῶν αὐτῶν λημμάτων συμπέρασμα συνάγει· εἰ γὰρ ἄπειρον χρόνον δυνατόν, τουτέστι κτὰ φύσιν, καὶ ἄπειρον χρόνον ἀδύνατον, τουτέστι παρὰ φύσιν, ἐστὶ τὸ κινοῦν, τὸν ἴσον ἄν χρόνον παρὰ φύσιν εἴη καὶ κατὰ φύσιν, ταὐτὸν δὲ εἰπεῖν, ἀδύνατον καὶ δυνατόν· τοῦτο δὲ ἄτοπον τὸ ἰσοχρόνιον εἶναι τὸ παρὰ φύσιν τῷ κατὰ φύσιν καὶ τὸ ἀδύνατον τῷ δυνατῷ, εἴπερ προηγούμενον μὲν τὸ κατὰ φύσιν καὶ τὸ δυνατόν, ἀποτυχία δὲ τούτων τὸ παρὰ φύσιν καὶ τὸ ἀδύνατον· ὥστε ἅτοπον πάλιν καὶ ἀδύνατον ἄν εἴη καὶ τὸ ἡγούμενον, ᾧ τοῦτο ἠκολούθησε, τὸ ἄπειρον χρόνον ἀνίεσθαι τὴν τοῦ οὐρανοῦ κίνησιν καὶ ἄπειρον ἐπιτείνεσθαι. Λέγει δὲ ὁ Ἀλέξανδρος, ὅτι χρησάμενος τῷ ἄπειρον χρόνον ἐπιτείνεσθαι καὶ ἄπειρον ἀνίεσθαι οὐκ ἀπέδειξε ταῦτα, ἀλλὰ τὸ μὲν τῆς ἐπιτάσεως καὶ τέλειον παρέλειπε, περὶ δὲ τῆς ἀνέσεως τοσοῦτον ἐπήνεγκεν· ἀνάγκη δέ, εἰ ἀνίησιν ἡ κίνησις, ἄπειρον ἀνιέναι χρόνον· εἰ γὰρ τὸ πρῶτόν ἐστι τὸ ταύτην τὴν κίνησιν τὴν ἀδύναμον ἀιδίως κινοῦν, τί τούτου τὴν ἀδυναμίαν ἀναλήψεται; ὥστε, εἰ ἀεὶ κινεῖ, κατὰ τὴν ἀδυναμίαν ἀεὶ κινεῖ. τὸ δέ, ὅτι καὶ ἡ ἐπίτασις εἰς ἄπειρον, παρῆκε· δῆλον γάρ, ὡς, εἰ ἡ ἀδυναμία εἰς ἄπειρον παρὰ φύσιν οὖσα, καὶ ἡ δύναμις κατὰ φύσιν οὖσα ἔτι μᾶλλον εἰς ἄπειρον· οὐ γὰρ δεῖ τὸ κατὰ φύσιν τοῦ παρὰ φύσιν ἐπ’ ἔλαττον εἶναι, ὅπου γε οὐδὲ ἐπ’ ἴσης. καὶ ταῦτα εἰπὼν ὁ Ἀλέξανδρος ἐφιστάνει καλῶς, ὅτι οὐ προὔκειτο νὺν τῷ Ἀριστοτέλει δεῖξαι, ὅτι, εἰ ἀνωμάλως κινεῖται ἀνιέμενον καὶ ἐπιτεινόμενον, ἐπ’ ἄπειρον ἀνεθήσεται καὶ ἐπ’ ἄπειρον ἐπιταθήσεται, ἀλλ’ ὅτι προθέμενος δείξαι ὁμαλὴν τὴν τοῦ οὐρανοῦ κίνησιν πάντας ἀναιρεῖ τοὺς τῆς ἀνωμαλίας τρόπους ἐκ διαιρέσεως αὐτοὺς λαβών, ἧς ἥδη προεξεθέμην. Ἀσαφεστέρα δέ, φησίν, ἡ λέξις ἐστὶ τῷ μὴ θεῖναι τὴν διαίρεσιν | πρώτην. καὶ ἔοικε τούτῳ τῷ ἐκ διαιρέσεως εἰλῆφθαι τὴν ἀπόδειξιν πρῶτος αὐτὸς ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος ἐπιστῆσαι· τὴν γοῦν προειρημένην ἐξήγησιν τοῦ ἀναγκαίαν εἶναι τὴν ἐπ’ ἄπειρον ἄνεσιν διὰ τὸ μὴ εἶναι τὸ ἀναληψόμενον τὴν δύναμιν τοῦ πρώτου κινοῦντος καὶ διορθῶσον τὴν ἀδυναμίαν ὡς Ἀλεξάνδρου τοῦ Αἰγαίου παρατίθεται. “Ἑρμίνου δέ”, φησίν, “ἥκουσα, καθὰ ἦν καὶ ἐν τοῖς Ἀσπασίου φερόμενον, εἴ ἔστιν ἄνεσις περὶ τὸ θεῖον σῶμα, ἦν ἐπίτασις πρὸ τοῦ· πᾶσα γὰρ ἄνεσις ἐπιτάσεως. ἀλλὰ μήν, εἰ ἦν ἐπίτασις πρὸ τῆς ἀνέσεως, ἐπ’ ἄπειρον ἦν αὕτη· διὰ τί γὰρ μέχρι τοῦδε ἦν καὶ οὐχὶ καὶ πρὸ ἀπείρου τῆς κινήσεως οὔσης, οὐχ οἷόν τε εὔλογον εἰπεῖν αἰτίαν. ἀλλὰ μήν, εἰ καὶ ἄνεσίς ἐστιν, ἐπ’ ἄπειρον πάλιν ἐστὶν αὕτη· τί γὰρ τὸ αἴτιον τὸ τὴν ἄνεσιν ἀναληψόμενον ταύτην, καὶ διὰ τί μέχρι τοῦδε ἀνίεται, οὐχ οἷόν τε αἰτίαν ἀποδοῦναι εἰς ἄπειρον κινουμένου τοῦ σώματος. ὥστε ἐπ’ ἄπειρον καὶ ἡ ἄνεσίς ἐστιν· ἐπιτάσεως μὲν γὰρ ἡ ἄνεσις ἄνεσις, ἀπείρου δὲ ἐπιτάσεως ἄπειρος ἡ ἅνεσις· διὰ τί γὰρ μέρους τῆς ἐπιτάσεως ἡ ἄνεσις ἔσται, οὐ πάσης δέ; ἀλλὰ μὴν ἡ ἄνεσις κατὰ ἀδυναμίαν, τοῦτο δὲ παρὰ φύσιν, τὸ δὲ παρὰ φύσιν οὐχ οἷόν τε ἴσον εἶναι τῷ κατὰ φύσιν· ὁδὸς γὰρ ἐπὶ φθορὰν τὸ παρὰ φύσιν· ὥστε οὐκ ἄν εἴη ἄνεσις· εἰ δὲ μὴ ἄνεσις, οὐδὲ ἐπίτασις.” ταῦτα μὲν οὖν τὰ τοῦ Ἑρμίνου κατὰ τὸν Ἀσπάσιον εἰρημένα. καὶ δῆλον, ὅτι καὶ οὗτοι οὐχ ὡς κατὰ τὴν τῆς διαιρέσεως ἀνάγκην ληφθὲν τὸ ἐπ’ ἄπειρον ἀνιέναι καὶ ἐπ’ ἄπειρον ἐπιτείνεσθαι ἐνόησαν, ἀλλ’ ὡς ἐξ ἀνάγκης, εἴ ἐστιν ἀνώμαλος ἡ κίνησις, ἀνέσεως καὶ ἐπιτάσεως οὔσης. καὶ τοῦτο μὲν δῆλον, ἀλλ’ ὅτι καὶ ὡς ἄπειροι πάντως ἐσόμεναι ἥ τε ἄνεσις καὶ ἡ ἕπίτασις ὑπὸ τοῦ Ἀριστοτέλους ἐλέγχονται· ὅτι δὲ οὐχ οὕτως εἴληπται, δηλοῖ τὰ ἐφεξῆς τμήματα τῆς διαιρέσεως, ἐν οἷς φησιν· ἀλλὰ μὴν οὐδὲ ἐπιτείνειν ἀεὶ ἢ πάλιν ἀνιέναι δυνατόν, καὶ πάλιν λείπεται δὴ λέγειν ἐναλλὰξ εἶναι τῇ κινήσει τὸ θᾶττον καὶ τὸ βραδύτερον· ἐν γὰρ τούτοις καὶ τὰ ἄλλα τμήματα τῆς διαιρέσεως ἐλέγχει τὰ μὴ ἄπειρον ἐπίτασιν καὶ ἄνεσιν ὑποτιθέμενα, ἀλλ’ ἢ ἀεὶ ἐπίτασιν ἢ ἀεὶ ἄνεσιν ἢ ἐναλλάξ. ἐκεῖνο δὲ ἄξιον ζητεῖν, διὰ τί προστέθεικεν ὁ Ἀριστοτέλης τὸ ἀνάγκη δέ, εἰ ἀνίησιν ἡ κίνησις, ἄπειρον ἀνιέναι χρόνον· τοῦτο γὰρ τὸ ἀνάγκη καὶ τοὺς προτέρους ἐποίησεν ἐξηγητὰς μὴ ὡς ἐκ διαιρέσεως τεθὲν ἀκούειν, ἀλλὰ τὴν αἰτίαν τῆς ἀνάγκης ζητεῖν. ὁ δὲ Ἀλέξανδρος ὁ Ἀφροδισιεὺς ἐπιστήσας τούτῳ “δεὶ” φησὶ “προσυπακούειν τῷ εἰρημένῳ τὸ μετὰ τὴν ἐπ’ ἄπειρον ἐπίτασιν· εἰ γὰρ μετὰ τὴν ἐπ’ ἄπειρον χρόνον ἐπίτασιν ἀνίησιν ἡ κίνησις, καὶ μὴ μόνον ἐπίτασίς ἐστιν, ἀλλὰ καὶ ἄνεσις, ἄπειρον ἀνήσει χρόνον. τοῦτο δὲ ἦν μὲν καὶ ἄλλως ὑποκείμενον, οὐ μὴν ἀλλὰ καὶ ἀναγκαίως ἑπόμενον αὐτὸ δείκνυσι τῇ προγεγενημένῃ ἐπ’ ἅπει|ρον ἐπιτάσει· εἰ γὰρ ἡ ἄνεσις δι’ ἀδυναμίαν τοῦ κινοῦντός ἐστιν ἀρξαμένη γίνεσθαι, λοιπὸν ἐπ’ ἄπειρον ἔσται· τί γὰρ τὸ τὴν ἀδυναμίαν ἀναληψόμενον τὴν τοῦ κινοῦντος ἀιδίου τῆς κινήσεως οὔσης καὶ ἐπιτεινομένης ἀεὶ τῆς ἀνέσεως; καὶ διὰ τοῦτο οὖν ἐπ’ ἄπειρον ἡ ἄνεσις ἔσται, καὶ διότι τῆς ἀπείρου ἐπιτάσεως ἄπειρος ἡ ἄνεσις· οὕτως δὲ ἴσον χρόνον ἔσται τὸ παρὰ φύσιν τῷ κατὰ φύσιν, ὅπερ ἐστὶν ἅτοπον”. μήποτε δὲ οὐκ ἀνάγκη προσυπακούειν τὸ μετὰ τὴν ἄπειρον ἐπίτασιν· ὁ γὰρ Ἀριστοτέλης ἐκ διαιρέσεως ἀναιρῶν τοὺς τῆς ἀνωμαλίας τρόπους ἀναθεὶς τοῦτον τὸν λέγοντα ἄπειρον χρόνον ἐπιτείνεσθαι καὶ πάλιν ἄλλον χρόνον ἄπειρον ἀνίεσθαι καὶ ἐλέγξας αὐτὸν διχῶς ἔκ τε τοῦ μηδὲν ἅπειρον χρόνον παρὰ φύσιν εἶναι καὶ ἐκ τοῦ μηδὲν τὸν ἴσον χρόνον παρὰ φύσιν καὶ κατὰ φύσιν εἶναι ἐπέστησεν, ὅτι τῷ λέγοντι ἀνίεσθαι ὅλως τὴν τοῦ οὐρανοῦ κίνησιν οὐ καθ’ ὑπόθεσιν μόνον ἀκολουθεῖ τὸ ἄπειρον χρόνον λέγειν ἀνίεσθαι, ἀλλὰ καὶ ἐξ ἀνάγκης ἕπεται ἀιδίου τῆς κινήσεως ὑποκειμένης διὰ τὸ μηδὲν εἶναι τὸ ἀναληψόμενον τὴν τοῦ πρώτου κινοῦντος ἀδυναμίαν πάντων ὄντος ἐπέκεινα, ἀλλ’ οὐ διὰ τὸ ἄπειρον ἐπίτασιν προηγεῖσθαι τῆς ἀνέσεως· τοῦτο γάρ, κἄν ἀληθὲς ᾖ, οὐ φαίνεται νῦν ὡς ἀναγκαῖον ἀλλ’ ὡς ἐξ ὑποθέσεως ὁ Ἀριστοτέλης λαβών, τῇ δὲ ἀνέσει μόνον ἐπιστήσας, ὅτι ἀνάγκη, εἰ ἀνίησιν ὅλως ἡ κίνησις, ἄπειρον ἀνιέναι χρόνον. p. 288b27 Ἀλλὰ μὴν οὐδὲ ἐπιτείνειν ἀεὶ ἕως τοῦ ἔκ τινος εἴς τι εἶναι καὶ ὡρισμένην. Δείξας, ὅτι τῷ ἀνώμαλον οὕτως ὑποτιθεμένῳ τὴν τοῦ οὐρανοῦ κίνησιν, ὡς ἄπειρον εἶναι τὴν ἄνεσιν καὶ ἄπειρον τὴν ἐπίτασιν, δύο ἄτοπα ἕπεται τό τε ἀίδιον λέγειν τὸ παρὰ φύσιν καὶ ἰσοχρόνιον τὸ παρὰ φύσιν τῷ κατὰ φύσιν, νῦν τὸ δεύτερον τμῆμα τῆς διαιρέσεως προτίθησι τὸ λέγον ἀνώμαλον γίνεσθαι τὴν κίνησιν τῷ τὸ ἕτερον ἐπ’ ἄπειρον ἐν αὐτῇ εἶναι, ὡς ἢ ἀεὶ ἐπιτείνεσθαι ἢ ἀεὶ ἀνίεσθαι, καὶ δείκνυσι καὶ τοῦτο ἀδύνατον οὕτως· πᾶσα κίνησις ἔκ τινος εἴς τι γίνεται καὶ ὥρισται τῷ ποθέν ποι· ἡ δὲ ἀεὶ ἐπιτεινομένη ἢ ἀεὶ ἀνιεμένη οὐχ ὥρισται οὐδὲ ἔχει τὸ ποθέν ποι· οὐδεμία ἄρα κίνησις ἀεὶ ἐπιτείνεται ἢ ἀεὶ ἀνίεται. ὅτι δὲ τὸ ἀεὶ ἐπιτεινόμενον ἀόριστόν ἐστι καὶ οὐκ ἔχει τό ποι, δῆλον ἐντεῦθεν· ἡ ἐπίτασις τοῖς κατὰ φύσιν κινουμένοις γίνεται κατὰ τὸ πλησιάζειν ἀεὶ τῷ ἐφ’ ὃ φέρεται· τῷ δὲ ἐπ’ ἄπειρον ἐπιτεινομένῳ οὐδὲν ἔσται τὸ ἐφ’ ὃ κινεῖται· ἀεὶ γὰρ τό, ἐφ’ ὃ ἐπιτεινόμενον κατὰ τὴν κίνησιν φέρεται, ἄλλο ἔσται τοῦ πρὸ αὐτοῦ, καὶ τῷ ἐπ’ ἄπειρον τοῦτο πάσχειν ἐπ’ ἄπειρον εἰς ἄλλο μεταβήσεται· ὥστε οὐχ ἕξει τὸ ἐφ’ ὃ οὐδὲ τὸ ποθέν ποι οὐδὲ ὥρισται ἡ ἀεὶ ἐπιτεινομένη κίνησις. ἐπ’ ἄπειρον μὲν γὰρ οἷόν τέ τι I κινεῖσθαι ἐν τῷ αὐτῷ κινούμενον τῷ πάλιν καὶ πάλιν κινεῖσθαι τὴν αὐτὴν κίνησιν, ὡς ἐπὶ τῆς ἐγκυκλίου φορᾶς λέγομεν, οὐ μέντοι ἐπ’ ἄπειρον ἐπιτείνεσθαι· οὐ γὰρ ἡ αὐτὴ κίνησις εντι ἔσται, ἀλλ’ ἡ παροῦσα τῆς πρὸ αὐτῆς ἑτέρα τε καὶ ἀνόμοιος ἀεὶ μετὰ προσθήκης γινομένη. καὶ εἰ ἦν τι κυκλικὸν οὕτως ἐπιτεινόμενον, ἢ ἀριθμόν τινα περι- φορῶν ἔσπευδε πληρῶσαι ἢ ἐπὶ πέρας τῆς κατὰ τὴν κίνησιν ταχύτητος ἐλθεῖν, ὧν οὐδέτερον συμβαίνει τῷ ἐπ’ ἄπειρον μετ’ ἐπιτάσεως τοιαύτης κινουμένῳ. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῆς ἐπ’ ἄπειρον ἀνέσεως· οὐδὲ γὰρ ἐπὶ τούτων ἐστὶ τό ποι καὶ τὸ ἐφ’ ὃ ἡ κίνησις, εἴπερ πλησίον ἀεὶ τοῦ ἐφ’ ὃ ἡ ἀκμὴ τοῦ τάχους ἐστί, τὰ δὲ ἀεὶ ἀνιέμενα ἀεὶ πορρωτέρω τῆς ἀκμῆς καὶ τοῦ ἐφ’ ὃ γίνεται. εἰ οὖν πᾶσα μὲν κίνησις ἡ κατὰ φύσιν ποθέν ποι, οὐδεμία δὲ ἐπ’ ἄπειρον ἀνιεμένη ποθέν ποι, οὐδεμία ἄρα κίνησις ἐπ’ ἄπειρον ἀνιεμένη ἐστί. τῆς δὲ αὐτῆς οὔσης συναγωγῆς τῶν λόγων καὶ ἐπὶ τῆς ἐπ’ ἄπειρον ἐπιτάσεως καὶ ἐπὶ τῆς ἐπ’ ἄπειρον ἀνέσεως μίαν ὁ Ἀριστοτέλης ἐπ’ ἀμφοῖν ἐποιήσατο. p. 288b30 ἔτι δέ, εἴ τις λάβοι εἶναί χρόνον ἐλάχιστον ἕως τοῦ καὶ ἄπειρον χρόνον. Ἄλλο τοῦτο ἐπιχείρημα τοῦ αὐτοῦ μετὰ πολλῆς ἐναργείας κατασκευαστικὸν τοῦ μὴ δύνασθαι οὕτως ἀνώμαλον εἶναι τὴν τοῦ οὐρανοῦ κίνησιν ὡς ἀεὶ ἐπιτείνεσθαι ἢ ἀεὶ ἀνίεσθαι. προλαμβάνει δὲ ἀξίωμα τὸ εἶναί τινα χρόνον ἐλάχιστον, οὖ οὐκ ἐνδέχεται ἐν ἐλάττονι κινηθῆναι τὸν οὐρανόν, καὶ τοῦτο ἐκ τῆς ἐπαγωγῆς πιστοῦται τῷ πάσης πράξεως καὶ παντὸς τοῦ κινουμένου εἶναί τινα χρόνον ἐλάχιστον, οὗ οὐχ οἷόν τε ἐν ἐλάττονι κινηθῆναι τὴν κίνησιν τὴν αὐτοῦ, οἷον τοῦ στάδιον δραμεῖν ἢ νόμον τινὰ κιθαρίσαι ἢ ᾆσαι· εἰ δὲ τοῦτο, καὶ τῆς τοῦ οὐρανοῦ περιφορᾶς τῆς ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ εἴη ἄν τις χρόνος ἐλάχιστος, οὗ ἐν ἐλάττονι οὐχ οἷόν τε περιενεχθῆναι. καθόλου μὲν γὰρ οὐκ ἔστι χρόνος ἐλάχιστος διὰ τὸ τὰ συνεχῆ πάντα ἐπ’ ἄπειρον εἶναι διαιρετά, πρός τι δὲ καί τινων ἔστι τις ἐλάχιστος χρόνος, ὥσπερ καὶ τῶν κινήσεων. τούτου οὖν οὕτως ἔχοντος, εἰ τὸ ἐπιτεινόμενον ἐν ἐλάττονι χρόνῳ τὸ αὐτὸ διάστημα κινεῖται, εἴ τι ἀεὶ ἐπιτείνοιτο, ἀεὶ ποιήσει τοῦτο πρὸς ἀναλογίαν τῆς ἐπιτάσεως ἀεὶ συστελλομένου τοῦ χρόνου· εἰ δὲ τοῦτο, ἔσται καὶ τοῦ ἐλαχίστου χρόνου, ἐν ᾧ κινεῖται, ἐλάττων ποτέ, ἐν ᾧ καὶ αὐτῷ κινήσεται, ὅπερ ἀδύνατον· ἀδύνατον ἄρα καί, ᾧ τοῦτο ἠκολούθησε, τοῦτο δὲ ἦν τὸ ἀεὶ ἐπιτείνεσθαι κινούμενον. Δείξας δὲ οὕτως, ὅτι οὐκ ἔστιν ἐπίτασις ἐπ’ ἄπειρον, ἐπάγει, ὅτι, εἰ μὴ ἐπίτασις, οὐδὲ ἄνεσις· ὡς γὰρ ἄν τὸ ἕτερον αὐτῶν ἔχῃ, οὕτως ἔχει καὶ ἀμφότερα, διότι πρὸς | ἄλληλα λέγεταί τε καὶ ἔστιν, ὡς τὸ μᾶλλον καὶ τὸ ἧττον· ἡ γὰρ ἄνεσις ἡ ἄπειρος ἐπιτάσεως ἀπείρου καὶ ἡ ἐπίτασις ἀνέσεως· οὐ γὰρ ἄλλο τι ἀνίεται ἢ τὸ ἐπιτεταμένον, καὶ ἐφ’ ὅσον ἐπιτέταται, ἐπὶ τοσοῦτον ἀνίεται, ὥστε, εἰ δέδεικται τὸ ἐπίτασιν μὴ εἶναι εἰς ἄπειρον, δέδεικται καὶ τὸ μηδὲ ἄνεσιν εἰς ἄπειρον εἶναι. ἐπειδὴ δὲ ἡ μὲν ἐπίτασις κατὰ προσθήκην γίνεται, ἡ δὲ ἄνεσις κατὰ ὑφαίρεσιν, οὐ πᾶσα δὲ προσθήκη ἐπίτασιν ἁπλῶς ποιεῖ, ὥστε καὶ ἄνεσιν ἔχειν, μετὰ τὸ εἰπεῖν, ὅτι ὁμοίως ἄμφω καὶ θάτερον, ἐπάγει, πῶς ἐχούσης τῆς προσθέσεως γίνεται ἡ ἐπίτασις, πρὸς ἣν ἀνάγκη τὴν ἄνεσιν ἀποδίδοσθαι, καὶ ἐφ’ ἧς ἀληθὲς τὸ ὁμοίως ἄμφω καὶ θάτερον. ἀληθὲς γάρ, εἴπερ αἱ προσγινόμεναι προσθῆκαι τῷ λεγομένῳ ἐπιτείνεσθαι ἢ ἴσαι ἀλλήλαις εἰσὶν ἢ μείζων ἡ ἑπομένη τῆς προηγησαμένης· τότε γὰρ κυρίως καὶ μόνως ἐπίτασίς ἐστιν· ἐὰν δὲ αἱ προσθῆκαι ἐπὶ τὸ ἔλαττον προίωσιν, ὡς νῦν μέν, εἰ τύχοι, δέκα δακτύλων τάχος προστίθεσθαι, αὖθις δὲ ἐννέα καὶ ἐφεξῆς οὕτως, πρῶτον μὲν οὐκ ἔστιν ἡ τοιαύτη μόνον ἐπίτασις, ἀλλὰ καὶ ἄνεσις, διὸ οὐδὲ ἄλλη τις ἔστι ταύτης ἄνεσις, ἔπειτα οὐδὲ εἰς ἄπειρον χρόνον ταύτην γίνεσθαι δυνατόν · δαπανηθήσεται γὰρ τὸ προσπιθέμενον τιθέμενον ἀεὶ μειούμενον. διὰ τοῦτο οὖν εἰπὼν ὁμοίως γὰρ ἄμφω καὶ θάτερον ἐπήγαγεν εἴπερ τῷ αὐτῷ ἐπιτείνεται τάχει ἢ μείζονι καὶ ἄπειρον χρόνον. ἡ μέντοι ἄνεσις, κἄν ἴσα ἀλλήλοις ᾖ τὰ ἀφαιρούμενα, κἂν τὸ μὲν μεῖζον, τὸ δὲ ἔλαττον, ἄνεσις μένει. τότε δὲ ἡ ἄνεσις ἀνάλογον ἔχει τῇ ἐπιτάσει, ὅταν αἱ ἀφαιρέσεις ἀνάλογον ταῖς προσθήκαις γίνωνται. p. 289a4 Λείπεται δὴ λέγειν ἐναλλὰξ ἕως τοῦ εὐαισθητότερα γὰρ τὰ παρ’ ἅλληλα τιθέμενα. Τοῦτο τῷ ὄντι λοιπόν ἐστι τὸ τρίτον τῆς διαιρέσεως τμῆμα τὸ λέγον ἀνώμαλον γίνεσθαι τὴν κίνησιν τῷ ἐναλλὰξ ἐν αὐτῇ κεῖσθαι τὸ θᾶττον καὶ τὸ βραδύτερον. ἐλέγχει δὲ καὶ ταύτην τὴν ὑπόθεσιν ἔκ τε τοῦ μὴ ἔχειν εὔλογον εἰπεῖν αἰτίαν τοῦ σήμερον μέν, εἰ τύχοι, θᾶττον, αὔριον δὲ βραδύτερον κινεῖσθαι τὸν οὐρανόν, διότι τὰ ἐν τοῖς λόγοις πλάσματα τὸ μὴ ὂν λέγοντα οὐδὲ αἰτίαν εὔλογον εἰπεῖν ἔχει τοῦ λεγομένου. δεύτερον δὲ ἔλεγχον ἐπάγει τῷ λόγῳ τὸ μὴ ἄν λαθεῖν τοῦτο γινόμενον· τὰ γὰρ διάφορα καὶ ἀνόμοια καὶ ἐναντία παρ’ ἄλληλα τιθέμενα εὐφώρατον ἔχει τὴν διάκρισιν, εἴτε αἰσθητὰ εἴτε νοητὰ τυγχάνει. p. 289a8 Ὅτι μὲν οὖν εἷς τε μόνος ἐστὶν ὁ οὐρανὸς ἕως τοῦ ἐπὶ τοσοῦτον εἰρήσθω. Συμπέρασμα τοῦτο κοινὸν ἐπάγει τῶν τε ἐν τῷ πρώτῳ βιβλίῳ καὶ τῶν ἐν τούτῳ περὶ τοῦ οὐρανοῦ ῥηθέντων. δέ|δεικται γὰρ περὶ αὐτοῦ, ὅτι ἁπλοῦς καὶ ἁπλῆν κίνησιν κυκλοφορητικὴν κινούμενος καὶ ταύτην ὁμαλήν καὶ ὅτι εἷς μόνος, οὐχ ὅτι μία σφαῖρα· οἶδε γὰρ ἄλλο τὸ πλανώμενον παρὰ τὸ ἀπλανὲς καὶ τοῦ πλανωμένου τὴν εἰς πλείονα διάκρισιν· ἀλλ’ ὅτι ἓν ὀκτάσφαιρον ἑνὸς κόσμου καὶ οὐχὶ πλείονες οὐρανοὶ οὕτως ὡς πλείονας κόσμους ἐμπληροῦντες, καὶ ὅτι οὕτως ἀγένητός ἐστιν, οὐχ ὡς ἀναίτιος, ἀλλ’ ὡς ἀίδιος καὶ μὴ ἐν μέρει χρόνου γενόμενος μηδὲ πρότερον μὲν ὢν ὕστερον δὲ μὴ ὤν. εἰκότως δὲ νῦν τοῦτο τέθεικε τὸ συμπέρασμα, ὅτε τὰ περὶ τοῦ οὐρανίου σώματος συμπληρώσας ἐπὶ τὴν τῶν ἀστέρων θεωρίαν μεταβιβάζει τὸν λόγον. p289a11 Περὶ δὲ τῶν καλουμένων καλουμένων ἀστέρων ἕως τοῦ ὁμοίως καὶ ἡμεῖς λέγομεν. Ἕβδομον μὲν τοῦτο τὸ κεφάλαιόν ἐστι τῶν ἐν τούτῳ τῷ βιβλίῳ προβαλλομένων, μετὰ δὲ τὴν τῶν ὅλων σφαιρῶν θεωρίαν καὶ τὰ συμφυῆ μέρη αὐτῶν τὰ κατὰ τὰς τοπικὰς σχέσεις ἐν αὐτοῖς θεωρούμενα τό τε δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν καὶ τὰ περὶ τῆς κινήσεως αὐτῶν παντοδαπὰ προβλήματα ἐπὶ τὴν θεωρίαν τῶν περιεχομένων ἐν αὐταῖς ἀστέρων μεταβαίνει νῦν μὲν κοινῶς περὶ πάντων τῶν ἀστέρων προβαλλόμενος ζητεῖν, τίνα τε οὐσίαν ἔχουσι καὶ σχῆμα ὁποῖον καὶ κατὰ τίνα τρόπον κινήσεως κινοῦνται, ὕστερον δὲ διαπορήσει τι καὶ περὶ τῆς τῶν πλανωμένων πρὸς τὰς ἀπλανεῖς διαφορᾶς. λέγει οὖν πρῶτον περὶ τῆς οὐσίας αὐτῶν, ὅτι τῆς αὐτῆς οὐσίας εἰσὶν οἱ ἀστέρες καὶ τοῦ αὐτοῦ σώματος ταῖς σφαίραις, ἐν αἷς περιεχόμενοι περιφέρονται. ἑπόμενον δὲ τοῦτο τοῖς εἰρημένοις αὐτῷ φησιν εἶναι, διότι ἀπὸ τῶν ἁπλῶν καὶ πρώτων δύο κινήσεων τῆς τε ἐπ’ εὐθείας καὶ τῆς κύκλῳ δύο κατὰ γένος ὑπέθετο τὰ πρῶτα σώματα, τὸ μὲν κυκλοφορητικὸν οὐράνιον πᾶν, τὸ δὲ εὐθυπορούμενον τὸ ὑπὸ σελήνην· οἱ οὖν ἀστέρες ἐν οὐρανῷ ὄντες καὶ τὴν οὐρανίαν κίνησιν κινούμενοι τῆς οὐρανίας ἄν εἶεν οὐσίας. εἰ δὲ διάφορον ὁρᾶται τὸ τῶν ἀστέρων σῶμα παρὰ τὸ οὐράνιον, οὐκ ἀνάγκη διὰ τοῦτο διάφορον οὐσίαν ἔχειν αὐτούς. καὶ πιστοῦται τοῦτο ἀπὸ τῶν πύρινα τὰ ἄστρα πρὸς τὴν φαντασίαν εἰπόντων διὰ τὸ καὶ τὸν οὐρανὸν πύρινον ὅλον ὑπολαμβάνειν. μήποτε δὲ καὶ τὸν οὐρανὸν πύρινον ἀπὸ τῶν ἄστρων ὑπέλαβον οἱ οὕτως ὑπολαβόντες. ὁ δὲ θεῖος Πλάτων τὸν ὅλον κόσμον ἐκ τῶν τεσσάρων στοιχείων συνεστάναι λέγων διὰ τὰς εἰρημένας πρότερον αἰτίας τὸν οὐρανὸν ἐκ τῶν ἀκροτήτων τῶν στοιχείων συνεστάναι βούλεται, καὶ ὥσπερ ἐν τοῖς ἐνταῦθα | σώμασιν ἐκ τῶν τεσσάρων στοιχείων καὶ αὐτοῖς συνεστηκόσιν, ἐσχάτοις δὲ οὖσιν, ἐπικρατεῖ τὸ τῶν στοιχείων ἔσχατον τὸ γήινον, οὕτω καὶ ἐν τοῖς θείοις σώμασιν ἐκ τῶν ἀκροτάτων συνεστηκόσιν ἐπικρατεῖ ἡ τοῦ πρώτου τῶν στοιχείων ἀκρότης τοῦ πυρός. γράφει δ’ οὖν ἐν Τιμαίῳ “τοῦ μὲν οὗν θείου τὴν πλείστην ἰδέαν ἐκ τοῦ πυρὸς ἀπειργάζετο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν τε κάλλιστον εἵη.” Ἀπορεῖ δὲ καλῶς ὁ Ἀλέξανδρος, πῶς ἁπλῆς οὔσης τῆς πέμπτης λεγομένης οὐσίας τοῦ κυκλοφορητικοῦ σώματος τοσαύτη φαίνεται διαφορὰ τοῦ τῶν ἄστρων σώματος πρὸς τὸ οὐράνιον· εἰ δὲ διαφέρει ὅλως πυκνότησιν ἢ μανότησιν ἢ κατὰ χρώματα ἢ κατά τινα ἅλλα τοιαῦτα εἴδη, πῶς ἁπλά λέγεται ἢ πῶς ἀπαθῆ, εἴπερ τὰ πάθη κατὰ ταύτας γίνεται τὰς διαφορὰς καί εἰσιν αἱ διαφοραὶ πάθη. καὶ λέγει, ὅτι “οὐδὲν ἄτοπον, ὥσπερ καὶ πρότερον εἴρηται, εἶναι τοιαύτας διαφορὰς ἐν τῷ οὐρανίῳ σώματι καὶ ποιότητας οὐ διὰ πάθους ἐγγινομένας αὐτοῖς, ἀλλ’ ἐνυπαρχούσας· ἀπαθῆ γὰρ οὐχ ἁπλῶς ἐστιν, ἀλλὰ πάσης θνητῆς δυσχερείας, τοῦτο δὲ αὐτοῖς ὑπάρχει τῷ τῇ οὐσίᾳ αὐτῶν καὶ τῷ εἴδει, καθ’ ὃ ἔστι, μηδὲν ἐναντίον ὑπάρχειν, εἰς ὃ οἷόν τε μεταβάλλοντα φθαρῆναι. τὸ μέντοι συμβεβηκέναι αὐτοῖς τινα ἐναντίωσιν ἕχοντα πρός τινα οὐδὲν ἐπικοινωνοῦντα τῇ οὐσίᾳ αὐτῶν οὐδὲν ἄτοπον. καὶ γὰρ καὶ ἐν τοῖς φθαρτοῖς τε καὶ γενητοῖς σώμασίν ἐστί τινα, οἷς ἔστιν ἐναντία, ὡς τῇ χιόνι τὸ λευκὸν τὸ ψυχρόν· ἔστ’ ἂν γὰρ χιὼν ᾖ, ἀχώριστον αὐτῆς τὸ λευκόν, καὶ οὐ, διότι ἔστι τὸ ἐναντίον αὐτῷ, διὰ τοῦτο μεταβάλλει ἡ χιὼν κατὰ χρῶμα· καὶ γὰρ ἀπλᾶ ἐστιν ὡς σώματα, ὧν οὐδὲν ἁπλῶς ἁπλοῦν, εἴ γε ἐξ ὑποκειμένου καὶ εἵδους”. ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος αὐταῖς λέξεσι τὸ μὲν ὑπάρχειν τινὰς ἐν τοῖς οὐρανίοις ποιότητας ἐχούσας πρὸς ἀλλήλας ἐναντίωσιν κατά τε χρῶμα καὶ κατὰ μέγεθος, ἴσως δὲ καὶ κατὰ σχῆμα· καὶ γὰρ εὐθύγραμμα σχήματά ἐστιν ἐν τοῖς οὐρανίοις σχηματισμοῖς, ὡς τὸ Δελτωτόν, καὶ περιφερόγραμμα, ὡς ὁ Στέφανος· τὸ μὲν οὖν ὑπάρχειν ταύτας τὰς ἐναντιώσεις ἐκεῖ χωρὶς θνητῆς δυσχερείας καὶ φθοροποιοῦ πάθους ἀποδέξαιτο ἄν τις τοῦ Ἀλεξάνδρου, τὸ μέντοι λέγειν· κἄν ἡ ἐναντία τῷ λευκῷ καὶ τῷ ψυχρῷ τῷ ἐν τῇ χιόνι, οὐ διὰ τοῦτο μεταβάλλει ἡ χιὼν κατὰ χρῶμα καὶ ποιότητας· ἐπισκέψεως ἄξιον εἶναί μοι δοκεῖ. εἰ μὲν γὰρ τοῦτο λέγει, ὅτι μένουσα χιὼν οὐκ ἂν μεταβάλλοι κατὰ ταῦτα, λέγει μὲν ἀληθῶς, οὐδὲν δέ, οἶμαι, πρὸς τὸ προκείμενον· οὐδὲ γὰρ ἄλλο τι μένον, ὅπερ ἐστί, μεταβάλλει, ἀλλὰ τὸ ὑποκείμενον ἄλλας ἐξ ἄλλων μεταλαμβάνον διαφορὰς μεταβάλλειν λέγεται. εἰ δέ, ὅτι οὐ μεταβάλλει ὅλως διὰ τὴν ἐναντίωσιν, πῶς ἀληθὴς ὁ λόγος, εἴπερ μέχρι τοῦ νῦν διετελέσαμεν λέγοντες, ὅτι ἐν τοῖς ἐναντίοις εἰσὶν αἱ γενέσεις καὶ φθοραί, διότι καὶ τὰ γινόμενα ἐξ ἐναντίων γίνεται καὶ τὰ φθειρόμενα εἰς ἐναντία φθείρεται. καὶ γὰρ ἡ χιὼν πεπηγὸς οὖσα νέφος ἤδη μὲν μεταβάλλον εἰς ὕδωρ, πολὺ δὲ ἔτι τὸ ἀερῶδες ἔχον καὶ οἷον ἀφρῶδες καὶ διὰ τοῦτο λελευκασμένον, ἐπειδὴ ὑπὸ ψύξεως εἰς τοιοῦτον εἶδος συνεκρίθη, ὅταν θερμότητι πελάσῃ, διακρίνεται πάλιν εἰς ἐκεῖνα, ἐξ ὧν συνέστη, καὶ τὸ μὲν ἐξαεροῦται θερμαινόμενον, ᾧ συναπέρχεται τὸ λευκόν, τὸ δὲ ἐξυδατοῦται χεόμενον· καὶ εἴπερ μὴ τῇ ψύξει θερμότης καὶ τῇ πήξει καὶ συγκρίσει χύσις καὶ διάκρισις ἠναντιοῦντο, οὐκ ἄν ποτε χιὼν διελύθη. μήποτε οὖν ἐκεῖνο ἀληθές ἐστιν, ὅτι τὰ μὲν γινόμενα καὶ φθειρόμενα ἐν τοῖς ἐναντίοις ὑφέστηκε, καὶ ὅπου μὴ ἔστιν ἐναντίωσις, ἐκεῖ γένεσιν ἢ φθορὰν ἀδύνατον εἶναι, οὐ μέντοι καὶ ἐκεῖνο ἔτι ἀληθές, ὅτι, ὅπου ἄν ἐναντίωσις ᾖ, γένεσιν ἀνάγκη καὶ φθορὰν ὑπάρχειν, ἀλλ’ ἐπ’ ἐκείνων μόνων τῶν ἐναντίων τοῦτο ἀληθές, ὅσα ἐν τῷ αὐτῷ ὑποκειμένῳ πεφυκότα γίνεσθαι συνυπάρχειν ἀλλήλοις ἀδυνατεῖ· ταῦτα γὰρ ἀντιποιούμενα τοῦ εἶναι καὶ περὶ τοῦ εἶναι μαχόμενα φθείρειν ἄλληλα πέφυκεν, οἱ δὲ ἐν τῇ ἐπιστήμῃ τῶν ἐναντίων λόγοι, λευκοῦ καὶ μέλανος, θερμοῦ καὶ ψυχροῦ, ἅτε ἀδιάστατοι ἐν ἀδιαστάτῳ ὄντες συνυπάρχειν ἀλλήλοις πεφυκότες οὐ μόνον οὐ φθείρο·υσιν ἀλλήλους, ἀλλὰ καὶ συνιστῶσιν· ἀλλ’ οὐδὲ τὸ ἐν τῇ ἐπιστήμῃ λευκὸν πρὸς τὸ ἐν τῇ ὕλῃ μέλαν μάχεται, οὔτε φθείρει ἄλληλα οὔτε γίνεται ἐξ ἀλλήλων, διότι μὴ πέφυκεν ἐν τῷ αὐτῷ γίνεσθαι ὑποκειμένῳ. οὕτως οὖν καὶ τὸ ἐν οὐρανῷ πυκνόν, εἰ τύχοι, καὶ τὸ ἐνταῦθα μανὸν οὔτε μάχεται πρὸς ἄλληλα οὔτε μεταβάλλει εἰς ἄλληλα διὰ τὸ μὴ πεφυκέναι ἐν τῷ αὐτῷ γίνεσθαι ὑποκειμένῳ ἀλλόφυλα ὄντα. ἀλλ’ οὐδὲ τὸ ἐν τῷ οὐρανῷ πυκνὸν πρὸς τὸ ἐκεῖ μανὸν μάχεται οὐδὲ στάσις πρὸς κίνησιν, ὅτι καὶ τὰ ὑποκείμενα διάφορα κατὰ φύσιν ἐστίν, οἱ πόλοι, φέρε εἰπεῖν, καὶ ὁ ἰσημερινὸς κύκλος, οἱ μὲν πρὸς στάσιν πεφυκότες, ὁ δὲ πρὸς κίνησιν· καὶ ὁ ἥλιος, εἰ τύχοι, καὶ οἱ ἀστέρες πυκνοὶ δοκοῦντες, τὰ δὲ τῶν οὐρανῶν σώματα μανοῖς ἐοικότα οὐ μεταβάλλει εἰς ἄλληλα διά τε τὴν τοῦ ὑποκειμένου φύσιν πρὸς ἓν τὸ αὐτὸ ἀεὶ πεφυκότος εἶδος καὶ διὰ τὴν τοὐ εἵδους ἀμετάβλητον οὐσίαν ὑπὸ ἀκινήτου προσεχῶς αἰτίου γινομένην. Καὶ ταῦτα οὐ διαφέρεται πρὸς τὰ ὑπὸ τοῦ Ἀριστοτέλους ἐν τῷ πρώτῳ βιβλίῳ δεδειγμένα περὶ τοῦ ἀγένητον καὶ ἄφθαρτον εἶναι τὸν οὐρανόν. λέγει γὰρ ἐν ἐκείνοις γίνεσθαι μὲν ἅπαν τὸ γινόμενον ἐξ ἐναντίου τε καὶ ὑποκειμένου τινὸς καὶ φθείρεσθαι ὡσαύτως ὑποκειμένου τέ τινος καὶ ὑπὸ ἐναντίου καὶ εἰς ἐναντίον, καθάπερ εἴρηται ἐν τοῖς πρώτοις λόγοις. καὶ ταῦτα ὑποθέμενος ἐκ τῶν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως δεδειγμένων προσαποδείκνυσι λοιπόν, ὅτι τῷ οὐρανίῳ σώματι οὐδὲν ἔστιν | ἐναντίον, εἰς ὃ ἄν μεταβάλλοι, τοῦ αὐτοῦ ὑποκειμένου μένοντος· ἦν γὰρ ἂν καὶ τῇ νῦν κινήσει αὐτοῦ ἐναντία κίνησις, ἣν κατὰ φύσιν ἄν ἐκινεῖτο ἐκεῖνο τὸ ἐξ οὗ καὶ εἰς ὃ μετέβαλε. δείξας οὖν, ὅτι καὶ τῇ κύκλῳ κινήσει, ἣν κινεῖται ὁ οὐρανός, οὐκ ἔστιν ἐναντία κίνησις, συνήγαγεν, ὅτι οὐδὲ σῶμα ἔστι τῷ οὐρανίῳ σώματι ἐναντίον, ἐξ οὗ ἄν καὶ εἰς ὃ μετέβαλεν· ὥστε διὰ πάντων δῆλον, ὅτι ἡ μὲν γένεσις καὶ ἡ φθορὰ ἐν τοῖς ἐναντίοις ἐστὶ πάντως, καὶ ὅπου μὲν οὐκ ἔστιν ἐναντία, οὐκ ἔστι γένεσις οὐδὲ φθορά, οὐ μέντοι, ἔνθα τὰ ἐναντία ἐστίν, ἐκεῖ ἀνάγκη πάντως γένεσιν εἶναι καὶ φθοράν, εἰ μὴ καὶ ὑποκείμενον εἴη τοῖς ἐναντίοις κοινὸν καὶ διάστατον τοῦτο καὶ μεριστόν, ὥστε συνυπάρχειν ἀλλήλοις ἐν αὐτῷ τὰ ἐναντία μὴ δύνασθαι. Ἀλλ’ ἔτι μοι δοκεῖ τὸ τοῦ Ἀλεξάνδρου μένειν ἄπορον. κἄν γὰρ ἀγένητα καὶ ἄφθαρτα μὴ κωλύηται εἶναι τὰ ἄστρα ἐναντίας ἔχοντα ποιότητας, ἀλλὰ τό γε τῆς αὐτῆς οὐσίας εἶναι τοῖς οὐρανίοις σώμασιν, ἐν οἷς φέρεται, πῶς ἀληθὲς δόξει τοσαύτης οὔσης διαφορᾶς ἔν τε χρώμασι καὶ συστάσεσι καὶ δηλονότι καὶ ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἐνεργείαις; μήποτε οὖν ὁ Ἀριστοτέλης ταύτην ἔλυεν αὐτὸς τὴν ἀπορίαν ἐπαγαγὼν τὸ ἐπειδὴ ἔφαμέν τι εἶναι, ὃ κύκλῳ φέρεσθαι πέφυκεν. ὡς γὰρ τὰ ὑπὸ σελήνην ἀπλᾶ σώματα τὰ εὐθυπορούμενα γένος μὲν ἔχει κοινόν, καθὸ εὐθυπορούμενα γενητά τε καὶ φθαρτά ἐστι καὶ εἰς ἄλληλα μεταβάλλοντα εἴδη δὲ τὰ προσεχῆ τοσοῦτον ἀλλήλων διαφέροντα, ὅσον οὐ μόνον ὁ λόγος ἡμῶν ἀλλὰ καὶ ἡ αἴσθησις σημαίνει, οὕτω καὶ τὰ οὐράνια σώματα τὸ κυκλοφορητικὸν ἔχοντα κοινὸν καὶ διὰ τοῦτο καὶ τὸ ἀγένητον καὶ ἄφθαρτον κατὰ τὰ προσεχῆ εἴδη οὐδὲν κωλύεται πολλὴν ἔχειν τὴν πρὸς ἅλληλα διαφοράν. Ἀλλ’ ἐπὶ τὰ ἑξῆς τῶν τοῦ Ἀριστοτέλους λόγων ἰτέον. p. 289a19 Ἡ δὲ θερμόπτης ἀπ’ αὐτῶν καὶ τὸ φῶς ἕως τοῦ ταῦτα ἡμῖν εἰρήσθω περὶ αὐτῶν. Μνημονεύσας τῶν πύρινα τὰ ἄστρα λεγόντων διότι καὶ ὁ οὐρανὸς πύρινός ἐστι, καὶ τοσοῦτον ἀπὸ τοῦ λόγου λαβὼν εἰς τὴν ἑαυτοῦ δόξαν τὸ καὶ ἐκείνους ὁμοούσια τῷ οὐρανῷ λέγειν τὰ ἄστρα, ἀπαρεσκόμενος δὲ τὸ πύρινα εἶναι, ἀναιρεῖ τοῦτο διελέγχων τὸ πιθανὸν ἐν τῷ λόγῳ δοκοῦν. εἰ γὰρ θερμαίνουσι τὰ τῇδε, τὸ δὲ θερμαίνειν πυρός, πῶς οὐ πύρινα, φασίν, ἐστι τὰ οὐρανία; καὶ ὅτι μὲν εἰς τοῦτο τείνει ὁ λόγος αὐτῷ, δηλοῖ τὸ συμπέρασμα λέγον· ὅτι μὲν οὖν οὔτε πύρινά ἐστιν οὕτε ἐν πθρὶ φέπεται, ταῦτα ἡμῖν εἰρἠσθω περὶ αὐτῶν. ὅτι δέ, κἅν θερμαίνῃ τὰ τῇδε, οὐκ ἀνάγκη πύρινα ὄντα αὐτὰ θερμαίνειν, ἀλλ’ ἀρκεῖ πρὸς τοῦτο ἡ κίνησις αὐτῶν, πιστοῦται τοῦτο ἐκ τοῦ καὶ τὰ στερεώτατα διὰ κινήσεως ἐξάπτεσθαι· καὶ γὰρ ξύλα καὶ λίθοι καὶ σίδηρος. καὶ τὸ τῶν βελῶν δι’ ἀέρος φερομένων παράδειγμα ἐναργὲς παρατίθεται· ταῦτα γὰρ διὰ τὴν κίνησιν οὕτως ἐκπυροῦται, ὡς καὶ τὰς μολιβδίδας τὰς τὸν σίδηρον ἐν τῷ ξύλῳ συνεχούσας τήκεσθαι καὶ τὸν πέριξ αὐτῶν ἀέρα συνεκπυροῦσθαι. ὡς οὖν ὑπὸ τῆς κινήσεως ἐκπυρουμένου συνεκπυροῦται ὁ παρακείμενος ἀήρ, οὕτως ὑπὸ τῆς οὐρανίου κινήσεως κινουμένου προσεχῶς τοῦ ὑπεκκαύματος καὶ ἐκπυρουμένου εὔλογον τὸν ἀέρα ἐγγυτέρω τοῦ πυρὸς ὄντα θρμαίνεσθαι. ὁ δὲ Ἀλέξανδρος ἀέρα τὸ ὑπέκκαυμα ἀκούει, ὃ ἐν ἄλλοις, φησίν, ὡς στοιχεῖον πῦρ καλεῖ ὁ Ἀριστοτέλης. καίτοι πῶς ἐγγύτερον τοῦ πυρὸς ἔλεγε τὸν ἀέρα, εἴπερ ἀέρα τὸ ὑπέκκαυμα ἐνόμιζε; πῶς δὲ τὴν πρὸς τὸ βέλος ἀναλογίαν διασώζει, εἴπερ τὸ ἐξάπτον τὸν ἀέρα βέλος ἀνάλογον ἦν τῷ πυρί; ὅτι καὶ τὸ βέλος ὑπὸ τοῦ ἀέρος παρατριβομένου ἤκουσε θερμαίνεσθαι ὁ Ἀλέξανδρος, ἀλλ’ οὐχὶ τὸν ἀέρα ὑπὸ τοῦ βέλους, καίτοι τοῦ Ἀριστοτέλους εἰπόντος, ὅτι τὰ βέλη αὐτά τε ἐκπυροῦται οὕτως ὑπὸ τῆς κινήσεως ὥστε τήκεσθαι τὰς μολιβδίδας, καὶ ἐπείπερ ἐκπθροῦνται αὖται, ἀνάγκη καὶ τὸν κύκλῳ αὐτῶν ἀέρα τὸ αὐτὸ πάσχειν. καὶ ἴσως ἀπὸ τοῦ ἐφεξῆς λεγομένου ταύτην ἔσχε τὴν ὑπόνοιαν ὁ Ἀλέξανδρος· λέγει δέ, ὅτι τὰ μὲν ἐνταῦθα δι’ ἀέρος φερόμενα ὑπὸ τῆς ἐν αὐτῇ τῇ κινήσει πληγῆς καὶ παρατρίψεως αὐτὰ ἐκπυροῦται, τῶν δὲ ἀστέρων ἕκαστος ἐν τῇ καθ’ ἑαυτὸν τοῦ οὐρανοῦ σφαίρᾳ φερόμενος αὐτὸς μὲν οὐκ ἐκπυροῦται· οὐδὲ γὰρ πέφυκε· τὸν δὲ ἀέρα· νῦν δὲ ἀέρα τὸν ὅλον μετὰ τοῦ ὑπεκκαύματος καλεῖ· τοῦτον οὖν ὑπὸ τὴν σφαῖραν ὄντα τοῦ κυκλοφορητικοῦ σώματος κινουμένης ἐκείνης καὶ συγκινούσης αὐτὸ δῆλον ὅτι ἀνάγκη ἐκθερμαίνεσθαι· καὶ γὰρ οὐ μόνον τὸ ὑπέκκαυμα συγκινεῖται τῷ οὐρανῷ, ἀλλὰ καὶ ὁ πλησιάζων αὐτῷ ἀήρ, καὶ μέχρι σχεδὸν τοῦ περὶ τὴν γῆν τοῦ λιμνάζοντος καὶ ὑπὸ τῶν ἀκρωρειῶν κατεχομένου. ἐπειδὴ δὲ τοῦτο εἰπόντος παντὸς ἦν ἀπορεῖν, διὰ τί τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ ἀστέρων καὶ ἐν νυξὶν ὁμοίως ὡς ἐν ἡμέρᾳ κινουμένων καὶ ἐν χειμῶσιν ὁμοίως ὡς καὶ ἐν θέρει καὶ τοῦ ὑποκειμένου ἀέρος ὁμοίως ὡς ἑνὸς ἀεὶ συγκινουμένου αἱ ἡμέραι ὅμως τῶν νυκτῶν καὶ τὰ θέρη τῶν χειμώνων ἐστὶ τοσούτῳ θερμότερα, ταύτην λύων τὴν ἔνστασιν προστέθεικεν, ὅτι ταύτῃ μάλιστα ὁ οὐρανὸς περιφερόμενος τὸν ὑποκείμενον ἀέρα θερμαίνει, ᾗ ὁ ἥλιος τετύχηκεν ἐνδεδεμένος, καὶ διὰ τοῦτο ἐν μὲν τῷ θέρει πλησιάζοντος αὐτοῦ τῷ κατὰ κορυφὴν ἡμῶν, ἐν ἡμέρᾳ δὲ ἀνίσχοντος καὶ ὑπὲρ ἡμῶν ὄντος μᾶλλον γίνεται θερμότης. καὶ λέγει ὁ Ἀλέξανδρος, ὅτι οὐκ ἄλογον κατὰ τὸ μέρος τοῦτο τοῦ περιφερομένου σώματος ὡς ἑνός, καθ’ ὃ μέγα σῶμά ἐστιν ἐν | αὐτῷ καὶ πεπιλημένον καὶ μὴ πολὺ ἀφεστώς, μᾶλλον γίνεσθαι καὶ πλείω τὴν ἐκ τῆς κινήσεως θεμότητα ἐν τῷ ὑποκειμένῳ σώματι ἀντιβατικωτέρας πως κατὰ τὸ μέρος τοῦτο διὰ τὴν πυκνότητα καὶ τὸ μέγεθος γινομένης τῆς κατὰ τὴν κίνησιν ἁφῆς· μάλιστα οὖν κατ’ ἐκεῖνο τὸ μέρος διὰ τοῦτο ἡ τοῦ οὐρανοῦ περιφορὰ θερμαίνει τὸν ἀέρα, καθ’ ὃ ὁ ἥλιος ἐνδέδεται. Ἀλλ’ ἔτι μοι δοκεῖ μένειν τὸ ἄπορον, πῶς ὁ ἥλιος σχεδὸν ἴσον ἡμῶν πανταχόθεν ἀφεστώς, εἴπερ καὶ πρὸς τὴν τοῦ ἡλίου σφαῖραν ἡ γῆ σημείου σχεδὸν καὶ κέντρου λόγον ἐπέχει ἐλαχίστης οὔσης τῆς παραλλάξεως, πλέον ἐν θέρει τὸν περὶ ἡμᾶς ἀέρα θερμαίνει ἤπερ ἐν χειμῶνι τοῦ τόπου τούτου μηδὲν σχεδὸν ἔλαττον ἐν θέρει διεστηκώς· πῶς δὲ μεσουρανῶν θερμαίνει μᾶλλον ἢ ἀνατέλλων τε καὶ δύνων τῆς αὐτῆς οὔσης πρὸς τὸ ὑποκείμενον ἀποστάσεως; πῶς δέ, κἂν μέγα καὶ πυκνὸν ᾖ τὸ τοῦ ἡλίου σῶμα, ἀντιβατικωτέρα ἡ κατὰ τὴν κίνησιν τοῦ οὐρανίου σώματος ἁφὴ πρὸς τὸ ὑπὸ σελήνην κατ’ ἐκεῖνο γίνεται τὸ μέρος τοσούτων ὄντων οὐρανίων μεταξὺ σωμάτων. Ἀλλὰ ταύτην μὲν τὴν ἔνστασιν καὶ πρότερον καὶ νῦν λύων ὁ Ἀλέξανδρος λέγει πολλὰ πάθη πολλοῖς ἐνδίδοσθαι διὰ μέσων τινῶν τῶν μέσων μὴ πασχόντων τὸ αὐτὸ πάθος, διαβιβαζόντων δὲ αὐτὸ πρὸς τὰ πάσχοντα, ὥσπερ, φησί, τὰ ὑπὸ ἡλίου ἐξαπτόμενα φρύγανα τῶν μέσων μὴ ἐξαπτομένων· πρότερον δὲ καὶ τὸ ὑπὸ τῆς θαλασσίας νάρκης τοῖς ἀνθρώποις ἐνδιδόμενον πάθος ἐμαρτύρετο διὰ μέσων τῶν δικτύων μὴ ναρκώντων. μήποτε δὲ ποιότητας μέν τινας οὕτω μεταδίδοσθαι οὐδὲν θαυμαστὸν τῶν μέσων οἷον ἀγγείων τινῶν ἀψύχων γινομένων πρὸς τὴν δεαπόρθμευσιν, σωματικὸν δὲ ὠθισμὸν καὶ ἀντέρεισιν τοιαύτην διὰ μέσου γίνεσθαί τινος μὴ ὡθουμένου καὶ αὐτοῦ καὶ ἀντερείδοντος οὑδὲ πλάσαι νομίζω δυνατόν, ἀλλ’ ἀναγκαῖον ἦν τὸ ὑπὸ τὸν ἥλιον οὐράνιον σῶμα πυκνούμενον καὶ αὐτὸ ὑπὸ τοῦ κατὰ τὸν ἥλιον μέρους καὶ ὠθούμενον οὕτω τὸ πάθος εἰς τὸ ὑπὸ σελήνην διαβιβάζειν. εἰ οὖν τῶν τοιούτων παθῶν ἀνεπίδεκτόν ἐστι τὸ οὐράνιον, ἄλλως χρὴ τὴν τῶν ἀπόρων λύσιν ἀπολογίζεσθαι, καὶ μάλιστα ὅτι οὐδὲ ὁ Ἀριστοτέλης τῇ πυκνώσει καὶ ἀντερείσει προσεχρήσατο πρὸς τὸ θερμαίνειν τὰ τῇδε τὸν ἥλιον, ἀλλὰ τῷ πλησιάζειν ἡμῖν καὶ ὑπὲρ ἡμᾶς γίνεσθαι. ῥητέον τοίνυν ἀπὸ τοῦ ἡλιακοῦ σώματος ἀκτῖνας ἐκδιδομένας σωματικὰς φέρεσθαι διὰ τοῦ οὐρανίου σώματος ἐπὶ τὰ ὑπὸ σελήνην τὸ μὲν οὐρανίον ὡς ἄυλον ἀύλους οὔσας ἀύλως τε καὶ ἀκωλύτως διεξιούσας, διὰ δὲ τοῦ ὑπὸ σελήνην μηκέτι χωρούσας οὕτως, ἅτε τούτου ἐνύλου ὄντος· καὶ γὰρ τὰς ἀσωμάτους τῶν οὐρανίων ἐλλάμψεις τινὲς μὲν ψυχαὶ δι’ ἐπιτηδειότητα δέχονται, τινὲς δὲ τῆς ἐπιτηδειότητος ἀντεμφραττούσης οὐ δέχονται· οὕτω δὲ καὶ τὰ ὑπὸ | σελήνην. ἀλλὰ δι’ ἀέρος μὲν διὰ τῶν πόρων διίασιν, ἀπὸ δὲ τῶν στερεμνίων ἀνακλῶνται πρὸς ἴσας γωνίας· μεσολαβούμενος οὖν ὑπ’ αὐτῶν ὁ ἀὴρ καὶ συγκινούμενος καὶ πρὸς αὑτὸν παρατριβόμενος διὰ τὴν πίλησιν ἐκθερμαίνεται καὶ μάλιστα ἐν ἐκείνοις τοῖς τόποις, ἐν οἷς αἱ ἀκτῖνες πρὸς ἑαυτὰς ἀνακλώμεναι τὸν μεταξὺ ἀέρα πυκνοῦσι· καὶ διὰ τοῦτο τῶν μὲν τροπῶν ἡ θερινὴ θερμοτέρα, ὅτι κὰτ ἐκείνην ὁ ἥλιος, οὐχ ἡμῶν ἁπλῶς γίνεται πλησιέστερος ἀεὶ σχεδόν, ὡς εἶπον, ἴσον ἡμῶν ἀφεστηκώς, ἀλλὰ τῷ κατὰ κορυφὴν ἡμῶν πλησιάζειν τὰς ἀκτῖνας κατὰ τὴν μεσημβρίαν μάλιστα καὶ περὶ ἐκείνην εἰς ἑαυτὰς ἀνακλᾶσθαι ποιῶν τὸν ἀπολαμβανόμενον ἀέρα συμπιλεῖσθαι καὶ συντρίβεσθαι παρασκευάζει· ἐν δὲ τῷ χειμῶνι καὶ καθ’ ἡμέραν πρὸς ἀνατολαῖς καὶ πρὸς δύσει τοῦ ἡλίου ὄντος αἱ ἐπὶ τὴν ἡμετέραν οἴκησιν πεμπόμεναι ἀκτῖνες οὐκέτι ὁμοίως πρὸς ἑαυτὰς ἀνακλώμεναι, ἀλλὰ κεχηνυῖαι μᾶλλον, οὐχ ὁμοίως τὸν ἀέρα συνθλίβουσι. διὰ τοῦτο δὲ καὶ τὰ ὄρη τῶν πεδιάδων ἐστὶ ψυχρότερα, ὅτι πρὸς αὐτῇ τῇ ἀνακλάσει συνημμέναι μᾶλλόν εἰσιν αἱ ἀκτῖνες καὶ μᾶλλον τὸν ἀέρα συνθλίβουσιν, ἀνιοῦσαι δὲ διίστανται μᾶλλον, διόπερ μετεωρότερος ἀὴρ ψυχρότερός ἐστιν. καίτοι εἰ ἄνωθεν διὰ τὴν κίνησιν ἡ ἐκπύρωσις ἤρχετο, θερμότερα ἐχρῆν εἶναι τὰ μετεωρότερα ἅτε ἐγγυτέρω μᾶλλον ὄντα τῶν κινουμένων. ὅταν οὖν λέγῃ ὁ Ἀριστοτέλης ὅτι γίνεται θερμότης πλησιάζοντος τοῦ ἡλίου καὶ ἀνίσχοντος καὶ ὑπὲρ ἡμῶν ὄντος πλησιάζοντος μὲν λέγει τὸ κατὰ κορυφὴν ἡμῶν, ἀνίσχοντος δὲ ὑπὲρ γῆν ὄντος, ἀλλὰ μὴ ὑπὸ γῆν, ὑπὲρ ἡμῶν δὲ ὄντος τουτέστι μεσημβριάζοντος· τὰ γὰρ τρία ταῦτα συνελθόντα θερμαίνεσθαι τὰ τῇδε μάλιστα ὑπὸ τοῦ ἡλίου ποιεῖ. καὶ ταῦτα μὲν σωματικῶς καὶ φυσικῶς ἀπολελόγισται. λεγέσθω δὲ καί, ὅτι, ὥσπερ ὑγείας καὶ νόσους καὶ πλούτους καὶ πενίας καὶ τέχνας ἄλλοις ἄλλας τῶν ὑπὸ σελήνην παρέχουσι κατὰ τὰς ἑαυτῶν κινήσεις καὶ τοὺς σχηματισμούς, οὕτω δὲ καὶ τὰς κατὰ ποιότητα διαφοράς· εἰ γὰρ μὴ μόνον θερμαίνουσιν, ἀλλὰ ψύχουσιν οἱ κατ᾿ οὐρανόν, οὐ μόνον τὰς κινήσεις, ἀλλὰ πρὸ τούτων τὰς ἰδιότητας αἰτιατέον. Σημειοῦται δὲ ὁ Ἀλέξανδρος, ὡς προέθετο μὲν περὶ τῆς ἀπὸ τῶν ἄστρων θερμότητός τε καὶ τοῦ φωτὸς εἰπεῖν, πῶς γίνεται, ἐπεὶ μὴ πύρινά ἐστιν, εἴρηκε δὲ περὶ τῆς θερμότητος μόνης, ὡς μὲν δόξαι ἄν τισι, διὰ τὸ ἕπεσθαι τῇ θερμότητι καὶ τῇ ἐκπυρώσει τὸ καὶ φωτίζειν τὸ διαφανές· οὐ μὴν οὕτως ἔχει, ἀλλ’ ὅτι μὴ ·μόνον τὸ πῦρ φωτίζει, ἀλλὰ καὶ ἄλλα τινὰ καὶ αὐτά γε τὰ θεῖα. ἐρεῖ οὖν περὶ φωτὸς καὶ ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς, ὅτι ἐστὶ τὸ φῶς γινόμενον ὑπὸ πυρὸς ἢ τοῦ θείου σώματος ἐν διαφανεῖ· ὥστε τὸ φωτίζειν ἔχει καὶ τὰ ἄστρα αὐτά, εἰ καὶ μὴ τὸ Θερμαίνειν, ὡς ἐν ἄλλοις ἐρεῖ· διὸ νῦν | παρῆλθε τὸν περὶ τούτου λόγον. Ταῦτα τοῦ Ἀλεξάνδρου παρεθέμην ἄλλως ὄντα χρήσιμα, ἐπεὶ θαυμάζω, πῶς λέγει μὴ εἰπεῖν ἐν τούτοις, πῶς ἀπὸ τῶν ἀστέρων γίνεται τὸ φῶς, ἀλλὰ μόνον, πῶς ἡ θερμότης, καίτοι ἀκούων λέγοντος αὐτοῦ ἡ δὲ θερμότης ἀπ’ αὐτῶν καὶ τὸ φῶς γίνεται παρεκτριβομένου τοῦ ἀέρος ὑπὸ τῆς ἐκείνων φορᾶς. εἰ οὖν περὶ τοῦ φωτὸς μηδὲν εἶπε, μηδὲ περὶ θερμότητος εἶπέ τι· οὔ γὰρ ἄλλο τι περὶ αὐτῆς εἶπεν, ἢ ὅτι παρεκτριβομένου τοῦ ἀέρος ὑπὸ τῆς ἐκείνων φορᾶς γίνεται ἡ θερμότης· τὰ γὰρ ἐφεξῆς λεγόμενα πάντα πρὸς τὴν τούτου πίστιν παρείληπται. Παρακείσθω δὲ καὶ ταῦτα τοῦ Ἀλεξάνδρου· εἰπόντος γὰρ τοῦ ’Αριστοτέλους τῇ τρίψει θερμαίνειν τὰ ὑπ’ αὐτὰ τὰ οὐράνια, ”πῶς ἄν εἴη τοῦτο’’ φησὶν ”ἀληθές, εἰ μὴ ἁπτὰ εἴη; ἐζήτησα οὖν, φησίν, ἐπειδὴ πᾶν ἁπτὸν κατά τινα ἐναντίωσιν τοιοῦτον, καὶ τά γε πρῶτα κατὰ τὰς πρώτας, πρῶται δὲ ἁπταὶ ἐναντιώσεις δείκνυνται ἐν τῷ δευτέρῳ Περὶ γενέσεως καὶ φθορᾶς θερμότης καὶ ψυχρότης καὶ ξηρότης καὶ ὑγρότης, εἰ κατὰ ταύτας εἰδοποιεῖται καὶ τὸ κυκλοφορητικὸν ἢ κατ’ ἄλλας· εἰ μὲν γὰρ κατὰ τούτων τινάς, τῶν τεσσάρων τινάς, εἰ δὲ κατὰ ἄλλας, πρῶτον μὲν ἄτοπον δόξει τὸ μὴ κατὰ τὰς πρώτας τὸ πρῶτον τῶν σωμάτων· ἔπειτα καὶ οὕτως, εἰ κατά τινα ἁπτὴν ἐναντίωσιν, οὐκ ἀίδιον · ἔσται γάρ τι αὐτῷ ἐναντίον. μήποτε οὖν, φησί, ῥητέον ἁπτὸν μὲν αὐτὸ εἶναι καὶ εἰδοποιεῖσθαι καὶ αὐτὸ κατὰ ἁπτὴν ποιότητα, οὐ μὴν κατὰ ἐναντίωσιν. τὰ μὲν γὰρ ἐν γενέσει καὶ φθορᾷ κατὰ ἁπτὰς ἐναντιώσεις, ὅτι ἔνυλά τε καὶ μεταβαλεῖν αὐτὰ εἰς ἄλληλα ἀνάγκη, τοῦτο δὲ οὐ τοιοῦτον, εἰδοποιεῖται δὲ ποιότητι ἁπτῇ τῇ κυκλοφορίᾳ, ᾗ οὐδέν ἐστιν ἐναντίον. εἰ γὰρ ἡ βαρύτης καὶ ἡ κουφότης ἁπταί εἰσι ποιότητες, ὡς εἶπεν ἐξαριθμούμενος τὰς ἁπτὰς ἐναντιώσεις, εἴη ἂν καὶ ἡ κυκλοφορία ἁπτή ἥ ἐστιν εἶδος ἐκείνου τοῦ σώματος. ἡ μὲν οὖν βαρύτης καὶ ἡ κουφότης οὐκ ἦν εἴδη τῶν ἐν γενέσει σωμάτων, ὅτι μήτε ποιητικὰ μήτε παθητικὰ ταῦτα· οὐ γὰρ τῷ ποιεῖν ἢ πάσχειν ὑφ’ ἑτέρου λέγονται, ὡς εἶπε· τὰ δὲ ἐν γενέσει σώματα ποιητικὰ καὶ παθητικὰ ὑπ’ ἀλλήλων· ἡ δὲ κυκλοφορία ποιητικὴ μὲν οὖσα, οὐκέτι δὲ καὶ παθητικὴ τῷ μὴ ἔχειν τι ἐναντίον, ὑφ’ οὗ πείσεται· οὐδὲ γὰρ τὰ πάσχοντα ὑπ’ αὐτῆς ὡς ἐναντία πάσχει· εἰκότως εἶδός ἐστιν ἐκείνου τοῦ σώματος. εἴη δ’ ἄν καὶ μανὸν τοῦτο ὡς ἀραιὸν λεγόμενον, ᾧ ἐναντίον τὸ πυκνὸν ἦν, καὶ ἧττον καὶ μᾶλλον ἄν ἔχοι τοῦτο, μᾶλλον μὲν αἱ σφαῖραι, ἧττον δὲ τὰ ἄστρα · δοκεῖ γὰρ ταῦτα πεπιλῆσθαι μᾶλλον, ἥτις πίλησις οὐδὲ ἐξίστησιν ἀυτὰ τῆς οὐσίας τῷ ἕπεσθαι μὲν τὴν τοιαύτην μάνωσιν καὶ πύκνωσιν τῇ κυκλοφορίᾳ, ταύτην δὲ ἀμετάβλητον εἶναι· χροὶ δὲ καὶ εἴ τινα τοιαῦτα ὑπάρχει αὐτοῖς, ὡς συμβεβηκότα ἄν καὶ ἔξωθεν | καὶ ἑπόμενα ἐκείνῃ τῇ ποιότητι ὑπάρχοι”. καὶ ταῦτα μὲν τοῦ Ἀλεξάνδρου. πολλοῖς δὲ ἄν τις, οἶμαι, τῶν ὑπ’ αὐτοῦ ῥηθέντων ἐπιστήσειε, καὶ πρῶτόν γε τῷ τὰ οὐράνια τῇ τρίψει θερμαίνειν τὰ ὑπὸ σελήνην ὡς αὐτὰ τοῖς ὑπὸ σελήνην παρατριβόμενα. οὐ γὰρ τοῦτο οἶμαι λέγειν τὸν Ἀριστοτέλην, ἀλλ’ ὅτι ὁ ἀὴρ τῇ τοὐ οὐρανοῦ κινήσει συγκινούμενος αὐτὸς πρὸς ἑαυτὸν παρατρίβεται. οὐ γὰρ εἰκὸς οὕτως ἀντιτυπεῖν τὸ σῶμα τὸ οὐράνιον, ὥστε τρίβειν τὸ πλησιάζον· εἰ δὲ τοῦτο οὕτως εἶχε, θερμότερα ἂν ἦν τοῦ ἀέρος τὰ τῷ οὐρανῷ πλησιάζοντα μᾶλλον, νῦν δὲ τοὐναντίον φαίνεται τὰ πρὸς τῇ γῇ θερμότερα τῶν ὑψηλοτέρων. δεύτερον δὲ ἐπιστήσοι ἄν τις τῷ πᾶν ἁπτὸν κατὰ τὰς τέσσαρας ποιότητας χαρακτηρίζεσθαι. ἅπτονται μὲν γὰρ ἀλλήλων καὶ αἱ οὐράνιαι σφαῖραι· οὐ γὰρ ἔστι τι μεταξὺ τὸ διεῖργον· εἰ δὲ τῶν τεσσάρων στοιχείων