# In Aristotelis quattuor libros de caelo commentaria ΕΙΣ ΤΟ ΤΕΤΑΡΤΟΝ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΕΡΙ ΟΥΡΑΝΟΥ.1

Simplicius, In Aristotelis quattuor libros de caelo commentaria, ΕΙΣ ΤΟ ΤΕΤΑΡΤΟΝ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΕΡΙ ΟΥΡΑΝΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/simplicius/in-aristotelis-quattuor-libros-de-caelo-commentaria/%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%A4%CE%95%CE%A4%CE%91%CE%A1%CE%A4%CE%9F%CE%9D%20%CE%A4%CE%A9%CE%9D%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%9F%CE%A5%CE%A1%CE%91%CE%9D%CE%9F%CE%A5.1

Τὸν ὅλον σκοπὸν κατὰ τὴν περὶ οὐρανοῦ πραγματείαν ὁ Ἀριστοτέλης ἐνστησάμενος περὶ τῶν ἁπλῶν ἐν τῷ κόσμῳ σωμάτων διδάξαι τὸ μὲν πρῶτον ὅλον βιβλίον κοινῶς περὶ τοῦ κυκλοφορητικοῦ καὶ οὐρανίου σώματος ἐποιήσατο, τὸ δὲ δεύτερον περὶ τῶν τοῦ οὐρανοῦ μερῶν τῶν τε ὁλικωτέρων. φημὶ δὴ τῶν σφαιρίον, καὶ τῶν μερικωτέρων, τουτέστι τῶν ἐν αὐταῖς ἄστρων, ἐν δὲ τῷ τρίτῳ λοιπὸν περὶ τῶν ὑπὸ σελήνην ἁπλῶν σωμάτων τῶν εὐθυπορουμένων προθέμενος εἰπεῖν, ἅτινα καὶ στοιχεῖα πάντως ἐστί, καὶ δείξας, ὅτι οὔτε ἄπειρα τὸ πλῆθος οὔτε ἕν ἐστι ταῦτα ἀλλὰ πεπερασμένα μὲν τοῦ δὲ ἑνὸς πλείω, καὶ ὅτι οὐκ ἀίδια ἀλλὰ γενητὰ καὶ φθαρτά, καὶ ὅτι ἡ γένεσις αὐτοῖς οὐκ ἐξ ἀσωμάτου οὔτε ἐξ ἄλλου σώματος ἀλλ’ ἐξ ἀλλήλων, οὐκ ἐκκρίσει οὐδὲ μετασχηματισμῷ οὐδὲ τῇ εἰς τὰ ἐπίτεδα ἀναλύσει, ἀλλὰ κατὰ τὰς ποιότητας τριχῶς θεωρουμένας, ἡ κατὰ τὴν δύναμιν τὴν ἐνεργητικὴν ἢ κατὰ τὴν ἐνέργειαν τὴν κατὰ τὴν δύναμιν ἢ κατὰ τὸ πάθος τὸ κατὰ τὴν δύναμιν διὰ τῆς ἐνεργείας ἐγγινόμενον τῷ πάσχοντι, εἰκότως περὶ δυνάμεως καὶ ἐνεργείας καὶ πάθους τῶν κατὰ τὰς ποιότητας εἶπε χρῆναι ζητεῖν ὡς ἐκ τούτων γνωσομένων ἡμῶν τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως ἐκ δὲ τοῦ τρόπου, πόσα τε καὶ τίνα τὰ στοιχεῖά ἐστιν, εὑρισκόντων. ὥσπερ δὲ τὸ πρῶτον τῶν ἁπλῶν σωμάτων ἀπὸ τῆς κυκλοφορητικῆς ηὗρε κινήσεως, οὕτως τὰ λοιπὰ ἀπὸ τῆς κατ’ εὐθεῖαν ἀνιχνεύει· προσήκει γὰρ τῷ φυσικῷ τὸ ἀπὸ τῶν κινήσεων εὑρίσκειν τὰ φυαικὰ πράγματα, διότι ἡ φύσις ἀρχὴ κινήσεως | ἐστιν. ἐπειδὴ οὖν ἡ κατ’ εὐθεῖαν φυσικὴ κίνησις κατὰ τὴν τοῦ βαρέος καὶ κούφου δύναμιν ὑπάρχει τοῖς φυσικοῖς, περὶ βαρέος καὶ κούφου πρῶτον προτίθεται ζητεῖν ὡς κατὰ ταῦτα μάλιστα εἰδοποιουμένων τῶν ὑπὸ σελήνην ἁπλῶν σωμάτων τῶν ἐπ’ εὐθείας κινουμένων καὶ γενητῶν καὶ τὴν γένεσιν ἐξ ἀλλήλων ἐχόντων, κἀν ὦσι πολλαὶ καὶ ἄλλαι δυνάμεις ἐν αὐτοῖς καὶ πάθη καὶ ἐνέργειαι· καὶ γὰρ κατὰ θερμότητα καὶ ξηρότητα καὶ μάνωσιν καὶ τὰ τούτοις ἐναντία καὶ ἄλλα τοιαῦτα. τινὲς δὲ τῇ εἰρημένῃ τῶν λόγων ἀκολουθίᾳ μὴ προσεσχηκότες νοθεύειν τοῦτο τὸ βιβλίον ἐτόλμησαν ὡς οὐ προσῆκον τοῖς περὶ οὐρανοῦ σκέμμασιν, ἀλλ’, εἴπερ ἄρα, τοῖς περὶ γενέσεως καὶ φθορᾶς. εἴρηται δέ, ὅτι τοῖς ὑπὸ σελήνην ἁπλοῖς σώμασιν οἰκειότατα τὸ βαρὺ καὶ κοῦφον, καὶ μέντοι, ὅτι τοῖς οὐρανίοις οὐ προσήκει ταῦτα, ἀκριβέστερον εἰσόμεθα νῦν· διὸ καὶ αὐτὸς κατ’ ἀρχὰς τοῦ πρώτου βιβλίου “δεῖ, φησίν, ὑποθέσθαι, τί λέγομεν τὸ βαρὺ καὶ τὸ κοῦφον, νῦν μὲν ἱκανῶς ὡς πρὸς τὴν παροῦσαν χρείαν, ἀκριβέστερον δὲ πάλιν, ὅταν ἐπισκοπῶμεν περὶ τῆς οὐσίας αὐτῶν’’ εἰς τούτους ὑπερτιθέμενος τοὺς λόγους. διελὼν οὖν ἐν ἀρχῇ τό τε ἁπλῶς βαρὺ καὶ κοῦφον καὶ τὰ πρὸς ἄλλα λεγόμενα καὶ τὴν διαφορὰν αὐτῶν παραδοὺς ἐφεξῆς τὰς περὶ βαρέος καὶ κούφου δόξας τῶν προτέρων ἱστορεῖ καὶ δείκνυσιν, ὅτι οὐδεὶς ἐκείνων περὶ τοῦ ἁπλῶς βαρέος καὶ κούφου τὸν λόγον ἐποιήσατο ἀλλὰ περὶ τῶν πρὸς ἕτερον. καὶ τρίτον αὐτῷ κεφάλαιόν ἐστιν, ἐν ᾧ διορίζει, διὰ τί τὰ μὲν ἄνω φέρεται τὰ δὲ κάτω | τῶν σωμάτων ἀεὶ κατὰ φύσιν τὰ δὲ καὶ ἄνω καὶ κάτω. κοινὴν δὲ αἰτίαν ἀποδοὺς ἐν τῷ τετάρτῳ λοιπὸν κεφαλαίῳ τὴν διαφορὰν παραδίδωσι τῶν ἄκρων στοιχείων τοῦ τε πυρὸς καὶ τῆς γῆς πρὸς τὸν ἀέρα καὶ τὸ ὕδωρ. πέμπτον, ὅτι ἀπλῶς μὲν βαρὺ ἡ γῆ ἁπλῶς δὲ κοῦφον τὸ πῦρ, δείκνυσιν ὑποθέμενος ὡρισμένον εἶναι τὸ μέσον. ἕκτον, ὅτι ἐστὶ τὸ μέσον ὡρισμένον, δείκνυσιν, ἐκ τούτου δέ, ὅτι καὶ τὸ ἔσχατον καὶ διὰ ταῦτα τὰ ἄκρα τῶν στοιχείων τό τε ἁπλῶς κοῦφον καὶ τὸ ἁπλῶς βαρύ, ταὐτὸν δὲ εἰπεῖν πῦρ καὶ γῆ. ἕβδομον ὅτι ἔστιν καὶ τὰ μεταξὺ ἀὴρ καὶ ὕδωρ, ὧν ἑκάτερον πῆ μὲν κοῦφον πῆ δὲ βαρύ ἐστιν. ὄγδοον, ὅτι τὸ μὲν πῦρ οὐδαμῶς ἔχει βαρύτητα, ἡ δὲ γῆ οὐδαμῶς ἔχει κουφότητα, τὰ δὲ μέσα ἐν μὲν τοῖς οἰκείοις τόποις καὶ τοῖς τῶν ὑποκειμένων βαρύτητα μὲν ἔχει, κουφότητα δὲ οὐκ ἔχει. ἔνατον, ὅτι τὰ τέσσαρα στοιχεῖα οἰκείαις διενήνοχε διαφοραῖς ὕλης καὶ οὐ σύγκειται τὰ μέσα ἐκ τῶν ἄκρων. p. 307b28 Περὶ δὲ βαρέος καὶ κούφου ἕως τοῦ οὕτω καὶ τὸ φαινόμενον ἡμῖν εἴπωμεν περὶ αὐτῶν. Βαρύτης καὶ κουφότης οἰκειότεραι τῶν ἄλλων ποιοτήτων εἰσὶ τοῖς φυσικοῖς σώμασιν διότι κατὰ ταύτας αἱ φυσικαὶ γίνονται κινήσεις, καθ’ ἃς εἰδοποιεῖται τὰ φυσικὰ σώματα ἀναγκαῖος δὲ καὶ ἄλλως ὁ περὶ τούτων λόγος, ὅτι δι’ αὐτῶν ἐν τοῖς φθάσασιν· ἔδειξεν ἀδύνατον εἶναι τὸ ἐκ στιγμῶν καὶ γραμμῶν καὶ ἐπιπέδων τὴν γένεσιν τῶν φυσικῶν εἶναι σωμάτων, εἴπερ ἀνάγκη μὲν ἕκαστον τῶν φυσικῶν σωμάτων ἢ βαρὺ ἢ κοῦφον εἶναι, μηδὲν δὲ δύνασθαι ἐξ ἐκείνων τοιοῦτον γενέσθαι· ἔδειξε δὲ καί, ὅτι οὐδὲν οἷόν τε σῶμα κινηθῆναι ἐπ’ εὐθείας μὴ ἔχον κουφότητα ἢ βαρύτητα. ἀλλὰ καὶ ἐν τῷ πρώτῳ βιβλίῳ τούτοις ἐχρήσατο καὶ τὸν οὐρανὸν δεικνὺς κουφότητος καὶ βαρύτητος ἐξῃρημένον, καὶ ὅτι μὴ ἔστιν ἄπειρον σῶμα, διὰ τούτων ἐδείκνυτο. πολλαχοῦ οὖν Χρησάμενος αὐτοῖς εἰκότως καὶ διὰ τοῦτο τὸν ἀκριβῆ περὶ αὐτῶν ἀποδίδωσι λόγον γῦν εἰς τοῦτον αὐτὸν ὑπερθέμενος τὸν καιρόν. καὶ ἄλλως δὲ ἀναγκαῖος ὁ περὶ αὐτῶν λόγος διὰ τὸ ἀμφιδοξεῖν τοὺς φυσικοὺς περὶ αὐτῶν καὶ μὴ συμφώνους ἀλλήλοις τοὺς περὶ αὐτῶν ἀποδιδόναι λόγους. αὐτὸς δὲ καὶ προσεχεστέραν ἀποδίδωσιν αἰτίαν τῆς τοῦδε τοῦ λόγου χρείας, ὅτι ἡ περὶ αὐτῶν θεωρία οἰκεία ἐστὶ τοῖς περὶ κινήσεως λόγοις, ὡς μὲν ὁ Ἀλέξανδρος λέγει, τοῖς περὶ φύσεως· ἡ γὰρ φύσις κινήσεως ἀρχή, φυσικὴ δὲ ἡ πραγματεία· μήποτε δὲ προσεχέστερον εἰπεῖν τοῖς ἐκ τῶν κινήσεων καὶ τὰ ὑπὸ σελήνην εὑρίσκουσιν ἁπλᾶ σώματα, ὥσπερ καὶ τὸ οὐράνιον. Ζητεῖ δέ, τί τέ ἐστιν ἑκάτερον καὶ τίς ἡ φύσις αὐτῶν, τουτέστι κατὰ τὴν | φύσιν αὐτῶν ζητεῖν παρακελευόμενος. βαρὺ δὲ καὶ κοῦφον τὰ σώματα λέγει τὰ βαρύτητα καὶ κουφότητα ἔχοντα, ἅπερ δυνάμεις καλεῖ· διὸ καὶ ἐπήγαγεν καὶ διὰ τίνα αἰτίαν τὰ βαρέα καὶ καῦφα τὰς δυνάμεις ἔχουσι ταύτας. τοῦτο δὲ ἐν τοῖς Περὶ γενέσεως καὶ φθοράς ἀποδώσει, ὥσπερ καὶ τὰ περὶ τῶν ἄλλων παθῶν καὶ τοῦ τρόπου τῆς ἐξ ἀλλήλων γενέσεως τῶν τεσσάρων στοιχείων ἅμα μὲν συνεχοῦς ἅμα δὲ διακεκριμένης οὔσης τῆς πραγματείας ἐκείνης πρὸς ταύτην. ὅτι δὲ οἰκείως ἔχει πρὸς κίνησιν τὸ βαρὺ καὶ κοῦφον, ἔδειξε διὰ τοῦ βαρὺ καὶ κοῦφον οὐ κατ’ ἄλλο τι λέγεσθαι, ἀλλὰ καθ’ ὅσον τὸ μὲν πρὸς τὸ μέσον κινεῖται τὸ δὲ ἀπὸ τοῦ μέσου. Ἐπέστησε δὲ καλῶς, ὅτι τὰ μὲν μετέχοντα βαρὺ καὶ κοῦφον καλεῖται καὶ αἰ δυνάμεις βαρύτης καὶ κουφότης, τῖς δὲ ἐνεργείαις οὐ κεῖται ὄνομα, ὡς ἐπὶ τῆς θερμότητος θέρμανσις ἡ ἐνέργεια καὶ τῆς οἰκοδομικῆς ἡ οἰκοδόμησις, πλὴν εἴ τις, φησίν, οἴοιτο τὴν ῥοπὴν κοινῷ ὀνόματι δηλοῦν τήν τε τῆς βαρύτητος καὶ τῆς κουφότητος ἐνέργειαν. ἐπειδὴ δέ, φησίν, ἡ μὲν φυσικὴ πραγματεία περὶ κίνησίν ἐστιν· ἀρχὴ γὰρ κινήσεως ἡ φύσις καὶ ἀρχὴ οὕτως ὡς ἐν τῷ κινεῖσθαι θεωρουμένη· τὸ δὲ βαρὺ καὶ κοῦφον σῶμα, καθ’ ὃ τοιαύτα, ζωῆς ἔχει τινὰ ἐμπυρεύματα τὴν βαρύτητα καὶ τὴν κουφότητα κινήσεως ἀρχὰς οὔσας· ζωὴ γάρ τίς ἐστε τοῖς φύσει συνε. στῶσιν ἡ τῆς κινήσεως ἀρχή, ὡς αὐτὸς ἐν ἄλλοις εἶπε· διὰ τοῦτο οἱ φυσικοὶ πάντες χρῶνται μὲν ταῖς δυνάμεσι τῶν βαρέων καὶ κούφων, τουτέστι τῇ βαρύτητι καὶ τῇ κουφότητι, οὐ μὴν διωρίκασί γε περὶ αὐτῶν πλὴν ὀλίγων, τίνες τέ εἰσιν αἱ δυνάμεις, καὶ διὰ τίνα αἰτίαν τὰς δυνάμεις ταύτας ἔχει τὰ φυσικὰ σώματα. εἰ δὲ ταύτας τὰς δυνάμεις λέγει τὴν κουφότητα καὶ τὴν βαρύτητα καὶ οὐχὶ τὰ σώματα, τὸ ἔχειν ἀντὶ τοῦ εἶναι εἴρηται, ὅτι ταῦτα ζώπυρα ἄττα κινήσεως ἐστιν ἐν τοῖς ἔχουσιν, ὥστε, κἄν περὶ τῶν σωμάτων εἴρηται τὸ ταῦτα κἄν περὶ τῶν δυνάμεων, τὰ ζώπυρα αἱ δυνάμεις εἰσί· δηλοῖ δὲ καὶ τὸ ἐπαχθέν, ὅτι πάντες χρῶνται ταῖς δυνάμεσιν αὐτῶν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· ἡ φυσικὴ πραγματεία περὶ κινήσεως ἀρχήν· περὶ γὰρ φύσιν, ἥτις ἐστὶ κινήσεως ἀρχή · κινήσεως δὲ ἀρχὴ καὶ ζώπυρα βαρύτης καὶ κουφότης· ἡ φυσικὴ ἄρ πραγματεία περὶ βαρύτητα καὶ κουφότητα ἔσται, καὶ οἱ φυσικοὶ περὶ τούτων ἐροῦσιν. εἰ οὖν καὶ ἀναγκαία τοῖς φυσικοῖς ἡ περὶ τούτων θεωρία, καὶ μὴ τελέως διωρίκασι περὶ αὐτῶν, χρήσιμος ἄν εἴη ὁ περὶ αὐτῶν λόγος. ἰδόντες οὖν, φησί, πρῶτον, ὥσπερ ἔθος ἡμῖν, τὰ παρὰ τῶν ἄλλων περὶ αὐτῶν εἰρημένα καὶ ἐκ διαιρέσεως τὰς πρὸς τὸν λόγον ἀπορίας ἐκθέμενοι οὕτω καὶ τὸ φαινόμενον ἡμῖν περὶ ἀυτῶν εἴπωμεν. p. 308a7 Λέγεται δὴ τὸ μὲν ἀπλῶς βαρὺ καὶ κοῦφον ἕως τοῦ κάτω φέρεται θάτερον φύσει θᾶττον. Διαιρεῖ πρῶτον τὸ βαρὺ καὶ κοῦφον εἴς τε τὰ ἁπλῶς λεγόμενα τοιαῦτα καὶ εἰς τὰ πρὸς ἕτερον, ἅπερ κατὰ σύγκρισιν λέγεται, ὡς ὅταν ἀμφοῖν ἐχόντων βάρος καὶ τοῦ χαλκοῦ καὶ τοῦ ξύλου τὸ μὲν βαρύτερον λέγωμεν τὸν χαλκὸν τὸ δὲ κουφότερον τὸ ξύλον, πρὸς σύγκρισιν αὐτὸ τοῦ βαρυτέρου κουφότερον λέγοντες καίτοι καθ’ αὑτὸ βάρος ἔχον. διελὼν δὲ οὕτω περὶ μὲν τῶν ἁπλῶς βαρέων καὶ κούφων οὐδὲν εἰρῆσθαι παρὰ τῶν προτέρων φησίν, ἀλλὰ περὶ μόνων τῶν πρὸς ἕτερον. οὐ γάρ, τί ἔστι τὸ βαρὺ καὶ τί τὸ κοῦφον, λέγουσιν· οὕτω γὰρ ἂν τὺ ἀπλῶς ἀπεδίδοσαν· ἀλλὰ τί τὸ βαρύτερον καὶ κουφότερον, ἀμφότερα ἐν τοῖς βάρος ἔχουσι θεωροῦντες. καὶ τοῦτο ἑαυτοῖς ἀκολούθως, ἐπειδὴ πᾶν σῶμα βάρος ἔχειν ἐνόμιζον, ἄλλο δὲ ἄλλου βαρύτερον ὡς μᾶλλον ὑφιζάνον, καὶ τό γε ἧττον βαρὺ καὶ κουφότερον ἐκάλουν ἀραιότερον ὑπάρχον καὶ ἐπιπολάζον καὶ τὸ μάλιστα ἀραιὸν κοῦφον. βουλόμενος δὲ δεῖξαι, καὶ ὅτι ἄλλα μὲν τὰ ἀπλῶς βαρέα καὶ κοῦφα, ἄλλα δὲ τὰ κατὰ σύγκρισιν, καὶ τίνα ἑκάτερα, καὶ ὅτι περὶ μὲν τῶν ἀπλῶς οὐδὲν εἰρήκασιν οἱ πρότεροι περὶ μόνων δὲ τῶν πρὸς ἕτερον, ἐκ τῆς ἐναργείας λαμβάνει, ὅτι τὰ μὲν τῶν σωμάτων ἀεὶ πέφυκεν ἀπὸ τοῦ μέσου φέρεσθαι τὰ δὲ ἀεὶ πρὸς τὸ μέσον. καὶ τοῦτο μὲν ἐναργὲς καὶ κοινὸν ὁμολόγημα, τὰ δὲ ἐφεξῆς λοιπὸν ὡς αὑτῶ δοκοῦντα νὺν μὲν ἀποφαίνεται, ὕστερον δὲ ἀποδεικνύναι πειράσεται. τούτων γάρ, φησί, τῶν εἰρημένων τὰ μὲν ἀπὸ τοῦ μέσου φερόμενα ἄνω λέγομεν ἡμεῖς φέρεσθαι, κάτω δὲ τὰ πρὸς τὸ μέσον, καὶ ἀπλῶς μὲν κοῦφον λέγομεν τὸ ἄνω φερόμενον καὶ πρὸς τὸ ἔσχατον βαρὺ δὲ ἁπλῶς τὸ ἀπλῶς κάτω καὶ πρὸς τὸ μέσον. πρὸς ἄλλο δέ, φησί, κοῦφον, ὃ καὶ κουφότερον καλεῖται, τοῦτό ἐστιν, ὃ δυοῖν ἐχόντων βάρος ἢ μᾶλλον κουφότητα καὶ τῶν ὄγκων ἴσων ὄντων τὸ ἕτερον θᾶττον τοὐ ἑτέρου ἄνω φέρεται κατὰ φύσιν, βαρύτερον δέ, ὅταν βάρος ἀμφοῖν ἐχόντων καὶ ὄγκον ἴσον τὸ ἕτερον θᾶττον φέρηται 〈κάτω〉 κατὰ φύσιν. αὐτὸς δὲ τὸ κουφότερον ὡς πρὸς τὸ βαρύτερον λεγόμενον ἀποδέδωκεν ὡς τὸ μεῖζον πρὸς τὸ ἔλαττον. εἰκότως δὲ προσέθηκε τὸ καὶ τὸν ὄγκον ἴσον· εἰ γὰρ ἀνίσους ὄγκους ἔχει, δύναται τὸ βαρύτερόν τινος τῇ αὑτοῦ φύσει μὴ θάττον ἀλλὰ βραδύτερον καταφέρεσθαι διὰ τὸ ἔλαττον εἶναι, καὶ οὕτως οὐδὲ τὸ τῇ αὑτοῦ φύσει κουφότερον ἔτι κουφότερον έσται. Τὸ μὲν οὖν ἑξῆς τοῦ λόγου τοιοῦτόν ἐστιν· εἰπὼν δέ, τί μὲν τὸ ἄνω αὐτὸς οἴεται τί δὲ τὸ κάτω, ἀντιλέγει μεταξὺ πρὸς τοὺς μὴ νομίζοντας εἶναί τι ἐν τῷ κόσμῳ τὸ μὲν ἄνω τὸ δὲ κάτω. ταύτης δὲ | γεγόνασιν τῆς δόξης Ἀναξίμανδρος καὶ Δημόκριτος διὰ τὸ ἄπειρον ὑποτίθεσθαι τὸ πᾶν· ἐν γὰρ τῷ ἀπείρῳ οὐδέν ἐστιν ἄνω ἢ κάτω φύσει· ὅροι γὰρ ταῦτα καὶ πέρατα διαστάσεως. ἄλλοι δέ, ὧν καὶ ὁ παρὰ Πλάτωνι Τίμαιος, πρὸς ὃν μάλιστα ἀποτείνεται, οὐκ ἀξιοῦσιν ἐν τῷ κόσμῳ εἶναι τὸ μὲν ἄνω τὸ δὲ κάτω διὰ τὴν ὁμοιότητα· τῆς δὲ ὁμοιότητος σημεῖον ἔλεγον τὸ δύνασυαι κατὰ πάντα τὰ μέρη τῆς γῆς ἀντίποδά τινα αὐτὸν ἑαυτῷ γενέσθαι. ἔνθα γὰρ ἄν τις ᾖ, οἷόν τε πάλιν πρὸς τοῦτον τὸν τόπον ἀντίποδα γενέσθαι· τί οὗν μᾶλλον