ἐξῄρηται τὸ οὐράνιον, οὐκ ἄν τὸ ἁπτὸν κατὰ ταύτας ἔχοι τὰς διαφοράς. εἰ δὲ κατὰ τὸ γήινον μὲν ἔχει τὸ ἁπτόν, κατὰ δὲ τὸ πύρινόν τὸ ὁρατόν, ὥς φησιν ὁ Πλάτων, οὔτι γε κατὰ ταῦτα τὰ ἐν γενέσει καὶ φθορᾷ τὰ μεταβάλλοντα εἰς ἄλληλα, ἀλλὰ κατὰ τὰς ἀκρότητας αὐτῶν τὰς ὁμονοητικῶς ἀλλήλαις προυπαρχούσας καὶ διὰ τοῦτο τὴν ἰδιότητα τοῦ οὐρανοῦ μὴ βλαπτούσας· εἴρηται γὰρ καὶ πρότερον, ὅτι οὐ πάντα τὰ ἐξ ἐναντίων συγκείμενα γίνεσθαι καὶ φθείρεσθαι ἀνάγκη, εἰ μὴ ὡς μὴ δύνασθαι συνυπάρχειν ἀλλήλοις, καὶ τὸ ὑποκείμενον αὐτοῖς τοιοῦτον, ὡς παρὰ μέρος ἑκάτερον δέχεσθαι πεφυκός, ὥσπερ καὶ αὐτὸς ὁ Ἀλέξανδρος βούλεται. τρίτον δέ, πῶς ἁπτὴν ποιότητα λέγων τὴν κυκλοφορίαν οὐ βούλεται αὐτὴν ἔχειν ἐναντίον, εἴπερ πᾶσαι αἱ ποιότητες διαφοραὶ οὖσαι κτὰ ἀντίθεσιν ἀπὸ τοῦ γένους διαιροῦνται; τέταρτον, πῶς τὴν μάνωσιν καὶ τὴν πύκνωσιν ἐν τοῖς οὐρανίοις ἐνορᾷ ἐναντίας οὔσας, εἰ νομίζει πᾶσαν ἐναντίωσιν γενέσεως εἶναι καὶ φθορᾶς αἰτίαν; πῶς δὲ αὐτὰς ἕπεσθαι τῇ κυκλοφορίᾳ φησίν, εἴπερ καὶ ἐν τοῖς ὑπὸ σελήνην ἔστι μάνωσίς τε καὶ πύκνωσις; πέμπτον δέ, πῶς τὰς χροᾶς καὶ τὰ τοιαῦτα συμβεβηκότα καὶ ἔξωθεν ἐν τοῖς οὐρανίοις ὑπολαμβάνων οὐκ ἀναγκάζεται κατὰ πάθος αὐτὰς ἐγγίνεσθαι λέγειν, ὥστε κἀν μὴ γενέσεως αὐτοῖς καὶ φθορᾶς, ἀλλὰ πάντως ἀλλοιώσεως αἰτίας γίνεσθαι παθητικῆς καὶ τῇ θνητῇ δυσχερείᾳ πρεπούσης; καίτοι καὶ τὸ συμβεβηκότα καὶ ἔξωθεν ἐπ’ ἐκείνων λέγειν ἀτοπώτατον, οἶμαι, πάντων τῶν ἐν αὐτοῖς οὐσιώδη καὶ εἰδοποιὸν δύναμιν ἐχόντων. p. 289b1 ’Επερὶ δὲ φαίνεται καὶ τὰ ἄστρα μεθιστάμενα ἕως τοῦ οὐδὲ τὸ πανταχοῦ καὶ πᾶσιν ὑπάρχον τῆς τύχης. Δεύτερον τοῦτο περὶ τῶν ἄστρων πάντων τῶν τε ἀπλανῶν καὶ πλανωμένων πρόβλημα ζητοῦν ἡ φαινομένη κίνησις | αὐτῶν καὶ μετάβασις πότερον καθ’ αὑτα κινουμένων ἔστιν ἢ ἄλλον τρόπον τινὰ συμβαίνει. ἐκ διαιρέσεως δὲ προάγει τὴν ζήτησιν ὁμολογούμενον λαβὼν τὸ φαινόμενον, ὅτι καὶ τὰ ἄστρα μεθίσταται καὶ ὁ ὅλος οὐρανός. ὅλον δὲ λέγει μεθίστασθαι, οὐχ ὅτι καθ’ ὅλον ἀμείβει τόπον ἐκ τόπου, ἀλλ’ ὅτι τὸ τοῦ οὐρανοῦ σῶμα κινεῖται ὅλον ὡς πρὸς τοὺς ἀστέρας λεγόμενον· κινεῖται δὲ κατὰ μέρη, ὡς δῆλον ἐκ τοῦ ἄλλοτε ἄλλα τοῦ ἰσημερινοῦ κύκλου καὶ τοῦ ζῳδιακοῦ καὶ τῶν ἐν αὐτῷ τῷ οὐρανίῳ σώματι ὄντων ἀνατέλλοντά τε καὶ μεσουρανοῦντα καὶ δύνοντα ἐκ τῶν ὀργάνων καταλαμβάνεσθαι. τῆς οὖν ἀμφοῖν μεταβάσεως φαινομένης τοῦ τε ἀπλανοῦς οὐρανοῦ καὶ τῶν ἀπλανῶν ἀστέρων· περὶ γὰρ τούτων νῦν ὁ λόγος· ἀναγκαῖον ἤτοι ἠρεμούντων ἀμφοτέρων γινεσθαι τὴν μεταβολὴν ἢ κινουμένων ἀμφοτέρων ἢ τοῦ μὲν ἠρεμοῦντος τοῦ δὲ κινουμένου, καὶ παρὰ ταῦτα οὐκ ἔστιν. ὑποθέσεως δὲ ἠξίωσε καὶ τὸ ἀμφοτέρων ἠρεμούντων, καίτοι ἀπεμφαῖνον δοκοῦν τὸ σώζεσθαι τὴν φαινομένην αὐτῶν μετάβασιν ἀμφοτέρων ἠρεμούντων, διὰ τὸ γεγονέναι τινάς, ὧν ῾Ηρακλείδης τε ὁ Ποντικὸς ἦν καὶ Ἀρίσταρχος, νομίζοντας σώζεσθαι τὰ φαινόμενα τοῦ μὲν οὐρανοῦ καὶ τῶν ἄστρων ἠρεμούνγίνεσθαι τῶν, τῆς δὲ γῆς περὶ τοὺς τοῦ ἰσημερινοῦ πόλους ἀπὸ δυσμῶν κινουμένης ἑκάστης ἡμέρας μίαν ἔγγιστα περιστροφήν· τὸ δὲ ἔγγιστα πρόσκειται διὰ τὴν τοῦ ἡλίου τῆς μιᾶς μοίρας ἐπικίνησιν· ὡς, εἴ γε μὴ κινοῖτο ἡ γῆ, ὅπερ μετ’ ὀλίγον μὲν ἀποδείξει, νῦν δὲ ὡς ὑπόθεσιν ἔλαβεν, ἀδύνατον τοῦ οὐρανοῦ καὶ τῶν ἄστρων ἠρεμούντων σωθῆναι τὰ φαινόμενα. πῶς γὰρ ἄν ἡ μετάβασις σώζοιτο πάντων ἀκινήτων λαμβανομένων; καὶ τοῦτο μὲν τὸ τμῆμα τῆς διαιρέσεως ἀκίνητον τὴν γῆν ὑποθέμενος οὕτω διέλυσεν. ὅτι δὲ οὐδὲ ἀμφότερα κινοῦνται ὅ τε οὐρανὸς καὶ οἱ ἐν αὐτῷ ἀστέρες, δείκνυσιν οὕτως. ἐπειδὴ ἕκαστος τῶν ἀστέρων κατὰ κύκλον φαίνεται κινούμενος, οἱ μὲν πρὸς τοῖς πόλοις κατὰ ἐλάττονας, οἱ δὲ πρὸς τῷ ἰσημερινῷ κατὰ μείζονας, ἐὰν ἀμφότερα ὑποτεθῇ κινούμενα καὶ οἱ ἀστέρες καὶ ὁ οὐρανός, ἀνάγκη τὸν ἀστέρα καὶ τὸν κύκλον, καθ’ οὗ φέρεται ὁ ἀστήρ, ἰσοταχῶς κινεῖσθαι · καὶ τὴν αἰτίαν τῆς ἀνάγκης προστίθησιν, ὅτι φαίνονται οἱ ἀστέρες ἅμα τοῖς κύκλοις εἰς τὸ αὐτὸ ἀποκαθιστάμενοι· ὁ γὰρ τῇ πρώτῃ τοῦ Κριοῦ μοίρᾳ σήμερον συνανατέλλων ἀπλανὴς ἀστὴρ καὶ τῇ ἑξῆς αὐτῇ συνανατέλλει. οὕτω δὲ χρὴ φαντασθῆναι τὴν ἀμφοῖν κίνησιν, ὡς εἴ τις ἐφ’ ἵππου καθίσας μακροσκελὴς ἀναστὰς ἰσοταχῶς συμβαδίζει τῷ ἵππῳ τοῦ αὐτοῦ μήκους ὑπ’ ἀμφοῖν ἐν τῷ αὐτῷ χρόνῳ ἀνυομένου· οὕτω γὰρ καὶ ὁ ἀστὴρ ἀμφοτέρων κινουμένων τὸν αὐτὸν ἀεὶ τόπον ἐπέχων τοῦ κύκλου ἰσοταχῶς κινηθήσεται τῷ κύκλῳ. εἰ γὰρ ἐφαπτόμενος τοῦ κύκλου ὁ ἀστὴρ καὶ ἰδίαν κίνησιν κινούμενος ἐπ’ αὐτοῦ ἰσοταχῶς | κινοῖτο, προστιθεμένης τῆς τοῦ ἀστέρος κινήσεως ἀνάγκη δὶς ἀποκαθίστασθαι τὸν ἀστέρα, ἕως οὗ ὁ κύκλος ἅπαξ ἀποκαθίσταται, ὥστε ὑπὲρ γῆς φαίνεσθαι γινόμενον τὸν ἀστέρα· μὴ ἐφαπτόμενος δέ, εἰ μὲν θᾶττον τοῦ κύκλου κινοῖτο, προσεπιλαμβάνει τι αὐτοῦ, εἰ δὲ βραδύτερον, ὑπολείπει. τοῦτο δὲ οὐκ εὔλογον, φησί, τὸ ἰσοταχεῖς εἶναι τοὺς ἀστέρας τοῖς κύκλοις· ἐπειδὴ γὰρ ἐν τῇ σφαίρᾳ οἱ μείζονες καὶ ἐλάττονες κύκλοι περὶ τὸ αὐτὸ κέντρον ἢ περὶ τὸν αὐτὸν πόλον ὄντες συναποκαθίστανται μέν, ἀλλ’ οἱ μὲν μείζονες θᾶττον κινούμενοι, οἱ δὲ ἐλάττονες βραδύτερον. εἰ καὶ οἱ ἀστέρες συναποκαθίστανται τοῖς κύκλοις, ἐφ’ ὧν κινοῦνται, ἀνάλογον ἕξει τὰ τάχη τῶν ἀστέρων πρὸς τὰ μεγέθη τῶν κύκλων, ὥστε, ὅσῳ μείζων ὁ ἰσημερινὸς τοῦ ἀεὶ φανεροῦ, τοσούτῳ θάττων ὁ ἐπὶ τοῦ ἰσημερινοῦ ἀστὴρ τοῦ ἐπὶ τοῦ ἀεὶ φανεροῦ· καὶ γὰρ ὁ ἰσημερινὸς τοῦ ἀεὶ φανεροῦ τοσούτῳ θάττων. ἀλλὰ τοὺς μὲν κύκλους ἀνάλογον ἔχειν τοῖς μεγέθεσι τὰ τάχη οὐ μόνον εὔλογον, ἀλλὰ καὶ ἀναγκαῖον, εὔλογον μέν, ὅτι κατὰ λόγον καὶ ἀναλογίαν τὰ τάχη συνήρμοσται τοῖς μεγέθεσιν, εἴπερ οἱ μείζους θᾶττον κινοῦνται, ἀναγκαῖον δέ, ὅτι οἱ κύκλοι οὐκ εἰσὶν αὐτοὶ καθ’ αὑτοὺς ἀπολελυμένοι τῆς σφαίρας καὶ κινούμενοι· συνεχὲς γὰρ ἐκεῖνο τὸ σῶμα· ἀλλὰ τῆς σφαίρας κινουμένης καὶ ἀποκαθισταμένης ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ καὶ οἱ κύκλοι, καθ’ ὧν φέρεται τὰ ἄστρα, συναποκαθίστανται πάντες οἵ τε μείζονες καἰ οἱ ἐλάττονες· πῶς γὰρ οἷόν τε τῆς σφαίρας συνεχοῦς οὔσης καὶ κύκλῳ περιενεχθείσης τὸ μέν τι ἤδη αὐτῆς ἀποκαθεστάναι, τὸ δὲ μήπω; ἐπὶ δὲ τῶν ἀστέρων καθ’ αὑτοὺς κινουμένων οὐκέτι εὔλογον τὴν αὐτὴν ἀναλογίαν ὑπάρχειν τοῦ τάχους αὐτῶν πρὸς τὸ τάχος, ἣν ἔχει τὰ μεγέθη τῶν κύκλων πρὸς ἄλληλα· ἀνάγκη γὰρ ἢ τοὺς κύκλους αἰτίους εἶναι τῆς τοιαύτης ἀναλογίας, ὡς ἐξ ἀνάγκης τὸν ἐπὶ τοῦ μείζονος κύκλου κινούμενον θᾶττον κινεῖσθαι, ἢ τῶν ἀστέρων αὐτῶν δι’ ἑαυτοὺς ὁ μὲν θάττων ἐστίν, ὁ δὲ βραδύτερος. ἀλλ’, εἰ μὲν οἱ· κύκλοι αἴτιοι, ἀνάγκη μετατεθέντας κατ’ ἐπίνοιαν τοὺς ἀστέρας τὸν μὲν πρότερον τάχιστον τῷ ἐπὶ τοῦ μεγίστου καὶ ταχίστου κύκλου κινεῖσθαι βραδύτατον γίνεσθαι τῷ ἐπὶ τοῦ ἐλαχίστου καὶ βραδυτάτου κεῖσθαι κύκλου καὶ ἀνάπαλιν· οὕτω δὲ οὐκέτι ἄν εἶεν οἰκείαν κίνησιν κινούμενοι οἱ ἀστέρες, ἀλλ’ ὑπὸ τῶν κύκλων περιφερόμενοι. εἰ δὲ δι’ αὑτοὺς οἱ ἀστέρες, οἱ μὲν θάττονες ὄντες, οἱ δὲ βραδύτεροι, συνδιῃρέθησαν οἰκείως τοῖς κύκλοις, οἱ μὲν θάττονες τοῖς μείζοσι καὶ θάττοσιν, οἱ δὲ βραδύτεροι τοῖς βραδυτέροις καὶ βραχυτέροις, ἢ κατὰ φυσικόν τινα καὶ προηγούμενον λόγον τοῦτο γέγονεν ἢ ἐκ ταὐτομάτου συνέπεσεν. ἀλλὰ τὸ μὲν κατὰ φυσικὸν λόγον προδήλως ἐστὶν ἀδύνατον, διὸ καὶ παρῆκεν ἴσως | τοῦτο τὸ τμῆμα τῆς διαιρέσεως· εἰ γὰρ ἐν πᾶσι τοῖς κατὰ φύσιν τὸ μεῖζον σῶμα θᾶττον φέρεται τὴν αὑτοῦ φοράν, ὡς αὐτὸς μετ’ ὀλίγον ἐρεῖ· καὶ γὰρ ἡ μείζων βῶλος θᾶττον ἐπὶ τὸ κάτω φέρεται καὶ τὸ μεῖζον πῦρ θᾶττον ἐπὶ τὸ ἄνω· οὐκ ἄν οἱ μείζονες ἀστέρες κατὰ φυσικὸν λόγον βραδύτεροι γινόμενοι τοῖς βραχυτέροις καὶ βραδυτέροις κύκλοις συνηρμόζοντο. ἀλλὰ μὴν οὐδὲ ἐκ ταὐτομάτου συνέπεσεν, ὥστε ἐν ἅπασιν ἅμα τόν τε κύκλον εἶναι μείζω καὶ τὴν φορὰν θάττονα τοῦ ἐν αὐτῷ ἀστέρος, διότι τὰ ἐκ ταὐτομάτου ἐπ’ ἔλαττόν ἐστι, καὶ εἴπερ ἓν ἢ δύο οὕτως εἶχεν, οὐδὲν ἄτοπον ἐδόκει λέγειν ἐκ ταὐτομάτου, τὸ δὲ πάντα ὁμοίως ἔχειν εἰ ἐκ ταὐτομάτου λέγει τις, πλάσματι ἔοικε, πλάσμα δέ ἐστι τὸ κατὰ τὴν ἡμετέραν φαντασίαν ἀσυμφώνως πρὸς τὰ ὄντα λεγόμενον· ὥστε συλλιγίσασθαι οὕτως· τὰ ἐκ ταὐτομάτου καὶ τύχης οὐ πανταχοῦ οὐδὲ ἐν πᾶσιν· ἡ τῶν ἄστρων ἄρα πρὸς τοὺς κύκλους ἀναλογία οὐκ ἐκ ταὐτομάτου οὐδὲ ἀπὸ τύχης. καὶ ἄλλον δέ τινα τοιοῦτον συλλογισμὸν τέθεικε· τὰ πανταχοῦ καὶ ἐν πᾶσι κατὰ φύσιν ἐστί· τὰ κατὰ φύσιν οὔτε ὡς ἔτυχεν οὔτε ἀπὸ τύχης ἐστίν· εἰ οὖν ἡ ἐν τοῖς ἄστροις πρὸ τοὺς κύκλους ἀναλογία πανταχοῦ καὶ ἐν πᾶσίν ἐστιν, οὐκ ἄν οὔτε ἀπὸ τύχης οὔτε ὡς ἔτυχεν εἴη. ῾Ο δὲ ’Αλέξανδρος τὸ ἅμα δὲ οὐκ ἔστιν ἐν τοῖς φύσει τὸ ὡς ἔτυχεν, οὐδὲ τὸ πανταχοῦ καὶ πᾶσιν ὑπάρχον ἀπὸ τύχης οὕτως ἐξηγήσατο· οὔτε ἐν τοῖς φύσει τὸ ὡς ἔτυχε καὶ ἀπὸ τύχης· τὰ γὰρ φύσει γινόμενα ὡς ἐπὶ τὸ πλεῖστον γίνεται, οὐ σπανίως· οὔτε ἐν τοῖς ἐξ ἀνάγκης· τὸ γὰρ πανταχοῦ καὶ πᾶσιν ὑπάρχον ἀναγκαῖον· τὸ γὰρ ἀντικείμενον αὐτοῦ ἀδύνατον· τὰ δὲ κατὰ τὸν οὐρανὸν καὶ φύσει καὶ ἐξ ἀνάγκης συνέστηκε, τὰ δὲ ὡς ἔτυχε καὶ ἀπὸ τύχης καὶ ἐπ’ ἔλαττον καὶ σπάνια, ὥστε οὐκ εὔλογον οὕτω συμπεσεῖν. Εἰ τοίνυν συναποκαθισταμένων τῶν ἀστέρων τοῖς κύκλοις, ὡς ἐκ τῶν φαινομένων δῆλον, ἀκολουθεῖ τοῖς λέγουσι κινεῖσθαι τοὺς ἀστέρας τὸ ἰσοταχῶς αὐτοὺς κινεῖσθαι τοῖς κύκλοις, ἐφ’ ὧν κινοῦνται, τούτῳ δὲ ἀκολουθεῖ τὸ ἢ δι’ ἀνάγκης τῶν κύκλων καὶ μὴ δι’ αὑτοὺς κινεῖσθαι τοὺς ἀστέρας, ἤ, εἰ δι’ ἑαυτοὺς κινοῖντο, ἢ κατὰ φύσιν ἡ ἀναλογία διασώζεται τῶν ἀστέρων πρὸς τοὺς κύκλους ἢ ἐκ ταὐτομάτου καὶ ἀπὸ τύχης, εἰ οὖν ἄμφω ἀδύνατα ἐδείχθη, καὶ ταῦτα ἠκολούθησε τῷ ἄμφω κινεῖσθαι καὶ τοὺς κύκλους καὶ τοὺς ἀστέρας, δῆλον, ὅτι ἀδύνατος ἡ ὑπόθεσις. Λέγει δὲ ὁ Ἀλέξανδρος, ὅτι δύναται τὰ εἰρημένα καὶ ταῖς σφαίραις ἐφαρμόζειν, ὡς κύκλους αὐτῶν τὰς σφαίρας εἰρηκέναι· καὶ γὰρ τῇ τῶν πλανωμένων σφαιρῶν περιφορᾷ συναποκαθιστάμενα φαίνεται τὰ ἐν αὐταῖς ἄστρα, ὥστε ἕκαστον ἄν αὐτῶν ἰσοταχῶς κινοῖτο τῇ σφαίρᾳ, ἐφ’ ἧς ἔστιν· ὧν σφαιρῶν αἱ μέν εἰσι μείζους, αἱ δὲ ἐλάττους· αἱ γὰρ ἐξωτέρω καὶ περιέχουσαι μείζους τῶν ἐνδοτέρων καὶ | περιεχομένων καὶ εἴη ἄν τὸ τοὺς μὲν κύκλους οὐδὲν ἄτοπον ἀλλὰ καὶ ἀναγκαῖον ἀνάλογον ἔχειν τὰ τάχη τοῖς μεγέθεσιν ἴσον τῷ τὰς μὲν γὰρ σφαίρας ἀναγκαῖον ἀνάλογον ἔχειν τὰ τάχη τοῖς μεγέθεσιν· ἡ γὰρ μείζων αὐτῶν ἐν πλείονι κινεῖται χρόνῳ· διὸ ἡ μὲν τοῦ Κρόνου ἐν τριάκοντα ἔτεσιν, ἡ δὲ τοῦ Δῖός ἐν δώδεκα, ἄλλη δὲ ἐν ἄλλῳ. Μήποτε δὲ ὁ μὲν Ἀριστοτέλης τοὺς κύκλους ἀνάλογον ἔχειν τὰ τάχη τοῖς μεγέθεσιν εἶπεν ὡς τῶν μειζόνων κύλλων θᾶττον κινουμένων, εἴπερ συναποκαθίστανται τοῖς βραχυτέροις, ὁ δὲ Ἀλέξανδρος ἐπὶ τῶν σφαιρῶν τὸ ἐναντίον λέγει, ὅτι ἡ μείζων ἐν πλείονι κινεῖται χρόνῳ. ὅλως δὲ περὶ τῶν συναποκαθισταμένων λέγει κύκλων, αἱ δὲ πλανώμεναι σφαῖραι οὐ συναποκαθίστανται, καὶ τοῦτο καὶ αὐτὸς ὁ Ἀλέξανδρος προϊὼν ἐφιστάνει. Προστίθησι δὲ καὶ τοῦτο ὁ Ἀλέξανδρος, ὅτι ἀμφοτέρων κινουμένων τῶν τε κύκλων καὶ τῶν ἀστέρων καὶ ἅμα ἀποκαθισταμένων ἡ ἑτέρα κίνησις μάτην οὖσα φαίνεται, οὐδὲν δὲ μάτην ἐστὶν ἐν τοῖς φύσει γινομένοις. καὶ θαυμάζω, πῶς τοῦτο λέγει· κἄν γὰρ συναποκαθιστῶνται οἵ τε κύκλοι καὶ οἱ ἀστέρες, ἑκάτεροι οὐσίας καὶ δυνάμεις ἔχοντες οἰκείας κατ’ αὐτὰς ἐνεργοῦσιν. p. 289b27 Ἀλλὰ μὴν πάλιν εἰ οἱ μὲν κύκλοι μένουσιν ἕως τοῦ καὶ τὰ τάχη εἶναι. Δείξας, ὅτι οὔτε ἀμφότερα οἷόν τε ἠρεμεῖν τούς τε κύκλους καὶ τοὺς ἀστέρας οὔτε ἀμφότερα κινεῖσθαι, νῦν δείκνυσιν, ὅτι οὐδὲ τὰ μὲν ἄστρα κινεῖσθαι εὔλογον, μένειν δὲ τοὺς κύκλους· τὰ αὐτὰ γὰρ ἔσται ἄλογα καὶ ὁμοίως συναγόμενα. κἀν γὰρ οἱ ἀστέρες ὑποτεθῶσι κινούμενοι τῶν κύκλων ἠρεμούντων, συμβήσεται καὶ οὕτω τὸν ἐπὶ τοῦ μείζονος κύκλου θᾶττον κινεῖσθαι καὶ ἀνάλογον ἔχειν τὰ τάχη τῶν ἀστέρων πρὸς τὰ μεγέθη τῶν κύκλων, ἐφ’ ὧν κινοῦνται, ὅπερ ἐστὶν ἀδύνατον· οὔτε γὰρ φυσικῶς τοῦτο συμβῆναι δυνατόν, εἴπερ κατὰ φύσιν τὰ μείζονα μεγέθη τὰς ὁμοίας κινήσεις θᾶττον κινεῖται τῶν βραχυτέρων. ἀνάγκη οὖν ἢ τοὺς κύκλους αἰτίους εἶναι τῆς τοιαύτης ἀναλογίας, καὶ οὕτως οὐκ ἔσονται οἱ ἀστέρες κινούμενοι καθ’ αὑτούς· οὐ γὰρ ὁ βραχύτερος ἀστὴρ ἐπὶ τοῦ μείζονος ἐκινεῖτο κύκλου· ἢ ἐκ ταὐτομάτου καὶ ἀπὸ τύχης συνέπεσεν, ὅπερ ἄλογον ἐπὶ τῶν φυσικῶν εἰπεῖν καὶ μάλιστα τῶν θείων. κατ’ οὐδένα οὖν τρόπον τῶν ἀστέρων κινουμένων τὰ τάχη τῶν ἀστέρων ἀνάλογον ἔχειν τοῖς μεγέθεσι τῶν κύκλων δυνατόν, ὥστε τὰ αὐτὰ καὶ ὁμοίως ἔσται ἄλογα καὶ ἐπὶ ταύτης τῆς ὑποθέσεως. εἰπόντος τοῦ Ἀριστοτέλους, ὅτι συμβήσεται θᾶττον κινεῖσθαι τὰ ἔξω, τουτέστι τὰ πορρωτέρω τῶν πόλων, καὶ τὰ τάχη εἶναι κατὰ τὰ μεγέθη τῶν κύκλων, ἐπέστησεν | ἐνταῦθα ὁ Ἀλέξανδρος, ὅτι οὐκ ἂν λέγοι τὴν συναποκατάστασιν τῶν πλανήτων· οὐ γὰρ συναποκαθίστανται οὗτοί γε· ἀλλ’ ἕκαστον αὐτῶν ἐν διαφόροις ἀποκαθίστασθαι χρόνοις κατὰ τὴν οἰκείαν κίνησιν· εἰ δὲ μὴ συναποκαθίστανται, οὐδὲ αἱ τῶν ταχῶν αὐτοῖς διαφοραὶ γενήσονται κατὰ τὴν τοῦ μεγέθους, ἐφ’ ὧν κινοῦνται, διαφοράν· ὥστε εὔλογον, φησίν, ὡς ἔφαμεν, τάσδε τὰς δείξεις ἐπὶ τοῦ παρόντος λέγειν αὐτὸν περὶ τῶν ἐν τῇ ἀπλανεῖ σφαίρᾳ ἀστέρων. p. 289b30 Ἐπειδὴ τοίνυν οὔτε ἀμφότερα κινεῖσθαι εὔλογον ἕως τοῦ καὶ ὅτι δέδεικται συνεχὲς ὂν τὸ ὅλον. τεσσάρων ὄντων τῆς διαιρέσεως τμημάτων τῆς λεγούσης, κατὰ πόσους τρόπους δυνατὸν σώζεσθαι τὴν φαινομένην τῶν ἀστέρων μετάβασιν, δείξας, ὅτι οὔτε ἄμφω ἠρεμεῖν οὔτε ἄμφω κινεῖσθαι εὔλογον τούς τε κύκλους καὶ τοὺς ἀστέρας οὔτε τὸ ἕτερον μόνον, δηλαδὴ τοὺς ἀστέρας· περὶ τούτων γὰρ προσεχῶς ἔδειξεν· ἐπάγει εἰκότως, ὅτι λείπεται τοὺς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα ἠρεμεῖν καὶ ἐνδεδεμένα φέρεσθαι· τοῦτο γάρ ἐστι τὸ λοιπὸν τῆς διαιρέσεως τμῆμα. καὶ μόνως οὕτως, φησίν, οὐδὲν ἄλογον συμβαίνει, καὶ δείκνυσι λοιπόν, ὅτι τὸ μὲν ταῖς ἄλλαις ὑποθέσεσιν ἄλογον ἀκολουθῆσαν τὸ ἀνάλογον εἶναι τὰ τάχη τῶν ἀστέρων τοῖς μεγέθεσι τῶν κύκλων ταύτῃ οὐκ ἀκολουθεῖ, τὸ δὲ ταύτῃ ἑπόμενον τὸ θᾶττον εἶναι τοῦ μείζονος κύκλου τὸ τάχος τῶν περὶ τὸ αὐτὸ κέντρον ἐνδεδεμένων τοῦτο οὐ μόνον οὐκ ἄλογον, ἀλλὰ καὶ ἀναγκαῖον κατὰ δύο τρόπους, καθ’ ἕνα μέν, ὅτι, ὥσπερ ἐν τοῖς ἄλλοις φθσικοῖς μεγέθεσι τὸ μεῖζον σῶμα θᾶττον φέρεται τοῦ ἐλάττονος τὴν οἰκείαν αὐτοῖς κατὰ φύσιν φοράν· ἡ γὰρ μείζων βῶλος τῆς βραχυτέρας καὶ τὸ μεῖζον πῦρ τοῦ ἐλάττονος· οὕτω καὶ ἐν τοῖς ἐγκυκλίοις τὸ μεῖζον θᾶττον φέρεται. εἰ γὰρ ἐκ τοῦ κέντρου τῶν ὁμοκέντρων κύκλων ἐκβαλλόμεναι εὐθεῖαι ἐπὶ τὰς τῶν κύκλων περιφερείας ὅμοια τμήματα τῶν κύκλων ἀφαιροῦσιν, οἷον τεταρτημόρια ἢ ἡμικύκλια ἢ ὁποιαοῦν, ὅταν κινουμένων τῶν κύκλων μία εὐθεῖα τῶν ἐκ τοῦ κέντρου συγκινουμένη καὶ αὐτὴ κατ’ ἐπίνοιαν τοῖς κύκλοις ἐφαρμόσῃ τῇ ἑτέρα μενούσῃ κατ’ ἐπίνοιαν, τότε τὰ ὅμοια τμήματα τῶν κύκλων ἐν τῷ αὐτῷ χρόνῳ τὰ μὲν μεῖζον, τὰ δὲ ἔλαττον διάστημα τὸ καθ’ ἑαυτὸ κεκίνηται ἕκαστον· ὥστε εὐλόγως καὶ οἱ ὅλοι κύκλοι οἱ μείζονες καὶ οἱ ἐλάττονες ἐν τῷ ἴσῳ χρόνῳ περιοισθήσονται. τοῦτό τε οὖν ἀναγκαίως συμβαίνει τῷ ἀνάλογον εἶναι τὰ τάχη τοῖς μεγέθεσι τὸ τοὺς μείζονας καὶ ἐλάττονας κύκλους ἐν τῷ ἴσῳ χρόνῳ συναποκαθί|στασθαι καὶ ἔτι τὸ μὴ διασπᾶσθαι τὸν οὐρανόν· a τοῦτο γὰρ ὑπάρχει μὲν αὐτῷ μάλιστα, διότι δέδεικται συνεχὲς τὸ ὅλον, συμβαίνει δὲ καὶ διὰ τὴν ἀναλογίαν τῶν κατὰ τὰ μέρη αὐτοῦ κινήσεων πρὸς τὰ μεγέθη· εἰ γὰρ ἰσοταχῶς ὁ μείζων κύκλος ἐκινεῖτο τῷ ἐλάττονι, οἷον ὁ ἰσημερινὸς τῷ ἀεὶ φανερῷ, μὴ συναποκαθισταμένων ἐν τῷ αὐτῷ χρόνῳ, διέσπαστο ἄν ἡ τοῦ ὅλου συνέχεια. Ἐπιστῆσαι δὲ χρή, ὅτι πρὸς τὸν τε ἐκεῖνον τὸν λέγοντα τό τε γὰρ θᾶττον εἶναι τοῦ μείζονος μείζονος κύκλου τὸ τάχος ἀποδέδοται οὗτος τε ὁ λέγων τό τε μὴ διασπᾶσθαι τὸν οὐρανόν. ῾Ο δὲ Ἀλέξανδρος ἀκούσας αὐτοῦ λέγοντος περὶ τὸ αὐτὸ κέντρον ἐνδεδεμένων ‘‘δύναται’’ φησὶ “τοῦτο ὡς ἐπὶ τῶν σφαιρῶν ἀκούεσθαι, καὶ εἴη ἄν διὰ τούτου ἀναιρῶν τὴν δόξαν τῶν κατὰ ἐκκεντρότητα τὴν κίνησιν τοῖς πλάνησιν ἀποδιδόντων καὶ οὕτω τὰ φαινόμενα σώζειν πειρωμένων. καὶ τὸ ἐφεξῆς δέ”, φησί, “τὸ μεῖζον γὰρ τῶν τῶν ἀφαιρουμένων ὑπὸ τῶν τοῦ κέντρου τὸ τοῦ μείζονος κύκλου τμῆμα εἴη ἄν ὡς ἐπ’ εὐθειῶν λεγόμενον· ἀλλὰ τὸ μὲν μείζονα’’, φησίν, “ἀφαιρεῖσθαι τὰ τῶν ἐξωτέρω κύκλων τμήματα ἀληθές, οὐ μὴν τεκμήριον τοῦ εὐλόγως τὸν μείζονα κύκλον κινεῖσθαι θᾶττον, ἀλλ’ εἴπερ, κατ’ ἐκεῖνο μᾶλλον, ὅτι τὸ μεῖζον σῶμα θᾶττον κινεῖται τὴν κατὰ φύσιν κίνησιν’’. ἀλλ’ ὅτι μὲν οὐ τοῖς πλανωμένοις, ἀλλὰ τοῖς ἐν τῇ ἀπλανεῖ κύκλοις ταῦτα προσήκει, καὶ αὐτὸς ἐπέστησε· τὸ γὰρ ἐν τῷ ἴσῳ χρόνῳ τὸν μείζονα κύκλον τῷ ἐλάττονι ἀποκαθίστασθαι ἐπὶ μὲν τῶν ἐν τῇ ἀπλανεῖ κύκλων ἀληθές, ἐπὶ δὲ τῶν πλανωμένων σφαιρῶν οὐκέτι ἀληθὲς οὔτε κατὰ τὴν οἰκείαν αὐτῶν κίνησιν· ἄλλη γὰρ ἐν ἄλλῳ χρόνῳ ἀποκαθίσταται· οὔτε κατὰ τὴν μετὰ τοῦ παντός· καὶ γὰρ ὑπ’ ἐκείνης ὑπολείπεται τοσοῦτον ἑκάστη, ὅσον κατὰ τὴν οἰκείαν κίνησιν κινεῖται ἔμπαλιν τῷ παντί· διὸ καὶ τὰ ἐν αὐταῖς ἄστρα φαίνονται μὴ συναποκαθιστάμενα τοῖς ἀπλανέσιν, οἷς ἔτυχον συνοδεύοντα, ἀλλ’ ὑπολειπόμενα. τὸ δὲ περὶ τὸ αὐτὸ κέντρον ἐνδεδεμένων ὡς ἐπὶ κέντρου κυρίως ἀκούων “ἴσον” φησὶ “τῷ ἐν τῇ σφαίρᾳ ὄντων’’. μήποτε δέ, ἐπειδὴ καὶ αἱ ἐκ τοῦ κέντρου ἐκβαλλόμεναι εὐθεῖαι καὶ αἱ ἐκ τοῦ πόλου ἐκβαλλόμεναι περιφέρειαι ἀνάλογον τέμνουσι τούς τε μείζονας καὶ τοὺς ἐλάττονας κύκλους, δεῖται μὲν τῶν ἐκ τοῦ πόλου νῦν, σημαίνει δὲ καὶ αὐτὰς ἀπὸ τῶν ἐκ τοῦ κέντρου· ἐναργέστερον γὰρ ἐπὶ τούτων τὸ θεώρημα καὶ πρὸ τῶν σφαιρικῶν μαθημάτων ἐν τοῖς ἐπιπέδοις παραδιδόμενον. διὰ τί δὲ τὴν ἀνάλογον ταύτην τομὴν ὁ Ἀλέξανδρος λέγει μὴ εἶναι τεκμήριον τοῦ εὐλόγως τὸν μείζονα κύκλον θᾶττον κινεῖσθαι; εἰ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ τό τε τοῦ μείζονος κύκλου τμῆμα καὶ τὸ ἀνάλογον αὐτῷ τοῦ ἐλάττονος τὰς μεταξὺ τῶν ἐκ τοῦ κέντρου εὐθειῶν διαστάσεις τὸ μὲν τὴν μείζονα, τὸ δὲ τὴν ἐλάττονα κινοῦνται, πῶς οὐκ ἄν εἴη τεκμήριον ἐναργές; | οὐκ οἶδα δέ διὰ τί ὁ Ἀλέξανδρος οὐκ εὐθείας βούλεται τὰς ἐκ τοῦ κέντρου, ἀλλ’ ἐπίπεδα διὰ τοῦ κέντρου ἀγόμενα διαιρεῖν ἀνάλογον τοὺς κύκλους, καίτοι τοῦ Ἀριστοτέλους ἐκ τοῦ κέντρου ἀλλ’ οὐ διὰ τοῦ κέντρου εἰπόντος καὶ κύκλους εἶναι τοὺς ἀνάλογον διαιρουμένους ἀλλ’ οὐ σφαίρας. εἰπόντος δὲ τοῦ Ἀριστοτέλους τό τε μὴ διασπᾶσθαι τὸν οὐρανὸν διά τε τοῦτο συμβήσεται, καὶ ὅτι δέδεικται συνεχὲς τὸ ὅλον, ὁ Ἀλέξανδρος ἐφιστάνει καλῶς, ὅτι καὶ ἐκ ταύτης τῆς λέξεως δῆλον τὸ ἐπὶ τῆς τῶν ἀπλανῶν σφαίρας ταῦτα λέγεσθαι· ἐπὶ γὰρ συνεχοῦς λέγεται, αἱ δὲ πλανώμεναι οὐ συνεχεῖς, ἀλλ’ ἅπτονται ἀλλήλων καὶ ἐν ταύταις οὐκ ἄν ἦν διασπασμὸς διαφόρως κινουμέναις. καὶ ταῦτα μὲν εἴρηται τῷ Ἀλεξάνδρῳ καλῶς, τὸ δὲ ἐφεξῆς λεγόμενον ἐπισκεπτέον. “ἐπὶ γὰρ ἑκάστης σφαίρας”, φησί, “διασπασμὸς γίνεται συνεχοῦς ὄντος τοῦ ἑκάστης αὐτῶν σώματος, ἄν οἱ ἀστέρες ὦσι συγκινούμενοι μενουσῶν τῶν σφαιρῶν· οὐκέτι γὰρ συνεχῆ τὰ σώματα αὐτῶν, εἴ γε οἱ ἀστέρες μέρη ὄντες αὐτῶν τόπον ἐκ τόπου μεταβαίνουσιν”. μήποτε δὲ οὐ τοῦτο νὺν πρόκειται λέγειν· ἤδη γὰρ δέδεικται, ὅτι οὐ κινοῦνται οἱ ἀστέρες μενουσῶν τῶν σφαιρῶν· ἀλλ’ ὅτι τὸ ἀνάλογον εἶναι τὰ τάχη τῶν κύκλων πρὸς τὰ μεγέθη αἴτιόν ἐστι τοῦ ἐν ἴσῳ χρόνῳ συναποκαθισταμένων τῶν μειζόνων καὶ τῶν ἐλαττόνων κύκλων μὴ διασπᾶσθαι τὸν οὐρανόν· τοιγαροῦν οὐδαμοῦ μνήμη γέγονεν ἐνταῦθα ἀστέρος. ῾Ο δὲ Ἀλέξανδρος ἐπιμένων τῇ αὐτῇ γνώμῃ “δύναται” φησὶ “τοῦτο ἐπὶ πασῶν τῶν σφαιρῶν ἀκούεσθαι, οὐχ ὡς ἀλλήλαις συνεχῶν, ἀλλ’ ὡς τοῖς ἄστροις τοῖς ἐν αὐταῖς, ὧν κινουμένων ἑκάστη ἄν αὐτῶν διεσπᾶτο”. καίτοι καλῶς πρὸ ὀλίγου συνελογίζετο, ὅτι τοὺς πλανωμένους ἀδύνατον συναποκαθίστασθαι ἢ ἀλλήλοις ἢ τῇ ἀπλανεῖ. Νῦν οὖν τοῦτο συνεπεράνατο ὁ Ἀριστοτέλης, ὅτι τῶν ἄλλων τῆς διαιρέσεως τμημάτων ἀλόγων ὄντων περιλείπεται τὸ λέγον τοὺς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα ἠρεμεῖν. ἀλλὰ τίνες εἰσὶν οὗτοι οἱ κύκλοι, ζητεῖν ἄξιον. ὁ μὲν γὰρ ἰσημερινὸς καὶ ὁ ζῳδιακὸς ὡς διχοτομοῦντες τὴν σφαῖραν εἰκότως ἐνυπάρχειν δοκοῦσι κατ’ οὐσίαν τὰ ἡμισφαίρια διορίζοντες, οἱ δὲ ἄλλοι κύκλοι μήποτε κατ’ ἐπίνοιαν τὴν ἡμετέραν εἰσὶ κέντρῳ μὲν τῷ πόλῳ , διαστήματι δὲ ἑκάστῳ τῶν ἀστέρων κύκλους γραφόντων ἡμῶν· ἢ οὐ κατὰ τὴν ἡμετέραν ἐπίνοιάν εἰσιν οἱ τῶν κινήσεων κύκλοι, ἀλλὰ τῆς ὅλης σφαίρας περὶ τοὺς αὐτοὺς πόλους ἀεὶ τοὺς τοῦ ἰσημερινοῦ κινουμένης ἕκαστος τῶν ἐν αὐτῇ ἀστέρων ἐν τῷ αὐτῷ μένων ἀεὶ τόπῳ καὶ ὑπὸ τῆς ὅλης σφαίρας περιφερόμενος τὸ ἴσον ἀεὶ διάστημα τοῦ πόλου ἀπέχων κυκλικὴν ἔχει τὴν κίνησιν. κἂν μὴ ἐγκεχαραγμένοι οὖν ὦσιν οὖτοι οἱ κύκλοι τῇ σφαίρᾳ, ἀλλ᾿ ἐπειδὴ πᾶσα κίνησις κατὰ διάστημά τι γίνεται, τῆς κινήσεως κυκλικῆς οὔσης ἀνάγκη καὶ τὸ διά|στημα φυσικῶς κυκλικὸν εἶναι, ἐν ᾧ οἱ ἴσον ἀπέχοντες τοῦ πόλου ἀστέρες ἐνεστηρίχθησαν ὑπὸ τοῦ δημιουργοῦ θεοῦ. καὶ οὗτοι οἱ ἀνάλογον ἔχοντες τὰ τάχη τοῖς μεγέθεσιν. p. 290a7 Ἔτι δέ, ἐπεὶ σφαιροειδῆ τὰ ἄστρα ἕως τοῦ οὐθὲν γὰρ διαφέρει κινεῖν τὴν ὄψιν ἢ τὸ ὁρώμενον. Μετὰ τὴν ἐκ διαιρέσεως ἀπόδειξιν τὴν περὶ τῆς κινήσεως ἢ τῆς ἀκινησίας τῶν ἄστρων ἄλλον τρόπον ἀποδείξεως ἐπάγει περὶ τοῦ μὴ κινεῖσθαι τὰ ἄστρα ὑποθέμενος αὐτὰ σφαιροειδῆ εἶναι καὶ νῦν μὲν τὸ πιθανὸν τῆς ὑποθέσεως πιστούμενος ἔκ τε τῆς τῶν ἄλλων δόξης οὕτως οἰομένων περὶ αὐτῶν καὶ ἐκ τοῦ δεῖν τῆς αὐτῆς οὐσίας ὄντας αὐτοὺς τῷ οὐρανίῳ σώματι καὶ σχῆμα τὸ αὐτὸ ἔχειν, μετ’ ὀλίγον δὲ καὶ τοῦτο καθ’ αὑτὸ προβαλλόμενος δείξει σφαιρικὸν ὑπάρχον τῶν ἄστρων τὸ σχῆμα. ὑποθέμενος οὖν, ὅτι σφαιρικὰ τὰ ἄστρα, καὶ προλαβών, ὅτι τῶν σφαιρικῶν σωμάτων, καθ’ ὃ σφαιρικά ἐστι, δύο εἰσὶν αἱ κινήσεις ἥ τε δίνησις καὶ ἡ κύλισις· γίνεται δὲ ἡ μὲν δίνησις ἐν τῷ αὐτῷ τόπῳ περὶ τὸν οἰκεῖον ἄξονα στρεφομένης τῆς σφαίρας, ἡ δὲ κύλισις ἀμειβούσης τοὺς τόπους· καὶ δείξας μηδετέραν τούτων ἀῶν κινήσεων προσήκειν τοῖς ἄστροις ἠρεμουσῶν τῶν σφαιρῶν λοιπόν, ὅτι μὴ κινεῖται αὐτὰ τὰ ἄστρα, κατεσκεύασεν, ὥς φησιν ὁ Ἀλέξανδρος. καὶ ὅτι μὲν μὴ δινεῖται, δείκνυσιν ἐκ τοῦ μεθιστάμενα φαίνεσθαι καὶ μὴ ἐν τῷ αὐτῷ μένοντα τόπῳ· εἰ γὰρ τὰ μὲν δινούμενα ἐν τῷ αὐτῷ μένει τόπῳ· τοιοῦτον γὰρ τὸ δινεῖσθαι· τὰ δὲ ἄστρα οὐκ ἐν τῷ αὐτῷ μένει τόπῳ, ἀλλὰ μεταβάλλει τὸν τόπον, ὡς καὶ τὰ φαινόμενα μαρτυρεῖ καὶ ἡ κοινὴ πάντων δόξα, δῆλον, ὅτι ἐν δευτέρῳ σχήματι συνάγεται τὸ τὰ ἄστρα μὴ δινεῖσθαι ἢ τό γε ἀληθέστερον τὸ τὰ ἄστρα μὴ κατὰ δίνησιν ταύτην ἔχειν τὴν ὁρωμένην ἐπ’ αὐτῶν μετάβασιν. εἶτα ἔνστασιν λύει τὴν λέγουσαν, ὅτι καὶ ὁ ἥλιος δινούμενος φαίνεται· εἰκὸς οὖν καὶ τὰ ἄστρα οὕτω κινεῖσθαι. καὶ λύει τὴν ἔνστασιν πολλαχῶς, πρῶτον μὲν ἐκ τοῦ εὔλογον μὲν εἶναι πάντα τὴν αὐτὴν κινεῖσθαι κίνησιν οὐσίαν τὴν αὐτὴν ἔχοντα, μόνον δὲ δινούμενον ὁρᾶσθαι τὸν ἥλιον, δεύτερον δὲ ἐκ τοῦ μηδὲ τὸν ἥλιον πανταχοῦ φαίνεσθαι δινούμενον, ἀλλ’ ἀνατέλλοντα μόνον καὶ δύνοντα, καὶ τρίτον ἐκ τοῦ τὴν αἰτίαν ἀποδοῦναι τῆς κατὰ δὀνησιν φανταζομένης τοῦ ἡλίου κινήσεως παρ’ ἡμᾶς οὖσαν καὶ οὐ παρὰ τὸν ἥλιον. ἡ γὰρ ὄψις, φησίν, ἀποτεινομένη μακρὰν καὶ ἀσθενοῦσα διὰ τὸ μῆκος κραδαίνεται· τοῦτο γὰρ τὰ ἀσθενῆ κινούμενα πάσχει· ὁ δὲ κραδασμὸς οὗτος καὶ ὁ τρόμος καὶ ἡ περιέλιξις τοῦ ὁρῶντος δίνησις εἶναι δοκεῖ τοῦ ὁρωμένου· οὐδὲν γὰρ διαφέρει πρὸς τὴν τοιαύτην φαντασίαν τὸ τὴν ὄψιν ὑποθέσθαι κινουμένην ἢ τὸ ὁρώμενον· οἱ γοῦν τοὺς αἰγιαλοὺς παραπέμποντες κινεῖσθαι τὴν γῆν καὶ τὰ ὄρη νομίζουσι τῆς ὄψεως κινουμένης καὶ τὸ οἰκεῖον πάθος τῷ ὁρατῷ περιτιθείσης. ὅτι δὲ τοῦτο αἴτιον τοῦ δινούμενον φαίνεσθαι τὸν ἥλιον, πιστοῦται καὶ ἐκ τοῦ τοὺς μὲν ἀπλανεῖς ἀστέρας στίλβοντας φαίνεσθαι· τούτους γὰρ λέγει τοὺς ἐνδεδεμένους ὡς πρὸς τοὺς πλανᾶσθαι δοκοῦντας ἀντιδιαστέλλων αὐτοὺς ἢ ὡς τῇ ἀπλανεῖ σφαίρᾳ, περὶ ἧς ὁ λόγος, ἐνδεδεμένους· τοὺς δὲ πλάνητας μηκέτι πάσχειν δοκεῖ τοῦτο. οἱ μὲν γὰρ πλάνητες, φησίν, ἐγγύς εἰσιν, ὥστε ἐγχρατὴς ἑαυτῆς ἔτι καὶ ἐρρωμένη ἀφικνεῖται πρὸς αὐτοὺς ἡ ὄψις, καὶ διὰ τοῦτο μηδὲν αὐτὴ πάσχουσα οὐδὲ ἐκείνων τι κατηγορεῖ πάθος, πρὸς δὲ τοὺς ἀπλανεῖς, οὓς μένοντας διὰ τοῦτο καλεῖ ὡς ἀπλανεῖς, πορρωτέρω ὄντας ἀποτεινομένη κραδαίνεται διὰ τὸ πολὺ μῆκος ἀτονοῦσα, καὶ ὁ τρόμος αὐτῆς ἐπὶ μὲν τοὐ ἡλίου τὴν δίνησιν, ἐπὶ δὲ τῶν ἀπλανῶν τὴν στιλβηδόν φαίνεσθαι ποιεῖ. Ἀλλ’ ὅτι μὲν καὶ στιλβηδὼν ἐπὶ τοῦ ἡλίου φαίνεται, πρόδηλον· διὰ τί δέ, φαίη ἄν τις, ἡ δίνησις ἐπὶ τοῦ ἡλίου μόνου φαίνεται καὶ μὴ καὶ τῶν ἐπέκεινα τοῦ ἡλίου, πρὸς οὓς πορρωτέρω ὄντας ἀποτεινομένη ἡ ὄψις μᾶλλον ἄν κραδαίνοιτο καὶ τρέμοι διὰ τὴν μᾶλλον ἀσθένειαν; καὶ λέγει πρὸς ταύτην τὴν ἀπορίαν ὁ Ἀλέξανδρος, ὅτι ἴσως μέν τι γίνεται καὶ παρὰ τὴν τοῦ ἡλίου λαμπρότητα, ἴσως δέ τι γίνεται καὶ παρὰ τὴν γῆν, διὸ παρ’ αὐτὴν ὁρᾶται δινούμενος· ἀνατέλλων τε γὰρ καὶ δύνων· τὰς γὰρ δύο κινήσεις αὐτοῦ, καθ’ ἥν τε μετὰ τοῦ παντὸς περιφέρεται καὶ ἣν καθ’ αὑτὸν ἀνάπαλιν κινεῖται, συμβαίνει πως ὁρᾶσθαι τῷ παρὰ τὴν γῆν ἠρεμοῦσαν βλέπεσθαι, καὶ οὕτω κραδαίνεσθαι δοκεῖ καὶ διὰ τοῦτο ἀνατέλλων μόνον καὶ δυόμενος τοιοῦτος ἡμῖν ὁρᾶται· καὶ μόνος ἄν ὁ ἥλιος, φησί, ταῦτα πάσχοι τῷ μέγιστος εἶναι τῶν πλησίον καὶ λαμπρότατός τε καὶ φανερώτατος. τὸ δὲ ἡ γὰρ ὄψις ἀποτεινομένη μακρὰν οὐχ ὡς κατ’ ἔκχυσιν ἀκτίνων, φησὶν ὁ Ἀλέξανδρος, ὁρώντων ἡμῶν εἴρηκεν· οὐ γὰρ δοκεῖ τοῦτο αὐτῷ· ἀλλὰ τὸ διαφανὲς τὸ μεταξὺ ὄψιν ἄρτι κέκληκεν, ὃ τῷ διὰ πολλοῦ τοῦ μεταξὺ διαστήματος τὸ εἶδος ἡμῖν ἀναγγέλλειν οὐκέτι ὁμοίως τῷ πλησίον τῆς ἡμετέρας ὄψεως ἀναμάττεται τὸ εἶδος τοῦ ὁρωμένου οὐδὲ κατακρατεῖ αὐτοῦ διὰ τὴν ἐκ μακροῦ διάδοσιν. ἀλλὰ καὶ τὸ ὥστε ἐγκρατὴς οὖσα πρὸς αὐτοὺς ἀφικνεῖται ἡ ὄψις ἡ μετέρα, φησίν, Ἀριστοτέλης ἐπὶ τοῦ μεταξὺ διαφανοῦς ἤκουεν. αἰσθόμενος δὲ ὁ Ἀλέξανδρος, ὅτι λίαν ἀπίθανον ἦν τὸ διαφανὲς ὄψιν καλέσαι καὶ λέγειν αὐτὸ ἑλίσσεσθαι δι’ ἀσθένειαν, κἄν ἐπὶ τῆς ὄψεως, φησί, λέγῃ καὶ τῶν ἀκτίνων, οὐχ ὡς ἀρεσκόμενος λέγοι ἄν, | ἀλλὰ τῷ τὰ αὐτὰ μὲν γίνεσθαι 205a πάθη, ἄν τε τὸ διαφανὲς καὶ τὸ μεταξύ ἐστι τὸ πάσχον ἀπὸ τοῦ αἰσθητοῦ καὶ ἀναγγέλλον τῇ ὄψει, ἄν τε ἀπὸ τῆς ὄψεως ἐκπέμπονται ἀκτῖνες· συνηθέστερον δὲ εἶναι τὸ τοιοῦτον διὰ τὸ τοὺς μαθηματικοὺς οὕτω λέγειν· ἐν πολλοῖς γοῦν αὐτῷ καίτοι μὴ ἀρεσκόμενος προσχρῆται; ὅτι δὲ οὐχ οἷόν τε οὕτως ἔχειν, ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν δείξει. Ὅταν δὲ λέγῃ τοὺς δὲ πλάνητας μὴ στίλβειν καίτοι τοῦ ἡλίου ἑνὸς ὄντος τῶν πλανήτων καὶ στίλβοντος, ἢ τοὺς ἄλλους παρὰ τὸν ἥλιόν φησιν ἢ πλάνητας ἰδίως λέγοι ἄν τοὺς πέντε τοὺς παρὰ τὸν ἥλιον καὶ τὴν σελήνην. καὶ δῆλον, ὅτι καὶ τοῦτο κατὰ τὸ ἐπικρατοῦν εἶπεν· ὅτι γὰρ καὶ ὁ ῾Ερμῆς ἐν τοῖς πλάνησι στίλβει, δηλοῖ καὶ τὸ ὄνομα τοῦτο προσκείμενον αὐτῷ, τισὶ δὲ καὶ ὁ τῆς Ἀφροδίτης ἀστὴρ δοκεῖ τοιοῦτος. καὶ κάλλιον εἰς τὰς ἰδιότητας μᾶλλον ταῦτα τῶν ἀστέρων ἀναφέρειν, ὥσπερ τὰ χρώματα. ἐπειδὴ δὲ οἱ τὸν Ἀριστοτέλην τοῦ Πλάτωνος διοικίζειν φιλονεικοῦντες ὡς καὶ τοῦτο διάφωνον αὐτῶν δόγμα παρατίθενται τὸ τὸν μὲν Πλάτωνα λέγειν τοὺς ἀπλανεῖς ἀστέρας δύο κινεῖσθαι κινήσεις τὴν μὲν ὑπὸ τοῦ οὐρανοῦ περιφεφομένους, τὴν δὲ οἰκείαν περὶ τὰ ἑαυτῶν κέντρα κυκλιζομένους καὶ δινουμένους, τὸν δὲ Ἀριστοτέλην τὴν δίνησιν ἀναιρεῖν, ἴδωμεν, εἰ δοκεῖ, τὴν ἑκατέρου γνώμην, καὶ πρῶτον τῶν ὑπὸ τοῦ Πλάτωνος ῥηθέντων ἀκούσωμεν γράφοντος ἐν Τιμαίῳ τάδε· “τοῦ μὲν οὖν θείου τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπειργάσατο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν τε κάλλιστον εἴη· τῷ δὲ παντὶ προσεικάζων εὔκυκλον ἐποίει τίθησί τε εἰς τὴν τοῦ κρα- τίστου φρόνησιν ἐκείνῳ ξυνεπόμενον νείμας περὶ πάντα κύκλῳ τὸν οὐρανὸν κόσμον ἀληθινὸν αὐτῷ πεποικιλμένον εἶναι καὶ καθ’ ὅλον κινήσεις δύο προσῆψεν ἑκάστῳ τὴν μὲν ἐν ταὐτῷ κατὰ ταὐτὸ δινουμένῳ, τὴν δὲ εἰς τὸ πρόσθεν ὑπὸ τῆς ταὐτοῦ καὶ ὁμοίου περιφορᾶς κρατουμένῳ, τὰς δὲ πέντε κινήσεις ἀκίνητον καὶ ἑστώς, ἵνα ὅτι μάλιστα καὶ αὐτῶν ἕκαστον γένοιτο ὡς ἄριστον. ἐξ ἧς δὴ τῆς αἰτίας γέγονεν, ὅσα ἀπλανῆ τῶν ἄστρων θεῖ ὄντα. καὶ διὰ ταῦτα ἐν ταὐτῷ στρεφόμενα ἀεὶ μένει· τὰ δὲ τρεπόμενα καὶ πλάνην τοιαύτην ἴσχοντα, καθάπερ ἐν τοῖς πρόσθεν ἐρρήθη. κατ’ ἐκεῖνα γέγονεν’ ἐν δὴ τούτοις ὁ Πλατῶν δύο κινήσεις ἕκαστον τῶν ἀπλανῶν ἀστέρων κινεῖσθαί φησι τὴν μὲν οἰκείαν περὶ τὸ ἑαυτοῦ κέντρον ἐν ταὐτῷ μένοντα, τὴν δὲ εἰς τὸ πρόσθεν ὑπὸ τοῦ περιέχοντος αὐτοὺς οὐρανοῦ γινομένην. ὁ δὲ Ἀριστοτέλης ὅτι μὲν ἀναιρεῖ τὴν δίνησιν, δῆλον· ἀναιρεῖ δὲ αὐτὴν οὐχ ὡς μηδὲ ὅλως οὖσαν ἐν αὐτοῖς, ἀλλ’ ὡς μὴ μόνην οὖσαν ἀτρεμουσῶν τῶν σφαιρῶν μηδὲ τῆς φαινομένης αὐτῶν κατὰ τόπον μεταβάσεως οὖσαν αἰτίαν. λέγει γοῦν δινούμενα γὰρ | ἄν ἔμενεν ἐν τῷ αὐτῷ καὶ οὐ μετέβαλε τόπον, ὅπερ φαίνεταί τε καὶ πάντες φασί· καὶ ἐν τοῖς ἑξῆς δὲ τὴν φύσιν ὥσπερ ἐπίτηδες ἀφελεῖν αὐτῶν φησι πάντα, δι’ ὧν ἐνεδέχετο προιέναι καθ’ αὑτά, τὸ δὲ σφαιροειδὲς αὐτοῖς ἀπολείπειν, ὅπερ πρὸς τὴν ἐν ἑαυτῷ κίνησιν χρησιμώτερον ὁμολογεῖ. “οὕτω γὰρ ἄν,’’ φησί, “καὶ τάχιστα κινοῖτο καὶ μάλιστα κατέχει τὸν αὐτὸν τόπον”, ἅπερ ἄμφω τοῖς δινουμένοις ἐστὶν οἰκεῖα. ἀλλὰ καὶ πρὸς τῷ πέρατι τοῦ λόγου “ἐπεὶ οὖν δεῖ” φησὶ “τὸν μὲν οὐρανὸν κινεῖσθαι τὴν ἐν αὑτῷ κίνησιν, τὰ δὲ ἄλλα ἄστρα μὴ προιέναι δι’ ἑαυτῶν, εὐλόγως ἄν ἑκάτερον εἴη σφαιροειδές· οὕτω γὰρ μάλιστα τὸ μὲν κινήσεται, τὸ δὲ ἠρεμήσει’’. ὥστε πανταχοῦ τὸ μὴ προιέναι δι’ ἑαυτῶν ἀναιρεῖ τὴν τοιαύτην κίνησιν, ἀλλ’ οὐχ ἁπλῶς τὸ κινεῖσθαι. καὶ τὸν μὲν οὐρανὸν κινεῖσθαι λέγει ὡς τῶν μερῶν αὐτοῦ διὰ τὸ μέγεθος αἰσθητὴν ἐχόντων τὴν μετάβασιν, τοὺς δὲ ἀστέρας ἠρεμεῖν ὡς τῆς μὲν τῶν μερῶν αὐτῶν μεταβάσεως κατὰ τὴν περὶ τὰ οἰκεῖα κέντρα κίνησιν μὴ ὁρωμένης, τῆς δὲ ὁλότητος αὐτῶν τὸν αὐτὸν ἀεὶ τοῦ οὐρανοῦ κατεχούσης τόπον. ὅλως δέ, εἰ φυσικὰ ὄντα καὶ τὰ ἄστρα οὐσίας τε τῆς αὐτῆς ἐστὶ τῷ οὐρανῷ τῆς πέμπτης καὶ σχήματι τῷ αὐτῷ μεμόρφωται τῷ σφαιρικῷ, πῶς οὐχὶ καὶ κίνησιν ἄν ἔχοι τὴν αὐτὴν φυσικά γε ὄντα; εἰ δέ, ὡς ἐν τοῖς ἐφεξῆς λέγει, καὶ πράξεως καὶ ζωῆς, ἔμψυχα δηλονότι, ὅλα μετέχει τὰ οὐράνια, πῶς ἄν ἀκίνητα εἴη καθ’ αὑτὰ τὰ ἄστρα; κἄν γὰρ μέρη ᾗ τοῦ οὐρανοῦ, ἀλλὰ τοιαῦτα μέρη, ὡς καὶ ὁλότητα οἰκείαν ἔχειν καὶ περιγραφὴν ἀφωρισμένην· ἔτι δὲ εἰ καὶ πρὸς μονὴν ἐπιτήδειόν ἐστι τὸ σφαιρικὸν σχῆμα, οὐδὲν ἄν εἴη σῶμα φύσει κυκλοφορητικόν. Προσεκτέον δὲ καὶ τῷ ὅλῳ ἐπιχειρήματι. σφαιρικὰ γὰρ ὄντα, φησί, τὰ ἄστρα, εἴπερ κινεῖται δι’ ἑαυτῶν, ἢ κατὰ δίνησιν ἢ κατὰ κύλισιν κινηθήσεται τὴν κίνησιν, ἣν κινούμενα φαίνεται· ἀλλ’ οὔτε κατὰ δίνησίν ἐστιν αὕτη· τὰ γὰρ δινούμενα ἐν τῷ αὐτῷ τόπῳ μένει· οὔτε κατὰ κύλισιν, ὡς δείξει. οὐκ ἄρα ταύτην τὴν μεταβάλλουσαν τὸν τόπον κίνησιν δι’ ἑαυτῶν κινεῖται. οὐ μέντοι τοῦτο ἔδειξεν, ὅτι ταύτην μόνην ἔχει τὴν μεταβατικὴν κίνησιν τὰ ἄστρα τὴν ὑπὸ τοῦ οὐρανοῦ γινομένην ἄλλην μὴ ἔχοντα, εἰ μὴ ἄρα τῷ δεικνύναι τὸν ἥλιον μὴ δινούμενον πρὸς τῷ ὁρίζοντι δοκεῖ τελέως τὴν δίνησιν ἀναιρεῖν. ἀλλ’ εἰ καθ’ αὑτὴν τὴν δίνησιν ἀνῄρει, οὐκ ἂν ἀπὸ τοῦ μεταβαίνειν αὐτὴν ἀνῄρει λέγων δινούμενα γὰρ ἂν ἔμενεν ἐν τῷ αὐτῷ· ἀλλ’ ἐπειδὴ ὁ ἥλιος δινούμενος ἀνατέλλειν δοκεῖ καὶ δύνειν τῆς ἡμετέρας ὄψεως ἑλισσομένης, ὡς δοκεῖν κατὰ δίνησιν μεταβάλλειν τὸν τόπον, διὰ τοῦτο τὴν ἀπὸ τοῦ ἡλίου ἔνστασιν ἔλυσε βοηθῶν τῷ τὸ δινούμενον ἐν τῷ αὐτῷ μένειν καὶ δεικνύς, ὅτι ἡ ἐν τῇ ἀνατολικῇ καὶ δυτικῇ προόδῳ τοῦ ἡλίου φαινομένη δίνησις οὐκ αὐτοῦ ἐστι τοῦ ἡλίου, ἀλλὰ τῆς | ἡμετέρας ὄψεως. ἀκοῦσαι δὲ χρὴ καὶ τοῦ ἀρίστου τῶν ἀστρονόμων τοῦ Πτολεμαίου λέγοντος ἐν τῷ δευτέρῳ βιβλίῳ τῶν ῾Υποθέσεων “ὥστε εὐλογώτερον εἶναι τὸ κινεῖν μὲν τῶν ἄστρων ἕκαστον, ὅτι τοῦτό ἐστι καὶ δύναμις καὶ ἐνέργεια αὐτῶν, κατὰ τὸν ἴδιον μέντοι τόπον καὶ περὶ τὸ αὑτοῦ μέσον ὁμαλῶς πάλιν καὶ ἐγκυκλίως· ὑπάρχειν γὰρ αὐτῷ πρώτῳ δίκαιον, ὃ καὶ ἐν ταῖς περιεχούσαις αὐτὸ συστάσεσι περιποιεῖ”. p. 290a24 Ἀλλὰ μήν, ὅτι οὐδὲ κυλίεται τὰ ἄστρα ἕως τοῦ δῆλον ὅτι οὐκ ἄν κινοῖντο δι’ ἑαυτῶν. Δείξας, ὅτι ἡ φαινομένη τῶν ἄστρων κίνησις οὐ κατὰ δίνησίν ἐστι. δινούμενα γὰρ ἄν ἔμενεν ἐν τῷ αὐτῷ· καὶ τὴν ἀπὸ τοῦ ἡλίου ἔν- στάσιν λύσας ἐφεξῆς δείκνυσιν, ὅτι οὐδὲ κυλιόμενα τὰ ἄστρα ποιεῖται τὴν φαινομένην μετάβασιν. κἄν γὰρ μεταβαίνῃ, ὥσπερ τὰ κυλιόμενα, ἀλλ’ ὅτι μὴ κατὰ κύλισιν μεταβαίνει, κἄν οἰκεία τῷ σφαιρικῷ σώματι ᾖ ἡ κύλισις, δείκνυσιν ἀπὸ τοῦ τὸ φαινόμενον τῆς σελήνης πρόσωπον τὴν αὐτὴν ἀεὶ θέσιν ἔχον ὁρᾶσθαι· οὐκ ἄν δὲ τοῦτο συνέβαινε τοῦ ἐν ᾧ ἔστιν ὁ τύπος ἄλλοτε ἄλλως περιφερομένου τε καὶ μετακυλιομένου. δῆλον δέ, ὅτι ὁ λόγος οὗτος ὡς ἐπὶ ἀξιώματι πρόεισι τῷ λέγοντι, ὡς ἐφ’ ἑνός, οὕτω δὴ καὶ ἐπὶ πάντων ἔχειν· καὶ ἔχει λόγον ἐπὶ τῶν θείων τὸ ἀξίωμα. ἀλλ’ εἰ μὲν τὸ ἐμφαινόμενον πρόσωπον διαφορά τις οὐσιώδης ἐστὶ τοῦ σεληνιακοῦ σώματος ἢ παραδειγματικῶς περιέχοντος τὸ πολυειδὲς καὶ διάφορον τῆς γενέσεως, ὡς Ἰάμβλιχός φησιν, ἢ διὰ τὸ μεσότης εἶναι τῶν οὐρανίων καὶ τῶν ὑπὸ σελήνην τὸ μὲν εὐφώτιστον ἔχει, τὸ δὲ σκιερώτερον κατ’ οὐσίαν, ὡς ἄλλοις ἀρέσκει, ἰσχυρὸν δοκεῖ πρὸς ἀπόδειξιν τὸ εἰρημένον· πῶς γὰρ τοῦ ὅλου σώματος κυλιομένου τὴν αὐτὴν ἐκεῖνο θέσιν ἐφύλαττε συνεχὲς ὂν πρὸς τὸ ὅλον; εἰ δέ, ὥς τινες λέγουσιν, ἔμφασίς τίς ἐστιν ὡς ἐν κατόπτρῳ ἤτοι τῆς γῆς ἢ τῆς θαλάσσης ἢ τῶν ὀρῶν, δύναται, φησὶν ὁ Ἀλέξανδρος, καὶ κυλιομένης αὐτῆς ὁμοία μένειν ἡ ἔμφασις τῷ καὶ ταῦτα ἀφ’ ὧν ἡ ἔμφασις τὰ αὐτὰ μένειν κἀκείνην πρὸς τὸ δέχεσθαι τὴν τοιαύτην ἔμφασιν κατὰ πάντα αὐτῆς μέρη ὁμοίαν ἔχειν ἐπιτηδειότητα καὶ κατὰ τὴν τοῦ σώματος φύσιν καὶ κατὰ τὴν τοῦ σχήματος ὁμοιότητα. ἀλλ’ εἰ μὲν ἡ ἔμφασις κατὰ τὴν ἀπὸ τοῦ κατόπτρου τῶν ἀκτίνων ἀνάκλασιν ἐπὶ τὸ ἐμφαινόμενον γίνεται, ὡς τοῖς πολλοῖς δοκεῖ, οὐκ ἂν ἀπὸ παντὸς τόπου ὁρῶντι τὸ αὐτὸ ἂν ἐμφαίνοιτο, ὥσπερ νῦν τὸ τῆς σελήνης πρόσωπον καὶ ἀπὸ μεσημβρινωτάτων τόπων καὶ ἀπὸ βορειοτάτων καὶ ἀπὸ ἀνατολικῶν καὶ δυτικῶν ὁρῶντι τὸ αὐτὸ φαίνεται. εἰ μέντοι ἀπόρροιαι τῶν ὑπὸ σελήνην ἀναθέουσαι ἄλλαι ἀπ’ ἄλλων ἀεὶ περὶ τὸ στιλπνὸν τῆς σελήνης τοιαύτην λαμβάνουσι σύστασιν , | ὡς καὶ ἐν τοῖς κατόπτροις εἰδώλων ἔμφασιν συνίστασθαι λέγουσί τινες, δυνατὸν ἄν εἴη καὶ κυλιομένης καὶ δινουμένης τὴν αὐτὴν ἔμφασιν ὁρᾶσθαι ἀπὸ παντὸς τόπου. ἐπιστῆσαι δὲ χρή, διὰ τί μὴ καὶ ἐπὶ τῆς δινήσεως ἐχρήσατο τῷ ἀπὸ τοῦ τῆς σελήνης προσώπου ὁ Ἀριστοτέλης· καὶ γὰρ καὶ τὸ δινούμενον ἄλλοτε ἄλλην θέσιν ἴσχον οὐκ ἄν τὴν αὐτὴν ἔμφασιν ἐδείκνυε τοῦ προσώπου, εἰ κατ’ οὐσίαν ἦν ἐν τῇ σελήνῃ τοῦ σώματος ἡ τοιαύτη δια- φορά. ἤ ἄρα δυνατὸν ἦν τῆς σφαίρας, ἐν ᾖ ἐνδέδεται, ἐπὶ τἀναντία τῆς δίνης κινουμένης καὶ περιαγούσης αὐτὴν ἀντανίσωσιν ἀεὶ ἐγγίνεσθαι τῆς τοῦ προσώπου θέσεως; Δείξας δέ, ὅτι οὔτε κατὰ δίνησιν οὔτε κατὰ κύλισιν δυνατὸν κινεῖσθαι τοὺς ἀστέρας ταύτην, ἣν φαίνονται κινούμενοι κίνησιν, ἐπειδὴ δι’ ἑαυτῶν ἄλλως ἀδύνατον ἦν αὐτοὺς κινεῖσθαι, συμπεραίνεται λοιπόν, ὅτι οὐκ ἄν κινοῖτο δι’ αὑτῶν. p. 290a29 Πρὸς δὲ τούτοις ἄλογον ἕως τοῦ οὕτω γὰρ μάλιστα τὸ μὲν κινήσεται, τὸ δὲ ἠρεμήσει. Δείξας, ὅτι μὴ δι’ ἑαυτῶν οἱ ἀστέρες κινοῦνται ταύτην, ἣν φαίνονται κινούμενοι κίνησιν, διότι μήτε κατὰ δίνησιν αὐτὴν μήτε κατὰ κύλισιν κινοῦνται, κατ’ ἄλλην ἐπιβολὴν πάλιν δείκνυσιν τὸ μὴ δι’ ἑαυτῶν κινεῖσθαι ταύτην τὴν μεταβατικὴν κίνησιν. ὁ δὲ συλλογισμὸς δυνάμει τοιοῦτος· τὰ δι’ αὑτῶν κινούμενα τὴν μεταβατικὴν κίνησιν ἀπηρτημένα ἔχει μόρια καὶ προέχοντα, ὥσπερ τοὺς πόδας τὰ ζῷα· ὁ οὐρανὸς καὶ οἱ ἀστέρες σφαιρικὰ ὄντα οὔτε ἀπηρτημένα οὔτε προέχοντα ἔχουσι μόρια· καὶ συμπέρασμα ἐν δευτέρῳ σχήματι, ὅτι ὁ οὐρανὸς καὶ οἱ ἀστέρες οὐ δι’ ἑαυτῶν κινοῦνται μεταβατικὴν κίνησιν, ἀλλ’ ὁ μὲν οὐρανὸς δῆλον ὅτι οὐδὲ ὅλως μεταβαίνε τόπον ἐκ τόπου, οἱ δὲ ἀστέρες μεταβαίνουσι μέν, ἀλλ’ οὐκ ἐξ ἑαυτῶν. Ἐπειδὴ δὲ ἀπὸ τῆς πρὸς τὰ ἄλλα ζῷα ὁμοιότητος τὴν ἐπιχείρησιν ἐποιήσατο, πρῶτον δείκνυσιν, ὅτι ἄλογόν ἐστι τὴν φύσιν μηδὲν μάτην ποιοῦσαν τοῖς μὲν ἀτιμοτέροις ζῴοις, ἃ καὶ ἰδίως ὡς γνώριμα ζῷα κέκληκεν, ὄργανα πρὸς τὴν μεταβατικὴν κίνησιν παρασχεῖν, τῶν δὲ τιμιωτέρων ἀμελῆσαι. εἰ οὗν τοῦτο ἄτοπον, ἐκεῖνο μᾶλλον ἀληθὲς καὶ πρέπον τὸ τοῦ οὐρανοῦ καὶ τῶν ἀστέρων ὥσπερ ἐπίτηδες ἀφελεῖν πάντα, δι’ ὧν ἐνεδέχετο καθ’ ἑαυτὰ προϊέναι, τουτέστι μεταβατικὴν κινεῖσθαι κίνησιν, καὶ ὅ τι πλεῖστον ἀποστῆσαι αὐτὰ τῶν ἐχόντων ὄργανα πρὸς μεταβατικὴν κίνησιν, σφαιροειδῆ δὲ καὶ τὸν οὐρανὸν ποιῆσαι καὶ ἕκαστον τῶν ἀστέρων, διότι πρὸς μὲν τὴν ἐν τῷ αὐτῷ κίνησιν, εἶπεν, ἐπιτηδειότατόν ἐστι τὸ σφαιρικὸν σχῆμα· οὕτω γὰρ καὶ τάχιστα ἂν κινοῖτο καὶ ὁμαλῶς | ὁ οὐρανὸς μέτρον κινήσεως πάσης ὑπάρχων. καὶ μάλιστα κατέχοι τὸν αὐτὸν τόπον τῷ μηδὲν ἐκτὸς ἑαυτοῦ ἔχειν. τάχιστα μὲν γὰρ κινεῖται, διότι τῶν ἰσοπεριμέτρων χωρίων ἐλαχίστη ἡ περιφερής, τῶν δὲ τῇ αὐτῇ δυνάμει κινουμένων θᾶττον κινεῖται τὸ τὴν ἐλάττονα περίμετρον διιόν· ἀλλὰ καὶ διὰ τὸ λεῖον τῆς ἐπιφανείας καὶ πανταχόθεν ὅμοιον καὶ ἰσόρροπον καί, ὥς φησιν ὁ Πλατῶν “ἐπὶ σμικροτάτου ποδὸς ἀεὶ βαῖνον’’ εὐκινητότατόν τέ ἐστι τὸ σφαιρικὸν καὶ ὁμαλὴν ἔχει τὴν κίνησιν, ἅτε μὴ κατὰ τὰς γωνίας ἀντικόπτον καὶ ἐμποδιζόμενον καὶ ἀνωμάλως φερόμενον. τὰ γὰρ γεγωνιωμένα τῶν σχημάτων καὶ διὰ τὴν ἐξοχὴν τῶν γωνιῶν καὶ διὰ τὴν ἀνομοιότητα τοῦ σχήματος ἀνώμαλον ἔχει τὴν κίνησιν καὶ κατὰ μὲν τῆς γωνίας ἐρεισθὲν θᾶττον περιφέρεται, ὡς καὶ τὸ σφαιρικὸν ἀεὶ καθ’ ἑνὸς σημείου βαῖνον, κατὰ δὲ τοῦ ἐπιπέδου βραδύτατα. ἀλλὰ καὶ τὸν αὐτὸν ἀεὶ τόπον κατέχει τὸ σφαιρικὸν σχῆμα δινούμενον διὰ τὸ μηδεμίαν ἔχειν ἐξοχήν, ἥτις ἐν τῇ περιφορᾷ ἄλλοτε ἄλλον ἐπιλαμβάνειν τε καὶ ἀπολείπειν τόπον ἀναγκάζεται. οὕτω μὲν οὖν τὸ σφαιρικὸν σχῆμα πρός τε τὴν ἐν ἑαυτῷ κίνησιν τὴν κατὰ ἀντιπαραχώρησιν τῶν μορίων γινομένην καὶ πρὸς τὴν ἐν ταὐτῷ μονὴν χρησιμώτατόν ἐστι, πρὸς δὲ τὴν εἰς τὸ πρόσθεν πρόοδον ἀχρηστότατον, εἴπερ ἀνόμοιόν ἐστι πάντῃ τοῖς δι’ ἑαυτῶν κινουμένοις τὴν μεταβατικὴν κίνησιν· ἀνόμοιον δέ, εἴπερ ἐκεῖνα εὐθύγραμμα ὄντα καὶ οὐ σφαιρικὰ προκείμενά τινα ἔχει μόρια καὶ ἀπηρτημένα, οἷς ὀργάνοις χρῆται πρὸς τὴν μετάβασιν, ἵνα μὴ τοῖς κυριωτάτοις αὐτῶν μορίοις ἐφάπτηται τοῦ ὑποκειμένου, ἡ δὲ σφαῖρα, εἰ μεταβαίνοι καὶ κυλίοιτο, παντὶ ἄν τῷ σώματι πρὸς τὴν μετάβασιν ἐχρῆτο. εἰ οὖν πρὸς τὴν εἰς τὸ πρόσθεν πρόοδον ἀχρηστότατόν ἐστι τὸ σφαιρικὸν σχῆμα, δῆλον, ὅτι ἡ κύλισις οὐκ ἔστιν αὐτῷ κατὰ φύσιν. ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος, πῶς λέγει τὸν ἀπλανῆ οὐρανὸν κατέχειν τὸν αὐτὸν τόπον μὴ ὄντα ὅλως ἐν τόπῳ κατ’ αὐτόν, καὶ λέγει, ὅτι τόπον νῦν κοινότερον τὸ διάστημα καλεῖ. ποῖον δὲ ἄρα διάστημα; εἰ μὲν γὰρ τὸ αὐτοῦ τοῦ σώματος λέγει, καὶ τοῖς μεταβατικοῖς ὑπάρχει τοῦτο τὸ εἶναι ἐν τῷ τοῦ οἰκείου σώματος διαστήματι, εἰ δὲ διάστημα τὴν χώραν λέγομεν, τοῦτο νῦν συγχωροῦμεν, ὅπερ ἐν τοῖς περὶ τόπου λόγοις ἀναιρεῖν ἐπιχειροῦμεν. Συμπεραινόμενος δὲ τὸν λόγον ὁ Ἀριστοτέλης ἐπεὶ οὖν δεῖ φησὶ τὸν μὲν οὐρανὸν κινεῖσθαι τὴν ἐν αὑτῷ κίνησιν ἤτοι τὴν ἐν τῷ αὐτῷ τόπῳ λέγων, ἐπειδὴ συνεχώρησε κατέχειν τὸν αὐτὸν τόπον, ἢ πρὸς ἀντιδιαστολὴν τῆς ἐν τόπῳ κινήσεως ἐπὶ τοῦ μὴ ὄντος ἐν τόπῳ εἶπε τὴν ἐν ἑαυτῷ κίνησιν· τὰ δὲ ἄλλα οὐράνια σώματα, τουτέστι τὰ ἄστρα. μὴ προϊέναι δι’ αὑτῶν εἰς τὸ πρόσω, ὥσπερ τά πορευόμενα καὶ μεταβάλλοντα τὸν τόπον· | εὐλόγως ἄν ἑκάτερον εἴη σφαιροειδές· οὕτω γὰρ μάλιστα τὸ μὲν οὐράνιον σῶμα κινηθήσεται τὴν ἐν αὑτῷ κίνησιν τὴν καὶ ὁρωμένην, τὰ δὲ ἄστρα τὸν αὐτὸν τόπον ἀεὶ καθέξει. Γράφεται δὲ καὶ τὸ μὲν κινήσει, τὸ δὲ ἠρεμήσει, καί ἐστιν αὕτη σαφεστέρα ἡ γραφή, εἴπερ ὁ μὲν οὐρανὸς περιφέρει τὰ ἄστρα, αὐτὰ δὲ ἐν τῶ αὐτῶ μένει τόπω. Καὶ ὅρα, ὅτι τὰ ἄστρα οὐκ εἶπε δεῖν ἁπλῶς μὴ κινεῖσθαι, ἀλλὰ μὴ προιέναι δι’ ἑαυτῶν, ὅπερ καὶ ὁ οὐρανὸς ἔχει· ἐπίτηδες γάρ φησιν ἡ φύσις ἀφεῖλεν αὐτῶν τὰ ὄργανα, δι’ ὧν ἐνεδέχετο προϊέναι καθ’ αὑτά. ἀμφοῖν δὲ ἐχόντων καὶ τὸ μένειν ἐν τῷ αὐτῷ τόπῳ καὶ τὸ κυκλικῶς κινεῖσθαι, ἡμῶν δὲ ὁρώντων τοῦ μὲν οὐρανοῦ τὴν κυκλικὴν κίνησιν ἀπὸ τῆς τῶν ἄστρων περιφορᾶς, τῶν δὲ ἄστρων τὴν ἐν τῷ αὐτῷ τόπῳ τοῦ οὐρανοῦ μονήν, ἑκάτερον ἀπὸ τοῦ παρ’ ἡμῶν ὁρωμένου χαρακτηρίσας οὕτω γὰρ φησὶ τὸ μὲν κινήσεται, τὸ δὲ ἠρεμήσει. Καὶ ἐπιστῆσαι χρή, ὅτι καὶ τοῦτο ὅλον τὸ ἐπιχείρημα πρὸς ἐκεῖνο τείνει τὸ δεῖξαι, ὅτι τὴν μεταβατικὴν ταύτην κίνησιν τὴν φαινομένην, καθ’ ἣν ἑκάστης ἡμέρας ἀνατέλλοντα φαίνεται καὶ μεσουρανοῦντα καὶ δύνοντα, οὐ καθ’ αὑτὰ προιόντα κινεῖται, ἀλλ’ ὑπὸ τοῦ οὐρανοῦ περιφέρεται ἐν τῷ αὐτῷ τοῦ οὐρανοῦ τόπῳ ἀεὶ ἠρεμοῦντα. ἐπειδὴ δὲ διαφανῆ ὄντα τὰ τῶν οὐρανίων σφαιρῶν σώματα ἡμῖν οὐχ ὁρᾶται, μόνους δὲ τοὺς ἀστέρας βλέπομεν , πόθεν δῆλον, ὅτι ἔστιν ὅλως οὐράνια σώματα καὶ μὴ καθ’ αὑτοὺς οἱ ἀστέρες ἐν τῷ αἰθέρι τὴν φαινομένην ταύτην κίνησιν κινοῦνται: πῶς δὲ τοῦτο παρῆκεν ὁ Ἀριστοτέλης ζητεῖν ὁ ἐκ τῶν ἐναργῶς φαινομένων ἀποδείξεις πανταχοῦ ποριζόμενος; ἢ οὐ παρῆκεν, ἀλλ’ ἔδειξεν ἐναργῶς, ὅτε τὰ τάχη τῶν ἀστέρων ἐδείκνυ τὴν ἀναλογίαν ἔχοντα πρὸς τὰ μεγέθη τῶν οὐρανίων κύκλων, ἐν οἷς περιφέρονται, δεῖν μὲν λέγων, ὡς καὶ ἐν τοῖς ἄλλοις, τὸ μεῖζον σῶμα θᾶττον φέρεσθαι τὴν αὑτοῦ φοράν, εἰ δὲ ἐν τοῖς ἄστροις καὶ βραχύτερά τινα μειζόνων θάττονα φαίνεται μείζονας κύκλους ἐν τῷ ἴσῳ χρόνῳ διανύοντα, δῆλον, ὅτι ἡ ἀναλογία κατὰ τὰ μεγέθη τῶν σωμάτων ἐστίν, ἐν οἷς περιφέρονται, ταῦτα δέ ἐστι τὰ οὐράνια τὴν ἀναλογίαν τοῦ τάχους ἔχοντα πρὸς τὸ μέγεθος. ὅλως δέ, εἰ δέδεικται, ὅτι οὐ δι’ ἑαυτῶν κινοῦνται τὴν φαινομένην ταύτην κίνησιν οἱ ἀστέρες, ἀλλ’ ὑπὸ σφαιρικῶν ἄλλων σωμάτων περιφερόμενοι, δέδεικται καὶ ὑπὸ Ἀριστοτέλους τὸ εἶναι τὰς οὐρανίας σφαίρας. καὶ ἐν ἀρχῇ δὲ τῆς πραγματείας ἔδειξεν ἐκ τοῦ δύο εἶναι τὰς ἁπλᾶς γραμμὰς τὸ δύο εἶναι τὰς ἁπλᾶς κινήσεις, ἐκ τούτου δὲ τὸ δύο εἶναι τὰ ἁπλᾶ σώματα τὰς ἁπλᾶς κινήσεις κινούμενα τό τε κυκλοφορητικὸν καὶ τὸ εὐθυπορούμενον. ἡ δὲ τῶν ἀστέρων αὕτη κίνησις τόπον ἐκ τόπου μεταβαινόντων οὐκ ἔστι κυρίως κυκλική, κἄν ἐπὶ κύκλου γίνηται· ἡ γὰρ κυκλικὴ κίνησις ἐν | τῷ αὐτῷ τόπῳ μένοντός ἐστι· δεῖ ἄρα εἶναι σῶμα ὁλικώτερον τῶν ἀπὸ τόπου εἰς τόπον περιφερομένων ἀστέρων. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης κατὰ πολλοὺς τρόπους ἀπέδειξε τὴν τοῦ οὐρανίου σώματος ὑπόστασιν. ἐρωτητέον δέ, τὸ μεταξὺ τῶν ἀστέρων τί ποτε ἂν εἴη; κενὸν μὲν γὰρ οὐκ ἔστι· τοῦτο γὰρ δέδεικται μὴ ὄν. εἰ οὖν σῶμα, ἢ τὸ ἀίδιον τοῦτο, ὅπερ ζητοῦμεν, τὸ οὐράνιον, ἢ γινόμενόν τι καὶ φθειρόμενον, οἷον ὁ ἀήρ, ἡ τι αἰθερῶδες ὑπέκκαυμα. καὶ πῶς δυνατὸν τῶν κατ’ οὐσίαν τοσοῦτον διαφερόντων τῶν τε ἀστέρων, φημί, ἀιδίων ὄντων καὶ τοῦ μεταξὺ σώματος, εἴπερ εἴη γενητὸν καὶ φθαρτόν, τὸν αὐτὸν εἶναι κατὰ φύσιν τόπον; πῶς δὲ ἔχει λόγον τῶν μὲν γενητῶν καὶ φθαρτῶν σωμάτων τὰς ὁλότητας συνεχεῖς εἶναι καὶ ἡνωμένας, τὸ δὲ ἀίδιον σῶμα διακεκριμένον εἶναι καὶ διεσπασμένον μὴ ἔχον σωματικὴν μίαν ὁλότητα; ἀπὸ δὲ τῶν ἐν ἀστρονομίᾳ δεικνυμένων τὸ εἶναι τὸ οὐράνιον σῶμα δειχθήσεται διὰ τῆς τῶν ἐκλειπτικῶν συνδέσμων κινήσεως τοῦ τε ἡλίου καὶ τῆς σελήνης. ἐπὶ λοξῶν γὰρ πρὸς ἀλλήλους κύκλων κινουμένων τῶν δύο φωστήρων αἱ κατὰ διάμετρον τῶν κύκλων συμβολαὶ οἱ ἐκλειπτικοὶ σύνδεσμοί εἰσι· καὶ γὰρ ἀμφοῖν μὲν τοῖν φωτοῖν ἐν τῇ αὐτῇ συμβολῇ γενομένων ἡλίου γίνεται ἔκλειψις, διαμετρησάντων δὲ ἄλληλα ἐπὶ τῶν συμβολῶν ἡ σελήνη ἐκλείπει. ἐπεὶ οὖν αἰ συμβολαὶ κινούμεναι φαίνονται ὁμαλῶς, διόπερ οὐ κτὰ τὸν αὐτὸν ἀεὶ τόπον αἱ ἐλλείψεις γίνονται, ὁ δὲ ἥλιος δέδεικται κατὰ τοῦ αὐτοῦ κύκλου τοῦ διὰ μέσων τῶν ζῳδίων ἀεὶ κινούμενος, ἒν ἡ σελήνη λοξῶς πρὸς αὐτὸν κινουμένη δι’ ἑαυτῆς κινεῖται ταύτην τὴν κίνησιν ἄλλοτε κατ’ ἄλλο σημεῖον τῷ ἡλιακῷ κύκλῳ συμβάλλουσα, οὐκέτι κτὰ κύκλον κινηθήσεται , ἀλλ’ ἕλικα γράψει · ὅπερ ἐστὶν ἄτοπον, εἴ γε χρὴ τῆς πέμπτης οὐσίας ὄντα ἁπλῆν καὶ κυκλικὴν ἔχειν τὴν κίνησιν· ἔστιν οὖν ὁ λοξὸς τῆς σελήνης κύκλος, οὗ κατὰ τὴν κίνησιν οἱ σύνδεσμοι μεταβαίνουσι· κύκλος δὲ καθ’ αὑτὸν οὔτε ἔστιν οὔτε κινεῖται, ἀλλ’ ἐν σφαίρᾳ τὸ εἶναι ἔχων τῇ σφαίρᾳ συγκινεῖται· ἔστιν ἄρα καὶ σεληνιακὸς καὶ ἡλιακὸς οὐρανός, εἰ δὲ οὗτοι, καὶ οἱ τῶν ἄλλων ἄστρων περιεκτικοί. Ἀλλὰ τοῦτο μὲν καὶ δι’ ἄλλων ἀποδείξεων πιθανωτέρων ἴσως τις ἀποδείξειε, τοσοῦτον δὲ προσθετέον τοῖς εἰρημένοις, ὅτι ἡ μὲν ἀπλανὴς καλουμένη σφαῖρα, εἴπερ ὄντως ἀπλανὴς εἴη καὶ μὴ δέχεται τις ἐπ’ αὐτῆς τὴν ῾Ιππάρχου καὶ Πτολεμαίου τήρησιν, ὡς δι’ ἑκατὸν ἐτῶν μίαν μοῖραν καὶ αὐτῆς ἀνάπαλιν κινουμένης, μίαν ἄν κινοῖτο κίνησιν καὶ ταύτην ἁπλῆν, οἱ δὲ ἐν αὐτῇ ἀστέρες δύο τήν τε ἑαυτῶν δίνησιν καὶ τὴν τοῦ παντός, οἱ δὲ πλανώμενοι τρεῖς τήν τε οἰκείαν καὶ τὴν τῶν περιεχουσῶν αὐτοὺς σφαιρῶν καὶ τὴν τοῦ παντός. ἐπειδὴ δὲ καὶ ὁ ἡμέτερος καθηγεμὼν Ἀμμώνιος ἐμοῦ παρόντος ἐν τῇ Ἀλεξανδρείᾳ τηρή|σας διὰ τοῦ στερεοῦ ἀστρολάβου τὸν Ἀρκτοῦρον ηὗρε πρὸς τὴν κατὰ Πτολεμαῖον ἐποχὴν αὐτοῦ τοσοῦτον ἐπικινηθέντα, ὅσον ἐχρῆν κατὰ ἑκατὸν ἔτη μίαν μοῖραν ἀντικινούμενον, ἀληθέστερον ἴσως ἄν εἴη λέγειν, ὅτι ἡ μὲν ἄναστρος σφαῖρα ἡ πάσας περιέχουσα, ἧς οὔπω γνῶσις ἦν, ὡς ἔοικεν , ἐν τοῖς κατὰ Ἀριστοτέλην χρόνοις, μίαν καὶ ἁπλῆν τὴν ἀπ’ ἀνατολῆς κινουμένην κίνησιν τὰς ἄλας πάσας ταύτην συμπεριάγει, ἡ δὲ ἀπλανὴς παρ’ ἡμῶν λεγομένη δύο κινεῖται κινήσεις τήν τε ἀπ’ ἀνατολῶν τοῦ παντὸς οὖσαν καὶ τὴν ἀπὸ δύσεως οἰκείαν, οἱ δὲ ἐν αὐτῇ ἀστέρες ταύτας τε τὰς δύο καὶ τὴν οἰκείαν δίνησιν, ὁμοίως δὲ καὶ αἱ ἐφεξῆς σφαῖραι καὶ οἱ ἐν αὐταῖς ἀστέρες αἱ μὲν δύο τὰς αὐτάς, αἰ δὲ τρεῖς τὰς αὐτὰς κινοῦνται κινήσεις. ἐπισημαντέον δὲ καί, ὅτι τοῦ Ἀριστοτέλους εἰπόντος ἄλογον εἶναι τὸ τὴν φύσιν τῶν μὲν ζῴων φροντίσαι, τῶν δὲ οὕτω τιμίων ὑπεριδεῖν, ὁ Ἀλέξανδρος ζῷα τὰ ἐν γενέσει κληθῆναί φησι, διότι ἴδιον μὲν ζῴων τὸ αἰσθητικόν ἐστιν, ἐν δὲ τοῖς θείοις οὐκ ἔστιν ἡ δύναμις αὕτη τῆς ψυχῆς, ὥσπερ οὐδὲ ἡ θρεπτική, ὥστε οὐδ’ ἄν ζῷα εἴη ὄντα ἔμψυχα, εἰ μὴ ὁμώνυμα. θαυμαστὸν μήν, εἰ αἰσθητόν ἐστι καὶ ἁπτὸν τὸ θεῖον, ὡς αὐτὸς λέγει, αἰσθητικὸν δὲ οὐκ ἔστιν. ἆρα ὡς κρεῖττον ὂν σώματι τὸ μὴ αἰσθάνεσθαι; καίτοι τοῦτο τοῖς ἐσχάτοις καὶ ἀτιμοτάτοις τοῖς ἀψύχοις τῶν σωμάτων ὑπάρχει. μήποτε οὖν τὰς μὲν ἐνύλους αἰσθήσεις καὶ μάλιστα παθητικὰς ἀφαιρετέον ὄσφρησιν καὶ γεῦσιν, τὰς δὲ ἄλλας ἀκριβεστάτας δοτέον· ἁπτόμενα γὰρ ἀλλήλων οὐκ ἀναισθήτως ἅπτεται, καὶ πάντα ἐφορῶσι καὶ πάντα ἀκούουσιν. p. 290b12 Φανερὸν δὲ ἐκ τούτων, ὅτι καὶ τὸ φάναι γίνεσθαι φερομένων ἁρμονίαν ἔως τοῦ καὶ τοῖς ἀνθρώποις τὸ αὐτὸ συμβαίνειν. Τὸ μὲν προκείμενόν ἐστιν ἐλέγξαι τοὺς λέγοντας ἐκ τῆς κινήσεως τῶν ἀστέρων ψόφον γίνεσθαι καὶ τοῦτον ἐναρμόνιον. ἔστι δὲ καὶ καθ’ αὑτὸ μὲν οἰκεῖον τὸ πρόβλημα τοῖς περὶ τῆς κινήσεως τῶν ἀστέρων λόγοις, ἐξ ἀκολουθίας δὲ ἀνασκευαστικὸν καὶ τοῦ προσεχῶς ἐλεγχθέντος λόγου τοῦ λέγοντος κινεῖσθαι δι’ ἑαυτῶν τοὺς ἀστέρας. εἰ γὰρ κινουμένους οὕτως ἀναγκαῖον ἦν ψοφεῖν, δειχθείη δέ, ὅτι μὴ ψοφοῦσι, δῆλον, ὅτι οὐδὲ κινοῦνται ταύτην τὴν κίνησιν. καὶ ἔστι μὲν ὁ λόγος τῶν Πυθαγορείων· οὗτοι γὰρ καὶ αἰσθάνεσθαι τὸν Πυθαγόραν ἔλεγον τοῦ ἐναρμονίου ψόφου του γινομένου ἐκ τῆς τῶν οὐρανίων σωμάτων κινήσεως. παραστὰς δὲ πρῶτον τῷ λόγῳ πιθανῶς ὁ Ἀριστοτέλης οὕτως ἐλέγχειν πειρᾶται αὐτόν· ὑπο|θέμενοι γάρ, φησίν, ἐκεῖνοι γίνεσθαι ψόφον ἀπὸ τῆς τῶν οὐρανίων σωμάτων κινήσεως καὶ πιστωσάμενοι τὴν ὑπόθεσιν ἐκ τοῦ καὶ παρ’ ἡμῖν κινουμένων σωμάτων γίνεσθαι ψόφον μήτε τὸ μέγεθος ἴσον ἐχόντων ἐκείνοις νήτε τοιούτῳ τάχει φερομένων· πολλῷ οὖν μᾶλλον ἡλίου καὶ σελήνης καὶ τῶν θλῶν ἄστρων ἐν τοσούτῳ πλήθει καὶ μεγέθει καὶ τάχει φορᾶς τοιούτῳ κινουμένων, ὡς ἐν τέτρασι καὶ εἴκοσιν ὥραις τὸ τηλικοῦτον τοῦ οὐρανοῦ περιιέναι διάστημα, ἀδύνατον μὴ γίνεσθαι ψόφον ἀμήχανόν τινα τὸ μέγεθος· οὕτως οὖν πιθανῶς τὸ γίνεσθαι ψόφον ὑποθέμενοι καὶ τὰς ἀποστάσεις αὐτῶν τὰς πρὸς τὴν γῆν ἐν ἁρμονικοῖς οὔσας λόγοις καταλαβόντες εἶτα ἐκ τῶν ἀποστάσεων τὰ μεγέθη συλλογισάμενοι ἐν τῷ αὐτῷ λόγῳ τῶν ἀποστάσεων ὄντα· μείζονα γὰρ ἀεὶ τὰ περιέχοντα τῶν περιεχομένων καὶ τοσούτῳ μείζονα, ὅσῳ πλησιαίτερον ἢ πορρώτερον περιέχει· εἶτα καὶ τὰς ταχύτητας τῶν κινήσεων ἐν τῷ αὐτῷ λόγῳ τῶν μεγεθῶν εὑρόντες, διότι τὸ μεῖζον σῶμα θᾶττον φέρεται τὴν αὑτοῦ φοράν, ὡς αὐτὸς εἶπε, καὶ τοσούτῳ θᾶττον, ὅσῳ καὶ μεῖζόν ἐστιν, ἐπειδὴ αἱ μὲν ταχύτεραι κινήσεις ὀξυτέρους ποιοῦσι τοὺς ψόφους, αἰ δὲ βραδύτεραι βαρυτέρους, ἐν δὲ ὀξύτησι καὶ βαρύτησίν εἰσιν οἱ τῶν ἐναρμονίων λόγοι, εἰκότως τούτους ἐν ταῖς ἀποστάσεσιν εὑρηκότες καὶ διὰ τὰς ἀποστάσεις ἐν τοῖς μεγέθεσιν ἀνάλογον ἔχουσι ταῖς ἀποστάσεσι καὶ διὰ τὰ μεγέθη ἐν ταῖς ταχύτησι καὶ βραδυτῆσι τῆς αὐτῆς ἀναλογίας φυλαττομένης ἐναρμόνιον γίνεσθαί φασι τὴν φωνὴν ἤτοι τὸν ψόφον φερομένων κύκλῳ τῶν ἀστέρων. καὶ ὅρα, ὅτι τῶν ἀποστάσεων καὶ τῶν μεγεθῶν ἡλίου καὶ σελήνης καὶ τῶν ἐν τούτοις λόγων γεωμετρικαῖς ἀποδείξεσι καταληφθέντων, ὡς ἐν τοῖς περὶ μεγεθῶν καὶ ἀποστημάτων ἀστρονομικοῖς θεωρήμασιν ἔγνωμεν, εἰ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων τῶν ἀνωτέρω τοῦ ἡλίου οἱ λόγοι τῶν ἀποστημάτων καὶ τῶν μεγεθῶν ὑπ’ αὐτῶν ἔτυχον κατειλημμένοι μέχρι νῦν τοῖς ἄλλοις ἀγνοούμενοι, ἐπειδὴ τοῖς μὲν ἀποστήμασι τὰ μεγέθη, τοῖς δὲ μεγέθεσιν αἱ ταχύτητες καὶ βραδυτῆτες τῶν κινήσεων ἀνάλογον ἀκολουθοῦσι καὶ ταύταις αἱ ὀξύτητες καὶ βαρύτητες τῶν ψόφων, ἀνάγκη πάντως ἐναρμόνιον εἶναι τὴν ἀπήχησιν. ἐπειδὴ δὲ ἄλογον ἐδόκει τὸ μὴ συνακούειν ἡμὰς τῆς φωνῆς, λύουσι τὴν ἔνστασιν ταύτην ἐκ τοῦ γινομένοις ἡμῖν εὐθὺς ὑπάρχειν τὸν ψόφον συνεχῆ ὄντα καὶ μὴ διαλείποντα· διά τε γὰρ τὴν συνήθειαν καὶ συντροφίαν οὐκ αἰσθανόμεθα αὐτοῦ καὶ διὰ τὴν συνέχειαν· φωνὴ γὰρ καὶ σιγὴ τῇ πρὸς ἄλληλα παραθέσει διαγινώσκονται μάλιστα, ὥσπερ καὶ κίνησις καὶ ἠρεμία καὶ λευκὸν καὶ μέλαν καὶ ἁ ἄλλα ἀντικείμενα· οὐκ αἰσθανόμεθα οὖν διὰ τὸ μὴ διάδηλον εἶναι τὸν ψόφον πρὸς ἐναντίαν σιγὴν παραβαλλόμενον, ὥστε, καθάπερ τοὺς χαλκοτύπους ὁ κτύπος οὐκ ἐπιστρέφει διὰ τὴν συνήθειαν οὐδὲ ἐν διαφορᾷ τινι δοκοῦσιν εἶναι κατακτυπούμενοι, οὕτω καὶ ἔτι μᾶλλον ἡμῖν διὰ τὴν συνέχειαν ἀναίσθητος ὁ ψόφος ἐκεῖνος γίνεται. ταῦτα τοίνυν. ἅτε ὄντα πιθανά, κομψῶς εἰρῆσθαί φησι, τουτέστιν εὐπρεπῶς, καὶ περιττῶς δέ, τουτέστιν εὑρετικῶς καὶ έπινενοημένως. p. 230b30 Tαῦτα δή, καθάπερ εἴρηται πρότερον ἕως τοῦ ὅτι μὲν οὖν σφαιροειδῆ τὰ ἄστρα, καὶ ὅτι οὐ κινεῖται δι’ αὑτῶν, εἴρηται. Πιθανῶς ἐκθέμενος τὸν λόγον πρότερον μὲν κομψῶς εἰρῆσθαι καὶ περιττῶς εἶπε, ἐμμελῶς καὶ μουσικῶς, οἰκείοις τούτοις ὀνόμασι χρησάμενος εἰρωνικῶς, καὶ λοιπὸν ὑπαντᾷ πρὸς αὐτὸν τοῖς μὲν ἄλλοις συγχωρῶν πᾶσι τοῖς κατὰ τὴν ἀναλογίαν ὡς τῷ ὄντι μουσικῶς εἰρημένοις· ἀνάγκη γὰρ ἀνάλογον ἔχειν τοῖς ἀποστήμασι τὰ μεγέθη καὶ τοῖς μεγέθεσι τὰ τάχη τῶν κινήσεων καὶ τούτοις, εἰ καθ’ αὑτὰ γίνοιτο, τὰς ὀξύτητας καὶ βαρύτητας τῶν ψόφων. αἰτιᾶται δὲ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν τὴν λέγουσαν ψόφον ἀμήχανόν τινα τὸ μέγεθος ἀπὸ τῆς ἐκείνων κινήσεως γίνεσθαι· ἀδύνατον γὰρ τοῦτο, φησίν, οὐ μόνον, ὅτι ἄτοπόν ἐστι τὸ τηλικούτου ψόφου γινομένου μηδὲν ἀκούειν, περὶ οὗ, τουτέστι τοῦ μηθὲν ἀκούειν, ἀκούειν, λύειν ἐπιχειροῦσι τὴν αἰτίαν δεικνύντες, ὅτι οὐκ ἔστιν αἰτία ἀτοπίας τὸ μηθὲν ἀκούειν· ἔστι γάρ τι ἄλλο τοῦ μηθὲν ἀκούειν αἴτιον τὸ σύνηθες· οὐ μέντοι λύουσιν· ἔδει γάρ, εἰ διὰ συνήθειαν μὴ αἰσθανόμεθα τῶν τηλικούτων ψόφων, μηδὲ τῶν ἐλαττόνων ἀντιλαμβάνεσθαι· οὐδὲ γὰρ ὁ χαλκοτύπος ἐμπίδος πετομένης ἀκούει· καὶ μέντοι τὰ διὰ συνήθειαν ἀναίσθητα ἐφιστανόντων ἡμῶν αἰσθητὰ γίνεται· οὐ μόνον οὖν διὰ ταῦτα ἀδύνατόν φησι τὸ ὑπ’ ἐκείνων εἰρημένον, ἀλλὰ καὶ τὸ νομίζειν μόνα τὰ αἰσθανόμενα πάσχειν ὑπὸ τῶν ψόφων ἀκούοντα αὐτῶν· διὰ τοῦτο γὰρ τοῦ μὴ ἀκούειν αἰτίαν εἰπόντες ἐκφεύγειν τὸ ἄτοπον ὑπολαμβάνουσιν. ἔδει δὲ ἐννοεῖν, ὅτι οἱ ὑπερβάλλοντες ψόφοι διακναίουσι καὶ τῶν ἀψύχων καὶ μὴ αἰσθανομένων σωμάτων τοὺς ὄγκους· ὁ γὰρ τῆς βροντῆς ψόφος διίστησι λίθους λίθους πολλάκις καὶ τὰ καρτερώτατα τῶν σωμάτων. εἰ οὖν βροντῆς μιᾶς ψόφος τηλικαῦτα δρᾷ, τοσούτων ἄρα κινουμένων καὶ τηλικούτων σωμάτων τῶν ἀστέρων τοῦ ψόφου διιόντος εἰς τὰ τῇδε πρὸς ἀναλογίαν τοῦ κινουμένου μεγέθους πολλαπλάσιον καὶ τῆς μεγίστης βροντῆς ψόφου μέγεθος ἀναγκαῖον ἀφικνεῖσθαι δεῦρο, κἄν μὴ ἀκούωμεν, ὥς φασι, διὰ συντροφίαν· ὥστε καὶ τὴν ἰσχὺν τῆς βίας αὐτοῦ ἀμήχανον εἶναι, ὡς πάντα ἄν διαφθεῖραι τὰ τῇδε. ἀλλ’ εὐ|λόγως, φησίν, οὔτε ἀκούομεν οὔτε πάσχοντα φαίνεται τὰ τῇδε σώματα βίαιον οὐθὲν πάθος διὰ τὸ μὴ ψοφεῖν. εἰ γὰρ ἐψόφει, καὶ ἀκούειν ἦν ἀνάγκη καὶ διαφθείρεσθαι τὰ τῇδε, εἰ δὲ μηδὲν τούτων γίνεται, δῆλον, ὅτι οὐ ψοφεῖ ἐκεῖνα. τὸ δὲ αἴτιον, φησί, τοῦ μὴ ψοφεῖν τὰ ἄστρα κινούμενα δῆλον γενόμενον ἅμα καὶ μαρτύριον τῶν εἰρημένων ἡμῖν λόγων ἐστίν, ὥς εἰσιν ἀληθεῖς. ἐλέγομεν δέ, ὅτι οὐ κινεῖται καθ’ αὑτὰ τὰ ἄστρα· τὸ γὰρ ἀπορηθέν, διὰ τί οὐκ ἀκούομεν, καὶ τὸ ποιῆσαν τοὺς Πυθαγορείους φάναι γίνεσθαι συμφωνίας τῶν ἐν οὐρανῷ κινουμένων ἡμῖν ἐστι τεκμήριον τοὐ μὴ καθ’ αὑτὰ κινεῖσθαι τὰ ἄστρα. εἰ γὰρ κινεῖται μέν, καὶ τοῦτο τοὺς Πυθαγορείους ἐποίησε συμφωνίας φάναι τῶν κινουμένων, μὴ ἀκούομεν δὲ ψόφου, δῆλον, ὅτι οὐ καθ’ αὑτὰ κινεῖται· ὅσα μὲν γὰρ καθ’ αὑτὰ φέρεται, ποιεῖ ψόφον πλήττοντα, ὅσα δὲ κατὰ συμβεβηκὸς τῷ ἐν τῷ φερομένῳ εἶναι ἢ μέρη τοῦ φερομένου, καθάπερ ἐν τῷ πλοίῳ τὰ μόρια, ταῦτα οὐχ οἷόν τε ψοφεῖν, κἄν ψοφῇ τὸ πλοῖον δι’ ὕδατος ἱσταμένου ἢ ἀντικινουμένου κινούμενον. ἀλλ’ οὐδὲ αὐτὸ τὸ πλοῖον, εἰ κατὰ ῥοῦν φέροιτο, ψοφεῖ· ὡς γὰρ μόριόν πως καὶ ὡς ἐν ἀγγείῳ γίνεται τῷ ὕδατι τοῦ ποταμοῦ ἡ ναῦς. λέγει δὲ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, ὅτι ὡς μὲν ἐν τόπῳ ἡ ναῦς ἐν τῷ τοῦ ὅλου ποταμοῦ τόπῳ ἐστί· καὶ γὰρ τῶν ἐν ἀγγείῳ τόπος οὗτος, ὃς καὶ τοῦ ἀγγείου ἐστίν· ὡς δὲ ἐν ἀγγείῳ τῷ τοῦ ποταμοῦ ὕδατι. ἐναργῶς δὲ καὶ χαριέντως τὴν ἀπορίαν εἰς τὰ μέρη τοῦ πλοίου καὶ τὸ πλοῖον μεταγαγὼν ἐπήγαγε τὸ δὲ ἐν μὴ φερομένῳ φερόμενον ποιεῖ ψόφον, ὡς ἡ ναῦς διὰ τοῦ ἑστηκότος ὕδδατος ἢ τὸ δι’ ἀέρος ἑστηκότος φερόμενον· τὸ δὲ συνημμένον τῷ φερομένῳ, ὅπερ συνεχὲς καλεῖ, οἷον ὁ ἱστὸς ἐν τῇ νηὶ ἢ τὸ ὕδωρ ἐν τῷ κεράμῳ ἢ τὸ πλοῖον ἐν τῷ ῥέοντι ποταμῷ, καὶ μὴ καθ’ αὑτὸ πλῆττον ἀδύνατον ψ·οφεῖν. ὥστε ἐνταῦθα, φησί, λεκτέον κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τὸν διὰ τριῶν καλούμενον τρόπον, ὡς, εἵπερ ἐφέροντο τὰ σώματα τῶν ἀστέρων εἴτε ἐν ἀέρος πλήθει κεχυμένῳ μέχρι τῶν ἀνωτάτω εἴτε πυρός· τοῦτο γὰρ μᾶλλον ἀκολουθότερον δοκεῖ διὰ τὸ ἐπιπολάζειν τῷ ἀέρι τὸ πῦρ· ἀναγκαῖον ποιεῖν ὑπερφυᾶ τῷ μεγέθει τὸν ψόφον, εἰ δὲ γένοιτο ὁ ψόφος, ἀναγκαῖον δεῦρο ἀφικνεῖσθαι αὐτὸν καὶ διακναίειν τὰ τῇδε. εἰ οὖν μὴ φαίνεται συμβαῖνον τὸ ἐξ ἀνάγκης ἄν ἀκολουθῆσον τῷ κινεῖσθαι τοὺς ἀστέρας καθ’ ἑαυτοὺς τὸ δεῦρό τε ἀφικνεῖσθαι τὸν ψόφον καὶ διακναίειν τὰ τῇδε, δῆλον, ὅτι ψεῦδος ἄν εἴη τὸ ἡγούμενον· ὥστε οὐκ ἄν καθ’ αὑτοὺς οἱ ἀστέρες κινοῖντο οὔτε καθ’ ὁρμὴν οἰκείαν, ὡς τὰ ἔμψυχα, οὔτε βίᾳ ῥιπτούμενα ὑπό τινος ἢ ὠθούμενα ἢ ἑλκόμενα. τοῦτο δέ, φησί, γέγονεν ὥσπερ τὸ μέλλον προνοούσης καὶ προαναλογισαμένης τῆς φύσεως, ὅτι μὴ τοῦτον τὸν τρόπον κινουμένων τῶν ἀστέρων, ὥσπερ νῦν κινοῦνται ἐν τοῖς οὐρανίοις σώμασι συγκινούμενοι, ἀλλὰ καθ’ αὑτοὺς κινομένων, οὐθὲν ὅν ἦν τῶν περὶ τὸν δεῦρο τόπον ὁμοίως ἔχον, ὡς νῦν ἔχει, πάντων ὑπὸ τοῦ ψόφου καὶ τοῦ ῥοίζου τῆς κινήσεως διαφθαρέντων. Καλῶς δὲ ἐν τούτοις ὁ Ἀλέξανδρος ἐφιστάνει, ὅτι τὸ νῦν εἰρημένον δεικτικόν ἐστι τοῦ εὐλόγως μηδὲ τὰς σφαίρας αὐτὰς κινουμένας ἦχον ποιεῖν· οὐδὲν γὰρ διαιροῦσι σῶμα τῇ κινήσει μένον αὐτό, δι’ οὗ κινεῖται· οὐδὲ γὰρ ἔστι τι σῶμα τοιοῦτον ἐκεῖ· ἀλλ’ αὐταὶ κινοῦνται ἐν ἑαυταῖς, ὡς πολλαχοῦ ὁ Ἀριστοτέλης εἶπεν, ἁπτόμεναι ἀλλήλων κατὰ τὴν ἐπιφάνειαν μηδενὸς μεσιτεύοντος ἄλλου σώματος οὐκ ἔχοντος τοῦ σώματος αὐτῶν ἀντιτυπίαν ἢ τραχύτητά τινα ἢ ὅλως ἐξοχήν. δεύτερον δὲ ἐφιστάνει καὶ τούτῳ καλῶς, ὅτι ἐκ τῶν ἐνθάδε λεγομένων δῆλός ἐστιν ὁ Ἀριστοτέλης πρόνοιαν ἐναργῶς καὶ τῶν ἐνταῦθα ἡγούμενος· τὴν γὰρ φύσιν φησὶ προνοουμένην τῶν τῇδε ποιεῖσθαι τὰς σφαίρας κινουμένας, ἀλλ’ οὐ τὰ ἄστρα· τὸ γὰρ ποιοῦν αἴτιον τοῦτο καὶ προνοεῖ. δῆλον δέ, ὅτι φύσιν νῦν τὸν θεὸν καλεῖ ὁ Ἀριστοτέλης· ἡ γὰρ κυρίως παρ’ αὐτοῦ λεγομένη φύσις ἡ ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ ἔστιν, οὐ μόνον προνοεῖν οὐκ ἰσχύει, ἀλλ’ οὐδὲ νοεῖν ἡ γινώσκειν ὅλως πέφυκεν οὐδὲ αἰσθάνεσθαι ἐν τοῖς ἀναισθήτοις σώμασι πρώτως ἐμπεφυκυῖα. ἐφεξῆς δὲ ὁ Ἀλέξανδρος καὶ δι’ οἰκείου ἐπιχειρήματος πειρᾶται δεικνύναι προσεχέστερον, ὅτι οὐ κινεῖται τὰ ἄστρα καθ’ αὑτὰ τῶν σφαιρῶν μενουσῶν. εἰ γὰρ κινεῖται, φησίν, οὕτως, ἤτοι ἐν τῷ βάθει τῶν σφαιρῶν ὄντα κινεῖται ἢ ἐν τῇ ἐπιφανείᾳ· ἀλλ’ εἰ ἐν τῷ βάθει, ἢ δι’ αὐτοῦ τοῦ οὐρανίου σώματος κινεῖται διαιροῦντα τὸ ἐπιπροσθοῦν αὐτοῦ ἢ δι’ ἄλλου γενητοῦ τινος σώματος ὄντος ἐκεῖ ἢ διὰ κενοῦ τοῦ ἐνυπάρχοντος. ἀλλὰ κενὸν μὲν οὔτε ἀλλαχοῦ οὔτε πολλῷ μᾶλλον ἐν τῷ οὐρανῷ δυνατὸν εἶναι· ἀλλ’ οὐδὲ ἄλλο τι σῶμα φθαρτόν ἐστιν ἐν τῷ θείῳ καὶ ἀιδίῳ σώματι· παρὰ φύσιν γὰρ ἄν εἴη· εἰ οὖν δι’ αὐτοῦ τοῦ οὐρανίου σώματος κινεῖται τέμνον αὐτό, τὸ δὲ μετὰ τὴν τομὴν συγχεῖται πάλιν, παθητόν τε ἄν εἴη τὸ σῶμα σιαιρούμενον καὶ μέντοι καὶ ὑγρόν· αὕτη γὰρ ὑγροῦ φύσις. εἰ οὖν τὸ ὑγρὸν ξηρῷ ἐναντίον, ἡ δὲ αὐτὴ ὕλη τῶν ἐναντίων, δυνήσεται αὐτὴ καὶ τὸ ξηρὸν δέξασθαι· εἰ δὲ τοῦτο, οὐκ ἀίδιον οὐδὲ ἄφθαρτον τῇ αὑτοῦ φύσει τὸ οὐράνιον σῶμα. εἰ δὲ ἐπικείμενα ἐν τῇ ἐπιφανείᾳ τῶν οἰκείων σφαιρῶν καὶ ἐξέχοντα κινεῖται, τῶν παρακειμένων τὸ ἐπιπροσθοῦν ἀεὶ διαιρεῖ ἢ φθαρτόν τι σῶμα ἢ οὐράνιον ἢ διὰ κενοῦ χωρεῖ, καὶ πάλιν οἱ αὐτοὶ λόγοι ῥηθήσονται· εἰ δὲ εἴη ἄλλο τι ἐκεῖ σῶμα, οὐκ ἔσται σφαιρικὸν ἔτι καθ’ αὑτὸ τὸ θεῖον σῶμα οὐδέ, ὡς αὐτὸς ἔφη, πρὸς ἀκρίβειαν ἔντορνον. Δῆλον δέ ἐστιν, ὅτι καὶ τὰ ὑπὸ | τοῦ Ἀλεξάνδρου λεγόμενα πρὸς τοὺ λέγοντας αὐτὰ καθ’ αὑτὰ τὰ ἄστρα μεταβατικὰ κινεῖσθαι τὴν ὑπάντησιν ποιεῖται, καὶ οὐδὲν τῶν Πλάτωνος ἐνοχλοῦσι λόγων τῶν λεγόντων καὶ τοὺς ἀστέρας ὁμοίως ταῖς ὅλαις σφαίραις περὶ τὰ ἑαυτῶν κέντρα κυκλικῶς περιφέρεσθαι· οὔτε γὰρ μετὰ τῶν σφαιρῶν καὶ ἐν ταῖς σφαίραις περιφερόμενοι ψοφήσουσιν οὔτε ἐν ἑαυτοῖς κινούμενοι ὥσπερ αἱ σφαῖραι· οὐδὲ γὰρ αἱ σφαῖραι ψοφοῦσι κατ’ αὐτούς. οἱ δὲ Πυθαγόρειοι ἐναρμόνιον ἦχον ἀπὸ τῆς τῶν οὐρανίων σωμάτων κινήσεως ἔλεγον ἀποτελεῖσθαι καὶ ἐκ τῆς τῶν ἀποστημάτων αὐτῶν ἀναλογίας μετ’ ἐπιστήμης συνελογίζοντο, εἴπερ οὐ μόνον Ἡλίου καὶ Σελήνης καὶ Ἀφροδίτης καὶ Ἐρμοῦ, ἀλλὰ καὶ τῶν ἄλλων ἀστέρων οἱ λόγοι τῶν ἀποστημάτων ὑπ’ αὐτῶν κατελήφθησαν. ‘Η μέντοι τοῦ μὴ ἀκούειν ἡμάς ἀποδοθεῖσα αἰτία ἡ διὰ συντροφίαν καὶ συνήθειαν λέγουσα θαυμάζω εἰ τοῖς Πυθαγορείοις ἐπιπρέπει τὸν Πυθακαὶ ἱστοροῦσιν ἀκοῦσαί ποτε τῆς τοιαύτης ἁρμονίας· καίτοι καὶ ἐκείνῳ σύντροφος ἦν, ὥσπερ τοῖς ἄλλοις ἀνθρώποις. μήποτε οὖν κατὰ τὴν τῶν ἀνδρῶν φιλοσοφίαν λυτέον τὴν ἔνστασιν λέγοντα, ὅτι οὐ πάντα ἀλλήλοις ἐστὶ σύμμετρα, οὐδὲ πᾶν παντί ἐστιν αἰσθητὸν οὐδὲ παρ’ ἡμῖν· δηλοῦσι δὲ οἱ κύνες ὀσφραινόμενοι τῶν ζῴων πόρρωθεν, ὧν οἱ ἄνθρωποι οὐκ ὀσφραίνονται. πόσῳ δὴ μᾶλλον ἐπὶ τῶν τοσοῦτον τῇ φύσει διεστηκότων, ὅσον τὰ ἄφθαρτα τῶν φθαρτῶν καὶ τὰ οὐράνια τῶν ἐπιγείων, ἀληθὲς εἰπεῖν, ὅτι ὁ τῶν θείων σωμάτων ἦχος ταῖς ἐπικήροις ἀκοαῖς οὐκ ἔστιν ἀκουστός. εἰ δέ τις καὶ τοῦτο τὸ σῶμα τὸ ἐπίκηρον ἐξηρτημένος τὸ αὐτοειδὲς αὐτοῦ καὶ οὐράνιον ὄχημα καὶ τὰς ἐν αὐτῷ αἰσθήσεις κεκαθαρμένας σχοίη ἢ δι’ εὐμοιρίαν ἢ δι’ εὐζωίαν ἢ πρὸς τούτοις διὰ ἱερατικὴν τελεσιουργίαν, οὗτος ἂν ἴδοι τὰ τοῖς ἄλλοις ἀόρατα καὶ ἀκούσοι τῶν τοῖς ἄλλοις μὴ ἀκουομένων, ὥσπερ· ὁ Πυθαγόρας ἱστόρηται. θείων δὲ καὶ ἀύλων σωμάτων κἄν εἰ γίνηταί τις ψόφος, οὔτε πληκτικὸς οὔτε ἀποκναίων γίνεται, ἀλλὰ τῶν γενεσιουργῶν ἤχων διεγείρει τὰς δυνάμεις καὶ τὰς ἐνεργείας καὶ τὴν σύστοιχον αἴσθησιν τελειοῖ· καὶ ἀναλογίαν μὲν ἔχει τινὰ πρὸς τὸν ψόφον τὸν συνεδρεύαντα τῇ κινήσει τῶν ἐπικήρων σωμάτων, ἐνέργεια δέ τίς ἐστι τῆς ἐκείνων κινήσεως ἀπαθὴς τοῦ ψόφου παρ’ ἡμῖν γινομένου διὰ τὴν ἠχητικὴν τοῦ ἀέρος φύσιν· εἰ οὖν ἐκεῖ ἀὴρ παθητικὸς οὐκ ἔστι, δῆλον, ὅτι οὐδὲ ψόφος ἄν εἴη. ἀλλ’ ἔοικεν ὁ Πυθαγόρας οὕτω λέγεσθαι τῆς ἁρμονίας ἐκείνης ἀκούειν, ὡς εἰ καὶ τοὺς ἐν τοῖς ἀριθμοῖς ἁρμονικοὺς λόγους ἐννοῶν καὶ τὸ ἐν αὐτοῖς ἀκουστὸν ἀκούειν ἔλεγε τῆς ἁρμονίας. Ἀπορήσοι δὲ ἄν τις εἰκότως, διὰ τί αὐτὰ μὲν τὰ ἄστρα ταῖς ὁρατικαῖς ἡμῶν αἰσθήσεσιν ὁρᾶται, ὁ δὲ ἦχος αὐτῶν ταῖς ἀκοαῖς ἡμῶν οὐκ ἀκούεται. καὶ ῥητέον, ὅτι οὐδὲ τὰ | ἄστρα αὐτὰ ὁρῶμεν· οὐδὲ γὰρ τὰ μεγέθη αὐτῶν οὔτε τὰ σχήματα οὔτε τὰ ὑπεραίροντα κάλλη, ἀλλ’ οὐδὲ τὴν κίνησιν, δι’ ἣν ὁ ψόφος, ἀλλ’ οἷον ἔκλαμψίν τινα αὐτῶν ὁρῶμεν τοιαύτην, οἷον καὶ τὸ τοῦ ἡλίου περὶ γῆν φῶς, οὐκ αὐτὸς ὁ ἥλιος ὁρᾶται. τάχα δὲ οὐκ ἂν εἴη θαυμαστὸν τὴν μὲν ὀπτικὴν αἴσθησιν ἅτε ἀυλοτέραν καὶ κατ’ ἐνέργειαν μᾶλλον ἱσταμένην ἤπερ κατὰ πάθος καὶ πολὺ τῶν ἄλλων ὑπερέχουσαν τῆς αἴγλης καὶ ἐκλάμψεως τῶν οὐρανίων ἀξιοῦσθαι, τὰς δὲ ἄλλας αἰσθήσεις μηδὲ πρὸς ταύτας ἐπιτηδείως ἔχειν. Ἀλλὰ τούτων μὲν καὶ τῶν τοιούτων εἴ τις ἄλλας πιθανωτέρας αἰτίας ἀποδιδοίη, φίλος ὤν, ἀλλ’ οὐκ ἐχθρὸς κρατεῖ. χρὴ δὲ μηδὲ ἐκεῖνο παραπαντὸς δραμεῖν, πῶς αἱ βρονταὶ τοὺς λίθους καὶ τὰ καρτερώτατα τῶν σωμάτων παχυτέρων νεφῶν ἢ κατὰ συγκρουσμόν, καθ’ ἑκάτερον τῶν τρόπων πνεῦμα βιαίως ἀπ’ ἐκείνων ἐκδίδοται τῶν νεφῶν· τοῦτο οὖν μετὰ ῥοίζου καὶ βίας φερόμενον διίστησι τὰ προσπίπτοντα. ὅσην δὲ δύναμιν ἔχει τὰ πνεύματα βιαίως κινούμενα, καὶ οἱ ἄνεμοι δηλοῦσι καὶ οἱ σεισμοὶ καὶ αἱ τῆς θαλάσσης ἀμπώτεις τε καὶ ἐπικλύσεις. Συμπεραινόμενος δὲ ὁ Ἀριστοτέλης τὰ περὶ τῶν ἄστρων εἰρημένα, ὅτι τε σφαιροειδῆ, φησίν, εἴρηται· τοῦτο δὲ καὶ μετ’ ὀλίγον ἀκριβέστερον ἀποδείξει· καὶ ὅτι οὐ κινεῖται δι’ ἑαυτῶν, τὴν μεταβατικὴν δηλονότι ταύτην κίνησιν τὴν ὁρωμένην, περὶ ἧς ἀποδεικνὺς διετέλεσε. καὶ δῆλον ἐντεῦθεν, ὅτι καὶ τὸ μὴ ψοφεῖν καὶ ὡς καθ’ αὑτὸ τοῖς προκειμένοις οἰκεῖον ὑπάρχον ἀπέδειξε καὶ μέντοι ὡς καὶ ἐκ τούτου τὸ μὴ κινείσθω σουλλογιζόμενος. συνήργησε δὲ αὐτῷ πρὸς τὸ ἀπὸ τοῦ μὴ ψοφεῖν τὸ μὴ κινεῖσθαι συναγαγεῖν τὸ τοὺς Πυθαγορείους, ὥς φησιν, ἢ οὐκ οἶδα τίνας· οὐ γὰρ σαφῶς τοῦτο περὶ τῶν Πυθαγορείων λέγει· δοκεῖν ἀναγκαῖον εἶναι τηλικούτων σωμάτων φερομένων γίνεσθαι ψόφον· εἰ οὖν κινούμενα ἀνάγκη ψοφεῖν, ἐὰν μὴ ψοφῇ, οὐδὲ κινεῖται. δῆλον δέ, ὅτι ὡς ἐκείνοις ἀκόλουθον ἐπῆκται τοῦτο τοῖς λέγουσι κινούμενα αὐτὰ ψοφεῖν· εἰ μέντοι μήτε μεταβατικήν τις αὐτὰ κίνησιν λέγοι κινεῖσθαι μήτε διὰ σωμάτων ψοφητικῶν, οὐκέτι ἀληθὲς εἰπεῖν, εἰ μὴ ψοφεῖ, μηδὲ κινεῖσθαι· καὶ γὰρ τὰς σφαίρας ὁ Ἀριστοτέλης κινεῖσθαι λέγων οὐ φησὶ ψοφεῖν οὐδὲ τὸ μὴ ψοφεῖν αὐτὰς τεκμήριον τοῦ μὴ κινεῖσθαι ποιεῖται διὰ τὸ ἐν αὑταῖς ἀλλὰ μὴ δι’ ἄλλου σώματος μεταβατικῶς κινεῖσθαι. καὶ οἱ ἀστέρες τοίνυν, εἰ ἐν αὑτοῖς ὁμοίως ταῖς σφαίραις κινοῖντο, οὐκ ἀναγκάζονται ψοφεῖν οὐδέ, εἰ μὴ ψοφοῦσιν, ἤδη διὰ τοῦτο οὐδὲ κινοῦνται. p. 291a29 Περὶ δὲ τῆς τάξεως αὐτῶν ἕως τοῦ | ὥσπερ καὶ δεικνύουσιν οἱ μαθηματικοί. Tῷ περὶ τῶν οὐρανίων λέγοντι ἀναγκαῖον ἦν καὶ περὶ τῆς κατὰ τὴν θέσιν τάξεως τῶν τε σφαιρῶν καὶ τῶν ἀστέρων εἰπεῖν, τίνα μὲν πρότερα καὶ τῇ ἀπλανεῖ προσεχέστερα, τίνα δὲ ὕστερα καὶ περιγειότερα, καὶ ἔτι μέντοι πῶς ἔχει πρὸς ἄλληλα τοῖς ἀποστήμασι τοῖς ὡς πρὸς τὴν γῆν παρα- οὖν, φησίν, ἐκ τῶν περὶ ἀστρολογίαν θεωρείσθω· καὶ γὰρ ἐκεῖ περῖ τῆς τάξεως τῶν πλανωμένων καὶ περὶ μεγεθῶν καὶ ἀποστημάτων ἀποδέδεικται Ἀναξιμάνδρου πρώτου τὸν περὶ μεγεθῶν καὶ ἀποστημάτων λόγον εὑρηκότος, ὡς Εὔδημος ἱστορεῖ τὴν τῆς θέσεως τάξιν εἰς τοὺς Πυθαγορείους πρώτους ἀναφέρων. τὰ δὲ μεγέθη καὶ τὰ ἀποστήματα Ἡλίου καὶ Σελήνης μέχρι νῦν ἔγνωσται ἀπὸ τῶν ἐκλείψεων τὴν ἀφορμὴν τῆς καταλήψεως λαβόντα, καὶ εἰκὸς ἦν ταῦτα καὶ τὸν Ἀναξίμανδρον εὑρηκέναι, καὶ Ἑρμοῦ δὲ καὶ Ἀφροδίτης ἀπὸ τῆς πρὸς τούτους μεταπαραβολῆς, ὧνπερ τὰ μεγέθη καὶ τὰ ἀποστήματα ὑπὸ τῶν μετὰ Ἀριστοτέλην πλέον ἠκριβώθη καὶ τελεώτατά γε ὑπὸ τῶν περὶ Ἵππαρχον καὶ Ἀρίσταρχον καὶ Πτολεμαῖον. κατὰ δὲ τὴν τῶν ἀποστημάτων, φησίν, ἀναλογίαν συμβαίνει γίνεσθαι τὰς κινήσεις διὰ τὸ θᾶττον μὲν κινεῖσθαι τὰ περιγειότερα, ὥσπερ τὴν Σελήνην, βραδύτερον δὲ τὰ πορρωτέρω κατὰ τὴν ἀναλογίαν τῶν ἀποστημάτων. τοῦτο τοίνυν οἰκείως ἐπαχθὲν τῷ περὶ τῆς τάξεως καὶ τῶν ἀποστημάτων λόγῳ ἀπορίαν ἐκίνει δικαίως, διὰ τί θᾶττον κινεῖται τἂ περὶ τὴν γῆν, βραδύτερον δὲ τὰ ἀνωτέρω καὶ μᾶλλον τῇ ἀπλανεῖ πλησιάζοντα, ὥσπερ ὁ τοῦ Κρόνου διὰ τριάκοντα ἐτῶν ἀποκαθιστάμενος τῆς Σελήνης διὰ μηνὸς περιιούσης. καὶ ἡ ἀπορία διχόθεν ἄν ὁρμηθείη ἀπό τε τοῦ μεγέθους· τὸ γὰρ μεῖζον σῶμα θᾶττον φέρεται τὴν οἰκείαν φοράν, ὡς αὐτὸς εἶπεν ὁ Ἀριστοτέλης, μεῖζον δὲ ἀεὶ τὸ περιέχον τοῦ περιεχομένου· πῶς οὖν οὐ θᾶττον μᾶλλον αἱ ἐξώτεραι κατὰ λόγον τοῦ μεγέθους καὶ τοῦ ἀποστήματος, ἀλλὰ τοὐναντίον βραδύτερον φέρονται; καὶ μέντοι καὶ ἀπὸ τῆς πρὸς τὴν ἀπλανῆ γειτνιάσεως ἢ ἀποστάσεως ἀπορεῖν ἀνάγκη· εἰ γὰρ ταχίστην κίνησιν πασῶν τῶν σφαιρῶν ἡ ἀπλανὴς κινεῖται, ἀκόλουθον τὰ προσεχέστερα αὐτῇ θάττον κινεῖσθαι τῶν πορρωτέρω κατὰ τὸν λόγον τῆς ἀποστάσεως, καὶ εἰ ἡ γῆ ἀκίνητος κτὰ φύσιν ἐστί, βραδύτερα ἐχρῆν εἶναι τὰ μᾶλλον τῇ γῇ πλησιάζοντα τῶν μᾶλλον διεστηκότων καὶ τοῦτο πάλιν κατὰ τὸν λόγον τῆς ἀποστάσεως. ταύτας οὖν τὰς ἀπορίας εὐμηχάνως λύων λέγει, ὅτι τῆς ἀπλανοῦς μίαν καὶ ταχίστην κίνησιν τὴν ἀπ’ ἀνατολῶν κινουμένης, τῶν δὲ πλανωμένων ταύτην τε καὶ τὴν ἐναντίαν, εὔλογον ἦν τὸ | μὲν ἐγγυτάτω τῆς ταχίστης περιφορᾶς ἐν πλείστῳ χρόνῳ διιέναι τὴν |ἐναντίαν αὐτῇ περιφορὰν ἅτε κρατούμενον ὑπ’ αὐτῆς καὶ ἀντικοπτόμενον, τὸ δὲ πορρώτατον πάντων ἥκιστα κρατούμενον διὰ τὴν ἀπόστασιν θᾶττον κινεῖσθαι τῶν ἄλλων, τὰ δὲ μεταξὺ κατὰ λόγον ἤδη τῆς ἀποστάσεως, ὥσπερ καὶ δεικνύουσιν οἱ μαθἡματικοί. τί οὖν; βιαζόμεναι ὑπὸ τῆς ἀπλανοῦς αἱ πλησιάζουσαι μᾶλλον αὐτῇ βραδύτερον κινοῦνται; καίτοι εἰ βία, πάντως καὶ παρὰ φύσιν· ὥστε ἄμφω τὰς κινήσεις καὶ τὴν ἀπ’ ἀνατολῶν, ἣν τῇ ἀπλανεῖ συμπεριφέρονται, καὶ τὴν ἀπὸ δυσμῶν τὴν οἰκείαν αὐτῶν βίᾳ καὶ παρὰ φύσιν κινηθήσονται. καλῶς δὴ πρὸς ταύτην τὴν ἀπορίαν ὑπήντησεν ὁ Ἀλέξανδρος λέγων, ὅτι ἡ τῆς ἀπλανοῦς ταχίστη κίνησις αἰτία μέν ἐστι τῇ τοῦ Κρόνου σφαίρᾳ τῆς βραδυτέρας ἀποκαταστάσεως, οὐκ ἀκούσῃ μέντοι οὐδὲ αὐτῇ· καὶ γὰρ προαιροῖτο ἄν καὶ βούλοιτο ἄν ταῦτα· οὐδὲν γὰρ ἦν αὐταῖς βέλτιον οὐδὲ αἱρετώτερον τῆς τοιαύτης διακοσμήσεως. ἅμα οὖν καὶ ἡ κατὰ τὸ ἀναγκαῖον καὶ ἡ κατὰ τὸ ἄριστον αἰτία συνδεδραμήκασιν· ἀναγκαῖον γὰρ οὐ τὸ βίαιον μόνον· καὶ διότι μὲν ἄριστον οὕτως ἔχειν, ἑκουσίως, διότι δὲ πλησίον τῆς ἀντιφερομένης, ἐξ ἀνάγκης. οὐ γὰρ παρὰ φύσιν αὐταῖς αἱ ὑπ’ ἀλλήλων κινήσεις τῷ μηδὲ εἶναί τινα κίνησιν αὐταῖς παρὰ φύσιν, ὅτι μηδὲ ἐναντίον. οὖσαι δὲ αὐταῖς, ἃς κινοῦνται, πᾶσαι κατὰ φύσιν οὕτως ἂν εἶεν, ὡς τὰς μὲν ἐξ αὐτῶν γίνεσθαι, τὰς δὲ ὑπ’ ἀλλήλων· ὥστε καὶ ἐπὶ τῆς φορᾶς, ἣν φέρονται τῇ ἀπλανεῖ συγκινούμεναι, τὰ αὐτὰ ῥητέον, ὅτι οὐδὲ αὕτη παρὰ φύσιν αὐταῖς. Μήποτε δὲ ἔτι μένει τὸ ἄπορον. ἔστω γὰρ μήτε βίᾳ μήτε παρὰ φύσιν, ἀλλ’ ἑκουσίως κινεῖσθαι τἀς ὑπ’ ἀλλήλων κινήσεις· ἆρα οὐκ ἔδει πάντως καὶ οἰκείας ἔχειν κινήσεις κατὰ φύσιν τὰς σφαίρας ἐμψύχους οὔσας καὶ πράξεως μετεχούσας, ὡς αὐτὸς ἐρεῖ; εἰ δὲ δύο μέν εἰσιν αἱ κινήσεις, ἃς κινοῦνται, ἥ τε ἀπ’ ἀνατολῶν καὶ ἡ ἀπὸ δυσμῶν, ἐπεὶ τὴν μὲν ἀπ’ ἀνατολῶν τῆς ἀπλανοῦς οὖσαν κινοῦνται· ἐκείνῃ γὰρ αὐτὴν συμπεριφέρονται· τὴν δὲ ἀπὸ δυσμῶν καὶ αὐτὴν ὑπὸ τῆς ἀπλανοῦς κρατουμένην ἔχουσι καὶ ἀντικοπτομένην, τίνα ἄν ἔχοιεν οἰκείαν κατὰ φύσιν κίνησιν; ὥστε ὁ τοῦ Ἀριστοτέλους λόυος τὰς μὲν ἀπορίας οὐκ ἔλυσε, πῶς ἔτι ἀληθὲς τὸ τὸ μεῖζον σῶμα θᾶττον φέρεσθαι τὴν οἰκείαν φοράν, πῶς δὲ τὸ μὲν τῇ ἀπλανεῖ γειτνιάζον τῇ ταχίστην ἐχούσῃ τὴν κίνησιν καὶ συγγενέστερον δηλονότι πρὸς αὐτὴν ὑπάρχον· κατὰ γὰρ τὴν τῆς οὐσίας συγγένειαν ὁ τῶν τόπων ἀπεδόθη πλησιασμός· βραδυτέραν ἔχει τὴν κίνησιν, τὸ δὲ τῇ ἀκινήτῳ γῇ προσεχὲς θάττονα· ταῦτα οὖν οὐκ ἔλυσεν, ὡς οἶμαι, ἀλλὰ ἄλλην αἰτίαν ἐπενόησε τὸ βίαιον οὐ τελέως ἐκφεύγουσαν. καὶ γὰρ τὴν ἀπ’ ἀντολῶν κίνησιν τῇ ἀπλανεῖ συγκινούμεναι κἂν ἀλλοτρίαν ταύτην κινῶνται, ἀλλ’ οὐδὲν κωλύει | ἑκουσίως αὐτὴν φέρεσθαι, διότι καὶ τὴν οἰκείαν κίνησιν νῆσιν τὴν κατ’ οἰκείαν ὁρμὴν γινομένην ἀνεμπόδιστον ἔχουσι καὶ κατὰ φύσιν προϊοῦσαν, ὡς εἰ μηδὲ συμπεριφέροιντο τῇ ἀπλανεῖ. εἰ δὲ ἡ οἰκεία καὶ κατὰ φύσιν ὡς ἀντικοπτομένη κρατεῖται, πῶς ἀβίαστος ἔσται; εἰ μὴ ἄρα λέγοι τις τὰς πλησιαζούσας τῇ ἀπλανεῖ, καθ’ ὅσον μὲν συγγενεῖς πρὸς αὐτήν εἰσιν, οἰκείαν ἔχειν καὶ αὐτὰς τὴν ἀπ’ ἀνατολῆς κίνησιν καὶ θάττον ἀεὶ φέρεσθαι τὴν μείζονα ἐν τῷ αὐτῷ λόγῳ τοῦ τε μεγέθους ὄντος καὶ τοῦ τάχους τῆς κινήσεως μιᾶς οὔσης πασῶν τῶν σφαιρῶν ἐν ἑνὶ τῷ σώματι τῷ οὐρανίῳ συνδέσεως, καθ’ ὅσον δὲ τῆς ἀντικινουμένοις εἰσὶ φύσεως, αἱ μὲν ἐπ’ ὀλίγον εἰς αὐτὴν ὑπελθοῦσαι διὰ τὸ μένειν μᾶλλον ἐν τῇ τῆς ἀπλανοῦς ἰδιότητι τὴν μὲν ἐκείνῃ συγγενῆ κίνησιν θάττον κινοῦνται, τὴν δὲ τῆς ἀντιφερομένης φύσεως βραδύτερον * * * ἅτε μηδὲ εἰλικρινῶς πως κατ’ ἐκείνην ἱστάμεναι, ὥσπερ ἡ τῆς σελήνης σφαῖρα πορρωτέρα μὲν τῆς ἀπλανοῦς οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ οὐσίᾳ γενομένη, ἐγγύτερα δὲ τῆς γενέσεως, τὴν μὲν τῆς ἀπλανοῦς κίνησιν βραδύτερον ὡς βραχυτέρα κινεῖται, τὴν δὲ ἀντιπεριφορὰν θάττον· ὡς εἰ νοήσαις ἐν τῷ ὑπὸ σελήνην σύστασιν οὐσίας τινὰ ἐξ ἀέρος εἰς ὕδωρ μεταβαλούσης· ἐν ταύτῃ γὰρ ἡ μὲν ἐπ’ ὀλίγον τοῦ ἀέρος ἐξελθοῦσα τὴν μὲν τῷ ἀέρι συγγενῆ κίνησιν τὴν ἐπὶ τὸ ἄνω θάττονα τῶν μᾶλλον ἐξελθουσῶν τοῦ ἀέρος ἔχει, τὴν δὲ ἐπὶ τὸ κάτω βραδυτέραν, καὶ ἐφεξῆς ἀνάλογον τῇ πρὸς τὸν ἀέρα συγγενείᾳ τὸ τάχος ἔχουσι καὶ τὴν βραδυτῆτα οὐδαμοῦ βίας ἐμφαινομένης, ἀλλὰ τῆς φύσεως αὐτῆς ἑκάτερον ἐχούσης. ἀλλ’ ἐνταῦθα μὲν καὶ κατὰ μεταβολὴν καὶ κατὰ ἐναντίωσιν ἡ τοιαύτη μῖξις τῆς οὐσίας ὑφίσταται, ἐκεῖ δὲ κατὰ πρόοδον καὶ ὕφεσιν καὶ εἴδους ἐξαλλαγὴν χωρὶς ἐναντιώσεως· ἐδείχθη γάρ, ὅτι οὐκ εἰσὶν ἐναντίαι κινήσεις ἥ τε ἀπὸ δυσμῶν ἥ τε ἀπ’ ἀνατολῶν· διὸ καὶ ἅμα ἄμφω δυνατὸν ἴσως ταύτας κινεῖσθαι τὰς κινήσεις τὸ αὐτὸ κατὰ μίαν τινὰ φύσιν τὴν κατὰ πρόοδον ὑφισταμένην, εἴπερ λέγει τι ἀληθὲς ἐν τοῖς ἀπορωτάτοις ὁ λόγος οὗτος· οὕτω γὰρ ἥ τε τοῦ μεγέθους πρὸς τὸ τάχος ἀναλογία ἀπὸ τῶν ἄνω μέχρι τῶν κάτω ὡς ἐν ἑνὶ τῷ ὅλω διασωθήσεται, καὶ ἡ τῶν πλανωμένων πάλιν ὡς πλανωμένων κίνησις οἰκεία καὶ αὐτὴ οὖσα οὐκέτι κατὰ τὸ μέγεθος ἕξει τὴν τοῦ τάχους ἀναλογίαν, ἀλλὰ κατὰ τὸ μᾶλλον ἢ ἧττον ἐμφαίνειν τοῦ πλανωμένου τὴν ἰδιότητα. Ὁ δὲ Ἀλέξανδρος τὸ ταχυτέρας μὲν εἶναι τὰς μείζονας σφαίρας κατὰ τὴν αὐτῶν φύσιν, βραδύτερον δὲ τὰς ἀνωτέρω κινεῖσθαι ὡς ὑπὸ τῆς ἀπλανοῦς ἐμποδιζομένας πιστοῦται καὶ ἐκ τοῦ τὰς τοῦ Ἄρεος καὶ τοῦ Ἑρμοῦ, ὥς φησι, σφαίρας ἀνωτέρας οὔσας, ὡς λέγει , τῆς Ἀφροδισιακῆς καὶ διὰ τοῦτο καὶ μείζονας ἰσοταχῶς ἀλλήλαις τε καὶ τῇ τῆς | Ἀφροδίτης ἀποκαθίστασθαι· καθίστασθαι· οὐκέτι γὰρ ὁμοίως ἐμποδιζόμεναι ὑπὸ τῆς ἐσχάτης περιφορᾶς αἱ ἐλάττους διὰ τὸ ἀπόστημα ἰσοταχῶς κινοῦνται ταῖς μείζοσιν αὐτῶν. ἀλλὰ τὸ μὲν τὴν τοῦ Ἑρμοῦ σφαῖραν ὑπὲρ τὴν Ἀφροδίτης εἰπεῖν ἢ γραφικόν ἐστι πταῖσμα ἀντὶ Ἡλίου τὸν Ἑρμῆν ἔχον ἢ κατὰ τὴν τῶν παλαιῶν εἴρηται δόξαν, καθ’ ἣν καὶ ὁ Πλατῶν ἐν Πολιτείᾳ σφαιροποιεῖ λέγων ἕκτον μὲν ἄνωθεν τὸν τῆς Ἀφροδίτης δεύτερον ὄντα λευκότητι μετὰ τὸν Δία, ἕβδομον δὲ Ἥλιον καὶ ὀγδόην τὴν Σελήνην· ὥστε ὑπὲρ τὴν Ἀφροδίτην τετάχθαι τὸν Ἐρμῆν. ὅτι δὲ ὁ Ἑρμῆς ὑπὸ τὴν Ἀφροδίτην κατείληπται δηλοῦσι καὶ αἱ τηρήσεις, ἐν αἷς ὁ τοῦ Ἑρμοῦ ἀστὴρ ὑποδραμὼν τὸν τῆς Ἀφροδίτης ἱστόρηται. δέδεικται δὲ τοῦτο καὶ ἀπὸ τοῦ λόγου τῆς τῶν ἀπογείων καὶ περιγείων αὐτῶν ἀποστάσεως· τὸ γὰρ μέγιστον ἀπόστημα τῆς Ἀφροδίτης τὸ αὐτό πως δέδεικται τῷ τοῦ Ἡλίου ἀποστήματι, ὡς πλησίον εἶναι τοὐ Ἡλίου τὴν Ἀφροδίτην, καὶ τὸ μέγιστον δὲ τοῦ Ἑρμοῦ ἐγγύς πως τῷ ἐλαχίστῳ τῆς Ἀφροδίτης καὶ τὸ τῆς Σελήνης μέγιστον ἐγγὺς τῷ ἐλαχίστῳ τοῦ Ἐρμοῦ· ταῦτα γὰρ δέδεικται ἐν τῇ Πτολεμαίου Συντάξει μεταφερομένου τοῦ λόγου τῆς τῶν ἀστέρων ἐκκεντρότητος εἰς τὸν λόγον τῆς ἐκ τοῦ κέντρου τῆς γῆς. Ἀλλὰ τοῦτο μέν, ὡς εἴρηται, ἢ γραφικὸν πταῖσμα ὑπάρχον ἢ κατὰ παλαιοτέραν σφαιροποιίαν εἰρημένον οὐ πολλοῦ δεῖται λόγου· καὶ ἄλλην δὲ αἰτίαν ὁ Ἀλέξανδρος λέγει τοῦ τὰ πλησιαίτερον τῆς ἀπλανοῦς βραδύτερον ἀποκαθίστασθαι τὸ μείζονας εἶναι τὰς ἀνωτέρω σφαίρας. καὶ ὅτι μὲν μείζονες αἱ περιέχουσαι τῶν περιεχομένων, δῆλον· μὴ καταληφθέντων δὲ ἐκεῖ τῶν λόγων τῆς ἀποστάσεως καὶ τῶν μεγεθῶν οὐκ ἔστιν εἰπεῖν, ὅτι τοῖς μεγέθεσιν ἀνάλογον ἔχουσι τὰ τάχη, ἐπειδὴ γάρ ἡ μὲν τοῦ Κρόνου σφαῖρα ἐν τριάκοντα ἔτεσιν ἀποκαθίσταται, τουτέστιν ἐν μησὶ τριακοσίοις ἑξήκοντα, ἡ δὲ σελήνη ἐν ἑνὶ μηνὶ ὑποκείσθω παχυμερέστερον, εἴπερ ἦν τὸ μέγεθος τῆς Κρονίας σφαίρας μεῖζον ἢ τριακοσιεξηκονταπλάσιον τοῦ τῆς σεληνιακῆς, ἦν ἀποφήνασθαι, ὅτι θᾶττον ἡ τοῦ Κρόνου σφαῖρα κινεῖται τῆς σεληνιακῆς· τὸ γὰρ ἐν ἴσῳ χρόνῳ μεῖζον διάστημα κινούμενον ἀνάγκη θᾶττον κινεῖσθαι μάλιστα ἐν τοῖς ὁμαλῶς κινουμένοις. οὐ μόνον δὲ ὁ Ἀριστοτέλης, ἀλλὰ καὶ ὁ Πλατῶν θᾶττον οἴεται κινεῖσθαι τὰ τοὺς ἐλάττονας κύκλους κινούμενα τῶν τοὺς μείζονας κινουμένων. λέγει γοῦν ἐν τιμίῳ· “κατὰ δὴ τὴν θατέρου φορὰν πλαγίαν οὖσαν διὰ τῆς τοῦ αὐτοῦ φορᾶς ἰούσης τε καὶ κρατουμένης τὸ μὲν μείζονα αὐτῶν, τὸ δὲ ἐλάττω κύκλον ἰόν, θᾶττον μὲν τὰ τὸν ἐλάττω, τὰ δὲ τὸν μείζω βραδύτερον περιίεται”· ἐν δὲ τῇ Πολιτείᾳ εἰπὼν περὶ τῆς τάξεως αὐτῶν καὶ πρώτην μὲν τάξας τὴν ἀπλανῆ, ὀγδόην δὲ τὴν σελήνην καὶ μεταξὺ τοὺς ἄλλους ἐπάγει |“αὐτῶν δὲ τούτων τάχιστα μὲν τὸν ὄγδοον, δεύτερον δὲ καὶ ἅμα ἀλλήλοις τόν τε ἕβδομον καὶ ἕκτον καὶ πέμπτον, τρίτον δὲ φορᾷ ἰέναι τὸν τέταρτον, τέταρτον δὲ τὸν τρίτον καὶ πέμπτον τὸν δεύτερον.” ἀλλ’ ὁ μὲν Πλατῶν δύναιτο ἂν θᾶττον λέγειν κινεῖσθαι τὰ κατωτέρω εἰς τὸν χρόνον μόνον τῆς ἀποκαταστάσεως ἀποβλέπων, ὅτι ἐν ἐλάττονι ἀποκαθίστανται, οὐ μέντοι καὶ πρὸς τὸν τοῦ μεγέθους λόγον· ἐὰν γάρ, ὡς εἴρηται, ὁ τοὐ μεγέθους λόγος ὑπεραίρῃ τὸν λόγον τοῦ χρόνου τῆς κινήσεως, δυνατὸν τὸν ἐν ἐλάττονι χρόνῳ ἀποκαθιστάμενον βραδύτερον εἶναι. ὁ μέντοι Ἀριστοτέλης ὡς αὐτῆς τῆς κινήσεως τῶν περιγειοτέρων θάττονος οὔσης οὕτω δοκεῖ τὴν λύσιν τῆς ἀπορίας ἐξευρίσκειν. εἰ γὰρ τὸ κρατεῖσθαι καὶ ἀντικόπτεσθαι ὑπὸ τῆς ἀπλανοῦς αὐτὴν ἐμποδίζει τὴν κίνησιν καὶ βραδυτέραν ποιεῖ, δῆλον, ὅτι καθ’ αὑτὴν καὶ οὐ διὰ τὴν ἀποκατάστασιν ἡ τῶν περιγειοτέρων κίνησις θάττων ἐστίν, εἰ μὴ ἄρα λέγοι τις, ὅτι τὴν μείζονα περιφορὰν θάττονα οὖσαν καὶ νῦν καὶ δυναμένην ὅσον ἐφ’ ἑαυτῇ συναποκαθίστασθαι τῇ ἐλάττονι οὐ ποιεῖ τοσοῦτον φαίνεσθαι θάττονα ἡ τῆς ἀπλανοῦς κράτησις, καὶ τούτου ἄν εἴη τὴν αἰτίαν ὁ Ἀριστοτέλης ἀποδούς, οὐ τοῦ βραδυτέρας ἁπλῶς εἶναι τὰς πλησίον τῆς ἀπλανοῦς, ἀλλὰ τοῦ βραδυτέρας φαίνεσθαι ἤπερ εἰσί· μέλλουσαι γὰρ ὅσον ἐφ’ ἑαυταῖς συναποκαθίστασθαι ταῖς ἐλάττοσιν, εἰ τύχοι, τοσοῦτον ἀπολείπονται τοῦ συναποκαθίστασθαι διὰ τὴν τῆς ἀπλανοῦς κράτησιν· οὕτω γὰρ καὶ ὁ λόγος ἀσάλευτος μένει τοῦ τὰ μείζονα θᾶττον φέρεσθαι τὴν κατὰ φύσιν κίνησιν καὶ τοσούτῳ, ὅσῳ ἂν ᾖ μείζονα. καὶ οὐδὲν ἄτοπον εἴδους τινὸς ἐπιτηδειότητα τοιαύτην εἶναι, ὡς δι’ ἑαυτὸ μὲν εἶναι τόδε, διὰ δὲ τὴν τοῦ κρείττονος κράτησιν τοιόνδε γίνεσθαι, ὥσπερ δι’ ἑαυτὸ μὲν πεπερασμένην ἔχει δύναμιν, διὰ δὲ τὸ ἀκίνητον αἴτιον ἐπ’ ἄπειρον ἔστι καὶ κινεῖται. Oἱ δὲ πάσας τὰς σφαίρας τὴν αὐτὴν λέγοντες κίνησιν τὴν ἀπ’ ἀνατολῶν κινεῖσθαι καθ’ ὑπόληψιν. ὥστε τὴν μὲν Κρονίαν σφαῖραν συναποκαθίστασθαι καθ’ ἡμέραν τῇ ἀπλανεῖ παρ’ ὀλίγον, τὴν δὲ τοῦ Δῖός παρὰ πλέον καὶ ἐφεξῆς οὕτως, οὗτοι πολλὰς μὲν ἄλλας ἀπορία ἐκφεύγουσι· καὶ γὰρ ἡ κίνησις ἀνάλογον ἔξει τὰ τάχη τοῖς μεγέθεσι, καὶ τῆς αὐτῆς οὐσίας ὄντα τὴν αὐτὴν ποιήσεται κίνησιν· ἀδύνατος δὲ ἡ τοιαύτη ὑπόθεσις ἐδείχθη· τὴν γὰρ τοῦ πλανωμένου περιφορὰν κατὰ κύκλον τε γίνεσθαι ἀνάγκη καὶ τοῦτον ἀεὶ τὸν αὐτόν, εἴπερ τεταγμένη ἔσται αὐτῶν ἡ κίνησις, ἵνα καὶ καταληπτὴ ἡ. τοῦτον οὖν τὸν κύκλον, ἐφ’ οὗ ποιεῖσθαί φασι τῶν πλανωμένων ἕκαστον τὴν ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς κίνησιν, πότερον ἕνα τῶν παραλλήλων ἐροῦσιν ἡ λοξὸν πρὸς αὐτούς; εἰ μὲν γὰρ ἦν τῶν παραλλήλων, οὐκ ἐχρῆν αὐτοὺς γίνεσθαι νοτιωτέρους καὶ βορειοτέρους οὐδὲ κατ’ ἄλλον καὶ ἄλλον τόπον τοῦ | ὁρίζοντος ἀνατέλλειν τε καὶ δύνειν· εἰ δὲ λοξόν, ἀναγκαῖον ἦν ἕκαστον τῶν πλανωμένων ἑκάστης ἡμέρας φαίνεσθαι νοτιώτερον καὶ βορειότερον γινόμενον ἅτε πάντα τὸν λοξὸν κύκλον περιιόντα, ὥς φασι, καθ’ ἑκάστην τοῦ παντὸς περιφορὰν πλὴν τῶν μοιρῶν, ἃς ὑπολειπόμενα φαίνεται· ταῦτα δὲ ἄμφω παρὰ τὰ ἐναργῆ. ἐπιστήσαι δὲ ἄξιον, ὅτι κατὰ πάσαν ὑπόθεσιν τὸ περὶ τῶν ἰσοδρόμων ἀστέρων ἀπορούμενον, πῶς αἱ περιέχουσαι καὶ περιεχόμεναι σφαῖραι, ταὐτὸν δὲ εἰπεῖν αἱ μείζονες καὶ ἐλάττονες, ἐν ἴσῳ χρόνῳ ἀποκαθίστανται, ἔτι μένει ἄπορον. εἴτε γὰρ καθ’ ὑπόληψίν τις ἀπὸ τῶν αὐτῶν καὶ τὴν ἀπλανῆ λέγει κινεῖσθαι καὶ τὰς πλανωμένας εἴτε τὰς πλησιαζούσας τῇ ἀπλανεῖ ὑπ’ αὐτῆς κρατουμένας βραδύτερον φέρεσθαι, οὐδετέρως σώζεται ἐπὶ τῶν ἰσο- δρόμων ἡ τῶν μεγεθῶν πρὸς τὰ τάχη ἀναλογία μήτε τῶν πλησιαίτερον τῆς ἀπλανοῦς ἐν αὐτοῖς μήτε τῶν βραχυτέρων θᾶττον κινουμένων. p. 291b11 Tὸ σχῆμα τῶν ἀστέρων ἑκάστου ἕως τοῦ δῆλον, ὅτι σφαιροειδῆ ἄν εἴη τὸν ὄγκον. Εἶπε μὲν καὶ ἤδη σφαιροειδῆ εἶναι τὰ ἄστρα, διότι τῆς αὐτῆς οὐσίας ἐστὶ τῷ οὐρανίῳ σώματι, καὶ διὰ τοῦ σφαιροειδῆ εἶναι ἀκίνητα αὐτὰ ἐδείκνυ τὴν μεταβατικὴν κίνησιν, μᾶλλον δὲ ἐξ ὑποθέσεως ἐλάμβανε τὸ σφαιροειδῆ αὐτὰ εἶναι, διὸ καὶ οὕτως εἶπεν “ἔτι δέ, ἐπεὶ σφαιροειδῆ τὰ ἄστρα, καθάπερ οἱ τε ἄλλοι φασὶ καὶ ἡμῖν ὁμολογούμενον.” οὐχ ὑποθετικῷ δὲ ἁπλῶς, ἀλλὰ παρασυναπτικῷ τῷ ἐπεὶ χρησάμενος εἰκότως τὴν προχειροτέραν πίστιν ἐπήγαγε διὰ τοῦ “εἴπερ ἐξ ἐκείνου γε τοῦ σώματος γεννῶσιν.’’ ἐκεῖ οὖν διὰ τὴν κίνησιν μνημονεύσας νῦν προηγουμένως δείκνοσιν, ὅτι σφαιρικὰ τὰ ἄστρα, οὖσι χρώμενος χρωμενος ὧν τὸ δεύτερόν ἐστι διπλοῦν. πρῶτον δέ ἐστι τὸ ἐκ τοῦ μὴ κινεῖσθαι τὴν δι’ αὑτῶν κίνησιν· ταύτην δὲ λέγει τὴν δι’ ἑαυτῶν μεταβατικὴν ἀπὸ τόπου εἰς τόπον, οἵα ἐστὶν ἡ πορευτική. λαβὼν οὖν ἀξίωμα πάλιν τὸ τὴν φύσιν μηδὲν ἀλόγως ποιεῖν καὶ προαποδεδειγμένον ἔχων, ὅτι ἀκίνητα τὰ ἄστρα τὴν δι’ ἑαυτῶν μεταβατικὴν κίνησιν, συλλογίζεται δυνάμει οὕτω· τὰ ἄστρα ἀκίνητά ἐστι τὴν δι’ ἑαυτῶν μεταβατικὴν κίνησιν· τὰ τοιαῦτα οὐδὲν ἔχει ὄργανον πρὸς τὴν τοιαύτην κίνησιν διὰ τὸ μηδὲν ἀλόγως τὴν φύσιν ποιεῖν· τὰ δὲ μηδὲν ὄργανον ἔχοντα πρὸς κίνησιν ἅτε μηδεμίαν ἐξοχὴν ἔχοντα σφαιρικά ἐστιν· ὥστε δῆλον, ὅτι σφαιροειδῆ ἂν εἴη τὰ ἄστρα τὸν ὄγκον, τουτέστι τὸ σῶμα. Ἀλλ’ εἰ πρότερον τὸ μὴ κινεῖσθαι μεταβατικῶς διὰ τοῦ σφαιροειδῆ εἶναι ἔδειξεν ἐκ διαιρέσεως τὴν τῶν σφαιρικῶν οἰκείαν κίνησιν έπισκεψάμενος, νῦν δὲ ἐκ τοῦ μὴ κινεῖσθαι τὸ | σφαιρικὰ εἶναι δείκνυσι, πῶς οὐ διάλληλος ἡ δεῖξις; λέγουσιν οὖν πρὸς τοῦτο, ὅτι οὔτε τὸ μὴ κινεῖσθαι διὰ μόνου τοῦ σφαιροειδοῦς ἔδειξεν οὔτε τὸ σφαιροειδὲς διὰ μόνου τοῦ μὴ κινεῖσθαι, ἀλλὰ καὶ ἐκεῖνο καὶ τοῦτο διὰ πλειόνων δέδεικται λόγων· καὶ διὰ τοῦτο, φησὶν ὁ Ἀλέξανδρος, οὐκ ἔστι διάλληλος ἡ δεῖξις. πῶς δὲ ταύτην τὴν ἀπόδειξιν ποιεῖ μὴ εἶναι διάλληλον τὸ καὶ δι’ ἄλλων ἐπιχειρημάτων τὸ αὐτὸ δουῆκθαι συμπέρασμα; τοῦ μὲν γὰρ μὴ ἀνατρέπεσθαι τοὺς λόγους τεκμήριον ἄν εἴη καὶ αἴτιον τὸ μὴ διὰ τούτων μόνον τῶν διαλλήλων, ἀλλὰ καὶ δι’ ἄλλων ἀποδεδεῖχθαι, τοῦ δὲ μὴ εἶναι διαλλήλους ταύτας τὰς δείξεις πῶς ἄν εἴη τοῦτο τεκμήριον ἢ αἴτιον; μήποτε οὖν ὡς ἀντιστρέφοντα λαβὼν ὁ Ἀριστοτέλης τὸ σφαιρικὸν καὶ τὸ μὴ ἔχον ὄργανον πρὸς τὴν μεταβατικὴν κίνησιν, ᾧ ἕπεται ἐξ ἀνάγκης τὸ μὴ κινεῖσθαι μεταβατικῶς, εἰκότως ἀφ’ ἑκατέρου τὸ ἕτερον ἀπέδειξεν, ὡς εἴ τις ἐκ τοῦ τετοκέναι τὸ γάλα ἔχειν συλλογίζοιτο καὶ ἐκ τοῦ γάλα ἔχειν τὸ τετοκέναι ἢ ἐκ τοῦ ζῷον λογικὸν θνητόν, ὅτι ἄνθρωπος, καὶ ἐκ τοῦ ἀνθρώπου τὸν ὁρισμόν· αἱ γὰρ οὕτω διάλληλοι δείξεις οὐκ εἰσὶν ἀπόβλητοι. ἐπιστῆσαι δὲ χρὴ καὶ ἐκ τούτων, τίνα κίνησιν ἀποφάσκει τῶν ἄστρων ὁ Ἀριστοτέλης, ὅτι τὴν τοῖς σφαιρικοῖς σχήμασιν ἀνοίκειον τὴν δι’ ὀργάνων μεταβατικήν· τὴν γὰρ τοιαύτην κίνησιν ἥκιστα κινητικὸν εἶναί φησι τὸ σφαιρικὸν σχῆμα καὶ τὴν αἰτίαν προστίθησι διὰ τὸ μηδὲν ἔχειν ὄργανον πρὸς τὴν κίνησιν· ἐπεὶ τὴν ἐν ἑαυτῷ κίνησιν τῶν σφαιρικῶν οἰκειοτάτην ἔλεγεν, οὐ τοὐ οὐρανοῦ μόνον, ἀλλὰ καὶ τῶν ἄστρων, ὅτε ταῦτα ἔγραφε· ἔραφε· καὶ εὐλόγως ἄν δόξειεν ὅ τε ὅλος οὐρανὸς σφαιροειδὴς εἶναι καὶ ἕκαστον τῶν ἄστρων. πρὸς μὲν γὰρ τὴν ἐν ἑαυτῷ κίνησιν ἡ σφαῖρα τῶν σχημάτων χρησιμώτατον· οὕτω γὰρ ἄν καὶ τάχιστα κινοῖτο καὶ μάλιστα κατέχοι τὸν αὐτὸν τόπον. πρὸς δὲ τὴν εἰς τὸ πρόσθεν άχρηστότατον· ἥκιστα γὰρ ὅμοιον τοῖς δι’ αὑτῶν κινουμένοις· οὐδὲν γὰρ ἀπηρτημένον ἔχει οὐδὲ προέχον, ὥσπερ τὸ εὐρύγραμμον.” καὶ συμφωνεῖ τούτοις καὶ τὰ ἐνταῦθα λεγόμενα τὴν μὲν φαινομένην ταύτην κατὰ τόπον μετάβασιν μὴ δι’ ἑαυτῶν λέγοντος τοὺ Ἀριστοτέλους ποιεῖσθαι τοὺς ἀστέρας, τὴν δὲ ἐν ἑαυτοῖς ὡς οἰκείαν τοῦ σφαιρικοῦ σχήματος σαφῶς διδόντος. διὸ καὶ ἀμφότερα λέγει περὶ τοῦ σφαιρικοῦ σχήματος, καὶ ὅτι ἥκιστά ἐστι κινητικὸν τὴν δι’ ἑαυτοῦ μεταβατικὴν κίνησιν, καὶ ὅτι πρὸς τὴν ἐν ἑαυτῷ κίνησιν ἡ σφαῖρα τῶν σχημάτων χρησιμώτατον. p. 291b17 Ἔτι δέ, ὁμοίως μὲν ἅπαντα καὶ ἓν ἕως τοῦ ὅτι καὶ τὰ ἄλλα εἴη ἄν σφαιρειδῆ. | Δεύτερον ἐπιχείρημα τοῦτο τοῦ σφαιρικοῦ τῶν ἀστέρων δεικτικὸν ἀξιώματι καὶ αὐτὸ προσχρώμενον τῷ λέγοντι ὁμοίως ἔχειν κατὰ τὸ σχῆμα ἓν ὁποιονοῦν τῶν ἄστρων καὶ πάντα, εἴπερ ἁπλῆς οὔσης τῆς αὐτῆς οὐσίας ἐστὶν ἅπαντα· εἰ οὖν ἡ σελήνη ἐκ τῶν ὁρωμένων αὐτῆς φωτισμῶν σφαιροειδῆς δείκνυται, δῆλον, ὅτι καὶ τὰ ἄλλα εἴη ἄν σφαιροειδῆ. εἰ γὰρ μὴ σφαιροειδὴς ἦν, ἀλλὰ τυμπανοειδής, εἰ τύχοι, ἢ φακοειδής, οὐκ ἂν οἱ φωτισμοὶ τοιοῦτοι ἐγίνοντο, ὡς αὐξανομένην, φησί, καὶ φθίνουσαν τὰ μὲν πλεῖστα μηνοειδῆ φαίνεσθαι ἢ ἀμφίκυρτον, ἅπαξ δὲ διχότομον. ἀλλ’ εἰ μὲν διχότομον τὴν πανσέληνον ἔλεγεν, ὡς διχόμηνον αὐτὴν ἐκάλεσεν Ἀρατος διὰ τὸ διχῇ τέμνειν τὸν μῆνα, καὶ τὰ ἄλλα συνεφώνει καὶ τὸ πλεονάκις μηνοειδῆ φαίνεσθαι· καὶ γὰρ αὐξανομένη καὶ φθίνουσα· καὶ ἀμφίκυρτος ὁμοίως. ἐπειδὴ δὲ μετ’ ὀλίγον διχότομον τὴν καὶ παρ’ ἡμῖν λεγομένην ὀνομάζει, ὅταν λέγῃ “τὴν γὰρ σελήνην ἑωράκαμεν διχότομον μὲν οὖσαν, ὑπελθοῦσαν δὲ τῶν ἀστέρων τὸν τοῦ Ἄρεος καὶ ἀποκρυβέντα μὲν κατὰ τὸ μέλαν αὐτῆς, ἐξελθόντα δὲ κατὰ τὸ φανερὸν καὶ λαμπρόν,” καλῶς ἐξηγοῦνται τὸ ἅπαξ διχότομον· καὶ γὰρ αὐξομένη καὶ φθίνουσα καὶ μηνοειδὴς καὶ ἀμφίκυρτος ἐπὶ χρόνον γίνεται πλείονα· ἔστι γὰρ τὸ μᾶλλον καὶ ἧττον ἐν τούτοις τοῖς σχήμασι· διχότομος δὲ κἄν γίνηται καὶ αὐτὴ καὶ αὐξομένης καὶ φθινούσης, ἀλλ’ οὐκ ἐπὶ χρόνον τινά, οὐδὲ τὸ μᾶλλον καὶ ἧττον ἔστιν ἐν τούτῳ τῷ σχήματι, ἀλλ’ ἀκαριαῖός ἐστιν αὐτοῦ χρόνος, ὅπερ τὸ ἅπαξ δηλοῖ. τοῦ δὲ σφαιρικοῦ ἴδια τυγχάνει ταῦτα τὰ τῶν φωτισμῶν σχήματα, διότι ἡμισφαιρίου ἀεὶ φωτιζομένου, ὅταν μὲν κατὰ τὴν αὐτὴν οὖσα μοῖραν ὑποτρέχῃ τὸν ἥλιον ἡ σελήνη, τὸ μὲν πρὸς τῷ ἡλίῳ μέρος αὐτῆς φωτίζεται, τὸ δὲ πρὸς ἡμᾶς σκιερόν ἐστιν, ἀφισταδέ, μένῃς δὲ τοῦ ἡλίου τὸ φωτιζόμενον ἀεὶ ἡμισφαίριον, ὅσον ἀπολείπει τοῦ ἄλλου μέρους, τοσοῦτον ἀπολαμβάνει τοῦ πρὸς ἡμᾶς· διὸ μέχρι μὲν τοῦ ἡμίσεως μηνοειδὴς φαίνεται, τοῦ δὲ ἡμίσεως τοῦ ἄνω καὶ τοῦ ἡμίδρβς τοῦ πρὸς ἡμᾶς φωτιζομένου διχότομος ὁρᾶται, ὅταν τετραγωνικὴν διάστασιν ἀποστῇ τοῦ ἡλίου, τὸ δὲ ἐκεῖθεν μέχρι τῆς διαμέτρου ἀμφίκυρτος φαίνεται· διαμετρήσασα δὲ τὸ μὲν πρὸς ἡμᾶς ὅλον ἡμισφαίριον ἔχει πεφωτισμένον, τὸ δὲ ἄνω νεῦον ἀφώτιστον, καὶ πάλιν προσιοῦσα τῷ ἡλίῳ ἀμφίκυρτόν τε ἴσχει πρὸς ἡμᾶς καὶ διχότομον καὶ μηνοειδὲς καὶ ἐν τῇ συνόδῳ σκιερόν. αἴτιον δέ, ὅπερ εἶπον, τὸ ἡμισφαίριον αὐτῆς ἀεὶ φωτίζεσθαι σφαιρικῆς οὔσης· ὡς, εἴ γε τυμπανοειδὴς ἢ φακοειδὴς ἦν, ἐν μὲν ταῖς συνόδοις καὶ ταῖς πανσελήνοις ὁμοίως ἂν εἶχεν ὥσπερ καὶ νῦν, ἀποστᾶσα δὲ ὁσονοῦν τοῦ ἡλίου ἐφ’ ἑκάτερα οὐκέτι μηνοειδὴς ἢ διχότομος ἢ ἀμφίκυρτος ἦν, ἀλλ’ ὅλον ἐφωτίζετο τὸ πρὸς ἡμάς διὰ τὸ μηδὲν | εἶναι τὸ ἀντιβαῖνον ταῖς ἀκτῖσιν ἐπὶ τοῦ τυμπανοειδοῦς· ἐπὶ δὲ τοῦ φακοειδοῦς ὀλίγου τοῦ ἐν μέσῳ ἀναστήματος ὄντος ἀλλοῖον ἄν ἐγίνετο τὸ σχῆμα τοῦ φωτισμοῦ. Eἶτα καὶ ἄλλην ἀπόδειξιν ἀπὸ τῆς ἀστρονομίας ἐπάγει, ὅτι οὐκ ἂν ἦσαν αἰτοῦ ἡλίου ἐκλείψεις μηνοειδεῖς, ὥσπερ νῦν ὁρῶνται, εἰ μὴ σφαιροειδὴς ἦν ἡ ὑποτρέχουσα αὐτὸν σελήνη. δέδεικται γάρ, ὅτι, ὅταν σφαῖρα ὑπὸ σφαίρας ἐπισκοτῆται, τοιαῦται γίνονται αἱ ἀποτομαί. μήποτε δὲ καὶ τὰ ἄλλα κυκλοτερῆ σκιάζοντα, οἷον τυμπανοειδῆ καὶ φακοειδῆ, μηνοειδεῖς τἀς ἀποτομὰς ποιοῦσιν· εἰ μέντοι κινεῖσθαι ὑποτεθείη περὶ τὰ ἑαυτῶν κέντρα, οὐκέτι κατὰ πᾶσαν θέσιν τὰ τυμπανοειδῆ ἢ φακοειδῆ τὰς ἀποτομάς ποιήσεται. p. 291b24 Δυοῖν δ’ ἀποριῶν οὐσῶν ἕως τοῦ οὐδὲν ἂν ἄλογον εἶναι δόξειε τὸ νῦν ·ἀπορούμενον. Δύο λοιπὰς ἀπορίας περὶ τῶν οὐρανίων ἀπορωτάτας ὄντως προβάλλεται, λεται, ὧν ἡ πρώτη τοιαύτη· διὰ τί τῆς ἀπλανοῦς μίαν κινουμένης φορὰν τὸ πλησιαίτατον αὐτῆς, οἷον ἡ τοῦ Κρόνου σφαῖρα, οὐκ ἐλαχίστας κινεῖται κινήσεις, οἷον δύο, τὸ δὲ μετ’ ἐκείνην τρεῖς ἢ κατ’ ἄλλην τινὰ τῶν ἀριθμῶν ἀνάλογον τάξιν, ὥστε ἀεὶ τὰ πορρώτερον πλείονας κινεῖσθαι, ἀλλὰ τοὐναντίον συμβέβηκεν. ὁ γὰρ ἥλιος καὶ ἡ σελήνη κατωτέρω τῶν ἄλλων ὄντες. καὶ γὰρ καὶ αὐτὸς τὸν ἥλιον προσεχῶς ὑπὲρ τὴν σελήνην ὑποτίθεται, ὥσπερ καὶ ὁ Πλατῶν· ἐλάττους κινοῦνται κινήσεις ἢ τῶν πλανωμένων ·ἄστρων ἔνια· καὶ γὰρ ἁπλουστάτη μὲν ἐν τοῖς πλανωμένοις ἡ τοῦ ἡλίου κίνησις, ἡ δὲ τῆς σελήνης τῶν ἄλλων ἁπλουστέρα. καίτοι ἐχρῆν τοὺς ἀνωτέρω πορρώτερον ὄντας τοῦ μέσου καὶ πλησιαίτερον τῆς ἀπλανοῦς, ἣν πρῶτον σῶμα καλεῖ, ἁπλουστέρας τοῦ ἡλίου καὶ τῆς σελήνης ἔχειν τὰς κινήσεις. καὶ ὅτι τῶν ἄλλων κατωτέρω ἐστὶν ἡ σελήνη, δείκνυσιν ἐκ τῶν ἱστορημένων αὐτῆς ὑποδρομῶν, ὧν μίαν καὶ αὐτὸς ἑωρακέναι φησὶ τὴν τοῦ Ἄρεος· διχότομον γὰρ οὖσαν ὑπελθεῖν φησι τὸν τοῦ Ἄρεος, καὶ ἀποκρυφθῆναι μὲν αὐτὸν κατὰ τὸ μέλαν αὐτῆς, ἐξελθεῖν δὲ κατὰ τὸ λαμπρόν, ὡς αὐξομένην αὐτὴν εἶναι διχότομον. ἀλλὰ τοῦτο μὲν αὐτὸς ἐθεάσατο, καὶ περὶ τοὺς ἄλλους δὲ ἀστέρας τὸ αὐτὸ συμβὰν τοὺς ἀνωτέρω ἐτήρησαν Αἰγύπτιοί τε καὶ Βαβυλώνιοι, ὡς πολλὰς αὐτῶν περὶ ἑκάστου τῶν ἀστέρων τηρήσεις παραδεδόσθαι. Eἶτα καὶ τὴν δευτέραν ἀπορίαν ἐπάγει, διὰ τίνα ποτὲ αἰτίαν ἐν μὲν τῇ ἀπλανεῖ τοσοῦτόν ἐστιν ἀστέρων πλῆθος, ὥστε τῶν ἀναριθμήτων εἶναι δοκεῖν, ἐν ἑκάστῃ δὲ τῶν ὑπ’ αὐτὴν σφαιρῶν οὐ φαίνεται πλέον ἑνὸς ὑπάρχον ἄστρου. καὶ τότε πρὸς τὸ | παράβολον τῆς ζητήσεως ἀπιδὼν καὶ φοβερὰν αὐτὴν εἶναι διὰ τὸ μέγεθος τῶν ἀποριῶν λογισάμενος παραμυθεῖται λέγων περὶ μὲν δὴ τούτων ζητεῖν μὲν καλῶς ἔχει καὶ τὴν ἐπὶ πλέον σύνεσιν ἀποδέχεσθαι ἢ μᾶλλον ἀπαιτεῖν· τούτῳ γὰρ μᾶλλον ἐλλείπειν τὸν λόγον οἴεται ὁ Ἀλέξανδρος, δ·ιότι τὸ ἐπιφερόμενον τούτῳ μᾶλλον κατάλληλον εἶναι δοκεῖ. μήποτε δὲ οὐκ ἐλλειπτικῶς ὁ λόγος εἴρηται· οὐδὲ γὰρ εἴωθεν ὁ Ἀριστοτέλης, κἂν βραχύλογος ᾖ, ἐλλειπτικῶς ἑρμηνεύειν· ἀλλὰ τοὺς μάλιστα συνετούς φησι δεῖν τὰ τοιαῦτα ζητεῖν καὶ οὐ τοὺς τυχόντας καὶ μὴ ἀποδειλιᾶν, κἄν μικρὰς ἔχωσιν ἀφορμὰς περὶ αὐτῶν καὶ πλέον τῆς κατὰ τόπον διαστάσεως, ὡς εἶπεν ἀλλαχοῦ, τῶν περὶ αὐτὰ συμβεβηκότων ἀφεστήκωσιν· ὅμως δέ, κἄν τοῦτο οὕτως ἔχῃ, ἐκ τῶν ῥηθησομένων λογισμῶν οὐκ ἄν ἄλογον δόξοι τὸ νῦν ἀπορούμενον. p. 292a18 Ἀλλ’ ἡμεῖς ὡς περὶ σωμάτων μόνον αὐτῶν ἕως τοῦ ἢ καὶ τὰ πολλὰ πάντα πρὸ ὁδοῦ ἐστι πρὸς ἄριστον. Tὰ μὲν εἰρημένα μέχρι τοῦ νῦν περὶ τῶν δύο ἀποριῶν εἴρηται, ἐντεῦθεν δὲ ἐπὶ τὴν λύσιν τῆς προτέρας ὁρμήσας τὴν αἰτίαν πρῶτον λέγει, δι’ ἣν ἀπορώτατος ὁ λόγος δοκεῖ, καὶ ὅτι οὐ παρὰ τὸ ζητούμενον, ἀλλὰ παρὰ τοὺς ζητοῦντας. ὡς γὰρ περὶ σωμάτων ἀψύχων αὐτῶν καὶ οἷον τῶν ἐν τοῖς ἀριθμοῖς μονάδων τάξιν μόνον ἐχουσῶν πρὸς ἀλλήλας, ἀψύχων δὲ τὸ πάμπαν οὐσῶν, οὕτω περὶ τῶν οὐρανίων διανοούμενοι ἄλυτον τὴν ἀπορίαν νομίζομεν· καὶ γὰρ ἦν ἄν ἄλυτος οὕτως ἐχόντων μηδεμιᾶς ἀπ’ αὐτῶν ἀφοφμῆς πρὸς λύσιν εὑρισκομένης. δεῖ δὲ ὡς περὶ ἐμψύχων αὐτῶν διανοεῖσθαι λογικὴν ψυχὴν ἐχόντων, ὥστε καὶ πράξεως καὶ ζωῆς πρακτικῆς μετέχειν· τὸ μὲν γὰρ ποιεῖν καὶ ἐπὶ τῶν ἀλόγων ψυχῶν λέγομεν καὶ ἐπὶ τῶν ἀψύχων σωμάτων, τὸ δὲ πράττειν ἰδίως ἐπὶ τῶν λογικῶν ψυχῶν κατηγοροῦμεν. ἐὰν οὖν οὕτως αὐτὰ νοήσωμεν ἔχοντα, οὐδὲν παρά. λόγον <ἄν> δόξειεν εἶναι τὸ περὶ τὰς κινήσεις τῶν οὐρανίων συμβαῖνον. ἐπειδὴ γὰρ πρακτικὰ ταῦτά ἐστι, πᾶσα δὲ πρᾶξις διὰ κινήσεως τοῦ ἀγαθοῦ ἕνεκα γίνεται, δῆλον, ὅτι τῷ μὲν ἄριστα ἔχοντι καὶ ἢ αὐτοαγαθῷ ὄντι ἢ συνηνωμένῳ κατ’ οὐσίαν τῷ αὐτοαγαθῷ, οἷον τὸ πρῶτον κινοῦν· τοιοῦτος δὲ ὁ πολυτίμητος νοῦς· ταῦτα χωρὶς πράξεως καὶ κινήσεως ἐστί τε καὶ ἔχει τὸ ἀγαθόν, ἤ, ὡς αὐτός φησι, τὸ μὲν ἔχει, τὸ δὲ μετέχει τοῦ ἀγαθοῦ προσεχῶς, τῷ δὲ ἐγγυτάτω δι’ ὀλίγης καὶ μιᾶς κινήσεως ὑπάρχει τὸ ἀγαθόν, ὥσπερ τῇ ἀπλανεῖ, τοῖς δὲ πορρωτέρω διὰ πλειόνων, ὡς τοῖς πλάνησι, τὰ δὲ οὐδὲ τυχεῖν ἀμέσως ἐκείνου δύναται, ἀλλὰ ἀγαπᾷ πλησιάζειν τοῖς τυγχάνουσιν, ὥσπερ ἡ γῆ, καὶ διὰ τοῦτο ἀκίνητός ἐστιν, ᾗ καὶ τὸ ὑπὸ σελήνην πᾶν, εἴπερ ἡ μὲν ἐπ’ εὐθείας ἀτελῶν ὄντων ἐστίν, ἡ δὲ κύκλῳ τῷ πυρὶ καὶ τῷ ἄνω ἀέρι μετὰ τοῦ οὐρανοῦ. εἶτα παραδείγματι τῷ σώματι καὶ τῇ ὑγείᾳ χρησάμενος, τὸ μέν, φησί, σῶμα καὶ χωρὶς τοῦ γυμνάσασθαι εὖ ἔχει διὰ τὸ ἄριστα συνεστάναι, ὅπερ ἀναλογεῖ τῷ ἀκινήτῳ, τὸ δὲ μικρὰ περιπατῆσαν, ὅπερ τῇ ἀπλανεῖ προσείκασε, τῷ δὲ πλειόνων δεῖ γυμνασίων πρὸς τὸ ὑγιαίνειν οἷον δρόμου καὶ πάλης καὶ τῆς ἐν τῷ παλαίειν γυμναστικῆς διατριβῆς· τοιαύτη γὰρ ἡ κόνισις διὰ τὸ ἐν κόνει γυμνάζεσθαι τὰ παλαιστρικά· τοῦτο δὲ ὡς τῷ πλανωμένῳ ἀναλογοῦν παρείληπται· τῷ δὲ ἐσχάτως διακειμένῳ οὐδὲ οὐδὲ πονοῦντι τὸ εἰλικρινὲς τῆς ὑγείας ἀγαθὸν ὑπάρχει, ὅπερ τῷ ὑπὸ σελήνην ἀπείκασεν ἀμέσως μετέχειν τῆς θείας ἀγαθότητος μὴ δυναμένῳ καὶ διὰ τοῦτο μὴ κινουμένῳ καθ’ αὑτό. Αἰσθανόμενος δὲ ἔτι ἐλλιπῶς τὸν λόγον ἔχειν· μὴ γὰρ εἰρῆσθαι τὴν αἰτίαν τῆς ἐν τῷ πλανωμένῳ διαφορᾶς, διὰ τί ἡ μὲν σελήνη καὶ ὁ ἥλιος ἐλάττους κινοῦνται κινήσεις, τὰ δὲ ἀνωτέρω πλείονας· ἀναπληροῖ τὸ λεῖπον λέγων τὰ τιμιώτερα πλείονα πράττειν διὰ τὸ πολλῶν τῶν εὖ δύνασθαι τυχεῖν, καὶ τούτοις μᾶλλον προσήκειν τὸ πολλὰ ἢ τὸ πολλάκις κατορθοῦν, ὅπερ ἐστὶ χαλεπώτατον· οἷον μυρίους ἀστραγάλους Χίους βαλεῖν ἀστραγαλίζοντα ἢ Κῴους· γράφεται γὰρ καὶ οὕτως ὡς μεγάλων ἀστραγάλων ἐν ἀμφοτέραις γινομένων ταῖς νήσοις· οὐ μόνον δύσκολον, ἀλλὰ καὶ ἀδύνατόν ἐστιν, ἀλλ’ ἕνα ἢ δύο ῥᾷον· τοῦτο δὲ τοῖς ἰσχυροτέροις προσήκει καὶ τὸ διὰ πλειόνων τοὺ τελικωτάτου ἀγαθοῦ τυγχάνειν, οἷον εἰ τοδὶ μὲν δέοι τοῦδε ἕνεκα ποιῆσαι, τοῦτο δὲ ἄλλου καὶ τοῦτο ἑτέρου, ὡς τὸ γράμματα μαθεῖν διὰ τὸ καὶ μαθημάτων δύνασθαι μετασχεῖν καὶ τοῦτο διὰ τὸ φιλοσοφῆσαι καὶ τοῦτο διὰ τὴν πρὸς τὸ θεῖον ὁμοίωσιν· καὶ γὰρ ἐν μὲν ἑνὶ ἢ δυσὶ ῥᾴδιον καὶ τῷ ἀσθενεστέρῳ ἐπιτυχεῖν, ὅσῳ δ’ ἄν διὰ πλειόνων, χαλεπώτερον. ὡς οὖν ἐν τοῖς γενητοῖς ζῴοις αἱ τοῦ ἀνθρώπου πράξεις πλεῖσταί εἰσι διὰ τὸ πολλῶν τῶν εὖ δύνασθαι τυγχάνειν τὸν ἄνθρωπον, ὅς γε πολλὰ πράττει καὶ ἄλλων ἕνεκα πολιτευόμενος καὶ τὸ ἐκείνων ἀγαθὸν εἰς ἑαυτὸν ἀναφέρων, οὕτω δεῖ νομίζειν καὶ τὴν τῶν ἄστρων πρᾶξιν καὶ κίνησιν ποικιλωτέραν εἶναι πολλάκις ἄλλων παρ’ ἄλλα διὰ τὸ πλειόνων ἀγαθῶν δύνασθαι τυγχάνειν· καὶ γὰρ καὶ ὁ ἄνθρωπος τιμιώτερόν ἐστι τῶν ἄλλων ζῴων τῷ πλείονα πράττειν. εἴη δ’ ἄν ὁ πᾶς λόγος τοιοῦτος· εἰ μὲν τιμιώτερα εἴη τὰ πλείω κινούμενα, διὰ τὸ πλείω κατορθοῦν πλείω κινοῦνται, εἰ δὲ καταδεέστερα διὰ τὸ μὴ δύνασθαι δι’ ἁπλῆς κινήσεως τοῦ Ι ἀρίστου τυχεῖν· ὥστε κἂν τοῖς αὐτοῖς τἀναντία κἄν τοῖς ἐναντίοις τὰ αὐτὰ ὑπάρχῃ, οὐκ ἀπορήσομεν λύσεως, ἀλλὰ προσφόρως τοῖς πράγμασι τὰς αἰτίας ἀποδώσομεν. λέγει οὖν ταῦτα ὁ Ἀριστοτέλης οὐ διαιτῶν τῇ ἀξίᾳ τῶν θεῶν· ἐπισφαλὴς γὰρ ὁ λόγος· ἀλλὰ ἀφορμὰς διδοὺς λύσεως, καθ’ ἅς, κἄν τὰ τιμιώτερα ἧττον ἐνεργῇ, οὐ θαυμασόμεθα, κἂν τὰ καταδεέστερα. εἰπὼν δὲ περὶ τοῦ ἀνθρώπου, ὅτι πολλὰ πράττει καὶ οὕτω πολλά, ὥστε καὶ ἄλλων ἕνεκα πράττειν, ἵνα μὴ τοῦτο τὸ ἄριστόν τις ὑπολάβῃ, ἐπήγαγε τῷ δὲ ἴσως ἄριστα ἔχοντι οὐδὲν δεῖ πράξεως καὶ τὴν αἰτίαν προστέθεικε, μᾶλλον δὲ καὶ τὴν ὅλην ἀπόδειξιν, εἰπών, ὅτι τὸ ἄριστα ἔχον τοῦτό ἐστιν, ᾧ τὸ εἶναι τοῦτό ἐστι τὸ οὗ ἕνεκα εἶναι· τὸ γὰρ ἄριστον τὸ πάντων τέλος ἐστὶ καὶ οὗ ἕνεκα πάντα, τὸ δὲ πρᾶττον ἄλλο ἐστὶ παρὰ τὸ οὗ ἕνεκα. καὶ ταύτης πάλιν τῆς προτάσεως τὴν αἰτίαν ἐπήγαγεν εἰπών· ἡ γὰρ πρᾶξις ἐν δυσίν, ὅταν καὶ οὗ ἕνεκα ᾖ καὶ τὸ τούτου ἕνεκα. εἰ γὰρ πᾶν τὸ πρᾶττον δι’ ἀγαθοῦ ἔφεσιν πράττει, ὃ πράττει, ἄλλο ἂν εἴη τὸ ἀγαθὸν καὶ ἄλλο τὸ πρᾶττον· συνάγεται οὖν ἐν δευτέρῳ σχήματι, ὅτι τὸ ἄριστα ἔχον οὐ δεῖται πράξεως, εἴπερ τὸ μὲν ἄριστα ἔχον τὸ οὗ ἕνεκά ἐστι, τὸ δὲ πρᾶττον οὐκ ἔστι τὸ οὗ ἕνεκα. καὶ εἰπὼν διὰ μέσου τὰ περὶ τοῦ ἀρίστου συνάπτει τῷ περὶ τοῦ ἀνθρώπου προειρημένῳ τὸ καὶ δὴ καὶ τῶν ἄλλων ζῴων ἐλάττους καὶ τὰ ἑξῆς. Μικρὰν δὲ λέγει τὴν τῶν φυτῶν πρᾶξιν καὶ μίαν τὴν περὶ τὴν τροφὴν ἴσως ὡς μὴ δυναμένων αὐτῶν ἐν πολλοῖς κατορθοῦν. κοινότερον δὲ τὴν ἐνέργειαν τοῦ φυτοῦ πρᾶξιν ἐκάλεσεν, ἐπεὶ ἥ γε κυρίως πρᾶξις κατὰ λόγον ἐνέργειά ἐστι. τὸ δὲ ἐφεξῆς τὸ ἢ γὰρ ἕν τί ἐστιν, οὗ τύχοι ἂν ἢ οὐ περὶ τῶν φυτῶν λέγοι ἄν, ἀλλὰ καθόλου περὶ τῶν πρασσόντων, ὅτι ἢ ἕν τί ἐστι τῷ πράσσοντι προκείμενον, οὗ καὶ τύχοι ἄν, ὥσπερ καὶ ὁ ἄνθρωπος τῶν αὐτῷ προκειμένων πλειόνων ὄντων, ἢ εἰ καὶ μὴ ἕν ἐστιν, ἀλλὰ πλείω τὰ προκείμενα, ὡς καὶ τῷ ἀνθρώπῳ, ἀλλ’ οὖν τὰ πολλὰ ταῦτα πρὸ ὁδοῦ ἐστι πρὸς τὸ ἄριστον τῷ πάντα τὰ ἄλλα πρὸς ἐκεῖνο νεύειν καὶ δι’ ἐκεῖνο αἱρετὰ εἶναι. δύναται δὲ τὸ ἢ γὰρ ἕν τί ἐστι καὶ ἐπὶ τῶν φυτῶν εἰρῆσθαι πρὸς τὸ μικρά τις καὶ μία. ἴσως ἀποδιδόμενον καὶ λέγον, ὅτι· ἢ γὰρ ἕν τί ἐστιν ἀγαθὸν τοῦ φυτοῦ, οὗ τύχοι ἄν, ὥσπερ καὶ ὁ ἄνθρωπος ἑκάστου τῶν πολλῶν ἑαυτοῦ ἀγαθῶν, ἢ εἰ καὶ πολλὰ εἶναι δοκεῖ τὰ ἀγαθὰ αὐτοῦ, οἷον τὸ τρέφεσθαι, τὸ αὐξάνεσθαι, τὸ γεννᾶν, πάντα ταῦτα πρὸ ὁδοῦ ἐστι πρὸς τὸ ἓν αὐτοῦ καὶ τελικώτατον ἀγαθὸν ἀπεστενωμένον ὂν πρὸς τὸ ἀνθρώπινον. p. 292b10 Τὸ μὲν οὖν ἔχει καὶ μετέχει τοῦ ἀρίστου ἕως τοῦ | διὰ πλείονων δὲ ἀφικνεῖται τῶν κινήσεων. εἰπών, ὅτι χρὴ περὶ τῶν οὐρανίων μὴ ὡς περὶ ἀψύχων ἀλλ’ ὡς περὶ ἐμψύχων καὶ πρακτικῶν διανοεῖσθαι, καὶ τὰς διαφορὰς τῶν πραττόντων παραδοὺς ἐπὶ τὸ προκείμενον ἔρχεται τὴν λύσιν τοῦ ἀπορηθέντος ἀποδιδούς, ὡς μὲν ὁ Ἀλέξανδρος λέγει, τῷ πρώτῳ ῥηθέντι πρὸς τὴν τῆς αἰτίας ἀπόδοσιν χρώμενος τῷ τοῖς μὲν ἄριστα ἔχουσι μὴ δεῖν πράξεως, τοῖς δὲ ὀλίγης δεῖν πρὸς τὸ τυχεῖν τοῦ ἀρίστου, τοῖς δὲ πλείονος. μήποτε δὲ καὶ τὸν δεύτερον μίγνυσι διορισμὸν τὸν τὴν ὀλίγην κίνησιν μὴ ἀεὶ κρείττονα, ἀλλὰ καὶ χείρονά ποτε δεικνύντα τῆς πλείονος. λέγει οὖν, ὅτι τῶν ὄντων οὔτε τὸ πρῶτον δεῖται πράξεως οὔτε τὸ ἔσχατον, τὸ μὲν ἔσχατον, ὅτι μηδὲ τυγχάνει προσεχῶς τοῦ τέλους, τὸ δὲ πρῶτον, ὅτι οὐ διώρισται τοῦ ἀγαθοῦ, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ οὐσίαν ἔχει αὐτὸ καὶ μετέχει αὐτοῦ. καὶ εἴη ἄν τὸ μὲν ἔχειν ἐπὶ τῆς ὑπερουσίου λέγων ἀγαθότητος καὶ τοῦ ἑνός, τὸ δὲ μετέχειν ἐπὶ τοῦ νοῦ τοῦ προσεχῶς ἡνωμένου τῷ ἀγαθῷ καὶ μετέχοντος αὐτοῦ· τὸ μὲν γὰρ κατὰ τὴν ἑαυτοῦ τι προβεβλημένον οὐσίαν ἔχειν λέγεται, τὸ δὲ ἀπ’ ἄλλου λαμβάνον μετέχειν· ὅτι γὰρ ἐννοεῖ τι καὶ ὑπὲρ τὸν νοῦν καὶ τὴν οὐσίαν ὁ Ἀριστοτέλης, δῆλός ἐστι πρὸς τοῖς πέρασι τοὐ Περὶ εὐχῆς βιβλίου σαφῶς εἰπών, ὅτι ὁ θεὸς ἢ νοῦς ἐστιν ἢ καὶ ἐπέκεινά τι τοῦ νοῦ. τὸ δὲ δι’ ὀλίγων κινήσεων ἀφικνεῖται πρὸς τὸ ἑαυτοῦ τέλος· διττὸν δὲ τὸ τέλος, τὸ μὲν πάντων ἄριστον καὶ τελικώτατον, τὸ δὲ μερικώτερον· καὶ ἡ ὀλίγη κίνησις διττή, ἡ μὲν ὡς συνῃρηκυῖα τὸ πλῆθος τῶν κινήσεων καὶ ἐν αὑτῇ καὶ διὰ τοῦτο τοῦ κοινοῦ καὶ ὅλου τυγχάνουσα τέλους, ἡ δὲ μέρος οὖσα τῶν πολλῶν καὶ διὰ τοῦτο πρὸς μερικὸν ἀνατεινομένη. καὶ δῆλον, ὅτι ἡ μὲν κρείττων ἐστὶ τῶν πολλῶν κινήσεων, ἡ δὲ καταδεεστέρα, ὥστε τὸ διὰ πλειόνων πράξεων καὶ ἐνεργειῶν τυγχάνον τοῦ τέλους μέσον ἄν εἴη τοῦ δι’ ὀλίγων. καὶ διὰ τοῦτο λύεται ἡ ἀπορία· διὰ τί γὰρ τῆς ἀπλανοῦς μίαν κίνησιν κινουμένης τὰ πορρώτερα αὐτῆς, ἥλιος καὶ σελήνη, ὀλιγωτέρας κινήσεις κινεῖται τῶν ἀνωτέρω καὶ τῇ ἀπλανεῖ μᾶλλον πλησιαζόντων, ταῦτα δὲ πλείονας; ὅτι τῶν ὀλίγας, φησί, κινήσεις κινουμένων τὰ μὲν κρείττονα τῶν πλείους κινουμένων ἐστί, τὰ δὲ καταδεέστερα· εἴρηται δέ, πότερα ποτέρως· τὸ δὲ ἔσχατον οὐδὲ ἐγχειρεῖ ἀμέσως τοῦ τέλους τυχεῖν, διὸ οὐδὲ κινεῖται, ἀλλ’ ἱκανὸν αὐτῷ εἰς τὸ ἐγγὺς τοῦ τέλους ἐλθεῖν. Εἶτα διὰ τοῦ τῆς ὑγείας παραδείγματος σαφηνίσας τὰ εἰρημένα, ἐν ᾧ τὸ ἰσχνανθῆναι τὸ ἀπέριττον γενέσθαι δηλοῖ, καὶ εἰπών, ὅτι ἄριστον μέν ἐστι τὸ τοῦ τελικωτάτου τέλους τυχεῖν, εἰ δὲ μή , τοῦ ὡς ὅτι ἐγγυτάτω ἐκείνου, ἐφαρμόττει λοιπὸν τὰ προκείμενα τοῖς εἰρημένοις ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ πρῶτα χω|ρῶν καὶ τότε τὰ μέσα περιλαμβάνων· διὰ τοῦτο γάρ 218b φησιν ἡ μὲν γῆ ὅλως οὐ κινεῖται, οὐ διὰ τὴν αὐτὴν αἰτίαν ἔχουσα τὸ ἀκίνητον, δι’ ἣν τὸ ἀγαθὸν καὶ τὸ οὗ ἕνεκα· ἐκεῖνο μὲν γὰρ ἦν τὸ οὗ ἕνεκα κινεῖται τὰ κινούμενα καὶ οὐκ ἐδεῖτο ἐπ’ αὐτὸ κινεῖσθαι, ἡ δὲ γῆ ἐσχάτη οὖσα οὐκ ἐκείνου πέφυκεν ἀμέσως μετέχειν, ἀλλὰ διὰ τὸ πλησιάζειν τοῖς ἐκείνου προσεχῶς μετέχουσιν, ὡς δυνατὸν αὐτῇ, καὶ ἐκείνου μεταλαμβάνει. τὰ δὲ ἐγγὺς τῆς γῆς ὀλίγας κινήσεις κινεῖται, διότι οὐκ ἀφικνεῖται πρὸς τὸ ἔσχατον τέλος, τουτέστι τὸ πρῶτον καὶ τὸ παντελὲς ἀγαθόν, ἀπομερισθέντα αὐτοῦ, ἀλλὰ μέχρι τοσούτου κινεῖται, μέχρις οὗ δύναται μετασχεῖν τῆς θειοτάτης ἀρχῆς· δύναται δὲ μερικῶς. καὶ εἰ μὲν γῆν λέγοι τὴν κυρίως γῆν, ἐγγὺς ἂν αὐτῆς λέγοι τὰ ὑπὲρ τὴν γῆν ὑποσέληνα στοιχεῖα, εἰ δὲ γῆν λέγοι τὸ ὑπὸ σελήνην πᾶν, ἐγγὺς ἄν εἴη λέγων τὴν σελήνην καὶ τὸν ἥλιον ὀλίγας κινουμένους κινήσεις, καὶ τοῦτο μᾶλλον οἰκεῖον τοῖς εἰρημένοις· περὶ γὰρ τούτων καὶ ἡ ἀπορία κεκίνηται, διὰ τί τῆς ἀπλανοῦς μίαν κίνησιν κινουμένης οὐχὶ τὰ πορρώτερον αὐτῆς πλείονας ἀεὶ κινεῖται κινήσεις, ἥλιος καὶ σελήνη, ἀλλ’ οὗτοι μὲν ὀλίγας, τὰ δὲ μέσα πλείονας. εἰ οὗν τὸ ὀλίγας κινήσεις μὴ περὶ ἡλίου λέγοι καὶ σελήνης, ἐλλείποι ἂν τῇ λύσει τῆς ἀπορίας τὸ κυριώτατον· εἰ δὲ περὶ ἡλίου καὶ σελήνης λέγοι, σκληρὸν δοκεῖ τὸ οὐ γὰρ ἀφικνεῖται πρὸς τὸ ἔσχατον, εἰ μὴ ἄρα τοῦτο λέγοι, ὅτι οὐ παρισοῦται τῇ ἐκείνου παντελείᾳ μερικώτερα γίνόμενα· ἐπεί, ὅτι μετέχει τῆς πρώτης ἀρχῆς κατὰ τὰ ἐαυτῶν μέτρα, σαφως εἶπε· μέχρι γὰρ οὗ δύναται, φησί, μετέχει τῆς θειοτάτης ἀρχῆς. Ὁ δὲ πρῶτος, φησίν, οὐρανὸς εὐθύς, τουτέστιν ἀμέσως, τυγχάνει τῆς πρώτης ἀρχῆς διὰ μιᾶς τῷ εἴδει κινήσεως, ὅτι ἡ μία αὕτη πασῶν ἐστι τῶν κινήσεων περιεκτικὴ καὶ ἀπογεννητκὴ καὶ συναιρετική· πρῶτος γὰρ κινηθεὶς ὁ πρῶτος οὐρανὸς τὸ παντελὲς τοῦ ἀκινήτου διὰ τῆς παντελοῦς κινήσεως ἐμιμήσατο, καὶ ὅπερ ἐστὶν ἐκεῖνο κατὰ τὸ αἰώνιον ἀεί, τοῦτο γίνεται οὗτος, φαίη ἄν ὁ Πλατῶν, κατὰ τὸν σύμπαντα χρόνον τῶν ὑπ’ αὐτὸν μερισαμένων τὴν ἐκείνου ταὐτότητα. καὶ εἴ τῳ φίλον καὶ τοῖς θείοις ἐπαναπαύεσθαι μύθοις, ἐννοείτω κἀν τούτοις τὸν μετὰ τὸν πρῶτον οὐρανὸν τὸν μέγιστον Κρόνον διακρίσεως ἄρξαι καὶ μερισμοῦ. ’Αλλὰ ταῦτα μὲν ἐν ἄλλοις. τὰ δὲ ἐν μέσῳ, φησί, τοῦ πρώτου καὶ τῶν ἐσχάτων, πρῶτον μὲν τὸν ἀπλανῆ λέγων οὐρανόν, ἔσχατα δὲ τὸν ἥλιον καὶ τὴν σελήνην· ταῦτα γὰρ ἄκρα τοῦ θείου σώματος· τὰ οὖν ἐν μέσῳ τούτων, φησίν, ὁλικώτερα ὄντα ἀφικνεῖται μὲν τῶν ἐσχάτων μᾶλλον πρὸς τὸ παντελὲς τῆς ἀρχῆς, διὰ μερισμοῦ δὲ τῶν κινήσεων ἀφικνεῖται καὶ οὐ διὰ μιᾶς κινήσεως, ὡς ὁ πρῶτος οὐρανός· διὰ πλειόνων οὖν τῶν τὴν | μίαν μεριζομένων τελείως· διὸ καὶ ἀφικνεῖσθαι λέγονται, ὅπου καὶ ἡ μία κίνησις ἀνάγει. καί μοι δοκεῖ ὁ Ἀριστοτέλης τὰς οὐρανίας πάσας κινήσεις ἐπισκεψάμενος τὰς τὴν παντότητα διατεινούσας τῆς ἀκινήτου ἑνώσεως εὑρεῖν τὴν μὲν ἀπλανῆ μίαν κίνησιν κινουμένην πασῶν περιεκτικήν, τὰς δὲ μετ’ αὐτὴν πάσας μεμερισμένως, ἥλιον δὲ καὶ σελήνην οὐ πάσας· οὔτε γὰρ στηριγμοὺς οὔτε ὑποποδισμοὺς οὔτε φάσεις διαφόρους οὗτοι φαίνονται ποιούμενοι οὔτε προηγήσεις καὶ ἀκολουθήσεις, διὸ καὶ ἁπλουστέραις ὑποθέσεσιν ἠρκέσθησαν οἱ ἀστρονόμοι τῶν φαινομένων τὰς αἰτίας ἀποδιδόντες. πρακτικὰς οὖν τὰς κινήσεις ὑποθέμενος καὶ διὰ τὴν πρὸς τἀγαθὸν ὁμοίωσιν γινομένας τὸν μὲν πρῶτον οὐρανὸν διὰ μιᾶς παντελοῦς κινήσεως προσεχῶς τυγχάνειν φησὶ τῆς παντελοῦς πρὸς τὸ ἀκίνητον ὁμοιώσεως, τὰς δὲ μετ’ αὐτὸν σφαίρας διὰ πασῶν τῶν μεμερισμένων κινήσεων ἀφικνεῖσθαι πρὸς τὴν παντελῆ ὁμοίωσιν, τὸν δὲ ἥλιον καὶ τὴν σε- λήνην οὐ πάσας κινουμένους τὰς κινήσεις, ἐφ’ ὅσον δυνατόν, αὐτῆς μεταλαμβάνειν. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης τὴν λύσιν τῆς ἀπορίας ἀποδέδωκεν ἐνδοὺς τῇ ἀπορίᾳ καὶ συγχωρήσας τοὺς πλάνητας πολλὰς κινεῖσθαι κινήσεις τῷ εἴδει διὰ τοὺς φαινομένους αὐτῶν οὐ μόνον προποδισμούς, ἀλλὰ καὶ ὑποποδισμοὺς καὶ στηριγμοὺς καὶ φάσεις διαφόρους καὶ προηγήσεις καὶ ἀκολουθήσεις καὶ πολυειδεῖς ἀνωμαλίας· διὰ γὰρ τὸ ταύτας σώζεσθαι πλείονας καθ’ ἕκαστον κινήσεις παραλαμβάνουσιν, οἱ μὲν ἐκκέντρους καὶ ἐπικύκλους, οἱ δὲ ὁμοκέντρους τὰς ἀνελιττούσας καλουμένας ὑποτιθέμενοι. ὁ δέ γε ἀληθὴς λόγος οὔτε στηριγμοὺς αὐτῶν ἢ ὑποποδισμοὺς αὐτῶν οὔτε προσθέσεις ἢ ἀφαιρέσεις τῶν ἐν ταῖς κινήσεσιν ἀριθμῶν παραδεχόμενος, κἄν οὕτω φαίνωνται κινούμενοι, οὐδὲ τὰς ὑποθέσεις ὡς οὕτως ἐχούσας προσίεται, ἀλλὰ ἁπλᾶς καὶ ἐγκυκλίους καὶ ὁμαλεῖς καὶ τεταγμένας τὰς οὐρανίας κινήσεις ἀπὸ τῆς οὐσίας αὐτῶν τεκμαιρόμενος ἀποδείκνυσι.