τὸ ὑπὸ πόδας ἡμῶν κάτω πᾶν ἐστιν ἄχρι τοῦ οὐρανοῦ καὶ τὸ ὑπὲρ κεφαλῆς ἄνω ἢ τὸ ἐν τοῖς ἀντίποσιν; εἰ δὲ τὸ αὐτὸ ἄνω καὶ κάτω διὰ τὴν ὁμοιότητα, οὐκ ἂν εἴη τὸ μὲν τι ἄνω τὸ δε κάτω τῇ αὐτοῦ φύσει ἀφωρισμένως ἐν τῷ κόσμῳ. ἐκεῖνοι μὲν οὖν οὕτως ἀνῄρουν τὸ ἄνω καὶ τὸ κάτω· ἡμεῖς δέ, φησίν, ἐπειδή ἐστι τοῦ κόσμου τὸ μὲν ἔσχατον τὸ δὲ μέσον, τὸ μὲν ἔσχατον ἄνω λέγομεν, ὡς καὶ τῇ θέσει ἄνω· μετέωρον γάρ· καὶ τῇ φύσει πρῶτον· τὸ γὰρ ἄνω τοῦ κάτω τῇ φύσει πρότερον ὡς τὸ δεξιὸν τοῦ ἀριστεροῦ. τὸ δὲ μέσον, φησί, κάτω λέγομεν, ὥσπερ καὶ οἱ πολλοὶ λέγουσι, κἀν ἀπολείπωνται τῆς ἀληθείας ἐκεῖνοι μὴ νομίζοντες σφαῖραν εἶναι τὸν οὐρανόν, ἀλλὰ μόνον τὸ ὑπὲρ ἡμᾶς ἡμισφαίριον, ὃ καὶ ὁρῶσιν· ὡς, εἴ γε προσεννοήσουσι καὶ κύκλῳ τοιοῦτον εἶναι καὶ τὸ μέσον ὁμοίως ἔχειν πρὸς ἅπαν, τὸ μὲν ἔσχατον πᾶν ἀκῶ φήσουσιν εἶναι τὸ δὲ μέσον κάτω· νὺν γὰρ οὔτε τὸ ἔσχατον ἴσασι τελείως οὔτε τὴν γῆν μέσον νομίζουσι, καίτοι κάτω λέγοντες αὐτήν. εἰ οὖν διὰ τὴν ὁμοιότητα οὐκ ἐνόμιζον ἐν τῷ παντὶ εἶναι τὸ ἄνω καὶ τὸ κάτω, δεδειγμένης διαφορᾶς τοῦ ἐσχάτου πρὸς τὸ μέσον τί κωλύει τὸ μὲν ἄνω εἶναι τὸ δὲ κάτω ; Ταδτα τοῦ Ἀριστοτέλους εἰπόντος, ὅτι μὲν ἀπὸ τῆς τῶν πολλῶν εΐληπται συνηθείας, ἣν οὐ βούλεται ξενίζειν Ἀριστοτέλης, πρόδηλον ἐκ τῶν εἰρημένων· ὁ δὲ Πλάτων τῆς τῶν πολλῶν συνηθείας καταφρονήσας σφαιρικοῦ ὄντος τοῦ κόσμου οὐκ ἀξιοῖ τὸ μὲν ἄνω λέγειν αὐτοῦ τὸ δὲ κάτω, ἀλλὰ τὸ μὲν πέριξ τὸ δὲ μέσον. καὶ γὰρ τὸ μὲν πέριξ συννεύει πρὸς τὸ κέντρον ὡς πρὸς ἀρχὴν καὶ περιχορεύει τὸ μέσον, τὸ δὲ ἄνω τῷ κάτω ἐναντίον ὑπάρχον οὐκ ἄν συννεύοι πρὸς τὸ ἐναντίον οὐδὲ περὶ τὸ ἐναντίον ἀλλ’ ἀπὸ τοῦ ἐναντίου μᾶλλον ἄν κινοῖτο· φεύγει γὰρ αὐτὸ τῇ φύσει κεχωρισμένον. ἔτι δέ, εἰ τὸ ἄνω καὶ τὸ κάτω πλεῖστον ἐν τῷ μήκει διέστηκεν, ἐν δὲ τῇ σφαίρᾳ τὰ πέρατα τῆς διμέτρου τὴν πλείστην ἔχει διάγεγόνασι στάσιν, οὐκ ἄν εἴη τὸ μὲν πέριξ ἄνω τὸ δὲ μέσον κάτω. ὅλως δὲ τὸ ἄνω καὶ τὸ κάτω τῆς κατ’ εὐθὺ διαστάσεως ἐστι πέρατα ἀλλ’ οὐ τῆς σφαιρικῆς, διὸ καὶ ὡς πρὸς ἡμάς νοεῖται ὄρθιον ἔχοντας τὸ σχῆμα, καὶ τὸ βαρὺ καὶ κοῦφον ὡς πρὸς ἡμᾶς ἀποδόντες ὠνόμασαν, βαρὺ μὲν λέγοντες τὸ ἐπὶ τὴν βάσιν ἡμῶν ὀροῦον κοῦφον δὲ τὸ ἐπὶ τὴν κορυφὴν ἰόν. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης κατὰ τὴν θέσιν ἄνω τὸ ἔσχατον εἰπὼν πόθεν ἄλλοθεν ἢ ἀπὸ τῆς πρὸς ἡμάς παραβολῆς οὕτως ὠνόμασεν, ὥσπερ καὶ οἱ πολλοί; καὶ τὸ τῇ φύσει δὲ πρῶτον οὐκ ἀναγκάζει τὸ εἶναι, εἰ μή τις τὸ μέσον κάτω δείξειεν ὄν· καὶ γὰρ ἀρκεῖ τῷ πέριξ τὸ τῇ φύσει πρότερον, ὥσπερ κατ’ ἄλλο τι τῷ μέσῳ. Κάλως δὲ ἄν ἔχοι καὶ τὴν τοῦ Πλάτωνος παραθέσθαι ῥῆσιν, ἐν ᾗ τὸ ἄνω καὶ τὸ κάτω τοῦ παντὸς ἀποφάσκει· “τοῦ γὰρ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος, ὅσα μὲν ἀφεστῶτα ἴσον τοῦ μέσου γέγονεν ἔσχατα, ὁμοίως αὐτὰ χρὴ ἔσχατα πεφυκέναι, τὸ δὲ μέσον τὰ αὐτὰ μέτρα τῶν ἐσχάτων ἀφεστηκὸς ἐν τῷ καταντικρὺ νομίζειν δεῖ πάντων εἶναι. τοῦ δὴ κόσμου ταύτῃ πεφυκότος τί τῶν εἰρημένων ἄνω τις ἢ κάτω τιθέμενος οὐκ ἐν δίκῃ δόξει τὸ μηδὲν προσῆκον ὄνομα λέγειν; ὁ μὲν γὰρ μέσος ἐν αὐτῷ τόπος οὔτε κάτω πεφυκὼς οὔτε ἄνω λέγεσθαι δίκαιος ἀλλ’ αὐτὸ ἐν μέσῳ· ὁ δὲ πέριξ οὔτε δὴ μέσος οὕτε ἔχων διάφορον αὑτοῦ μέρος ἕτερον θατέρου μᾶλλον πρὸς τὸ μέσον ἤ τι τῶν καταντικρύ τοῦ δὲ ὁμοίως πάντῃ πεφυκότος ποῖά τις ἐπιφέρων ὀνόματα αὐτῷ ἐναντία καὶ πῆ καλῶς ἄν ἡγοῖτο λέγειν; εἰ γάρ τυ καὶ στερεὸν εἴη κατὰ μέσον τοῦ παντὸς ἰσοπαλές, εἰς οὐδὲν ἄν ποτε τῶν ἐσχάτων ἐνεχθείη διὰ τὴν πάντη ὁμοιότητα αὐτῶν· ἀλλ’ εἰ καὶ περὶ αὐτὸ πορεύοιτό τις ἐν κύκλῳ, πολλάκις ἄν στὰς ἀντίπους ταὐτὸν αὐτοῦ κάτω καὶ ἄνω προσείποι’’. ταῦτα μὲν οὖν περὶ τοῦ ἄνω καὶ τοῦ κάτω τοῦ Πλάτωνος δόγματα· βάρος δὲ πάντα μὲν τὰ στοιχεῖά φησιν ἔχειν, οὐχ οὕτω δὲ ὡς πάντων πρὸς τὸ κέντρον φερομένων καὶ τῶν μὲν βαρυτέρων ὑφιζανόντων τῶν δὲ ἧττον βαρέων ἐξωθουμένων καὶ ἐπιπολαζόντων ἐκείνοις καὶ διὰ τοῦτο κούφων λεγομένων, ἀλλ’ ὡς πάντων τὴν μὲν ἐπὶ τὸν οἰκεῖον τόπον φορὰν διὰ βαρύτητα ἐχόντων· ἄγει γὰρ ἡ ἔφεσις ἕκαστον πρὸς τὸ συγγενές, ἡ δὲ ἀγωγὴ διὰ βαρύτητος· καὶ ἡ ἐν τῷ οἰκείῳ τόπῳ μονὴ διὰ ταύτης ὑπάρχει τῆς δυνάμεως. διὸ καὶ τὸ πῦρ βαρύ φησιν ὥσπερ καὶ τὴν γῆν, καὶ μένειν ἑκάτερον ἐν τῷ οἰκείῳ τόπῳ διὰ τὴν ἑαυτοῦ βαρύτητα, ἀποσπᾶσθαι δὲ ἐκ τοῦ οἰκείου, καθ’ ὅσον κοῦφόν ἐστι· διὸ τοῖς μὲν ὅλοις βαρύτητα μόνον ὑπάρχειν· οὐ γὰρ ἐξίστανται τῶν οἰκείων τόπων οὐδὲ ἀποσπῶνται· τοῖς δὲ μέρεσι καὶ κουφότητα, καθ’ ἣν καὶ ἐπὶ τοὺς παρὰ φύσιν τόπους μεταπίπτειν πεφύκασιν. ὥσπερ δὲ Ἀριστοτέλης ἀπὸ τοῦ βαρέος καὶ κούφου τὸ ἄνω καὶ τὸ κάτω διώρισε καὶ ἀπὸ τούτων ἐκεῖνα, οὕτω καὶ ὁ Πλατῶν διὰ τὴν περὶ τὸ βαρὺ καὶ κοῦφον ψευδοδοξίαν καὶ τὸ ἄνω καὶ τὸ κάτω ἐπὶ τοῦ παντὸς ψευδῶς ὑπολαμβάνεσθαί φησιν. γράφει δὲ ἐφεξῆς τοῖς πρότερον | ἐκτεθεῖσι τάδε· “τὸ μὲν γὰρ ὅλον, καθάπερ εἴρηται νῦν δή, σφαιροειδὲς ὂν τόπον τινὰ κάτω τὸν δὲ ἄνω λέγειν οὐκ ἔμφρονος· ὅθεν δὲ ὠνομάσθη ταῦτα καὶ ἐν οἷς ὄντα εἰθίσμεθα δι’ ἐκεῖνα καὶ τὸν οὐρανὸν ὅλον οὕτω διαιρούμενοι λέγειν, ταῦτα ταῦτα διομολογητέον ὑποθεμένοις τάδε ἡμῖν. εἴ τις ἐν τῷ τοῦ παντὸς τόπῳ, καθ’ ὃν ἡ τοῦ πυρὸς εἴληχε μάλιστα φύσις, οὗ καὶ πλεῖστον ἂν ὴθροισμένον εἴη πρὸς ὃ φέρεται, ἐπεμβὰς ἐπ’ ἐκεῖνο καὶ δύναμιν εἰς τοῦτο ἔχων μέρη τοῦ πυρὸς ἀφαιρῶν ἱσταίη τιθεὶς εἰς πλάστιγγας αἴρων τὸν ζυγὸν καὶ τὸ πῦρ ἕλκων εἰς ἀνόμοιον ἀέρα βιαζόμενος, δῆλον, ὡς τοὔλαττόν που τοῦ μείζονος ῥᾷον βιᾶται· ῥώμῃ γὰρ μιᾷ δυοῖν ἅμα μετεωριςομένοιν τὸ μὲν ἔλαττον μᾶλλον τὸ δὲ πλέον ἧττον ἀνάγκη που κατατεινόμενον ξυνέπεσθαι τῇ βίᾳ, καὶ τὸ μὲν πολὺ βαρὺ καὶ κάτω φερόμενον κληθῆναι τὸ δὲ σμικρὸν ἐλαφρὸν καὶ ἄνω. ταὐτὸν δὴ τοῦτο δεῖ φωρᾶσαι δρῶντας ἡμᾶς περὶ τόνδε τὸν τόπον. ἐπὶ γὰρ γῆς βεβῶτες γεώδη γένη διιστάμενοι καὶ γῆν ἐνίοτε αὐτὴν ἕλκομεν εἰς ἀνόμοιον ἀέρα βίᾳ καὶ παρὰ φύσιν ἀμφότερα τοῦ ξυγγενοῦς ἀντεχόμενα. τὸ δὲ σμικρότερον ῥᾷον τοῦ μείζονος βιαζομένοις εἰς τὸ ἀνόμοιον πρότερον ξυνέπεται· κοῦφον οὖν αὐτὸ προσειρήκαμεν καὶ τὸν τόπον, εἰς ὃν βιαζόμεθα, ἄνω, τὸ δὲ ἐναντίον τούτοις πάθος βαρὺ καὶ κάτω’’ . εἶτα μετ’ ὀλίγα συμπεραινόμενος τὰ εἰρημένα ἐπάγει · “τόδε γε μὴν ἕν τι διανοητέον περὶ πάντων αὐτῶν, ὡς ἡ μὲν πρὸς τὸ ξυγγενὲς ὁδὸς ἑκάστοις οὖσα βαρὺ μὲν τὸ φερόμενον ποιεῖ, τὸν δὲ τόπον, εἰς ὃν τὸ τοιοῦτον φέρεται, κάτω, τὰ δὲ τούτοις ἔχοντα ὡς ἑτέρως θάτερα.’’ p. 308a34 Τῶν δὴ πρότερον ἐλθόντων ἐπὶ τὴν περὶ τού των σκέψιν ἔως τοῦ οἱ μὲν οὖν τοῦτον τὸν τρόπον περὶ βαρέος καὶ κούφου οιωρισαν. Εἰπών, τίνα ἐστὶ τά τε ἁπλῶς βαρέα καὶ κοῦφα καὶ τίνα τὰ πρὸς ἕτερον λεγόμενα, νῦν ὡς ἐπὶ δήλοις ἐπάγει τοῦτο, ὃ πρότερον εἶπεν, ὅτι περὶ μὲν τῶν ἀπλῶς οὐδὲν εἴρηται παρὰ τοῖς προτέροις, περὶ δὲ τῶν πρὸς ἕτερον μόνον, ἅπερ ἐν τοῖς βάρος ἔχουσι θεωρεῖται, ἀλλὰ μᾶλλόν τε καὶ ἧττον, ὡς τὸ ἧττον βαρὺ κοῦφον καὶ κουφότερον λέγεσθαι. οὕτω δέ, φησί, τὸ πρός τι βαρὺ καὶ πρός τι κοῦφον διελόντες ἀπ’ ἀλλήλων οἴονται καὶ περὶ τῶν ἁπλῶς κούφων καὶ βαρέων διωρικέναι· οὐ μὴν ὁ λόγος ὁ ἐπὶ τῶν πρὸς ἕτερον ὑπ’ αὐτῶν ἀποδεδομένος ἐφαρμόττει τοῖς ἁπλῶς λεγομένοις, ὅπερ ἔσται δῆλον τὰς δόξας αὐτῶν προσελομένοις. καὶ προχειρίζεται πρώτην τὴν ἐν τῷ Τιμαίῳ περὶ τούτων δόξαν καὶ σαφῶς αὐτὴν ἐκθέμενος οὕτως ὑπαντᾷ πρὸς αὐτήν· τῶν γὰρ τριῶν στοιχείων, ὕδατος, ἀέρος, πυρός, καὶ τῶν ἀφωρισμένων αὐτοῖς σχημάτων, εἰκοσαέδρου, ὀκταέδρου, πυραμίδος, ἐκ τοῦ αὐτοῦ τριγώνου τοῦ σκαληνοῦ συνεστηκότων τὸ ἐκ πλειόνων τῶν αὐτῶν τριγώνων συνεστὼς βαρύτερον εἶναι λέγουσι, τὸ μὲν εἰκοσάεδρον ἤτοι τὸ ὕδωρ τοῦ ὀκταέδρου ἤτοι τοῦ ἀέρος, ταῦτα δὲ τῆς πυραμίδος καὶ τοῦ πυρός· ὥστε ἐν ὑπεροχῇ τῶν ἴσων μορίων βαρύτερον ἕκαστόν ἐστι κατ’ αὐτούς, ὥσπερ μόλιβδος μολίβδου καὶ χαλκὸς χαλκοῦ ὁ πλείων τοῦ ἐλάττονος καὶ ὅλως τὰ ὁμοειδῆ ἀλλήλων. εἰ οὖν μόλιβδος μολίβδου ὁ μείζων τοῦ ἐλάττονος βαρύτερος οὐ τῇ φύσει ἀλλὰ τῷ μεγέθει, οὐκ ἐφαρμόσει οὗτος ὁ λόγος τῷ ἁπλῶς βαρεῖ καὶ τῷ ἁπλῶς κούφῳ διάφορον ἔχουσι τὴν φύσιν. ὡς δὲ ἐπὶ τῶν ὁμοειδῶν, οὕτω καὶ ἐπὶ τῶν ἀνομοειτι] δῶν ἔλεγον ἔχειν τὸ βαρύτερον πρὸς τὸ κουφότερον· καὶ γὰρ ξύλου χαλκὸν βαρύτερον εἶναι λέγουσι τῷ πλείω ἔχειν ἐν αὑτῷ τρίγωνα· ἅπαντα γὰρ ἐκ τῶν αὐτῶν συγκεῖσθαι τὰ σώματα καὶ ἐκ μιᾶς ὕλης τῆς τῶν τριγώνων, κἀν οὐ δοκῇ οὕτως ἐπὶ τῶν ἀνομοειδῶν. οἱ δὲ οὕτω διοριζόμενοι οὐ λέγουσι περὶ τοῦ ἀπλῶς κούφου καὶ βαρέος ἀλλὰ περὶ τοῦ πρὸς ἕτερον· φαίνεται δὲ τὸ πῦρ, κἄν πλεῖον ᾖ κἂν ἔλαττον, ἄνω φερόμενον, καὶ ἡ γῆ, ὁπόση ἄν ᾗ, κάτω καὶ πρὸς τὸ μέσον· ὥστε ἔστι τι ἀπλῶς κοῦφον καὶ ἁπλῶς βαρὺ καὶ οὐ πάντα πρὸς ἕτερον τοιαῦτα, εἴπερ μὴ δι’ ὀλιγότητα τῶν τριγώνων τὸ πῦρ ἄνω φέρεσθαι πέφυκεν. εἰ γὰρ τοῦτο, τὸ πλέον πῦρ ἦττον ἄν ἐφέρετο ἄνω καὶ βαρύτερον ἦν ἐκ πλειόνων ὄν τριγώνων, νῦν δὲ φαίνεται τοὐναντίον· ὅσῳ γὰρ ἄν ᾖ πλεῖον, φέρεται θᾶττον καὶ κουφότερόν ἐστι. καὶ μέντοι, εἰ τὸ πλεῖον βαρύτερόν ἐστιν, ἔδει καὶ ἄνωθεν κατασπώμενον τὸ πλεῖον πῦρ θᾶττον καταφέρεσθαι, εἴπερ βαρύτερον· νῦν δὲ οὐχ οὕτω γίνεται, ἀλλὰ τὸ ὀλίγον θᾶττον οἰοθήσεται κάτω, διότι τὸ ὀλίγον ῥᾷον βιάζεται, τὸ δὲ πολὺ δυσκολώτερον. Δείξας οὖν οὕτως ἐπὶ τοῦ πυρὸς καὶ ἀπὸ τῆς κατὰ φύσιν καὶ ἀπὸ τῆς παρὰ φύσιν φαινομένης τῶν ἁπλῶν σωμάτων ὅτι οὐ χρὴ τῷ πλήθει καὶ τῇ ὀλιγότητι τῶν συντιθέντων τὸ βαρὺ καὶ τὸ κοῦφον ὁρίζοντας διὰ τοῦτο τὰ πρὸς ἕτερον βαρὺ καὶ κοῦφον μόνα τίθεσθαι τῶν ἁπλῶς ὀλιγωροῦντας, τὸ αὐτὸ δείκνυσι καὶ ἀπὸ τοῦ ἀέρος. εἰ γὰρ τὸ ἐκ πλειόνων τριγώνων βαρύτερον, ἔσται τι πλῆθος ἀέρος, ὅπερ ὀλίγου τινὸς ὕδατος βαρύτερον ἔσται· δέκα γὰρ ὀκτάεδρα δυεῖν εἰκοσαέδρων διπλάσιον ἔχει πλῆθος τριγώνων. συμβαίνει δὲ νῦν πᾶν τοὐναντίον, ὡς καὶ ἐπὶ τοῦ πυρός· ὁ γὰρ πλείων ἀὴρ οὐ μόνον βαρύτερος οὐκ ἔστιν ὀλίγου ὕδατος ἀλλὰ καὶ μᾶλλον κουφότερος ἤπερ ὁ ἐλάττων. τοῦτο δὲ δῆλον ἐκ τοὐ τὸν πλείονα ἀέρα ἄνω φέρεσθαι μᾶλλον, τὸ δὲ ἄνω φερόμενον κοῦφον. εἰπὼν δέ, ὅτι ὁ πλείων ἀὴρ ἄνω φέρεται μᾶλλον, ἐπήγαγεν· καὶ ὅλως ὁτιοῦν μέρος ἀέρος ἄνω φέρεται ἐκ τοῦ ὕδατος· εἰ γὰρ ὁτιοῦν μέρος ἀέρος κἂν μεῖζον κἂν ἔλαττον ἐπὶ τὸ ἄνω τοῦ ὕδατος φέρεται, δῆλον, ὅτι φύσει κοῦφός ἐστιν ὁ ἀὴρ καὶ οὐ διὰ τὴν ὀλιγότητα τῶν τριγώνων του υοατος κουφότερος. Ἐπιστῆσαι δὲ χρή, ὅτι τὸ πῦρ καὶ τὸν ἀέρα ἀπλῶς κοῦφα, τὸ δὲ ὕδωρ βαρύ, ταῖς ἑαυτοῦ ὑποθέσεσιν ἑπόμενος συνήγαγεν ὁ Ἀριστοτέλης· τὸ γὰρ ἄνω καὶ τὸ κάτω κατὰ φύσιν διορίσας ἐν τῷ παντὶ τῇ ἐπὶ ταῦτα κινήσει τὸ κοῦφον τοῦ βαρέος διέστησεν. ὁ δὲ Πλατῶν οὐ τῷ πλήθει καὶ τῇ ὀλιγότητι τῶν ἐπιπέδων· οὕτω γὰρ τὸ ὕδωρ βαρύτερον ἦν τῆς γῆς, εἴπερ τὸ μὲν εἰκοσάεδρον ἐξ ἰσοπλεύρων τριγώνων εἴκοσι συνέστηκεν, ὧν ἕκαστον τέσσαρα συνέστησεν ἡμιτρίγωνα †· ἀλλ’ “ἡ μὲν πρὸς τὸ ξυγγενές, φησίν, ὁδὸς ἑκάστοις οὖσα βαρὺ μὲν τὸ φερόμενον ποιεῖ, τὸν δὲ τόπον, εἰς ὃν τὸ τοιοῦτον φέρεται, κάτω, τὰ δὲ τούτοις ἔχοντα ὡς ἑτέρως θάτερα,” τουτέστι τὰ μὴ πρὸς τὸ συγγενὲς φερόμενα μηδὲ πρὸς ἐκεῖνο, οὗ ἐφέται καὶ πρὸς ὃ ῥέπει, ἀλλὰ πρὸς τοὐναντίον, ταῦτα κοῦφα, καὶ ὁ τόπος, πρὸς ὃν φέρεται, ἄνω· ὥστε, εἴ τις βούλοιτο καὶ παρὰ Πλάτωνι τὸ ἁπλῶς κοῦφον καὶ τὸ ἁπλῶς βαρὺ διωρισμένον εὑρεῖν, ἐν τοῖς νῦν παρατεθεῖσιν εὑρήσει οὐ τῇ ἄνω καὶ τῇ κάτω φορᾷ ἀπλῶς διοριζόμενα ἀλλὰ τῇ πρὸς τὸ οἰκεῖον καὶ τῇ πρὸς τὸ ἀλλότριον. Κατὰ δὲ τὴν λέξιν τοὐ Ἀριστοτέλους, ὅταν λέγῃ ἐπεὶ τὸ μὲν ἐλάττω ἔχοντά ὁμογενῆ κουφότερον εἶναί φασν, † ἐπεὶ μὴ πάντα ἐξ δῶν τριγώνων σύγκειται, ἀλλὰ τὰ τρία μόνον, πῦρ, ἀήρ, ὕδωρ, διὸ καὶ ἐν τούτοις μάλιστα τὴν σύγκρισιν ἐποιήσατο. p. 308b30 Toῖς δὲ οὐχ ἱκανὸν ἔδοξεν οὕτω διελεῖν ἕως τοὐ ὥστε τοῦτο λεκτέον. Μετὰ τοὺς πλήθει καὶ ὀλιγότητι τῶν ἐπιπέδων τὸ βαρὺ καὶ τὸ κοῦφον διορίζοντας μέτεισιν ἐπὶ τοὺς περὶ Λεύκιππον καὶ Δημόκριτον τοῦ μὲν βάρους τὴν τῶν ἀτόμων αἰτιωμένους ναστότητα τῆς δὲ κουφότητος τὴν τοὐ κενοῦ παρεμπλοκήν, καὶ λέγει τούτους καίτοι ταῖς ἡλικίαις ἀρχαιοτέρους ὄντας καινοτέρως νοῆσαι περὶ τῶν προκειμένων ἤπερ τοὺς πλήθει καὶ ὀλιγότητι τῶν ἐπιπέδων τὴν τοῦ βαρέος καὶ κούφου διαφορὰν ἀποδιδόντας· καινοτέρως δὲ ἀντὶ τοῦ περινενοημένως μᾶλλον καὶ ἐπιβλητικώτερον. καὶ τὴν αἰτίαν ἀποδίδωσι τῆς τούτων προτιμήσεως λέγων, ὅτι φαίνεται ἔνια τῶν σωμάτων τὸν μὲν ὄγκον ἐλάττω βαρύτερα δέ, ὡς χαλκὸς ἐρίου. τοῦτο δὲ τοῖς μὲν πλήθει καὶ ὀλιγότητι τῶν | συντιθέντων τὴν διαφορὰν ἀποδιδοῦσιν ἐναντιοῦται· τὰ γὰρ ἐξ ἴσων τῷ πλήθει καὶ τῷ μεγέθει κατ’ αὐτοὺς ἴσα ὄντα τὸν ὄγκον ἀνάγκη καὶ ἰσοβαρῆ εἶναι πάντως· εἰ γὰρ τὰ μὲν ἐκ πλειόνων βαρύτερα τὰ δὲ ἐξ ἐλαττόνων κουφότερα, δῆλον, ὅτι τὰ ἐξ ἔσων καὶ ἰσόρροπα ἂν εἴη. ἔστι δὲ καὶ ἰσόογκα· τί γὰρ ἄν εἴη τὸ ποιοῦν τὴν διαφορὰν τοῦ μεγέθους; εἰ οὖν τὰ ἰσόογκα ἰσοβαρῆ κατ’ αὐτοὺς ἀνάγκη εἶναι, πῶς συνᾴσουσι τοῖς φαινομένοις, ἐν οἷς ἔνι τῶν σωμάτων ἐλάττω τὸν ὄγκον ὄντα βαρύτερά ἐστιν; ὅλως δὲ τοῖς μὲν ἐπίπεδα λέγουσι τὰ πρῶτα καὶ ἄτομα, τουτέστι τὰ στοιχεῖα τὰ μὴ διαιρούμενα ρούμενα εἰς ἕτερα τῷ εἴδει, ἐξ ὧν συνέστηκε τὰ βάρος ἔχοντα τῶν σωμάτων, ἄτοπον τὸ φάναι τὸ μεῖζον πάντως βαρύτερον εἶναι· ἐξ ἀβαρῶν γὰρ τῶν ἐπιπέδων οὐκ ἄν γένοιτο βάρος ἔχοντα, ὡς ἔλεγεν ἐν τῷ τρίτῳ βιβλίῳ. τοῖς δὲ στερεὰ λέγουσι τὰ πρῶτα, ὡς τοῖς περὶ Δημόκριτον, ἐνδέχεται λέγειν τὸ μεῖζον βαρύτερον εἶναι· σώματα γὰρ ὄντα καὶ αὐτὰ τὰ ἐξ ὧν ἔστιν ἀλλ’ οὐκ ἐπίπεδα ῥοπὴν ἔχει καὶ αὐτά τινα. οὕτω μὲν οὖν τοῦ τὰ μείζονα βαρύτερα εἶναι τὴν αἰτίαν οὗτοι μὲν ἀκολούθως ἑαυτοῖς ἀποδώσουσιν, ἐκεῖνοι δὲ οὔ. ἐπειδὴ δὲ οὐ φαίνεται τῶν συνθέτων ἕκαστον τοῦτον ἔχειν τὸν τρόπον, ὡς τὸ μεῖζον πάντως βαρύτερον εἶναι, ἀλλὰ πολλὰ βαρύτερα ὁρῶμεν ἐλάττω τὸν ὄγκον ὄνια, καθάπερ ἐρίου χαλκόν, οὐκέτι τὰς ἀτόμους αἰτιᾶσθαι δύνανται· δι’ ἐκείνας γὰρ τὸ μεῖζον βαρύτερον ἀνάγκη εἶναι· ἀλλ’ ἕτερον αἴτιον λέγουσι· τὸ γὰρ κενὸν ἐμπεριλαμβανόμενον τὰ σώματα κουφίζειν φασὶ καὶ ποιεῖν ἔστιν ὅτε τὰ μείζονα κουφότερα διὰ τὸ πλέον ἔχοντα κενὸν μείζονα τὸν ὄγκον εἶναι, καίτοι πολλάκις ἐξ ἴσων στερεῶν ἢ καὶ ἐξ ἐλαττόνων συγκείι μένα, καὶ καθόλου δὲ καὶ παντὸς τοῦ κουφοτέρου αἴτιον εἶναι νομίζουσι τὸ πλέον ἐνυπάρχειν αὐτῷ κενόν. οὕτως οὖν οὗτοι παρὰ τοὺς ἐξ ἐπιπέδων λέγοντας εὐποροῦσι μᾶλλον καὶ τοῦ τὰ μείζονα τῶν ἐλαττόνων καὶ τοῦ τὰ ἐλάττονα πολλάκις τῶν μειζόνων βαρύτερα εἶναι τὰς αἰτίας ἀποδιδόναι. ἐπισκήπτει δὲ καὶ τοῖς οὕτω διορίζουσιν ὡς ὀφείλουσι προσθεῖναι μὴ μό- νον τὸ κενὸν ἔχειν πλέον, ἄν ᾖ κουφότερον, ἀλλὰ καὶ τὸ στερεὸν ἔλαττον , καὶ λέγειν κοῦφον καὶ κουφότερον μὴ ἁπλῶς τὸ ἔχον ἐν ἑαυτῷ κενὸν πλέον, ἀλλὰ πρὸς τούτῳ καὶ στερεὸν ἔλαττον · εἰ γὰρ ὑπερέχοι τῆς τοιαύτης ἀναλογίας, τουτέστιν εἰ μὴ ἔλαττον ἔχοι τὸ στερεὸν ἀλλὰ πλέον, ὥσπερ καὶ τὸ κενόν, οὐκέτι ἔσται τὸ τοιοῦτον κουφότερον. οὗτοι δὲ παραλιμπάνοντες λιμπάνοντες τὴν κατὰ τὸ στερεὸν ἀναλογίαν καὶ μόνην τὴν τοῦ κενοῦ ὑπεροχὴν λογιζόμενοι διαμαρτάνουσιν· εἰ γὰρ διὰ τοῦτο τὸ πῦρ φασιν εἷναι κουφότατον, ὅτι πλεῖστον ἔχει κενόν, συ μβήσεται μικροῦ πυρὸς πολὺν χρυσὸν πλεῖον ἔχοντα τὸ κενὸν κουφότερον εἶναι ὅσον ἐπὶ τῷ κενῷ, εἰ μὴ καὶ τὸ στερεὸν πολλαπλάσιον εἶχεν· ὥστε χρὴ προσκεῖσθαι τὸ δεῖν τὸ κουφότερον πρὸς τῷ τὸ κενὸν πλέον ἔχειν καὶ τὸ στερεὸν ἔχειν ἔλαττον. τὰ μὲν οὖν πολλὰ τῶν ἀντιγράφων οὕτως ἔχοντα εἰ μὴ καὶ στερεὸν ἕξει πολλαπλάσιον τοιαύτην ἔννοιαν ἀποδίδωσιν· ὁ δὲ Ἀλέξανδρος ὡς τῆς γραφῆς ἐχούσης “εἰ καὶ τὸ στερεὸν ἕξει πολλαπλάσιον’’ οὕτως ἐξηγεῖται λέγων· “ὥστε κατὰ τοῦτο εἴη ἂν ὁ πολὺς χρυσὸς τοῦ ὀλίγου πυρὸς κουφότερος, νῦν δὲ οὐκ ἔστιν, εἰ καὶ τὸ στερεὸν ἔχει πολλαπλᾶ σίον τοῦ ἐν τῷ πυρί.’’ νῦν μὲν οὖν ὡς μὴ προσλογιζομένους τὴν ἀναλογίαν ταύτην αἰτιᾶται, μετ’ ὀλίγον δὲ καὶ προσλογιζομένους ὑποθέμενος καὶ οὕτως εὐθύνει. p. 309α19 Ἔνιοι μὲν οὖν τῶν μὴ φασκόντων εἶναι κενὸ·ν ἕως τοῦ ὁμολογούμενα τοῖς φαινομένοις συμβήσεται αὐτοῖς. Ταῦτα τῶν προειρημένων ἀνάληψιν ἔχει μετά τινος τῶν ἐγκλημάτων συναιρέσεως καὶ ἐπιδιαρθρώσεως. λέγει δέ, ὅτι τῶν μὴ λεγόντων εἶναι κενὸν οἱ μὲν οὐδὲν διώρισαν περὶ κούφου καὶ βαρέος, Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς, οἱ δὲ διώρισαν μέν, ὥσπερ ὁ Πλατῶν, οὐ μὴν τὴν αἰτίαν ἀποδεδώκασιν, διὰ τί τὰ μὲν ἀπλῶς κοῦφα τὰ δὲ ἁπλῶς βαρέα τῶν σωμάτων ἐστί, καὶ διὰ τί φέρεται τὰ μὲν ἀεὶ ἄνω τὰ δὲ ἀεὶ κάτω, ἀλλ’ οὐδὲ περὶ τοῦ ἔνια μείζω τὸν ὄγκον ὄντα κουφότερα τῶν ἐλατ - τόνων εἶναι σωμάτων οὐδὲν ἐπεμνήσθησαν, οὐδὲ δῆλον, πῶς ἐκ τῶν εἰρημένων ὑπ’ αὐτῶν ὁμολογούμενα τοῖς φαινομένοις συμβήσεται λέγειν αὐτούς. τούτων δὴ τῶν τριῶν ἐγκλημάτων περὶ μὲν τοῖν δυοῖν εἴρηται πρότερον, περὶ μὲν τοῦ ἄνω καὶ κάτω, ὅτι οὐ νομίζει ταῦτα κατὰ φύσιν ὁ Πλατῶν εἶναι ἐν σφαιροειδεῖ ὄντι τῷ κόσμῳ, περὶ δὲ τοῦ ἀπλῶς βαρέος καὶ κούφου, ὅτι οἶδε μὲν αὐτά, οὔτε δὲ κατὰ τὴν ἐπὶ τὸ κάτω καὶ ἄνω κίνησιν αὐτὰ ἀφορίζει, ἀλλὰ τὸ μὲν βαρὺ κατὰ τὴν ἐπὶ τὸ οἰκεῖον, τὸ δὲ κοῦφον κατὰ τὴν ἐπὶ τὸ ἀλλότριον, ὡς ἡ παρατεθεῖσα ῥῆσις ἐδήλωσεν, οὕτε ἀφωρισμένως τὸ μὲν ἀπλῶς βαρὺ τὸ δὲ ἁπλῶς κοῦφον τῶν τεσσάρων στοιχείων φησίν, ἀλλὰ πάντα καὶ βαρέα καὶ κοῦφα, διότι πάντα καὶ πρὸς τὸ συγγενὲς πέφυκε φέρεσθαι καὶ πρὸς τὸ ἐναντίον. τοῦ δὲ ἔνια μείζονα τὸν ὄγκον ὄντα κουφότερα τῶν ἐλαττόνων εἶναι τὸ μεγάλα ἐντὸς αὑτῶν διαλείμματα ἔχειν ᾐτιάσατο, ὡς ἐπὶ τοῦ χαλκοῦ δῆλον πεποίηκε λέγων “τῷ δὲ μεγάλα ἐντὸς αὑτοῦ διαλείμματα ἔχειν κουφότερον τῶν λαμπρῶν πηκτῶν τε ἓν γένος ὑδάτων χαλκὸς ξυσταθεὶς γέγονεν.” p. 309a27 Ἀναγκαῖον δὲ καὶ τοῖς περὶ τῆς τοῦ πυρὸς κουφότητος | ἕως τοῦ εἴπερ τούτῳ διώρισται βαρὺ καὶ κοῦφον. Eἰπὼν πρὸς τοὺς ἐξ ἐπιπέδων γεννῶντας τὰ σώματα ὡς οὔτε περὶ τῶν ἀπλῶς βαρέων καὶ κούφων εἰρηκότας οὔτε τὴν αἰτίαν ἀποδεδωκότας τοῦ μείζονα τὸν ὄγκον ὄντα κουφότερα τῶν ἐλαττόνων εἷναι σωμάτων λέγει, ὅτι καὶ τοῖς τὸ κενὸν τῆς κουφότητος αἰτιωμένοις ἀναγκαῖόν ἐστι ταῖς αὐταῖς σχεδὸν δυσχερείαις ἐνέχεσθαι· ἐκείνοις τε γὰρ τὴν ὀλιγότητα τῶν στοιχείων αἰτιωμένοις ἠκολούθει πολλοῦ πυρὸς ὕδωρ ὀλίγον κουφότερον εἶναι λέγειν, καὶ τούτοις τὸ αὐτὸ ἀκολουθήσει ἄτοπον, εἴ γε κουφότερόν ἐστι κατ’ αὐτοὺς τὸ ἔλαττον ἔχον στερεὸν κενὸν δὲ πλέον· ἀλλὰ μὴν δύναται πῦρ πολὺ ληφθὲν ὀλίγου ἀέρος ἢ ὕδατος ἢ γῆς καὶ στερεὸν πλέον ἔχειν καὶ κενόν, ὥστε οὐκ ἂν αὐτοῦ κουφότερον εἴη· τὸ γὰρ κουφότερον οὐ μόνον χρὴ πλέον τὸ κενὸν ἔχειν ἀλλὰ καὶ τὸ στερεὸν ἔλαττον. εἶτα ἔνστασιν ὡς ἀπ’ ἐκείνων ἐπάγει διὰ τοὺ ἐὰν δὲ φῶσι καὶ τὸ κενόν, τουτέστιν εἰ λέγοιεν, ὅτι ἡ ὀλίγη γῆ τοὐ πλείονος πυρὸς οὐ μόνον στερεὸν ἔλαττον ἔχει ἀλλὰ καὶ κενόν, καὶ διὰ τοῦτο οὐκ ἔστι κουφοτέρα· κουφότερον γὰρ ἦν οὐ μόνον τὸ στερεὸν ἔλαττον ἔχον ἀλλὰ καὶ τὸ κενὸν πλέον· ἐὰν οὖν τοῦτο, φησίν, ὑπενέγκωσιν, λεγέτωσαν σαφῶς, πῶς διοριοῦσι τὸ ἁπλῶς βαρὺ καὶ δηλονότι καὶ τὸ ἀπλῶς κοῦφον· ἀνάγκη γὰρ τὸ ἁπλῶς βαρὺ διορίζειν ἢ τῷ πλέον στερεὸν ἔχειν ἢ τῷ ἔλαττον κενόν, τὸ δὲ ἀπλῶς κοῦφον ἀντικειμένως ἢ τῷ πλέον κενὸν ἔχειν ἢ τῷ ἔλαττον στε- ρεόν. ἢ οὖν οὕτως ἤ, ὅπερ μᾶλλον, οὐ κατὰ τὸ ἕτερον μόνον ἀλλὰ κατὰ τὴν ἀμφοῖν πρὸς ἄλληλα ἀναλογίαν διοριοῦσιν, ὥστε, ὡς ἐπὶ τοῦ ἀπλῶς βαρέος τὸ πλῆρες ἔχει πρὸς τὸ κενὸν πλέον ὑπάρχον, οὕτως ἐπὶ τοῦ ἀπλῶς κούφου τὸ κενὸν ἔχειν πρὸς τὸ πλῆρες πλέον ὑπάρχον αὐτοῦ. τὸ δὲ ἀπλῶς προσέθηκεν ἐν τῷ ἀπλῶς βαρὺ καὶ πρὸς ἀντιδιαστολὴν ἴσως τοῦ πρὸς ἄλλο, ἐπεὶ δύνανται κουφότερον λέγειν τὸ ἐν τῷ ἴσῳ ὄγκῳ 〈ἔλαττον μὲν στερεὸν ἔχον πλέον δὲ κενὸν τοῦ ἐν τῷ ἴσῳ ὄγκῳ〉 πλέον μὲν στερεὸν ἔχοντος ἔλαττον δὲ κενόν, ἀλλὰ τοῦτο οὐκ ἔστιν ἀπλῶς κοῦφον, ὁμοίως δὲ οὐδὲ βαρὺ τὸ οὕτως ἀποδιδόμενον· δεῖ γὰρ τὸ ἀπλῶς μὴ διὰ τὸ μέγεθος εἶναι τοιοῦτον ἀλλὰ τῇ οἰκείᾳ φύσει. πρὸς τούτους οὖν τοὺς τρεῖς διορισμοὺς ἀντιλέγων καὶ πρῶτον πρὸς τὸν πρῶτον· εἰ γὰρ τὸ ἁπλῶς βαρὺ διορίζουσι τῷ πλέον στερεὸν ἔχειν, ἔσται πλῆθος γῆς οὕτως ὀλίγον, ἐν ᾧ στερεὸν ἔσται ἔλαττον ἤπερ ἐν πολλῷ πλήθει πυρός· ἔσται οὖν τὸ πῦρ ὢ ἐκεῖνο βαρύτερον ἐκείνης τῆς γῆς καὶ ἡ γῆ ἐκείνη τοῦ πυρὸς ἐκείνου κουφτέρα. προσυπακουστέον δέ, ὅτι, κἄν τὸ ἁπλῶς κοῦφον τῷ ἔλαττον στερεὸν ἔχειν, ἔσται τι πλῆθος ὀλίγον γῆς πολλοῦ πυρὸς ἔλαττον στερεὸν ἔχον, ὥστε κουφοτέρα ἡ γῆ ἐκείνη τοῦ πυρὸς ἐκείνου ἔσται καὶ τὸ πῦρ ἐκεῖνο τῆς γῆς ἐκείνης βαρύτερον. ὁμοίως δέ, κἂν τῷ κενῷ διορίσωσιν, ὥστε βαρὺ λέγειν ἁπλῶς | τὸ ἔλαττον ἔχον κενόν, κοῦφον δὲ ἀπλῶς τὸ πλέον ἔχον κενόν. ἔσται τι πλῆθος γῆς πλέον ἔχον κενὸν ὀλίγου πυρός, καὶ οὕτω τοῦ ἀπλῶς κούφου καὶ φερομένου ἀεὶ ἄνω τοῦ πυρὸς ἔσται κουφότερον τὸ ἁπλῶς βαρὺ καὶ φερόμενον ἀεὶ κάτω ἡ γῆ· τοῦτο δὲ ἀδύνατον, διότι τὸ ἀπλῶς κοῦφον τοῦ βάρος ὁσονοῦν ἔχοντος κουφότερόν ἐστιν. οὐ μέντοι ἀντιστρέφει ὁ λόγος, ὥστε τὸ κουφότερόν τινος ἤδη καὶ ἁπλῶς κοῦφον εἶναι· καὶ γὰρ ἐν τοῖς βάρος ἔχουσιν ἄλλο ἄλλου κουφότερον λέγεται ὡς τοὺ ταλαντιαίου τὸ μναϊαῖον. εἶτα λοιπὸν οὐδὲ τὸν τρίτον τοῦ διορισμοῦ τρόπον, ὃν αὐτὸς ὑπέδειξεν αὐτοῖς προσθεὶς ἐπὶ τοῦ κούφου τῷ πλεῖον κενὸν ἔχειν τὸ καὶ ἔλαττον ὀφείλειν στερεὸν ἔχειν, ἱκανόν φησι λῦσαι τὴν νῦν λεγομένην ἀπορίαν· τοῦτο γάρ ἐστιν, ἐν ᾧ ἀνάλογον ἔχει πρὸς τὸ πλῆρες, ὥστε, ὡς ἐπὶ τοῦ ἀπλῶς βαρέος τὸ πλῆρες ἔχει πρὸς τὸ κενὸν πλέον ὑπάρχον, οὕτως ἐπὶ τοῦ ἀπλῶς κούφου τὸ κενὸν ἔχειν πρὸς τὸ πλῆρες. καὶ τοῦτον γάρ, φησί τὸν τρόπον λέγουσιν αὐτοῖς καίτοι δοκοῦντα λόγον ἔχειν τὸ ἀδύνατον ὡσαύτως συμβήσεται· ἐν γὰρ τῷ πλείονι πυρὶ καὶ ἐν τῷ ἐλάττονι τὸν αὐτὸν ἕξει λόγον τὸ στερεὸν πρὸς τὸ κενόν, ὥστε ὅσον ἐπὶ τούτῳ ἰσοταχῆ ὀφείλειν εἶναι καὶ ὁμοίως κοῦφα· ἀλλ’ οὐκ ἔστι· δηλοῖ δὲ τὸ θᾶττον ἄνω φέρεσθαι τὸ πλέον πῦρ τοῦ ἐλάττονος. ὁμοίως δὲ καὶ ἐν τῷ πλείονι χρυσῷ καὶ τῷ ἐλάττονι ὁ αὐτὸς λόγος ἔσται τοῦ στερεοῦ πρὸς τὸ κενόν, καὶ ὅμως ὁ πλείων χρυσὸς καὶ μόλιβδος τοῦ ἐλάττονος θᾶττον φέρεται κάτω· οὐκ ἔδει δὲ τοῦτο συμβαίνειν, εἴπερ τῇ ἀναλογίᾳ ταύτῃ διώριστο τὸ ἁπλῶς βαρὺ καὶ τὸ ἁπλῶς κοῦφον· ἦν γὰρ ἂν ἰσοταχῆ τὰ τῶν αὐτῶν λόγων. p. 309b18 Ἀλλὰ μήν, εἴ γε τὸ μὲν κενὸν ἔως τοῦ οὐ γὰρ αὐτὸ κινεῖται μόνον, ἀλλὰ καὶ τὸ στερεόν. Καὶ ἄλλας ἐνστάσεις ἐφεξῆς ἐπάγει τοῖς τὸ μὲν κενὸν τῆς κουφότητος τὸ δὲ πλῆρες τῆς βαρύτητος αἰτιωμένοις, ὧν πρώτη μέν, ὅτι ἄτοπον τὰ μὲν σώματα ἄνω φέρεσθαι διὰ τὴν τοῦ κενοῦ παρεμπλοκήν, αὐτὸ δὲ τὸ κενὸν μὴ φέρεσθαι ἄνω· εἰ γὰρ τοῖς ἄλλοις αἴτιον αὐτὸ γίνεται τῆς εἰς τὸ ἄνω φορᾶς οὐκ ἂν ἄλλως ἐνεχθεῖσιν ἄνω, πῶς οὐχὶ καὶ αὐτὸ τῇ ἑαυτοῦ φύσει ἐπὶ ταὐτὸ φέρεται; οὕτως οὖν ὑποδείξας, ὅτι τοῖς λέγουσι τῆς μὲν ἄνω φορᾶς αἴτιον εἶναι τὸ κενὸν τῆς δὲ κάτω τὸ πλῆρες ἕπεται τὸ λέγειν κατὰ φύσιν ἄνω μὲν φέρεσθαι τὸ κενὸν κάτω δὲ τὸ πλῆρες, λοιπὸν τὰ ἑπόμενα τούτῳ ἄτοπα συνάγει· πρῶτον μέν, ὅτι, εἰ τὸ μὲν κενὸν ἄνω πέφυκε φέρεσθαι τὸ δὲ πλῆρες κάτω, καὶ διὰ τοῦτο τοῖς ἄλλοις αἴτια τὸ μὲν τῆς ἄνω τὸ δὲ τῆς κάτω φορᾶς ἐστιν, οὐκ ἔδει λοιπὸν περὶ τῶν συνθέτων σκοπεῖν, διὰ τί I τὰ μὲν τῶν σωμάτων κοῦφα τὰ δὲ βαρέα ἐστίν· τοῦτο γὰρ δῆλον ἤδη λοιπὸν ἦν τοῖς οὕτως ὑποθεμένοις· ἀλλὰ περ τούτων αὐτῶν τοῦ κενοῦ καὶ τοῦ πλήρους ζητεῖν, διὰ τί τὸ μὲν κοῦφόν φόν ἐστιν, τὸ δὲ ἔχει βάρος, ταὐτὸν δὲ εἰπεῖν, διὰ τί τὸ μὲν κενὸν ἄνω φέρεται τὸ δὲ πλῆρες κάτω. ἄτοπον γὰρ εὐθὺς ἄν ἔδοξεν εἶναι τὸ κουφότητα καὶ ῥοπὴν καὶ δύναμιν ὅλως τινὰ τῷ κενῷ διδόναι· οὐ γὰρ σώζει τοῦτο τὴν περὶ τοῦ κενοῦ ἔννοιαν· πλὴν οὕτως ἂν ζητοῦντες περὶ τοῦ ἁπλῶς βαρέος καὶ κούφου τὴν ζήτησιν ἐποιοῦντο, ἀλλ’ οὐχ ὡς νῦν περὶ τῶν κατὰ σύγκρισιν μόνην. δεύτερον δέ, φησίν, εἰ τὸ μὲν κενὸν ἄνω φέρεται φύσει τὸ δὲ πλῆρες κάτω, τί τὸ αἴτιον τοῦ μὴ διαστῆναι ταῦτα ἀπ’ ἀλλήλων, ἀλλὰ μεμίχθαι πρὸς ἄλληλα καὶ συμμένειν ; τάχα δὲ ἄν εἴη πρὸς τοῦτο ῥᾴδιον εἰπεῖν τὸ αὐτὸ αἴτιον εἶναι, ὅπερ τοῦ τὸ πῦρ καὶ τὴν γῆν μεμίχθαι, τὸ μὲν ἄνω φερόμενον, τὸ δὲ κάτω, εἰ μὴ ἄρα ταῦτα μὲν καὶ χωρίζεται, τὸ δὲ κενὸν καὶ τὸ πλῆρες οὐ λέγουσι χωρίζεσθαι. τρίτον δὲ ἐπάγει τὸ ἄλογον εἶναι τὸ χώραν τῷ κενῷ ποιεῖν λέγοντας ἄνω