· μὴ δυνάμενοι δὲ δι’ ἀκριβείας ἑλεῖν, πῶς αὐτῶν διακειμένων φαντασία μόνον ἐστὶ καὶ οὐκ ἀλήθεια τὰ συμβαίνοντα, ἠγάπησαν εὑρεῖν, τίνων ὑποτεθέντων δι’ ὁμαλῶν καὶ τεταγμένων καὶ ἐγκυκλίων κινήσεων δυνήσεται διασωθῆναι τὰ περὶ τὰς κινήσεις τῶν πλανᾶσθαι λεγομένων φαινόμενα. καὶ πρῶτος τῶν ῾Ελλήνων Εὔδοξος ὁ Κνίδιος, ὡς Εὔδημός τε ἐν τῷ δευτέρῳ τῆς ’Αστρολογικῆς ἱστορίας ἀπεμνημόνευσε καὶ Σωσιγένης παρὰ Εὐδήμου τοῦτο λαβών, ἅψασθαι λέγεται τῶν τοιούτων ὑποθέσεων Πλάτωνος, ὥς φησι Σωσιγένης, πρόβλημα τοῦτο ποιησαμένου τοῖς περὶ ταῦτα ἐσπουδακόσι, τίνων ὑποτεθεισῶν ὁμαλῶν καὶ τεταγμένων κινήσεων διασωθῇ τὰ περὶ τὰς κινήσεις τῶν πλανωμένων φαινόμενα. Εἰ οὖν ὑποθέσεις εἰσὶν αἱ πλείονες καθ’ ἕκαστον τῶν πλανωμένων πλειόνων οὖσαι σωμάτων κινήσεις καὶ οὐχ ὡς κατὰ ἀλήθειαν οὕτως ἔχουσαι ἀπο|δείκνυνται, ὡς δηλοῖ τὸ ἄλλον ἄλλως αὐτὰς ὑποθέσθαι, τίς ἀνάγκη ὡς κατὰ ἀλήθειαν πλειόνων ὄντων σωμάτων περὶ ἕκαστον τῶν ἀπλανῶν καὶ διὰ τοῦτο πλειόνων κινήσεων οὕτως αἰτίαν ζητεῖν, διὰ τί οἱ προσεχεῖς τῇ ἀπλανεῖ πλάνητες πλείονας φέρονται φορὰς τῶν ἐσχάτων; μήποτε δέ, εἰ χρὴ τολμᾶν ὅλως ἡμᾶς τοιαύτας ποιεῖσθαι συγκρίσεις, οὐ πρὸς τὴν τῶν τόπων διαφορὰν τὰς ἀξίας αὐτῶν ἀφορίζειν ἀνάγκη, ἀλλ’ ἐκεῖ λέγειν ἕκαστον τετάχθαι, ἔνθα λυσιτελεῖ τῷ παντί. τῶν οὖν ὑπὸ σελήνην μὴ ἐχόντων οἰκεῖον φῶς, ἀλλ᾿ ἔξωθεν φωτιζομένων, εἰκότως, φαίη ἄν τις, οἱ δύο τοῦ κόσμου φωστῆρες ὑπὲρ αὐτὰ προσεχῶς ἐτάχθησαν τὸ ἁπλοῦν ἴσως τῶν κινήσεων κατὰ τὸ κρεῖττον ἔχοντες τοῦ συνθέτου. δέ γε Πλατῶν ἐν μὲν τοῖς Νόμοις δοκεῖ λέγειν, ὅτι φαίνονται μὲν οὕτω ποικίλως κινούμενοι οἱ πλάνητες, οὐ μὴν κατὰ ἀλήθειαν οὕτω κινοῦται, ἐν δὲ τῷ Τιμαίῳ ποικιλωτέραν αὐτῶν εἷναι τὴν κίνησιν συγχωρεῖ ὡς μέσων ὄντων τῶν τε πάντῃ τεταγμένων καὶ τῶν πάντῃ ἀτάκτων καὶ διὰ τοῦτο τεταγμένην ἐχόντων ἀνωμαλίαν. διὸ καὶ ἐν τοῖς Νόμοις καταβοᾷ τῶν μόνην πλάνην αὐτῶν κατηγορούντων καὶ μὴ οἰομένων καὶ ταύτην τάξεως μετέχειν καὶ εἶναι κατὰ φύσιν αὐτοῖς. ἐπειδὴ δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις ἀνέδην ἄψυχα τὰ τέσσαρα στοιχεῖά φησιν εἶναι τὰ ὑπὸ σελήνην καὶ πράξεως ἄμοιρα, τίς οὐκ ἂν θαυμάσοι, εἰ τὰ μὲν ἐξ ἐλαχίστης αὐτῶν μοίρας συγκείμενα ζῷα ἔμψυχά ἐστιν ἐφήμερον ἔχοντα τὴν οὐσίαν καὶ εἰς βραχὺ κομιδῇ συνεσταλμένην, αἱ δὲ τηλικαῦται τοῦ παντὸς μοῖραι ἀίδιοι οὖσαι ταῖς ὁλότησιν οὐκ ἄν ψυχῆς ὑπὸ τοῦ δημιουργοῦ κατηξιώθησαν; κἄν γὰρ ἁπλᾶ ᾖ, οὐκ ἦν ἀνάγκη ἄψυχα αὐτὰ εἶναι, εἴπερ καὶ ὁ οὐρανὸς ἁπλοῦς ὢν ἐψύχωται, ὁπότε καὶ τούτων ἕκαστον ἐκ τῶν τεσσάρων συγκείμενον κατ’ ἐπικράτειαν ἑνός ἐστι τοῦτο, ὃ λέγεται. εἰ δὲ διὰ τοῦτο πράξεως οὐ μετέχει, ὅτι μὴ ἄλλοτε ἄλλα ἐνεργεῖ ὥσπερ τὰ μερικὰ ζῷα, καὶ ὁ οὐρανὸς ἀεὶ τὴν αὐτὴν ἔχει τάξιν τῶν ἐνεργειῶν· εἰ δέ, ὅτι κατὰ τόπον ἀκίνητος ἡ γῆ, διὰ τοῦτο ἄζως αὐτῷ δοκεῖ καὶ ἄψυχος, πρῶτον μὲν αἰσχύνεσθαι δεῖ, εἰ τὰ μὲν φυτὰ τὰ ὑπὸ τῆς γῆς ζωούμενα ζῆν λέγομεν καὶ ἔμψυχα εἶναι, αὐτὴν δὲ τὴν γῆν ἄζων καὶ ἄψυχον· ἔπειτα ζῆν λέγων καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν ὁ Ἀριστοτέλης οὐκ ἀναγκάζει κατὰ τόπον αὐτὰ κινεῖσθαι· κἂν ἕστηκεν ἡ γῆ ἑστία τοῦ παντὸς οὖσα, ταύτην ἔχει πρᾶξιν καὶ ἐνέργειαν· ὡς γὰρ τὸ κινεῖσθαι ζωτικῶς, οὕτως καὶ τὸ ἑστάναι ζωτικῶς πρᾶξίς ἐστι καὶ ἐνέργεια ἔμψυχος· διὸ τὰ μὲν οὐράνια κινεῖται, ἡ δὲ γῆ ἕστηκε, τὰ δὲ μερικὰ ζῷα καὶ κινεῖται καὶ ἔστηκε. p. 292b25 Περὶ δὲ τῆς ἀπορίας ἕως τοῦ | πολλὴν ὑπεροχὴν εἷναι τῆς πρώτης πρὸς τὰς ἄλλας. Δύο προθεὶς ἀπορίας καὶ τὴν πρώτην διαλύσας ἐπὶ τὴν δευτέραν μέτεισι τὴν ζητοῦσαν, διὰ τί ἡ μὲν ἀπλανὴς μία οὖσα σφαῖρα καὶ μίαν κινουμένη φορὰν τοσοῦτον ἔχει πλῆθος ἀστέρων ὡς ἀνάριθμον δοκεῖν πάντων μίαν κίνησιν τὴν τῆς ἀπλανοῦς κινουμένων, τῶν δὲ πλανᾶσθαι λεγομένων ἕκαστον ἰδίαν κίνησιν εἴληφε κατὰ τὴν σφαῖραν, ἐν ᾗ μόνον αὐτό ἐστι. ταύτην οὖν τὴν ἀπορίαν τρισὶν ἢ δυοῖν ἐπιχειρήμασι λύων τὸ πρῶτον εἴρηκεν ἀπὸ τῆς ὑπεροχῆς, ἣν ἔχει πρὸς τὰς ἄλλας σφαίρας ἡ ἀπλανής· κἄν γὰρ πᾶσαι καὶ ζωὴν καὶ ἀρχικὸν ἀξίωμα ἔχωσιν, ἐννοῆσαι χρὴ πολλὴν ὑπεροχὴν εἶναι καὶ ζωῆς καὶ ἀρχῆς τῆς πρώτης πρὸς τὰς ἄλλας. δηλοῖ δὲ τὴν ὑπεροχὴν τῆς δυνάμεως ἥ τε ἄμεσος συγγένεια πρός τὸ πρῶτον ποιοῦν τε καὶ κινοῦν αἴτιον καὶ τὸ πάντων τῶν ἄλλων εἶναι περιεκτικὴν καὶ τὸ συμπεριφέρειν ἑαυτῇ τὰς ἄλλας καὶ ἔτι μέντοι τὸ διὰ μιᾶς καὶ ἁπλῆς κινήσεως καὶ σχεδὸν ἀχρόνου, εἴ τις ἐννοήσοι τὸ μέγεθος, ὁλοκλήρου τυγχάνειν τοῦ τελεωτάτου ἀγαθοῦ· ὥστε τάχα ἄν τις δικαιότερον τὸ ἐναντίον θαυμάσειεν, εἰ τοσοῦτον ὑπερφέρουσα λόγον ὅμως ἀριθμητικόν τινα δυνάμεως ἔχει πρὸς τὰς ἄλλας, ὃν τὸ πλῆθος τῶν ὑπ’ αὐτῆς κινουμένων ἀστέρων πρὸς ἓν ἕκαστον τῶν ἐν ταῖς ἄλλαις ἐνδεδεμένων. p. 292b30 Εἴη δ’ ἂν ἥδε συμβαίνουσα κατὰ λόγον ἕως τοῦ τῷ δὲ ἑνὶ σώματι πολλὰς φοράς. Τοῦτο οὐ χρή, φασί, τοῖς ἐπάνω συνάπτοντας συγχεῖν τοὺς λόγους, ἀλλ’ ὡς δεύτερον ἐπιχείρημα ἀποδέχεσθαι. λέγει γάρ, ὅτι ἡ μὲν πρώτη φορὰ ἡ τῶν ἀπλανῶν μία οὖσα πολλὰ κινεῖ τῶν θείων σωμάτων κατὰ τὴν μίαν ἑαυτῆς κίνησιν, αἱ δὲ τῶν πλανωμένων φοραὶ καθ’ ἕκαστον ἀστέρα πολλαὶ οὖσαι πολλῶν σφαιρῶν ἓν σῶμα πολλὰς κινοῦσι κινήσεις· ἕκαστον γὰρ τῶν πλανωμένων ἄστρων πλείους φέρεται φορὰς ὑπὸ πλειόνων τῶν ἀνελιττουσῶν καλουμένων φερόμενον. ταύτῃ οὖν, φησί, καὶ τὴν τοσαύτην ὑπεροχὴν ἀνισάζει ἡ φύσις καὶ ποιεῖ τινα τάξιν τῇ μὲν μιᾷ φορᾷ τῆς ἀπλανοῦς πολλὰ ἀποδοῦσα σώματα τῶν ἀπλανῶν ἀστέρων, τῷ δὲ ἑνὶ σώματι τοῦ πλανωμένου ἀστέρος πολλὰς κινήσεις. καὶ οἱ μὲν ἐξηγηταὶ ὡς ἴδιον αὐτόθεν τοῦτο τάττοντες ἐπιχείρημα μὴ συνάπτειν αὐτὸ τῷ προτέρῳ παρακελεύονται· μήποτε δέ, εἰ μὴ συνάπτοιτο ἐκείνῳ, ἀδιανόητόν ἐστι τὸ εἴη δ’ ἂν ἥδε συμβαίνουσα κατὰ λόγον. τίς γὰρ ἥδε, εἰ μὴ πρὸς τὴν ὑπεροχὴν ἀποδέδωκε; τὸ γὰρ λέγειν ἥδε ἡ θέσις καὶ ἡ τάξις καὶ ἡ δοκοῦσα ἀνισύτης, ὡς ὁ Ἀλέξανδρός φησι, πολὺ τὸ ἐλλειπτικὸν ἔχει τῆς ἑρμηνείας. μήποτε οὖν πολλὴν | εἰπὼν τὴν ὑπεροχὴν τῆς ἀπλανοῦς πρὸς τὰς πλανωμένας καὶ διὰ τούτου λύσας τὴν ἀπορίαν ἐφεξῆς δείκνυσιν, ὅτι καὶ ἥδε ἡ ὑπεροχὴ ἀνισάζεταί πως διὰ τῆς ἀναλογίας ὑπὸ τῆς θείας δημιουργίας. ὡς γὰρ ἡ μία κίνησις τῆς ἀπλανοῦς ἔχει πρὸς τὰ πολλὰ ὑπ’ αὐτῆς κινούμενα ἄστρα, οὕτω τὸ πλανώμενον ἓν ἄστρον πρὸς τὰς κινουμένας αὐτῷ πολλὰς κινήσεις. εἰ γὰρ μὴ οὕτως τις ἀποδέξαιτο τὸ εἰρημένον, ἀλλ’ ὡς ἴδιον καθ’ αὑτὸ τελέως ἐπιχείρημα, μήποτε καὶ ἀνατρεπτικόν ἐστι τοῦ πρὸ αὐτοῦ ῥηθέντος, εἴπερ ἐκεῖνο μὲν τὴν ὑπεροχήν, τοῦτο δὲ τὴν ἀνίσωσιν ᾐτιάσατο. p. 293a4 Καὶ ἔτι διὰ τοῦτο ἓν ἔχουσι σῶμα αἱ ἄλλαι σφαῖραι ἓως τοῦ παντὸς δὲ πεπερασμένου σώματος πρὸς πεπερασμένον ἡ δύναμίς ἐστιν. Ἂλλο τοῦτο ἐπιχείρημα ἢ δεύτερον ἢ τρίτον τὴν αἰτίαν ἀπὸ τῶν ἀνελιττουσῶν καλουμένων σφαιρῶν ἀποδιδὸν τοῦ τὰς μὲν πλανωμένας ἓν ἄστρον ἔχειν ἑκάστην, τὴν δὲ ἀπλανῆ τοσαῦτα. λέγει οὖν, ὅτι ἡ σφαῖρα ἡ τὸ ἓν ἄστρον ἔχουσα τὸ πλανᾶσθαι λεγόμενον ἐν πολλαῖς σφαίραις ταῖς ἀνελιττούσαις καλουμέναις ἤ , ὡς ὁ Θεόφραστος αὐτὰς καλεῖ, ταῖς ἀνάστροις ἐνδεδεμένη φέρεται τελευταία οὖσα τῆς ὅλης αὐτῶν συντάξεως, οἷον τῶν τὸν Κρόνον ἢ τὸν Δία ἢ τῶν ἄλλων τινὰ κινουσῶν· καὶ ἑκάστῃ μέντοι τούτων τῶν σφαιρῶν τῇ τε ἄστρον ἐχούσῃ καὶ ταῖς ταύτην περιεχούσαις ἴδιόν ἐστι κατὰ φύσιν ἁπλῆ κίνησις, ἡ δὲ ποικιλία καὶ ἀνωμαλία τοῦ ἀστέρος προποδίζειν τε καὶ ὑποποδίζειν δοκοῦντος καὶ προστιθέναι καὶ ἀφαιρεῖν τοῖς ἀριθμοῖς καὶ στηρίζειν ἔξωθεν πρόσκειται· ὑπὸ γὰρ τῶν ἀνελιττουσῶν γίνεται κινουμένης μὲν ἑκάστης αὐτῶν, ὡς εἴρηται, κατὰ τὴν ἑαυτῆς ἰδίαν κίνησιν, κινούσης δὲ τὴν τὸ ἄστρον ἔχουσαν ἄλλης ἄλλως κατὰ τὴν ἑαυτῆς οἰκείαν κίνησιν. ἐπειδὴ οὖν ἑκάστη σφαῖρα σῶμα τυγχάνει ὄν, τῇ δὲ ἐξωτάτω καθ’ ἑκάστην σύνταξιν σὺν τῇ ἀπλανεῖ κινουμένῃ πρὸς τῇ ἰδίᾳ κινήσει πρόσκειται τὸ καὶ τὰς ἄλλας τὰς ὑφ’ ἑαυτῆς περιεχομένας κινεῖν κοινῶς τὴν αὐτὴν κίνησιν πάσας, ἣν αὐτὴ κινεῖται, ἐργῶδες ἄν ἦν αὐτῇ κινεῖν καὶ σφαίρας σωματικὰς τοσαύτας καὶ τὴν τὸ ἓν ἄστρον ἔχουσαν μηκέτι ἓν ἔχουσαν ἀλλὰ πολλά, ὥσπερ καὶ τῇ ἀπλανεῖ. τὸ δὲ ἐργῶδες ἔδειξεν ὁ Ἀριστοτέλης διὰ τοῦ εἰπεῖν παντὸς δὲ πεπερασμένου σώματος πρὸς πεπερασμένον ἡ δύναμίς ἐστιν. εἰ μὲν γὰρ ἄπειρον εἶχε δύναμιν τὸ κινοῦν, οὐδὲν ἄν ἦν πρᾶγμα ὁσαοῦν ὑποβάλλειν αὐτῷ πρὸς τὸ κινεῖσθαι, ἐπειδὴ δὲ σῶμα ὂν πεπερασμένον πεπερασμένην ἔχει δύναμιν, πρὸς πεπερασμένον ἄν εἴη αὕτη· ἡ δύναμις καὶ σύμμετρον αὐτῇ καὶ οὐ πρὸς ὁποιονοῦν. εἰ οὖν ὑπεραίρει τὴν τῆς μιᾶς σφαίρας κινητικὴν δύναμιν πρὸς τὸ I κινεῖσθαι ὑπ’ αὐτῆς τὰ τοσαῦτα σώματα, εἰ καὶ πολλοὺς εἶχεν ἀστέρας ἡ τὸν ἕνα ἔχουσα σφαῖρα, ἐργῶδες ἂν ὄντως ἦν τὸ ἐπίταγμα. Δοκεῖ δέ μοι ὁ λόγος οὗτος ὡς ἐπ’ ἐκείνῳ προ·ιέναι τῷ λέγοντι πολλὴν ὑπεροχὴν εἶναι τῆς ἀπλανοῦς πρὸς τὰς πλανωμένας· ἐπεὶ τί ἐκώλυεν, ὥσπερ ἡ ἀπλανὴς τούς τε ἐν αὑτῇ πάντας ἀστέρας καὶ τὰς περιεχομένας ὑφ’ αὑτῆς σφαίρας πάσας ἑαυτῇ συγκινεῖ, οὕτω καὶ τὴν ἐξωτάτω τῶν ἀνελιττουσῶν τάς τε ὑφ’ ἑαυτὴν ἀνελιττούσας κινεῖν καὶ τὴν τὸ ἄστρον μηκέτι ἓν ἀλλὰ πολλὰ ἔχουσαν; εἰ μὴ ἄρα τι διάφορον ἔχει τὸ τὴν μὲν ἀπλανῆ μετὰ τῶν ἄστρων ὑφεστῶσαν καὶ κινουμένην τὴν ἑαυτῆς κίνησιν οὕτω τὰς περιεχομένας ὑπ’ αὐτῆς συμπεριάγειν, τὴν δὲ τὸ πλανώμενον ἄστρον ἔχουσαν, εἰ πλῆθος εἶχεν ἀστέρων, τὴν ὑπ’ ἄλλου κίνησιν ἐργωδεστέραν ποιεῖν τῷ κινοῦντι. τὸ δὲ ἐργῶδες, οὐχ ὅτι βάρος ἔχει τὰ σώματα ἐκεῖνα· τοῦτο γὰρ ἀποδεικτικῶς ὁ Ἀριστοτέλης ἀπέφησεν· ἀλλ’ ὅτι χρὴ πάντως καὶ ἐν ἐκείνοις συμμετρίαν τοῦ κινοῦντος πρὸς τὸ κινούμενον εἶναι, δι’ ὃ τὴν ἀπόδειξιν ἀπὸ ταύτης ὁ Ἀριστοτέλης πεποίηται. ἐπιστῆσαι δὲ χρή, ὅτι καὶ τοῦτο τὸ ἐπιχείρημα ὡς ἐπὶ ἀληθῶς ὑφεστώσαις προῆλθε ταῖς κατὰ τὰς ἀνελιττούσας ἀστρολογικαῖς ὑποθέσεσιν οὐδεμίαν ἐχούσαις ἀνάγκην, ὡς καὶ πρότερον εἶπον, εἴπερ καὶ ἄλλοι δι’ ἄλλων ὑποθέσεων ἔσωσαν τὰ φαινόμενα. οἰκεῖον δὲ ἂν εἴη τοῖς περὶ τοῦ οὐρανοῦ καὶ τῶν οὐρανίων κινήσεων λόγοις τὸ καὶ περὶ τῶν ὑποθέσεων τούτων βραχέα διαλεχθῆναι, ὧν ὑποτεθεισῶν ἕκαστοι σώζειν τὰ φαινόμενα διετείνοντο. καὶ εἴρηται καὶ πρότερον, ὅτι ὁ Πλατῶν ταῖς οὐρανίαις κινή- σεσι τὸ ἐγκύκλιον καὶ ὁμαλὲς καὶ τεταγμένον ἀνενδοιάστως ἀποδιδοὺς πρόβλημα τοῖς μαθηματικοῖς προὔτεινε, τίνων ὑποτεθέντων δι’ ὁμαλῶν καὶ ἐγκυκλίων καὶ τεταγμένων κινήσεων δυνήσεται διασωθῆναι τὰ περὶ τοὺς πλανωμένους φαινόμενα, καὶ ὅτι πρῶτος Εὔδοξος ὁ Κνίδιος ἐπέβαλε ταῖς διὰ τῶν ἀνελιττουσῶν καλουμένων σφαιρῶν ὑποθέσεσι. Κάλλιππος δὲ ὁ Κυζικηνὸς Πολεμάρχῳ συσχολάσας τῷ Εὐδόξου γνωρίμῳ μετ’ ἐκεῖνον εἰς Ἀθήνας ἐλθὼν τῷ Ἀριστοτέλει συγκατεβίω τὰ ὑπὸ τοῦ Εὐδόξου εὑρεθέντα σὺν τῷ Ἀριστοτέλει διορθούμενός τε καὶ προσαναπληρῶν· τῷ γὰρ Ἀριστοτέλει νομίζοντι δεῖν τὰ οὐράνια πάντα περὶ τὸ μέσον τοῦ παντὸς κινεῖσθαι ἤρεσκεν ἡ τῶν ἀνελιττουσῶν ὑπόθεσις ὡς ὁμοκέντρους τῷ παντὶ τὰς ἀνελιττούσας ὑποτιθεμένη καὶ οὐκ ἐκκέντρους, ὥσπερ οἱ ὕστερον. Εὀδόξῳ τοίνυν καὶ τοῖς πρὸ αὐτοῦ τρεῖς ὁ ἥλιος ἐδόκει κινεῖσθαι κινήσεις τῇ τε τῶν ἀπλανῶν σφαίρᾳ ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς συμπεριαγόμενος καὶ αὐτὸς τὴν ἐναντίαν διὰ τῶν δώδεκα ζῳδίων φερόμενος καὶ τρίτον ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων εἰς τὰ πλάγια παρεκτρεπόμνος· καὶ γὰρ καὶ τοῦτο κατείληπτο ἐκ τοῦ μὴ κατὰ τὸν αὐτὸν | ἀεὶ τόπον ἐν ταῖς τροπαῖς ταῖς θεριναῖς καὶ ταῖς χειμεριναῖς ἀνατέλλειν. διὰ τοῦτο οὖν ἐν τρισὶν αὐτὸν φέρεσθαι ἔλεγον σφαίραις, ἃς ὁ Θεόφραστος ἀνάστρους ἐκάλει ὡς μηδὲν ἐχούσας ἄστρον καὶ ἀνταναφερούσας μὲν πρὸς τὰς κατωτέρω, ἀνελισσούσας δὲ πρὸς τὰς ἀνωτέρω. τριῶν γὰρ οὐσῶν περὶ αὐτὸν κινήσεων ἀδύνατον ἦν τὰς ἐναντίας ὑπὸ τοῦ αὐτοῦ κινεῖσθαι, εἴ γε μὴ καθ’ αὑτὸν μήτε ὁ ἥλιος μήτε ἡ σελήνη μήτε ἄλλο τι τῶν ἄστρων κινεῖται, πάντα δὲ ἐνδεδεμένα φέρεται τῷ κυκλικῷ σώματι. εἰ μὲν δὴ τήν τε κατὰ μῆκος περίοδον καὶ τὴν εἰς πλάτος παραχώρησιν ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ ἐποιεῖτο, αὐτάρκεις ἄν ἦσαν δύο σφαῖραι, μία μὲν ἡ τῶν ἀπλανῶν ἐπὶ δυσμὰς περιιοῦσα, ἑτέρα δὲ πρὸς ἕω περὶ ἄξονα στρεφομένη ἐνδεδεμένον μὲν τῇ προτέρᾳ, πρὸς ὀρθὰς δὲ ὄντα λοξῷ κύκλῳ, καθ’ οὗ τὴν πορείαν ἔδοξεν ἄν ποιεῖσθαι ὁ ἥλιος. ἐπεὶ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τὸν μὲν κύκλον ἐν ἅλῳ χρόνῳ περίεισι, τὴν δὲ κατὰ πλάτος παραχώρησιν ἐν ἄλλῳ τῳ ποιεῖται, ἀνάγκη καὶ τρίτην προσλαβεῖν σφαῖραν, ὅπως ἑκάστη κίνησις ἑκάστην τῶν φαινομένων περὶ αὐτὸν ἀποδιδῷ. ταύτῃ τοίνυν τριῶν οὐσῶν τῶν σφαιρῶν καὶ πασῶν ὁμοκέντρων ἀλλήλαις τε καὶ τῷ παντὶ τὴν μὲν τὰς δύο περιέχουσαν περὶ τοὺς τοῦ κόσμου πόλους ὑπετίθετο στρέφεσθαι ἐπὶ ταὐτὰ τῇ τῶν ἀπλανῶν καὶ ἰσοχρονίως ταύτῃ ἀποκαθισταμένην, τὴν δὲ ταύτης μὲν ἐλάττω, μείζω δὲ τῆς λοιπῆς, ἐπιστρέφεσθαι περὶ ἄξονα, καθάπερ εἴρηται, πρὸς ὀρθὰς ὄντα τῷ τοῦ διὰ μέσων τῶν ζῳδίων ἐπιπέδῳ ἀπὸ δυσμῶν ἐπὶ ἀνατολάς, τὴν δὲ ἐλαχίστην καὶ αὐτὴν μὲν ἐπιστρέφεσθαι ἐπὶ ταὐτὰ τῇ δευτέρᾳ, περὶ ἄξονα μέντοι ἕτερον, ὃς νοοῖτο ἄν ὀρθὸς πρός τινος κύκλου ἐπίπεδον μεγίστου καὶ λοξοῦ, ὃν ὁ ἥλιος τῷ ἑαυτοῦ κέντρῳ γράφειν δοκεῖ φερόμενος ὑπὸ τῆς ἐλαχίστης σφαίρας, ἐν ᾗ καὶ ἐνδέδεται. τὴν δ’ οὖν ὑπόλειψιν τῆς σφαίρας ταύτης βραδυτέραν πολλῷ τίθεται ἢ τὴν τῆς περιεχούσης αὐτήν, μέσης δὲ οὔσης τῷ τε μεγέθει καὶ τῇ θέσει, ὥς ἐστι δῆλον ἐκ τοῦ Περὶ ταχῶν αὐτῷ γεγραμμένου συγγράμματος. ἡ μὲν οὖν μεγίστη τῶν σφαιρῶν ἐπὶ ταὐτὰ τοῖς ἀπλανέσιν ἄμφω τὰς λοιπὰς ἐπιστρέφει διὰ τὸ τῆς μὲν φέρειν ἐν ἑαυτῇ ὄντας τοὺς πόλους, ἐκείνην δὲ τοὺς τῆς τρίτης τῆς φερούσης τὸν ἥλιον, ὁμοίως δὲ ἔχουσαν ἐν ἑαυτῇ τοὺς πόλους μεθ’ ἑαυτῆς, ἐφ’ ἃ περιάγεται, συνεπιστρέφειν καὶ ταύτην καὶ ἅμα ταύτῃ τὸν ἥλιον, οὕτω τε φαίνεσθαι αὐτὸν ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς φερόμενον συμβαίνει. καὶ εἰ μέν γε ἀκίνητοι ἦσαν καθ’ ἑαυτὰς αἱ δύο σφαῖραι ἥ τε μέση καὶ ἡ ἐλαχίστη, ἰσοχρόνιος κόσμου στροφῇ γίνοιτο ἄν ἡ τοῦ ἡλίου περιαγωγή, νῦν δέ, ἐπεὶ πρὸς τοὐναντίον αὗται ἀποστρέφονται, ὑστερεῖ τοῦ εἰρημένου χρόνου ἡ ἀπ’ ἀνατολῆς ἐπὶ τὴν ἑξῆς ἀνατολὴν τοῦ ἡλίου ἀπονόστησις. Καὶ ταῦτα μὲν περὶ τὸν | ἥλιον, περὶ δὲ τὴν σελήνην τὰ μὲν κατὰ ταὐτά, τὰ δὲ οὐ κατὰ ταὐτὰ διετάξατο· τρεῖς μὲν γὰρ σφαίρας καὶ ταύτην εἶναι τὰς φερούσας, διότι καὶ τρεῖς αὐτῆς ἐφαίνοντο εἶναι κινήσεις, τούτων δὲ μίαν μὲν τὴν ὁμοίως κινουμένην τῇ τῶν ἀπλανῶν, ἑτέραν δὲ ἐναντίως μὲν ταύτῃ, περὶ ἄξονα δὲ στρεφομένην πρὸς ὀρθὰς ὄντα τῷ ἐπιπέδῳ τοῦ διὰ μέσου τῶν ζῳδίων, καθάπερ καὶ ἐφ’ ἡλίου, τρίτην δὲ οὐκέτι καθάπερ ἐφ’ ἡλίου, ὅτι κατὰ μὲν τὴν θέσιν ὁμοίως, κατὰ δέ γε τὴν κίνησιν οὐχ ὁμοίως, ἀλλ’ ἐναντίως μὲν τῇ δευτέρα, τῇ δὲ πρώτῃ φερομένην ἐπὶ ταὐτὰ βραδεῖαν μὲν κίνησιν κινουμένην, περὶ ἄξονα δ’ οὖν στρεφομένην ὀρθὸν πρὸς τὸ ἐπίπεδον τοὐ κύκλου, ὃς ἐπινοηθείη ἄν ὑπὸ τοῦ κέντρου τῆς σελήνης γραφόμενος ἐγκεκλιμένος πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων τοσοῦτον, ὅσον ἡ πλείστη κατὰ πλάτος τῇ σελήνῃ παραχώρησις γίνεται· φανερὸν δέ, ὅτι οἱ τῆς τρίτης σφαίρας πόλοι ἀπὸ τῶν τῆς δευτέρας διεστῶτες ἄν εἶεν περιφέρειαν ἐπὶ τοῦ δι’ ἀμφοῖν νοουμένου μεγίστου κύκλου, ἡλίκη ἐστὶν ἡ ἡμίσεια τοῦ πλάτους, ὃ κινεῖται ἡ σελήνη. τὴν μὲν οὖν πρώτην ὑπέθετο σφαῖραν διὰ τὴν ἀπ’ ἀνατολῶν αὐτῆς ἐπὶ δυσμὰς περίοδον, τὴν δὲ δευτέραν διὰ τὴν ὑπὸ τὰ ζῴδια φαινομένην αὐτῆς ὑπόλειψιν, τὴν τρίτην δὲ διὰ τὸ μὴ ἐν τοῖς αὐτοῖς τοῦ ζῳδιακοῦ σημείοις βορειοτάτην τε καὶ νοτιωτάτην φαίνεσθαι γινομένην, ἀλλὰ μεταπίπτειν τὰ τοιαῦτα σημεῖα τῶν ζῳδίων ἀεὶ ἐπὶ τὰ προηγούμενα. διὸ δὴ καὶ τὴν σφαῖραν ταύτην ἐπὶ ταὐτὰ τῇ τῶν ἀπλανῶν κινεῖσθαι, τῷ δὲ τὴν μετάπτωσιν παντάπασιν ὀλίγην γίνεσθαι καθ’ ἕκαστον μῆνα τῶν εἰρημένων σημείων βραδεῖαν αὐτῆς τὴν ἐπὶ δυσμῶν κίνησιν ὑπεστήσατο. τοσαῦτα μὲν δὴ καὶ περὶ σελήνης, περὶ δὲ τῶν πέντε πλανήτων τὴν δόξαν ἐκτιθέμενος αὐτοῦ ὁ Ἀριστοτέλης διὰ τεττάρων σφαιρῶν τούτους κινεῖσθαί φησιν, ὧν ἡ πρώτη τε καὶ ἡ δευτέρα αἰ αὐταὶ καὶ τὴν αὐτὴν ἔχουσαι θέσιν ταῖς ἐπί τε ἡλίου καὶ σελήνης πρώταις δύο· ἥ τε γὰρ ἁπάσας περιέχουσα καθ’ ἕκαστον αὐτῶν ἐστι σφαῖρα περὶ τὸν ἄξονα τοῦ κόσμου στρεφομένη ἐπὶ δυσμὰς ἀπ’ ἀνατολῶν ἰσοχρονίως τῇ τῶν ἀπλανῶν, καὶ ἡ δευτέρα τοὺς πόλους ἐν τῇ πρώτῃ ἔχουσα περὶ ἄξονα καὶ πόλους τοῦ διὰ μέσων τῶν ζῳδίων ἔμπαλιν τὴν στροφὴν ποιεῖται ἀπὸ δυσμῶν ἐπ’ ἀνατολάς, ἐν ᾧ χρόνῳ ἕκαστος αὐτῶν δοκεῖ τὸν ζῳδιακὸν κύκλον διεξτέναι· διὸ ἐπὶ μὲν τοῦ τε ‘Ερμοῦ ἀστέρος καὶ τοῦ ‘Εωσφόρου ἐνιαυτῷ φησι τὴν τῆς δευτέρας σφαίρας συντελεῖσθαι, ἐπὶ δὲ τοῦ Ἄρεος ἔτεσι δυσίν, ἐπὶ δὲ τοῦ Δῖός δώδεκα ἔτεσι, ἐπὶ δὲ τοῦ Κρόνου τριάκοντα, ὃν ‘Ηλίου ἀστέρα οἱ παλαιοὶ προσηγόρευον. αἱ δὲ λοιπαὶ δύο ὧδέ πως ἔχουσιν· ἡ μὲν τρίτη καθ’ ἕκαστον τοὺς πόλους ἔχουσα ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων τοῦ ἐν τῇ καθ’ ἕκαστον δευτέρᾳ σφαίρα νοουμένου ἀπὸ μεσημβρίας ἐπὶ τὰς ἄρκτους ἐπιστρέφεται, ἐν ᾧ ἕκαστος χρόνῳ ἀπὸ φάσεως ἐπὶ τὴν ἐφεξῆς φάσιν παραγίνεται τὰς πρὸς ἥλιον ἁπάσας σχέσεις διεξιών, ὃν καὶ διεξόδου χρόνον οἱ ἀπὸ τῶν μαθημάτων καλοῦσιν. ἔστι δὲ οὗτος ἄλλῳ ἄλλος, διὸ καὶ οὐκ ἰσοχρόνιος ἅπασιν ἡ τῆς τρίτης σφαίρας στροφή, ἀλλά, καθάπερ Εὔδοξος ᾤετο, τῷ μὲν Ἀφροδίτης ἀστέρι ἐν μησὶν ἐννεακαίδεκα, τῷ δὲ τοῦ ‘Ερμοῦ ἐν ἡμέραις δέκα καὶ ἑκατόν, τῷ δὲ τοῦ Ἄρεος ἐν μησὶν ὀκτὼ καὶ ἡμέραις εἴκοσι, τῷ δὲ τοῦ Δῖός καὶ τῷ τοὐ Κρόνου ἑκατέρῳ ἔγγιστα ἐν μησὶ τρισκαίδεκα. ἡ μὲν οὖν τρίτη σφαῖρα οὕτω καὶ ἐν τοσούτῳ χρόνῳ κινεῖται· ἡ δὲ τετάρτη σφαῖρα, ἥτις καὶ τὸ ἄστρον φέρει, περὶ λοξοῦ τινος κύκλου στρέφεται πόλους ἰδίους καθ’ ἕκαστον, ἐν ἴσῳ μέντοι χρόνῳ τὴν στροφὴν τῇ τρίτῃ ποιεῖται ἐναντίως ἐκείνῃ κινουμένη ἀπ’ ἀνατολῶν ἐπὶ δυσμάς· ὁ δὲ λοξὸς οὗτος κύκλος ἐγκεκλίσθαι πρὸς τὸν μέγιστον τῶν ἐν τῇ τρίτῃ σφαίρᾳ παραλλήλων λέγεται ὑπ’ αὐτοῦ οὐκ ἴσον οὐδὲ ταὐτὸν ἐφ’ ἁπάντων. φανερὸν οὖν, ὅτι ἡ μὲν ὁμοίως τῇ τῶν ἀπλανῶν στρεφομένη πάσας τὰς λοιπάς, ἅτε ἐν ἀλλήλαις τοὺς πόλους ἐχούσας, ἐπιστρέφει ἐπὶ ταὐτά, ὥστε καὶ τὴν τὸ ἄστρον φέρουσαν καὶ αὐτὸ τὸ ἄστρον· καὶ διὰ ταύτην δὴ τὴν αἰτίαν ἀνατέλλειν τε καὶ δύνειν ὑπάρξει ἑκάστῳ αὐτῶν. ἡ δὲ δευτέρα σφαῖρα τὴν ὑπὸ τὰ δώδεκα ζῴδια πάροδον αὐτῷ παρέξεται· στρέφεται γὰρ περὶ τοὺς τοῦ διὰ μέσων τῶν ζῳδίων πόλους καὶ συνεπιστρέφει τάς τε λοιπὰς δύο σφαίρας καὶ τὸν ἀστέρα ἐπὶ τὰ ἑπόμενα τῶν ζῳδίων, ἐν ᾧ χρόνῳ ἕκαστος δοκεῖ τὸν ζῳδιακὸν διανύειν κύκλον. ἡ δὲ τρίτη σφαῖρα τοὺς πόλους ἔχουσα ἐπὶ τοὐ ἐν τῇ δευτέρᾳ διὰ μέσων τῶν ζῳδίων ἀπὸ μεσημβρίας τε πρὸς ἄρκτον στρεφομένη καὶ ἀπ’ ἄρκτου πρὸς μεσημβρίαν συνεπιστρέψει τὴν τετάρτην καὶ ἐν αὑτῇ τὸν ἀστέρα ἔχουσαν καὶ δὴ τῆς κατὰ πλάτος κινήσεως ἕξει τὴν αἰτίαν · οὐ μὴν αὐτὴ μόνη· ὅσον γὰρ ἐπὶ ταύτῃ καὶ πρὸς τοὺς πόλους τοῦ διὰ μέσων τῶν ζῳδίων ἧκεν ἂν ὁ ἀστὴρ καὶ πλησίον τῶν τοῦ κόσμου πόλων ἐγίνετο· νυνὶ δὲ ἡ τετάρτη σφαῖρα περὶ τοὺς τοὺ <τοὺ> ἀστέρος λοξοῦ κύκλου στρεφομένη πόλους ἐπὶ τἀναντία τῇ τρίτῃ ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς καὶ ἐν ἴσῳ χρόνῳ τὴν στροφὴν αὐτῶν ποιουμένη τό τε ἐπὶ πλέον ὑπερβάλλειν τὸν διὰ μέσων τῶν ζῳδίων παραιτήσεται καὶ τὴν λεγομένην ὑπὸ Εὐδόξου ἱπποπέδην περὶ τὸν αὐτὸν τουτονὶ κύκλον τῷ ἀστέρι γράφειν παρέξεται, ὥστε, ὁπόσον τὸ τῆς γραμμῆς ταύτης πλάτος, τοσοῦτον καὶ ὁ ἀστὴρ εἰς πλάτος δόξει παραχωρεῖν, ὅπερ ἐγκαλοῦσι τῷ Εὐδόξῳ. Αὕτη μὲν ἡ κατὰ Εὔδοξον σφαιροποιία εἴκοσι καὶ ἓξ τὰς πάσας ἐπὶ τῶν ἑπτὰ παραλαμβάνουσα ἓξ μὲν ἐπὶ ἡλίου καὶ σελήνης, εἴκοσι δὲ ἐπὶ τῶν πέντε. περὶ δὲ Καλλίππου τάδε γέγραφεν ὁ Ἀριστοτέλης ἐν τῷ Α τῆς Μετὰ τὰ φυσικά· “Κάλλιππος δὲ τὴν μὲν θέσιν τῶν σφαιρῶν τὴν αὐτὴν ἐτίθετο Εὐδόξῳ, τουτέστι τῶν ἀποστημάτων τὴν τάξιν, τὸ δὲ πλῆθος τῷ μὲν τοῦ Δῖός καὶ τῷ τοῦ Κρόνου τὸ αὐτὸ ἐκείνῳ ἀπεδίδου, τῷ δὲ ἡλίῳ καὶ τῇ σελήνῃ δύο ᾤετο προσθετέας εἶναι σφαίρας, τὰ φαινόμενα εἰ μέλλοι τις ἀποδώσειν, τοῖς δὲ λοιποῖς τῶν πλανήτων ἑκάστῳ ἀνὰ μίαν”. ὡς εἶναι κατὰ Κάλλιππον τὰς πάσας πεντάκις πέντε καὶ δὶς τέσσαρας, τουτέστι τριάκοντα καὶ τρεῖς σφαίρας. οὔτε δὲ Καλλίππου φέρεται σύγγραμμα τὴν αἰτίαν τῶν προσθετέων τούτων σφαιρῶν λέγον, οὔτε Ἀριστοτέλης αὐτὴν προσέθηκεν, Εὔδημος δὲ συντόμως ἱστόρησε, τίνων φαινομένων ἕνεκα ταύτας προσθετέας εἶναι τὰς σφαίρας ᾤετο. λέγειν γὰρ αὐτόν φησιν, ὡς, εἴπερ οἱ μεταξὺ τροπῶν τε καὶ ἰσημεριῶν χρόνοι τοσοῦτον διαφέρουσιν, ὅσον Εὐκτήμονι καὶ Μέτωνι ἐδόκει, οὐχ ἱκανὰς εἶναι τὰς τρεῖς σφαίρας ἑκατέρῳ πρὸς τὸ σώζειν τὰ φαινόμενα διὰ τὴν ἐπιφαινομένην δηλονότι ταῖς κινήσεσιν αὐτῶν ἀνωμαλίαν. τὴν δὲ μίαν, ἣν ἐν ἑκάστῳ τῶν τριῶν πλανήτων Ἄρεος καὶ Ἀφροδίτης καὶ ‘Ερμοῦ προσετίθει, σφαῖραν, τίνος ἕνεκεν προσετίθει, συντόμως καὶ σαφῶς ὁ Εὔδημος ἱστόρησεν. ὁ δὲ Ἀριστοτέλης μετὰ τὸ ἱστορῆσαι τὴν τοῦ Καλλίππου δόξαν περὶ τῶν ἀνελιττουσῶν ἐπήγαγεν “ἀναγκαῖον δέ, εἰ μέλλουσι συντεθεῖσαι πᾶσαι τὰ φαινόμενα ἀποδώσειν, καθ’ ἕκαστον τῶν πλανωμένων ἑτέρας σφαίρας μιᾷ ἐλάττονας εἶναι τὰς ἀνελιττούσας καὶ εἰς ταὐτὸν ἀποκαθιστώσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου· οὕτω γὰρ μόνως ἐνδέχεται τὴν τῶν πλανήτων φορὰν ἅπαντα ποιεῖσθαι.” ταῦτα τοίνυν τοῦ Ἀριστοτέλους συντόμως οὕτως σαφῶς εἰρηκότος ὁ Σωσιγένης ἐγκωμιάσας τὴν ἀγχίνοιαν αὐτοῦ ἐπεχείρησεν εὑρεῖν τὴν χρείαν τῶν ὑπ’ αὐτοῦ προστιθεμένων σφαιρῶν καὶ λέγει, ὅτι δυοῖν ἕνεκα ταύτας, ἃς ἀνελιττούσας καλεῖ, φησὶν ἀναγκαῖον εἶναι προσγενέσθαι ταῖς ὑποθέσεσιν, ἵνα τε θέσις ἡ οἰκεία εἴη τῇ τε καθ’ ἕκαστον ἀπλανεῖ καὶ ταῖς ὑπ’ αὐτῇ, καὶ ὅπως τάχος τὸ. οἰκεῖον ἐν πάσαις ὑπάρχοι· ἔδει γὰρ τήν γε ὁμοίαν τῇ τῶν ἀπλανῶν ἢ ἄλλῃ τινὶ σφαίρᾳ περί τε τὸν αὐτὸν ἄξονα ἐκείνῃ φέρεσθαι καὶ χρόνῳ ἴσῳ αὐτὴν περιστρέφεσθαι, ὧν οὐδὲν ἄνευ τῆς προσθέσεως τῶν ὑπὸ Ἀριστοτέλους λεγομένων σφαιρῶν ὑπάρξαι δυνατόν. ποιώμεθα δέ, φησί, τὸν λόγον τοῦ σαφοῦς ἕνεκα ἐπὶ τῶν φερουσῶν τὸν τοῦ Δῖός σφαιρῶν. εἰ τοίνυν ἐν τῇ τελευταίᾳ τῶν τοῦ Κρόνου τεττάρων, ἐν ᾖ καὶ αὐτὸς ἐνδέδεται, τοὺς πόλους τῆς πρώτης τῶν τοῦ Δῖός ἐναρμόσαιμεν, τίνα τρόπον οὗτοι μένειν δύναιντο ἂν ἐπὶ τοῦ ἄξονος τῆς τῶν ἀπλανῶν σφαίρας, ὅτε γε ἡ φέρουσα αὐτοὺς περὶ ἄλλον ἄξονα στρέφεται πλάγιον; ἀλλὰ μὴν δεῖ | γε μένειν αὐτοὺς ἐπὶ τοῦ εἰρημένου ἄξονος ἐπὶ τῆς ἐξωτάτης φορᾶς, εἴπερ μέλλοι τὴν τάξιν τῆς τῶν ἀπλανῶν σφαίρας δέχεσθαι ἡ στρεφομένη σφαῖρα περὶ αὐτούς. ἔτι τοίνυν, ἐπειδὴ τῶν φερουσῶν τὸν τοῦ Κρόνου σφαιρῶν αἱ τρεῖς ὑπ’ ἀλλήλων τε καὶ τῆς πρώτης συνεπιστρέφονται, ἔχουσαι μέντοι καὶ αὐταὶ οἰκεῖόν τι τάχος, εἴη ἄν περὶ τὴν τετάρτην οὐχ ἁπλῆ τις ἡ κίνησις, ἀλλὰ πασῶν τῶν ὑπεράνω μετέχουσα· δειχθήσεται γάρ, ὅτι τῶν μὲν ἀντιφερομένων ἀφαιρεῖταί τι τοῦ διὰ τὴν συνεπιστρέφουσαν αὐταῖς τάχους ὑπάρχοντος, τῶν δὲ συνεπιστρεφομένων προστίθεταί τι τῇ διικνουμένῃ εἰς αὐτὰς κινήσει ἐκ τῆς ὑπεράνω σφαίρας διὰ τὴν ἴδιον αὐτῶν κίνησιν, ὥστε, εἴπερ ἐνδεθείη τῇ φερούσῃ τὸν τοῦ Κρόνου σφαίρα ἡ πρώτη τῶν τοῦ Δῖός καὶ τάχος οἰκεῖον ἔχοι, ὡς ἐν κόσμου περιστροφῇ ἐπὶ ταὐτὸν πάλιν ἀναπολεῖν, αἱ τῶν ὑπεράνω σφαιρῶν κινήσεις οὐκ ἐάσουσι τουτὶ τὸ τάχος αὐτῇ παρεῖναι, ἀλλ’ ἔσται τις πρόσθεσις· φέρονται γὰρ ἐπὶ δυσμὰς καὶ αὗται φερομένης καὶ αὐτῆς ἐκείνης ἐπὶ ταὐτά. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἐφεξῆς· ἥ τε γὰρ κίνησις μᾶλλον καὶ μᾶλλον συντεθήσεται καὶ τὴν οἰκείαν θέσιν παραλλάξουσιν αὐτῶν οἱ πόλοι· δεῖ δέ, καθάπερ ἔφαμεν, οὐδέτερον τούτων συμβαίνειν. ὅπως οὖν τοῦτο μὴ γένοιτο μηδὲ ἀπαντῴη τι τούτου γε ἕνεκα πλημμελές, ἐπενόησε “τὰς ἀνελιττούσας καὶ εἰς ταὐτὸν ἀποκαθιστώσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου’’ · οὕτω γὰρ δὴ καὶ κατὰ λέξιν εἶπεν ἄμφω μηνύων, ὧν ἕνεκα παρεισήγαγεν αὐτά, διὰ μὲν τοῦ φάναι ἀνελιττούσας τὴν τῆς κινήσεως ἀποκατάστασιν εἰς τὸ τάχος τὸ οἰκεῖον, διὰ δὲ τοῦ εἰπεῖν “εἰς ταὐτὸν ἀποκαθιστώσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου’’ τὴν τῶν πόλων ἐν τῷ προσήκοντι μονήν· κατὰ τούτους γὰρ ἡ τῶν φερομένων σφαιρῶν θέσις νοεῖται, εἴπερ μόνοι μένουσι. τὴν δὲ πρώτην ἔφη σφαῖραν ὑπ’ αὐτῶν ἀποκαθίστασθαι τοῦ ὑποκάτω τεταγμένου ἄστρου, ἐπειδὴ ταύτης τήν τε οἰκείαν θέσιν καὶ τὸ οἰκεῖον τάχος διὰ τὴν ἀνείλησιν λαβούσης τὰ τῶν ἑξῆς σφ·αιρῶν ἅπαντα διασώζεται. Ὀτι δὲ ταῦτα συμβαίνει, ἔδειξεν ὁ Σωσιγένης προεκθέμενός τινα χρήσιμα πρὸς τὸν λόγον, ὧν ἡ σύντομος ἔκθεσίς ἐστι τοιαύτη. δύο σφαιρῶν ὁμοκέντρων οὐσῶν, οἷον τῶν ΔΕ ΖΗ, καὶ περιεχομένων ἔξωθεν ὑπ’ ἄλλης εἴτε μενούσης εἴτε περιειλούσης ἐκείνας, ἐκείνων δὲ ἐναντίως κινουμένων ἀλλήλαις καὶ δι’ ἴσου χρόνου, τουτέστιν ἰσοταχῶς, πάντα τὰ ἐν τῇ περιεχομένῃ σημεῖα κατὰ ταὐτὸν ἀεὶ ἔσται πρὸς τὴν περιέχουσαν, ὡς ἄν εἰ καὶ μένουσα ἐτύγχανε. τῆς γὰρ.ΔE κινουμένης ὡς ἀπὸ τοῦ Α ἐπὶ τὸ Β, εἰ μὲν ἡ ἐλάσσων ἡ ZH συνεπεστρέφετο μόνον καὶ μὴ ἀντεφέρετο, ὤφθη ἄν. ὡς | τὸ Δ ποτε ὑπὸ τὸ Β, οὕτω καὶ τὸ Z συμφερόμενον τῷ Δ καὶ ἐν τῷ ἴσῳ χρόνῳ· ἐπειδὴ δὲ καὶ συμφέρονται, καὶ ἀντιφέρεται τῇ AE ἡ ZH, ὅσον συμφερομένη προστίθησιν, ἀντιφερομένη τοσοῦτον ἀναλύει, καὶ γίνεται, ὅτε τὸ Δ ὑπὸ τὸ B, τὸ Z ὑπὸ τὸ Α, καθάπερ ἐξ ἀρχῆς ἐφαίνετο· ὥστε ἀληθὲς τὸ προτεθέν. μενούσης μὲν οὖν τῆς ΑΒ δῆλον τὸ δειχθὲν καὶ † ὅπως ἀμφοτέρων ὑπαρχόντων τὸ τὴν ἐντὸς συμπεριφερομένην καὶ ἀντιφερομένην τῇ ἐκτὸς τοῖς αὐτοῖς ἀεὶ σημείοις τὴν ἔχειν θέσιν καὶ οὔτε μόνον συμφερομένην οὔτε μόνον ἀντιφερομένην. εἰ δὲ δὴ καὶ ἐκινεῖτο ἡ ΑΒ εἴτε ἐναντίως εἴτε ἐπὶ ταὐτὰ τῇ δευτέρᾳ σφαίρᾳ τῇ ΔΕ, τὰ αὐτὰ συμβήσεται περὶ τὰ σημεῖα τῆς τρίτης τῆς ZH συμφερομένης τῇ ΔΕ καὶ ἀντιφερομένης ὁμοίως. εἰ γὰρ τῆς ΑΒ σφαίρας ἀπὸ τοῦ Α ὡς ἐπὶ τὸ Β στραφείσης καὶ συνεπισπώσης τὴν ΔΕ, ὡς τὸ Δ ἐπὶ τὸ E ἐλθεῖν, ἡ μέση σφαῖρα αὐτὴ ἡ ΔΕ ἐπὶ τὰ ἐναντία ἢ ταὐτὰ φέροιτο τῇ ΑΒ ᾡτινιοῦν τάχει πρὸς τὴν ΑΒ, πρὸς δὲ τὴν ZH ἰσοχρονίως, καὶ διὰ τὸ συνεπιστρέφειν τὴν τρίτην τὸ Z σημεῖον ποιεῖ παραλλάττειν τὸ Α ἀλλ’ ἡ τρίτη σφαῖρα ἀντικινουμένη πάλιν ὑπὸ τὸ Α ποιήσει τὸ Ζ, καὶ ἀεὶ τούτου γινομένου πάντα τὰ ἐπὶ τῆς ΖΗ σφαίρας σημεῖα ὑπὸ ταὐτὰ ἔσται σημεῖα τῆς AB σφαίρας. Νῦν μὲν οὖν ὡς περὶ τὸν αὐτὸν ἄξονα κινουμένων τῶν σφαιρῶν δέδεικται τὸ προτεθέν, ὁ αὐτὸς δὲ λόγος, κἄν μὴ περὶ τὸν αὐτὸν ἄξονα κινῶνται· οὐ γὰρ διὰ τὴν κατὰ τῶν αὐτῶν παραλλήλων κίνησιν ἡ τῶν σημείων ὑπὸ τὰ αὐτὰ σημεῖα συμβαίνει θέσις, ἀλλὰ διὰ τὴν τῆς περιεχομένης συμπεριαγωγὴν πρὸς τὴν περιέχουσαν καὶ ἀντιπεριαγωγήν, ὅσον προσέθηκεν, ἀφαιροῦσαν εἴτε ἐπὶ λοξοῦ κύκλου εἴτε ἐπὶ ὀρθοῦ τῆς τε περιαγωγῆς γινομένης καὶ τῆς ἀντιπεριαγωγῆς. Πἀλιν δὲ δύο σφαιρῶν ὁμοκέντρων ἐπὶ τὰ αὐτὰ κινουμένων ἑκατέρα ἐν τάχει τινὶ καὶ τῆς ἐλάσσονος οὐ μόνον συμφερομένης τῇ μείζονι, ἀλλὰ καὶ ἰδίαν ἐπὶ τὰ αὐτὰ κινουμένης κίνησιν, εἰ μὲν ἴσα τὰ τάχη, ἡ συγκειμένη κίνησις διπλάσιον δείξει τὸ τάχος, εἰ δὲ διπλάσιον τὸ τῆς ἑτέρας τάχος, τριπλάσιον ἔσται τὸ τῆς συγκειμένης καὶ ἑξῆς ὡσαύτως· εἰ γὰρ ἡ μείζων κινεῖ τὴν ἐλάσσονα τεταρτημόριον, καὶ αὕτη δὲ ἰσοταχὴς οὖσα τεταρτημόριον κινεῖται, δὶς ἔσται κεκινημένη τεταρτημόριον, ὥστε ἡ ἐξ ἀμφοῖν διπλασία τῆς ἑτέρας κινήσεως. ταῦτα δὲ λέγομεν, φησίν, εἰ περὶ τοὺς αὐτοὺς εἶεν πόλους αἱ κινήσεις· εἰ δὲ μὴ περὶ τοὺς αὐτούς, ἄλλο τι συμβήσεται διὰ τὴν λοξότητα τῆς ἑτέρας σφαίρας· οὐ γὰρ οὕτω συγκείσεται τὰ τάχη, ἀλλ’ ὡς ἐπὶ τοῦ παραλληλογράμμου δείκνυσθαι εἴωθεν τῆς ἐπὶ τῆς διαμέτρου κινήσεως ἀποτελουμένης ἐκ δύο κινήσεων, μιᾶς μὲν σημείου τινὸς ἐπὶ τοῦ μήκους τοῦ παραλληλογράμμου κινουμένου, μιᾶς δὲ τούτου αὐτοῦ τοῦ μήκους καταγομένου ἰσοχρονίως διὰ τοῦ πλάτους τοῦ παραλληλογράμμου· ἔσται γὰρ ὁμοῦ τό τε σημεῖον ἐπὶ θατέρου πέρατος τῆς διαμέτρου καὶ ἡ τοῦ μήκους πλευρὰ κατηγμένη, καὶ οὐκ ἔστιν ἡ διάμετρος ἀμφοτέραις ἴση ταῖς περὶ αὐτὴν κεκλασμέναις, ἀλλ’ ἐλάσσων, ὥστε καὶ τὸ τάχος ἔλασσον μὲν τοῦ ἐξ ἀμφοῖν, σύγκειται δὲ ὅμως ἐξ ἀμφοῖν. τούτοις τοίνυν κἀκεῖνο λέγεται παραπλήσιον· δύο σφαιρῶν ὁμοκέντρων οὐσῶν εἴτε περὶ τοὺς αὐτοὺς πόλους εἴτε περὶ ἑτέρους, ἐναντίως δὲ ἀλλήλαις λαὶς περιαγομένων καὶ ἐλάσσονα τῆς ἐλάσσονος ἀντικινουμένας, συμπεριφερομένης δὲ ὑπὸ τῆς μείζονος, τὰ ἐν τῇ ἐλάσσονι σημεῖα ἐν πλείονι χρόνῳ ἐπὶ τὸ αὐτὸ ἥξει, ἢ εἰ ἐνδεδεμένη μόνως ἐτύγχανεν ἡ ἐλάσσων σφαῖρα ἐν τῇ μείζονι· διὰ γὰρ τοῦτο καὶ ἡ τοῦ ἡλίου αὐτοῦ ἀπ’ ἀνατολῆς ἐπ’ ἀνατολὴν ἀποκατάστασις βραδυτέρα ἐστὶ τῆς τοῦ κόσμου περιστροφῆς, διότι ἐπὶ τἀναντία κινεῖται τῷ παντὶ βραδύτερον, ὡς, εἴπερ ἴσον ἐκινεῖτο τῇ ἀπλανεῖ ἀντιπεριαγόμενος ἀεὶ κατὰ τὸν αὐτὸν χρόνον ἀποκαθιστάμενος, ἔμελλεν ἀεὶ τῷ αὐτῷ σημείῳ συνανατέλλειν. τούτων οὖν προληφθέντων ὁ Σωσιγένης ἐλθὼν ἐπὶ τὰ ὑπὸ τοῦ Αριστοτέλους εἰρημένα περὶ τοῦ δεῖν καθ’ ἕκαστον τῶν πλανωμένων ἑτέρας ἀνελιττούσας εἶναι σφαίρας μιᾷ ἐλάττους, εἰ μέλλοι τὰ φαινόμενα ἀποδοθήσεσθαι, ἐκτίθεται τὴν θεωρίαν τῆς κατὰ τὸν Ἀριστοτέλην σφαιροποιίας λέγων “ἦν τοίνυν τῶν τὸν Κρόνον φερουσῶν σφαιρῶν ἡ μὲν πρώτη κατὰ τὴν τῶν ἀπλανῶν φερομένη, ἡ δὲ δευτέρα κατὰ τὸν διὰ μέσων τῶν ζῳδίων ὑπολειπομένη, τρίτη δὲ ἡ κατὰ τὸν πρὸς ὀρθὰς τῷ διὰ μέσων τῶν ζῳδίων κύκλῳ, ἥτις παρέφερεν αὐτὸν κατὰ τὸ πλάτος ἀπὸ μεσημβρίας πρὸς ἄρκτους· πρὸς ὀρθὰς δὲ ἦν ὁ κύκλος οὗτος τῷ διὰ μέσων, διότι ἐπ’ αὐτοῦ τοὺς πόλους εἶχεν, οἱ δὲ διὰ τῶν πόλων τέμνοντες καὶ πρὸς ὀρθὰς τέμνουσιν· ἡ δὲ τετάρτη ἡ τὸν ἀστέρα ἔχουσα κατὰ λοξοῦ κύκλου τινὸς αὐτὸν ἐκίνει τοῦ τὸ πλάτος τῆς ἐκτροπῆς ὁρίζοντος ἐπὶ τὴν ἄρκτον, ἵνα μὴ πλησίον γένηται τῶν τοῦ κόσμου πόλων. δεῖ τοίνυν νοῆσαι πέμπτην σφαῖραν ἄλλην πρὸ τῶν φερουσῶν τὴν διὰ τεττάρων περὶ πόλους τοὺς αὐτοὺς τῇ τετάρτῃ κινουμένην, ἐναντίως δὲ αὐτῇ καὶ ἐν ἴσῳ χρόνῳ στρεφομένην· αὕτη γὰρ ἀφαιρήσει τὴν τῆς τετάρτης κίνησιν διὰ τὸ περὶ τοὺς αὐτοὺς αὐτῇ φέρεσθαι πόλους, ἐναντίως μέντοι καὶ ἰσοχρονίως· τοῦτο γὰρ δέδεικται· καὶ μειώσει κατὰ τὸ φαινόμενον τὸ τάχος. μετὰ δὲ τὴν πέμπτην ἄλλην νοητέον ἕκτην τῇ μὲν τρίτῃ τοὺς πόλους τοὺς αὐτοὺς ἔχουσαν, ἀνελίσσουσαν δὲ αὐτὴν καὶ ἰσοχρονίως καὶ ἐναντίως κινουμένην, ἵνα σωθῇ τὰ φαινόμενα, καὶ τὰ σημεῖα τὰ ἐπὶ τῆς τρίτης ἀεὶ κατὰ τὴν αὐτὴν ἐπὶ τῆς πέμπτης φαίνηται κάθετον. μετὰ δὲ ταύτην ἑβδόμην προσθετέον τὴν ἀνε|λίττουσαν τὴν δευτέραν ἐνηρμοσμένην περὶ τοὺς πόλους τοῦ διὰ μέσων, περὶ οὓς καὶ ἐκείνη ἐκινεῖτο, ἐναντίως μέντοι καὶ ἰσοχρονίως τῇ δευτέρᾳ στρεφομένην, ἀφαιροῦσαν τὴν κίνησιν καὶ τὸ τάχος τὸ ἀπ’ αὐτῆς διικνούμενον εἰς τὰς ὑπ’ αὐτὴν σφαίρας· καὶ γὰρ ἡ δευτέρα συγκινουμένη τῇ ἀπλανεῖ προσετίθει τῷ τάχει τῶν ὑπ’ αὐτὴν τῷ ἀπ’ ἀνατολῶν ἐπὶ δυσμάς· στραφήσεται μὲν οὖν οὕτως ὁμοίως κινουμένη τῇ ἀπλανεῖ, οὐ μέντοι καὶ τὴν τάξιν ἕξει τῆς ἀπλανοῦς περὶ ἄλλους στρεφομένη πόλους καὶ οὐ τοὺς τῆς ἀπλανοῦς, ἀπ’ ἀνατολῶν δὲ ὅμως ἐπὶ δυσμάς.’’ μετὰ δὲ ταύτην ὀγδόην λοιπὸν νοητέον τὴν πρώτην τοῦ Δῖός, ὀρθῶς τοῦ Σωσιγένους ἐπιστήσαντος, ὡς οὐκ ἔστιν ἡ τελευταία τῶν τριῶν ἀνελιττουσῶν πρώτη τῶν τοῦ Δῖός, ὅπερ τινὲς ᾠήθησαν, ὅτι ἡ τελευταία τῶν τὰς ἐπάνω φορὰς ἀνελιττουσῶν πρώτη ἔσται τῶν τὸν ὑποκάτω ἀστέρα φερουσῶν, ὡς εἶναι τὴν αὐτὴν ἑβδόμην τε καὶ ἣν ἡμεῖς φαμεν ὀγδόην πρώτην οὖσαν τῶν τοῦ Δῖός· τοῦτο γὰρ συμβαίνει αὐτοῖς δὶς τὴν αὐτὴν ἀριθμεῖν σώζειν πειρωμένοις τὸν ἀριθμὸν τῶν ἀνελιττουσῶν τὸν ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενον. δεῖ γὰρ μιᾷ ἐλάττους εἶναι καθ’ ἕκαστον ἀστέρα τῶν φερουσῶν τὰς ἀνελισσούσας, ὥστε ἐπὶ μὲν Κρόνου καὶ ἐπὶ Δῖός τεττάρων καθ’ ἑκάτερον οὐσῶν τῶν φερουσῶν τρεῖς εἶναι τὰς ἀνελιττούσας, ἐπὶ δὲ τῶν λοιπῶν τεττάρων, Ἄρεος, Ἀφροδίτης, Ἑρμοῦ, ἡλίου, πέντε καθ’ ἕκαστον οὐσῶν τῶν φερουσῶν τέτταρας. γίνονται οὗν αἱ πᾶσαι ἀνελίπουσαι δὶς μὲν τρεῖς αἱ Κρόνου καὶ Δῖός, τετράκις δὲ τέτταρες αἱ Ἄρεος, Ἀφροδίτης, Ερμοῦ, ἡλίου, ὥστε πᾶσαι δύο καὶ εἴκοσιν. ἦσαν δὲ αἱ φέρουσαι ὀκτὼ μὲν αἱ Κρόνου καὶ Δῖός, πέντε δὲ καὶ εἴκοσι τῶν λοιπῶν πέντε· τριῶν οὖν τούτων καὶ τριάκοντα ταῖς δύο καὶ εἴκοσι συντεθεισῶν ἀνελιττούσαις αἱ πᾶσαί εἰσι πέντε καὶ πεντήκοντα· ταῖς γὰρ τὴν σελήνην φερούσαις οὐδὲν δεῖ ἀνελιττουσῶν ἐσχάτης οὔσης τοῦτο καὶ τοῦ Ἀριστοτέλους εἰπόντος, ὅτι μόνας οὐ δεῖ ἀνελιχθῆναι, ἐν αἷς φέρεται τὸ κάτω τεταγμένον αστπον. Ἀλλ’ ὅτι μὲν ὁ πασῶν ἀριθμὸς τοσοῦτος, δῆλον. ἐπειδὴ δὲ ἑπήνεγκεν ὁ Ἀριστοτέλης, ὅτι, εἴ τις μὴ προσθείη τῷ ἡλίῳ καὶ τῇ σελήνῃ, ἃς εἴπομεν κινήσεις, ἑπτὰ καὶ τεσσαράκοντα ἔσονται πᾶσαι, τοῦτο ταραχὴν ἐποίησεν. ἐὰν γὰρ ἀφέλωμεν τὰς τοὺ ἡλίου δύο καὶ τῆς σελήνης δύο, ἃς προσέθηκε Κάλλιππος, καὶ δηλονότι καὶ δύο ἄλλας ἀπὸ ἡλίου τὰς ἀνε λιπούσας ἐκείνας· ἀφαιρουμένων γὰρ ἐκείνων δεῖ συναφαιρεῖν καὶ τὰς μελλούσας αὐτὰς ἀνελίττειν· ἓξ μὲν ἔσονται ἀφῃρημέναι δύο φέρουσαι τὸν ἥλιον καὶ δύο αἱ ταύτας ἀνελίττουσαι πρὸς ταῖς δύο ταῖς τῇ σελήνῃ προστεθείσαις ὑπὸ Καλλίππου, οὐκέτι δὲ συμβαίνει τούτων ἀφαιρεθεισῶν ἀπὸ τῶν πέντε καὶ πεντήκοντα λοιπὰς εἶναι πάσας ἑπτὰ καὶ τεσσαράκοντα, ἀλλὰ ἐννέα ἐννέα καὶ τεσσαράκοντα. λέγει δὲ ὁ Ἀριστοτέλης ἑπτὰ καὶ τεσσαράκοντα καταλιμπάνεσθαι ἢ ὡς ἐπιλελησμένος, ὅτι τῆς σελήνης ἀλλὰ δύο μόνας ἀφεῖλεν· εἰ μὴ ἄρα δεῖ λέγειν, ὅτι τοῦ μὲν ἡλίου τὰς τέσσαρας ἀφεῖλεν, ἃς αὐτὸς προστέθεικεν ἀνελιττούσας, καὶ ἀμφοτέρων, ἃς ὁ Κάλλιππος, καὶ οὕτως ὀκτὼ τῶν ἀφαιρεθεισῶν οὐσῶν ἀπὸ τῶν πεντήκοντα καὶ πέντε αἱ λοιπαί εἰσιν αἱ ἑπτὰ καὶ τεσσαράκοντα. συμβαίνει μὲν οὕτως ὁ ἀριθμός, διὰ τί δὲ τοῦ ἡλίου τὰς δύο τὴν δευτέραν καὶ τὴν τρίτην οὐκ ἀνελίξουσί τινες, οὐχ ἕξομεν λέγειν, καὶ ταῦτα εἰπόντος αὐτοῦ μόνον τὸ κάτω κείμενον μὴ ἀνελίττεσθαι. καίτοι καὶ τοῦτο καλῶς ὁ Σωσιγένης ἐπέστησεν, ὅτι καὶ ἐπὶ σελήνης ἀναγκαῖον ὑποθέσθαι τὰς ἀνελιττούσας, λιπούσας, ἵν μὴ τὸ ἀπὸ τῶν ἀνωτέρω κινήσεων τάχος ταῖς φερούσαις αὐτὴν προστιθέμνον ποιῇ μηκέτι τῇ ἀπλανεῖ ἰσοταχῶς ἐπὶ δυσμὰς αὐτὴν παραχωρεῖν. ἀλλ’ οὖν καὶ τούτου δοθέντος τοῦ μόνην αὐτὴν μὴ ἔχειν ἀνελίττουσαν οὐ συμβαίνει ὁ ἀριθμός, καὶ τοῦτο τόν τε Ἀλέξανδρον καὶ τὸν Πορφύριον ἐτάραξεν ἐν ταῖς εἰς τὸ Α τῆς Μεταφυσικῆς σχολαῖς. Σωσιγένη δὲ ἐπιστήσας βέλτιον εῖναί φησι τοῦ ἀριθμοῦ παρόραμα νομίζειν τοῖς γράφουσι γεγονέναι ἢ τὰς αὐτὰς ἑβδόμας καὶ ὀγδόας σφαίρας ποιεῖν οὐδέ, εἰ τοῦτο γένοιτο, συνᾴδοντος τοῦ ἀριθμοῦ ταῖς ῥήσεσιν· οὐ γὰρ ἔτι ἔσονται αἱ πᾶσαι πέντε καὶ πεντήκοντα, καθάπερ αὐτός φησι. Προστίθησι δὲ καὶ τοῦτο ὁ Σωσιγένης δῆλον εἷναι λέγων ἐκ τῶν εἰρημένων, ὅτι κατ’ ἄλλο μὲν ἀνελιττούσας αὐτὰς ὁ Ἀριστοτέλης προσαγορεύει, κατ’ ἄλλο δὲ Θεόφραστος ἀνταναφερούσς· ἔστι γὰρ ἄμφω περὶ αὐτάς· ἀνελίττουσι γὰρ τὰς τῶν ὑπεράνω κινήσεις καὶ ἀνταναφέρουσι τοὺς τῶν ὑπ’ αὐτοὺς σφαιρῶν πόλους, τὰς μὲν ἀφαιροῦσαι, τὰς δὲ εἰς τὸ δέον καθιστῶσαι. δεῖ γὰρ τὰς μὲν ἄνωθεν κινήσεις μὴ διικνεῖσθαι πρὸς τὰς τῶν κατωτέρων διαφορὰς ἄστρων, τοὺς δὲ τῶν ὑποκάτω πόλους ὑπὸ τὴν ἀυτὴν κα θέτον τοῖς τῶν ὁμοίων σφαιρῶν πίπτειν πόλοις, ὅπως εἰς ταὐτὸν εἶεν ἀποκαθεστηκυῖαι τῇ θέσει, καθάπερ φησίν, αἱ πρῶται σφαῖραι τῶν ὑποκάτω τεταγμένων ἄστρων καὶ δηλονότι διὰ τὰς πρώτας καὶ αἱ μετ’ αὐτάς· οὕτως γὰρ μόνως, φησίν, ἐνδέχεται τὴν τῶν ἀπλανῶν φορὰν ἅπαντα ποιεῖσθαι, καθάπερ ἤδη ἔφαμεν, εὖ λέγων. τοιαύτη τίς ἐστιν ἡ διὰ τῶν ἀνελιττουσῶν σφαιροποιία μὴ δυνηθεῖσα διασῶσαι τὰ φαινόμενα, ὡς καὶ ὁ Σωσιγένης ἐπισκήπτει λέγων· “οὐ μὴν αἵ γε τῶν περὶ Εὔδοξον σώζουσι τὰ φαινόμενα, οὐχ ὅπως τὰ ὕστερον καταληφθέντα, ἀλλ’ οὐδὲ τὰ πρότερον γνωσθέντα καὶ ὑπ’ αὐτῶν ἐκείνων πιστευθέντα. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν, ὧν ἔνια καὶ Κάλλιππος ὁ Κυζικηνὸς Εὐδόξου μὴ δυνηθέντος ἐπειράθη διασῶσαι, εἴπερ ἄρα καὶ διέσωσεν; ἀλλ’ αὐτό γε τοῦτο, ὅπερ καὶ τῇ ὄψει πρόδηλόν ἐστιν, οὐδεὶς | αὐτῶν μέχρι καὶ Αὐτολύκου τοῦ Πιταναίου ἐπεβάλετο διὰ τῶν ὑποθέσεων ἐπιδεῖξαι, καίτοι οὐδὲ αὐτὸς Αὐτόλυκος ἠδυνήθη· δηλοῖ δὲ ἡ πρὸς τὸν Ἀριστόθηρον αὐτοῦ διαφορά. ἔστι δέ, ὃ λέγω, τὸ ποτὲ μὲν πλησίον, ἔστι δὲ ὅτε ἀποκεχωρηκότα ἡμῶν αὐτοὺς φαντάζεσθαι. καὶ γὰρ τῇ ὄψει συμφανὲς ἐπ’ ἐνίων τοῦτό ἐστιν· ὅ τε γὰρ τῆς Ἀφροδίτης λεγόμενος ἀστὴρ καὶ δὴ καὶ ὁ τοῦ Ἄρεος κατὰ μέσας τὰς προηγήσεις αὐτῶν πολλαπλάσιοι φαίνονται, ὥστε ὅ γε τῆς Ἀφροδίτης ἐν ἀσελήνοις νυξὶ σκιὰς πίπτειν ἀπὸ τῶν σωμάτων ποιεῖ, ἥ τε αὖ σελήνη καὶ ἐν αὐτῇ μὲν τῇ ὄψει συμφανής ἐστιν οὐκ ἀεὶ τὸ ἴσον ἡμῶν ἀφισταμένη διὰ τὸ μὴ ἀεὶ τὸ ἴσον ἔχουσα μέγεθος ἡμῖν φαίνεσθαι τῶν αὐτῶν περὶ τὸ δι’ οὗ θεωρεῖται καθεστώτων· οὐ μὴν ἀλλὰ καὶ ὀργανικώτερον παραφυλάττουσι τὸ αὐτὸ συνδοκεῖ διὰ τὸ τότε μὲν ἑνδεκαδάκτολον, τότε δ’ αὖ δωδεκαδάκτυλον τύμπανον ἐξ ἴσης ἀποστάσεως τοῦ θεωμένου τιθέμενον ἀντιφράττειν αὐτοῦ τῇ ὄψει, ὥστε μὴ πίπτειν ἐπ’ αὐτήν. πρὸς δὲ τούτοις καὶ τὰ περὶ τὰς τοῦ ἡλίου παντελεῖς ἐκλείψεις συμβαίνοντα τῷ λελεγμένῳ μαρτυρεῖ καὶ ἔστι γε τεκμήρια τῆς περὶ τοῦτο ἀληθείς· ὅτε γὰρ τύχοι κτὰ στάθμην ὄντα τό τε κέντρον αὐτοῦ καὶ τὸ τῆς σελήνης καὶ δὴ καὶ ἡ ἡμετέρα ὄψις, οὐχ ὅμοια τὰ συμβαίνοντα ἀεὶ φαίνεται, ἀλλ’ ὁτὲ μὲν τῷ περιλαμβάνοντι τὴν σελήνην κώνῳ, κορυφὴν δὲ ἔχοντι τὴν ἡμετέραν ὄψιν καὶ αὐτὸς ὁ ἥλιος συμπεριλαμβάνεται, ὅτε καὶ διατελεῖ χρόνον τινὰ μὴ φαινόμενος ἡμῖν, ὁτὲ δὲ αὖ τοσοῦτον ἀποδεῖ τούτου, ὥστε καὶ ἔξωθεν ἴτυν αὐτοῦ τινα περιφαινομένην ἀπολείπεσθαι κατὰ τὸν μέσον τῆς ἐκλείψεως χρόνον· ὥστε ἀναγκαῖον ἄν εἴη τὴν περὶ τὰ μεγέθη αὐτῶν διαφορὰν φαίνεσθαι διὰ τὴν τῶν ἀποστάσεων ἀνισότητα τητᾷ τῶν περὶ τὸν ἀέρα παραπλησίων ὄντων. ὅπερ δὲ ἐπὶ τούτων συμβαῖνον καὶ τῇ ὄψει καταφανές ἐστιν, εἰκὸς καὶ τοῖς ἄλλοις συμβαίνειν, κἂν εἰ μὴ τῇ ὄψει πρόδηλον εἴη, καὶ οὐ μόνον εἰκός, ἀλλὰ καὶ ἀληθές, εἴπερ ἡ καθ’ ἑκάστην ἡμέραν κίνησις αὐτῶν ἀνώμαλος φαίνεται· ἀλλὰ περὶ τὰ φανταζόμενα αὐτῶν μεγέθη οὐ προσπίπτει τις διαφορὰ διὰ τὸ μηδὲ πολὺ διαφέρειν τὴν εἰς ὕψος τε καὶ τοὐναντίον μετάστασιν, ἣν δὴ καὶ κατὰ βάθος κίνησιν οἱ ἀπὸ τῶν μαθημάτων καλεῖν εἰώθασι. τοῦτο τοίνυν οὐδαμῶς ἐπειράθησαν διασῶσαι, ὥστε μὴ καθ’ ἑκάστην ἡμέραν παραλλάττουσαν ἐπιδεικνύναι, καίτοι τοῦ προβλήματος τοῦτο ἀξιοῦντος. ἀλλὰ μὴν οὐδὲ ἐλελήθει γε αὐτοὺς ἡ ἀνισότης τῶν ἀποστημάτων ἑκάστου πρὸς ἑαυτόν, ἐνδέχεται λέγειν. Πολέμαρχος γὰρ ὁ Κυζικηνὸς γνωρίζων μὲν αὐτὴν φαίνεται, ὀλιγωρῶν δὲ ὡς οὐκ αἰσθητῆς οὔσης διὰ τὸ ἀγαπᾶν μᾶλλον τὴν περὶ αὐτὸ τὸ μέσον ἐν τῷ παντὶ τῶν σφαιρῶν αὐτῶν θέσιν· δηλοῖ δὲ καὶ Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς προβλήμασι προσαπορῶν ταῖς τῶν ἀστρολόγων λόγων ὑποθέσεσιν ἐκ τοῦ μηδὲ ἴσα τὰ μεγέθη τῶν πλανήτων φαίνεσθαι. οὕτως οὐ παντάπασιν ἠρέσκετο ταῖς ἀνελιττούσαις, κἂν τὸ οὔσας τῷ παντὶ περὶ τὸ μέσον αὐτοῦ κινεῖσθαι ἐπηγάγετο αὐτόν.’’ καὶ μέντοι καὶ ἐξ ὧν ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικά φησι, φανερός ἐστιν ἡγούμενος αὐταρκῶς ὑπὸ τῶν μέχρι καὶ καθ’ αὑτὸν ἀστρολόγων εἰρῆσθαι τὰ περὶ τὰς κινήσεις τῶν πλανωμένων. λέγει γοῦν ὧδέ πως· νὺν μὲν οὖν ἡμεῖς, ἃ λέγουσι τῶν μαθηματικῶν τινες, ἐννοίας χάριν λέγομεν, ὅπως ᾖ τι τῇ διανοίᾳ πλῆθος ὡρισμένον ὑπολαμβάνειν, τὸ δὲ λοιπὸν τὰ μὲν ζη- τοῦντας αὐτοὺς δεῖ, τὰ δὲ πυνθανομένους τῶν ζητούντων, ἐάν τι φαίνηται παρὰ τὰ νῦν εἰρημένα τοῖς ταῦτα παργματευομένοις, φιλεῖν μὲν πείθεσθαι δὲ τοῖς ἀκριβεστέροις.’’ ἀλλὰ καὶ καταριθμησάμενος ἐν τῷ αὐτῷ βιβλίῳ τὰς συμπάσας φορὰς ἐπάγει “τὸ μὲν πλῆθος τῶν ἔστω τοσοῦτον, ὥστε καὶ τὰς οὐσίας καὶ τὰς ἀρχὰς τὰς ἀκινήτους καὶ τὰς αἰσθητὰς τοσαύτας εὔλογον ὑπολαβεῖν· τὸ γὰρ ἀναγκαῖον ἀφείσθω τοῖς ἰσχυροτέροις λέγειν.” τό τε οὖν ἔστω καὶ τὸ εὔλογον καὶ τὸ ἄλλοις ἱσχυροτέροις καταλείπειν τὸν περὶ αὐτὰ ἐνδοιασμὸν ἐνδείκνυται. τῷ οὖν Ἀριστοτέλει πειθομένους ἀκολουθεῖν χρὴ μᾶλλον τοῖς μεταγενεστέροις ὡς μᾶλλον σώζουσι τὰ φαινόμενα, κἀν εἰ μηδὲ οὗτοι τελέως διασώζωσιν, ἐκείνων μήτε τοσαῦτα ἐπισταμένων φαινόμενα διὰ τὸ μήπω τὰς ὑπὸ Καλλισθένους σθένους ἐκ Βαβυλῶνος ἐκπεμφθείσας τηρήσεις ἥκειν εἰς τὴν Ἑλλάδα Ἀριστοτέλους τοῦτο ἐπισκήψαντος αὐτῷ, ἃς ἱστορεῖ Πορφύριος ἐτῶν χιλίων καὶ μυριάδων τριῶν ἕως τῶν Ἀλεξάνδρου τοῦ Μακεδόνος σωζομένας χρόνων, μήτε, ὁπόσα ἠπίσταντο, διὰ τῶν ὑποθέσεων ἐπιδεικνύναι δυναμένων. μένων. ἐγκαλεῖ δὲ αὐτοῖς ὁ Πτολεμαῖος καὶ ὡς πολὺ πλῆθος σφαιρῶν εἰσάγουσι μόνης ἕνεκα τῆς συναποκαταστάσεως τῶν ἑπτὰ πλανήτων τὴν περιφορὰν τῆς ἀπλανοῦς καὶ τὸ λέγειν τὰς περιεχομένας ταῖς περιεχούσαις καὶ τὰς ἐσχάτας ταῖς ὑπὲρ αὐτὰς αἰτίας εἶναι τῆς συναποκαταστάσεως, στάσεως, καίτοι τῆς φύσεως ἀεὶ τὰ ἀνωτέρω τοῖς κατωτέρω αἴτια ποιούσης τῆς κινήσεως· καὶ γὰρ ἐφ’ ἡμῶν ἄνωθεν ἀπὸ τοῦ ἠγεμονοῦντος μορίου τὰς ὁρμὰς τῆς κινήσεως διὰ τῶν νεύρων εἰς πάντα τὰ ὄργανα διαδίδοσθαι. ἐγὼ δὲ ἀγνοῶ, τί δήποτε καθ’ ἕκαστον ἀστέρα τὴν πρώτην σφαῖραν τάττουσιν ὁμοίως τῇ ἀπλανεῖ καὶ ἰσοταχῶς κινουμένην καὶ τὰς μεθ’ ἑαυτὴν πάσας μέχρι τῆς τὸν ἀστέρα ἐχούσης τῇ ἀπλανεῖ συναποκαθιστῶσαν· εἰ γὰρ διαδίδωσιν ἡ ὑπερκειμένη ταῖς ὑποκειμέναις τὸ τῆς οἰκείας κινήσεως εἶδος, διὰ τί μὴ τὴν ἀπλανῆ λέγομεν ἰσχυροτάτην καὶ ἐπικρατεστάτην πασῶν οὖσαν πάσας τὰς ὑφ’ ἑαυτὴν ἑαυτῇ συναποκαθιστάνειν; τὰς μὲν γὰρ τὴν κατὰ μῆκος καὶ κατὰ πλάτος κίνησιν φερούσας, ἐπειδὴ διάφοροι αὗται καθ’ ἕκαστον ἀστέρα, ἀναγκαῖον ἦν διαφόρους εἶναι· ἡ δὲ μετὰ τῆς ἀπλανοῦς συναποκατάστασις ἡ αὐτὴ οὖσα πασῶν τῶν σφαιρῶν πῶς οὐκ ἠρκέσθη τῇ τῆς ἀπλανοῦ συμπεριαγωγῇ, ἀλλ᾿ ἐδεήθη τῶν ταύτην τὴν κίνησιν φερουσῶν ἕκαστον ἀστέρα καὶ τῶν ἐκείνας ἀνελιττουσῶν κατὰ τὸν Ἀριστοτέλην; λέγοιεν δὲ ἂν ἴσως, ὅτι, κἄν συναποκαθιστῶνται τῇ ἀπλανεῖ τὴν αὐτὴν αὐτῇ κίνησιν τὴν ἀπ’ ἀνατολῶν κινούμεναι, ἀλλὰ διάφορον ἔχουσι τὸ μέγεθος διάφορον πάντως καὶ τὸ τάχος ἔχουσι τῆς κινήσεως· πῶς οὖν ἦν εἰκὸς ἀπολελυμένας αὐτὰς καὶ μὴ συνδεδεμένας ὑπὸ μιᾶς τῆς ἀπλανοῦς τὰς διαφόρους κινεῖσθαι κινήσεις; Κατεγνωκότες οὖν τῆς τῶν ἀνελιττουσῶν ὑποθέσεως οἱ μεταγενέστεροι μάλιστα διὰ τὸ τὴν κατὰ βάθος διαφορὰν καὶ τὴν ἀνωμαλίαν τῶν κινήσεων μὴ ἀποσώζειν τὰς μὲν ὁμοκέντρους ἀνελιττούσας δέ καὶ ἐπικύκλους ὑπέθεντο· εἰ μὴ ἄρα ἡ τῶν ἐκκέντρων κύκλων ὑπόθεσις ὑπὸ τῶν Πυθαγορείων ἐπενοήθη, ὡς ἄλλοι τέ τινες ἱστοροῦσι καὶ Νικόμαχος καὶ Νικομάχῳ κατακολουθῶν Ἰάμβλιχος. ἵνα δὲ καὶ τούτων τῶν ὑποθέσεων τῆς χρείας ἔννοιάν τινα λάβωμεν περὶ οὐρανοῦ τὴν πραγματείαν ποιούμενοι, ἐκκείσθω πρῶτον ὡς ἐπὶ καταγραφῆς ἡ κατὰ τὸν ἔκκεντρον ὑπόθεσις τῇ κατὰ τὸν ὁμόκεντρον παραβαλλομένη. Νοείσθω ὁ διὰ μέσων τῶν ζῳδίων κύκλος ὁμόκεντρος ὁ ΑΒΓΔ περὶ κέντρον τὸ E, ἐφ’ οὗ ὑποκείσθω ἡ ἡμετέρα ὄψις, καὶ διάμετρον τὴν ΑΕΓ. εἰ μὲν οὖν ὁ ἀστὴρ ὡς ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ποιεῖται τὴν ὁμαλὴν πάροδον ἐπὶ τοῦ ΑΒΓΔ κύκλου φανερόν, ὅτι τῆς ὄψεως πρὸς τῷ E κέντρῳ τυγχανούσης, ἐὰν νοήσωμεν τὴν ἀπ’ αὐτῆς ἐπὶ τὸν ἀστέρα πίπτουσαν ἀκτῖνα ὡς τὴν ΑΕ εὐθεῖαν, καὶ αὕτη ὁμαλῶς συμπεριενεχθήσεται, καὶ φανήσεται δηλαδὴ ὁ ἀστὴρ καὶ ὁμαλὴν ποιούμενος τὴν πάροδον καὶ ἀπόστασιν ἀεὶ τὴν ἴσην ἡμῶν ἀπέχων. ἀλλ’ ἐπεὶ οὐχ οὕτως ὁρῶνται, ἀλλὰ πάντοτε ἀνώμαλον ποιούμενοι τὴν πάροδον καὶ ἄλλοτε ἄλλην ἀπόστασιν ἀφεστῶτες, ὡς δῆλον γίνεται ἐκ τῆς τῶν μεγεθῶν διαφορᾶς, ὑποκείσθω ὁ ΑΒΓΔ κύκλος μηκέτι ὁμόκεντρος τῷ ζῳδιακῷ, οἷον ἵνα μηκέτι ἐπὶ τοῦ E τυγχάνῃ τὸ τοῦ ζῳδιακοῦ κέντρον, ἐφ’ οὗ φαμεν τὴν ὄψιν εἶναι, ἀλλ’ ἐπὶ τοῦ καὶ γίνεσθαι τὸν ΑΒΓΔ μηκέτι ὁμόκεντρον τῷ διὰ μέσων τῶν ζῳδίων κύκλῳ, ἀλλ’ ἔκκεντρον πρὸς αὐτόν, καὶ ἀπογειότατον μὲν αὐτοῦ τὸ Α, τουτέστι τὸ μέγιστον ἀπὸ τῆς κατὰ τὸ Z ὄψεως ἀπέχον, περιγειότατον δὲ τὸ Γ τὸ ἐλάχιστον τῆς κατὰ τὸ Z ὄψεως ἀπέχον. ἐὰν οὖν νοήσωμεν ἐπὶ τοῦ ΑΒΓΔ ἐκκέντρου κύκλου τὸν ἀστέρα ὁμοίως ἀπὸ τοῦ Α ἀπογείου ἐπὶ τὸ Β τὴν ΑΒ περιφέρειαν ὁμαλῶς κινούμενον καὶ εὐθεῖάν τινα ἀπὸ τοῦ ἐκκίντρου συμπερια|γομένην αὐτῷ, καὶ αὕτη ὁμαλῶς περιενεχθήσεται. ἔστω οὖν ὡς ἡ EB. συμβήσεται οὖν ἐπιζευχθείσης ἀπὸ τῆς κατὰ τὸ Z ὄψεως ἐπὶ τὸν ἀστέρα τῆς ZB ὁμαλῶς μὲν κεκινῆσθαι τὸν ἀστέρα τὴν ὑπὸ AEB γωνίαν, πεφηνέναι δὲ ἐλάττονα τὴν ὑπὸ ΑZB· ἡ γὰρ πρὸς τῷ E γωνία ἐκτὸς οὖσα τοῦ ΒΕΖ τριγώνου μείζων ἐστὶ τῆς ἐντὸς καὶ ἀπεναντίον τῆς πρὸς τῷ Z. ἐὰν δὲ ὡς ἀπὸ τοῦ Γ περιγείου ποιούμενος τὴν πάροδον κινηθῇ ὁμαλῶς τὴν ΓΔ περιφέρειαν, ὥστε καὶ τὴν ΕΔ εὐθεῖαν ὁμαλῶς συμπεριενεχθῆναι, καὶ ἐπιζεύξωμεν πάλιν ἀπὸ τῆς κατὰ τὸ Z ὄψεως τὴν ΖΔ εὐθεῖαν, ἔσται πάλιν ἡ μὲν ὁμαλὴ ἀπὸ τοῦ περιγείου πάροδος περιεχομένη ὑπὸ τῆς ὑπὸ TEA γωνίας, ἡ δὲ ἀνώμαλος καὶ φαινομένη ὑπὸ τῆς ὑπὸ ΓΖΔ, καὶ μείζων ἔσται δηλονότι κατὰ τὴν ἀπὸ τοῦ Ζ περιγείου ἡ φαινομένη τῆς ὁμαλῆς διὰ τὸ μείζονα εἶναι τὴν πρὸς τῷ Z γωνίαν τῆς πρὸς τῷ Ε· καὶ ἔσται ἐπὶ μὲν τῆς κατὰ τὸ Β τοῦ θέσεως ὁμαλὴ μὲν ἡ ὑπὸ AEB, φαινομένη δὲ ἡ ὑπὸ ΑΖΒ, διαφορὰ δὲ ἡ ὑπὸ EBZ, ἐπὶ δὲ τῆς κατὰ τὸ Δ τοῦ ἀστέρος θέσεως ὁμαλὴ μὲν ἡ ὑπὸ ΓΕΔ, φαινομένη δὲ ἡ ὑπὸ ΓΖΔ, διαφορὰ δὲ ἡ ὑπὸ ΕΔΖ. ταύτης οὖν τῆς ὑποθέσεως κατὰ τὸ ἁπλούστερον ἁρμοζούσης τῷ εἰρημένῳ σκοπῷ τοῦ μαθηματικοῦ καὶ ἑτέραν ἐξεῦρον τὰ αὐτὰ τῇ προειρημένῃ δυναμένην ἐπιδεικνύναι, τουτέστιν ὥστε ὁμαλῶς τῶν ἀστέρων κινουμένων μένων ἀνωμάλως αὐτοὺς φαίνεσθαι διεξιόντας τὰς τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου περιφερείας. Νοείσθω γὰρ πάλιν ὁ ΑΒΓΔ κύκλος ὁμόκεντρος πρὸς τὸ διὰ μέσων περὶ κέντρον τὸ E, ἐφ’ οὗ πάλιν ἡ ἡμετέρα ὄψις, ὁ δὲ ἀστὴρ μὴ ἐπ αὐτοῦ ποιούμενος τὴν κίνησιν, ἀλλ’ ἐπὶ τοῦ ΖΗΘΚ κυκλικοῦ καλουμένου ἐπικύκλου τὸ Α κέντρον πάντοτε ἔχοντος ἐπὶ τῆς τοῦ ΑΒΓΔ κύκλου περιφερείας, ὥστε κατὰ μὲν τοῦ Ζ ἀπογειότατον ὁμοίως γίνεσθαι τὸν ἀστέρα, κατὰ δὲ τοῦ Θ περιγειότατον· καὶ δῆλον, ὅτι, ὅταν μὲν ὁ ἐπίκυκλος τὴν AB τεριφέρειαν ὁμαλῶς κινηθεὶς γένηται κατὰ τὸ B συμπεριαγομένης πάλιν καὶ τῆς EB ὁμαλῶς, ὁ δὲ ἀστὴρ ἀπὸ τοῦ Ζ ἀπογείου ὡς ἐπὶ τὸ Η ποιούμενος τὴν πάροδον τὴν ΖΗ πάλιν ὁμαλῶς κινηθῇ, καὶ ἐπιζεύξωμεν ἀπὸ τῆς κατὰ τὸ E ὄψεως τὴν EH εὐθεῖαν, ὁμαλῶς μὲν πάλιν ὁ ἀστὴρ περιενεχθεὶς ἔσται ὑπὸ τοῦ ἐπικύκλου τὴν ΑΒ περιφέρειαν, Τουτέστι τὴν ὑπὸ ΑΕΒ γωνίαν, φαίνεται δὲ τὴν ὑπὸ ΑΕΗ μείζονα τῆς ὁμαλῆς, διαφορὰ δὲ αὐτῶν γίνεται ἡ ὑπὸ ΒΕΗ γωνία. ὅταν δὲ ἀπὸ τοῦ Ζ ἀπογείου μὴ ὡς ἐπὶ τὸ Η ποιῆται τὴν πάροδον, ἀλλ᾿ ὡς ἐπὶ τὸ Κ, ἡ μὲν ὑπὸ ΑΕΒ γωνία πάλιν ἔσται τῆς ὁμαλῆς παρόδου, ἡ δὲ ὑπό ΑΕΚ Τῆς φαινομένης ἐλάττονος τῆς ὁμαλῆς, διαφορὰ δὲ αὐτῶν ἡ ὑπὸ ΚΕΒ· ὥστε ἡ τοιαύτη ὑπόθεσις δύναται πρὸς τοῖς ἀπογειοτέροις τὰς τῶν ἀστέρων παρόδους καὶ μείζονας καὶ ἐλάττονας ἐπιδεικνύναι, | μείζονας μὲν δηλονότι, ὅταν ὁ ἀστὴρ ἀπὸ τοῦ ἀπογείου τοῦ ἐπικύκλου ἐπὶ τὰ αὐτὰ τῷ κύκλῳ ποιῆται τὴν πάροδον, ἐλάττονας δέ, ὅταν ἐπὶ τὰ ἐναντία, ἡ δὲ κατ᾿ ἔκκεντρον ἀεὶ τὴν πρὸς τῷ ἀπογειοτέρῳ φαινομένην ἐλάττονα τῆς ὁμαλῆς, ἐπεὶ καὶ πάντοτε ἡ ὑπὸ ΑΖΒ φαινομένη ἐλάττων ἐστὶ τῆς ὑπὸ ΑΕΒ ὁμαλῆς. Τούτων τῶν ὑποθέσεων ἑκατέρα τὸν ἀστρολογικὸν σκοπὸν ἀποδίδωσιν ἰδίᾳ λαμβανομένη, πλὴν ὅτι ἐπὶ τῆς σελήνης ἀμφοῖν δέονται συντιθεμένων· τὸν γὰρ φέροντα τὴν σελήνην ἐπίκυκλον ἐπὶ ἐκκέντρου κύκλου περιαγόμενον ὑποτίθενται, ἵνα σωθῇ τὰ φαινόμενα ὑπ᾿ αὐτῆς. Αὗται δὲ αἱ ὑποθέσεις καὶ ἁπλούστεραι τῶν προτέρων εἰσὶν οὐ δεόμεναι τοσαῦτα σώματα οὐράνια ἀναπλάττειν καὶ σώζουσι τὰ φαινόμενα τά τε ἄλλα καὶ μάλιστα τὰ περὶ τὸ βάθος καὶ τὴν ἀνωμαλίαν, οὔτε δὲ τὸ ἀξίωμα τοῦ Ἀριστοτέλους φυλάττουσι τὸ βουλόμενον πᾶν κυκλοφορητικὸν σῶμα περὶ τὸ τοῦ παντὸς Μέσον κινεῖσθαι, ἀλλ᾿ οὐδὲ ἡ τῆς ἀπορίας λύσις ἡ εἰρημένη χώραν ἔχει Λοιπόν, δι᾿ ἣν οἱ λόγοι πάντες οὗτοι κεκίνηνται· οὐδὲ γὰρ ὁ ἀνισασμὸς ἔτι χώραν ἔχει, εἴπερ μηκέτι ἀληθὲς τὸ εἰρημένον, ὅτι ἡ μὲν πρώτη φορὰ μία οὖσα πολλὰ κινεῖ τῶν θείων σωμάτων, αἱ δὲ πολλαὶ οὖσαι ἓν μόνον ἑκάστη· οὐ γὰρ πολλὰ σώματα κινοῦσιν αἱ πρὸ τῆς τελευταίας καὶ τῆς ἓν ἄστρον ἐχούσης. Καὶ ταῦτα τὰ ἄτοπα ἐπάγει ταύταις ταῖς ὑποθέσεσιν ὁ Σωσιγένης οὐδὲ τῇ τῶν ἀνελιττουςῶν ἀρεσκόμενος διὰ τὰς εἰρημένας καὶ τοὺς ἀστέρας ἐμψύχους ὄντας ἔχειν ἰδίαν κίνησιν· οὐδὲ γὰρ μέρη μόνον εἰσὶ τοῦ οὐρανοῦ, ἀλλὰ καὶ ὅλος καθ᾿ αὑτὸν ἕκαστος. ἀληθὲς οὖν ἂν Μᾶλλον ἀξίωμα εἴη τὸ λέγον, ὅτι πᾶν κυκλοφορητικὸν σῶμα περὶ τὸ ἑαυτοῦ κέντρον κινεῖται, διό, ὅσα μὲν τῶν οὐρανίων σωμάτων μέσον ἔχει τὸ τοῦ παντὸς μέσον, ἀληθὲς εἰπεῖν περὶ τὸ μέσον τοῦ παντὸς κινεῖσθαι, ὅσα δὲ ἐκτὸς ἐκείνου τοῦ μέσου ἐστὶ μερικώτερα ὄντα, περὶ τὸ ἑαυτῶν κινεῖται μέσον, ὥσπερ οἱ ἀστέρες καὶ οἱ ἐπίκυκλοι καὶ οἱ ἔκκεντροι, εἴπερ ἔστι καὶ τοιαῦτα ἐν τῷ οὐρανῷ σώματα. ταῦτα δὲ κινεῖται περὶ τὸ τοῦ παντὸς μέσον, κἀν μὴ τὴν ἰδίαν κίνησιν, ἀλλὰ τὴν τῆς φερούσης αὐτὰ σφαίρας ὁμοκέντρου τῷ παντὶ οὔσης. καὶ ταύτῃ γε καὶ ὁ τοὐ Ἀριστοτέλους λόγος ἀληθὴς ἄν εἴη, ὅτι πᾶν κυκλοφορητικὸν σῶμα περὶ τὸ μέσον φέρεται τοῦ παντός, εἰ μὴ προσθείη τις, ὅτι κατὰ τὴν ἰδίαν κίνησιν φέρεται. ἡ δὲ λύσις τῆς ἀπορίας μερικῶς ἕξει χώραν καὶ ἐπὶ τούτων τῶν ὑποθέσεων· καὶ γὰρ ἐπὶ τούτων ἀληθές πως εἰπεῖν, ὅτι ἀνισάζει ἡ φύσις καὶ ποιεῖ τινα τάξιν τῇ μὲν μιᾷ φορᾷ πολλὰ ἀποδοῦσα σώματα, τῷ δὲ ἑνὶ σώματι πολλὰς φοράς· κἀν γὰρ μίαν ἕκαστον τὴν ἰδίαν κινῆται κίνησιν, ἀλλὰ καὶ τὴν τῆς ἀπλανοῦς πάντα κινεῖται τὰ ὑπ’ αὐτὴν καὶ οἱ ἑπίκυκλοι κύκλοι ταύτην τε καὶ τὴν τῶν ὁμοκέντρων ἢ ἐκκέντρων καὶ ὁ ἀστήρ, ὃν ἓν σῶμα εἶπε, τήν τε τοῦ ἐπικύκλου καὶ τοῦ ὁμοκέντρου ἢ ἐκκέντρου καὶ τὴν τῆς ἀπλανοῦς. ἔτι δὲ οἱ ἔκκεντροι κύκλοι οὐκ ἄν εἶεν κύκλῳ κινούμενοι, μένοι, εἴπερ μὴ περὶ μέσον, ἀλλὰ περὶ τὸ ἔξω τοῦ μέσου κινοῦνται, ἔν τε τῷ στρέφεσθαι ἐπιλαμβάνοντες τόπον καὶ καταλιπόντες κενὸν ἀναγκάζουσιν εἶναι, τό τε σχῆμα αὐτῶν ἀλλόκοτον ἔσται τοὐ ἐντὸς ἀεὶ μέρος τοὐ ἐκτὸς ἀποτέμνοντος. μήποτε δὲ πάντα διαφευξόμεθα ταῦτα ἐκκέντρους σφαίρας ἐν όμοκέντροις ἐναρμόζοντες καὶ τὴν ὁμόκεντρον περὶ τὸ ἑαυτῆς κέντρον κινουμένην περιάγειν λέγοντες τὴν ἔκκεντρον καὶ αὐτὴν περὶ τὸ αὑτῆς κέντρον κινουμένην· καὶ πάσας τελείας ἐροῦμεν σφαίρας μὴ δεδοικότες ἐπ’ ἐκείνων τὸ σῶμα διὰ σώματος χωρεῖν. Καὶ ἄλλας δὲ ἀστρονομικὰς ἀπορίας οὐκ ὀλίγας ὁ Σωσιγένης ἀπορεῖ καὶ πρὸς ταύτας τὰς ὑποθέσεις εὐφυῶς, ἃς ἄλλης ἄν εἴη σχολῆς ἐπισκέπτεσθαι. νῦν δὲ ἐδόκει τοὺς περὶ τοῦ οὐρανοῦ καὶ τῶν οὐρανίων κινήσεων λόγους ἀνερευνῶντα καὶ τὰς ἀποδείξεις βεβαιωσάμενον, δι’ ὧν ἐγκύκλιοί τε καὶ ὁμαλεῖς καὶ τεταγμένοι ἐδείχθησαν, ἐπειδὴ φαίνονται ἀνώμαλοί τε καὶ ἀνόδους ἔχουσαι καὶ καθόδους, ἔννοιαν παρασχεῖν, τίνων ὑποτεθέντων δι’ ὁμαλῶν καὶ ἐγκυκλίων καὶ τεταγμένων κινήσεων οἵ τε παλαιοὶ ἀστρονόμοι καὶ οἱ μεταγενέστεροι σώζουσι τὰ φαινόμενα. εἰ οὖν μᾶλλον τοῖς περὶ τοῦ οὐρανοῦ λόγοις τοῦτο προσήκει ἤπερ τοῖς περὶ τῆς πρώτης φιλοσοφίας, σοφίας, μηδεὶς ἡμῶν αἰτιάσεται τὴν πλείονα τοῦ λόγου παρέκβασιν, εἰ κατὰ καιρὸν εἴη γεγενημένη. ἀλλ’ ἐπὶ τὰ ἑξῆς τῶν τοῦ Ἀριστοτέλους λόγων γῶν ἰτέον. p. 293a 15 Λοιπὸν δὲ περὶ τῆς γῆς εἰπεῖν ἕως τοῦ καὶ πειρώμενοι συγκοσμεῖν. ἐπὶ τὸ δέκατον καὶ τελευταῖον τοῦ βιβλίου κεφάλιον τὸ περὶ τῆς γῆς μέτεισιν οἰκεῖον καὶ αὐτὸ τοῖς περὶ τοῦ οὐρανοῦ λόγοις ὑπάρχον. μνημονεύσας γὰρ πρότερον τῆς γῆς καὶ ὡς ἐν μέσῳ κειμένης τοῦ παντὸς οὐρανοῦ καὶ ὡς ἀκινήτου καὶ κέντρου λόγον πρὸς αὐτὸν ἐχούσης καὶ ἀπὸ τοῦ σφαιροειδοῦς αὐτῆς τὸ τοῦ οὐρανοῦ σφαιροειδὲς ἀποδείξας καὶ ἁπλῶς τὰ κατὰ τὴν πρὸς τὸν οὐρανὸν αὐτῆς σχέσιν ἐξ ὑποθέσεως λαβὼν ταῦτα νῦν ἀποδείκνυσιν, ἵνα τέλεος ὁ περὶ τοῦ οὐρανοῦ λόγος ᾖ· καὶ γὰρ καὶ οἱ ἀστρονόμοι περὶ οὐρανοῦ καὶ τῶν οὐρανίων πραγματευόμενοι περὶ τῆς γῆς καὶ αὐτοὶ ταῦτα δεικνύουσιν, ὅτι ἐν μέσῳ τοῦ οὐρανοῦ καὶ ὅτι ἀκίνητος κέντρου λόγον ἔχουσα πρὸς τὸν οὐρανὸν καὶ τὸ σχῆμα σφαιροειδής. πάντα γὰρ αὐτῇ ταῦτα κατὰ τὴν σχέσιν ὑπάρχει τὴν πρὸς τὸν οὐρανόν, τὰ δὲ ἄλλα, ὅσα ὑπάρχει τῇ γῇ κατὰ τὴν πρὸς τὰ ἄλλα τρία στοιχεῖα δύνταξιν, ἐν τοῖς δυσὶ βιβλίοις τοῖς ἐφεξῆς ἐρεῖ. τρία οὖν περὶ αὐτῆς προβαλλόμενος περί τε τῆς θέσεως αὐτῆς, ὅπου κειμένη τυγχάνει, καὶ δεύτερον, πότερον τῶν ἠρεμούντων ἐστὶν ἢ τῶν κινουμένων, καὶ τρίτον περὶ τοῦ σχήματος αὐτῆς, τὰς προκαταβεβλημένας καὶ περ) τούτων δόξας πρῶτον ἐκτίθεται καὶ πρὸς αὐτὰς ὑπαντήσας οὕτω τὰ δοκοῦντα ἑαυτῷ περὶ τούτων συλλογίζεται. πρῶτον δὲ περὶ τῆς θέσεως λέγει, ὅτι οἱ μὲν ἄπειρον τὸν κόσμον λέγοντες οὐδ’ ἄν ζητοῖεν τὴν ἐν τῷ παντὶ θέσιν αὐτῆς· ἐν γὰρ ἀπείρῳ οὔτε ἀρχὴ οὔτε μέσον οὔτε τέλος ἐστί· τῶν δὲ πεπερασμένον τὸν κόσμον λεγόντων οἱ μὲν πλεῖστοι ἐπὶ τοῦ μέσου κεῖσθαι λέγουσι τὴν γῆν, ὥσπερ Ἑμπεδοκλῆς καὶ Ἀναξίμανδρος καὶ Ἀναξιμένης καὶ Ἀναξαγόρας καὶ Δημόκριτος καὶ Πλάτων· ἀντιφάσκουσι δὲ οἱ Πυθαγόρειοι· τοῦτο γὰρ σημαίνει τὸ ἐναντίως· οὐ περὶ τὸ μέσον λέγοντες αὐτήν, ἀλλ’ ἐν τῷ μέσῳ τοῦ παντὸς πῦρ εἶναί φασι, περὶ δὲ τὸ μέσον τὴν ἀντίχθονα φέρεσθαί φασι γῆν οὖσαν καὶ αὐτήν, ἀντίχθονα δὲ καλουμένην διὰ τὸ ἐξ ἐναντίας τῇδε τῇ γῇ εἶναι, μετὰ δὲ τὴν ἀντίχθονα ἡ γῆ ἥδε φερομένη καὶ αὐτὴ περὶ τὸ μέσον, μετὰ δὲ τὴν γῆν ἡ σελήνη· οὕτω γὰρ αὐτὸς ἐν τῷ περὶ τῶν Πυθαγορικῶν ἱστορεῖ· τὴν δὲ γῆν ὡς ἓν τῶν ἄστρων οὖσαν κινουμένην περὶ τὸ μέσον κατὰ τὴν πρὸς τὸν ἥλιον σχέσιν νύκτα καὶ ἡμέραν ποιεῖν· ἡ δὲ ἀντίχθων κινουμένη περὶ τὸ μέσον καὶ ἑπομένη τῇ γῇ ταύτῃ οὐχ ὁρᾶται ὑφ’ ἡμῶν διὰ τὸ ἐπιπροσθεῖν ἡμῖν ἀεὶ τὸ τῆς γῆς σῶμα. ταῦτα δέ, φησί, λέγουσιν οὐ πρὸς τὰ ἐναργῆ πράγματα τοὺς λόγους καὶ τὰς ἀιτίας ἁρμοδίως σητοῦντες, ἀλλὰ πρός τινας ἐαυτῶν δόξας καὶ λόγους τὰ φαινόμενα πράγματα προσέλκοντες καὶ πειρώμενοι ἐκείνοις ταῦτα συναρμόττειν, ὅπερ ἐστὶν ἀτοπώτατον· τέλειον γὰρ ἀριθμὸν ὑποθέμενοι τὴν δεκάδα ἐβούλοντο καὶ τῶν κυκλοφορητικῶν σωμάτων τὸν ἀριθμὸν εἰς δεκάδα συνάγειν. θέντες οὖν, φησί, τὴν ἀπλανῆ μίαν καὶ τὰς πλανωμένας ἑπτὰ καὶ τὴν γῆν ταύτην τῇ ἀντίχθονι τὴν δεκάδα συνεπλήρωσαν. Καὶ οὕτω· μὲν αὐτὸς τὰ τῶν Πυθαγορείων ἀπεδέξατο· οἱ δὲ γνησιώτερον αὐτῶν μετασχόντες πῦρ μὲν ἐν τῷ μέσῳ λέγουσι τὴν δημιουργικὴν δύναμιν τὴν ἐκ μέσου πᾶσαν τὴν γῆν ζωογονοῦσαν καὶ τὸ ἀπεψυγμένον αὐτῆς ἀναθάλπουσαν· διὸ οἱ μὲν χηνὸς πύργον αὐτὸ ὡς αὐτὸς ἐν τοῖς Πυθαγορικοῖς ἱστόρησεν, οἱ δὲ Δῖός φυλακήν, ὡς τούτοις, οἱ δὲ Δῖός θρόνον, ὡς ἄλλοι φασίν. ἄστρον δὲ τὴν γῆν ἔλεγον ὡς ὄργανον καὶ αὐτὴν χρόνου · ἡμερῶν γάρ ἐστιν αὕτη καὶ νυκτῶν αἰτία· ἡμέραν μὲν γὰρ ποιεῖ τὸ πρὸς τῷ ἡλίῳ μέρος καταλαμπομένη, νύκτα κατὰ τὸν κῶνον τῆς γινο|μένης ἀπ’ αὐτῆς σκιᾶς. ἀντίχθονα δὲ τὴν σελήνην ἐκάλουν οἱ Πυθαγόρειοι, ὥσπερ καὶ “αἰθερίαν γῆν,” καὶ ὡς ἀντιφράττουσαν τῷ ἡλιακῷ φωτί, ὅπερ ἴδιον γῆς, καὶ ὡς ἀποπερατοῦσαν τὰ οὐράνια, καθάπερ ἡ. δελήνην. τὸ ὑπὸ σελήνην. p. 293.127 Πολλοῖς δὲ ἂν καὶ ἑτέροις συνδόξειεν ἕως τοῦ τὸ ταύτην ἔχον τὴν χώραν πῦρ. Ἔμελε καὶ τῷ Πλάτωνι καὶ κατὰ ζῆλον ἐκείνου τῷ Ἀριστοτέλει τὸ μὴ δοκεῖν ἐρήμην τῶν ἀρχαίων λόγων καταψηφίζεσθαι, διὸ παρίσταντο πρότερον αὐτοῖς, ὡς δυνατὸν ἦν, πιθανῶς· ὅπερ καὶ νῦν ὁ Ἀριστοτέλης ποιεῖ λέγων, ὅτι πολλοῖς ἂν καὶ ἄλλοις συνδόξειε μὴ τὴν μέσην χώραν ἀποδιδόναι τῇ γῇ, εἰ τὸ πιστὸν μὴ ἐκ τῆς τῶν πραγμάτων φύσεως τις λαμβάνει, ἀλλ’ ἐκ τῆς τῶν λόγων πιθανότητος. καὶ γὰρ δυνατὸν πιθανῶς κατασκευάζειν, ὅτι τὸ πῦρ ἐν τῷ μέσῳ ἐστίν, ἀλλ’ οὐχ ἡ γῆ· καὶ ἐκτίθεται πιθανὸν λόγον ἀξίωμα προλαμβάνων, ὅτι τῷ τιμιωτάτῳ τῶν σωμάτων τῶν ὑπὸ σελήνην ἡ τιμιωτάτη τῶν ὑπὸ σελήνην προσήκει χώρα, καὶ συλλογιζόμενος ἐν πρώτῳ σχήματι οὕτω· τὸ πῦρ τῶν σωμάτων τιμιώτατον, τοῦ τιμιωτάτου τῶν σωμάτων οἰκεῖος ὁ τιμιώτατος τόπος· καὶ συμπέρασμα, ὅτι τοῦ πυρὸς οἰκεῖος τόπος ὁ τιμιώτατος· ἀλλὰ μὴν τιμιώτατος τῶν τόπων ὁ μέσος· τὸ γὰρ πέρας τιμιώτατον, ἐν δὲ τῷ κόσμῳ τὸ ἔσχατόν τε καὶ τὸ μέσον πέρατα· ὥστε καὶ τόπος ὑπὸ σελήνην ὁ μέσος τόπος· εἰ οὖν τοῦ πυρὸς ὁ τιμιώτατος τόπος οἰκεῖος, τιμιώτατος δὲ ὑπὸ σελήνην ὁ μέσος, τοῦ πυρὸς ἄρα οἰκεῖος τόπος ὁ μέσος. ταύτης δὲ τῆς δόξης νεώτερος μὲν τοῦ Ἀριστοτέλους Ἀρχέδημος γέγονε, πρὸ δὲ Ἀριστοτέλους τίνες οὕτως ἐδόξασαν, ἐκ τῆς ἱστορίας, φησὶν Ἀλέξανδρος, ζητητέον. μήποτε δὲ οὐχ ὡς ἄλλων τινῶν παρὰ τοὺς Πυθαγορείους δοξασάντων οὕτως εἶπε πολλοῖς δ’ ἄν καὶ ἑτέροις συνδόξειεν, ἀλλ’ ὅτι καὶ ἄλλοις ἄν τοῦτο συνδόξειε πιθανῶς πως ἐκτιθεμένου τοῦ λόγου· διὸ καὶ ἐφεξῆς τὴν τῶν Πυθαγορείων ἀπόδειξιν ἐκτίθεται ὡς καὶ ταύτην πιθανῶς ἐπιχειρηθεῖσαν. οἱ γὰρ Πυθαγόρειοι, φησίν, οὐ μόνον διὰ τὸ τὴν δεκάδα τῶν κυκλοφορητικῶν σωμάτων συμπληρῶσαι τὴν μὲν γῆν περὶ τὸ μέσον ἔλεγον κινεῖσθαι, τὸ δὲ πῦρ ἐν τῷ μέσῳ ἱδρῦσθαι, ἀλλ’ ἔτι καὶ διὰ τοῦτο τὸ πῦρ ἐν τῷ μέσῳ ἱδρῦσθαι ἔλεγον διὰ τὸ μάλιστα προσήκειν φυλάττεσθαι τὸ κυριώτατον τοῦ παντός, τὸ δὲ μέσον, τουτέστι τὸ ἐν τῷ μέσῳ, τοιοῦτον εἶναι ὡς φυλάττεσθαι, ἅτε μηδενὸς ἀλλοτρίου πλησιάζοντος καὶ τῆς συνοχικῆς καὶ φρουρητικῆς ἰδιότητος τῶν θεῶν ἀπολαύοντος μά|λιστα τοῦ κέντρου. διότι οὗν φυλάττεται ἐν τῷ μέσῳ τὸ πῦρ, διὰ τοῦτο Δῖός φυλακὴν αὐτὸ καλοῦσιν ὡς φυλαττόμενον ὑπὸ τῆς ἐν τῷ κέντρῳ δημιουργικῆς συνοχῆς. δυνατὸν δὲ καὶ κυριώτατον μὲν τοῦ παντὸς τὸ μέσον αὐτὸ λέγειν, ὅπερ καὶ τιμιώτατον τὸν ὡς ἔσχατον ἔλεγε πρότερον, καὶ τοῦτο μάλιστα προσήκειν φυλάττεσθαι, τὸ δὲ φυλάττον εἶναι τὸ ταύτην ἔχον τὴν χώραν πῦρ, ὃ διὰ τὸ φυλάττειν ἀλλ’ οὐ διὰ τὸ φυλάττεσθαι φυλακὴν Δῖός ὀνομάζουσιν· ὥστε τὸ μὲν πρότερον ἐπιχείρημα τὸ πῦρ ἐν τῷ μέσῳ τιθέναι ὡς τιμιώτερον ἐν χώρᾳ τιμιωτέρᾳ, τοῦτο δὲ ὡς φυλακτικὸν ἐν τῷ μάλιστα φυλάττεσθαι ὀφείλοντι. κατὰ δὲ τὴν αὐτὴν ἐξήγησιν τὸ Δῖός φυλακὴν ὀνομάζουσι καὶ τὸ ἑξῆς ἀπηρτημένον ἀνάγκη λαμβάνειν, ταύτῃ δὲ μᾶλλον τῇ ἐξηγήσει τῇ τὸ κυριώτατον τὸ μέσον λαμβανούσῃ ἀλλ’ οὐ τὸ πῦρ ἔοικε τὰ ἑξῆς λεγόμενα συμφωνεῖν. p. 293b4 Ὄσπερ τὸ μέσον ἀπλῶς λεγόμενον ἔως τοῦ περί μἐν οὖν τοῦ τόπου τῆς γῆς ταύτην ἔχουσί τινες τὴν δόξαν. Καὶ τοῦ προτέρου ἐπιχειρήματος καὶ τοῦ προσεχῶς εἰρημένου τοῦ μὲν τιμιωτάτην χώραν τὸ μέσον λαβόντος, τοῦ δὲ κυριώτατον τοῦ παντὸς τὸ μέσον, καὶ ἐκ τούτου συναγαγόντος ἑκατέρου, ὅτι τὸ πῦρ μέσον ἐστίν, ἐλέγχει τὸν λόγον ἐκ τῆς τοῦ μέσου ὁμωνυμίας καὶ λέγει, ὅτι οὕτως ἐπεχείρησεν ὁ λόγος ὡς μοναχῶς τοῦ μέσου λεγομένου καὶ μηδὲν διαφέροντος τοῦ κατὰ τὸ μέγεθος μέσου καὶ τοῦ κατὰ τὴν τοῦ πράγματος φύσιν. καίτοι ἐν τοῖς ζῴοις οὐ ταὐτὸν ἑκάτερον, ἀλλὰ τοῦ μὲν σωματικοῦ μεγέθους ἐν αὐτοῖς μέσον ἐστίν, ἀφ’ οὗ τὸ ἑκατέρωθεν μέγεθος ἴσον ἐστίν, οἷον ὁ ὀμφαλός, τὸ δὲ κατὰ φύσιν μέσον ἐκεῖνό ἐστιν, ἐν ᾧ τὸ τιμιώτατόν ἐστι καὶ ἡ κατὰ τὸ εἶναι ἀρχή, οἷος ὁ περὶ τὴν καρδίαν ἐστὶ τόπος, ἔνθα ἄν ᾖ αὕτη ἢ τὸ ταύτῃ ἀνάλογον. οὕτως οὖν καὶ περὶ τὸν ὅλον κόσμον ὡς μὲν μεγέθους καὶ σώματος σφαιρικοῦ συμβαίνει μέσον τὸ κέντρον εἶναι, ὡς δὲ τὸ τιμιώτατον καὶ τὸ τῇ καρδίᾳ ἀναλογοῦν ἄλλο τι χρὴ ζητεῖν τὸ μέσον καὶ οὐ τὸ κέντρον, ἀλλὰ τὴν ἀπλανῆ μᾶλλον σφαῖραν ὡς ἀρχὴν τοῦ εἶναι τῷ κόσμῳ καὶ συμπεριφέρουσαν τὰς ἄλλας καὶ περιέχουσαν τὴν ὅλην σωματικὴν φύσιν. ἐνταῦθα οὖν ἐχρῆν ζητεῖν τὸ τιμιώτατον, ὅπου μηδὲ φυλακῆς ἐστι χρεία καὶ μὴ τὸ κέντρον λέγοντας θορυβεῖσθαι περὶ αὐτῷ ὡς φυλακῆς δεομένῳ καὶ διὰ τοῦτο τὸ πῦρ φυλακῆί τοῦ Δῖός καλοῦντας εἰσάγειν ἐπὶ τὸ κέντρον· ὥστε καὶ πρότερον, ὅτε ἔλεγε μάλιστα κειν φυλάττεσθαι τὸ κυριώτατον τοῦ παντός, φυλάττεσθαι μὲν τὸ μέσον ἔλεγε, φυλάττειν δὲ τὸ πῦρ. Λέγει δὲ καὶ τοῦτο, ὅτι διχῶς λεγομένου τοῦ μέσου τὸ μὲν κατὰ 230b τὴν φύσιν ἀρχὴ καὶ τίμιον ὄντως ἐστί. τὸ δὲ τοῦ τόπου μέσον τελευτῇ μᾶλλον ἔοικεν ἢ ἀρχῇ. ταῦτα δὲ δείκνυσιν οὕτως· τὸ κατὰ τὸν τόπον μέσον καὶ μάλιστα ἐν τοῖς σφαιρικοῖς σχήμασιν ὁρίζεται καὶ περιέχεται ὑπὸ τῆς ἀρχῆς περαινόμενον, ἡ δὲ ἀρχὴ ὁρίζει καὶ περιέχει· εἰ οὖν τὸ μὲν ὁριζόμενον καὶ περαινόμενον ὕλῃ ἀναλογεῖ, τὸ δὲ ὁρίζον καὶ περαῖνον εἴδει καὶ τῷ εἶναι, τιμιώτερον δὲ τὸ εἶδος καὶ ἡ οὐσία τῆς ὕλης ἐστί, τιμιώτερον ἄρα ἡ ἀρχὴ τοῦ μέσου. ὅλως δὲ τὰς παραβόλους ταύτας συγκρίσεις αἰρούμενός μένος τις ποιεῖσθαι καὶ τοῦτο ἂν εἴποι, ὅτι ἄνωθεν ἀπὸ τῆς ἀπλανοῦς ἡ δημιουργία προιοῦσα ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὸ ὑπὸ σελήνην ὑπῆλθε καὶ ἐνταῦθα τὰ ἀνώτερα στοιχεῖα κρείττονα τῶν ὑποκάτω παράγουσα, ὡς εἰς ἐσχάτην ἀποτελευτῆσαι τὴν γῆν καὶ τὸ τοῦ παντὸς κέντρον. μήποτε δὲ τὸν ὅλον οὐρανὸν τελείαν σφαῖραν μέχρι τοῦ κέντρου χρὴ νοεῖν καὶ οὕτω τὸ ἀμερὲς τοῦ κέντρου καὶ τὸ συνεκτικὸν καὶ τὸ ἀρχικὸν σεβόμενον ἀντιπλεονεκτεῖν ἐν τῷ οὐρανῷ λέγειν τό τε μέσον αὐτοῦ καὶ τὸ πέριξ καὶ τοὺς Πυθαγορείους ἴσως τὸ ἐν τῷ κέντρῳ θεῖον λανθάνον τοὺς πονηροὺς ἐμφαίνειν προθυμηθῆναι. ὅλως δὲ ὅτι τιμιώτερον τὸ κέντρον λέγει, ὡς ἀρχὴν καὶ αὐτὸ <καὶ> πέρας ὄν, ὥσπερ καὶ ὁ οὐρανός, τιμιώτερον τοῦ μεταξὺ διὸ καὶ τὸ πρῶτον ἐπιχείρημα οὕτω συνελογίζετο· τὸ πέρας τοῦ μεταξὺ τιμιώτερον· τὸ δὲ ἔσχατον καὶ τὸ μέσον πέρας· ὥστε οὐ πρὸς τὸν οὐρανὸν ἡ σύγκρισις ἐγίνετο τοῦ κέντρου, ἀλλὰ ἀμφοῖν πρὸς τὸ μεταξύ. καὶ γὰρ καὶ ὁ Πλατῶν πρώτην καὶ πρεσβυτάτην τὴν γῆν ἐν τῷ μέσῳ οὖσαν οὐχὶ τοῦ οὐρανοῦ φησιν, ἀλλ’ ὅσοι ἐντὸς οὐρανοῦ γεγόνασιν. p. 293b 16 Ὁμοίως δὲ καὶ περὶ μονῆς καὶ κινήσεως ἕως τοῦ τὴν ἡμίσειαν ἀπεχόντων ἡμῶν τῆς διαμέτρου. Μετὰ τὴν περὶ τῆς θέσεω·ς τῆς γῆς ἱστορίαν καὶ τὰς περὶ τῆς κινήσεως νήσεως αὐτῆς καὶ μονῆς ἱστορεῖ δόξας καὶ λέγει, ὅτι, ὅσοι μὴ ἐπὶ τοῦ μέσου κεῖσθαι λέγουσι τὴν γῆν, οὗτοι κινεῖσθαι κύκλῳ φασὶν αὐτὴν περὶ τὸ μέσον, ὥσπερ οἱ Πυθαγόρειοι, καὶ οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὴν ἀντίχθονα κινεῖσθαι περὶ τὸ μέσον λέγουσιν]· ἐνίοις δὲ δοκεῖ μὴ τὴν ἀντίχθονα μίαν οὖσαν, ἀλλὰ πλείω σώματα τοιαῦτα ἐνδέχεσθαι φέρεσθαι περὶ τὸ μέσον, ὥσπερ δὲ τὴν ἀντίχθονα ἄδηλον ἡμῖν ἔλεγον οἱ Πυθαγόρειοι διὰ τὴν τῆς γῆς ἐπιπρόσθησιν, οὕτω καὶ ταῦτα διὰ τὴν αὐτὴν αἰτίαν μὴ ὁρᾶσθαι πρὸς ἡμῶν. τίνων δὲ ἡ τοιαύτη δόξα, οὐκ εἶπε. λέγει δὲ ὁ Ἀλέξανδρος, ὅτι δύναται τοῦτο καὶ ὡς Πυθαγορείων τινῶν ἐπὶ ταύτης γενομένων τῆς δόξης ἀκούεσθαι. τεκμή|ριον δὲ ἐποιοῦντο τοῦ λόγου τοῦδε τὸ τὴν σελήνην πολλάκις ἐκλείπειν καὶ πρὸς τὸν ἥλιον· διὰ γὰρ τὸ μὴ μόνον ὑπὸ τῆς γῆς, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων τούτων σωμάτων τῶν περὶ τὸ μέσον κινουμένων ἀντιφράττεσθαι πολλάκις αὐτὴν ἐκλείπειν, ἐπειδὴ δὲ τοῖς μὴ ἐπὶ τοῦ μέσου λέγουσι τὴν γῆν, ἀλλ’ ἔξω τοῦ μέσου ἢ ἑστάναι ἢ κινεῖσθαι, ἀντέπιπτε τὸ τὰ φαινόμενα ὡς κέντρου λόγον ἐχούσης τῆς γῆς καὶ ἐν τῷ μέσῳ οὔσης οὕτω συμβαίνειν· εἰ γὰρ μὴ μέση τοῦ παντὸς ἐτύγχανεν ἡ γῆ κέντρου λόγον ἔχουσα πρὸς τὸν οὐρανόν, οὐκ ἄν τοῖς ἀπὸ διαφόρων τόπων τηροῦσιν οἱ αὐτοὶ ἀστέρες ἰσομεγέθεις ἐφαίνοντο, ὡς εἰ ἐν τῷ αὐτῷ τόπῳ ἐτύγχανον οἱ τηροῦντες· ἀλλὰ καὶ τὰ διὰ τῆς ὄψεως ἡμῶν ἐκβαλλόμενα ἐπίπεδα, ἃ καλοῦμεν ὁρίζοντας, διχοτομοῦντα φαίνεται πάντοτε τὴν οὐρανίαν σφαῖραν καὶ τοὺς ἐν αὐτῇ μεγίστους κύκλους, ὡς ἓξ μὲν ἀεὶ ζῴδια τοῦ ζῳδιακοῦ κύκλου ὑπὲρ γῆς ἡμῖν φαίνεσθαι, ἓξ δὲ ὑπὸ γῆν μένειν, ὅπερ οὐ συνέβαινεν, εἰ μέγεθός τι αἰσθητὸν εἶχε πρὸς τὸν οὐρανὸν ἡ γῆ ἢ μὴ ἐν τῷ μέσῳ ἦν· ταύτας οὖν καὶ τὰς τοιαύτας ἐνστάσεις ὡς ἀπ’ ἐκείνων λύων ὁ Ἀριστοτέλης δύνασθαί φησι τὰ ·φαινόμενα σώζεσθαι καὶ ·κατὰ τὴν τοιαύτην δόξαν ὡς καὶ κατὰ τοὺς ἐν μέσῳ λέγοντας εἶναι τὴν γῆν. οὐδὲ γὰρ οἱ ἐν μέσῳ λέγοντες κέντρον αὐτὴν τοῦ παντὸς λέγουσιν· οὐ γὰρ ἀμερής ἐστιν, ὥσπερ τὸ κέντρον, τοσοῦτον ἔχουσα μέγεθος· ἀλλὰ καὶ κατὰ τούτους τὸ τοὐ παντὸς κέντρον οὐχὶ ἡ γῆ ὅλη ἐστίν, ἀλλὰ τὸ τῆς γῆς κέντρον. οὕτω δὲ ἔσται ἡ τῆς γῆς ἐπιφάνεια, ἀφ’ ἧς αἵ τε τηρήσεις γίνονται καὶ τὰ ἐπίπεδα τῶν ὁριζόντων ἐκβάλλεται, τὸ ἡμισφαίριον ὅλον τῆς γῆς ἀπέχουσα ἀπὸ τοῦ κέντρου τοῦ παντός. εἰ οὖν τὸ ἡμισφαίριον ἡμῖν ἀπέχουσι τοῦ κέντρου τοῖς ἐπὶ τῆς ἐπιφανείας τῆς γῆς οἰκοῦσιν οὐδεμία γίνεται παραλλαγὴ πρὸς τὰ φαινόμενα, ὡς εἰ καὶ ἐπ’ αὐτοῦ τοῦ κέντρου ἦμεν, κἄν ὅλην τὴν σφαῖραν ἀπέχειν τις ὑπόθηται τοῦ κέντρου τὴν γῆν, ὡς οἱ ἐκτὸς τοῦ κέντρου λέγοντες αὐτὴν εἶναι, οὐδὲν κωλύει σώζεσθαι τὰ φαινόμενα. εἰ μὲν γὰρ ἐν τῷ μέσῳ τῆς γῆς οὔσης ἐν τῷ κέντρω ἡμεῖς ᾠκοῦμεν, ἦν ἂν πολλὴ παραλλαγὴ πρὸς τοὺς λέγοντας ἔξω τοῦ μέσου τὴν γῆν εἶναι, εἰ δὲ καὶ ἐν τῷ μέσῳ τῆς γῆς ὑποτιθεμένης οὐκ ἐν τῷ κέντρῳ οἰκοῦμεν, ἀλλ’ ἐν τῇ ἐπιφανείᾳ, οὐ πολλὴν ἕξει παραλλαγὴν ἡ τῆς γῆς ἐπιφάνεια, κἀν ἐν τῷ μέσῳ ἡ γῆ κεῖται κἄν ἔξω τοῦ μέσου. καὶ γὰρ τῆς ἐκτὸς καὶ τῆς ἐν τῷ μέσῳ κειμένης γῆς αἱ πρὸς ἀλλήλας νεύουσαι ἐπιφάνειαι ἐν τῷ αὐτῷ σχεδὸν εἶναι τόπῳ δύνανται. p. 293b30 ἔνιοι δὲ καὶ κειμένην ἐπὶ τοῦ κέντρου ἔως τοῦ | ὥσπερ ἐν τῷ τιμίῳ γέγραπται. εἰπὼν περὶ τῶν λεγόντων ἔξω τοῦ κέντρου κειμένην τὴν γῆν περὶ τὸ κέντρον κινεῖσθαι ἐπάγει, ὅτι ἔνιοι καὶ κειμένην αὐτὴν ἐπὶ τοῦ κέντρου λέγουσιν ἴλλεσθαι καὶ κινεῖσθαι, ὥσπερ ἐν τῷ Πλάτωνος Τιμαίῳ γέγραπται. ἀλλ’ ἡ μὲν ἐν Τιμαίῳ ῥῆσις τοῦ Πλάτωνος οὕτως ἔχει· “γῆν δὲ τροφὸν ἡμετέραν, ἰλλομένην δὲ περὶ τὸν διὰ παντὸς τεταμένον πόλον φύλακα καὶ δημιουργὸν νυκτός τε καὶ ἡμέρας ἐμηχανήσατο πρώτην καὶ πρεσβυτάτην θεῶν, ὅσοι ἐντὸς οὐρανοῦ γεγόνασιν ’’. διὰ παντὸς δὲ τεταμένον πόλον τὸν ἄξονα λέγει νῦν· τρία γὰρ τοῦ πόλου σημαινόμενα παρὰ Πλάτωνι· καὶ γὰρ τὸν οὐρανὸν ἐν Φαίδωνι πόλον καλεῖ καὶ τὰ πέρατα τοῦ ἄξονος, περὶ ἃ πολεύει ὁ οὐρανός, ἐν τῷ Τιμαίῳ καὶ νῦν τὸν ἄξονα. τὸ δὲ ἰλλομένην, εἴτε διὰ τοῦ ἰῶτα γράφοιτο, τὸ δεδεσμημένην δηλοῖ, καὶ οὕτως καὶ ὁ Ἀπολλώνιος ὁ ποιητής “δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεσείσατο νώτων’’ καὶ Ὅμηρος “ἰλλάσιν ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν”, εἴτε διὰ τῆς εἰ διφθόγγου γράφοιτο, καὶ οὕτως εἰργομένην δηλοῖ, ὡς καὶ Αἰσχύλος ἐν Βασσάραις· καὶ ὅτι τὸ ἰλλομένην οὕτως ὑπὸ τοῦ Πλάτωνος εἴρηται, δηλοῖ τὰ ἐν Φαίδωνι περὶ τῆς γῆς εἰρημένα, ἐν οἷς φησιν “ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδὲ ἧττον οὐδαμόσε κλιθῆναι,” δηλοῖ δὲ καὶ τὸ Τιμαίου ῥητόν, ὅπερ ὁ Πλατῶν ἐν τούτοις παρέξεσεν, οὕτως ἔχον “γᾶ δὲ ἐν μέσῳ ἱδρυμένα ἑστία θεῶν ὅρος τ’ ὄρφνας καὶ αὐγᾶς γίνεται δύσιάς τε καὶ ἀντολὰς γεννῶσα κατὰ ἀποτομὰς τῶν ὁριζόντων· πρεσβίστα δὲ ἐντὶ τῶν ἐντὸς ὠρανῶ σωμάτων’’. εἶτα ὀλίγα εἰπὼν περὶ τῶν ἄλλων στοιχείων ἐπάγει “ὥστε ῥίζα πάντων καὶ βάσις τῶν ἄλλων ἁ γᾶ καὶ ἐρήρεισται ἐπὶ τᾶς αὐτᾶς ῥοπᾶς’’. ῾Ο δὲ ᾿Αλέξανδρος “τοῦ᾿ Ἀριστοτέλους’’ φησὶν “οὕτω λέγοντος εἰρῆσθαι ἐν τιμίῳ καὶ τῆς λέξεως αὐτῆς τῆς ἰλλομένης σημαινούσης τὸ βιάζεσθαι ὡς οὐχ οὕτως εἰρημένου πρὸς ἰδίας ὑποθέσεις τὰ λεγόμενα μεταφερόντων ἐστί· καὶ γὰρ τὸ στρεφομένην’’, φησίν, ἱείς ὃ μεταλαμβάνουσι τὸ ἰλλομένην, καὶ αὐτὸ κινήσεως ἐστι σημαντικόν. εἰ δὲ ἀλλαχοῦ’’, φησίν, “ó Πλατῶν ἄλλως λέγει’’, ὑπὸ τοῦ ἐν Φαίδωνι δηλονότι νυττόμενος, “οὐδὲν τοῦτο’’, φησί, “πρὸς τὸν λόγον· ὁ γὰρ Ἀριστοτέλης τὸ ἐν Τιμαίῳ εὐθύνει, εἴτε ἀρεσκόμενος αὐτῷ Πλατῶν οὕτω λέγει εἴτε καὶ ὡς Τιμαίου δόξαν’’. Ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος, ἵνα ἀπὸ τοῦ τελευταίου τῶν ῥηθέντων ἄρξωμαι, ὅτι ὁ Τίμαιος ἱδρῦσθαι τὴν γῆν ἐν τῷ μέσῳ λέγει καὶ βεβηκέναι καὶ ἐρηρεῖσθαι, πρόδηλον ἐκ τῶν παρα|τεθέντων αὐτοῦ ῥημάτων. τῆς δὲ λέξεως δηλούσης μὲν ὡς ἐπίπαν τὸ δεδεμένην, ὡς αἱ παρατεθεῖσαι χρήσεις ἐσήμαινον, δηλούσης δὲ καὶ τὸ συστρεφομένην, ὅταν διὰ τῆς εἰ διφθόγγου γραφῇ, πρῶτον μὲν δι’ ἑνὸς τοῦ λ γράφεται, ἔπειτα καὶ ἐπὶ τῶν κυκλικῶν σχημάτων λέγεται τὸ συνεστράφθαι, κἂν ἀκίνητα ῇ· δὲ τούτοις, κἄν ἑκάτερον ἡ λέξις σημαίνῃ καὶ τὸ δεδεμένη καὶ τὸ κινουμένη, πῶς ἔδει τοῦ Πλάτωνος ἀποδέχεσθαι τὸν λόγον τοῦ τὰ Τιμαίου παραξέοντος οὕτως ἔχοντα, τοῦ τὴν ἠρεμίαν ἀποδείξαντος τῆς γῆς; ἆρα ὡς δεδεμένην ἢ ὡς κινουμένην σημαίνοντος; ἀλλ’ Ἀριστοτέλους, φησίν, οὕτω λέγοντος εἰρῆσθαι οὐκ εὔλογον ἀντειπεῖν· τῷ γὰρ ὄντι οὔτε τὴν τῆς λέξεως σημασίαν εἰκὸς ἦν ἀγνοεῖν αὐτὸν οὔτε τὸν τοῦ Πλάτωνος νοῦν. μήποτε οὖν εἰς πάντα ἀποβλέψαντας καλῶς ἔχει λέγειν, ἢ ὅτι τῆς λέξεως καὶ τὸ συστρεφομένην δηλούσης εἰς τοῦτο μετέλαβεν αὐτὴν ὁ Ἀριστοτέλης, ὥσπερ εἴωθε καὶ τὸ φαινόμενον τῶν λόγων διελέγχειν σπουδάζειν διὰ τοὺς ἐπιπολαιότερον λαιότερον ἐκδεχομένους, ὡς ἂν εἰ ἔλεγε μετὰ τοὺς περὶ τὸ μέσον κινεῖσθαι ταύτην λέγοντας· εἴ τις νομίζοι τὸν Πλάτωνα ἐν τῷ μέσῳ λέγειν αὐτὴν κινεῖσθαι τὸ ἰλλομένην ὡς κινουμένην ἐκδεχόμενος, ἅμα μὲν ἔσται τις καὶ ἄλλη ὑπόθεσις τῶν κινεῖσθαι λεγόντων τὴν γῆν· ἢ γὰρ περὶ τὸ μέσον ἢ ἐν τῷ μέσῳ ὑποτεθήσεται κινουμένη· ἅμα δὲ καὶ ὁ τὰ τοῦ Πλάτωνος οὕτως ἀποδεχόμενος ἐλεγχθήσεται. ἢ οὖν τοῦτο ῥητέον ἢ ὅτι τὸ καὶ κινεῖσθαι νεῖσθαι τῷ ἴλλεσθαι ὕστερον ὑπό τινος προσετέθη, ὁ δὲ Ἀριστοτέλης προθέμενος ἐν ἀρχῇ ζητεῖν περὶ τῆς γῆς, πότερον τῶν ἠρεμούντων ἐστὶν ἢ τῶν κινουμένων, καὶ ἱστορήσας τοὺς κινεῖσθαι λέγοντας αὐτὴν περὶ τὸ μέσον ἐπήγαγε καὶ τοῦ δεδέσθαι καὶ τοῦ ἠρεμεῖν ἐν τῷ μέσῳ μαρτυρίαν ἀπὸ τοῦ Πλάτωνος Τιμαίου· μὴ προσκειμένου γὰρ τοῦ καὶ κινεῖσθαι δυνατὸν καὶ οὕτως ἐκδέχεσθαι τὸν λόγον. ὅτι γὰρ τῶν ἀντικειμένων ἐποιήσατο τὴν ἱστορίαν καὶ οὐ μόνον τοῦ κινεῖσθαι, ἀλλὰ καὶ τοῦ μένειν, δηλοῖ καὶ τὰ περὶ τοῦ σχήματος ἐπαγόμενα, ὅτι παραπλησίως τοῖς ἐπὶ τῆς κινήσεως καὶ τῆς μονῆς καὶ τὸ σχῆμα οἱ μὲν σφαιροειδές, οἱ δὲ τυμπανοιδὲς λέγουσιν. Ἐν τῷ κέντρῳ δὲ οὖσαν τὴν γῆν καὶ κύκλῳ κινουμένην, τὸν δὲ οὐρανὸν ἠρεμεῖν Ἡρακλείδης ὁ Ποντικὸς ὑποθέμενος σώζειν ᾤετο τὰ φαινουενα. p. 293b32 Παραπλησίως δὲ καὶ περὶ τοῦ σχήματος ἀμφισβητεῖται. Καὶ περὶ τοῦ σχήματος διάφορον εἶναι τὴν ἱστορίαν φησὶ τῶν μὲν σφαιροειδῆ λεγόντων τὴν γῆν, τῶν δὲ πλατεῖαν καὶ τυμπανοειδῆ. οἱ δὲ τυμπανοειδῆ λέγοντες, φησί, τεκμήριον τούτου ποιοῦνται, ὅτι δύνων καὶ ἀνατέλλων ὁ ἥλιος εὐθεῖαν ἔχων φαίνεται τὴν· διορίζουσαν τό τε φαινόμενον αὐτοῦ καὶ τὸ ἀφανές· καίτοι, εἰ σφαιροειδὴς ἦν, φασίν, ἡ γῆ ἐπιπροσθοῦσα τῷ ἡλίῳ, ἡ ἀποτομὴ μηνοειδὴς ἢ ἀμφίκυρτος ἐγίνετο, ὡς ἐπὶ τῶν ἐκλείψεων ὁρᾶται τῶν ἡλιακῶν καὶ σεληνιακῶν, ἐπὶ μὲν τῶν ἡλιακῶν τῆς σελήνης ἀντιφραττούσης, ἐπὶ δὲ τῶν σεληνιακῶν τοῦ κώνου τῆς νῦν δέ, φασίν, ἐν τῷ ἐπιπέδῳ τοῦ τυμπανοειδοῦς σχήματος ὄντες εὐθείας τὰς ἀποτομὰς ὁρῶμεν· ἐὰν γὰρ ἐν τῷ αὐτῷ ἐπιπέδῳ τῷ ὄμματι κύκλου περιφέρεια τεθῇ, εὐθεῖα φανήσεται, ὡς ἐν τοῖς ὀπτικοῖς δέδεικται. δὴ τοὺς ταῦτα λέγοντας ὁ Ἀριστοτέλης φησίν, ὅτι οὐ προσλογίζονται τό τε ἀπόστημα τοῦ ἡλίου πολὺ ὂν πρὸς τὴν γῆν καὶ τὸ τοῦ ἡλιακοῦ σώματος μέγεθος μικρότατον φαινόμενον ὡς πρὸς τὸ ἀπόστημα, καὶ ὅτι οἱ ἐν τοῖς μικροῖς φαινομένοις σώμασι κύκλοι ἀπὸ πλείονος διαστήματος εὐθεῖαι φαίνονται· καὶ γὰρ αἱ σφαιρικαὶ ἐπιφάνειαι πόρρωθεν ἐπίπεδοι δοκοῦσιν, ἡ τοῦ ἡλίου καὶ τῆς σελήνης. ἀλλ’ εἰ τὸ ἀπόστημα καὶ ἡ φαινομένη σμικρότης τοῦ μεγέθους αἰτία τοῦ εὐθεῖαν τὴν ἀποτομὴν φαίνεσθαι, διὰ τί μὴ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν ἐκλείψεων τῶν ἡλιακῶν καὶ σεληνιακῶν; καὶ γὰρ τὸ ἀπόστημα τὸ αὐτὸ καὶ τὰ φαινόμενα μεγέθη. τάχα οὖν ῤητέον, ὅτι, εἰ μὲν ἔξω τῆς γῆς ὄντες ἑωρῶμεν τὸν ἥλιον μερικῶς ἐπιπροσθούμενον ὑπὸ τῆς γῆς, πάντως ἂν περιφερεῖς ἡμῖν ἐφαίνοντο αἱ ἀποτομαί, ὥσπερ καὶ αἱ τοῦ ἡλίου ἐν ταῖς ἡλιακαῖς ἐκλείψεσιν ὑπὸ τῆς σελήνης ἐπιπροσθουμένου ἢ τῆς σελήνης ὑπὸ τοῦ κώνου τῆς σκιᾶς· νῦν δέ, ἐπειδὴ ἐν αὐτῇ ὄντες ὁρῶμεν τὸν ἥλιον ἀνατέλλοντα καὶ δύνοντα διὰ τοῦ ὁρίζοντος, ὁρίζων δέ ἐστι τὸ διὰ τῆς ἐπιφανείας τῆς γῆς καὶ τῆς ὄψεως ἡμῶν ἐκβαλλόμενον ἐπίπεδον, συμβαίνει τὴν ἡλιακὴν σφαῖραν κατὰ κύκλον ὑπὸ τοὐ ὁρίζοντος τέμνεσθαι· ὁ δὲ κύκλος ἐν τῷ αὐτῷ ἐπιπέδῳ ὢν τῷ ἡμετέρῳ ὄμματι εὐθεῖα φαίνεται. ὁ δὲ Ἀριστοτέλης διαβαλὼν τὸ ἀπὸ τοῦ ἡλίου τεκμήριον ὡς οὐχ ἱκανὸν πρὸς τὸ νομίζειν μὴ εἶναι κυκλοτερῆ τὴν γῆν λέγει, ὅτι καὶ ἄλλην αἰτίαν προστιθέασι τοὐ τυμπανοειδῆ τὴν γῆν εἶναι ἀναγκαῖον λέγοντες τὸ σχῆμα τοῦτο ἔχειν αὐτὴν διὰ τὴν ἠρεμίαν· διὰ γὰρ τοῦτο ἠρεμεῖν αὐτήν· καὶ γὰρ τὸ μὲν σφαιρικὸν σχῆμα εὐκίνητόν ἐστι, τὸ δὲ τυμπανοειδὲς πρὸς μονὴν ἐπιτήδειον ὅλῳ τῷ ἐπιπέδῳ βαῖνον ἐπὶ τοῦ ὑποκειμένου ἢ καὶ ἐπιπωμάζον, ὥς φασι, τὸν κάτωθεν ἀέρα· εἰπὼν δὲ μόνιμον εἶναι τὴν γῆν διὰ τὸ τυμπανοειδὲς σχῆμα ἐπήγαγεν, ὅτι πολλοὶ τυγχάνουσιν εἰρημένοι τρόποι τῆς κατὰ τὴν γῆν διαθέσεως, ὧν τινὲς μὲν πρὸς κίνησιν αὐτήν, τινὲς δὲ πρὸς | μονὴν ἐπιτηδείαν εἶναι λέγουσιν, ὥσπερ ὁ νῦν εἰρημένος πρὸς μονήν. p. 294a11 To μὲν οὖν ἀπορῆσαι πᾶσιν ἀναγκαῖον ἐπελθεῖν ἕως τοῦ θαυμάσειεν ἄν τις. Ἱστορήσας πρότερον τάς τε περὶ τῆς θέσεως τῆς γῆς καὶ τῆς κινήσεως καὶ τοῦ σχήματος αὐτῆς δόξας καὶ πρὸς ὀλίγα ἀντειπών, τῶν δὲ πολλῶν ὡς ἀπεμφαινόντων καταφρονήσας μετάγει τὸν λόγον λοιπὸν ἐπὶ τοὺς μένειν μὲν τὴν γῆν λέγοντας, τὴν δὲ αἰτίαν τῆς μονῆς οὐ καλῶς ἀποδιδόντας. καὶ πρῶτον μνημονεύει τῶν μένειν λεγόντων διὰ τὸ ἄπειρον αὐτὴν εἶναι, ὥσπερ Ξενοφάνης ὁ Κολοφώνιος, δεύτερον δὲ τῶν ἐφ’ ὕδατος ὀχουμένην μένειν, ὡς Θαλῆς ὁ Μιλήσιος, τρίτον δὲ τῶν λεγόντων μένειν αὐτὴν ἀνεχομένην ὑπὸ τοῦ ὑποκειμένου ἀέρος, ὃν ἐπιπωματίζει πλατεῖα οὖσα καὶ τυμπανοειδὴς ἡ 77; καὶ οὐ συγχωρεῖ ἀναχωρεῖν· οὕτω δὲ Ἁναξιμένης καὶ Ἀναξαγόρας καὶ Δημόκριτος ἐδόκουν λέγειν· τέταρτον δὲ τῶν περὶ Ἐμπεδοκλέα τὴν δίνην τοῦ οὐρανοῦ τῆς μονῆς τῆς γῆς αἰτιωμένων, καὶ πέμπτον τῶν τὴν ὁμοιότητα καὶ τὴν ἰσορροπίαν αἰτίαν τῆς μονῆς λε- γόντων, ὡς Ἀναξίμανδρος καὶ Πλάτων, πρῶτον δὲ συνίστησι τὴν ἐπὶ τῇ μονῇ τῆς γῆς ἀπορίαν, ὅτι ἀναγκαῖον τὸ πᾶσιν ἐπελθεῖν ἀπορῆσαι τὸ πῶς μένει ἡγῇ· τάχα γὰρ ἀλυποτέρας, τουτέστιν ἀργοτέρας, διανοίας μὴ θαυμάζειν, πῶς μικρὸν μὲν μόριον τῆς γῆς, ἐὰν μετεωρισθὲν ἀφεθῇ, φέρεται κάτω καὶ μένειν οὐκ ἐθέλει, καὶ τὸ μεῖζον ἀεὶ θᾶτ·τον φέρεται, πᾶσαν δὲ τὴν γῆν εἴ τις μετεωρίσας ἀφῇ, οὐκ ἄν φέροιτο κάτω· τεκμήριον γὰρ ἱκανὸν τοῦ μὴ ἄν ἐνεχθῆναι ἀφεθεῖσαν τὸ καὶ νῦν μετέωρον οὖσαν ἠρεμεῖν τοσοῦτον ἔχουσαν βάρος. καὶ τοῦτο δὲ ἄξιον ἀπορίας περὶ τοῦ αὐτοῦ φησι, πῶς ἄνωθεν καταφερομένων μορίων τῆς γῆς, εἴ τις πρὸ τοὐ πεσεῖν αὐτὰ ὑποσπῴη ἀεὶ τὴν ὑποκειμένην γῆν, μένει φερόμενα, ἕως ἄν ἀντερείσῃ τι αὐτοῖς, ἡ δὲ ὅλη γῆ μηδενὸς κάτω ἀντερείδοντος οὐ φέρεται, ἀλλ’ ἠρεμεῖ. διὰ ταῦτα μὲν γάρ, φησί, τὸ ἀπορεῖν περὶ τῆς γῆς ἐγένετο φιλοσόφημα πᾶσι· φιλόσοφον γὰρ ὄντως ἐστὶ τὸ τὰς αἰτίας τῶν ὄντων ζητεῖν· τὸ δὲ περὶ τὰς περὶ τούτου λύσεις μὴ μᾶλλον ἀτόπους εἶναι δοκεῖν φυλάξασθαι τῆς ἀπορίας θαυμάσειεν ἄν τις· δοκεῖν γὰρ λύειν τὴν ὲν τούτοις ἀπορίαν βουληθέντες πλείονος ἀπορίας ἀξίοις προσχρῶνται. οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος ἐξηγήσατο τὴν λέξιν οὕτω γράψας· τὸ δὲ περὶ τὰς τούτου λύσεις μὴ μᾶλλον ἀτόπους εἶναι δοκεῖν καὶ ὡς ἐλλειπούσης τὸ πλῆρες, ὡς εἴρηται, ἀποδούς. μήποτε δέ, κἂν οὕτως ἔχῃ ἡ λέξις, συντόμως, οὐ μέντοι ἐλλιπῶς ἀπήγγελται· εἰπὼν γάρ, ὅτι τὸ μὲν ἀπορεῖν εἰκότως ἐγένετο φιλοσόφημα πᾶσιν, ἐπάγει τὸ δὲ περὶ τὰς τούτου λύσεις μὴ μᾶλλον ἀτόπους εἶναι δοκεῖν τῆς τοὺς οὕτω λύοντας δηλονότι θαυμάσειεν ἄν τις· ὥστε τὸ ἀτόπους μὴ πρὸς τὰς λύσεις ἀκούειν, ἀλλὰ πρὸς τοὺς λύοντας. ἐγὼ μέντοι πολλὰ τῶν ἀντιγράφων ηὗρον οὕτως ἔχοντα· τὸ δὲ τὰς περὶ τούτων λύσεις μὴ μᾶλλον ἀτόπους εἶναι δοκεῖν· καί ἐστιν οὕτω καταλληλότερον. Ταῦτα εἰπὼν λοιπόν, τίνες τῶν παλαιῶν τίνας τοὐ μένειν τὴν γῆν ἀποδεδώκασιν αἰτίας, λέγει. p. 294a21 Οἱ μὲν γὰρ διὰ ταῦτα ἄπειρον τὸ κάτω τῆς γῆς εἷναί φασιν ἔως τοῦ πάσας τεθεωρηκέναι τὰς διαφοράς. Υπὸ τῆς ἀπορίας, φησί, κινούμενοι πάντες, μὴ βουλόμενοι δὲ πράγματα ἔχειν μέχρι τοσούτου ζητοῦντες, ἕως οὗ εὕρωσι τὴν κυριωτάτην αἰτίαν, ἕκαστος τὸ προχείρως ἐπελθὸν ἀπεφήνατο, ὥσπερ Ξενοφάνης ὁ Κολοφώνιος τὸ ἄπειρον τὸ κάτω τῆς γῆς εἶναι καὶ διὰ τοῦτο μένειν αὐτήν. ἀγνοῶ δὲ ἐγὼ τοῖς Ξενοφάνους ἔπεσι τοῖς περὶ τούτου μὴ ἐντυχών, πότερον τὸ κάτω μέρος τῆς γῆς ἄπειρον εἶναι λέγων διὰ τοῦτο μένειν αὐτήν φησιν ἢ τὸν ὑποκάτω τῆς γῆς τόπον καὶ αἰθέρα ἄπειρον καὶ διὰ τοῦτο ἐπ’ ἄπειρον καταφερομένην τὴν γῆν δοκεῖν ἠρεμεῖν· οὔτε γὰρ ὁ Ἀριστοτέλης διεσάφησεν οὔτε τὰ Ἐμπεδοκλέους ἔπη διορίζει σαφῶς· “γῆς” “βάθη” λέγοιτο ἄν καὶ ἐκεῖνα, εἰς ἃ κάτεισιν. Ἀλλὰ ταύτην μὲν οὐδὲ ἀντιλογίας ἠξίωσε τὴν δόξαν ὡς παντελῶς ἀπίθανον, ἐπ’ αὐτῇ δὲ τὴν Θαλοῦ τοῦ Μιλησίου τίθησιν ἐφ’ ὕδατος λέγοντος ὀχεῖσθαι τὴν γῆν ὥσπερ ξύλον ἢ ἄλλο τι τῶν ἐπινήχεσθαι τῷ ὕδατι πεφυκότων. πρὸς ταύτην δὲ τὴν δόξαν ὁ Ἀριστοτέλης ἀντιλέγει μᾶλλον ἴσως ἐπικρατοῦσαν διὰ τὸ καὶ παρ’ Αἰγυπτίοις οὕτως ἐν μύθου σχήματι λέγεσθαι καὶ τὸν Θαλῆν ἴσως ἐκεῖθεν τὸν λόγον κεκομικέναι. τρία δὲ τῆς ἀντιλογίας ἐστὶν ἐπιχειρήματα, ἓν μὲν χαριέντως ἅμα ἐπισκῶπτον ὡς οὐδὲν ἧττον ἀπόρῳ τὸ ἄπορον λύειν ἐπιχειροῦντας· τὸ γὰρ αὐτὸ ἄν τις καὶ περὶ τοῦ ὕδατος τοῦ ὑποκειμένου τῇ γῇ ζητήσοι, ἐπὶ τίνος αὐτὸ βεβηκὸς ὀχεῖ τὴν γῆν· οὐδὲ τὸ ὕδωρ πέφυκε μένειν μετέωρον ὥσπερ οὐδὲ ἡ γῆ. δεύτερον δέ ἐστι τοιοῦτον· εἰ τὰ κουφότερα πέφυκε τοῖς βαρυτέροις ἐπιπολάζειν, τὰ δὲ βαρύτερα τοῖς κουφοτέροις ὑφίστασθαι, καί ἐστιν ὥσπερ ἀὴρ ὕδατος οὕτως ὕδωρ γῆς κουφότερον, πῶς οἷόν τε τὸ κουφότερον κατωτέρω κεῖσθαι τοῦ βαρυτέρου τὴν φύσιν; τρί· τὸν δὲ κατὰ τὴν σὺν ἀντιθέσει λεγομένην ἀντιστροφήν· εἰ ὅλη πέφυκε μένειν ἐφ’ ὕδατος ἡ γῆ, δῆλον, ὅτι καὶ τῶν μορίων αὐτῆς ἕκαστον δυνατὸν ἐποχεῖσθαι τῷ ὕδατι· ἀλλὰ μὴν οὐ φαίνεται τοῦτο γινόμενον· τὸ γὰρ τυχὸν μόριον ἐμβληθὲν εἰς ὕδωρ οὐχ ἵσταται, ἕως ἂν εἰς τὸν πυθμένα τοῦ ὕδατος ἔλθῃ· τοῦτο γὰρ σημαίνει τὸ βυθίζεται· καὶ θᾶττον φέρεται τὸ μεῖζον, ἐξ οὗ δῆλον, ὅτι, εἴπερ ὑπέθου τῇ γῇ ὕδωρ, ἡ ὅλη γῆ θᾶττον ἄν παντὸς μορίου καταβυθισθείη· ὥστε καὶ ἡ ἐπιφορὰ τοῦ συλλογισμοῦ δηλονότι· οὐκ ἄρ πέφυκεν ἡ ὅλη γῆ μένειν ἐφ’ ὕδατος. εἰπὼν δὲ ταῦτα τὴν αἰτίαν ἡμῖν καθόλου τοῦ μὴ καλῶς λύειν τὰς ἀπορίας θαυμαστῶς παρεγύμνωσεν· ἐοίκασι γάρ, φησί, μέχρι ἀλλ’ οὐ μέχρι τοσούτου τῆς ἀπορίας, μέχρις οὗ δυνατὸν ἦν ἐπαπορεῖν ταῖς τοιαύταις λύσεσι· διὸ τὴν τυχοῦσαν λύσιν εἰπόντες ἠρκέσθησαν. ὅτι δὲ τοῦτο οὕτως ἔχει, πιστοῦται ἐκ τοὺ πᾶσιν ἡμῖν σύνηθες εἶναι μὴ πρὸς τὸ πρᾶγμα τὸ προτιθέμενον ποιεῖσθαι τὴν ζήτησιν, ἀλλὰ πρὸς τὸν τὰ ἐναντία λέγοντα· ἐὰν γὰρ τοῦτον ἀποπλήσωμεν, ἀρκούμεθα, κἄν μὴ πάσας ἡμῖν τὰς ἀπορίας προήγαγεν, ὅσαι τοῦ πράγματός εἰσιν οἰκεῖαι. καὶ τοῦτο πάλιν ὅτι οὕτως ἔχει, πιστοῦται, ἐξ ὧν αὐτός τις ἕκαστος ἡμῶν ἑαυτῷ πάσχοντι σύνοιδεν ἐν ταῖς ζητήσεσι· καὶ γὰρ μέχρι τοσούτου καθ’ ἑαυτὸν ἕκαστος περὶ τοῦ προτιθεμένου ζητεῖ, ἕως ἄν μηκέτι ἔχῃ ἀντιλέγειν αὐτὸς ἑαυτῷ· τότε γὰρ μηδὲν ἄπορον ἔτι νομίζομεν ὑπολείπεσθαι. διὰ τοῦτο οὖν δεῖ τὸν μέλλοντα καλῶς ζητήσειν πάσας ἐπεσκέφθαι τὰς ἀπορίας τὰς οἰκείας τῷ προκειμένῳ πράγματι καὶ κατὰ πάσας ἐνίστασθαι, εἴτε πρὸς ἑαυτὸν εἴτε πρὸς ἄλλον ποιεῖται τὴν ζήτησιν· οὕτω γὰρ αἱ τῶν ἀποριῶν λύσ.εις τὸ τέλειον ἕξουσιν. οἰκείας δὲ ἐνστάσεις λέγει τὰς ἀπ’ αὐτοῦ τοῦ πράγματος εἰλημμένας καὶ μὴ σοφιστικάς. ἀπορήσομεν δὲ καὶ ἐνστησόμεθα κατὰ πάσας τὰς οἰκείας τῷ πράγματι ἐνστάσεις, ἐὰν ὦμεν πάσας τὰς διαφοράς, αἷς διαφέρει τῶν ἄλλων τὸ προκείμενον εἰς ζήτησιν, ἐπεσκεμμένοι· καὶ γὰρ τῷ τὴν διαφορὰν τῆς γῆς μὴ διεγνωκέναι ‘τὴν πρὸς τὸ ξύλον ἠπατήθησαν οἱ τὴν γῆν ἐπινήχεσθαι τῷ ὕδατι λέγοντες, διότι τὸ ξύλον ἑώρων ἐπινηχόμενον. τοῦτο δὲ καὶ ἐν τῷ πρώτῳ τῶν τοπικῶν εἶπε χρήσιμον εἶναι ἓν τῶν πρὸς εὐπορίαν ἐπιχειρημάτων τὸ τὰς διαφορὰς ἐγνωκέναι πάσας τὰς πρὸς ἄλληλα μάλιστα τῶν κοινωνεῖν ἀλλήλοις δοκούντων. Τοῦτο δὲ νῦν εἰπὼν ἡμῖν παρῆκε συννοεῖν, ὅτι καὶ τὰς κοινωνίας πάσας δεῖ τεθεωρηκέναι τῶν διαφερόντων· καὶ γὰρ ἀπὸ τούτων ἀπορίαι κινοῦνται πολλαί. ἔστι δὲ τὰ ἐν τοῖς τοπικοῖς πρὸς εὐπορίαν συλλογισμῶν εἰρημένα συντελεῖν τὸ προτάσεις εὑρεῖν, ἡ τοῦ πολλαχῶς λεγομένου διαίρεσις, τὸ τὰς οἰκείας διαφορὰς εὑρεῖν τοῦ προκειμένου, ἡ τοῦ ὁμοίου θεωρία.| p. 294b13 Ἀναξιμένης δὲ Ἀναξαγόρας καὶ Δημόκριτος ἕως τοῦ τεκμήρια πολλὰ λέγουσι. τρίτους προχειρίζεται τοὺς λέγοντας αἴτιον εἶναι τοῦ μένειν τὴν γῆν τὸ πλάτος αὐτῆς· τοῦτο γάρ, κἄν ἐπεφύκει φέρεσθαι ἐπὶ τὸ κάτω, μὴ δύνασθαι τέμνειν τὸν ὑποκείμενον ἀέρα, ἀλλ’ ἐπιπωμάζειν αὐτόν, ὅπερ φαίνονται τὰ πλάτος ἔχοντα σώματα ποιοῦντα· ἐπιπωμάζοντα γὰρ ὁρᾶται· καὶ ὥσπερ τὰ πλάτη ἔχοντα σώματα δυσκινήτως ἔχει πρὸς τοὺς ἀνέμους διὰ τὸ ἀποφράττειν καὶ ἀντερείδειν αὐτοῖς· ἀποφραχθεὶς γὰρ ὁ ἄνεμος καὶ διέξοδον μὴ ἔχων ἀκίνητος μένει ὡς ἐπὶ τῶν οἴκων τῶν μὴ ἐχόντων διάπνοιαν, καὶ διὰ τοῦτο δυσκίνητά ἐστιν ὑπ’ αὐτοῦ τὰ πλατύτερα· τὸ αὐτὸ οὖν τοῦτο καὶ ἡ γῆ τῷ πλάτει ποιεῖ πρὸς τὸν ὑποκείμενον ἀέρα, ὁ δὲ ἀὴρ μὴ ἔχων ἱκανὸν τόπον πρὸς τὸ μεταστῆναι ἀναγκάζεται ἀθρόῳ ἑαυτοῦ μέρει τῷ κάτωθεν καὶ μὴ κινουμένῳ ἠρεμεῖν· τοῦ γὰρ πρὸς τῇ γῇ μέρους μὴ ἔχοντος διέξοδον τὸ ὑπ’ ἐκεῖνο ὂν ἀθρόον μένει. καὶ ὁ ὅλος οὖν ἀὴρ ἀθρόῳ τῷ κάτωθεν ἠρεμεῖ· ἠρεμοῦντος δὲ αὐτοῦ καὶ μὴ διακρινομένου μένειν ἀνάγκη ἐπ’ αὐτοῦ τὴν γῆν. Τοῦ δὲ μένειν ἀκίνητον τὸν ὑποκάτω ἀέρα τοῦ πλησιάζοντος τῇ γῇ ἀέρος μὴ ἔχοντος πάροδον διὰ τῆς γῆς παράδειγμα φέρει τὸ ἐν ταῖς κλεψύδραις ὕδωρ. κλεψύδρα δέ ἐστιν ἀγγεῖον στενόστομον πλατυτέραν ἔχον βάσιν μικραῖς ὀπαῖς κατατετρημένον, ὃ νὺν ὑδράρπαγα καλοῦσι· καθ- ιεμένου γὰρ εἰς ὕδωρ τοῦ ἀγγείου ἐπληφθέντος ἐπιληφθέντος τοῦ ἄνω εἴσεισι τὸ ὕδωρ διὰ τῶν ὀπῶν διὰ τὸ ἀθρόον τὸν ἀέρα τὸν ἐν αὐτῷ ἀντερείδειν τῷ ὕδατι καὶ κωλύειν τὴν ἄνω πάροδον αὐτοῦ τῷ μὴ ἔχειν, ὅπου αὐτὸς μετασταίη· ἀφαιρεθέντος δὲ τοὺ ἐπειληφότος τὸ ἄνω στόμιον τὸ ὕδωρ τοῦ ἀέρος ὑπεξισταμένου αὐτῷ. καὶ κατὰ τοῦτο οὖν ἔοικε τὸ παράδειγμα τοῦ μὲν ὕδατος ἀνάλογον τῇ γῇ ληφθέντος τῇ μὴ χωρούσῃ διὰ τοῦ ὑποκειμένου ἀέρος, τοῦ δὲ ἐν τῇ κλεψύδρᾳ ἀναλογοῦντος τῷ ὑποκειμένῳ κειμένῳ τῇ γῇ ἀέρι καὶ ἀντερείδοντι πρὸς αὐτήν. ἀλλὰ καὶ πληρωθείσης τῆς κλεψύδρας ὕδατος, ἐὰν ἐπιλάβῃ τις τὸ ἄνω στόμιον ὡς μὴ εἰσιέναι, οὐκ ἐκρεῖ διὰ τῶν ὀπῶν τὸ ὕδωρ, ἵνα μὴ κενὸν μείνῃ τὸ ἄγγος μὴ εἰσιόντος ἀέρος μήτε διὰ τοῦ ἄνω στομίου ἐπειλημμένου ὄντος μήτε διὰ τῶν κάτω ὀπῶν τὴν δίοδον τοῦ ὕδατος ἐχουσῶν δι’ ὅλου τοῦ ἑαυτῶν ἀνοίγμαλέγουσιν τος· ὡς οὖν τοῦ ἀέρος μὴ εἰσιόντος μένει τὸ ὕδωρ τὸ ἐν τῇ κλεψύδρᾳ, οὕτω καὶ ὁ ὑπὸ τὴν γῆν ἀὴρ τῷ μὴ ἔχειν πάροδον μένει· τούτου δὲ μένοντος καὶ ὁ ὑπ’ αὐτὸν ἀθρόως μένει, οὗ μένοντος παντὸς καὶ τὴν γῆν ὀχεῖσθαί τε καὶ ἀνέχεσθαι ὑπ’ αὐτοῦ συμβαίνει. Τοῦ δὲ Ἀριστοτέλους εἰ πόντος, ὅτι πολλὰ τεκμήρια λέγουσι τοῦ δύνασθαι πολὺ βάρος φέρειν ἀπολαμβανόμενον τὸν ἀέρα καὶ μένοντα, μὴ προσθέντος δὲ τὰ τεκμήρια ὁ Ἀλέξανδρος, ὅτι ἰσχυρός ἐστιν ὁ ἀήρ, φησί, δῆλον ἐκ τῶν σεισμῶν καὶ τῶν ἀνέμων καὶ τοῦ ῥήγνυσθαι τὰ καρτερώτατα ἐνσεισθέντος αὐτοῖς τοῦ ἀπὸ τῶν βροντῶν ψόφου. ταῦτα δὲ δῆλον ὅτι κινουμένου ἔργα καὶ οὐκ ἠρεμοῦντός ἐστι τοῦ πνεύματος· κάλλιον οὖν, ὅπερ ἐφεξῆς παρέθετο, τὸ ἀπὸ τῶν ἀσκῶν παράδειγμα· φυσηθέντες γὰρ οὗτοι καὶ ἐφ’ ὕδατος ὀχούμενοι βαρέα φέρουσι φορτία, ὡς ἐπειράθην καὶ ἐγὼ κατὰ τὸν Ἀβόραν ποταμόν. p. 294b23 Πρῶτον μὲν οὖν, εἰ μὴ πλατὺ τὸ σχῆμα ταύτης ἐστὶν ἔως τοῦ τὰ γὰρ αὐτὰ τῶν αὐτῶν ἀναγκαῖον εἶναι αἴτιον τοῖς αὐτοῖς. Πιθανῶς ὡς δυνατὸν συνηγορήσας τοῖς διὰ τὸ πλάτος τὴν γῆν ἠρεμεῖν λέγουσιν ἐντεθὲν ἀντιλέγει πρὸς αὐτοὺς καὶ πρώτῳ χρῆται ἐπιχειρήματι τοιούτῳ· εἰ διὰ τὸ πλάτος τις καὶ τὸ τοιοῦτον σχῆμα ἠρεμεῖν λέγει τὴν γῆν, ἐὰν δειχθῇ μὴ οὖδα πλατεῖα ἀλλὰ σφαιρική, οὐκ ἄν εἴη τὸ πλάτος αἴτιον αὐτῇ τῆς ἠρεμίαις· ἀνάγκη οὖν τὸν οὕτως δεικνύντα δεῖξαι πρότερον, ὅτι πλατεῖά ἐστιν ἡ γῆ, καὶ οὕτως, ὅτι διὰ τὸ πλάτος ἠρεμεῖ. μήποτε δὲ συλλογισμὸν ἀντέστρεψεν ὀ Ἀριστοτέλης ὑπ’ ἐκείνων λεγόμενον τοιοῦτον· εἰ μενει η πλατεῖά ἐστι καὶ διὰ τὸ πλάτος μένει. λέγει οὖν αὐτός· εἰ μὴ πλατεῖα ἡ γῆ ἐστιν, οὐκ ἂν διὰ τὸ πλάτος ἠρεμοίη· ὥστε τῷ δειχθῆναι, ὅτι οὐκ ἔστι πλαγία, συναποδείκνυται καὶ τὸ μὴ διὰ τὸ πλάτος τος ἠρεμεῖν. Δεύτερον δέ, ὅτι, κἄν ὐπὸ τοῦ ἀέρος τοὐ ὑποκειμένου ἀνεχομένη ἡ γῆ μένῃ, οὐ τὸ πλάτος αἴτιον αὐτῇ τῆς μονῆς, ἐξ ὧν λέγουσι, φαίνεται ἀλλὰ τὸ μέγεθος μᾶλλον. εἰ γάρ πολύς ὢν ὁ ἀὴρ καὶ πᾶσαν πληρῶν τὴν χώραν στενοχωρεῖται διὰ τὸ ὑπὸ μεγέθους πολλοῦ περιλαμβάνεσθαι τοῦ τῆς γῆς, οὐκ ἄν ἐν αὐτῇ κινοῖτο τῇ χώρᾳ· εἰ δὲ καὶ πάροδον μὴ ἔχει πανταχόθεν ἐπιπωματιζόμενος, οὐδ’ ἄν διεξιὼν κινοῖτο· ἀλλὰ ταῦτα δύναται ὑπάρχειν, κἀν μὴ πλατεῖα, ἀλλὰ σφαιρειδὴς μὲν ᾖ ἡ γῆ, τηλικαύτη δὲ τὸ μέγεθος, ὡς πανταχόθεν ἐπιπωματίζειν τὸν ἀέρα· μένει γὰρ καὶ οὕτως ὁ ἀὴρ ἀκίνητος κατὰ τὸν ἐκείνων λόγον καὶ ἡ γῆ ἐπ’ αὐτοῦ. δυνάμενοι οὖν διὰ τοῦ μεγέθους ταύτην ἀποδιδόναι τὴν αἰτίαν, κἂν σφαιροειδὴς ἐτύγχανεν οὖσα, ἀπεστένωσαν αὐτὴν εἰς τὸ πλάτος τοῦ σχήματος. οὔτε οὖν ἐκεῖνοι δεόντως, οὔτε ὁ σφαιροειδῆ δεικνὺς τὴν γῆν ἀνῄρηκε τὴν ἀπὸ τοῦ ὑποκειμένου ἀέρος τῆς μονῆς αἰτίαν. οὕτως οὖν περιτρέψας αὐτοῖς τὸν λόγον τρίτον ἐπιχείρημα τίθησιν ἐκ τῶν φυσικῶν ἀρχῶν καθολικῶς ὡρμημένον· ὅλως γάρ, φησὶ πρὸς τοὺς οὕτω λέγοντας περὶ τῆς κινήσεως τῆς γῆς ὡς οὐκ ἐχούσης κίνησιν, οὐ περὶ τῆς γῆς αὐτῆς ἐστιν ἡ ἀμφισβήτησις μορίου οὕσης τοῦ παντός, ἀλλὰ περὶ ὅλης τῆς τῶν φυσικῶν σωμάτων συστάσεως· ὡς γὰρ ἔχει τὰ ἄλλα, οὕτως ἔχειν καὶ τὴν γῆν ἀνάγκη. ἐξ ἀρχῆς οὖν διοριστέον; πότερον ἔστι τοῖς σώμασι φύσει κίνησις ἢ οὐδεμία ἔστι, καὶ εἰ μὴ φύσει ἔστιν, ἆρα βίαιος ἔστιν ἢ οὐδὲ αὕτη. καὶ διελὼν οὕτως ὑπομιμνήσκει ἡμᾶς τῶν ἔν τε τῇ Φυσικῇ ἀκροάσει καὶ τῷ πρὸ τούτου βιβλίῳ ῥηθέντων, ἐν οἷς δέδεικται, ὅτι, εἰ μηδεμία φύσει κίνησις ἔ.στιν, οὐδὲ βίαιος ἔσται· βίαιος γάρ ἐστιν ἡ παρὰ φύσιν, παρὰ φύσιν δέ ἐστιν ἡ τῇ κατὰ φύσιν ἀντικειμένη· εἰ οὖν τὸ παρὰ φύσιν ἐκτροπὴ τοῦ κατὰ φύσιν ἐστί, μὴ οὔσης κατὰ φύσιν κινήσεως οὕτε παρὰ φύσιν οὔτε βίαιος ἂν εἴη· ὥστε, εἰ μὴ εἴη κατὰ φύσιν κίνησις, οὐδὲν ὅλως κινηθήσεται. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς ἠρεμίας δέδεικται, ὅτι, εἰ ἔστι παρὰ φύσιν, ἀνάγκη καὶ κατὰ φύσιν εἶναι, εἰ δὲ μὴ ἔστι κατὰ φύσιν, οὐδὲ παρὰ φύσιν, οὐδὲ ἠρεμεῖ τι ὅλως τῶν σωμάτων. ἀλλὰ καὶ τοῦτο ἐδείχθη, ὅτι, εἰ μὴ κινεῖταί τι κατὰ φύσιν, οὐδὲ ἠρεμεῖ κατὰ φύσιν, ἀλλ’ οὐδὲ παρὰ φύσιν. ἡ γὰρ κατὰ φύσιν ἠρεμία πέρας ἐστὶ τῆς κατὰ φύσιν κινήσεως καὶ ἡ παρὰ φύσιν τῆς παρὰ φύσιν, ὥστε, εἰ μὴ ἔστι κατὰ φύσιν κίνησις, οὔτε κινεῖταί τι οὔτε ἠρεμεῖ. εἰ οὖν ταῦτα ἄτοπα· φαίνεται γὰρ καὶ κινούμενα πολλὰ καὶ ἠρεμοῦντα· δῆλον, ὅτι ἔστιν ἡ κατὰ φύσιν κίνησις τῶν σωμάτων. εἰ δὲ εἴη αὕτη, οὐκ ἄν ἡ βίαιος εἴη φορὰ μόνον οὐδὲ ἠρέμησις· ὥστε, εἰ βίᾳ νῦν ἡ τῆ μένει ἐν τῷ μέσῳ κατὰ τοὺς ὑπερείδειν αὐτὴν τὸν ἀέρα νομίζοντας, δῆλον, ὅτι καὶ φέρεται εἰς τὸ μέσον βιαίως, ὡς λέγουσιν οἱ διὰ τὴν δίνην αὐτὴν εἰς τοῦτο συνωθοῦντες. Εἶτα μεταξὺ εἰπών, ὅτι διὰ τὴν δίνην τοὺ οὐρανοῦ εἰς τὸ μέσον συνελθεῖν τὴν γῆν λέγουσι πάντες οἱ γένεσιν τοῦ κόσμου παραδιδόντες· οὐ γὰρ ’Eμπεδοκλ̣ῆς μόνος, ἀλλὰ καὶ οἱ περὶ Ἀναξαγόραν καὶ ἄλλοι· καὶ ὅτι πρὸς τοῦτο ἠνέχθησαν ἐκ τοῦ καὶ τὰς ἐν ὕδατι καὶ τὰς ἐν ἀέρι γινομένας συστροφὰς τὰ μείζω καὶ βαρύτερα τῶν σωμάτων πρὸς τὸ μέσον συνωθεῖν καὶ τοῦ μὲν ἐνεχθῆναι κατ’ ἀρχὰς τὴν δίνην αἰτιῶνται, τοῦ δὲ μένειν ἐπιζοῦντες οἱ μὲν τὸ πλάτος αἴτιόν φασιν, ὡς εἴρηται πρότερον, οἱ δὲ καὶ τούτου τὴν δίνην, ὥσπερ Ἑμπεδοκλῆς· τὴν γὰρ τοῦ οὐρανοῦ φορὰν κύκλῳ διαθέουσαν καὶ θᾶττον φερομένην ἢ κατὰ τὴν τῆς γῆς φορὰν κωλύειν αὐτήν, καθάπερ τὸ ἐν τοῖς κυάθοις ὕδωρ· περιφερομένων γὰρ σφοδρῶς τῶν κυάθων ὑπὸ τῶν θαυματοποιῶν, ὡς νῦν τῶν ποτηρίων, κάτω τοῦ χαλκοῦ πολλάκις ἐπὶ τῶν κυάθων ἢ τοῦ ποτηρίου γινόμενον τὸ ὕδωρ ὅμως οὐ φέρεται κάτω διὰ τὴν δίνησιν καίτοι πεφυκὸς φέρεσθαι, ἀλλ’ ἡ δίνη θάττων οὖσα τῆς κατὰ φύσιν τοῦ ὕδατος ῥοπῆς κωλύει φέρεσθαι αὐτό· ταῦτα μεταξὺ εἰπὼν περὶ τοῦ βίᾳ τὴν γῆν καὶ συνελθεῖν εἰς τὸ μέσον καὶ μένειν ἐν τῷ μέσῳ κατὰ τοὺς τὴν δίνην καὶ τὸ πλάτος αἰτιωμένους ἐπάγει λοιπὸν τὰ τοῖς προτέροις ἀκόλουθα. εἰ γὰρ καὶ συνῆλθε πρὸς τὸ μέσον βίᾳ ἡ γῆ καὶ μένει βίᾳ, ἐὰν καθ’ ὑπόθεσιν ἀφαιρεθῇ ἡ βία μήτε τῆς δίνης κωλυούσης μήτε τοῦ πλάτους, ἀλλὰ καὶ τοῦ ἀέρος τοῦ ὑπερείδοντος ἐκστάντος. ποῦ λοιπὸν κατὰ φύσιν οἰσθήσεται; πρὸς μὲν γὰρ τὸ μέσον βίᾳ συνῆλθε καὶ μένει βιαίως, φασίν, ἀναγκαῖον δὲ διὰ τὰ δεδειγμένα καὶ κατὰ φύσιν εἶναί τινα αὐτῆς φοράν· αὕτη οὗν ἄνω ἢ κάτω ἢ ποῦ ἔστιν; εἶναι γὰρ ἀναγκαῖόν τινα. εἰ οὖν πανταχόθεν ἐπὶ τὸ μέσον βίᾳ ἠνέχθη, καὶ πάντοσε κατὰ φύσιν ἀπὸ τοῦ μέσου κινηθήσεται· εἰ δὲ μηδὲν μᾶλλον κάτω ἢ ἄνω διὰ τὸ πανταχόσε, ὁ δὲ ἀὴρ μὴ κωλύει τὴν ἄνω φοράν· οὐ γὰρ τὸν ἀέρα αἰτιῶνται τὸν ὑπερκείμενον αὐτῆς τοῦ μὴ κινεῖσθαι αὐτὴν ἄνω· οὐδὲ τοῦ κάτω μὴ κινεῖσθαι αἴτιος ἄν ὁ ἀὴρ εἴη· τὰ γὰρ αὐτὰν αὐτῶν ἀναγκαῖον εἶναι αἴτια τοῖς αὐτοῖς. εἰ οὖν ὁμοίως ἄνω καὶ κάτω κατὰ φύσιν ἡ γῆ πέφυκε κινεῖσθαι, ὅπερ ἠκολούθησε τοῖς πρὸς τὸ μέσον βίᾳ φέρεσθαι λέγουσι καὶ βίᾳ μένειν ἐν τῷ μέσῳ, ὅπερ αἴτιόν ἐστι τοῦ μὴ φέρεσθαι ἄνω πεφυκυῖαν αὐτήν, τοῦτο ἂν εἴη αἴτιον τοῦ μηδὲ κάτω φέρεσθαι. εἰπὼν δὲ τῆς μὲν εἰς τὸ μέσον συνελεύσεως τὸ αὐτὸ λέγειν αἴτιον τὴν δίνην καὶ τοὺς περὶ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα, τῆς δὲ μονῆς τοὺς μὲν τὸ πλάτος, τὸν δὲ τὴν δίνην αἰτιᾶσθαι, ἀντειπὼν πρὸς τοὺς τὴν δίνην καὶ τὸ πλάτος καὶ τὸν ἀντερείδοντα ἀέρα τῆς μονῆς αἰτιωμένους τρέπει πάλιν ἐπὶ τὸν Ἐμπεδοκλέα τὸν λόγον. p. 295a29 ἔτι δὲ πρὸς Ἐμπεδοκλέα καὶ ἕως τοῦ οὐ γὰρ δὴ καὶ τότε αἰτιάσεται τὴν δίνην. εἰπὼν κοινῶς πρότερον πρός τε τοὺς τὴν δίνην καὶ πρὸς τοὺς τὸ πλάτος τῆς μονῆς αἰτιωμένους ἔτι φησὶ πρὸς Ἐμπεδοκλέα κἀκεῖνό τις εἴποι ἂν ἄλλην προστιθεὶς πρὸς αὐτὸν ἀντιλογίαν. τέτρασι δὲ χρῆται ἐπιχειρήμασιν ὧν τὸ πρῶτον ἀσαφῶς ἀπηγγέλθαι δοκεῖ. ὅτε γάρ. φησί, τὰ στοιχεῖα διειστήκει χωρὶς τοῦ Νείκους,τίς αἰτία τῇ γῇ τῆς μονῆς ἢν; οὐ γὰρ δὴ καὶ τότε αἰτιάσεται τὴν δίνην. δοχεῖ τοίνυν λέγειν ὅτε τὰ στοιχεῖα διειστήκει ὑπὸ τοῦ Νείκους ὡς ἄλλην τινὰ κατάστασιν παρὰ τὴν νῦν ἐκείνην λέγων τὴν ὑπὸ τοῦ Νείκους γινομένην. καίτοι ὑπὸ τοῦ Νείκους διακρίνοντος τὰ στοιχεῖα τοῦτον λέγει γίνεσθαι τὸν κόσμον ὁ ’Eμπεδοκλλς, ὥσπερ ὑπὸ τῆς Φιλίας συναγούσης καὶ ἑνούσης αὐτὰ τὸν σφαῖρον. πῶς δὲ ἐν τῇ τοῦ Νείκους ἐπικρατείᾳ, εἴ|περ αὕτη ἐστίν, οὐ φησὶν εἶναι τὴν δίνην; ὁ μὲν οὖν Ἀλέξανδρος οὕτω πως εὐθετίζειν οἴεται τὸ λεγόμενον· ὅτε τὰ στοιχεῖα, φησί, διειστήκει ὑπὸ τοῦ Νείκους χωρὶς μήπω γεγονότα, τουτέστι μηδέπω κεχωρισμένα καὶ διακεκριμένα εἰς τήνδε τὴν διακόσμησιν, ἐν ᾗ ἡ δίνη αἰτία τῆς ἐν τῷ μέσῳ μονῆς, ἀλλ’ ἦν ἅμα τῆς Φιλίας κρατούσης, τότε τῆς μονῆς τῇ γῇ τί ποτε ἦν τὸ αἴτιον; οὐ γὰρ δὴ καὶ τότε ἡ δίνη· τότε γὰρ τὰ στοιχεῖα εἱστήκει μηδέπω χωρὶς ὑπὸ τοῦ Νείκους οὕτω διακεκριμένα. ἢ οὖν οὕτω, φησί, ῥητέον ἢ χωρὶς ὑπὸ τοῦ Νείκους, τουτέστι τοῦ Νείκους αὐτῶν κεχωρισμένου· τὸ γὰρ Νεῖκος αὐτῷ αἴτιον κεῖται τῆς τῶν στοιχείων τοιᾶσδε διακοσμήσεως, ὁποία ἐστὶν ἡ νῦν, καὶ τῆς δίνης τοῦ πέριξ ἀέρος, ὅν φησι πρῶτον ἀποκριθέντα φέρεσθαι κύκλῳ. καὶ ὅτι μὲν ἀπιθάνως ἐξέλαβε καὶ συνέταξε τὰ εἰρημένα, παντὶ πρόδηλον, χωρὶς μήπω γεγονότα ἀκούων, καὶ τοῦ Ἀριστοτέλους σαφῶς λέγοντος ὅτε διειστήκει χωρὶς ὑπὸ τοῦ Νείκους αὐτὸς βιαζόμενος εἰς τὴν τῆς Φιλίας ἐπικράτειαν ἀπάγειν ἐκεῖνον τὸν χρόνον πειρᾶται· τὸ δὲ διειστήκει χωρὶς ὑπὸ τοῦ Νείκους τίς ἂν εἶπεν ἀντὶ τοῦ Νείκους αὐτῶν κεχωρισμένου; ἀλλ’ ἐβιάζετο, μᾶλλον δὲ ἐβιάσθη νομίζων τὸν κόσμον τοῦτον ὑπὸ μόνου τοῦ Νείκους κατὰ τὸν Ἐμπεδοκλέα γενέσθαι. μήποτε δέ, κἂν ἐπικρατῇ ἐν τούτῳ τὸ Νεῖκος ὥσπερ ἐν τῷ σφαίρῳ ἡ Φιλία, ἀλλ’ ἄμφω ὑπ’ ἀμφοῖν λέγονται γίνεσθαι. καὶ τάχα οὐδὲν κωλύει παραθέσθαι τινὰ τῶν τοῦ Ἐμπεδοκλέους ἐπῶν τοῦτο δηλοῦντα· Αὐτὰρ ἐγὼ παλίνορσος ἐλεύσομαι ἐς πόρον ὕμνων, τὸν πρότερον κατέλεξα, λόγῳ λόγον ἐξοχετεύων κεῖνον· ἐπεὶ Νεῖκος μὲν ἐνέρτατον ἵκετο βένθος δίνης, ἐν δὲ μέσῃ Φιλότης στροφάλιγγι γένηται, ἐν τῇ δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι, οὐκ ἄφαρ, ἀλλὰ θελημὰ συνιστάμεν’ ἄλλοθεν ἄλλα. τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν· πολλὰ δ’ ἄμιχθ’ ἕστηκε κεραιομένοισιν ἐναλλάξ, ὅσσ’ ἔτι Νεῖκος ἔρυκε μετάρσιον· οὐ γὰρ ἀμεμφέως πὼ πᾶν ἐξέστηκεν ἐπ’ ἔσχατα τέρματα κύκλου, ἀλλὰ τὰ μέν τ’ ἐνέμιμνε μελέων, τὰ δέ τ’ ἐξεβεβήκει. ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπῄει ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή. αἶψα δὲ θνήτ’ ἐφύοντο, τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι, ὦρα τε τὰ πρὶν ἄκρητα διαλλάξαντα κελεύθους. ἐν τούτοις δηλοῦται, ὅτι ἐν τῇ ἁπλῇ διακοσμήσει ὑποστέλλεται μὲν τὸ Νεῖκος, ἡ δὲ Φιλότης ἐπικρατεῖ, ὅταν ἐν μέσῃ τῇ στροφάλιγγι, τουτέστι τῇ δίνῃ, γένηται, ὥστε καὶ τῆς Φιλότητος ἐπικρατούσης ἔστιν ἡ δίνη, καὶ ὅτι τὰ μὲν τῶν στοιχείων ἄμικτα μένει ὑπὸ τοὐ Νείκους, τὰ δὲ μιγνύμενα ποιεῖ τὰ θνητὰ καὶ ζῷα καὶ φυτά, διότι πάλιν διαλύεται τὰ μιγνύμενα. ἀλλὰ καὶ περὶ γενέσεως τῶν ὀφθαλμῶν τῶν σωματικῶν τούτων λέγων ἐπήγαγεν ἐξ ὧν ὄμματ’ ἔπηξεν ἀτειρέα δῖ' Ἀφροδίτη, καὶ μετ’ ὀλίγον γόμφοις ἀσκήσασα καταστόργοις Ἀφροδίτη, καὶ τὴν αἰτίαν λέγων τοῦ τοὺς μὲν ἐν ἡμέρᾳ, τοὺς δὲ ἐν νυκτὶ κάλλιον ὁρᾶν Κύπριδος, φησίν, ἐν παλάμῃσιν ὅτε ξὺμ πρῶτ’ ἐφύοντο. ὅτι δὲ περὶ τούτων λέγει τῶν ἐν τούτω τῷ κόσμῳ, ἄκουε τούτων τῶν ἐπῶν· εἰ δέ τί σοι περὶ τῶνδε λιπόξυλος ἔπλετο πίστις, πῶς ὕδατος γαίης τε καὶ αἰθέρος ἠελίου τε κιρναμένων εἴδη τε γενοίατο χροιά τε θνητῶν, τοῖ’ ὅσα νῦν γεγάασι συναρμοσθέντ’ Ἀφροδίτῃ, καὶ μετ’ ὀλίγα ὣς δὲ τότε χθόνα Κύπρις, ἐπεί τ’ ἐδίηνεν ἐν ὄμβρῳ, αἰθέρ’ ἐπιπνείουσα θοῷ πυρὶ δῶκε κρατῦναι καὶ πάλιν τῶν δ’ ὅσ’ ἔσω μὲν πυκνά, τὰ δ’ ἔκτοθι μανὰ πέπηγεν, Κύπριδος ἐν παλάμῃσι πλάδης τοιῆσδε τυχόντα. ταῦτ’ ἐξ ὀλίγων τῶν εὐθὺς προσπεσόντων ἐπῶν ἀναλεξάμενος παρεθέμην. μήποτε δὲ τοῦ Ἐμπεδοκλέους ὡς ποιητοῦ μυθικώτερον παρὰ μέρος τὴν ἐπικράτειαν αὐτῶν λέγοντος ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα, ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορεύμενα Νείκεος ἔχθει ὁ Ἀριστοτέλης τῷ μυθικωτέρῳ τούτῳ ἀποχρησάμενος ἐρωτᾷ τοὺς τὴν δίνην τῆς μονῆς τῆς γῆς αἰτιωμένους· ὅτε τὰ στοιχεῖα διειστήκει χωρὶς ὑπὸ τοῦ Νείκους, ἐπειδὴ τότε ἀμίκτων ὄντων οὐκ ἦν σύνταξις τῷ οὐρανῷ πρὸς τὴν γῆν, μᾶλλον δὲ ἀμίκτων ὄντων τῶν στοιχείων οὔπω οὐδὲ ὁ οὐρανὸς ἦν κατὰ τὴν τοιαύτην ὑπόθεσιν, ἡ δὲ γῆ ἦν, εἴπερ ἀίδια τὰ στοιχεῖα, ὡς ὑποτίθενται, τίς αἰτία τότε τῇ γῇ ἦς μονῆς ἦν; οὐ γὰρ δὴ καὶ τότε αἰτιάσεται τὴν δίνην. εἴποι δὲ ἄν, οἶμαι, Ἐμπεδοκλῆς, ὅτι οὐκ ὅτε χωρὶς διειστήκει τὰ στοιχεῖα μὴ καὶ τῆς πρὸς ἄλληλα συντάξεως αὐτῶν οὔσης· οὐ γὰρ ἂν ἦν στοιχεῖα· ἀλλ’ ὁ λόγος τὴν φύσιν πραγμάτων ἀναπτύξαι βουλόμενος, καὶ γένεσιν τῶν ἀγενήτων καὶ διάκρι σιν τῶν ἡνωμένων καὶ ἕνωσιν τῶν διακεκριμένων ὑποτίθεται. p. 295a32 Ἄτοπον δὲ καὶ τὸ μὴ συννοεῖν ἕως τοῦ οἱ μὲν οὖν πλεῖστος περὶ τὰς αἰτίας ταύτας διατρίβουσι. Δεύτερον ἐπιχείρημα πάλιν, ἐξ ὧν αὐτοὶ λέγουσιν, ἐπάγει. οἱ γὰρ τὸν κόσμον γεννῶντες ἐξ ἀρχῆς ὑπὸ τῆς δίνης εἰς τὸ μέσον ἀπωσθεῖσαν τῶν τὴν γῆν, ὡς τὰ κάρφη τὰ ἐν τοῖς δινου|μένοις ὕδασι, 〈φασὶ〉 μένειν λοιπὸν ἐν τῷ μέσῳ βίᾳ. ἄτοπον οὖν, φησί, τὸ μὴ συννοεῖν αὐτούς, διὰ τίνα αἰτίαν νῦν τὰ βάρος ἔχοντα φέρεται πρὸς τὴν γῆν· διὰ μὲν γὰρ τὴν δίνην οὐκ ἄν εἴποις· κἄν γὰρ ᾖ καὶ νῦν, ἀλλ’ οὐ πλησιάζει ἡμῖν ἡ δίνη. δι’ ἣν δὲ αἰτίαν καὶ νῦν φέρεται τὰ βαρέα πρὸς τὸ μέσον, διὰ τὴν αὐτὴν αἰτίαν καὶ τότε ἡ γη ἠνέχθη, εἴπερ ἦν ἀρχὴ τῆς φοράς αὐτῆς. τρίτον δὲ ἐπιχείρημα ἐπάγει τοιοῦτον· εἰ τὸ πῦρ ἄνω φέρεται μὴ διὰ τὴν δίνην, ἀλλ’ ὅτι πέφυκεν οὕτως· ἡ γὰρ δίνη τοῖς βαρέσιν, ὥς αἰτία τῆς ἐπὶ τὸ μέσον φορᾶς· διὰ τί μὴ καὶ τὴν γῆν λέγομεν ἐπὶ τὸ μέσον φέρεσθαι πεφυκυῖαν οὕτως; εἰ μὴ ἄρα λέγοι τις τῶν βαρέων ἐπὶ τὸ μέσον φερομένων διὰ τὴν δίνην τὰ κουφότερα ἐκείνοις ἐξ ἀνάγκης ἐπιπολάζειν λάζειν καὶ τοῦτο αἴτιον εἶναι τῷ πυρὶ τῆς ἐπὶ τὸ ἄνω φορᾶς· καὶ γὰρ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐρεῖ, ὅτι τὰ μὲν εἰς τὸ μέσον ἔρχεται, τὰ ἐπιπολάζει διὰ τὴν κίνησιν. τέταρτον δὲ ἐπιχείρημα ἐπάγει καὶ ἐν τούτῳ τὸ ἄτοπον, ἐξ ὧν ἐκεῖνοι λέγουσι, συνάγων. εἰ γὰρ λέγουσιν, ὅτι ἡ δίνη τὰ βαρέα συνωθεῖ εἰς τὸ μέσον, ἐχρῆν ἐπιστῆσαι, ὅτι ἡ δίνη οὐκ ἔστιν αἰτία τῆς βαρύτητος ἢ τῆς κουφότητος τοῖς σώμασιν κατ’ αὐτούς, ἀλλὰ προὐπαρχόντων τῶν μὲν βαρέων τῶν δὲ κούφων, διότι κατὰ τὰς ῥοπὰς διέφερε, διὰ τοῦτο ἐν τῇ δίνῃ τὰ μὲν ἐπὶ τόδε τὰ δὲ ἐπὶ τόδε ἐφέρετο. εἰ οὖν κατὰ τὴν αὐτῶν φύσιν καὶ πρὸ τῆς δίνης τὰ μὲν ἦν βαρέα τὰ δὲ κοῦφα πῶς διεκέκριτο ἀπ’ ἀλλήλων; καὶ τίς ἦν οἰκεῖος ἑκάστου τόπος καὶ ἐπὶ τί ἡ κατὰ φύσιν κίνησις αὐτοῖς; οὐ γὰρ δὴ ὁ αὐτός· ἦν γὰρ ἄν ταὐτὸν τὸ βαρεῖ καὶ κούφῳ εἶναι, οὕτω δὲ ἐχόντων οὐδ’ ἂν ἡ δίνη διεχώριζεν αὐτὰ τὰ αὐτὰ ὄντα, ἀλλ’ ἐπὶ τὰ αὐτὰ ἄν καὶ ὑπὸ τῆς δίνης ἐφέρετο. εἰ δὲ δοίη τις αὐτοῖς κατὰ φύσιν οἰκείους τόπους, ἔχει τὴν αἰτίαν τῆς κατὰ φύσιν κινήσεως καὶ μονῆς, ἀλλ’ οὐ πάντες τοῦτο παρέχουσιν. ἀπείρου γὰρ ὄντος τοῦ παντός, ὡς Ἀναξίμανδρος καὶ Ἀναξιμένης δοκοῦσι λέγειν, ἀδύνατον εἶναι τὸ ἄνω καὶ τὸ κάτω, τούτων δὲ μὴ ὄντων οὐδὲ τὸ βαρὺ καὶ κοῦφον, εἴπερ βαρὺ μὲν τὸ ἐπὶ τὸ κάτω κατὰ φύσιν κινούμενον, κοῦφον δὲ τὸ ἐπὶ τὸ ἄνω. p. 295b10 εἰσὶ δέ τινες, οἳ διὰ τὴν ὁμοιότητά φασιν αὐτὴν μένειν ἕως τοῦ σχεδὸν ταῦτά ἐστι. ταύτης μὲν οὖν τῆς δόξης καὶ Πλάτων ἐστίν, ἐν οἷς ἐν Φαίδωνι λέγει ‘ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδὲ ἧττον οὐδαμόσε κλιθῆναι.’’ ἀλλ’ ὅ γε Ἀριστοτέλης εὑρὼν προειλημμένην αὐτὴν ὑπὸ Ἀναξι|μάνδρου ἐμμελέστερον οἴεται τὸ τοῦτον ἐλέγχειν τοῦ ἀντιλέγειν πρὸς Πλάτωνα ἤ, ὥς φησί τις τῶν διιστώντων τοὺς φιλοσόφους, ἐπειδὴ ἀνωτέρω ἴλλεσθαι καὶ κινεῖσθαι τὴν γῆν ἔφη λέγειν τὸν Πλάτωνα περὶ τὸν διὰ παντὸς τεταμένον πόλον, διὰ τοῦτο τὴν περὶ τῆς μονῆς δόξαν οὐκ ἀνήγαγεν εἰς τὸν Πλάτωνα. ὁ δὲ Ἀλέξανδρος, διὰ τοῦ εἰπεῖν, φησίν, ὥσπερ τῶν ἀρχαίων Ἀναξίμανδρος ἐδήλωσεν ὡς καὶ ἄλλων ὄντων οὐκ ἀρχαίων ταύτης τῆς δόξης· ἢ καὶ ἄδηλον, φησίν, ὅσον ἐπὶ τῇ λέξει ταύτῃ, πότερον καὶ ἠρεμεῖ ἐν τῷ μέσῳ οὖσα ἡ μένει μὲν ἐν τῳ μέσῳ διά τε τὴν ἰσορροπίαν τὴν οἰκείαν καὶ τὴν τοῦ περιέχοντος ὁμοιότητα, μένουσα δὲ ἴλλεται καὶ κινεῖται περὶ τὸν διὰ παντὸς πόλον τεταμένον; Ἀναξιμάνδρῳ δὲ ἐδόκει καὶ διὰ τὸν ἀέρα τὸν ἀνέχοντα μένειν ἡ γῆ καὶ διὰ τὴν ἰσορροπίαν καὶ ὁμοιότητα. πρὸς ταύτην τοίνυν ἀντειπεῖν τὴν δόξαν προθέμενος τὸν συνιστῶντα αὐτὴν πρῶτον λόγον, ὥσπερ εἴωθεν, ἐκτίθεται. τὸ γὰρ ἐπὶ τοὐ μέσου ἱδρυμένον καὶ ὁμοίως πρὸς τὰ ἔσχατα ἔχον διά τε τὴν ἑαυτοῦ πανταχόθεν ἰσορροπίαν καὶ ὁμοιότητα αὐτοῦ τε καὶ τοῦ περιέχοντος οὐθὲν μᾶλλον ἄνω ἢ κάτω ἢ εἰς τὰ πλάγια προσήκει φέρεσθαι· ἀλλὰ καὶ ἅμα εἰς τὰ ἐναντία ποιεῖσθαι τὴν κίνησιν ἀδύνατόν ἐστιν· εἰ οὖν μήτε ἅμα μήτε παρὰ μέρος κινεῖσθαι ταύτην δυνατόν, ἀνάγκη ἠρεμεῖν. τοῦτον οὖν τὸν λόγον κομψῶς μὲν εἰρῆσθαί φησι, τουτέστι πιθανῶς, οὐκ ἀληθῶς δέ· τὸ γὰρ ὁμοίως ἔχειν πρὸς τὰ ἔσχατα οὐκ ἔστιν ἴδιον τῆς γῆς, ἀλλὰ καὶ πυρὶ καὶ τοῖς ἄλλοις στοιχείοις ὑπάρχει· καὶ τούτων γὰρ ἕκαστον διά τε τὴν ἑαυτοῦ καὶ τὴν τοῦ περιέχοντος όμοιομέρειαν ὁμοίως ἔχει πρὸς αὐτό· ὥστε κατὰ τοῦτον τὸν λόγον ἀναγκαῖον, ὃ ἄν τεθῇ ἐπὶ τοῦ μέσου, μένειν· ὥστε καὶ τὸ πῦρ τεθὲν ἐπὶ τοῦ μέσου ἠρεμήσει. οὕτως οὖν ἀντιπαραστὰς πρὸς τὸν λόγον καὶ συγχωρήσας τὴν ἀρχὴν αἰτίαν εἶναι τὴν ὁμοιότητα ἐλέγχει αὐτὸν ἐκ τοὐ καὶ τοῖς ἄλλοις αἰτίαν ὀφείλειν τοῦ αὐτοῦ γίνεσθαι καὶ τότε λοιπὸν ἐνίσταται, ὅτι οὐκ ἀναγκαῖον τῇς μονῆς τὴν ὁμοιότητα αἰτίαν εἶναι, ἀλλ’ ἐκεῖνο μᾶλλον, ὃ καὶ τῆς φορᾶς αἴτιόν ἐστι τῆς πρὸς τὸ μέσον· οὐ γὰρ μόνον φαίνεται μένουσα ἐπὶ τοῦ μέσου, ἀλλὰ καὶ φερομένη πρὸς τὸ μέσον. εἶτα, ἐπειδὴ τῇ αἰσθήσει οὐ φαίνεται ἡ ὅλη γῆ φερομένη πρὸς τὸ μέσον, κατεσκεύασεν αὐτὸ διὰ τοῦ ὅπου γὰρ ὁτιοῦν φέρεται μόριον αὐτῆς, ἀναγκαῖον ἐνταῦθα φέρεσθαι καὶ τὴν ὅλην ὁμοιομερῆ οὖσαν. ἀλλὰ μήν, ὅπου φέρεταί τι κτὰ φύσιν, καὶ μένει ἐνταῦθα κατὰ φύσιν· τοῦτο γὰρ δέδεικται πρότερον. εἰ οὖν τὸ μὲν ὁμοίως ἔχειν πρὸς τὰ ἔσχατα κοινὸν καὶ τοῖς ἄλλοις στοιχείοις ἐστί, τὸ δὲ κατὰ φύσιν πρὸς τὸ μέσον φέρεσθαι τῆς γῆς ἴδιον, τοῦτο ἄν εἴη αἴτιον, ἡ πρὸς τὸ μέσον συγγένεια, δι’ ἣν καὶ φέρεται πρὸς τὸ μέσον καὶ μένει ἐν τῷ μέσῳ, καὶ οὐχὶ ἡ ὁμοιότης. Καὶ τοῦτο δέ, φησίν, ἄτοπον ποιοῦσιν οἱ περὶ τῆς μονῆς τῆς γῆς ζητοῦντες τὸ περὶ μὲν ταύτης ζητεῖν, διὰ τί ποτε μένει ἡ γῆ ἐπὶ τοῦ μέσου, τὸ δὲ πῦρ μὴ ζητεῖν διὰ τί ἐπὶ τοῦ ἐσχάτου μένει· κατὰ γὰρ τοῦ κοινοῦ τὸ μένει· ὁδὸς γὰρ ἦν αὐτοῖς καὶ ἐπὶ τὴν περὶ τῆς γῆς εὕρεσιν αὕτη. εἰ γὰρ εὕροιεν, ὅτι κατὰ φύσιν τοῦτο τῷ πυρὶ τὸ ἐπὶ τοῦ ἐσχάτου μένειν, δῆλον, ὅτι ἀναγκαῖον εἶναι καὶ τῇ γῇ φύσει τινὰ τόπον, ἐν ᾧ μένει· εἰ δὲ μὴ τῷ πυρὶ κατὰ φύσιν ἐστὶν ὁ ἔσχατος τόπος, οὐδὲ τῇ γῇ ἄν εἴη κατὰ φύσιν ὁ μέσος, καὶ τότε, εἰ ἄρα, ἐχρῆν τὴν ἀνάγκην τῆς ὁμοιότητος αἰτιᾶσθαι. καίτοι πλασματώδης ὁ λόγος καὶ ὅμοιος ἐκείνῳ τῷ περὶ τῆς τριχός· λέγουσι γὰρ οἱ σοφισταί, ὅτι, ἐὰν θρὶξ ὁμοιομερὴς οὖσα ἰσχυρῶς ταθῇ καὶ ὁμοία γένηται δι’ ὅλης ἡ τάσις, οὐ ῥαγήσεται· τί γὰρ μᾶλλον κατὰ τόδε τὸ μέρος ἢ τόδε τῆς τε τριχὸς ὁμοίας οὔσης κατὰ πάντα τὰ μέρη καὶ τῆς τάσεως αὐτῆς ὁμοίας γινομένης; ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πεινῶντος καὶ διψῶντος σφόδρα, ὁμοίως δὲ ἑκάτερον, καὶ ὁμοίως ἐνδέοντος τροφῆς τε καὶ πόματος καὶ διὰ τοῦτο ὁμοίως ὀρεγομένου· καὶ τοῦτον γὰρ ἠρεμεῖν ἀναγκαῖον ἐπὶ μηδέτερον κινούμενον. διὰ τί γὰρ ἐπὶ τόδε πρῶτον, ἀλλὰ μὴ ἐπὶ τόδε, ὁμοίας οὔσης τῆς τε ἐνδείας καὶ τῆς ὀρέξεως; εἰ οὖν μὴ κατὰ φύσιν οἱ τόποι, ἀλλὰ διὰ τὴν ἀνάγκην τῆς ὁμοιότητος μένει ἡ γῆ, ὅπερ ὅμοιόν ἐστι τοῖς εἰρημένοις πλάσμασι, ζητητέον αὐτοῖς περὶ τῆς τοῦ πυρὸς ἐν τῷ ἄνω μονῆς. εἰ γὰρ μὴ κατὰ φύσιν μένει, ἄπορος ὁ λόγος καὶ τοῦ περὶ τῆς γῆς ἀπορώτερος, εἴπερ μὴ ἔστιν ἐπὶ τούτου τὴν ὁμοιότητα αἰτιάσασθαι· εἰ δὲ κατὰ φύσιν, καὶ τῆς γῆς ἂν εἴη τὸ αὐτὸ αἴτιον. θαυμαστὴ δὲ ἡ τῶν παραδειγμάτων τῆς ὁμοιότητος εὐπορία μετὰ σκωπτικῇς χάριτος· δῆλον δέ, ὅτι διαρρήγνυται ἡ πλάσμα γὰρ τὸ οὕτως ὁμοιομερῆ αὐτὴν ὑποθέσθαι· ἀλλὰ καὶ ἡ ὁμοία τάσις ἀδύνατος τῶν ἄκρων καὶ τοῦ μέσου. ἐπὶ δὲ τοῦ ἑτέρου παραδείγματος, κἄν ἴσον ἀπέχῃ, κατεπείγει μᾶλλον τὸ δίψος · εἰ δὲ μηδὲν μᾶλλον τοῦτο ἢ ἐκεῖνο κατεπείγει, ὁπότερον ἄν τύχῃ, αἱρήσεται, ὡς δύο ὄψων ἡδέων προκειμένων ὁμοίως, ὅπερ ἄν τύχῃ, πρῶτον ἀναιρούμεθα· ἡ γὰρ ὁμοιότης οὐ παντελῶς κωλύει τὴν αἵρεσιν, ἀλλ᾿ ἀργοτέραν ποιεῖ τὴν ἐπιδρομὴν ὑπὸ του ἑτέρου περισπωμένην. Θαυμαστὸν δέ, φησί, καὶ τὸ περὶ μέν τῆς μονῆς τῆς γῆς ζητεῖν, περὶ δὲ τῆς φορᾶς μὴ ζητεῖν, διὰ τίνα αἰτίαν τὸ μὲν ἄνω φέρεται, τὸ δὲ ἐπὶ τὸ μέσον, μηδενὸς κωλύοντος· ἡ γὰρ εὕρεσις τῆς τοῦ μένειν αἰτίας ἀκολουθεῖ τῇ περὶ τῆς κινήσεως, ὥσπερ καὶ ἀνάπαλιν· συνυπάρχουσι γὰρ ἀλλήλαις. δείξας δὲ πρότερον, ὅτι πρὸς τὴν τῆς γῆς μονὴν οὐκ ἔστιν ἀναγκαῖος ὁ ἀπὸ τῆς ὁμοιότητος λόγος ἄλλης οὔσης αἰτίας προχειροτέρας τῆς τοῦ κατὰ φύσιν· εἰ γὰρ φέρεται κατὰ φύσιν πρὸς τὸ μέσον, δῆλον, ὅτι καὶ μένει κατὰ φύσιν· νῦν δείκνυσιν, ὅτι οὐδὲ ἀληθὲς ὅλως ἐστὶ καθ’ αὑτὸ τὸ λεγόμενον, ἀλλὰ κατὰ συμβεβηκὸς ἀληθὲς τὸ ἀναγκαῖον μένειν ἐπὶ τοῦ μέσου πᾶν, ᾧ μηθὲν μᾶλλον δεῦρο ἢ δεῦρο κινεῖσθαι προσήκει· ᾧ γὰρ κατὰ φύσιν ἐστὶ τὸ μένειν ἐπὶ τοῦ μέσου, τούτῳ ἀνάγκη μένειν ἐπὶ τοῦ μέσου, ᾧ δὲ ἀνάγκη μένειν ἐπὶ τοῦ μέσου, τούτῳ συμβέβηκε τὸ μηδὲν μᾶλλον ἐπὶ τάδε ἢ ἐπὶ τάδε κινεῖσθαι. κἀν ἀληθὲς οὖν εἰπεῖν, ὅτι ἀνάγκη μένειν ἐπὶ τοῦ μέσου, ᾧ μηδὲν μᾶλλον δεῦρο ἡ δεῦρο κινεῖσθαι προσήκει, ἀλλ’ οὐχ ὅτι αἴτιον τοῦτο τοῦ μένειν ἐστίν, ἀλλ’ ὅτι τῷ ἐξ ἀνάγκης μένοντι συμβέβηκεν· ἐπεὶ ὅτι οὐκ ἔστιν αἴτιον τοῦτο τοῦ μένειν , δηλοῖ τὸ ὅσον ἐπὶ τούτῳ μηδὲν κωλύειν κινεῖσθαι τὸ τοιοῦτον, οὐ μέντοι ὅλον ἅμα, ἀλλὰ διασπώμενον. καὶ γὰρ τὸ πῦρ ἐὰν ἐν τῷ μέσῳ τεθῇ, ὅσον μὲν ἐπὶ τῷ λόγῳ τῆς ὁμοιότητος μένειν αὐτὸ ἐπὶ τοῦ μέσου ἀνάγκη· ὁμοίως γὰρ ἔχει καὶ αὐτὸ πρὸς πᾶν τὸ ἔσχατον ὁμοιομερὲς ὄν· ἀλλ’ ὁρῶμεν, ὅτι οὐ μένει τὸ πῦρ, ἀλλὰ πάντῃ φέρεται ἀπὸ τοῦ μέσου πρὸς τὸ ἔσχατον, ἂν μή τι κωλύῃ, πλὴν οὐχ ὅλον πρὸς ἓν σημεῖον, ἀλλὰ τὸ ἀνάλογον μόριον τοῦ πυρὸς πρὸς τὸ ἀνάλογον τοῦ ἐσχάτου, οἷον τὸ τέταρτον τοῦ πυρὸς μέρος πρὸς τὸ τέταρτον τοῦ περιέχοντος· καὶ γὰρ δυνατὸν ἀνάλογον διαιρεῖσθαι, ἐπεὶ μηδὲν τῶν σωμάτων ἀμερές ἐστι· τοῦτο γὰρ ἡ στιγμὴ δηλοῖ. τοῦτο δέ φησι μόνον ἀναγκαῖον συμβαίνειν ἐκ τῆς ὁμοιότητος τὸ μὴ ὅλον σῶμα πρὸς ἓν σημεῖον χωρεῖν, οὐ μέντοι τὸ μὴ κινεῖσθαι. εἰπὼν οὖν, ὅτι ὅσον ἐπὶ τῇ ὁμοιότητι, ὥσπερ τὸ πῦρ, εἰ ὑποτεθείη ἐν τῷ μέσω κείμενον, οὐκ ἐκωλύετο διὰ τὴν ὁμοιότητα κατὰ μέρη κινηθῆναι, οὕτω καὶ ἡ γῆ, προστίθησι καὶ ἄλλον κινήσεως τρόπον· ἐδύνατο γάρ, φησί, μανουμένη καὶ ἐξ ἐλάττονος μείζων γινομένη κινεῖσθαι ἀπὸ τοῦ μέσου μηδὲν τῆς ὁμοιότητος κωλυούσης τὸν τρόπον τοῦτον τῆς κινήσεως, εἰ μὴ ·φύσει τῆς γῆς ὁ τόπος οὗτος ἦν, διὸ οὐδὲ αὐξομένη ὑπερογκοῦται. Ταῦτα μὲν οὖν τοῦ Ἀριστοτέλους, καὶ τάχα ἄν τις ὑπονοήσοι τῷ ὄντι μὴ πρὸς τὴν Πλατωνικὴν ἀπόδειξιν αὐτὸν ἁπλῶς ἀποτείνασθαι· τοὐ γὰρ Πλάτωνος τὴν ἰσορροπίαν καὶ τὴν ὁμοιότητα αἰτιωμένου ὁ Ἀριστοτέλης οὐδαμοῦ φαίνεται τῆς ἰσορροπίας μνησθείς, κἂν ὁ Ἀλέξανδρος ἀντὶ τῆς ὁμοιότητος πανταχοῦ τὴν ἰσορροπίαν παραλαμβάνῃ. πλὴν κἂν πρὸς ἐκεῖνον ἀποτείνηται τὸν λόγον ὁ Ἀριστοτέλης, ῥητέον, ὅτι ὁ Σωκράτης ἐξ ὑποθέσεως προάγει τὸν λόγον, ὡς, εἰ ἔστιν ἡ γῆ ἐν μέσω τῷ οὐρανῷ περιφερὴς οὖσα, οὐδενὸς αὐτῇ δεῖ πρὸς τὸ μὴ πεσεῖν οὔτε ἀέρος οὗτε δινήσεως· ἡ γὰρ κατὰ φύσιν ἰσορροπία οὐχ ἡ τυχοῦσα, ἀλλ’ ἡ πανταχόθεν αὐτὴν εἰς τὸ κέντρον συνάγουσα ὁμοίως ὁμοιομερῆ οὖσαν καὶ ἡ τοῦ οὐρανοῦ ὁμοιομέρεια καὶ ἰσορροπία αὐτάρκης πρὸς τὴν τῆς γῆς μονήν. οὔτε γὰρ αὐτή ποτε ἑκοῦσα ἐκστήσεται οὔτε ὅλη οὔτε κατὰ μέρος· τί γὰρ μᾶλλον τῇδε ἢ τῇδε ὁμοίως ἔχουσα πρὸς ὅλον τὸν οὐρανόν; ἀλλ’ οὐδὲ κατὰ μέρη κατὰ φύσιν ὄντος αὐτῇ τούτου τοῦ τόπου. ἀλλ’ οὐδὲ ὁ οὐρανὸς αὐτήν ποτε βιάσεται οὔτε κατὰ μέρος ἑαυτοῦ ὁμοιομερὴς ὅλος ὢν οὔτε καθ’ ὅλον ἑαυτὸν ἀεὶ ὁ αὐτὸς ὢν καὶ τὴν αὐτὴν ἀεὶ πρὸς τὴν γῆν ἔχων σχέσιν. τὸ δὲ πῦρ, κἄν ᾖ ὁμοίως τῇ γῇ ὁμοιομερές τε καὶ ἰσόρροπον, ἀλλ’ οὐ πρὸς τὸ κέντρον ἔχει τὴν ἰσορροπίαν, ἀλλὰ πρὸς τὸ πέριξ· διό ὅταν ἐν ἀλλοτρίῳ τόπῳ τῷ κέντρῳ τεθῇ τὸ πῦρ, σπουδάζει διὰ τῆς συντομωτάτης ὁδοῦ πρὸς