φέρεσθαι αὐτὸ κατὰ φύσιν· αὐτὸ γὰρ τὸ κενὸν χώρα καὶ τόπος ἐστερημένος σώuατός ἐστι κατ’ αὐτούς, τοῦ δὲ τόπου τόπον ποιεῖν τῶν ἀτοπωτάτων ἐστίν. ἔτι δὲ ἄπειρον αὐτοῖς τὴν χώραν ὑποτιθεμένοις οὔτε τὸ ἄνω οὔτε τὸ κάτω λέγειν ἔξεστιν οὔτε τὸ ἐξ οὗ οὔτε τὸ εἰς ὅ· πᾶν δὲ τὸ κατὰ τόπον κινούμενον ἀπὸ τόπου εἰς τόπον μεταβάλλει. τέταρτον δὲ πρὸς τούτοις, φησί, τί τὸ αἴτιον τῆς κινήσεως τὸ κοινὸν τῆς τε ἐπὶ τὸ ἄνω καὶ τῆς ἐπὶ τὸ κάτω; ἡμεῖς μὲν γὰρ τὴν φύσιν αἰτιώμεθα ἀρχὴν οὖσαν ῥοπῆς καὶ κινήσεως ἐν τοῖς σώμασιν, οὗτοι δὲ οὐκ ἄν τὸ κενὸν τῆς κινήσεως αἴτιον λέγοιεν, διότι οὐκ αὐτὸ κινεῖται μόνον, ἀλλὰ καὶ τὸ στερεόν. p. 309b29 ‘Ωσαύτως δὲ συμβαίνει, κἄν τις ἄλλως διορίζῃ ἔως τοῦ κουφότερα ἀλλήλων καὶ τῶν ἁπλῶν ἐστι. Ταῦτα λοιπὸν κοινῶς ἐπάγει πᾶσι τοῖς περὶ βαρέος καὶ κούφου λέγουσι προσπαραλαμβάνων ἐν τοῖς νῦν λεγομένοις καὶ ἐκείνας τὰς δόξας, πρὸς ἃς ἀντείρηκε προσεχῶς τήν τε πλήθει καὶ ὀλιγότητι τῶν ἐπιπέδων καὶ τὴν Τῷ κενῷ καὶ πλήρει τὸ βαρὺ καὶ κοῦφον διορίζουσαν, καὶ λέγει, ὅτι ὡσαύτως συμβαίνει ἢ περὶ τοῦ ἀπλῶς βαρέος καὶ κούφου μηδὲν λέγειν αὐτοὺς ἢ περὶ τῶν μεταξὺ τῶν ἀπλῶς βαρέων καὶ κούφων. λέγει οὖν, ὅτι, κἂν ἄλλως τις μεγέθει καὶ σμικρότητι διορίζῃ τὰ βαρύτερα καὶ κουφότερα καὶ μὴ ὡς ὁ Πλατῶν, ἀλλ’ ἢ ὡς οἱ περὶ Δημόκριτον · οὗτοι γὰρ ἐκ μὲν μικρῶν σφαιρῶν ἔλεγον τὸ πῦρ γίνεσθαι, διὸ λεπτομερέστατον εἶναι, ἐκ μειζόνων δὲ ἀτόμων τὴν γῆν, ἐκ δὲ τῶν μέσων τὰ μεταξύ· ἢ ὡς οἱ τὸ στοιχεῖον ἓν ὑποτιθέμενοι καὶ τῇ τούτου πυκνότητι καὶ μανότητι τὰ ἄλλα γεννῶντες· καὶ οὗτοι γὰρ τῆς μανότητος τὸ κενὸν ᾐτιάσαντο· καὶ πρὸς τούτους γὰρ καὶ μάλιστα πρὸς τούτους ἁρμόττει τὸ κἄν ἄλλον ὁντιναοῦν τρόπον κατασκευάζων, τουτέστι κἄν μὴ μέγεθος καὶ σμικρότητα ὀνομάζῃ, ἀλλὰ πυκνότητα καὶ μανότητα, μόνον δὲ τὴν αὐτὴν ὕλην ἄπακαὶ σιν ἀποδιδούς, οἷον ὕδωρ ἢ ἀέρα ἢ τὸ μεταξύ. ὕλην δὲ λέγει τὸ ὑποκείμενον· τὴν αὐτὴν δὲ ὕλην καὶ ὁ Ἀριστοτέλης ἅπασιν ἀποδίδωσιν, ἀλλ’ ἡ διαφορά, ὅτι οὗτοι ἐνεργείᾳ τι ὂν ἤδη ὑποκεῖσθαι λέγουσιν, οἷον ὕδωρ ἢ ἀέρα ἤ τὸ μεταξύ. τὸ δέη πλείους μὲν ἐναντίας δὲ μόνον δύναται περιλαμβάνειν καὶ τοὺς τὸ κενὸν καὶ πλῆρες λέγοντας καὶ τοὺς γῆν καὶ πῦρ, ὡς Παρμενίδης, καὶ τοὺς πυκνὸν καὶ μανὸν καὶ τοὺς πλήθει καὶ ὀλιγότητι τῶν ἐπιπέδων τὴν γένεσιν ἀποδιδόντας. οὕτως οὖν διχῇ διαστήσας πάντας εἴς τε τοὺς μίαν ὕλην ὑποτιθέντας καὶ εἰς τοὺς πλείους μὲν μιᾶς ἐναντίας δὲ τὰ ἑκατέροις ἑπόμενα ἄτοπα ἐπάγει, καὶ πρῶτον, ὅτι μιᾶς τῆς ὕλης οὔσης, ὥσπερ καὶ τοῖς ἐκ τῶν τριγώνων συνιστᾶσιν· ἐξ ἑνὸς γὰρ τοῦ σκαληνοῦ ἡμιτριγώνου τὰ τρία παρ’ αὐτοῖς γέγονε στοιχεῖα, πῦρ, ἀήρ, ὕδωρ· τούτοις οὖν τοῖς ἐξ ἑνὸς τοῦ αὐτοῦ ὑποκειμένου γεννῶσιν οὐκ ἔσται τὸ ἀπλῶς βαρὺ καὶ ἀπλῶς κοῦφον· ἡ γὰρ αὐτὴ φύσις ἐν πᾶσιν αὐτοῖς ἔστιν, ἥτις εἰ μὲν βαρεῖα εἴη, τὸ ἁπλῶς κοῦφον οἴχεται, εἰ δὲ κούφη, τὸ βαρὺ οὐκ ἔσται τὸ ἁπλῶς, ἀλλὰ τὰ πρὸς ἄλληλα μόνον, εἴτε πλήθει καὶ ὀλιγότητι εἴτε μεγέθει καὶ σμικρότητι τοῦ ὑποκειμένου τὸ μὲν βαρύτερον τὸ δὲ κουφότερον γίνεσθαί φασιν, αὐτοῦ τοῦ στοιχείου μηδεμίαν ἔχοντος ῥοπήν. ἐναντίας δὲ οὔσης τῆς ὕλης καὶ τοῦ ὑποκειμένου, καθάπερ οἱ τὸ κενὸν καὶ πλῆρες λέγοντες, περὶ μὲν τοῦ ἀπλῶς βαρέος καὶ ἁπλῶς κούφου λέγειν δόξουσι τὸ μὲν κενὸν ἀπλῶς κοῦφον τὸ δὲ πλῆρες ἁπλῶς βαρὺ λέγοντες, τὰ δὲ μεταξὺ σώματα πυρός, ἀέρος καὶ τῶν λοιπῶν — μεταξὺ δὲ ὡς ἐξ ἀμφοῖν συγκειμένων τοῖν ἄκροιν τοῦ τε πλήρους καὶ τοῦ κενοῦ — οὐκέτι ἔσται· οὐ γὰρ ἔχουσι διορίζειν, κατὰ τί βαρύτερα καὶ κουφότερά ἐστιν ἀλλήλων τε καὶ τῶν στοιχείων τοῦ τε κούφου τοὐ κενοῦ καὶ τοῦ βαρέος τοῦ στερεοῦ· μὴ εἰδότες γάρ, διὰ τί τὸ μὲν κενὸν κοῦφόν ἐστι τὸ δὲ στερεὸν βαρύ, οὐδὲ περὶ τῶν μετεχόντων ἀπολογήσασθαι δύνανται. τῶν μέντοι ἁπλῶς διὰ τί τὰ σύνθετα βαρύτερα καὶ κουφότερα, τὴν αἰτίαν ἄν λέγοιεν· τοῦ μὲν γὰρ κενοῦ βαρύτερα ἂν λέγοιεν αὐτὰ εἶναι τῷ ἔχειν καὶ στερεὸν ἐν αὑτοῖς, τοῦ δὲ στερεοῦ κουφότερα τῷ ἔχειν ἐν αὑτοῖς κενόν • ἢ ὅτι οἱ μὴ ἔχοντες εἰπεῖν τὴν αἰτίαν, δι’ ἣν τῶν συνθέτων τὸ μὲν βαρύ ἐστι τὸ δὲ κοῦφον, οὐδ’ ἄν τοῦ βαρύτερά τινος ὅλως αὐτὰ εἶναι ἢ κουφότερα ἔχοιεν | τὴν αἰτίαν εἰπεῖν. μήποτε δὲ τὰ μεταξὺ βαρύτερα καὶ κουφότερα ἀλλήλων δύνανται λέγειν, κουφότερα τῷ ἐν τῷ ἴσῳ ὄγκῳ πλέον κενὸν ἔχειν ἔλαττον δὲ στερεόν, ἔμπαλιν δὲ βαρύτερα. ἀλλὰ πῶς τὰ μὴ ἰσόογκα συγκρίνουσιν, οὐχ ἕξουσιν εἰπεῖν· ἐὰν γὰρ μικρὸν γῆς μέρος καὶ πολὺ πυρὸς συγκρίνηται, τίνι κριθήσεται τὸ πῦρ κουφότερον εἶναι τὸ πολλαπλάσιον τῆς γῆς; οὐ γὰρ δυνατὸν ἐπὶ τούτων εἰπεῖν, ὅτι, οὗ τὸ ἴσον μέρος λαμβανόμενον κουφότερόν ἐστι, τοῦτο καὶ ἁπλῶς κουφότερόν ἐστιν· εἰ γὰρ τὸ ἴσον τοῦ ἴσου ἦν κουφότερον, διότι ἐλάττω μὲν εἶχε στερεὰ πλεῖον δὲ κενόν, ἐν οἷς τοῦτο μὴ σώζεται, οὐδ’ ἄν ἡ αἰτία μένοι τοῦ κουφοτέρου καὶ βαρυτέρου. Oὕτω μὲν οὖν ὁ Ἀλέξανδρος τὰ μεταξὺ τῶν ἀπλῶς βαρέων καὶ κούφων τὰ σύνθετα ἐκ τοῦ κενοῦ καὶ πλήρους ἀκούων ἐξηγεῖται. μήποτε δὲ ἀπλῶς βαρὺ καὶ κοῦφον γῆν καὶ πῦρ λέγει μεταξὺ δὲ ἀέρα καὶ ὕδωρ, καὶ ὅτι οὐκ ἔσται ταῦτα· οὐ γὰρ ἔχουσιν εἰπεῖν, διὰ τίνα αἰτίαν βαρύτερα ταῦτα καὶ κουφότερά ἐστιν ἀλλήλων τε καὶ τῶν ἁπλῶς. Καὶ νῦν μὲν τοσοῦτον εἶπε μόνον, πρὸς δὲ τῷ τέλει τοὐ βιβλίου τὸ αὐτὸ ἐπιχείρημα θεὶς σαφέστερον λέγει τὰ ἑπόμενα ἄτοπα καὶ τοῖς ἓν τὸ ὑποκείμενον λέγουσι καὶ τοῖς τὰ ἐναντία καὶ ἐκεῖ σαφῶς τὰ μεταξὺ τὸν ἀέρα λέγει καὶ τὸ ὕδωρ. Ἰστέον δέ, ὅτι ὁ μὲν Ἀλέξανδρος ἀλλήλων τε καὶ τῶν ἁπλῶν γράφει, ηὗρε δὲ ἔν τισι τῶν ἁπλῶς γεγραμμένον. p.310a3 To δὲ μεγέθει καὶ σμικρότητι διορίζειν ἕως τοῦ τοῦτο δέ ἐστιν ἀδύνατον. Eἰπών, τίνα μὲν ἄτοπα ἀκολουθεῖ περὶ βαρύτητα καὶ κουφότητα τοῖς μίαν ὕλην καὶ ἓν τὸ ὑποκείμενον λέγουσι, τίνα δὲ τοῖς τὰ ἐναντία, ἐκείνοις μὲν τὸ περὶ τοῦ ἁπλῶς κούφου καὶ βαρέος μηδὲν λέγειν, τούτοις δὲ τὸ περὶ τῶν μεταξύ, ταὐτὸν δὲ εἰπεῖν περὶ τῶν φυσικῶν σωμάτων ἢ τῶν δύο μέσων στοιχείων, μὴ διορίζειν τὴν αἰτίαν, δι’ ἣν τὰ μέν ἐστιν αὐτῶν βαρύτερα τὰ δὲ κουφότερα, μέτεισιν ἐπὶ τοὺς μεγέθει καὶ σμικρότητι τὴν διαφορὰν τῶν στοιχείων ἀποδιδόντας· οὗτοι δὲ ἂν εἶεν οἱ παχυμερείᾳ καὶ λεπτομερείᾳ, ταὐτὸν δὲ εἰπεῖν πυκνώσει καὶ μανώσει, διορίζοντες καὶ μίαν ὕλην ταῖς διαφοραῖς ταύταις καὶ αὐτοὶ ὑποτιθέντες. καὶ λέγει περὶ αὐτῶν, ὅτι ὁ μὲν λόγος ὁ λεγόμενος ὑπ’ αὐτῶν πλασματίας μᾶλλόν ἐστι τοῦ τὸ κενὸν καὶ τὸ πλῆρες ὑποθεμένου, πρὸς δὲ τὰς ἀπορίας τὰς πρὸς τοῦτον ὑπενεχθείσας ἀσφαλέστερός ἐστιν ὁ νῦν προτεθείς. ἕκαστον γὰρ τῶν τεσσυγκρίνονται σάρων σωμάτων τῇ τῆς λεπτότητος καὶ παχύτητος μεθέξει καὶ τῇ κατὰ ταύτην ἀναλογίᾳ τὴν τοῦ βάρους καὶ | τῆς κουφότητος ἕξει ῥοπήν, ὅπερ οὐκ εἶχον λέγειν οὔτε οἱ ἐκ τῶν ἐπιπέδων συντιθέντες· τὰ γὰρ καθ’ αὑτὰ ῥοπὴν μὴ ἔχοντα οὔτε ἐλάττονα οὔτε πλείονα συντεθέντα ἕξει ῥοπήν· ἀλλ’ οὐδὲ οἱ τὸ κενὸν καὶ πλῆρες αἰτιώμενοι τῆς κατὰ κουφότητα καὶ βαρύτητα διαφορᾶς τῶν στοιχείων τὴν αἰτίαν εἶχον ἀπολογίζεσθαι· οἱ γὰρ μὴ ἔχοντες εἰπεῖν, διὰ τί τὸ μὲν κενὸν κοῦφόν ἐστι τὸ δὲ στερεὸν βαρύ, οὐδὲ τῶν ἐκ τούτων συγκειμένων τῆς διαφορᾶς τὴν αἰτίαν ἔχουσι λέγειν. Αἰτιᾶται δὲ καὶ τοὺς μεγέθει καὶ σμικρότητι διορίζοντας ὡς τῷ ἓν ὑποκείμενον καὶ μίαν φύσιν ποιεῖν τῶν τῷ μεγέθει διαφερόντων τοῖς αὐτοῖς ἐνεχομένους, οἷς καὶ οἱ μίαν ὕλην ποιοῦντες ἐνείχοντο· ταῦτα δὲ ἦν τὸ μὴ εἶναι τὸ μὲν ἀπλῶς κοῦφον καὶ φερόμενον ἄνω κατ’ αὐτούς, τὸ δὲ ἁπλῶς βαρὺ καὶ φερόμενον κάτω· πάντα γὰρ μίαν ἕξει φυσικὴν ῥοπὴν κατ’ αὐτούς, ἢ πλείω δὲ ἢ ἐλάσσω ταύτην, οὐ μὴν διάφορον κατ’ εἶδος, εἴπερ ἓν τὸ ὑποκείμενον. εἰ δὲ μὴ ἔστι τὸ φερόμενον ἄνω φύσει, δῆλον, ὅτι τὰ νῦν ἄνω φέρεσθαι δοκοῦντα ἢ ὑστερίζοντα καὶ προλαμβανόμενα ὑπὸ τῶν βαρυτέρων ἐν τῇ ἐπὶ τὸ κάτω φορᾷ ἄνω δοκεῖ εἶναι ἢ ἐκθλιβόμενα ὑπὸ τῶν βαρυτέρων ἐπὶ τὸ ἄνω φέρεται βίᾳ, ἀλλ’ οὐ κατὰ φύσιν. ἀκολουθεῖ δέ, φησί, τούτοις τὸ πολλὰ μικρά, τουτέστι πολλὰ λεπτομερῆ, ὀλίγων μεγαλομερῶν βαρύτερα εἶναι· τῷ γὰρ ἐκ τοῦ αὐτοῦ ὑποκειμένου εἶναι τοῖς μεγαλομερέσι τὰ μικρομερῆ καὶ τὴν αὐτὴν φυσικὴν ῥοπὴν ἔχειν, ἄν ἀθροισθῇ πλείω μικρομερῆ, βαρύτερα ἔσται τῶν ὀλίγων μεγαλομερῶν. εἰ δὲ τοῦτο, συμβήσεται πολὺν ἀέρα καὶ πολὺ πῦρ ὕδατος ὀλίγου βαρύτερα εἶναι καὶ γῆς ὀλίγης· τοῦτο δέ ἐστιν ἀδύνατον. Τοῦτο δέ, φησὶν Ἀλέξανδρος, δύναται καὶ πρὸς τοὺς περὶ Δημόκριτον λέγεσθαι, οἳ ἐκ τῶν μικρῶν σφαιρικῶν ἀτόμων ἔλεγον συντίθεσθαι τὸ πῦρ. εἰ γὰρ πᾶσι αἱ ἄτομοι τῆς αὐτῆς οὖσι φύσεως βάρος ἔχουσι καί εἰσιν αἱ μείζους βαρύτεραι τῷ μείζους εἶναι, διὰ τοῦτο δὲ καὶ τὰ σώματα τὰ ἐκ τῶν μειζόνων ἀτόμων συγκείμενα βαρύτερα, ἐὰν πολλαὶ ἄτομοι μικραί, ὀλίγων μεγάλων ἔσονται βαρύτεραι· εἰ δὲ τοῦτο, πολὺ πῦρ ἔσται βαρύτερον ὀλίγης γῆς. ἢ τοῦτο ἄν, φησί, πρὸς αὐτοὺς λέγοιτο, εἰ μὴ τὸ κενὸν ᾐτιῶντο. p. 310a13 τὰ μὲν οὖν παρὰ τῶν ἄλλων εἰρημένα ἕως τοῦ τὸ εἰς τὸ αὑτοῦ εἶδός ἐστι φέρεσθαι. Συμπερανάμενος τὰ εἰρημένα ὡς τὰς περὶ βαρέος καὶ κούφου δόξας τῶν προτέρων μετὰ τῆς προσηκούσης ἀντιλογίας ἐκθέμενος καιρὸν εἶχε λοιπὸν ἐπὶ τὰ ἑαυτῷ δοκοῦντα | μεταβαίνειν. ἀλλὰ χρὴ πρῶτον, φησί, διορισθῆναι, περὶ οὗ μάλιστα ἀποροῦσί διὰ τί τῶν σωμάτων τὰ μὲν ἀεὶ κάτω φέρεται κατὰ φύσιν τὴν αὑτῶν κινούμενα τὰ δὲ ἀεὶ ἄνω τὰ δὲ κάτω καὶ ἄνω εἶτα οὕτω περὶ βαρέος καὶ κούφου καὶ τῶν συμβαινόντων παθῶν αὐτοῖς, διὰ τίνα αἰτίαν αὐτά τε γίνεται καὶ τὰ συμβαίνοντα αὐτοῖς. ἔστι δέ, φησὶν ὁ Ἀλέξανδρος, τὰ ἀπορούμενα περὶ τῆς τῶν σωμάτων εἰς τοὺς οἰκείους τόπους φορᾶς τοιαῦτα· πρῶτον μέν, φασίν, εἰ τὸ τοῦ περιέχοντος πέρας ἐστὶν ὁ ἑκάστου τόπος, δῆλον, ὅτι τὸ μήπω τι περιέχον οὐδέ ἐστι τόπος. πῶς οὖν φέροιτο ἄν ἐπὶ τοὺς οἰκείους τόπους τὰ σώματα τοὺς μηδὲ τὴν ἀρχὴν ὄντας ὅλως τῶν σωμάτων μήπω ὄντων; καὶ γὰρ οὐδὲ πρότερόν ποτε ἐν αὐτοῖς ἐγένοντο, ἵνα κτὰ τοῦτο λέγηται ἐπὶ τοὺς οἰκείους φέρεσθαι τόπους τούς ποτε γενομένους· εὐθὺς γὰρ τῷ γενέσθαι καὶ σχεδὸν ἔτι γινόμενα φέρεται τὰ σώματα. εἰ οὖν τὰ φερόμενα σώματα πρὸς τὰ ὅμοια φέρεται, τὸ μὲν πῦρ πρὸς τὸ πῦρ, ὁ δὲ ἀὴρ πρὸς τὸν ἀέρα, ὁμοίως δὲ καὶ τὸ ὕδωρ καὶ ἡ γῆ, γενόμενα δὲ ἐν ἐκείνοις συνεχῆ τοῖς ὅλοις γίνεται καὶ μέρη αὐτῶν, τὰ δὲ συνεχῆ μέρη οὐκ ἔστιν ἐν τόπῳ καθ’ αὑτά, οὐκ ἐπὶ τοὺς οἰκείους ἄν τόπους φέροιτο τὰ κατὰ φύσιν κινούμενα οὐδὲ εἰς τόπους ὅλως, ἀλλ’ ἐπὶ τὸ καταλείποντα τὸν τόπον, ὃν εἶχε, μηκέτι ἔχειν τόπον μηδὲ εἶναι ἐν τόπῳ. ἀλλ’ οὐδέ, εἰ λέγοι τις τὸ εἰς τὸν οἰκεῖον τόπον φέρεσθαι εἶναι τὸ πρὸς τὸ οἰκεῖον καὶ ὅμοιον σῶμα φέρεσθαι, ὑγιῶς ἐρεῖ· ἂν γὰρ καθ’ ὑπόθεσιν μετενεχθῇ ἡ γῆ εἰς τὸν τοῦ πυρὸς τόπον κἀκεῖ κρατῆται, μετατεθῇ δὲ τὸ πῦρ κάτω, ἔπειτα γῆ τις ἀφεθῇ, ἐπὶ τί κινηθήσεται κινουμένη κατὰ φύσιν; πότερον ἄνω πρὸς τὴν ὅλην γῆν, ὅτι ἐστὶν ὁμοία αὐτῇ, ἢ κάτω πρὸς τὸ πῦρ; εἰ μὲν γὰρ πρὸς τὴν ὅλην γῆν, οὐκ ἔσται τοῖς βάρος ἔχουσιν οἰκεῖος ὁ κάτω τόπος οὐδὲ ἐπὶ τοῦτον ἔσται κινούμενα, εἰ δὲ κάτω φέροιτο ὡς ἐπ’ οἰκεῖον τοῦτον τὸν τόπον, οὐκέτι ἂν εἴη ἴσον τῷ εἰς τὸν αὑτῶν τόπον φέρεσθαι τοῖς σώμασι κατὰ φύσιν τὸ πρὸς τὸ οἰκεῖον φέρεσθαι, οὐδὲ ὁ αὐτὸς τοῦ ὅλου καὶ τοῦ μερους τόπος. Τὰ μὲν οὖν ἀπορούμενα τοιαῦτα. εἴποι δὲ ἄν τις, ὅτι, ἐὰν ὁ θεὸς καὶ ἡ φύσις μεταθῶσι τὴν γῆν, ὅπου νῦν ἐστιν ἡ σελήνη, ὡς δέον οὕτως, οἰσθήσεται καὶ ἡ βῶλος ἐκεῖ· λήψεται γὰρ καὶ τὰ μέρη παρὰ τῆς δημιουργίας γίας ταύτην τὴν δύναμιν, ἣν τὸ ὅλον. αὐτὸς δὲ ταῦτα λύσει διὰ τοῦ δεῖξαι, ὅτι τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι τοῖς σώμασίν ἐστιν ἴσον τῷ ἐπὶ τὸ οἰκεῖον εἶδος φέρεσθαι καὶ τὴν οἰκείαν τελειότητα. δείξει δὲ αὐτὸ διὰ τοῦ παντὸς μὲν τοῦ δυνάμει τι ὄντος τελειότητα εἶναι τὸ ἐν ἐκείνῳ γενέσθαι· τοῦ γὰρ δυνάμει γραμματικοῦ τελειότης καὶ εἶδος τὸ γραμματικὸν γενέσθαι, ὁμοίως καὶ τοῦ μουσικοῦ τὸ μουσικὸν καὶ τοῦ | θερμοῦ τὸ θερμόν. εἰ δὲ τὸ ἐν οἷς δύναται κατὰ φύσιν γενέσθαι τελειότης τῶν δυναμένων, καὶ ἡ ἐπ’ ἐκεῖνα μεταβολὴ ὁδὸς ἄν αὐτοῖς εἴη ἐπὶ τὴν τελειότητα. τούτων δὲ οὕτως ἐχόντων, ἐπεὶ τὰ κινούμενα ἐπί τι δυνάμει ὄντα ἐν ἐκείνῳ ἐπὶ τὸ γενέσθαι ἐν αὐτῷ ἐνεργείᾳ μεταβάλλει, πάντα ἄν τὰ κινούμενα ἐπὶ τὴν καθ’ ὃ δυνάμει ἐστὶ τελειότητα καὶ τὸ εἶδος μεταβάλλει ὑπὸ τῶν κινεῖν αὐτὰ καὶ μεταβάλλειν πεφυκότων· ὥστε καὶ τὰ κατὰ τόπον κινούμενα ἐπὶ τὸ οἰκεῖον εἶδος ἄν καὶ τὴν τελειότητα, καθ’ ἥν ἐστι κινητά, μεταβάλλοι. εἰ δὲ τοῦτο, τὸ εἰς τὸν αὑτοῦ τόπον μεταβάλλειν εἴη ἄν τὸ εἰς τὸ αὑτοῦ εἶδος καὶ τὴν τελειότητα μεταβάλλειν. Τὴν μὲν οὖν ἀπόδειξιν συνελὼν οὕτως ἐξέθετο ὁ Ἀλέξανδρος · ὁ δὲ Ἀριστοτέλης προθέμενος τὴν αἰτίαν εἰπεῖν τοῦ τὰ μὲν ἄνω κινεῖσθαι τῶν σωμάτων τὰ δὲ κάτω, τὰ δὲ ἐπαμφοτερίζειν κατὰ τὴν αὑτῶν φύσιν κινούμενα, ὃ ἀπῄτει καὶ παρὰ τῶν τὸ μὲν κενὸν κοῦφον τὸ δὲ στερεὸν βαρὺ λεγόντων, κοινὴν αἰτίαν ἐπὶ πάντων τῶν εἰδῶν τῆς κινήσεως ἀποδίδωσι. τοιων γὰρ οὐσῶν κινήσεων τῆς τε κατὰ αὔξησιν, ἣν κατὰ μέγεθος εἶπε καὶ τῆς κατὰ ποιότητα, ἣν κατ’ εἶδος εἶπε, τὴν γένεσιν ἴσως ἅμα καὶ τὴν ἀλλοίωσιν δηλῶν· ἡ γὰρ κυρίως κατ’ εἶδος μεταβολὴ ἡ γένεσίς ἐστι καὶ ἡ φθορά· κἄν κίνησις οὖν κυρίως οὐκ ᾖ ἡ γένεσις, ὡς αὐτὸς ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως διώρισεν, ἀλλ’ ἁρμόττει καὶ αὐτῇ τὰ νῦν περὶ κινήσεως λεγόμενα· τρίτης δὲ οὔσης κινήσεως τῆς κατὰ τόπον καθ’ ἑκάστην τῶν τριῶν ὁρῶμεν τὴν μεταβολὴν γινομένην ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία ἢ τὰ μεταξὺ καὶ οὐκ εἰς τὸ τυχὸν τῷ τυχόντι τὴν μετάβασιν οὖσαν· τὸ γὰρ λευκὸν μεταβάλλον οὐκ εἰς γραμματικὸν μεταβάλλει οὐδὲ εἰς ἄλλο τι πλὴν εἰς τὸ ἐναντίον τῷ λευκῷ ἤ τι τῶν μεταξύ. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων· ἑκάστου γὰρ ἡ καθ’ αὑτὸ κίνησις ὡρισμένη, καθ’ αὑτὸ δὲ τοῦ λευκοῦ ἡ καθ’ ὃ λευκὸν μεταβολὴ καὶ τοῦ τοσοῦδε, ᾗ τοσόνδε, καὶ τοῦ εἰς τόνδε τὸν τόπον, καθ’ ὃ πέφυκεν εἰς αὐτόν· ὥστε καὶ τὸ κατὰ τόπον μεταβάλλον οὐκ εἰς τὸ τυχὸν οὐδὲ ἐκ τοῦ τυχόντος μεταβάλλει, ἀλλ’ ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον ἢ τὸ μεταξύ· ἐναντία δὲ κατὰ τόπον τὸ ἄνω καὶ τὸ κάτω. Αἴτιον δέ φησιν ὁ Ἀλέξανδρος τοῦ τὴν μεταβολὴν εἰς τὸ ἐναντίον τῷ μεταβάλλοντι ὀφείλειν γίνεσθαι τὸ δεῖν πάντως μὲν τὸ μεταβάλλον ἐξίστασθαι τούτου τοῦ ἐξ οὗ μεταβάλλει· οὐ γὰρ δὴ ἅμα μένοι τε ἄν ἐν αὐτῷ ὢ ,15 καὶ μεταβάλλοι ἐξ αὐτοῦ. τὸ οὖν ὑποκείμενον, ὃ καὶ λέγεται μεταβάλλειν, ἀπολεῖπον τὸ πρότερον εἶδος ἐν ἄλλῳ γίνεται πάντως εἴδει· οὐ γὰρ οἷόν τε ἐν στερήσει παντὸς εἴδους εἶναι τὸ ὑποκείμενον. ἐν τοιούτῳ οὖν ἔσται μεταβεβληκός, ἐν ᾧ ὂν οὐκέτι ἔσται ἐν ἐκείνῳ, ἐξ οὗ μεταβέβληκεν· ὥστε ἐν τῷ μὴ δυναμένῳ συνυπάρχειν αὐτῷ • τοιαῦτα δὲ τὰ ἐναντία καὶ ἰὰ μεταξύ· οὐ γὰρ οἷόν τε ἅμα τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ἐν τοῖς ἐναντίοις εἶναι. διὰ τοῦτο οὖν οὐ λέγεται ἐκ λευκοῦ εἰς γραμματικὸν μεταβάλλειν, ὅτι δύναται ἅμα καὶ λευκὸς καὶ γραμματικὸς εἶναι, ἀλλ’ ἐκ λευκοῦ εἰς μέλαν ἢ τὰ μεταξὺ μεταβάλλει, ὅτι ἀδύνατον ἅμα λευκὸν καὶ μέλαν ἤ τι τῶν μεταξὺ εἶναι. προσχρῆται δὲ τῷ μὴ εἰς τὰ τυχόντα ἀλλ’ εἰς τὰ ἐναντία κινεῖσθαι τὰ κινούμενα ὑπὲρ τοῦ δεῖξαι, ὅτι οὐδὲ ὑπὸ τοῦ τυχόντος κινεῖται ἀλλ’ ὑπὸ τοῦ τὴν ἐναντίαν κίνησιν κινοῦντος· διὰ γὰρ τούτου τὴν αἰτίαν ἀποδίδωσι τῆς τῶν σωμάτων ἐπὶ τοὺς οἰκείους τόπους φορᾶς. ἐπάγει οὖν, ὅτι οὐδὲ κινητικὸν γίνεται τὸ τυχὸν τοῦ τυχόντος· ὡς γὰρ τὰ κινούμενα τὰς διαφόρους κινήσεις ἕτερα ἀλλήλων ἐστίν· ἄλλο γὰρ τὸ κατὰ ποσὸν κινούμενον τὸ αὐξητὸν καὶ ἄλλο τὸ κατὰ ποιὸν τὸ ἀλλοιωτόν· οὕτω καὶ τὰ κινοῦντα ἄλλα· οὔτε γὰρ τὸ αὐξόμενον ὑπὸ τοὐ ἀλλοιωτικοῦ αὔξεται, ἀλλ’ ὑπὸ τοῦ αὐξητικοῦ, οὔτε τὸ ἀλλοιούμενον ὑπὸ τοὺ αὐξητικοῦ ἀλλοιοῦται, ἀλλ’ ὑπὸ τοῦ ἀλλοιωτικοῦ. ὡς δὲ ἐπὶ τῶν κατὰ ποιὸν καὶ ποσὸν μεταβολῶν οὔτε τὸ τυχὸν εἰς τὸ τυχὸν μεταβάλλει οὔτε ὑπὸ τοῦ τυχόντος, ἀλλὰ μεταβάλλει μὲν εἰς τὸ ἐναντίον ἢ εἰς τὸ μεταξύ, μεταβάλλεται δὲ καὶ κινεῖται ὑπὸ τοῦ τὴν τοιαύτην κίνησιν δυναμένου κινεῖν, τὸν αὐτὸν τρόπον ὑποληπτέον καὶ ἐπὶ τῆς κατὰ τόπον μεταβολῆς· τὸ γὰρ φερόμενον οὔτε τὸ τυχὸν οὔτε εἰς τὸ τυχὸν φέρεται οὔτε ὑπὸ τοῦ τυχόντος, ἀλλ’ αὐτό τε ὡρισμένον ἐστὶ καὶ εἰς ὡρισμένον φέρεται καὶ ὑπὸ ὡρισμένου. Τοῦτο οὖν προδιαρθρώσας καὶ ἀπὸ τῶν ἄλλων κινήσεων πιστωσάμενος, ὅτι τὸ κατὰ τόπον κινούμενον οὑ τὸ τυχὸν εἰς τὸ τυχὸν οὐδὲ ὑπὸ του τυχόντος ἀλλὰ τὸ δυνάμει εἰς τὸ ἐνέργειᾳ ὑπὸ τοῦ εἰς τοῦτο ἄγειν πεφυκότος κότος μεταβάλλει, συλλογίζεται λοιπὸν οὕτως· εἰ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω κινητικὸν μὲν τὸ βαρυντικὸν καὶ τὸ κουφιστικόν, ἀλλ’ οὐ τὸ τυχόν, κινητὸν δὲ τὸ δυνάμει βαρὺ καὶ τὸ δυνάμει κοῦφον, τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι ἢ ἄνω ἢ κάτω φερόμενον τὸ εἰς τὸ ἑαυτοῦ εἶδος ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ φέρεσθαί ἐστιν. ἀλλὰ μὴν τὸ ἡγούμενον ἀληθὲς διὰ τὰ προδειχθέντα τὸ κινεῖν μὲν τὸ βαρυντικόν, κινεῖσθαι δὲ τὸ δυνάμει βαρὺ ἐπὶ τὸ ἐνεργείᾳ τοιοῦτον· καὶ τὸ λῆγον ἄρα ἀληθὲς τὸ τὸ κινούμενον ἄνω ἢ κάτω κατὰ φύσιν ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ ἑαυτοῦ εἶδος κινεῖσθαι. καὶ γὰρ ἐπὶ τῆς θερμότητος, εἰ κινεῖ μὲν τὸ θερμαντικόν, κινεῖται δὲ τὸ δυνάμει θερμὸν εἰς τὸ ἐνεργείᾳ τοιοῦτον, δῆλον, ὅτι τὸ κινεῖσθαι, ἐφ’ ὃ πέφυκεν, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ εἰς τὸ ἑαυτοῦ εἶδος κινεῖσθαι καὶ γίνεσθαι θερμὸν κατ’ ἐνέργειαν. καὶ ἕως μὲν ἄν φέρηται ἄνω ἢ κάτω, οὐδέπω τελέως τὸ ἑαυτοῦ εἶδος ἀπείληφε γινόμενον εντι, ὅταν δὲ ἀπολάβῃ τὸν οἰκεῖον τόπον, τότε καὶ τὸ εἶδος ἀπολαμ|βάνει τὸ οἰκεῖον· τὸ γὰρ ἐνεργείᾳ τοῦ ὅπερ ἦν δυνάμει τότε ἀπολαμβάνει. Διὰ τί οὖν κάτω κινεῖται τὰ σώματα κατὰ φύσιν; ὅτι τὸ βαρεῖ εἶναι τοῦτό ἐστιν ἐν. τῷ κάτω εἶναι κατὰ φύσιν. τὰ οὗν τέως δυνάμει ὄντα βαρέα ὑπὸ τοῦ κατὰ βαρύτητα κινεῖν πεφυκότος, τουτέστι τοῦ ποιοῦντος γῆν ἢ ὕδωρ, μεταβαλλόμενα ἐπὶ τὸ ἐνεργείᾳ εἶναι βαρέα εἰς τὸ οἰκεῖον εἶδος μεταβάλλει. καὶ γὰρ τὰ μόρια τῶν ὅλων, εἰ καὶ μή ἐστιν αὐτὰ ἐν προσεχεῖ τινι τόπῳ, ὅταν τοῖς ὅλοις συνεχῆ γένηται, ἀλλὰ μετά γε τῶν ὅλων ἐστὶν ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ γενόμενα τὸ ἐνεργείᾳ καὶ τὴν κατὰ τὸ εἶδος τὸ ἑαυτῶν ἀπείληφε τελειότητα. εἰ δὴ ταῦτα ἀληθῆ καί, ὡς ὁ Ἀριστοτέλης φησί, τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι ἕκαστον τὸ εἰς τὸ αὑτοῦ εἶδός ἐστι φέρεσθαι, τὸ ἀπολαβὸν τὸ εἶδος τοὐ βαρέος ἤ κούφου οὐκέτι φέρεται. εἰ οὖν βαρὺ τὸ πρὸς τὸ μέσον καὶ κοῦφον τὸ πρὸς τὸ ἄνω, πρῶτον μὲν ἀνάγκη καὶ ἐν τοῖς οἰκείοις τόποις ἔχειν βαρύτητα καὶ κουφότητα, μᾶλλον δὲ ἐκεῖ μόνον ἔχειν κατ’ ἐνέργειαν· ἔπειτα, εἰ βαρὺ τὸ πρὸς τὸ μέσον καὶ κοῦφον τὸ πρὸς τὸ ἄνω, οὐ κατὰ τὴν αὐτὴν πρὸς τὸ ἄνω καὶ κάτω χαρακτηριστέον, ἀλλὰ κατὰ τὴν σύννευσιν. Ταῦτα μὲν οὖν περὶ τῆς τῶν εἰρημένων ἐννοίας· κατὰ δὲ τὴν λέξιν, εἰ μέν, ὡς ἔν τισι τῶν ἀντιγράφων, εἰ μὲν εἰς τὸ ἄνω καὶ τὸ κάτω κινητικὸν μὲν τὸ βαρυντικὸν γέγραπται, σαφὲς τὸ λεγόμενόν ἐστιν· εἰ δέ, ὡς ὁ Ἀλέξανδρος γράφει, “εἰ μὲν τὸ ἄνω τὸ κάτω’’, ἀρχαιοπρεπῶς ἑρμηνευθὲν ἀντὶ τοὐ ἐπὶ τὸ ἄνω καὶ τὸ κάτω εἴρηται. p. 310b1 Καὶ ταύτῃ ἄν τις μᾶλλον ὑπολάβοι ἔως τοῦ οὕτως ἔχει πρὸς ἄλληλα. Εἰπών, ὅτι τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι τὸ εἰς τὸ ἑαυτοῦ εἶδός ἐστι φέρεσθαι ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, κατὰ τοῦτο, φησί, μᾶλλον ἄν τις ἀποδέχοιτο καί, ὅταν οἱ παλαιοὶ λέγωσι τὸ ὅμοιον πρὸς τὸ ὅμοιον φέρεσθαι· ὅμοιον γὰρ τὸ δυνάμει τῷ ἐνεργείᾳ καὶ τὸ γινόμενόν τι τῷ ἤδη ὄντι τοιούτῳ. ὡς γὰρ ὑπολαμβάνουσί τινες εἰρῆσθαι τοῦτο, ὅτι ἡ γῆ πρὸς τὴν γῆν, οὐ συμβαίνει πάντως· οὐ γάρ, ἄν μεταθῇ τις τὴν γῆν, ὅπου νῦν ἐστιν ἡ σελήνη, οἰσθήσεται τὰ μόρια αὐτῆς ἔτι πρὸς αὐτήν. καὶ νῦν γὰρ οὐ διὰ τοῦτο κάτω φέρεται τὰ μόρια τῆς γῆς, ὅτι ἡ γῆ κάτω, ἀλλ’ ὅτι τοῖς ὁμοίοις καὶ ἀδιαφόροις ὑπὸ τοὺ αὐτοῦ κινητικοῦ συμβαίνει τὴν αὐτὴν κινεῖσθαι κίνησιν· διὰ τοῦτο οὗν, ὅπου τὸ πᾶν, ἐκεῖ καὶ τῶν μορίων ἕκαστον πέφυκε φέρεσθαι, ἀλλ’ οὐχ ὅτι πρὸς τὴν γῆν. τὰ μὲν οὖν ὅμοια καὶ οὐχ ἀπλῶς ὅμοια ἀλλὰ τὰ αὐτὰ τῇ φύσει οὐδ’ ἄν λέγοιτο κυρίως ἐπὶ τὸ ὅμοιον, ἀλλ’ ἐπὶ τὸ αὐτὸ φέρεσθαι ταῦτα. εἴπερ δὲ ὅλως κυριώὅλων] τερον βούλεταί τις τὴν ἐπὶ τὸ ὅμοιον φορὰν εὑρεῖν, τὴν ἐπὶ τὸν αὑτοῦ τόπον εὑρήσει. ἐπειδὴ γὰρ τόπος ἐστὶ τὸ τοῦ περιέχοντος πέρας, τὸ ἐπὶ τὸν οἰκεῖον τόπον φερόμενον ἐπὶ τὸ πέρας φέρεται τοῦ περιέχοντος· τὸ δὲ περιέχον ὅμοιόν ἐστι τῷ περιεχομένῳ, διότι τὰ ἐφεξῆς ὅμοιά ἐστιν ἀλλήλοις, οἷον ὕδωρ ἀέρι καὶ ἀὴρ πυρί. καὶ ἀνάπαλιν δὲ ἐπὶ τῶν μέσων ἀληθὲς εἰπεῖν ὅμοια εἶναι, ἀέρα μὲν οὐ μόνον πυρὶ ὅμοιον εἶναι ἀλλὰ καὶ ὕδατι, ὥστε καὶ τῷ ὑπερκειμένῳ καὶ τῷ ὑποκειμένῳ, καὶ ὕδωρ ὁμοίως τῷ τε ἀέρι καὶ τῇ γῇ. τὰ μέντοι ἄκρα τό τε πῦρ καὶ ἡ γῆ οὐκέτι ἔχει τὸ τοιοῦτον ἀνάπαλιν· οὔτε γὰρ τὸ πῦρ ὑπερκείμενόν τι ἔχει οὔτε ἡ γῆ ὑποκείμενον. ὅτι δὲ ὅμοια τὰ ἐφεξῆς, δῆλον ἐκ τοῦ ῥαδίως μεταβάλλειν εἰς ἄλληλα κτὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς κοινὴν ποιότητα συγγενῆ ὄντα· κατὰ ταύτην δὲ τάχα καὶ τὸ πῦρ καὶ ἡ γῆ τὸ ἀνάπαλιν ἕξουσι κοινὴν ἔχοντα τὴν ξηρότητα. Καὶ ἡ μὲν ὅλη τοῦ λόγου συναγωγὴ τοιαύτη· τὸ ἐπὶ τὸν οἰκεῖον τόπον φερόμενον ἐπὶ τὸ περιέχον φέρεται· τὸ ἐπὶ τὸ περιέχον φερόμενον ἐπὶ τὸ ὅμοιον φέρεται. εἰπὼν δέ, ὅτι ὁ τόπος ἐστὶ τὸ τοῦ περιέχοντος πέρας, ἐπήγαγεν· περιέχει δὲ πάντα τὰ κινούμενα, οὐχ άπλῶς, ἀλλ’ ἄνω καὶ κάτω, τό τε ἔσχατον καὶ τὸ μέσον· τὸ γὰρ κυκλοφορητικὸν σῶμα αὐτὸ ὂν τὸ ἔσχατον οὐ περιέχεται ὑπὸ τοῦ ἐσχάτου καὶ τοῦ μέσου, ἀλλὰ μόνα τὰ ἄνω καὶ κάτω κινούμενα. τοῦτο δὲ οὐ μάτην, οἶμαι, προσέθηκεν, ἀλλ’ ἐνδεικνύμενος, ὅτι τῶν μὲν ἐπὶ τὸ ἄνω κινουμένων τὸ ὑπερκείμενόν ἐστι περιεκτικὸν τοῦ ὑποκειμένου, ὥσπερ τὸ πῦρ τοῦ ἀέρος, τῶν δὲ ἐπὶ τὸ κάτω τὸ ὑποκείμενον· ταῦτα γὰρ πλησιαίτερα τῶν περιεχόντων ἐστὶ τοὺ τε ἐσχάτου καὶ τοὐ μέσου. τὸ δὲ περιέχον, φησί, τρόπον τινὰ εἶδος γίνεται τοῦ περιεχομένου, ὃ περιεχόμενον εἶπεν ὡς ἐφεξῆς κείμενον· εἰ γὰρ τοῖς μὲν τὸ εἶδος ὁ ἄνω τόπος δίδωσι κούφοις τότε γινομένοις, ὅταν ἐν τῷ ἄνω τόπῳ γένωνται, τοῖς δὲ βαρέσι τὸ κάτω, τῷ μὲν πυρὶ τὸ ἔσχατον ἄνω ἐστὶ τὸ εἶδος ὡς ἐν ἐκείνῳ τὸ τέλειον ἔχοντι, τῷ δὲ ἀέρι τὸ πῦρ, ὅτι μέχρι ἐκείνου ἡ ἄνοδος· καὶ πάλιν τῇ μὲν γῇ τὸ μέσον ἐστὶν εἶδος, τῷ δὲ ὕδατι ἡ γῆ, διότι τὸ ὕδωρ ἐν γῇ γενόμενον ὡς τὸ ἑαυτοῦ εἶδος ἀπειληφὸς τὸ κατὰ βάρος ἠρεμεῖ. καί ἐστι τὰ μὲν εἴδει ἀνάλογα τὰ ἄκρα ὡς εἰδοποιὰ τῶν ἐφεξῆς κειμένων, τὰ δὲ ὕλῃ τὰ μέσα ὡς εἰδοποιούμενα παρ’ ἐκείνων· τὸ μὲν γὰρ πῦρ τῷ ἀέρι κουφότητα ἐνδίδωσιν, ἡ δὲ γῆ τῷ ὕδατι βαρύτητα. ἄλλος δὲ οὗτος ὁ τρόπος ἐστὶ τῆς εἰς τὰ εἰδικὰ καὶ ὑλικὰ τῶν τεσσάρων στοιχείων διαιρέσεως καὶ ἄλλος ἐκεῖνος, καθ’ ὃν τὰ μὲν βαρέα καὶ ψυχρὰ ὕλης λόγον ἔχειν, τὰ δὲ κοῦφα καὶ θερμὰ εἴδους, αὐτός τε Ἀριστοτέλης ἐν ἄλλοις | λέγει καὶ Θεόφραστος ἐν τῷ Περὶ τῆς τῶν στοιχείων γενέσεως, καὶ Ποσειδώνιος ὁ Στωικὸς παρὰ τούτων λαβὼν πανταχοῦ χρῆται. Ὁ δὲ ἐξηγητὴς Ἀλέξανδρος ἐφιστάνει μὲν τῷ ἄλλην εἶναι τὴν νῦν παραδιδομένην κατὰ τὸ ὑλικὸν καὶ εἰδικὸν τῶν στοιχείων διαίρεσιν, λέγει δὲ τὸ ὕδωρ τῆς γῆς εἶναι εἶδος καὶ οὐκ ἀνάπαλιν, ὡς ἐγὼ νομίζω· γράφει δὲ οὕτως· “ἔστι μὲν οὖν ἁπλῶς ὑλικὰ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ἁπλῶς εἰδικὰ τὸ πῦρ καὶ ὁ ἀήρ, πρὸς ἄλληλα δὲ καὶ ὡς προσεχῆ εἴδη καὶ ὡς προσεχεῖς ὗλαι τὰ ἐγγὺς ἀλλήλων ὄντα ὀλίγην ἔχοντα τὴν κατὰ τὸ ὑλικὸν παραλλαγήν· καὶ γὰρ τὸ ὕδωρ τῆς γῆς εἶδός πως καίτοι ὂν καὶ αὐτὸ ὁλικόν, ὅτι πρὸς ταύτην οὕτως ἔχει.’’ καίτοι εἰ οἱ τόποι εἰσὶν εἰδοποιοί, ὡς ὁ Ἀριστοτέλης φησίν, ὅ τε ἔσχατος καὶ ὁ μέσος, καί ἐστι τῷ ὕδατι ἡ κατὰ φύσιν ῥοπὴ ὡς πρὸς εἶδος καὶ τελειότητα πρὸς τὸ μέσον, προσεχεστέρα δὲ τῷ μέσῳ τοῦ ὕδατος ἡ γῆ, αὕτη ἂν μᾶλλον πρὸς τὸ ὕδωρ εἴδους ἔχοι λόγον ἢ τὸ ὕδωρ πρὸς τὴν γῆν· τὸ γὰρ τῆς βαρύτητος εἶδος ἀπὸ τοῦ μέσου πρώτως ἡ γῆ λαβοῦσα καὶ τῷ ὕδατι αὐτοῦ μεταδίδωσι· καὶ ὡς ἔχει πρὸς τὸν ἀέρα τὸ πῦρ, οὕτως ἔχει ἡ γῆ πρὸς τὸ ὕδωρ. ἔοικε δὲ ὁ Ἀλέξανδρος πρὸς τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθὲν ἀπιδεῖν τὸ ἀεὶ γὰρ τὸ ἀνώτερον πρ ὸς τὸ ὑφ’ ἐαυτό, ὡς εἶδος πρὸς ὕλην, οὕτως ἔχει πρὸς ἄλληλα. μήποτε δὲ περιέχειν εἰπὼν πάντα τὰ κινούμενα ἄνω καὶ κάτω τὸ ἔσχατον καὶ τὸ μέσον, ὡς περιέχον καὶ τὸ μέσον ἀνώτερον εἶπε τοῦ ὑφ’ ἑαυτοῦ περιεχομένου. τὸ δὲ ἔσχατον καὶ τὸ μέσον τρόπον τινὰ εἶδος γίνεσθαι τῶν περιεχομένων φησίν, ὅτι οὐκ αὐτά ἐστι αὐτῶν εἴδη ἀλλὰ τὰ ὑπ’ αὐτῶν ἐνδιδόμενα, τοῦ μὲν ἐσχάτου τὸ ἄνω καὶ ἡ κουφότης εἰδοποιὸς οὖσα τῶν κούφων, ἀπὸ δὲ τοῦ μέσου ἡ βαρύτης καὶ τὸ κάτω. p. 310b16 Τὸ δὲ ζητεῖν, διὰ τί φέρεται τὸ πῦρ ἄνω ἕως τοῦ ὥστε πρώτη ἄν εἴη κατὰ τὴν οὐσίαν αὕτη ἡ κίνησις. Δείξας, ὅτι τὰ ἄνω καὶ τὰ κάτω φερόμενα κατὰ φύσιν ὡς ἐπὶ τὸ οἰκεῖον εἶδος καὶ τὴν οἰκείαν τελειότητα φέρεται καὶ ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, οὗ τὴν δύναμιν εἶχε, νῦν τοῦτο πιστοῦται καὶ ἀπὸ τῶν ἄλλων κινήσεων δεικνύς, ὅτι, ὡς ἐπ’ ἐκείνων ἀπὸ τοῦ δυνάμει εἰς τὸ οἰκεῖον ἐνεργείᾳ καὶ οὐκ εἰς ἄλλο τι γίνεται ἡ κατὰ φύσιν μεταβολή, οὕτω καὶ ἐπὶ τῆς κατὰ τόπον ἔχει. διό, φησίν, οὐδὲν διαφέρει ζητεῖν, διὰ τί τὸ πῦρ ἄνω φέρεται ἡ δὲ 77) κάτω, τοῦ ζητεῖν, διὰ τί τὸ ὑγιαστόν, ἄν, καθ’ ὃ ὑγιαστόν ἐστι, μεταβάλλῃ, εἰς ὑγείαν ἔρχεται, ἀλλ’ οὐκ εἰς λευκότητα· ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα τὰ ἀλλοιωτά. καὶ τὸ αὐξητὸν δέ, ὅταν μεταβάλλῃ, καθ’ ὃ αὐξητόν, οὐκ εἰς ὑγείαν ἔρχεται οὐδὲ | εἰς ἄλλην ποιότητα, ἀλλ’ εἰς μεγέθους ὑπεροχήν, διότι κατὰ ποσόν ἐστιν ἡ μεταβολή, ἀλλ’ οὐ κατὰ ποιόν. οὕτως οὖν καὶ ἐν τοῖς κατὰ τόπον κινουμένοις τὰ μὲν κοῦφα ἄνω τὰ δὲ βαρέα κάτω καὶ οὐκ ἐπ’ ἄλλο τι κινεῖσθαι πεφύκασι· τὸ γὰρ πῦρ κάτω ὃν κοῦφον οὕτως ἐστὶ καὶ λέγεται ὡς ἐπιπολαστικὸν καὶ δυνάμει τέως ἔχον τὸ ἐπιπολάζειν, ὁμοίως δὲ καὶ ἡ γῆ ἄνω ὡς ὑποστατικὸν καὶ δυνάμει τέως ἔχουσα τὸ ὑφίστασθαι, ὡς καὶ τὸ ὑγιαστόν. ὅταν δὲ κινῆται, καθ’ ὃ τοιαῦτα, τὸ μὲν πῦρ ἐπὶ τὸ ἄνω καὶ τὸ ἐπιπολάζειν ὡς ἐπ’ οἰκεῖον εἶδος καὶ τὸ ἐνεργείᾳ τὸ ἑαυτοῦ κινεῖται καὶ τὴν τελειότητα, ἡ δὲ γῆ ἐπὶ τὸ κάτω καὶ τὸ ὑφίστασθαι, καὶ οὐκ ἐπ’ ἄλλο τι κατὰ φύσιν οὐδέτερον. ταῦτα δέ, ὡς καὶ μετ’ ὀλίγον μαθησόμεθα, λέγεται ἐπὶ τῶν εντι γινομένων καὶ μεταβαλλόντων καὶ μήπω τὴν ἑαυτῶν τελειότητα καὶ τὸ ἐνεργείᾳ τὸ ἑαυτῶν τελέως ἀπειληφότων, ἀλλ’ ἐπὶ τοῦτο κινουμένων, ὅπερ ὑπάρχει καὶ τῷ κάτω ὄντι πυρὶ καὶ τῇ ἄνω οὔσῃ γῇ. ἐναργέστερον δὲ ἐπὶ τῶν ἀναθυμιάσεων ὁρᾶται οὔπω τελέως εἰς ἀέρα τῆς μεταβολῆς γινομένης καὶ ἐπὶ τῶν ἐξυδατουμένων, ὡς ἡ δρόσος ἔχει καὶ ἡ πάχνη· φέρεται γὰρ ταῦτα οὔπω ὄντα ἐνεργείᾳ ἀὴρ ἢ ὕδωρ. Ἐπισημαίνεται δὲ πρὸς τὰς γραφὰς ὁ Ἀλέξανδρος λέγων, ὅτι ἀντὶ τοῦ τὸ δὲ ζητεῖν ἄμεινον ἦν “τὸ δὴ ζητεῖν’’ γεγράφθαι, διότι τοῦτο ὡς ἐπὶ προδεδειγμένοις ἐπήχθη. δύναται δὲ καὶ διὰ τοῦ εݲιݲ γεγράφθαι καλῶς τὴν ὁμοιότητα τὴν πρὸς τὰς ἄλλας κινήσεις τῶν κατὰ τόπον κινουμένων παραδεικνύον καὶ ἀπ’ ἐκείνων ταύτην πιστούμενον. “καὶ τὸ ὁμοίως καὶ τούτων ἕκαστον ἤτοι, φησίν, ἔδει γεγράφθαι ‘ὁμοίως δὲ καὶ τῶν ἄλλων ἔκαστον’ ἢ ‘ὁμοίως δὲ ὡς τούτων ἕκαστον’ · τὸ γὰρ ἀκόλουθον, φησίν. ἐστίν, ὡς ταῦτα, οὕτω καὶ τὰ ἐν τόπῳ.’’ μήποτε δὲ οὐδεμιᾶς ὑπαλλαγῆς ἡ λέξις δεῖται, ἐὰν κατὰ συναφὴν ἀναγνωσθῇ· λέγει γὰρ ὁμοίως δὲ καὶ τούτων ἕκαστον, τὸ μὲν ἐν τῷ ποιῷ, τὸ δὲ ἐν τῷ ποσῷ μεταβάλλει, καὶ ἐν τόπῳ τὰ μὲν κοῦφα ἄνω, τὰ δὲ βαρέα κάτω. πῶς γὰρ ἄν εἶπεν ἕκαστον ἐπὶ δυοῖν τοὐ τε κατὰ ποιότητα καὶ τοὐ κατὰ ποσότητα μεταβάλλοντος, εἰ μὴ τρίτον αὐτοῖς τὸ κατὰ τόπον συνέταττεν; ἐπιστῆσαι δὲ χρή, ὅτι δυνάμενος καὶ ἐπὶ τῶν κατ’ οὐσίαν μεταβαλλότντων, τουτέστι τῶν γινομένων, τὰ αὐτὰ λέγειν ὁ Ἀριστοτέλης, ἅπερ ἐπὶ τῶν ἀλλοιουμένων, λοιουμένων, ὅτι καὶ ἐκεῖνα ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλλει, παρῆκεν ὅμως ἐκεῖνα, διότι οὐδὲ κινεῖσθαι βούλεται αὐτὰ μήπω ὄντα, ἅπερ λέγεται, τὴν δὲ κίνησιν ἐν τοῖς τρισὶν ἀπολείπει τοῖς κατὰ ποσότητα καὶ ποιότητα καὶ κατὰ τόπον μεταβάλλουσι, διὸ ὡς ἀπὸ ὁμοίων τῶν αὐξομένων καὶ ἀλλοιουμένων τὰ κατὰ τόπον κινούμενα ἐπιστώσατο. εἰπὼν δὲ ὁμοίως ἔχειν τὰς ζητήσεις ἐπί τε τῶν κατὰ τόπον κινουμένων, διὰ τί ἡ μὲν γῆ κάτω τὸ δὲ πῦρ ἄνω κινεῖται, καὶ ἐπὶ τῶν κατὰ ποσότητα καὶ ποιότητα, ἐφεξῆς τὴν διαφορὰν τῆς κατὰ τόπον κινήσεως πρὸς τὰς ἄλλας παραδίδωσιν, ὅτι τὰ μὲν κατὰ τόπον κινούμενα ἐν αὑτοῖς ἔχειν δοκεῖ τὴν ἀρχὴν τῆς μεταβολῆς τὴν βαρύτητα καὶ τὴν κουφότητα, τὰ δὲ κατὰ ποιότητα καὶ ποσότητα οὐκέτι, ἀλλ’ ὑπ’ ἄλλων κινεῖται τῶν ἔξωθεν αὐτὰ μεταβαλλόντων, οἷον τῶν ἀλλοιούντων καὶ αὐξανόντων. εἶτα καὶ τὴν ὁποιανοῦν ἐν τοῖς διαφέρουσιν ὁμοιότητα ἐπιδεικνύων, ἔστιν ὅτε, τῇσί, καὶ ταῦτα τὰ ἀλλοιούμενα καὶ αὐξόμενα ἐξ ἐαυτῶν μεταβάλλει· καὶ γὰρ ὑγιάζονταί τινες οὐδὲν ἰατρικῆς δεηθέντες καὶ αὔξονται τῆς ἐν αὐτοῖς θρεπτικῆς καὶ αὐξητικῆς δυνάμεως ἐνεργούσης. καλῶς δὲ προσέθηκε τὸ μικρᾶς γενομένης ἐν τοῖς ἔξω κινήσεως δεικνύς, ὅτι οὐχ ὁμοίως τοῖς κατὰ τόπον κινουμένοις τὴν ὅλην τῆς κινήσεως αἰτίαν ἐξ ἑαυτῶν ἔχουσι ταῦτα· καὶ γὰρ τροφῆς δεῖται προσφερομένης καὶ τὸ αὐξόμενον καὶ τὸ ὑγιαζόμενον καὶ ἀέρων εὐκρασίας· τὸ μέντοι ὑγιάζον καὶ αὖξον προσεχῶς ἡ φύσις ἐστὶν ἡ τούτοις χρωμένη. εἰπὼν δέ, ὅτι εἰς ὑγείαν ἐξ ἑαυτοῦ μεταβάλλει βραχείας ἔξωθεν δεηθέντα συνάρσεως, προστίθησιν, ὅτι τὸ αὐτό ἐστι τὸ ὑγιαστὸν καὶ τὸ νόσου δεκτικόν, διό, ἄν μὲν καθ’ ὃ ὑγιαστὸν κινηθῇ, εἰς ὑγείαν φέρεται, ἄν δὲ καθ’ ὃ νοσερόν, εἰς νόσον· ἕκαστον γὰρ ἐπ’ ἐκεῖνο κινεῖται, πρὸς ὃ τὴν δύναμιν ἔχει. συναγαγὼν οὖν, ὅτι τὰ κατὰ τόπον κινούμενα ταῦτα γάρ ἐστι τὸ βαρὺ καὶ κοῦφον) μᾶλλον τῶν ἄλλως κινουμένων ἐν ἑαυτοῖς ἔχει τὴν τῆς κινήσεως ἀρχήν, τὴν αἰτίαν ἐπήγαγε τούτου τὸ τὰ κατὰ τόπον κινούμενα τελειότερα εἶναι, τὰ δὲ τελειότερα καὶ ἤδη ὄντα κατ’ ἐνέργειαν μᾶλλον ἔχειν ἐν ἑαυτοῖς τὴν τῆς κινήσεως ἀρχήν. διὰ τοῦτο γὰρ καὶ τὰ ζῷα καὶ ὅλως τὰ ἔμψυχα τελειότερα τῶν ἄλλων ὄντα τούτῳ μάλιστα πλεονεκτεῖ τῷ ἐξ ἑαυτῶν κινεῖσθαι· τὸ γὰρ ἀτελὲς καὶ μηδέπω ὂν ὑπὸ τούτου κινεῖται, ὑφ’ οὗ καὶ γίνεται. τοῦ δὲ τελειότερα τὰ κατὰ τόπον κινούμενα εἶναι αἴτιον ἐπήγαγε τὸ τὴν τούτων ὕλην ἐγγύτατα τῆς οὐσίας εἶναι ἀσαφῶς τὸ αἴτιον αἰνιξάμενος· ὕλην μὲν γὰρ λέγει τὴν ἐπιτηδειότητα αὐτῶν καὶ τὸ δυνάμει, οὐσίαν δὲ τὸ τέλειον αὐτῶν εἶδος· πᾶν γὰρ τὸ δυνάμει ὕλη ἐστὶ πρὸς τοῦτο, ὃ δύναται, καὶ ἡ ἑκάστου οὐσία κατὰ τὸ τέλειον αὐτοῦ εἶδος ἀφώρισται. ἐπεὶ οὖν τὰ κατὰ τόπον κινούμενα οὐ κατά τι τῶν ἐν ἑαυτοῖς μεταβάλλει, ἀλλὰ κατὰ τὸν ὢ τόπον μόνον, κἄν ἔχῃ τι ἀτελὲς ἔτι, διὸ καὶ κινεῖται, τὰ οὖν κατ’ οὐσίαν ἤδη τέλεια ἐγγύς ἐστι τῆς κατὰ τόπον τελειότητος· ἡ γὰρ κατὰ τὴν τοπικὴν κίνησιν ἐπιτηδειότης οὐχ ὡς πρὸς οὐσίαν ἀλλ’ ὡς πρὸς ἐνέργειαν ἵεται, διὸ καὶ τὰ θεῖα σώματα τὴν κίνησιν ταύτην οὐκ ἀπηξίωσε κινηθῆναι ὡς πολὺ τὸ ἐνεργητικὸν ἔχουσαν. τὸ μὲν γὰρ ἀλλοιοῦσθαι καὶ τὸ αὔξεσθαι καὶ εντι πρὸ τούτων τὸ γίνεσθαι πάθη μᾶλλόν ἐστιν, ἡ δὲ κατὰ τόπον κίνησις ἐνέργειά ἐστι μᾶλλον, διὸ τὰ κατὰ τόπον κινούμενα, καθ’ ὃ μὲν κινςῖρΙ ὅλως, οὐδέπω μὲν τὴν κατὰ τοῦτο τελειότητα ἀπείληφεν, εἴ γε ἐπὶ τὴν ἐντελέχειαν καὶ τὸ εἶδος τὸ ἑαυτῶν τὸ κατὰ τοῦτο κινεῖται, ἀφικόμενα δὲ εἰς τὸν οἰκεῖον τόπον διὰ τῆς κατὰ τόπον κινήσεως τὴν οἰκείαν ἀπολαμβάνει βάνει κατὰ τοῦτο τελειότητα ἐνεργείᾳ γινόμενα τοῦτο, ὃ τέως ἦν δυνάμει μόνον. εἰκότως οὖν τὴν τούτων ἐπιτηδειότητα ἐγγύτατα τῆς κατ’ αὐτὴν τελειότητος εἶπεν, εἴ γε τέλεια ὄντα κατ’ οὐσίαν ἐνεργεῖν δεῖται μόνον, καὶ εἴ γε διὰ τῆς ἐξ ἑαυτῶν κινήσεως αὐτῆς τυγχάνει οὐδενὸς ἄλλου δεόμενα. Ὅτι δὲ ἐγγὺς τῆς τελειότητός ἐστι καὶ τελειότερα τῶν ἄλλως κινουμένων τὰ κατὰ τόπον κινούμενα, σημεῖα παράγει δύο, ἓν μὲν τὸ ἀπολελυμένων εἶναι τὴν τοιαύτην κίνησιν, τουτέστιν ὁλοκλήρων κατ’ οὐσίαν ὄντων καὶ οὐ κατά τι τῶν ἐν ἑαυτοῖς μεταβαλλόντων· τὰ γὰρ γινόμενα καὶ αὐξόμενα καὶ ἀλλοιούμενα οὔπω ἀπολελυμένα ἐστὶν εἰς τὴν καθ’ ἑαυτὰ ὑπόστασιν· δεύτερον δὲ ἐκ τοῦ τὰ κατὰ τόπον κινούμενα ὕστερα κατὰ τὴν γένεσιν εἶναι, τὰ δὲ κατὰ τὴν γένεσιν ὕστερα τελειότερα εἶναι· καὶ γὰρ ἐπὶ ζῴων τὰ ἀτελῆ τῶν τελείων ἐν τῇ γενέσει προηγεῖται, σπέρμα καὶ καταμήνιον, εἰ τύχοι, καὶ ἐμβρύου κατ’ ὀλίγον διάπλασις καὶ ἀπότεξις τῆς μετὰ χρόνον τοῦ τεχθέντος τελειώσεως, ὥστε ὅμοιον ἑαυτῷ γεννῆσαι· καὶ ἐπὶ φυτῶν ὁμοίως ἐξ ἀτελοῦς ἕκαστον εἰς τὸ τέλειον πρόεισι. τὸ δὲ τελειότερον πρότερον τῇ οὐσίᾳ ὡς ἕνεκεν τούτου καὶ τῶν ἄλλων προειλημμένων. ἀλλὰ μὴν καὶ ἡ κατὰ τόπον κίνησις ὑστέρα τῶν ἄλλων καὶ ἐν ζ;ῴοις καὶ ἐν ἀψύχοις παραγίνεται· ἤδη γὰρ τελειωθέντα τὰ ζῷα κινεῖται κατὰ τόπον, καὶ τὰ φυσικὰ σώματα τελειωθέντα τὴν κατὰ φύσιν ἑαυτῶν κίνησιν τὴν κατὰ τόπον ἀπολαμβάνει, πῦρ μὲν γενόμενον τὴν πρὸς τὸ ἔσχατον, γῆ δὲ τὴν πρὸς τὸ μέσον προηγεῖται δὲ ἡ ἀλλοίωσις καὶ ἐπ’ αὐτῇ ἡ αὔξησις, καὶ οὕτως ἡ κατὰ τόπον κίνησις ἐπιγίνεται καὶ μάλιστα ἐπὶ τῶν τελειοτέρων, οἷα τὰ ζῷά ἐστι. τελειωθέντα γὰρ ἤδη καὶ ἀπολελυμένα ταῦτα τὴν προσήκουσαν τοῖς ζῴοις τοπικὴν κινεῖται κίνησιν. ὥστε πρώτη ἂν εἴη κατὰ τὴν οὐσίαν ἡ τοπικὴ κίνησις τῶν ἄλλων ὑστέρα καὶ τῷ χρόνῳ καὶ ἰῇ τάξει παραγινομένη. p.311.11 Ὅταν μὲν οὖν γίνηται ἐξ ὕδατος ἀὴρ ἕως τοῦ φέρεται εὐθύς. Eἰπών, ὅτι τὰ εἰς τὸν αὑτῶν τόπον κινούμενα εἰς τὸ αὑτῶν εἶδος κινεῖται καὶ τὴν αὑτῶν τελειότητα, ἐπειδὴ καὶ ἡ γῆ ἤδη οὖσα ἐπὶ τὸ κάτω κινεῖται καὶ πῦρ ἤδη ὂν ἐπὶ τὸ ἄνω, διάκρισιν παραδίδωσιν ἡμῖν τῶν τε ἐν τῷ γίνεσθαι καὶ ἀπὸ τοὐ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλλειν τὴν ἑαυτῶν κίνησιν κινουμένων καὶ τῶν ἤδη ὄντων καὶ λέγει, ὅτι, ὅταν γίνηται ἐξ ὕδτατος ἀὴρ καὶ ὅλως ἐκ βαρέος τινὸς κοῦφον, ἔρχεται εἰς τὸ ἄνω, β α ἅμα δὲ τῷ ἀπολαβεῖν τὸ εἶδος καὶ γενέσθαι κοῦφον τελέως οὐκέτι γίνεται κοῦφον, ἀλλ’ ἔστιν. εἰ οὖν κοῦφον τὸ ἐπιπολάζον, ἄνω ἤδη ἐστί· φανερὸν οὖν, ὅτι δυνάμει ὂν κοῦφον καὶ εἰς ἐντελέχειαν ἰὸν κινεῖται ἐπὶ τὸ ἄνω, ἐνεργείᾳ δὲ γενόμενον ἔστιν ἐκεῖ. εἰπὼν δὲ περὶ τῶν κατὰ τόπον, ὅτι εἰς ἐντελέχειαν ἰόντα ἔρχεται ἐκεῖ· τοπικὸν γὰρ τὸ ἐκεῖ· ἐπάγει καὶ περὶ τῶν ἄλλων κινήσεων συντόμως, ὅτι κατὰ τὸ ποσὸν εἰς ἐντελέχειαν ἰόντα ἔρχεται εἰς τὸ τοσοῦτον καὶ κατὰ τὸ ποιὸν εἰς τὸ τοιοῦτον, ὅπου τε ἡ ἐντελέχεια, οἷον ἄνω, καὶ ὅσου ἦν, εἰ τύχοι, διπήχεος, καὶ οἵου, εἰ τύχοι, λευκοῦ. εἰπὼν δὲ περὶ τῶν γινομένων ἐπάγει καὶ περὶ τῶν ἤδη ὄντων ἐνεργείᾳ τοῦ ἤδη ὄντος πυρὸς καὶ τῆς ἤδη οὔσης γῆς, ὅτι καὶ ἐπὶ τούτων τὸ αὐτὸ αἴτιόν ἐστι τοῦ εἰς τὸν αὑτῶν κινεῖσθαι τόπον μηδενὸς ἐμποδίζοντος, ὅπερ καὶ ἐπὶ τῶν ἔτι γινομένων. καὶ γὰρ τὰ ἐνεργείᾳ ὄντα καὶ βίᾳ ἐν ἀλλοτρίῳ κατεχόμενα ἢ καὶ ἀθρόως ἐν ἀλλοτρίῳ τόπῳ γινόμενα, ὡς τὸ ἐνταῦθα ἐξαπτόμενον πῦρ ἢ ὁ ἐν νέφεσι συνιστάμενος λίθος, καὶ ταῦτα μηδενὸς ἐμποδίζοντος φέρεται ἐπὶ τὸν κατὰ φύσιν αὐτοῖς προσήκοντα τόπον, ἐν ᾧ γενόμενα τὴν τελειότητα τοῦ εἴδους ἀπολαμβάνει. εἴτε γὰρ διὰ τοῦτό ἐστιν ἐν ἀλλοτρίῳ τόπῳ, ὅτι ἐκεῖ ἐγένετο, μετέχει πως ἔτι τῆς ἐναντίας φύσεως, ἐξ ἧς μετέβαλεν, ἣν ἀποτίθεται πρὸς τὸν οἰκεῖον φερόμενον τόπον, εἴτε ὡς βίᾳ κατεχόμενον, καὶ οὕτω παρὰ φύσιν πως διάκειται· τὸ γὰρ ἐπιπολάζειν πεφυκός, ἐὰν ὑφίστασθαι τοῖς ἄλλοις βιάζηται, ἢ τὸ ὑφίστασθαι πεφυκός, ἐὰν ἀπηρτῆσθαι καὶ ἐπιπολάζειν ἀναγκάζηται, παρὰ φύσιν διάκειται τότε, ὥστε καὶ τὰ ἐνεργείᾳ ἤδη εἶναι δοκοῦντα, ὅταν ἐν ἀλλοτρίοις τόποις ᾖ, ἀτελῆ πώς ἐστι καὶ ἔχει τι δυνάμει καὶ κινεῖται πρὸς τὸ ἐνεργείᾳ καὶ τὸ τέλειον ἐπειγόμενα. δοκοῦντα ἐμποδιζόμενα δὲ ἔχειν τι δυνάμει βούλεται, καὶ γὰρ ἡ τροφὴ καὶ τὸ ὑγιαστόν, ὅταν τὸ κωλῦον ἀρθῇ, φέρεται ἐπὶ τὸ ἑαυτῶν ἐνεργείᾳ δυνάμει τέως ὄντα· καὶ γὰρ ἡ τροφή, ὅταν ἐνεργείᾳ γένηται τοῦτο, ὃ ἦν δυνάμει, οἷον σάρξ, τότε προστίθεται καὶ τρέφει καὶ αὔξει ἐκεῖνο, οὗ λέγεται εἶναι τροφή. πολλὴν δὲ ἔχει τὸ δυνάμει διαφορὰν ἔν τε τῷ ἤδη γεγονότι καὶ ἐν τῷ μήπω τὸ εἶδος ἀπειληφότι· τοῦτο μὲν γάρ ἐστιν ὡς τὸ ἐν τῷ παιδὶ γραμματικόν, ἐκεῖνο δὲ ὡς τὸ ἐν τῷ τὴν μὲν ἕξιν ἔχοντι τὴν γραμματικήν, μὴ ἐνεργοῦντι δὲ κατὰ ταύτην· τοιοῦτον δὲ καὶ τοῦ κατὰ τόπον | κινουμένου τὸ δυνάμει. καὶ ἔοικεν ὁ Ἀριστοτέλης διὰ τούτων ἔνστασιν λύειν τινὰ τὴν λέγουσαν· εἰ τὸ φερόμενον ἐπὶ τὸν οἰκεῖον τόπον κατὰ φύσιν ἐπὶ τὸ οἰκεῖον εἶδος φέρεται, διὰ τί τὸ ἀπειληφὸς ἤδη τὸ οἰκεῖον εἶδος ἐπὶ τὸν οἰκεῖον φέρεται τόπον; καὶ λέγει, ὅτι τότε τὸ οἰκεῖον εἶδος ἀπολαμβάνει τελέως τὸ κατὰ τόπον κινούμενον, ὅταν ἐν τῷ οἰκείῳ γένηται τόπῳ. p. 311a9 Κινεῖ δὲ τό τε ἐξ ἀρχῆς ποιῆσαν ἕως τοῦ καὶ τὸσθαι εἰς τὸν αὑτοῦ τόπον τί ἔστιν, εἴρηται. Eἰπών, ὅτι μᾶλλον τῶν ἄλλως κινουμένων τὰ κατὰ τόπον κινούμενα ἐν ἑαυτοῖς ἔχει τὴν τῆς κινήσεως ἀρχήν, ἐφιστάνει τὸν ἀκροατήν, ὅτι ὡς πρὸς σύγκρισιν τῶν ἄλλων εἴρηται τοῦτο τῶν τε κατὰ ποιότητα καὶ τῶν κατὰ ποσότητα κινουμένων, ὧν καὶ τελειότερά ἐστι τὰ κατὰ τόπον κινούμενα, ἐπεί, ὅτι οὐδὲ αὐτὰ κυρίως ἐν ἑαυτοῖς ἔχει τὴν τῆς κινήσεως ἀρχήν, ἀλλὰ καὶ ἐπὶ τούτων ἀληθὲς τὸ ἐν τῷ H τῆς Φυσικῆς ἀκροάσεως εἰρημένον, ὅτι οὐδὲν τῶν φυσικῶς κινουμένων αὐτὸ ἑαυτὸ κινεῖ, ἀλλά πᾶν τὸ κινούμενον οὕτως ὑφ’ ἑτέρου κινεῖται· πρώτους δὲ λόγους ἐκάλεσεν ἐκείνους ὡς περὶ τῶν φυσικῶν ἀρχῶν πραγματευομένους. λέγει οὖν, ὅτι καὶ τὰ κατὰ τόπον κινούμενα ὑφ’ ἑτέρου κινεῖται, πάντα μὲν ὑπὸ τοῦ ἐξ ἀρχῆς ποιήσαντος· τὸ γὰρ εἰς πῦρ μεταβάλλον αὐτὸ αἴτιόν ἐστιν αὑτῷ καθ’ αὑτὸ τῆς ἐπὶ τὸ ἄνω κινήσεως· ἀλλὰ καὶ εἴ τι κωλύει φέρεσθαι ἢ τὸ πῦρ ἄνω ἢ τὴν γῆν κάτω, τὸ ὑποσπάσαν τὸ κωλῦον αἴτιόν ἐστιν αὐτῷ τῆς κινήσεως, ἀλλὰ κατὰ συμβεβηκὸς αἴτιον· καὶ τὸ ὅθεν, φησίν, ἀπεπήδησεν καὶ αὐτὸ κινεῖ πως, ὡς ὁ τοῖχος τὸν ἀποπαλλόμενον λίθον ἢ τὴν σφαῖραν. ἐπιστῆσαι δὲ χρή, εἰ φυσικὴ καὶ ἁπλῆ ἐστιν ἡ τοιαύτη κίνησις· οὔτε γὰρ ἄνω οὔτε κάτω, ἀλλ’ ἐπὶ τὰ πλάγια γίνεται. ἐπὶ δὴ τούτοις συμπεραίνεται τὸ προσεχῶς προτεθὲν καὶ ἀποτεθέν, ὅπερ εἶπεν ἀπορεῖν τινας, διὰ τί τὰ μὲν ἄνω φέρεται τῶν σωμάτων, τὰ δὲ ἀεὶ κάτω κατὰ φύσιν, τὰ δὲ ἄνω καὶ κάτω· ἔδειξε γάρ, ὅτι τὸ ἐπὶ τὸν αὑτοῦ τόπον κινούμενον εἰς τὸ αὑτοῦ εἶδος καὶ τὴν ἑαυτοῦ τελειότητα κινεῖται, καὶ ὅτι ταὐτόν ἐστι ζητεῖν, διὰ τί φέρεται τὸ πῦρ ἄνω ἡ δὲ γῆ κάτω, καὶ διὰ τί τὸ ὑγιαστόν, ἄν κινῆται καὶ μεταβάλλῃ καθ’ ὃ ὑγιαστόν, εἰς ὑγείαν ἔρχεται, ἀλλ’ οὐκ εἰς λευκότητα. p. 311a15 τὰς δὲ διαφορὰς καὶ τὰ συμβαίνοντα περὶ αὐτὰ ἕως τοῦ καὶ διὰ κενὸν τὸ κοῦφον. Κοινὴν αἰτίαν ἀποδοὺς τοῖς ζητοῦσι, διὰ τί τὰ μὲν ἄνω | φέρεται τῶν σωμάτων, τὰ δὲ κάτω, τὰ δὲ καὶ ἄνω καὶ κάτω, ἐπὶ τὰς διαφορὰς τρέπεται νῦν, καθ’ ἃς τὰ μὲν βαρέα ἐστί, τὰ δὲ κοῦφα, τὰ δὲ ἐπαμφοτερίζει, ρίζει, καὶ τὰ συμβαίνοντα, ὅτι οὐ τὰ αὐτὰ δοκεῖ πανταχοῦ βαρέα ἢ κοῦφα εἶναι. λαμβάνει δὲ πρῶτον ἀπὸ τῆς κοινῆς ὑπολήψεως, ὅτι ἔστι τι ἁπλῶς βαρὺ καὶ ἀπλῶς κοῦφον, καὶ τίνα ταῦτά ἐστιν, ὕστερον δὲ καὶ προσαποδείξει αὐτά. λέγει οὖν· βαρὺ μὲν ἀπλῶς πᾶσι δοκεῖ τὸ πᾶσιν ὑφιστάμενον, κοῦφον δὲ ἁπλῶς τὸ πᾶσι τοῖς ἐπ’ εὐθείας κινουμένοις ἐπιπολάζον. εἶτα ἐξηγεῖται τὸ ἁπλῶς ὅπως εἴληπται· ἁπλῶς γὰρ λέγω, φησίν, εἴς τε τὸ γένος βλέπων, καὶ ὅσοις μὴ ἀμφότερα ὑπάρχει, κατὰ τὰ δύο ταῦτα τὸ ἁπλῶς χαρακτηρίζων. οἷς μὲν γὰρ ἀμφότερα ὑπάρχει καὶ κουφότης καὶ βαρύτης, ὥσπερ τοῖς μέσοις δύο στοιχείοις ἀέρι καὶ ὕδατι, διότι ἑκάτερον αὐτῶν ὑφίσταται μὲν τῷ ὑπερκειμένῳ ἐπιπολάζει δὲ τῷ ὑποκειμένῳ, ταῦτα οὐκ ἂν εἴη ἁπλῶς κοῦφα ἢ βαρέα, ἀλλὰ πρὸς μὲν τὰ ὑφιστάμενα αὐτοῖς κοῦφα πρὸς δὲ τὰ ἐπιπολάζοντα αὐτοῖς βαρέα· μόνον δὲ ἐκεῖνο ἀπλῶς κοῦφον τὸ μόνως κοῦφον ἀλλὰ μὴ καὶ βαρύ, καὶ μόνον ἀπλῶς βαρὺ τὸ μόνως βαρύ. εἰς δὲ τὸ γένος βλέπων εἶπεν ἀντὶ τοὐ εἰς τὴν φύσιν αὐτὴν καθ’ ὃ τοιοῦτον, ἀλλὰ μὴ εἰς τὴν πρὸς ἄλλο τι σύγκρισιν. τὸ δὲ τῇ φύσει τοιοῦτον δύο ταῦτα χαρακτηρίζειν φησὶ τό τε μὴ διὰ σμικρότητα ἢ μέγεθος τοιοῦτον, ἀλλ’ οὗ καὶ τὸ τυχὸν μόριον τὴν αὐτὴν δύναμιν ἔχει τῷ ὅλῳ, οἷον τοῦ πυρὸς τὸ τυχὸν μέγεθος ἄνω φέρεται, ἄν μή τι τύχῃ κωλῦον ἕτερον, ὥστε, κἄν μὴ ἐπιπολάζῃ ποτὲ τῷ ἐμποδίζεσθαι, τὸ οὕτω πεφυκὸς ἁπλῶς κοῦφόν ἐστιν· ὁμοίως δὲ καὶ τὸ ἀπλῶς βαρύ. δεύτερον δὲ τοῦ οὕτω πεφυκέναι σημεῖον τὸ τὴν αὐτὴν κίνησιν θᾶττον φέρεσθαι τὸ πλέον· ὁμοφυῶν γὰρ ὄντων, ὡς τὸ πλέον πρὸς τὸ ἔλαττον, οὕτω καὶ ἡ κίνησις ἔχει πρὸς τὴν κίνησιν. ἔοικε δὲ τὸ μὲν ὅσοις μὴ ἀμφότερα ὑπάρχει διορίζειν αὐτὰ τῶν μέσων δύο στοιχείων τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, ὧν ἑκατέρῳ ἀμφότερα ὑπάρχει καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον, τὸ δὲ τῷ γένει τοιαῦτα εἶναι πρὸς τὰ πλήθει ἢ μεγέθει διοριζόμενα. εἰπὼν δὲ περὶ τοῦ ἀπλῶς βαρέος καὶ τοῦ ἀπλῶς κούφου, ὧν ἑκατέρῳ τὸ ἕτερον μόνον ὑπῆρχεν, ἐπάγει περὶ τῶν μέσων, ὅτι ταῦτα οὕτως ἐστὶ βαρέα καὶ κοῦφα ὡς ἑκατέρῳ αὐτῶν ἀμφοῖν ὑπαρχόντων καὶ διὰ τοῦτο ἀμφοτεριζόντων. καὶ ταῦτα δέ, εἰ καὶ μὴ καθόλου τὸ ἁπλῶς ἔχει, ὥστε τὸ μὲν αὐτῶν ἀπλῶς εἶναι βαρὺ τὸ δὲ ἀπλῶς κοῦφον, ἀλλὰ κατ’ ἄλλο τι καὶ αὐτὰ τὸ ἀπλῶς ἔχει· πρὸς ἄλληλα γὰρ ἀπλῶς τὸ μὲν βαρύ ἐστι τὸ δὲ κοῦφον, διότι ἀὴρ μέν, ὁπόσος ἂν ᾖ εἴτε ὅλος εἴτε μέρος, ἐπιπολάζει ὕδατι, καὶ κατὰ τοῦτο ἂν καὶ οὗτος ἀπλῶς κοῦφος λέγοιτο πρὸς | τὸ ὕδωρ, ὅτι οὐ τὸ μὲν αὐτοῦ ἐπιπολάζει τῷ ὕδατι τὸ δὲ οὔ, ἀλλὰ πᾶν ἁπλῶς καὶ ὅλον καὶ μέρος, ὕδωρ δέ, ὁπόσον ἂν ᾖ, ὑφίσταται τῷ ἀέρι καὶ διὰ τοῦτο καὶ αὐτὸ ὡς πρὸς τὸν ἀέρα ἁπλῶς βαρὺ λέγεται, οὐ καθόλου τοῦ ἀπλῶς ὄντος τούτου, ὅτι μὴ καὶ πρὸς τὰ ἄκρα στοιχεῖα τὸν αὐτὸν ἔχουσι λόγον. δῆλον δέ, ὅτι κατὰ τὴν αὐτὴν ἀναλογίαν ὁ μὲν ἀὴρ πρὸς τὸ πῦρ βαρὺς ἄν εἴη, τὸ δὲ ὕδωρ πρὸς τὴν γῆν κοῦφον. Εἰπὼν δὲ περὶ τῶν ἁπλῶν σωμάτων τοῦ τε καθόλου ἀπλῶς κούφου καὶ τοὐ καθόλου ἁπλῶς βαρέος καὶ τῶν μὴ καθόλου μὲν ἁπλῶς δὲ ὡς πρὸς ἄλληλα ἐφεξῆς περὶ τῶν ἄλλων ἐπάγει σωμάτων, τουτέστι τῶν συνθέτων· ταῦτα γάρ ἐστιν ἄλλα παρὰ τὰ ἁπλᾶ. καὶ λέγει, ὅτι, ἐπειδὴ καὶ τούτων τὰ μὲν ἔχει βάρος τὰ δὲ κουφότητα, οὐδὲν αὐτὰ τούτων ἕνεκα χρὴ πολυπραγμονεῖν· δῆλον γάρ ὅτι ἡ ἐν τοῖς ἁπλοῖς, ἐξ ὧν σύγκειται καὶ ταῦτα, διαφορά, καθ’ ὅσον ἐκείνων τοῦ μὲν πλέον τοῦ δὲ ἔλαττον μετέσχεν, αὕτη τοῖς συνθέτοις γέγονεν αἰτία τοῦ τὰ μὲν αὐτῶν κοῦφα τὰ δὲ βαρέα εἶναι, ὥστε τὸν περὶ βαρέος καὶ κούφου ζητοῦντα περὶ τῶν ἐν τοῖς ἁπλοῖς χρὴ λέγειν· ἐκείνοις γὰρ ἀκολουθεῖ τὰ σύνθετα. τοῦτο δὲ καἲ τοὺς διὰ μὲν τὸ πλῆρες βαρέα λέγοντας εἶναι τὰ σώματα, διὰ δὲ τὸ κενὸν κοῦφα, ἀξιοῦμεν ποιεῖν καὶ περὶ αὐτοῦ τοῦ πλήρους πρῶτον καὶ τοῦ κενοῦ λέγειν, δι’ ἣν αἰτίαν τὸ μέν ἐστι βαρὺ τὸ δὲ κοῦφον· τούτου γὰρ γνωσθέντος δῆλον ἄν ἦν λοιπόν, διὰ τί τῶν ἐξ αὐτῶν συγκειμένων τὰ μὲν κοῦφά ἐστι τὰ δὲ βαρέα. p. 311b1 Συμβαίνει δὲ μὴ πανταχῆ τὰ αὐτὰ ἕως τοῦ τῷ δὲ ὕσατι ἐπιπολάζει. Εἰπών, ὅτι τὰ σύνθετα διὰ τὴν τῶν ἁπλῶν διαφοράν, ἐξ ὧν σύγκειτᾶι τῶν μὲν πλέον τῶν δὲ ἔλαττον μετέχοντα, τὰ μέν ἐστι βαρέα τὰ δὲ κοῦφα, ἔνστασιν ἐνόησέ τινα τὴν λέγουσαν· εἰ τὰ αὐτὰ πανταχοῦ ἐκ τῶν αὐτῶν ἁπλῶν σύγκειται, οἷον ξύλον ταλαντιαῖον καὶ ἐν ἀέρι καὶ ἐν ὕδατι ὃν ἐκ τῶν αὐτῶν συνέστηκε στοιχείων καὶ μόλιβδος μναϊαῖος ὁμοίως, καὶ παρὰ τὰ στοιχεῖ ἡ κουφότης καὶ ἡ βαρύτης ἐν τοῖς συνθέτοις ἐστίν, ὡς προσεχῶς εἶπεν ὁ Ἀριστοτέλης, διὰ τί μὴ πανταχοῦ τὰ αὐτὰ βαρέα ἐστὶ καὶ κοῦφα, ἀλλ’ ἐν μὲν ἀέρι βαρύτερόν ἐστι τὸ ταλαντιαῖον ξύλον τοῦ μναϊαίου μολίβδου, ἐν δὲ ὕδατι τὸ ἀνάπαλιν· τοῦ γὰρ ξύλου ἐπιπολάζοντος ὁ μόλιβδος κάτω χωρεῖ. ταύτην οὖν τὴν ἀπορίαν, οὐχ, ὥς τινες ᾠήθησαν, παρὰ καιρὸν ἐνταῦθα κειμένην ἀλλ’ ἀκολούθως ἐπαχθεῖσαν τῷ λέγοντι τὴν ἐν τοῖς συνθέτοις βαρύτητα καὶ κουφότητα ἐκ τῆς τῶν ἁπλῶν | εἶναι διαφορᾶς, ἐξ ὧν σύγκειται τὰ σύνθετα, λύει ὁ Ἀριστοτέλης αἴτιον εἶναι λέγων τοῦ συμβαίνοντος τὸ πάντα τὰ ἁπλᾶ σώματα βάρος ἔχειν ἐν τῇ αὑτῶν χώρᾳ πλὴν πυρὸς καὶ πάντα κουφότητα πλὴν γῆς. εἰ γὰρ ὑμίσταται ἕκαστον τῶν μετὰ τὸ πῦρ, τὸ μὲν πλείοσι τὸ δὲ ἐλάττοσι, τὸ δὲ ὑφιστάμενον βαρύ, δῆλον, ὅτι πάντα βάρος ἔχει πλὴν πυρός, καί, εἰ ἐπιπολάζει πάντα πλὴν γῆς, τὸ δὲ ἐπιπολάζον κοῦφον, πάντα κοῦφα πλὴν γῆς· αὕτη γὰρ μόνη οὐδενὶ ἐπιπολάζει, ὥσπερ τὸ πῦρ μόνον οὐδενὶ ὑφίσταται. τούτων δὲ οὕτως ἐχόντων τὴν μὲν γῆν καὶ ὅσα γῆς ἔχει πλεῖστον πανταχοῦ βάρος ἔχειν ἀναγκαῖον· πᾶσι γὰρ ὑφίσταται ἡ γῆ· ὕδωρ δὲ ἐν μὲν τοῖς ἄλλοις σώμασιν, οἷς ὑφίστασθαι πέφυκε, βάρος ἕξει καὶ ἐν πᾶσιν αὐτοῖς τὴν εἰς τὸ κάτω ῥοπὴν φυλάξει, διότι πρὸς ἐκεῖνα βαρύ ἐστιν ὑφιστάμενον αὐτοῖς, οὐκέτι δὲ καὶ ἐν γῇ βάρος ἕξει· ταύτῃ γὰρ ἐπιπολάζει· διὸ τὸ ἐν ἀέρι ὕδωρ γῆς τινος βαρύτερον ὄν, ἐὰν ἐπὶ τῆς γῆς ἄμφω τεθῇ, ἐπιπολάσει τῷ μορίῳ τῆς γῆς, οὗ ἦν ἐν τῷ ἀέρι βαρύτερον· ὁ δὲ ἀὴρ πρὸς μὲν τὸ πῦρ κοῦφον ἀπλῶς ὂν αὐτὸς βαρύς ἐστιν· ὑφίσταται γοῦν τῷ πυρὶ ἐπιπολάζοντι αὐτῷ · πρὸς δὲ ὕδωρ καὶ γῆν κοῦφος· τούτοις γὰρ ἐπιπολάζει. διὰ τοῦτο οὖν ὁ μὲν μόλιβδος, ὁπόσος ἄν ᾖ, γῆς ἔχων τὸ πλεῖστον καὶ διὰ τοῦ ὕδατος καταδύεται, τὸ δὲ ταλαντιαῖον ξύλον ἀέρος πολλοῦ μετέχον ἐπιπολάζει τῷ ὕδατι, ὅτι καὶ ὁ ἀὴρ αὐτῷ ἐπιπολάζει· ἐν μέντοι ἀέρι τὸ ταλαντιαῖον ξύλον τοῦ μναϊαίου μολίβδου βαρύτερόν ἐστ’ πολλοῦ μετέχον ἀέρος, διότι καὶ ὁ ἀὴρ ἐν τῷ οἰκείῳ τόπῳ βάρος ἔχει, καὶ τὰ πολλοῦ μετέχοντα ἀέρος ἐν τῷ τοῦ ἀέρος τόπῳ ῥοπὴν ἔχει βάρους. ὅτι δὲ ὁ ἀὴρ ἐν τῷ οἰκείῳ τόπῳ βάρος ἔχει, ἐκ τῶν ἀσκῶν πιστοῦται, οἵτινες πεφυσημένοι ἕλκουσι πλέον τῶν ἀφυσήτων ἐν ἀέρι. Ταῦτα μὲν ὁ Ἀριστοτέλης· Πτολεμαῖος δὲ ὁ μαθηματικὸς ἐν τῷ Περὶ ῥοπῶν τὴν ἐναντίαν ἔχων τῷ Ἀριστοτέλει δόξαν πειρᾶται κατασκευάζειν καὶ αὐτός, ὅτι ἐν τῇ ἑαυτῶν χώρᾳ οὔτε τὸ ὕδωρ οὔτε ὁ ἀὴρ ἔχει βάρος. καὶ ὅτι μὲν τὸ ὕδωρ οὐκ ἔχει, δείκνυσιν ἐκ τοῦ τοὺς καταδύοντας μὴ αἰσθάνεσθαι βάρους τοὐ ἐπικειμένου ὕδατος, καίτοι τινὰς εἰς πολὺ καταδύοντας βάθος. δυνατὸν δὲ πρὸς τοῦτο λέγειν, ὅτι ἡ συνέχεια τοῦ ὕδατος τοῦ τε ἐπικειμένου τῷ καταδύοντι καὶ τοῦ ὑποκειμένου καὶ τοῦ παρ’ ἑκάτερα στηρίζοντος ἑαυτὸ ποιεῖ μὴ αἰσθάνεσθαι βάρους, ὡς τὰ ἐν ταῖς ὀπαῖς τῶν τοίχων , κἂν πανταχόθεν ἐφάπτωνται τοῦ τοίχου, ζῷα οὐ βαρεῖται ὑπ’ αὐτοῦ διὰ τὸ πανταχόθεν τὸν τοῖχον ἑαυτὸν στηρίζειν· ὡς, εἴ γε διῃρημένον ἐπέκειτο τὸ ὕδωρ, εἰκὸς ἦν βάρους αἰσθάνεσθαι ἀπ’ αὐτοῦ. τὸ δὲ τὸν ἀέρα ἐν τῇ ὁλότητι τῇ ἑαυτοῦ μὴ ἔχειν βάρος καὶ ὁ Πτολεμαῖος ἐκ τοῦ αὐτοῦ τεκμηρίου τοῦ κατὰ τὸν ἀσκὸν δείκνυσιν οὐ μόνον | πρὸς τὸ βαρύτερον εἶναι τὸν πεφυσημένον ἀσκὸν τοῦ ἀφυσήτου, ὅπερ ἐδόκει τῷ Ἀριστοτέλει , ἀντιλέγων, ἀλλὰ καὶ κουφότερον αὐτὸν γίνεσθαι φυσηθέντα βουλόμενος. ἐγὼ δὲ πειραθεὶς μετὰ τῆς δυνατῆς ἀκριβείας τὸν αὐτὸν πρὸ ἐμοῦ τις καὶ αὐτὸς πειραθεὶς τὸν αὐτὸν εὑρηκέναι σταθμὸν ἔγραψε, μᾶλλον δὲ πρὶν φυσηθῆναι βαρύτερον ὄντα ἐλαχίστῳ τινί, ὅπερ τῷ Πτολεμαίῳ συμφθέγγεται. καὶ δῆλον, ὅτι, εἰ μέν, ὡς ἐπειράθην ἐγώ, τὸ ἀληθὲς ἔχει, ἀρρεπῆ ἄν ἐν τοῖς οἰκείοις τόποις εἴη τὰ στοιχεῖα μήτε βάρος ἔχοντα μηδὲν αὐτῶν μήτε κουφότητα, ὅπερ ἐπὶ τοῦ ὕδατος ὁ Πτολεμαῖος ὁμολογεῖ. καὶ ἔχοι ἄν τινα λόγον τοῦτο· εἰ γὰρ ἡ φυσικὴ ῥοπὴ ἔφεσίς ἐστι τοῦ οἰκείου τόπου, τὰ τυχόντα αὐτοῦ οὐκέτι ἄν ἐφίοιτο οὐδὲ ῥέποι ἄν πρὸς αὐτὸν ἐν αὐτῷ ὄντα, ὥσπερ οὐδὲ τὸ κεκορεσμένον ὀρέγεται τροφῆς. εἰ δέ, ὡς ὁ Πτολεμαῖός φησι, κουφότερος ὁ πεφυσημένος ἐστὶν ἀσκὸς τοῦ ἀφυσήτου, ὁ μὲν ἀὴρ κουφότητα ἔχει ἐν τῷ ἑαυτοῦ τόπῳ, τὸ δὲ ὕδωρ ἀκόλουθον ἄν εἴη κατὰ τὸν αὐτὸν λόγον βάρος ἔχειν ἐν τῷ ἑαυτοῦ τόπῳ· καὶ γὰρ ἀναδύοντες ἀπὸ τοῦ ὕδατος βάρος τι δοκοῦμεν ἀποτίθεσθαι, εἰ μὴ ἄρα τὴν τῆς ἀναπνοῆς ἐποχὴν ἀντιθέμενοι τῆς ἐπὶ τούτῳ ῥᾳστώνης ὡς βάρους ἀποθέσεως αἰσθανόμεθα. ὅλως δέ, εἰ οὕτως ἔχει ὁ ἀὴρ πρὸς τὸ ὕδωρ, ὡς τὸ ἀπλῶς κοῦφον πρὸς τὸ ἁπλῶς βαρύ, εὔλογον τὸν μὲν ἀέρα συγγενέστερον ὄντα τῷ ἀπλῶς κούφῳ καὶ ἐν τῷ οἰκείῳ τόπῳ κουφότητα ἔχειν ὥσπερ τὸ πῦρ, τὸ δὲ ὕδωρ βαρύτητα διὰ τὴν πρὸς τὴν γῆν συγγένειαν· νειαν· διαφορὰν γάρ τινα ἔχειν αὐτὰ καὶ κατὰ τοῦτο ἀναγκαῖον οὕτως ἔχοντα, ὡς, εἴ τις αὐτὰ μόνα παραβάλλοι πρὸς ἄλληλα, τὸν