τὸ οἰκεῖον ἀναθεῖν, καὶ τῷ ὄντι εἴ τις ὅλον τὸ πῦρ τέθεικε πρὸς τῷ κέντρῳ, διασπασθῆναι ἦν αὐτὸ ἀνάγκη· τὸ δὲ αὐτὸ ἄν ἔπαθε καὶ ἡ γῆ ἐν τῷ πέριξ τεθεῖσα. οὐδὲ δὲ τὸ πῦρ ἀπὸ τοῦ πέριξ κατὰ φύσιν ὄντος αὐτῷ καὶ ὁμοίως πρὸς αὐτὸ τοῦ οὐρανοῦ ἔχοντος κινηθείη ἄν οὔτε καθ’ ὅλον οὔτε κατὰ μέρη, πλὴν εἰ μή τι αὐτοῦ μεταβάλλει, ἀλλὰ καὶ ἐπὶ τούτου του ἀληθὲς εἰπεῖν “ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς πλησίον τεθὲν οὐχ ἕξει μᾶλλον οὐδὲ ἧττον οὐδαμόσε κλιθῆναι’’. ἀλλὰ τὸ μὲν πῦρ ἅτε πλησιάζον τῷ οὐρανῷ καὶ μᾶλλον αὐτῷ ἡνωμένον μετὰ τοῦ φυλάττειν τὸν ἑαυτοῦ τόπον ὥσπερ ὁ οὐρανὸς καὶ συγκινεῖται αὐτῷ, ἡ δὲ 77; τῷ κέντρῳ συγγενὴς ὑποστᾶσα μένει περὶ αὐτό. ὅρα οὖν, ὅτι, ὅπερ ὁ Ἀριστοτέλης αἴτιον εἶναί φησι τῆς μονῆς τῇ γῇ τὸ κατὰ φύσιν αὐτῇ τοῦτον εἶναι τὸν τόπον. τοῦτο ὑποθέμενος ὁ Σωκράτης τὴν αἰτίαν προστίθησι φυσικήν, δι’ ἣν ἐν τοῖς οἰκείοις τόποις ὄντα οὐ δεῖταί τινος ἄλλης περιεργείας, οἷον ἀέρος ἢ δίνης, πρὸς τὸ μὴ κινηθῆναι ἐκεῖθεν ἀρκούσης αὐτοῖς τῆς τε ἰσορροπίας καὶ τῆς τοῦ περιέχοντος ὁμοιότητος. ὁ δὲ Ἀριστοτέλης πρὸς τοὺς οἰομένους ἀπαντᾷ τὴν ὁμοιότητα καὶ τὴν ἰσορροπίαν ἀρκεῖν πρὸς τὸ μὴ κινεῖσθαι καὶ τοῖς ἐν ἀλλοτρίῳ τόπῳ κειμένοις, διὸ ἀπὸ τῆς τοῦ πυρὸς παραθέσεως ἐλέγχειν πειρᾶται τὸν λόγον τοῦ ἐνταῦθα τιθεμένου καὶ πανταχοῦ τὴν αἰτίαν εἰς τὸ κατὰ φύσιν εἶναι τὸν τόπον περιάγει αὐτάρκη ταύτην ἀρχὴν εἶναι νομίζων· ὁ δέ γε Σωκράτης καὶ τούτου τὴν αἰτίαν ἀποδέδωκε. καί μοι δοκεῖ καὶ περὶ τὰς τῶν στοιχείων ἀρχὰς τοιοῦτόν τι συμβῆναι τῷ Ἀριστοτέλει. αὐτὸς μὲν γὰρ ἠρκέσθη ταῖς ποιότησι θερμῷ καὶ ξηρῷ καὶ τοῖς ἐναντίοις, ὁ δὲ Τίμαιος καὶ τούτων τὰς ἀρχὰς ἀναζητῶν ἀνῆλθεν εἰς τὰ σχήματα. Συμπερανάμενος δὲ τὴν περὶ τοῦ σχήματος καὶ τῆς θέσεως καὶ τῆς μονῆς τῆς γῆς ἱστορίαν ἐπὶ τὰ ἑαυτῷ περὶ τούτων δοκοῦντα λοιπὸν μέτεισιν. p. 296a24 Ἡμεῖς δὲ λέγομεν πρῶτον, πότερον ἔχει κίνησιν ἢ μένει ἕως του φανερὸν ἐκ τούτων. Πρῶτον προτίθεται δεῖξαι, ὅτι οὐ κινεῖται ἡ γῆ κύκλῳ οὔτε περὶ τὸ μέσον, ὡς ἓν τῶν ἄστρων οὖσα, ὡς ἔλεγον οἱ Πυθαγόρειοι, οὔτε ὡς ἐν τῷ μέσῳ περὶ τὸν ἄξονα τοῦ παντὸς ἰλλομένη. καὶ δείκνυσιν, ὅτι ἀδύνατον αὐτὴν οὕτω κινεῖσθαι κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τρόπον οὕτως· εἰ κινεῖται κύκλῳ ἡ γῆ, βίᾳ κινεῖται ταύτην τὴν κίνησιν. ἀλλὰ μὴν ἀδύνατον αὐτὴν βίᾳ κινεῖσθαι καὶ παρὰ φύσιν· ἀδύνατον ἄρα κύκλῳ κινεῖσθαι τὴν γῆν. καὶ τὸ μὲν συνημμένον δείκνυσιν οὕτως· εἰ μὴ βίᾳ κινεῖται τὴν κύκλῳ κίνησιν ἡ γῆ, κατὰ φύσιν αὐτὴν κινεῖται· ἀνάγκη γὰρ τὸ κινούμενον ἢ βίᾳ ἢ κατὰ φύσιν κινεῖσθαι· ἀλλ’ εἰ κατὰ φύσιν ἐκινεῖτο κύκλῳ, καὶ τῶν μορίων ἕκαστον αὐτῆς ταύτην εἶχε τὴν φοράν· ἀλλὰ μὴν τὰ μόρια οὐ κινεῖται κύκλῳ, ἀλλ’ ἐπ’ εὐθείας φέρεται πρὸς τὸ μέσον. οὐκ ἄρα κατὰ φύσιν ἡ γῆ κινεῖται τὴν κύκλῳ κίνησιν· βίᾳ ἄρα. τὴν δὲ ἀντιστροφήν τὴν λέγουσαν· ἀλλὰ μὴν βίᾳ οὐ κινεῖται· κατεσκεύασε δυνάσει ἐν δευτέρῳ σχήματι κατηγορικῶς οὕτως· ἡ γῆ ἀίδιος· τὸ βίᾳ καὶ παρὰ φύσιν κινούμενον οὐκ ἀίδιον· ἡ ἄρα γῆ οὐ κινεῖται βιαίως. ὅτι δὲ ἡ γῆ ἀίδιος, παρέδειξεν ἐκ τοῦ τὴν τοῦ κόσμου τάξιν ἀίδιον εἶναι, ὥστε καὶ ἡ γῆ ἀίδιος. Εἶτα καὶ δεύτερον ἐπιχείρημα ἐπάγει τοιοῦτον· εἰ κύκλῳ κινεῖται ἡ γῆ εἴτε περὶ τὸ μέσον εἴτε ἐπὶ τοῦ μέσου, ἀναγκαῖον αὐτὴν δύο κινεῖσθαι κινήσεις, ὥσπερ τὰ ἄλλα πάντα τὰ μετὰ τὴν ἀπλανῆ τήν τε τῆς ἀπλανοῦς κινοῦνται καὶ τὴν ἰδίαν τὴν περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους ἀνάπαλιν τῇ ἀπλανεῖ γινομένην, δι’ ἣν καὶ ὑπολείπονται τῆς ἀπλανοῦς. εἰ γὰρ ἀνατέλλοι σήμερον ὁποιοσοῦν τῶν πλανωμένων μετὰ τοῦ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος, εἰ τύχοι, κινηθεὶς ἐπὶ τὰ ἑπόμενα ὁ πλανώμενος δύο μοίρας, εἰ τύχοι, ὥστε κατὰ τὴν πέμπτην μοῖραν γενέσθαι τοῦ Λέοντος, τῇ ἑξῆς προανατέλλοντος τοῦ ἐπὶ τῆς καρδίας καὶ προδύνοντος ὐπολειπόμενος φαίνεται ὁ πλανώμενος. εἰ οὖν κινεῖται κύκλῳ ἡ γῆ, δῆλον, ὅτι καὶ αὐτὴ τὴν ἐναντίαν τε τῇ ἀπλανεῖ κινηθήσεται ἰδίαν κίνησιν, διὸ καὶ ὑπολειφθήσεται τῆς ἀπλανοῦς, καὶ ἔτι μέντοι περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους, καθάπερ καὶ αἱ τῶν πλανωμένων αἱ τιμιώτεραι αὐτῆς. εἰ δὲ τοῦτο, οὐκέτι τὰ ἀπλανῆ ἄστρα κατὰ τὰ αὐτὰ σημεῖα τοῦ ὁρίζοντος ἀνατέλλοντα καὶ δύνοντα φανήσεται ἡμῖν ὥσπερ νῦν, ἀλλὰ μᾶλλον τὰ πλανώμενα ὡς περὶ τοὺς αὐτοὺς αὐτὰ πόλους κινούμενα, ὧν πᾶν τοὐναντίον φαίνεται. λοιπὸν δέ, ἐὰν ἡ κίνησις ·αὐτῆς ἰσοταχὴς γένηται τῶν πλανωμένων τινί, ἐκεῖνος κατὰ τὸ αὐτὸ σημεῖον ὀφθήσεται οὔτε ἀνατέλλων οὔτε δύνων, ὅπερ ἐναργῶς ἄλογον. Χρὴ οὖν τούτῳ ἐφιστάνειν, ὅτι τῷ ἐξομοιῶσαι τὴν ἐγκύκλιον κίνησιν τῆς γῆς, εἰ γίνοιτο, ταῖς ἄλλαις ἐγκυκλίοις κινήσεσι ταῖς περὶ τὴν ἀπλανῆ ἐνεδείξατο, ὅτι καὶ περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους κινηθήσεται, καὶ μέντοι καὶ ἐκ τοῦ ἐπαγομένου ἀτόπου· οὔτε γὰρ τῷ κινεῖσθαι τὴν γῆν ἁπλῶς οὔτε τῷ ὑπολείπεσθαι αἱ παραλλαγαὶ τῶν ἀνατολῶν καὶ δύσεων ἀκολουθοῦσιν, εἰ μὴ καὶ περὶ τοὺς τοῦ ζῳδιακοῦ πόλους ἢ ἄλλους παρὰ τοὺς τοῦ ἰσημερινοῦ ἐκινεῖτο ἡ γῆ. τρίτον δὲ ἐπιχείρημα ἐπάγει ὡς ἐπὶ ἀξιώματι προειλημμένῳ τοιούτῳ· ἐφ’ ὃ φέρεταί τι κατὰ φύσιν, ἐν τούτῳ καὶ μένει κατὰ φύσιν· εἰ οὖν ἡ φορὰ τῶν μορίων τῆς γῆς καὶ ὅλης αὐτῆς ἡ κατὰ φύσιν ἐπὶ τὸ μέσον τοῦ παντός ἐστιν, ἐφ’ ὃ δὲ φέρεταί τι κατὰ φύσιν, ἐν τούτῳ καὶ μένει κατὰ φύσιν, μένει ἄρα ἐν τῷ μέσῳ τοῦ παντός· καὶ γὰρ καὶ τὸ πῦρ πρὸς τὸ πέριξ φερόμενον, ὅσον ἐφ’ ἑαυτῷ μένει ἐκεῖ. τάχα δὲ καὶ τοῦτο ἐνδείκνυται, ὅτι ἡ τῆς γῆς κίνησις ἐπὶ τὸ μέσον ἐστίν, οὐ περὶ τὸ μέσον· καὶ γὰρ ἡ φορὰ τῶν μορίων καὶ ὅλης αὐτῆς ἐπὶ τὸ μέσον ἐστὶ τοῦ παντός. εἰπὼν δέ, ὅτι ἡ φορὰ τῆς γῆς ἐπὶ τὸ τοῦ παντός ἐστι μέσον, ἐπάγει ὅτι, κἄν μὴ κινῆται ἡ γῆ, ὥς τινες λέγουσιν, ἀλλ’ ἐπὶ τοῦ κέντρου τυγχάνῃ κειμένη, τοῦτο ἄν τις ἀπορήσειεν· ἐπειδὴ ταὐτὸν τῷ ὑποκειμένω τὸ μέσον ἐστὶν ἀμφοτέρων τοῦ τε παντὸς καὶ τῆς γῆς, ὡς πρὸς πότερον μέσον φέρεταο τὰ βάρος ἔχοντα καὶ τὰ μόρια τῆς γῆς κατὰ φύσιν; πότερον ὅτι τοῦ παντός ἐστι μέσον ἢ διότι τῆς γῆς; τοῦτο οὖν ἀπορήσας λέγει, ὅτι ἀνάγκη πρὸς τὸ τοῦ παντὸς φέρεσθαι, καὶ δείκνυσιν αὐτὸ ἐκ τοῦ πυρὸς καὶ ὅλως τῶν κούφων· ταῦτα γὰρ εἰς τὸ ἐναντίον τοῖς βαρέσι φερόμενα ὡς ἐναντία ἐκείνοις, οἷον τὸ πῦρ, οὐ φέρεται ἐπὶ τὸ ἑαυτῶν ἄνω, ἀλλ’ ἐπὶ τὸ τοῦ παντός· ὥστε καὶ ἡ 77) τὴν ἐναντίαν τῷ πυρὶ κινουμένη καὶ εἰς τοὐναντίον ἐπὶ τὸ τοῦ παντὸς κάτω τε καὶ μέσον κινοῖτο. Τὸ δὲ πρός τὸ ἔσχατον φέρεται τοῦ περιέχοντος τόπου τὸ μέσον ὁ μὲν Ἀλέξανδρος ἴσον εἶναί φησι τῷ πρὸς τὸ τοῦ παντὸς ἔσχατον καὶ ἄνω τὸν οὐρανόν, ὑφ’ οὗ τὸ κάτω τε καὶ μέσον περιέχεται τὸ ὑπὸ σελήνην. μήποτε δὲ ἔσχατον λέγει τοῦ περιέχοντος τόπου τὸ μέσον τὸ ἀνωτάτω τοῦ ἀέρος, ἐφ’ ὃ φέρεται τὸ πῦρ, ἵνα ᾖ ὁ περιέχων τόπος τὸ μέσον τὸ τοὐ ἀέρος πέρας τὸ πρὸς τῇ γῇ, ἔσχατον δὲ αὐτοῦ τὸ ἄνω μέρος, εἰς ὃ φέρεται καὶ ὁ ἀὴρ ὁ καθαρώτατος καὶ τὸ πῦρ. Δείξας οὖν, ὅτι πρὸς τὸ τοῦ παντὸς κέντρον φέρεται τὰ βαρέα, ἐπάγει, ὅτι καὶ πρὸς τὸ τῆς γῆς, καὶ δείκνυσι τοῦτο ἐκ τοῦ μὴ παράλληλα φέρεσθαι τὰ βάρη· εἰ γὰρ παράλληλα κατεφέρετο, οὐκ ἂν εἰς τὸ αὐτὸ σημεῖον ἄμφω συνένευε τὸ κέντρον. ὅτι δὲ οὐ φέρεται παράλληλα, ἀλλὰ πρὸς τὸ κέντρον συννεύει, δείκνυσιν ἐκ τοῦ πρὸς ὁμοίας γωνίας φέρεσθαι. ὁμοίας δὲ ἐκάλουν τὰς ἴσας γωνίας οἱ τὴν γωνίαν ὑπὸ τὸ ποιὸν ἀνάγοντες. ἴσαι δὲ δηλονότι ἢ ὅμοιαί εἰσιν, ὅταν ὀρθὴ ᾖ ἑκατέρα· ὅταν γὰρ εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιήσῃ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν, ὡς ἐν τοῖς Στοιχείοις ἐμάθομεν. καὶ ὅτι μὲν πρὸς ὀρθὰς γωνίας καταφέρεται τὰ βάρη φυσικῶς ἐπὶ τὴν γῆν, δηλοῖ τὸ μὴ ἄλλως ἵστασθαι κίονα ἢ τοῖχον ἢ ἄλλο τι βάρος, εἰ μὴ ὀρθὴν ποιεῖ τὴν πρὸς τὸ ἐπίπεδον γωνίαν. ὅτι δὲ αἱ πρὸς ὀρθὰς καταφερόμεναι πρὸς τὸ κέντρον συννεύουσιν, ἐμάθομεν ἀπὸ τοῦ ιθ' θεωρήματος τοὺ τρίτου βιβλίου τῶν Στοιχείων, οὗ ἡ πρότασίς ἐστι τοιαύτη· ἐὰν κύκλου ἐφάπτηταί τις εὐθεῖα, ἀπὸ δὲ τῆς ἁφῆς τῇ ἐφαπτομένῃ πρὸς ὀρθὰς γωνίας ἀχθῇ εὐθεῖα ἐπὶ τῆς ἀχθείσης ἔσται τὸ κέντρον τοὐ κύκλου· καὶ τὸ πρὸ αὐτοῦ δὲ τὸ αὐτὸ δείκνυσι πρότασιν ἔχον τοιαύτην· ἐὰν κύκλου ἐφάπτηταί τις εὐθεῖα, ἀπὸ δὲ τοῦ κέντρου ἐπὶ τὴν ἁφὴν ἐπιζευχθῇ τις εὐθεῖα, ἡ ἐπιζευχθεῖσα κάθετος ἔσται ἐπὶ τὴν ἐφαπομένην. ἀλλ’ ἐν μὲν τοῖς Στοιχείοις δέδεικται ἐπὶ τῆς πρὸς ὀρθὰς τῇ ἐφαπτομένῃ τὸ κέντρον καὶ ἡ διὰ τοῦ κέντρου πρὸς ὁρθὰς οὖσα τῇ ἐφαπτομένῃ, νῦν δὲ πρόκειται τὴν τῷ ἐπιπέδῳ τῆς γῆς πρὸς ὀρθὰς οὖσαν δεῖξαι ἐπὶ τὸ κέντρον συννεύουσαν. δεικτέον, ὅτι ἡ τῇ ἐφαπτομένῃ πρὸς πρὸς οὖσα καὶ τῷ ἐπιπέδῳ τῆς γῆς πρὸς ὀρθάς ἐστιν. ἔστω δὴ μέγιστος κύκλος ἐν τῇ ἐπιφανείᾳ τῆς γῆς ὁ ΑΒΓ, καὶ ἤχθω ἐφαπτομένη τοῦ κύκλου εὐθεῖα ἡ ΔΕ, καὶ ἔστω βάρος τι τὸ Ζ φερόμενον ἐπὶ τὴν ἐφαπτομένην κατὰ τὴν ΖΑ εὐθεῖαν, ὥστε ἴσας εἶναι τὰς ὑπὸ ΖΑΔ ΖΑΕ γωνίας ἀλλήλαις. λέγω, ὅτι καὶ πᾶσα ἡ ὑπὸ ZAB γωνία η τῇ ὑπὸ ΖΑΓ γωνίᾳ ἴση εστιν· αὗται οε εἰσιν αἰ πρὸς τὼ επιπεοω τῆς γῆς ὑπὸ τοῦ καταφερομένου βάρους γινόμεναι. ἐκβεβλήσθω ἡ ΖΑ ἐπὶ τὸ κέντρον τοῦ κύκλου τὸ Η. δέδεικται γάρ, ὅτι ἐπὶ τῆς πρὸς ὀρθὰς τῇ ἐφαπτομένῃ ἐστὶ τὸ κέντρον. ἐπεὶ οὖν ἴσαι εἰσὶν αἱ ΔΑΗ ΕΑΗ γωνίαι· ὀρθὴ γὰρ ἑκατέρα· ὧν ἡ ΗΑΓ τῇ ΗΑΒ ἴση ἐστὶ τῶν ἡμικυκλίων οὖσαι τοῦ ΑΒΓ κύκλου, καὶ λοιπαὶ ἄρα αἱ πρὸς τῷ Α κερατοειδεῖς ἴσαι ἀλλήλαις εἰσίν· εἰσὶ δὲ καὶ αἱ ὑπὸ ΖΑΔ ΖΑΕ ἴσαι· καὶ ὅλη ἄρα ἡ ὑπὸ ΖΑΓ ὅλῃ τῇ ὑπὸ ΖΑΒ ἴση ἐστί, καί εἰσιν αἱ πρὸς τῇ τῆς γῆς ἐπιφανείᾳ. Ὁ δὲ Πτολεμαῖος ἐν τῇ ἀρχῇ τῆς Συντάξεως ὑποθέμενος τὰ βάρη βάρη πρὸς ἴσας γωνίας καταφέρεσθαι διὸ καὶ μένειν ἀκλινῆ καὶ οὐ πίπτειν, δείκνυσι καί, ὅτι πάντα ἐπὶ τὸ κέντρον ἐπείγεται. τοῦ γὰρ ΖΑ πρὸς ἴσας γωνίας ἑστῶτος, οἷον κίονός τινος, ἐὰν ἀπὸ τοῦ κέντρου ἐπὶ τὸ Α ἐπιζεύξωμεν εὐθεῖαν καὶ ἀπὸ τοῦ Α τῇ ΑΗ διαμέτρῳ πρὸς ὀρθὰς ἀναστήσωμεν τὴν ΔΕ ἔστι ἡ ZA τῇ AH ἐπ’ εὐθείας. ἐπεὶ γὰρ ὅλη ἡ ὑπὸ ZAB ὅλῃ τῇ ὑπὸ ΖΑΓ ὑπόκειται ἴση, ὧν ἡ κερατοειδὴς τῇ κερατοειδεῖ ἴση, διότι καὶ αἱ τῶν ἡμικυκλίων ἴσαι, καὶ λοιπὴ ἄρα ἡ ΖΑΔ ἴτη τῇ ΖΑΕ· ὀρθὴ ἄρα ἑκατέρα. ὀρθαὶ δὲ καὶ αἱ ὑπὸ ΔΑΗ ΕΑΗ· δύο ἄρα ὀρθαὶ αἱ ὑπὸ ΖΑΔ ΔΑΗ· ὥστε υἷα εὐθεῖα ἡ ΖΑΗ διὰ τὸ ιδ΄ τοῦ πρώτου τῶν Στοιχείων, οὗ ἡ πρότασίς ἐστι τοιαύτη· | ἐὰν πρός τινι εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ δύο εὐθεῖαι μὴ ἐπὶ τὰ αὐτὰ μέρη κείμεναι τὰς ἐφεξῆς γωνίας δυσὶν ὀρθαῖς ἴσας ποιῶσιν, ἐπ’ εὐθείας ἔσονται ἀλλήλαις <αἱ> εὐθεῖαι. τὸ ἄρα Z βάρος ἐπὶ τὸ κέντρον οἰσθήσεται. Ὅλως δέ, εἰ μὴ πρὸς τὸ κέντρον συνένευε τὰ βάρη πάντα, ἀλλὰ καὶ παράλληλα ἐφέρετο, οὐκ ἂν πάντα ἐπὶ τὴν γῆν ἐφέρετο, ἀλλὰ παρήλλασσέ τινα τὴν γῆν· οὐ γὰρ παντὶ τῷ μεταξὺ παρεκτείνεται ἡ γῆ ἐν μέσῳ οὖσα. εἰ οὖν φέρεται κατὰ φύσιν ἐπὶ τὸ μέσον ἡ γῆ, καὶ μένει ἐν τῷ μέσῳ κάτα φύσιν. Εἶτα καὶ ἄλλην ἀπόδειξιν ἐναργεστέραν προστίθησιν τοῦ μὴ κινεῖσθαι τὴν γῆν ὅλως μήτε περὶ τὸ μέσον μήτε ἀπὸ τοῦ μέσου· εἰ γὰρ τὰ βία ῥιπτούμενα ἄνω βάρη εἰς τὸν αὐτὸν πάλιν τόπον κατὰ στάθμην καταφέρεται, κἄν εἰς ἄπειρον ἡ δύναμις ἀναρριπτῇ, ὥστε καὶ χρόνον πολὺν γενέσθαι μεταξὺ τῆς ἀναρρίψεως καὶ τῆς πτώσεως, οὐ κινεῖται ἡ τῆ. εἰ γὰρ ἡ τῆ ἐκινεῖτο, καὶ τόπον ἐκ τόπου παρήλλασσε τὰ μόρια αὐτῆς, ἐπ’ ἄλλον τόπον ἂν κατεφέρετο τὸ ἀναρριφθὲν καὶ οὐκ εἰς ἐκεῖνον, ἀφ’ οὗ ἀνερρίφθη. Δείξας δὲ ἄμφω τὰ προβλήματα, καὶ ὅτι ἐν τῷ μέσῳ ἐστὶν ἡ γῆ καὶ ὅτι ἀκίνητος οὔτε κύκλῳ περὶ τὸ μέσον οὔτε ἐπ’ εὐθείας κινουμένη, κοινὸν ἐπήγαγε συμπέρασμα φανερὸν εἶναι λέγων ἐκ τῶν εἰρημένων, ὅτι οὔτε κινεῖται οὔτε ἐκτὸς κεῖται τοῦ μέσου, ὃ ταὐτόν ἐστι τῷ καὶ ἐν τῷ μέσῳ κεῖσθαι καὶ ἠρεμεῖν. p. 296b26 Πρὸς δὲ τούτοις δῆλον ἐκ τῶν εἰρημένων τὸ αἴτιον ἕως τοῦ ἀναγκαῖον μένειν αὐτὴν ἐπὶ τοῦ μέσου. Δείξας, ὅτι ἐπὶ τοῦ μέσου ἠρεμεῖ ἡ γῆ, ἐφεξῆς καὶ τὴν αἰτίαν διδάσκει, δι’ ἣν ἠρεμεῖ, ὅτι οὔτε διὰ τὸν ὑποκείμενον ἀέρα οὔτε διὰ τὴν δίνην, ἀλλ’ ὅτι κατὰ φύσιν ἐστὶν αὐτῇ τὸ μένειν ἐπὶ τοῦ μέσου. ὁ δὲ λόγος ἐστὶ τοιοῦτος· εἰ φύσει φέρεται τὰ μόρια αὐτῆς πάντοθεν πρὸς τὸ μέσον, ὥσπερ φαίνεται, διότι καὶ τὸ πῦρ ἀπὸ τοῦ μέσου πρὸς τὸ ἔσχατον, ἀδύνατον ἐνεχθῆναι ὁτιοῦν μόριον αὐτῆς ἀπὸ τοῦ μέσου μὴ βιασθέν· οὐ γὰρ δυνατὸν φύσει καὶ ἀπὸ τοῦ μέσου καὶ ἐπὶ τὸ μέσον φέρεσθαι, διότι μία φορὰ κατὰ φύσιν τοῦ ἑνὸς σώματος καὶ ἁπλῆ τοῦ ἁπλοῦ, ἀλλ’ οὐχ αἱ ἐναντίαι· ἡ δὲ ἀπὸ τοῦ μέσου τὸ μέσον ἐναντία· ὥστε, εἰ ἡ ἐπὶ τὸ μέσον κατὰ φύσιν ἐστίν, ἡ ἀπὸ τοῦ μέσου οὐκ ἄν εἴη κατὰ φύσιν, ἀλλ’, εἴπερ ἄρα, βίᾳ. εἰ οὖν ἀδύνατον ὁτιοῦν μόριον ἐνεχθῆναι ἀπὸ τοῦ μέσου κατὰ φύσιν, καὶ τὴν ὅλην ἀδυνατώτερον. εἰ οὖν κατὰ φύσιν ἐπὶ τὸ μέσον φέρεται, ἀδύνατον ἀπὸ τοῦ μέσου κατὰ φύσιν φέρεσθαι· εἰ δὲ τοῦτο ἀδύνατον, ἀναγκαῖον μένειν αὐτὴν ἐπὶ τοῦ μέσου. ἀλλὰ μὴν τὸ ἡγούμενον ἀληθὲς τὸ κατὰ φύσιν τὰ μόρια τῆς γῆς πανταχόθεν πρὸς τὸ μέσον φέρεσθαι· καὶ τὸ λῆγον ἄρα ἀληθὲς τὸ κατὰ φύσιν μένειν αὐτὴν ἐπὶ τοῦ μέσου· αὕτη ἄρα αἰτία τοῦ μένειν ἐπὶ τοῦ μέσου τὴν γῆν τὸ πεφυκέναι οὕτω, καὶ ἄλλην οὐ χρὴ ζητεῖν. p. 297a2 Μαρτυρεῖ δὲ τούτοις ἕως τοῦ τοσαῦτα εἰρήσθω περὶ αυτης. Τοῦ τὴν γῆν ἐπὶ τοῦ μέσου κεῖσθαι καὶ ἠρεμεῖν μαρτύριον φέρει τὸ καὶ τοὺς ἀστρολόγους δεικνύναι τὰ φαινόμενα περὶ τὸν οὐρανὸν οὕτως συμβαίνειν ὡς ἐπὶ τοῦ μέσου τῆς γῆς κειμένης καὶ ἠρεμούσης. τὸ δὲ ἑξῆς τῆς λέξεως τοιοῦτον· τὰ φαινόμενα μεταβαλλόντων τῶν σχημάτων, οἷς ὥρισται τῶν ἄστρων ἡ τάξις, συμβαίνει ὡς ἐπὶ τοῦ μέσου κειμένης τῆς γῆς· ἡ γὰρ τάξις τῶν ἄστρων κατὰ τοὺς σχηματισμοὺς ὥρισται τοὺς κατὰ τὰς κινήσεις γινομένους. εἰ γὰρ μὴ μέση τοῦ οὐρανοῦ ἦν ἡ 77], τῶν ἀστέρων ἀνατολικῶν γινομένων, εἶτα ἐπὶ τοῦ μεσημβρινοῦ καὶ τελευταῖον πρὸς δυσμὰς οὐκ ἄν τὰ μεγέθη τῶν αὐτῶν ἀεὶ ἴσα ἐφαίνετο, ἀλλ’ εἰ μὲν πρὸς δυσμὰς ἡ γῆ παρεκεχωρήκει, μείζονα ἐφαίνετο τὰ αὐτὰ δύνοντα ἤπερ ἀνατέλλοντα, εἰ δὲ πρὸς ἀνατολάς, τοὐναντίον, καὶ τὰ μεταξὺ αὐτῶν διαστήματα ὁμοίως. οὐδ’ ἄν αἱ τῆς σελήνης ἐκλείψεις τοιαύτην εἶχον τάξιν τῶν σχηματισμῶν, ὥστε κατὰ τὴν <κατὰ> διάμετρον αὐτῆς ἀεὶ πρὸς τὸν ἥλιον στάσιν ἀποτελεῖσθαι, ἀλλὰ καὶ ἐν τοῖς ἐλάττοσι τοῦ ἡμικυκλίου διαστήμασι. τοῦτο δὲ ἄν συνέβαινε, καὶ εἰ μεταβατικὴν ἐποιεῖτο κίνησιν ἡ γῆ· εἰ δὲ κύκλῳ περὶ τὸ κέντρον, ὡς Ἡρακλείδης ὁ Ποντικὸς ὑπετίθετο, τῶν οὐρανίων ἠρεμούντων, εἰ μὲν πρὸς δύσιν, ἐκεῖθεν ἄν ἐφάνη τὰ ἄστρα θ’ ἀνατέλλοντα, εἰ δὲ πρὸς ἀνατολάς, εἰ μὲν περὶ τοὺς τοῦ ἰσημερινοῦ πόλους, οὐκ ἄν ἀπὸ διαφόρων ὁρίζοντος τόπων ὁ ἥλιος καὶ οἱ ἄλλοι πλάνητες ἀνέτελλον, εἰ δὲ περὶ τοὺς τοῦ ζῳδιακοῦ, οὐκ ἂν οἱ ἀπλανεῖς ἀπὸ τῶν αὐτῶν ἀεὶ τόπων ἀνέτελλον, ὥσπερ νῦν· εἴτε δὲ περὶ τοὺς τοῦ ἰσημηρινοῦ εἴτε περὶ τοὺς τοῦ ζῳδιακοῦ, πῶς ἄν ἐσώθη τῶν πλανωμένων ἡ εἰς τὰ ἑπόμενα ζῴδια μετάβασις ἀκινήτων τῶν οὐρανίων ὄντων; ὃ δὴ λέγει καὶ ὁ Πτολεμαῖος, ὅτι πάντα ἂν τὰ μὴ βεβηκότα μίαν ἀεὶ τὴν ἐναντίαν τῇ γῇ κίνησιν ἐφαίνετο ποιούμενα καὶ οὔτ’ ἄν νέφος ποτὲ ἐδείκνυτο παροδεῦον πρὸς ἀνατολὰς οὔτε ἄλλο τι τῶν ἱπταμένων ἢ βαλλομένων φθανούσης ἀεὶ πάντα τῷ τάχει τῆς γῆς, εἴπερ τοσαύτην ἐν βραχεῖ χρόνῳ ποιεῖται τὴν ἀποκατάστασιν. Συμπερανάμενος δὲ τὰ εἰρημένα περί τε τῆς θέσεως τῆς γῆς, ὅτι ἐν τῳ μέσῳ, καὶ περὶ τῆς μόνης καὶ κινήσεως, ὅτι μένει καὶ οὐ κινεῖται, ἐφεξῆς ἐπὶ τὸν περὶ τοῦ σχήματος μεταβαίνει λόγον. | p. 297a8 Σχῆμα δὲ ἔχειν σφαιροειδὲς ἀναγκαῖον αὐτὴν ἕως τοῦ κατὰ τοῦτον δὴ τὸν λόγον ἀναγκαῖον εἶναι τὸ σχῆμα σφαιροειοες αὐτῆς. Οτι σφαιροειδὴς ἡ γῆ, διὰ πέντε δείκνυσιν ἐπιχειρημάτων, ὧν τὸ πρῶτον ἀποδείκνυσι προλαβών, ὅτι τὰ τῆς γῆς μόρια μέχρι ἰοῦ μέσου πέφυκε κινεῖσθαι· τοῦτο γὰρ σημαίνει διὰ τοῦ βάρος ἔχει μέχρι πρὸς τὸ μέσον· τὸ γὰρ βάρος ἔχον καὶ κατὰ βάρος κινούμενον ἕως τοῦ μέσου τοῦ παντὸς κινεῖται μὴ κωλυόμενον. πάντων δὲ τῶν μορίων πρὸς τὸ μέσον ῥεπόντων καὶ τῶν ἐλαττόνων ὑπὸ τῶν μειζόνων ὠθουμένων καὶ θλιβομένων διὰ τὴν ἰσχυροτέραν τῶν μειζόνων ἀεὶ πρὸς τὸ μέσον ῥοπὴν καὶ παραχωρούντων ἄλλων ἄλλοις πανταχόθεν τὸ σφαιροειδὲς γίνεται σχῆμα, ὡς ἐπὶ τοῦ εἰς σφαῖραν πλαττομένου κηροῦ τὸ ἐξέχον ἀεὶ πρὸς τὸ μέσον ὠθεῖται. εἶτα καὶ τὴν φαντασίαν ἡμῶν διορθοῖ τὴν ἄλλο μόριον ἐπ’ ἄλλο τιθεῖσαν εἰς ὕψος πολύ, ἕως ἄν ἐκπεσὸν τῆς ἐπὶ τὸ μέσον σπουδῆς ἀλλαχοῦ που ἐνεχθῇ· οὐ γὰρ κυμαίνει, φησί, τουτέστιν οὐκ ὀγκοῦται, μέχρι τοῦ ὑπερεκχεῖσθαι· οὔτε γὰρ τὸ ὠθοῦν οὔτε τὸ ὠθούμενον πρὸς ἄλλο τι τὴν ῥοπὴν ἔχουσιν ἢ πρὸς τὸ μέσον. ἢ τὸ οὐχ οἷόν τε κυμαίνειν εἶπεν ἀντὶ τοῦ ὑποχωρεῖν καὶ ἀντιπεριίστασθαι τῷ πλείονι τὸ ἔλαττον. τοῦτο γὰρ τὰ ὑγρὰ πάσχει, ἐπὶ δὲ τῶν τῆς γῆς μορίων πιέζεται μᾶλλον τὸ ἔλαττον ὑπὸ τοῦ μείζονος καὶ συμπλάττεται ἢ συγχωρεῖ ἕτερον ἑτέρῳ, ἕως ἂν ἔλθῃ ἐπὶ τὸ μέσον τὸ βαρύτερον, ἀλλὰ μὴ ὑπερεκχυθῇ ὀγκούμενα ὡς τὰ κύματα. εἰς ἐνάργειαν δὲ φέρων τὸ λεγόμενον ὑποτίθεται τὴν γῆν γινομένην, καθάπερ καὶ τῶν φυσιολόγων τινὲς καὶ αὐτοὶ τὴν παράταξιν τῶν ἐν τῷ κόσμῳ πρώτων καὶ ὑστέρων διὰ τῆς γενέσεως ἐνδεικνύμενοι· ἀλλ’ ἐκεῖνοι μὲν τὴν δίνην αἰτιώμενοι βιαίως αὐτὴν πρὸς τὸ μέσον φέρεσθαι λέγουσι, βέλτιον δὲ καὶ ἀληθέστερον τὸ λέγειν τοῦτο γίνεσθαι διὰ τὸ φύσιν ἔχειν φέρεσθαι τὸ βάρος ἔχον πρὸς τὸ μέσον. ὑποθέμενος οὗν τὴν γῆν μεμιγμένην τέως τοῖς ἄλλοις, εἶτα διακρινομένην, ὡς Ἀναξαγόρας ἐδόκει λέγειν, καὶ ἐνεργείᾳ ἐκ τοῦ δυνάμει γινομένην καὶ φερομένην ἐπὶ τὸ μέσον, εἰ μὲν πανταχόθεν ἀπὸ τῶν ἐσχάτων ἴσα φέροιτο τὰ βαρέα ἐπὶ τὸ μέσον ἓν ὄν, ἀνάγκη πανταχόθεν ἴσου προστιθεμένου ἴσον ἀπέχειν τοῦ μέσου τὸ ἔσχατον· τοῦτο δὲ τὸ σχῆμα σφαιροειδές ἐστιν· κἄν μὴ πανταχόθεν δὲ ὁμοίως συνέθει πρὸς τὸ μέσον τὰ μόρια αὐτῆς, ἀλλ’ ὅθεν μὲν πλέον, ὅθεν δὲ ἔλαττον, τὸ αὐτὸ συμβαίνει· καὶ οὕτω γὰρ σφαιρικὸν ἀνάγκη τὸ σχῆμα γίνεσθαι· καθὸ γὰρ μείζων ἡ προσθήκη γένηται, κατὰ τοῦτο τοῦ βάρους αὐξανομένου τὸ ὑποκείμενον ἔλαττον ὂν καὶ κουφότερον ἐξωθήσεται ὑπὸ τοῦ βαρυτέρου. ἕως | ἄν ἐξωθούμενα τὰ κουφότερα ὑπὸ τῶν βαρυτέρων ἐπὶ θάτερα τοῦ κέντρου ἀθροισθέντα ἰσόρροπα τοῖς ἐξωθοῦσι πρὸς τὴν ἐπὶ τὸ κέντρον σπουδὴν ὁμοίαν γένηται. οὕτω μὲν καὶ ὁ Ἀλέξανδρος, οὐχ ὅτι ὑπερβαίνειν τὸ κέντρον οἴεταί τι βάρος ὠθούμενον· τὸ γὰρ ἐξιστάμενον ἀπὸ τοῦ κέντρου πρὸς τὸ ἄνω δηλονότι χωρεῖ καὶ τὸ ὠθοῦν αὐτὸ πρὸς τὸ ἄνω ὠθεῖ· πῶς οὖν τὸ βαρύτερον ἐπὶ τὸ ἄνω ἐξωθήσει κατὰ φύσιν; ὅλως γὰρ πρὸς τῷ κέντρῳ γενόμενον οὐδὲ βάρος ἔτι λοιπὸν ἕξει ὥστε ὠθεῖν. καὶ ὁ Ἀριστοτέλης δὲ σαφῶς τὰ βαρύτερα μέχρι τοῦ μέσου ὠθεῖν φησιν, ἀλλ’ οὐχ ὑπερωθεῖν τοῦ μέσου. τὸ οὖν λεγόμενόν ἐστιν, ὅτι τὸ πλέον τὸ πρὸ αὐτοῦ ἔλαττον προωθεῖ καὶ τοῦτο ἄχρι τοῦ μέσου. συμβαίνει οὖν ὁ προωθισμὸς ἄλλου ἄλλο ὠθοῦντος καὶ συμπιλοῦντος τῶν παρ’ ἑκατέρου συγχωρούντων, ὡς εἶπε, καὶ ὀγκουμένων διὰ τὴν στενοχωρίαν· οὕτω γὰρ εἰς μίαν ἐπιφάνειαν καθίσταται. ἀλλὰ καὶ τὸ ἐξέχον ἀεὶ καὶ πορρώτερον τοὺ κέντρου γενόμενον σπουδάζον αὐτῷ πλησιάζειν ἐπικαταφέρεται τῷ κοιλοτέρῳ, καὶ οὕτως ἡ σφαίρωσις γίνεται. Καὶ διὰ τῆς καθ’ ὑπόθεσιν οὗν γενέσεως τὴν γῆς τὴν σφαίρωσιν αὐτῆς ἐνδειξάμενος καὶ ὅτι τὸ μέσον αὐτῆς πανταχόθεν ἴσον ἀπέχει τῶν περάτων, ἀπορίαν ἐπάγει τινὰ ἀπὸ τῶν κεντροβαρικῶν παρὰ τοῖς μηχανικοῖς λεγομένων ἀναφυομένην. τὰ μὲν οὖν κεντροβαρικά, οἷα πολλὰ καὶ χαριέστατα ὅ τε Ἀρχιμήδης καὶ ἄλλοι γεγράφασι πολλοί, σκοπὸν ἔχει, πῶς τοῦ δοθέντος βάρους τὸ κέντρον εὑρεθείη , τουτέστι σημεῖόν τι ἐπὶ τοῦ σώματος, ἀφ’ οὗ σπάρτου τινὸς ἐξαφθείσης μετεωριζόμενον ἀκλινὲς ἔσται τὸ σῶμα· δῆλον δέ, ὅτι οὐ πάντως τὸ αὐτὸ έσται μέσον τοῦ τε μεγέθους καὶ τοῦ βάρους. ἡ δὲ ἀπορία τοιαύτη· εἰ τῆς γῆς ἐπὶ τοῦ μέσου οὔσης καὶ σφαιροειδοῦς οὔσης πολλαπλάσιόν τι βάρος ἐπιγίνοιτο πρὸς θάτερον ἡμισφαίριον, δῆλον, ὅτι οὐκέτι τὸ αὐτὸ μέσον τῆς γῆς ἔσται καθ’ ἓν μέρος πολλαπλασίῳ τοῦ ἐξ ἀρχῆς μεγέθει προσαυξηθείσης, ὥσπερ καὶ πρότερον τῷ γῆς ἦν μέσον τὸ αὐτὸ καὶ τοῦ κόσμου ὑπάρχον· ὥστε οὐκ ἠρεμήσει τότε ἡ 77) ἐπὶ τοῦ μέσου· οὐ γὰρ ἔτι ἐν τῷ μέσῳ τοῦ παντός ἐστι προσαυξηθεῖσα τοσοῦτον ἐφ’ ἓν μέρος, ἢ εἴπερ καὶ οὕτως ἔχουσα ἠρεμεῖ, ὅπερ διὰ τῆς ἐν τῷ ἢ εἴπερ ὑποστιγμῆς δηλοῦται, ἠρεμήσει καὶ νῦν καὶ ἔξω τοῦ μέσου τοῦ παντὸς κειμένη καὶ μὴ μέσον ἔχουσα τὸ τοῦ παντὸς μέσον, κἀν μηδὲν αὐτῇ βάρος κατὰ τὸ ἕτερον μέρος προστεθῇ, εἴπερ προστεθέντος ἔξω τοῦ μέσου γενόμενον διὰ τὴν προσθήκην ὅμως ἠρεμεῖν ὑποτίθεται. εἰπὼν δὲ ἠρεμήσει γε καὶ νῦν καὶ μὴ τὸ μέσον ἔχουσα ἐπήγαγεν ᾗ πέφυκε κινεῖσθαι. λέγει δέ, ὅτι κατ’ ἐκεῖνο ἠρεμήσει τὸ ἔξω τοῦ μέσου, καθ’ ὃ οὐχὶ ἠρεμεῖν ἀλλὰ κινεῖσθαι πέφυκεν· ἄτοπον δὲ τὸ ἐν ἐκείνῳ ἠρεμεῖν, καθ’ ὃ πέφυκε κινεῖσθαι. πολλαπλάσιον δὲ | τὸ προστιθέμενον βάρος ὑπέθετο, ἵνα τὸ νῦν μέσον τοῦ βάρους αὐτῆς πορρωτάτω γένηται τοῦ μέσου. τοῦτο οὗν ἀπορήσας ἀπὸ τῆς ἐν τῇ γενέσει τῆς γῆς ὑποτεθείσης προσθή- κης, ὅτι κτὰ τὸ ἕτερον μέρος προσαυξηθείσης τῆς γῆς πολλαπλασίῳ ἑαυτῆς μεγέθει ἀνάγκη τοῦ μέσου αὐτῆς ἀμειφθέντος τοῦ κατὰ τὸ βάρος ῥέπειν εἰς ἐκεῖνο τὸ μέρος, εἰς ὃ γέγονεν ἡ τοῦ βάρους προσθήκη, καὶ μηκέτι μένειν ἐπὶ τοῦ μέσου, ἢ εἴπερ οὕτως ἔχουσα, ὡς διὰ τὴν προσθήκην ἐκ- τὸς εἶναι τοῦ μέσου, ἐδύνατο μένειν, ἠρεμήσει γε καὶ νῦν χωρὶς τῆς προσθήκης τὸ μὴ μέσον ἐπέχουσα, καθ’ ὃ οὐ μένειν ἀλλὰ κινεῖσθαι πέφυκεν· ὅπερ ἄτοπον· οὐδὲν γὰρ ἠρεμεῖ ἐκεῖ, ᾗ πέφυκε κινεῖσθαι, ἀλλ’ ἐκεῖ, ὅθεν οὐ πέφυκε κινεῖσθαι· τὸ μὲν οὖν ἀπορούμενον, φησί, τοῦτό ἐστιν, οὐ χαλεπὸν δὲ ἰδεῖν καὶ ἐπιστῆσαι τῇ ἀπορίᾳ καὶ τῇ λύσει μικρὸν ἐπιτείναντας, τὴν διάνοιαν δηλονότι, ἢ μᾶλλον τὸν πρότερον λόγον ἐπιτείναντας τὸν τὴν γένεσιν τῆς γῆς ὑποθέμενον, καὶ διορισαμένους, πῶς ἀξιοῦμεν ὁποσονοῦν μέγεθος βάρος ἔχον φέρεσθαι πρὸς τὸ μέσον. τότε μὲν γὰρ ἀδιορίστως ἐλέγετο· φύσιν ἔχειν φέρεσθαι τὸ βάρος ἔχον πρὸς τὸ μέσον, νῦν δὲ διοριζέσθω, ὅτι οὐ μέχρι τούτου μόνον φέρεται τὸ βάρος ἔχον πρὸς τὸ κέντρον μέχρι τοῦ τῷ ἑαυτοῦ ἐσχάτῳ ἅψασθαι τοῦ κέντρου καὶ οἷον ἐπιστῆναι αὐτῷ, ἀλλὰ τὸ πλέον ἀεὶ βάρος τοῦ ἐλάττονος κρατοῦν καὶ ἢ ἐξωθοῦν αὐτὸ ἢ συμπιλοῦν καὶ ἑνούμενον αὐτῷ μέχρι τοσούτου φέρεται πρὸς τὸ μέσον, ἕως ἄν ὡς δυνατὸν ἐνταθὲν καὶ σφαιρωθὲν τῷ ἑαυτοῦ μέσῳ, τουτέστι τῇ κοίλῃ ἐπιφανείᾳ, περιλάβῃ τὸ τοῦ παντὸς μέσον· μέχρι γὰρ τούτου τὴν ῥοπὴν ἔχει· ὥστε, κἄν προστεθῇ τῇ γῇ βάρος, οἷον ὁ ἀπορῶν ὑπέθετο λόγος, οὐ μένει ἐξέχον, ἀλλὰ γενήσεται καὶ αὐτὸ σφαιρικὸν καὶ περιλήψεται τὴν τῆς γῆς ἐπιφάνειαν, καὶ ἔσται πάλιν τὸ ἐξ ἀρχῆς μέσον καὶ τοῦ μετὰ τῆς προσθήκης μέσον· ἀνάγκη γὰρ καὶ τοῦτο γήινον ὂν καθ’ ὅλον ἐθέλειν ἑαυτὸ πελάζειν τῷ μέσῳ· μέχρι τούτου γὰρ ἔχει τὴν ῥοπήν. εἰ γὰρ ἔτι κινοῖτο παραλλάξαν τῷ ἑαυτοῦ μέσῳ τὸ τοῦ παντὸς μέσον, ἄνω ἄν φέροιτο καὶ παρὰ φύσιν. Oὐδὲν δέ, φησί, διαφέρει, κἄν ἐπὶ μέρους τις τῆς γῆς κἄν ἐπὶ ὅλης ποιοῖτο τὸν λόγον· οὐ γὰρ διὰ μικρότητα ἢ μέγεθος συμβαίνει τὸ εἰρημένον, ἀλλὰ διὰ τὴν φυσικὴν ἐπὶ τὸ μέσον ῥοπήν, ὥστε, εἴτε ὅλη ποθὲν ἐφέρετο, ὥς φασιν οἱ διακριθεῖσάν ποτε αὐτὴν ἀπὸ τοῦ μίγματος εἰς τὸ μέσον εἰπόντες ἐνεχθῆναι, εἴτε κατὰ μέρος, ἀναγκαῖον μέχρι τούτου φέρεσθαι, ἕως ἄν πανταχόθεν περιχεομένη ὁμοίως λάβῃ τὸ μέσον τῶν ἐλαττόνων ἀεὶ τὴν ἴσην ἐπιφάνειαν τοῖς μείζοσι λαμβανόντων· τῶν γὰρ μειζόνων καὶ βαρυτέρων ἐπὶ τὸ κάτω μᾶλλον χωρούντων τὰ ἐλάττονα τῇ προώσει τῆς ῥοπῆς ταύτης παρ’ ἑκάτερα τῶν μειζόνων ἐξωθούμενα βίᾳ πρὸς τὸ | ἄνω ἴσην αὐτοῖς ἀπολαμβάνει τὴν ἐπιφάνειαν. Ἀντὶ δὲ τοῦ ἀναγκαῖον μέχρι τοῦδε φέρεσθαι λέγει ὁ Ἀλέξανδρός τινας γράφειν ἀναγκαῖον μετὰ τούτου φέρεσθαι, τουτέστι τῆς ἐπὶ τὸ μέσον ῥοπῆς, ἀποδέχεται δὲ τὴν ἑτέραν γραφήν. Συμπεραινόμενος δὲ τὸ ἐπιχείρημα ὁ Ἀριστοτέλης, εἴτε ἐγένετο, φησίν, ἡ γῆ, ἀναγκαῖον οὕτω γενέσθαι, ὡς εἴρηται, κατὰ τὴν πρὸς τὸ μέσον ῥοπήν, ὥστε σφαιροειδές ἐστιν αὐτῆς τὸ σχῆμα, εἴτε ἀίδιος οὖσα διατελεῖ, τὸν αὐτὸν ἔχει τρόπον, ὅνπερ καὶ γινομένη τὸ πρῶτον ἐγένετο ἄν· ὥστε καὶ οὕτως ἀναγκαῖον αὐτὴν σφαιροειδῆ εἶναι. p. 297b18 Καὶ ὅτι πάντα φέρεται τὰ βάρη πρὸς ὁμοίας γωνίας ἕως τοῦ ἀλλὰ μὴ βίᾳ καὶ παρὰ φύσιν. Δεύτερον τοῦτο ἐπιχείρημα ἐκ τοῦ πρὸς ὁμοίας ἤτοι πρὸς ἴσας γωνίας φέρεσθαι τὰ βάρη δεικνύον, ὅτι σφαιρικόν ἐστι τὸ τῆς γῆς σχῆμα. πάντων γὰρ ἐπὶ ταὐτὸ πανταχόθεν συννευόντων καὶ ἄλλοις ἄλλων ἀεὶ προστιθεμένων κατὰ τὴν ὁμοίαν ῥοπὴν ἴσας ἀνάγκη γίνεσθαι τὰς ἀπὸ τοῦ το μέσου, ἐφ’ ὃ πάντα συννεύει, πρὸς τὰ ἔσχατα, τοῦτο δὲ σφαιροειδές ἐστι τὸ σχῆμα· διὸ τὸ πρὸς ὁμοίας γωνίας καταφέρεσθαι τὰ βάρη καὶ μὴ παράλληλα πρὸς τὸ φύσει σφαιροειδὲς πέφυκε· πανταχόθεν γὰρ οὐχ οἷόν τε πρὸς ὁμοίας φέρεσθαι γωνίας τὰ φερόμενα βάρη μὴ τὸ πρὸς ὃ φέρεται σφαιρικὴν ἔχον τὴν ἐπιφάνειαν. ἐπειδὴ δὲ οὐκ ἀπηκρίβωται τὸ σφαιρικὸν τῆς γῆς σχῆμα διὰ τὰς ἐξοχὰς τῶν ὀρῶν καὶ τὰς κοιλότητας, ἢ σφαιροειδής, φησίν, ἐστιν ἡ γῆ, εἴ τις τὴν τοιαύτην διαφορὰν ἐλαχίστην οὖσαν προσλογίζοιτο· οὐδὲ γάρ, εἰ κέγχρον τις ἐπιθείη μεγάλῃ σφαίρᾳ κηρίνῃ, ὀκνήσοι ἄν αὐτὴν καλεῖν σφαῖραν διὰ τὴν τῆς κέγχρου ἐπανάστασιν· ἡ εἴ τις ἀκριβολογεῖται, καὶ οὕτω φύσει γε σφαιροειδής ἐστι· φύσει γὰρ πανταχόθεν συννεύει πρὸς τὸ μέσον, ὡς δηλοῖ πάντων τῶν βαρῶν ἡ πρὸς ὁμοίας γωνίας καταφορά. εἰ οὖν δεῖ ἕκαστον τοιοῦτον εἶναι λέγειν οἷον εἶναι καὶ ὑπάρχειν φύσει βούλεται, ἀλλὰ μὴ ὃ βίᾳ καὶ παρὰ φύσιν, δῆλον, ὅτι σφαιροειδὴς ἄν εἰκότως ἡ γῆ λέγοιτο. Φιλοκάλως δὲ ὁ Ἀλέξανδρος τὴν αἰτίαν προστίθησι τοὐ μὴ ἀκριβῶς σφαιροειδὲς εἶναι τὸ τῆς γῆς σχῆμα τὸ ἀνομοιομερὲς τῆς γῆς αἰτιώμενος καὶ ἀνισόρροπον. οὐ γὰρ ἐπὶ πάντων, φησί, τῶν βαρέων σωμάτων τὸ μέσον τῆς ῥοπῆς καὶ τοῦ βάρους τοῦτο μέσον ἀκριβῶς καὶ τοῦ μεγέθους ἐστίν, ἀλλ’ ἐπ’ ἐνίων παραλλάσσει· οὐ γὰρ πάντα τὰ βαρέα ἰσοβαρῆ ἐστι, σπεύδει δὲ τὰ βαρέα τῷ τῆς ῥοπῆς τῆς οἰκείας μέσῳ λαβέσθαι τοῦ μέσου, οὐ τῷ τοῦ μεγέθους μέσῳ. διόπερ οὐδὲν κωλύει τοῦ μέσου τῆς γῆς τοῦ κατὰ τὴν ῥοπὴν ὄντος ἐν | τῷ τοῦ παντὸς μέσῳ τὰς τοὐ μεγέθους τῆς γῆς ἀποστάσεις τὰς ἀπὸ τοῦ μέσου μὴ πάντῃ ἴσας εἶναι. p. 297b23 Ἔτι δὲ καὶ διὰ τῶν φαινομένων ἕως σφαιροειδὴς οὖσα. Tρίτον τοῦτο ἐπιχείρημα ἐναργὲς ἀπὸ τῶν τῇ αἰσθήσει φαινομένων περὶ τὴν τῆς σελήνης ἔκλειψιν· οὐ γὰρ ἄν αἱ τῆς σελήνης ἐκλείψεις ἐφαί- νοντο κυρτὴν ἀεὶ τὴν γραμμὴν ἔχουσαι τὴν ὁρίζουσαν τό τε φωτεινὸν καὶ τὸ σκιερὸν τῆς σελήνης, εἰ μὴ σφαιροειδὴς ἦν ἡ γῆ· εἰ γὰρ ἡ τῆς σελήνης ἔκλειψις συμβαίνει ἐμπιπτούσης εἰς τὴν ἀπὸ τῆς γῆς γινομένην σκιάν, ἀνάγκη τὴν σκιὰν κωνικὴν εἶναι ἢ κυλινδρικὴν ἢ καλαθοειδῆ· ἄλλου γὰρ οὖσα σχήματος οὐκ ἂν κυρτὴν ἐποίει τὴν ἀποτομὴν ἀεὶ τῆς σεληνιακῆς σφαίρας. πάντα δὲ τὰ τοιαῦτα τῶν σκιῶν σχήματα ἀπὸ σφαι- ρικοῦ σχήματος γινόμενα δέδεικται. μείζονος γὰρ ὄντος τοῦ ἡλίου τῆς γῆς κωνοειδὴς <ἡ> σκιὰ γενήσεται, ἴσων δὲ ἀμφοῖν ὄντων κυλινδροειδής, εἰ δὲ ἐλάττων ἦν ὁ ἥλιος, καλαθοειδὴς καὶ οἷον κόλουρος κῶνος τὸ στενώτερον πρὸς τῇ γῇ ἔχων. εἰ οὗν ἡ διορίζουσα κυρτὴ ἀεί, ἡ δὲ ἀεὶ κυρτὴ ὑπὸ τῆς τοιαύτης προσγίνεται, σκιαὶ δὲ τοιαῦται πᾶσαι ἀπὸ σφαιρικοῦ γίνονται σώματος, σφαιρικὸν ἄν ἔχοι τὸ σχῆμα ἡ γῆ· κατὰ μὲν γάρ τινα θέσιν τοῦ ἡλίου πρὸς τὴν γῆν καὶ τυμπανοειδὴς οὖσα ἡ γῆ τοιαύτην σκιὰν ἀπέδωκεν ἄν, ἀεὶ δὲ καὶ κατὰ πᾶσαν θέσιν οὐκ ἄν, εἰ μὴ σφαιροειδὴς ἦν. ὅτι δὲ οὐ παρὰ τὴν σελήνην μὴ πεφυκυῖαν κατ’ εὐθεῖαν γραμμὴν ἀποτέμνεσθαι συμβαίνει τὸ ἐν ταῖς ἐκλείψεσι κυρτὴν ἀεὶ τὴν διορίζουσαν εἶναι, ἀλλὰ παρὰ τὴν σκιάν, ὑπέμνησεν ἐκ τοῦ τὴν σελήνην ἐν μὲν τοῖς κατὰ μῆνα σχηματισμοῖς, ἐν οἷς οὐδὲν εἰς αὐτὴν ἡ σκιὰ δρᾷ, πάσας λαμβάνειν τὰς διαιρέσεις· καὶ γὰρ εὐθεῖα γίνεται ἡ διαίρεσις ἐν ταῖς διχοτόμοις φάσεσι καὶ ἀμφίκυρτος ἐν ταῖς ἀμφικύρτοις καὶ κοίλη ἐν ταῖς μηνοειδέσιν, ἐν δὲ ταῖς ἐκλείψεσιν ἀεὶ κυρτὴν ἔχει τὴν ὁρίζουσαν γραμμήν. p. 297b30 Ἔτι δὲ διὰ τὰς τῶν ἄστρων φαντασίας ἕως τοῦ πεπονθότων. Tέταρτον ἐπιχείρημα τοῦτο τῶν σφαιροειδῆ τὴν γῆν ἀποδεικνύντων, ὅπερ ἤδη καὶ περὶ τοῦ μεγέθους αὐτῆς ἀποδείκνυσιν, ὅτι σημείου λόγον ἔχει πρὸς τὸν οὐρανόν. εἰ γὰρ πρὸς ἄρκτον μὲν ἡμῶν μεταβαινόντων ὁ μὲν Κάνωβος ἀστὴρ καλούμενος οὐ φαίνεται ὅλως, οἱ δὲ τῆς Ἄρκτου ἀστέρες ὑπὲρ κεφαλῆς εἶναι δοκοῦσιν ἀεί, τοῖς δὲ ἐν Διοσ|πόλει τῇ Θηβαίᾳ ὁ μὲν Κάνωβος μετέωρος φαίνεται, ὁ δὲ ἔσχατος ἀστὴρ τῆς μεγάλης Ἄρκτου δύνων φαίνεται καὶ ἀνατέλλων, δῆλον, ὅτι καὶ πρὸς ὀλίγον μεθισταμένοις διάφοροι γίνονται οἱ ὁρίζοντες. τοῦτο δὲ διὰ τὸ σφαιροειδῆ τὴν γῆν εἶναι συμβαίνει. εἰ γὰρ τυμπανοειδὴς ἦν, ἀπὸ τῶν περάτων ἐπὶ τὰ πέρατα κινηθεῖσιν ἡμῖν ὁ αὐτὸς ἔμενεν ὁρίζων τῷ ἐν ἑνὶ καὶ τῷ αὐτῷ μένειν ἐπιπέδῳ προϊόντας ἡμᾶς, καὶ τὰ αὐτὰ ἂν ἐφαίνετο ἀεὶ περὶ τὴν τῶν ἄστρων θέσιν. εἰ οὖν διάφοροι οἱ ὁρίζοντες, καὶ σφαιροειδὴς ἡ γῆ καὶ οὐ μεγάλη, εἴπερ καὶ μὴ πολὺ προελθόντων ἐπιδήλως ἀμείβονται· μεγάλης γάρ τινος οὔσης σφαίρας οὐκ ἄν εὐσύνοπτος εὐθὺς ἦν ἡ τῶν ὁριζόντων παραλλαγή. εἰ δὲ μὴ πάνυ μεγάλη, φησίν, ἐστὶν ἡ 77;, οὐ χρὴ νομίζειν ἄπιστα λέγειν τοὺς ὑπολαμβάνοντας τὸν δυτικώτατον καὶ τὸν ἀνκωνοειδὴς τολικώτατον τῶν ἐγνωσμένων ἡμῖν τόπων τόν τε περὶ τὰ Γάδειρα καὶ τὰς Ἡρακλείους στήλας ὃν Ἡράκλειαν ἐκάλεσε, καὶ τὸν περὶ τὴν Ἰνδικὴν συνάπτειν ἀλλήλοις οὐ πόρρωθεν, καὶ οὕτως εἶναι τὴν θάλατταν μίαν τήν τε Ἐρυθρὰν καλουμένην καὶ τὴν παρ’ ἡμῖν. τεκμαίρονται δέ, ὅτι μὴ πολύ τι διεστήκασιν ἀλλήλων οἱ εἰρημένοι τόποι τῷ ἐν ἀμφοτέροις ἐσχάτοις οὖσι τῆς ἡμετέρας οἰκήσεως τὸ τῶν ἐλεφάντων εἶναι γένος, ὡς τῶν ἐσχάτων τούτων διὰ τὸ συνῆφθαι ἀλλήλοις πεπονθότων τοῦτο τὸ φέρειν ἐλέφαντας τῇδε κἀκεῖσε τοὺς αὐτούς, ὡς ἔοικε, νεμομένους· οὐ γὰρ ὁμοιότητα τῶν τόπων ἐπιδεῖξαι βούλεται, ὡς οἶμαι, διὰ τούτων, ἀλλὰ γειτνίασιν· ἡ γὰρ ὁμοιότης ἠδύνατο καὶ τοῖς πόρρω διεστηκόσιν ὑπάρχειν τῆς αὐτῆς οὔσης τῶν ἀέρων σχεδὸν καταστάσεως τοῖς ὑπὸ τὸν αὐτὸν παράλληλον οἰκοῦσι. p. 298a15 Καὶ τῶν μαθηματικῶν δέ, ὅσοι τὸ μέγεθος ἀναλογίζεσθαι πειρῶνται ἕως τοῦ τέλους. Καὶ ταύτην τελευταίαν πίστιν ἀπὸ τῆς τῶν μαθηματικῶν μαρτυρίας παράγει τοῦ καὶ σφαιρικὴν εἶναι τὴν γῆν καὶ μὴ μεγάλην ὡς πρὸς τὸ μέγεθος τῶν ἄστρων παραβαλλουμένην· καὶ γὰρ ὡς σφαιρικῆς οὕσης τὰ μέτρα παραδεδώκασι καὶ οὐ λίαν μεγάλης, εἴπερ εἰς στάδια τοσαῦτα συναγόμενον τὸ μέγεθος αὐτῆς συνελογίσαντο. ἀλλὰ καὶ τὸν ἥλιον αὐτὸν ἑκατοντοεβδομηκονταπλάσιον ἐγγὺς τῆς γῆς ἀπέδειξαν κατὰ τὸ μέγεθος ποδιαῖον φαινόμενον διὰ τὴν ἀπόστασιν, ὡς, εἴ γε τὴν γῆν ἀπὸ τοῦ ἡλίου τις ἑώρα, τὸ ἑκατοστοεβδομηκοστὸν ἄν μέρος ἔχουσαν αὐτὴν τοῦ ποδιαίου διαστήματος ἐθεάσατο. εἰ δὲ καὶ τῶν ἀπλανῶν τινες μείζονες ὄντες τοῦ ἡλίου τοσούτῳ βραχύτεροι φαίνονται διὰ τὴν ἀπόστασιν, καὶ πρὸς τούτους ἡ γῆ παραβαλλομένη ἐλάχιστον ἂν ἐμφαίνοι τὸ μέγεθος. τῶν δὲ ἄλλων ἄστρων εἶπεν, ὅτι | καὶ τὴν γῆν ἓν τῶν ἄστρων συμβολικῶς ἔλεγον οἱ Πυθαγόρειοι. εἰ μέντοι πρὸς τὴν ἀπλανῆ τις ὅλην σφαῖραν παραβάλλοι τὴν γῆν, ὄντως ἀδιάστατος καὶ τοῦ κυρίως κέντρου λόγον ἔχουσα φανήσεται πρὸς αὐτήν. ἐναργὲς δὲ τοῦτο καὶ ἀπὸ τοῦ τὰ κέντρα τῶν πρὸς ἀστρονομίαν παραλαμβανομένων ὀργάνων τοῦ τε μετεωροσκόπου καὶ τῶν ἀστρολάβων ἐν παντὶ μέρει τῆς γῆς τιθέμενα τῷ κέντρῳ τοῦ παντὸς ἀναλογεῖν. Ἐπειδὴ δὲ τοὐ μέτρου τῆς γῆς ἐμνημόνευσεν ὁ Ἀριστοτέλης τετταράκοντα μυριάδων αὐτῆς λέγεσθαι τὴν περιφέρειαν εἰπών, καλῶς ἄν ἔχοι καὶ διὰ τοὺς ἀπιστοῦντας τῇ σοφίᾳ τῶν παλαιῶν ἀνδρῶν τὴν μέθοδον τῆς μετρήσεως συντόμως προσαναγράψαι. λαβόντες ἀπὸ διόπτρας δύο τῶν ἀπλανῶν ἀστέρων μοιριαῖον ἀλλήλων ἀπέχοντας διάστημα, τουτέστιτριαμέρος τοῦ μεγίστου ἐν τῇ ἀπλανεῖ κύκλου καὶ εὑρόντες ἀπὸ διόπτρας τόπους, οἷς κατὰ κορυφήν εἰσιν οἱ δύο ἀστέρες, καὶ τὸ μεταξὺ διάστημα διὰ ὁδομέτρου μετρήσαντες, πεντακοσίων ηὗρον αὐτὸ σταδίων· ἐξ οὗ συνάγεται, ὅτι ὁ μέγιστος τῶν ἐν τῇ γῇ κύκλων περίμετρον ἔχει μυριάδων δεκαοκτώ, ὡς ὁ Πτολεμαῖος ἐν τῇ Γεωγραφίᾳ ἀνελογίσατο. ἐπεὶ δὲ δείκνυται ὑπὸ Ἀρχιμήδους ἡ περίμετρος τοῦ κύκλου τριπλασίων τῆς διαμέτρου καὶ ἔτι ἑβδόμῳ μέρει αὐτῆς ὑπερέχουσα, ἔσται ἡ διάμετρος μυριάδων πέντε καὶ ἑπτακισχιλίων διακοσίων ἑβδομήκοντα τριῶν. δείκνυται δὲ πάλιν τὸ ὑπὸ τῆς διαμέτρου καὶ τοῦ τετάρτου μέρους τῆς περιμέτρου ἴσον τῷ ἐμβαδῷ τοῦ κύκλου, ὡς γίνεσθαι τὸ ἐπίπεδον τοῦ κύκλου μυιάδων διπλῶν ἐμβάδων εἴκοσι πέντε καὶ ἁπλῶν ἑπτακισχιλίων ἑπτακοσίων εἰκοσιοκτὼ καὶ ἔτι σταδίων πεντακισχιλίων. πάλιν δὲ δείκνυται, ὅτι ἡ ὅλη τῆς σφαίρας ἐπιφάνεια τετραπλασίων ἐστὶ τοῦ ἐμβαδοῦ τοῦ ἐν αὐτῇ μεγίστου κύκλου, ὡς συνάγεσθαι τὸ τῆς ἐπιφανείας μέγεθος σταδίων μυριάδων διπλῶν ἑκατὸν τριῶν καὶ <ἁπλῶν> ἐννακοσίων δεκατεσσάρων. ἵνα δὲ καὶ τὸ στερεὸν εὑρεθῇ τῆς γῆς μέγεθος, ὁ μέγιστος κύκλος ὁ ἔχων μυριάδας διπλᾶς εἴκοσι πέντε καὶ ἁπλᾶς ἑπτακισχιλίας ἑπτακοσίας ἑπτακοσίας καὶ ἔτι πεντακισχιλίας μονάδας πολλαπλασιάζεται ἐπὶ τὴν διάμετρον καὶ γίνεται κύλινδρος ὁ βάσιν μὲν ἔχων ἴσην τῷ μεγίστῳ κύκλῳ, ὕψος δὲ ἴσον τῇ διαμέτρῳ, μυριάδων τριπλῶν ἑκατὸν τεσσαράκοντα ἑπτὰ καὶ διπλῶν ἑξακισχιλίων ὀγδοήκοντα ὀκτὼ καὶ ἁπλῶν τετρακισχιλίων τριακοσίων ὀγδοήκοντα καὶ ἔτι πεντακισχιλίων μονάδων. καὶ ἐπειδὴ ὁ οὕτως ἔχων κύλινδρος ἡμιόλιός ἐστι τῆς σφαίρας, ἀφαιρῶ τούτων τὸ τρίτον καὶ τὸν καταλειπόμενον ἀριθμὸν ἔχω τοῦ στερεοῦ τῇς σφαίρας τῆς γῆς μυριάδων τριπλῶν ἐνενήκοντα ὀκτὼ καὶ διπλῶν τετρακισχιλίων ἑξήκοντα τριῶν καὶ ἁπλῶν ἑξακισχιλίων τετρακοσίων τεσσαράκοντα ἓξ καὶ ἔτι μονάδων | ἐννακισχιλίων πεντακοσίων τριῶν. πρὸς δὲ τὸ τοσοῦτον μέγεθος τῆς γῆς τὰ τῶν ὀρῶν ἀναστήματα οὐκ ἔστιν ἱκανὰ τὸ σφαιρικὸν αὐτῆς ἀφελέσθαι σχῆμα οὐδὲ τὰ μέτρα τὰ ὡς σφαιρικῆς οὔσης αὐτῆς συναχθέντα διαβάλλειν. ὁ γὰρ Ἐρατοσθένης τὴν ἀπὸ τῶν ὑψηλοτάτων ὀρῶν ἐπὶ τὰ χθαμαλώτατα πίπτουσαν κάθετον δείκνυσι διὰ τῶν ἐξ ἀποστημάτων μετρουσῶν διοπτρῶν σταδίων οὖσαν δέκα. Εἰ δὲ ὁ Ἀριστοτέλης τὸ τῆς περιφερείας τῆς γῆς μέγεθος εἰς τεσσαράκοντα μυριάδας συλλογίζεσθαι τοὺς μαθηματικούς φησι περιφέ|ρειαν πάντως τὴν ἐπιφάνειαν αὐτῆς λέγων, ἐπειδὴ μὴ προστέθεικε σταδίων εἶναι τοῦτο τὸ μέτρον, ἄδηλον, εἰ διαφωνεῖ πρὸς τὸν ὕστερον συλλογισθέντα τῆς ἐπιφανείας τῆς γῆς τῶν σταδίων ἀριθμόν. κἂν διαφωνῇ δέ, θαυμαστὸν οὐδέν. οὔπω γὰρ ηὕρητο τὰ ὑπὸ Ἀρχιμήδους πορισθέντα θεωρήματα πρὸς τὴν ἀκαμπῆ τοῦ προκειμένου κατάληψιν. μήποτε δὲ οὐδὲ ὁ Ἀριστοτέλης φαίνεται ὡς ἀκριβὲς τοῦτο τὸ μέτρον ἀποδεχόμενος, ἀλλὰ τοσοῦτον ἔλαβεν ἐξ αὐτοῦ μόνον, ὅτι οὐ λίαν ἐστὶ μεγάλη τοσούτων οὖσα μέτρων.

---

Simplicius, In Aristotelis quattuor libros de caelo commentaria, ed. J.L. Heiberg. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4013.tlg001.local001/.