μὲν ἀέρα λέγεσθαι ἁπλῶς κοῦφον, τὸ δὲ ὕδωρ ἀπλῶς βαρύ, ὡς αὐτὸς Ἀριστοτέλης ἐδίδαξεν· ὥστε τὸν μὲν ἀέρα ἐν μόνῳ πυρὶ βαρύτητα ἔχειν, οὗ ἐστι βαρύτερος, τὸ δὲ ὕδωρ ἐν μόνῃ τῇ γῇ κουφότητα, ἧς ἐστι κουφότερον, καὶ πάλιν τὸν μὲν ἀέρα καὶ ἐν αὑτῷ καὶ ἐν τοῖς μετ’ αὐτὸν κουφότητα, τὸ δὲ ὕδωρ καὶ ἐν αὑτῷ καὶ ἐν τοῖς πρὸ αὐτοῦ βαρύτητα. Ἀλλὰ ταῦτα μὲν τῷ φιλοσοφωτάτῳ Συριανῷ δοκοῦντα εἰρήσθω· μήποτε δέ, κἂν ἀληθῶς εἴρηται ταῦτα, ἄλλως μὲν ὁ ἀὴρ ἐν τοῖς μετ’ αὐτὸν στοιχείοις εἴρηται κοῦφος, ἄλλως δὲ ἐν τῇ ἑαυτοῦ χώρᾳ, ἐν μὲν τοῖς ἄλλοις στοιχείοις ὡς καὶ ἐπὶ τὸ ἄνω ἀπ’ ἐκείνων φερόμενος, ἐν δὲ τῇ ἑαυτοῦ χώρᾳ ὡς τοῖς ἄλλοις ἐπιπολάζων, ἀλλ’ οὐχ ὡς ἀπ’ ἐκείνης ἐπὶ τὸ ἄνω φερόμενος, ὅπερ ἀνάγκη λέγειν τοὺς οἰομένους τὸν πεφυσημένον ἀσκὸν κουφότερον εἶναι τοῦ ἀφυσήτου. πῶς γὰρ ὅλως δυνατὸν ἐν τῷ οἰκείῳ τόπῳ κοῦφον οὕτω λέγειν τὸν ἀέρα ὡς πρὸς τὸ ἄνω κινούμενον κτὰ φύσιν; οὐ γὰρ ἐκστῆναι τοῦ οἰκείου | τόπου βουλήσεται. ἀλλά, κἄν ἔλαττον ὁ πεφυσημένος ἀσκὸς ἕλκῃ τοῦ ἀφυσήτου, οὐδὲ τοῦτο, οἶμαι, ἀναγκάζει τὰ στοιχεῖα ῥοπήν τινα ἔχειν ἐν τῷ ἑαυτῶν τόπῳ, ἀλλὰ μᾶλλον δείκνυσι τὴν ἀρροπίαν αὐτῶν· ὁ γὰρ ἐν τῷ ἀσκῷ ἀὴρ κατέχει τὸν ἀσκὸν ἐν τῷ ἑαυτοῦ τόπῳ, ὁ δὲ συμπεπτωκὼς γεώδη τὴν σύστασιν ἔχων καὶ τοῦ ἀέρος στέρησιν πρὸς τὸ κάτω ῥέπει μᾶλλον. οὕτω δὲ καὶ τὸ ἐποχούμενον τῷ ὕδατι ξύλον ἐν τῷ τοῦ ἀέρος τόπῳ κατά τι μέρος ἑαυτοῦ γενόμενον τῷ ἐν αὑτῷ ἀέρι τὸ ἐν αὑτῷ γεῶδες ἐν τῇ χώρᾳ τοῦ ἀέρος ἑδράζει. τὸ δὲ καὶ βάρος ἔχειν ἐν τῇ οἰκείᾳ χώρᾳ τὸν ἀέρα, ὡς διὰ τοῦτο πλέον ἕλκειν τὸν πεφυσημένον ἀσκόν, ἀπορώτερον ἄν εἴη· ἔσται γὰρ ὁ ἀὴρ κατὰ φύσιν ἀπὸ τῆς αὑτοῦ χώρας ἐπὶ τὸ κάτω βρίθων, ὅπερ ἄτοπον , οἶμαι , καὶ τῷ Ἀριστοτέλει δοκεῖ. ἐπειδὴ δὲ τοῦ Ἀριστοτέλους εἰπόντος πλέον ἕλκειν τὸν πεφυσημένον ἀσκὸν τοῦ κενοῦ οὐ ῥᾴδιον ἀνδρὸς οὕτως ἀκριβοῦς τὴν κρίσιν κατανωτίσασθαι, μήποτε ὁ εἰσπεμπόμενος εἰς τὸν ἀσκὸν ἀὴρ ἀπὸ στομάτων ὡς ἐπίπαν ἀνθρωπείων εἰσφυσώμενος ὑγρότερος ὢν καὶ τῇ συνεχείᾳ τῆς ἐμφυσήσεως συμπληρούμενος προστίθησί τι ἐνίοτε βραχὺ βάρος, εἴ τις δι’ ἀκρίβειαν μηδὲ τοῦ τοσούτου καταφρονοιη. p. 311b13 Ὅτι δὲ ἔστι ἀπλῶς βαρὺ καὶ ἀπλῶς κοῦφον ἔως τοῦ καὶ τὸ ὑφιστάμενον φέρεται ἐπὶ τὸ μέσον. ’Ex τῶν φαινομένων πρότερον λαβὼν τὸ εἶναι τὸ πᾶσιν ἐπιπολάζον καὶ τὸ πᾶσιν ὑφιστάμενον καὶ εἰπών, ὅτι τούτων τὸ μὲν ἀπλῶς κοῦφόν ἐστι τὸ δὲ ἁπλῶς βαρύ, ἑκάτερον ἀκοινώνητον τῆς τοῦ ἑτέρου φύσεως, νῦν ἀποδείκνυσιν αὐτὸ οὕτως ἔχον. μέλλων δὲ περὶ αὐτῶν λέγειν πάλιν ὑπέμνησε, τί ποτέ ἐστι τὸ ἀπλῶς κοῦφον καὶ τί τὸ ἁπλῶς βαρύ, ὅτι ἁπλῶς μὲν κοῦφον, ὃ ἀεὶ ἄνω, ἁπλῶς δὲ βαρύ, ὃ ἀεὶ κάτω πέφυκε φέρε. σθαι μὴ κωλυόμενον. καὶ τοῦτο εἰπὼν προσέθηκε τοιαῦτα γὰρ ἔστιν, ἀντὶ τοῦ ἔστι γὰρ τοιαῦτα σώματα, καὶ οὐχ ὥσπερ οἱ περὶ Δημόκριτον οἴονται, πάντα μὲν ἔχειν βάρος, τῷ δὲ ἔλαττον ἔχειν βάρος τὸ πῦρ ἐκθλιβόμενον βόμενον ὑπὸ τῶν † λαμβανόντων ἄνω φέρεσθαι καὶ διὰ τοῦτο κοῦφον δοκεῖν· τούτοις δὲ τὸ βαρὺ μόνον εἶναι δοκεῖ καὶ ἀεὶ φέρεσθαι πρὸς τὸ μέσον τοῦτο. οὐδὲν δὲ κωλύει βάρος ἔχειν καὶ τὸ πῦρ καὶ τὰ ἄλλα πάντα τοιἀρροπίαν οῦτον, οἷον ὁ Πλάτων λέγει, τὸ αἴτιον ἑκάστῳ τῶν στοιχείων τῆς ἐπὶ τὸν οἰκεῖον τόπον φορᾶς· βάρος γὰρ τὴν τοιαύτην ῥοπὴν ὁ Πλάτων καλεῖ περὶ τὸ ὄνομα πρὸς τὸν Ἀριστοτέλην διαφερόμενος, ὅτι οὗτος τὴν ἐπὶ τὸ μέσον ῥοπὴν βάρος καλεῖ κάτω τὸ μέσον καλῶν, τὴν δὲ ἐπὶ τὸ πέριξ κουφότητα, κατὰ τὴν τῶν πολλῶν ἀνθρώπων συνήθειαν, ὁ δέ γε Πλάτων τό κοινὸν αὐτῶν τὴν ῥοπὴν ταὐτὸν εἶναι τῷ βάρει φησίν, ὅπερ μοι δοκεῖ καὶ Ἀριστοτέλης αὐτοφυῶς μετ’ ὀλίγον εἰρηκέναι. Εἰπὼν δέ, ὅτι τισὶ τὸ βαρὺ μόνον εἶναι δοκεῖ, ἐπήγαγεν, ὅτι ὁμοίως καὶ τὸ κοῦφον· εἰ γὰρ ἀπλῶς βαρὺ τὸ πᾶσιν ὑπιστάμενον, ἀνάγκη καὶ ἁπλῶς εἶναι κοῦφον τὸ πᾶσιν ἐπιπολάζον, τοιοῦτον δὲ τὸ πῦρ. εἰ γὰρ τὰ γεηρὰ καὶ πᾶσιν ὑφιστάμενα κάτω καὶ ἐπὶ τὸ μέσον φέρεται, ὥρισται δὲ τὸ μέσον, ἀνάγκη καὶ τὸ ἔσχατον ὡρίσθαι καὶ εἶναί τι τὸ ἐπὶ τοῦτο φερόμενον καὶ πᾶσιν ἐπιπολάζον· τοιοῦτον δὲ φαίνεται τὸ πῦρ, εἴπερ καὶ ἐν αὐτῷ τῷ ἀέρι ἡσυχάζοντι τοῦτο φέρεται πρὸς τὸ ἄνω· δῆλον γάρ , ὅτι πρὸς τὸ ἔσχατον ὡς καὶ τῷ ἀέρι ἐπιπολάζον. ἡσυχάζοντι δὲ τῷ ἀέρι εἶπεν, ἵνα μή τις ὑπὸ τοῦ ἀέρος ὑφισταμένου ἐκθλιβόμενον τὸ πῦρ ἄνω λέγῃ φέρεσθαι. εἴ δὲ καὶ τῷ ἀέρι ἐπιπολάζει τὸ πῦρ. βάρος οὐδὲν ἔχει· τὸ γὰρ ἔχον βάρος ὑφίστατο ἄν ἄλλῳ· τοῦτο γάρ ἐστι τοῦ βάρους ἴδιον. εἰ δὲ τὸ πῦρ βάρος ἔχον ὑφίσταταί τινι, εἴη ἄν τι ἕτερον, ὃ φέρεται ἐπὶ τὸ ἔσχατον καὶ πᾶσι τοῖς φερομένοις ἐπιπολάζει· νῦν δὲ οὐδὲν φαίνεται τοιοῦτον· τὸ ἄρα πῦρ οὐδὲν ἔχει βάρος, εἴπερ πρὸς τὸ ἔσχατον φέρεται καὶ πᾶσιν ἐπιπολάζει, ὥσπερ οὐδὲ ἡ γῆ κουφότητα ἔχει τινά, εἴπερ ύφίσταται σταται πᾶσι, καὶ τὸ ὑφιστάμενον πᾶσι φέρεται πρὸς τὸ μέσον· δύο γὰρ ἦν ταῦτα καὶ τοῦ ἀπλῶς βαρέος καὶ τοῦ ἀπλῶς κούφου χαρακτηριστικὰ τό τε φέρεσθαι πρὸς τὸ μέσον καὶ τὸ πᾶσιν ἐπιπολάζειν· τὸ γὰρ μὴ πᾶσιν ἐπιπολάζον ὑφίσταταί τινι καί ἐστι βαρὺ πρὸς ἐκεῖνο καὶ οὐχ ἀπλῶς κοῦφον. εἰ οὖν πᾶσιν ἐπιπολάζει τὸ πῦρ, οὐ μόνον κοῦφον ἀλλὰ καὶ κουφότατόν ἐστιν, εἰ δὲ τοῦτο, καὶ ἁπλῶς κοῦφον· τὸ γὰρ ὑπερθετικὸν πανταχοῦ καὶ ἁπλῶς τοιοῦτόν ἐστι. τὸ γὰρ γλυκύτατον καὶ ἁπλῶς γλυκὺ καὶ τὸ λευκότατον καὶ ἀπλῶς λευκὸν καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Τὸ δὲ ὡρίσθαι τὸ μέσον νῦν μὲν λαμβάνει φανερὸν ὄν, ὀλίγον δὲ ὕστερον ἀποδείκνυσιν. ἔλαβε δὲ αὐτὸ νῦν ὡς χρήσιμον πρὸς τὸ καὶ τὸ ἔσχατον ὡρίσθαι. μέσον γάρ ἐστι τὸ πάντῃ ἴσον ἀπέχον τοῦ ἐσχάτου· εἰ οὖν ὥρισται τὸ μέσον, ὡρίσθαι καὶ τὸ ἔσχατον ἀνάγκη. τὸ δὲ ὡρίσθαι τὸ ἔσχατον χρήσιμον αὐτῷ πρὸς τὴν δεῖξιν τοῦ ἁπλῶς κούφου· τὸ γὰρ ἐπὶ τοῦτο φερόμενον καὶ πᾶσιν ἐπιπολάζον καὶ ἁπλῶς κοῦφόν ἐστι. τούτων δὲ προληφθέντων ἡ τοῦ λόγου συναγωγὴ τοιαύτη γέγονε· τὸ πῦρ ἀνωτέρω τοῦ ἀέρος χωρεῖ· τὸ ἀνωτέρω τοῦ ἀέρος χωροῦν πρὸς τὸ ἔσχατον χωρεῖ· τὸ πρὸς τὸ ἔσχατον χωροῦν πᾶσιν ἐπιπολάζει· τὸ δὲ πρὸς τὸ ἔσχατον χωροῦν καὶ πᾶσιν ἐπιπολάζον κουφότατόν ἐστι καὶ ἁπλῶς κοῦφον, ὥσπερ τὸ πρὸς τὸ μέσον καὶ πᾶσιν | ὑφιστάμενον βαρύτατον καὶ ἁπλῶς βαρύ· τὸ ἄρα πῦρ ἀπλῶς κοῦφον, ὡς ἡ γῆ ἁπλῶς βαρεῖα. p. 311b29 Ἀλλὰ μὴν ὅτι ἔστι μέσον ἕως τοῦ ἡ δὲ φορὰ γένεσίς ποθέν ποι. Υποθέμενος πρότερον ὡρισμένον εἶναι τὸ μέσον καὶ ἐκ τούτου λαβών, ὅτι καὶ τὸ ἔσχατον ὥρισται, νῦν ἀποδείκνυσι τὸ ὑποτεθὲν τὸ ὡρίσθαι τὸ μέσον, ᾧ συναποδείκνυσιν, ὅτι καὶ τὸ ἔσχατον. διὰ δυεῖν δὲ ἐπιχειρημάτων δείκνυσι τὸ προκείμενον, ἑνὸς μὲν κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τρόπον συλλογιζόμενος οὕτως· εἰ μή ἐστιν ὡρισμένον τὸ μέσον, πρὸς ὃ ἡ φορὰ τοῖς ἔχουσι βάρος καὶ ἀφ’ οὗ τοῖς κούφοις, ἐπ’ ἄπειρον ἀνάγκη φέρεσθαι τὸ φερόμενον· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ὥστε καὶ τὸ μὴ εἶναι τὸ μέσον ὡρισμένον ἀδύνατον· ὡρισμένον ἄρα ἐστί. καὶ τὸ μὲν συνημμένον δῆλον, διότι τὸ εἰς πέρας φερόμενον εἰς ὅρον φέρεται· τὴν δὲ πρόσληψιν δείκνυσιν οὕτω· λαβὼν ὡς ἐναργές, ὅτι φέρεταί τι πρὸς τὸ μέσον καὶ το κάτω, καὶ ὅτι ἡ φορὰ γένεσίς ἐστί ποθέν ποι, καὶ ὅτι τὸ ἀδύνατον γενέσθαι οὐδ’ ἂν γίνοιτο ὅλως, ὅπερ καὶ πρότερον εἶπε, συλλογίζεται λοιπὸν οὕτω δυνάμει· τὸ φερόμενον γινόμενόν ἐστι φερόμενον· τὸ γινόμενον φερόμενον εἰς τέλος ἂν ἔλθοι τῆς φορᾶς· τὸ ἄρα φερόμενον εἰς τέλος ἂν ἔλθοι τῆς φορᾶς· τὸ δὲ ἐπ’ ἄπειρον φερόμενον οὐκ ἄν εἰς τέλος ἔλθοι τῆς φοράς· τὸ ἄρα φερόμενον οὐκ ἂν ἐπ’ ἄπειρον φέροιτο. ὅτι δέ, ὃ μὴ δύναται γενέσθαι, οὐδ’ ἄν γίνοιτο, ὑπέμνησεν διὰ τοῦ ὥσπερ γὰρ οὐκ ἔστιν οὐδὲν ἀδύνατον, οὕτως οὐδὲ γίγνεται. ὡς γὰρ οὐκ ἔστιν ἄνθρωπος πτερωτός, οὕτως οὐδ’ ἂν γίνοιτο· πᾶν γὰρ τὸ γινόμενον ὡς δυνάμενον εἰς τέλος ἐλθεῖν τῆς γενέσεως γίνεται. τὸ δὲ μηδὲν ἀδύνατον γίνε- σθαι οὐ τοῦτο σημαίνει, ὅτι πᾶν τὸ γινόμενον εἰς τέλος ἔρχεται πάντως, ἀλλ’ οὐκ ἀδύνατόν ἐστι τελειωθῆναι. p 311b33 Ἔπειτα πρὸς όμοίας γωνίας ἕως τοῦ καὶ γὰρ οί τόποι δύο τὸ μέσον καὶ τὸ ἔσχατον. Δεύτερον ἐπιχείρημα τοῦτο δεικνύον, ὅτι ὡρισμένον τὸ μέσον ἐστί, πρὸς ὃ ἡ φορὰ τοῖς ἔχουσι βάρος καὶ ἀφ’ οὗ τοῖς κούφοις, ἐκ τοῦ πρὸς ὁμοίας, ταὐτὸν δὲ εἰπεῖν πρὸς ἴσας, γωνίας φέρεσθαι φερόμενα τό τε πῦρ ἄνω καὶ τὴν γῆν καὶ τὰ βαρέα πάντα κάτω. καὶ ὅτι οἱ μὲν παλαιοὶ τὴν γωνίαν ὑπὸ τὸ ποιὸν ἀλλ’ οὐχ ὑπὸ τὸ ποσὸν ἀνάγοντες τῷ ὁμοίῳ καὶ ἀνομοίῳ διῄρουν ἀλλ’ οὐχὶ τῷ ἴσῳ καὶ ἀνίσῳ, ὡς οἱ νεώτεροι, εἴρηται καὶ πρότερον· τὸ δὲ πρὸς ἴσας γωνίας καταφέρεσθαι φυσικῶς τὰ βάρη, ὥστε ἴσας ποιεῖν τὰς πρὸς τῇ γῇ γωνίας, δῆλον ἐκ τοῦ καὶ τοὺς τοίχους καὶ τοὺς κίονας τότε μόνον ἵστασθαι βεβαίως, ὅταν | πρὸς ὀρθὰς γωνίας ἑδρασθῶσιν. ἀλλὰ καὶ τὰ ἀπὸ τοῦ μέσου πάλιν ἄνω φερόμενα ὥσπερ τὸ πῦρ καὶ αὐτὸ ἴσας ποιεῖ τὰς ἑκατέρωθεν γωνίας πρὸς ἐκεῖνο τὸ μέρος τῆς γῆς, ὅθεν ἄρχεται τῆς κινήσεως· ἀεὶ γὰρ τὰ ἀπὸ τοῦ μέσου κινούμενα ἐπὶ τὸ καθ’ ἑαυτὰ ἄνω κατὰ κάθετον φέρεται, διὸ ἴσας ποιεῖ γωνίας τὰς ἑκατέρωθεν, ὅθεν ἄρχεται κινεῖσθαι. οὔτε γὰρ τὰ ἄνωθεν κάτω οὔτε τὰ κάτωθεν ἄνω παράλληλα φέρεται, ἀλλὰ καὶ τὰ ἄνωθεν κάτω καὶ τὰ κάτωθεν ἄνω πρὸς τὸ κέντρον συννένευκε, διὸ καὶ ἀεὶ μείζονα τὴν πρὸς ἄλληλα διάστασιν κατὰ τὴν πρὸς τὸ ἄνω γειτνίασιν ποιεῖται. εἰ οὖν συννεύει, πρὸς ἴσας φέρεται γωνίας, καὶ εἰ πρὸς ἴσας φέρεται γωνίας, συννεύει· συννεύοντα δὲ συμπίπτει εἴς τι κοινὸν πέρας, ἐφ’ ὃ πάντα φέρεται· οὐ γὰρ δὴ παραλλάξαντα ἄλληλα φέροιτο ἄν· οὕτω γὰρ πάλιν ἐπὶ τὸ ἄνω ἂν φέροιτο· ἔστιν ὄρα τι ὡρισμένον, ἐφ’ ὃ τὰ πανταχόθεν φερόμενα βάρη συμπεσεῖται, τοῦτο δέ ἐστι τὸ μέσον, εἴπερ τὰ πανταχόθεν εἰς τοῦτο συννεύει. Δείξας δέ, ὅτι τὰ ἄνωθεν φερόμενα ἐπὶ τὸ μέσον ὡρισμένον φέρεται, ἐπέστησεν, ὅτι ἀνάγκη τὸν ἀκούοντα ζητεῖν, πότερον ἐπὶ τὸ τοῦ παντὸς μέσον ἢ ἐπὶ τὸ τῆς γῆς φέρεται, ἐπειδὴ τὸ αὐτό ἐστι τὸ ἀμφοῖν μέσον. καὶ λέγει, ὅτι αὕτη ἡ ζήτησις ἄλλου ἄν εἴη λόγου καὶ οὐχὶ τοῦ ·περὶ τοῦ βαρέος καὶ κούφου· τούτῳ γὰρ ἀρκεῖ πρὸς τὴν τοῦ βαρέος καὶ κούφου διαφοράν, ὁπότερον ἂν ᾖ τὸ μέσον, βαρὺ μὲν τιθέντι τὸ πρὸς αὐτὸ φερόμενον, κοῦφον δὲ τὸ ἀπ’ αὐτοῦ. κτὰ δὲ τὸ δεύτερον ταύτης τῆς πραγματείας βιβσημαίνει, λίον ἐν τοῖς περὶ τῆς γῆς λόγοις ζητήσας τοῦτο “ἀνάγκη, φησί, πρὸς τὸ τοῦ παντός· καὶ γὰρ τὰ κοῦφα καὶ τὸ πῦρ εἰς τοὐναντίον φερόμενα τοῖς βαρέσι πρὸς τὸ ἔσχατον φέρεται τοῦ περιέχοντος τόπου τὸ μέσον’’, “φέρεται δὲ καὶ ἐπὶ τὸ τῆς γῆς μέσον, ἀλλὰ κατὰ συμβεβηκός, ᾗ τὸ μέσον ἔχει ἐν τῷ τοὐ παντὸς μέσῳ’’· ὅλως γάρ, εἰ πᾶν μόριον τῆς γῆς ἐπὶ τὸ μέσον κινεῖται, οὐκ ἂν ἐπὶ τὸ τῆς γῆς μέσον κινοῖτο. Δείξας δέ, ὅτι ὥρισται τὸ μέσον, ἐφ’ ὃ φέρεται τὰ βάρος ἔχοντα, ὡς διὰ τούτου δεδειγμένου τοῦ καὶ τὸ ἔσχατον ὡρίσθαι· μὴ γὰρ ὄντος ώρισμένου τοῦ ἐσχάτου οὐδὲ μέσον τι εἶναι οἷόν τε, εἴ γε μέσον ἐστὶ τὸ ἴσον πανταχόθεν ἀφεστὼς τοῦ ἐσχάτου· δείκνυσιν, ὅτι ἐπὶ τοῦτο φέρεται τὸ πᾶσιν ἐπιπολάζον· ἐπεὶ γὰρ ἐναντίον ἐστὶ τὸ μὲν ὑφίστασθαι τῷ ἐπιπολάζειν, τὸ δὲ μέσον τῷ ἐσχάτῳ, καὶ τὸ ὑφιστάμενον καὶ βαρὺ πρὸς τὸ μέσον φαίνεται φερόμενον, ἀνάγκη τὸ ἐπιπολάζον πρὸς τὸ ἔσχατον φέρεσιαο· σθαι· εἰ γὰρ τὸ ἐναντίον πρὸς τὸ ἐναντίον, καὶ τὸ ἐναντίον πρὸς τὸ ἐναντίον. τίον. οὐ γὰρ δὴ πρὸς τὸ κάτω οἰσθήσεται· οὐκέτι γὰρ ἄν ἐναντίον εἴη οὐδὲ διάφορον τὸ ἐπιπολάζειν τοῦ ὑφίστασθαι· τὰ γὰρ κατὰ τὴν ῥοπὴν ἐναντία ἐπὶ ἐναντίους φέρεσθαι τόπους ἀνάγκη. Ἀσφαλῶς δὲ | πρὸς τὸ ἔσχατον τῆς χώρας εἶπεν, ἐν ᾗ ποιοῦνται τὴν κίνησιν· οὐ γὰρ πρὸς τὸ τοῦ παντὸς ἔσχατον φέρεται τὸ κοῦφον· ταύτην γὰρ ἡ ἀπλανὴς ἔχει τὴν χώραν· ἀλλὰ τὸ ἔσχατον τοῦ ὑπὸ σελήνην, ἐν ᾧ κινεῖται τὰ βαρέα καὶ κοῦφα καὶ ὅλως τὰ ἐπ’ εὐθείας κινούμενα σώματα. τῷ δὲ ὑφίστασθαι τὸ ἀεὶ προσέθηκε δηλῶν τὸ ἁπλῶς βαρύ· τοῦτο γάρ ἐστι τὸ ἀεί τε καὶ πᾶσιν ὑφιστάμενον. δείξας δὲ δύο τοὺς τόπους ὡρισμένους τε καὶ ἀντικειμένους ἀλλήλοις τό τε μέσον καὶ τὸ ἔσχατον εἰκότως ἐπήγαγεν· διὸ καὶ εὐλόγως βαρὺ καὶ κοῦφον δύο ἐστί· καὶ γὰρ οἱ τόποι δύο τὸ μέσον καὶ τὸ ἔσχατον. εἰ γὰρ δύο οἱ τόποι καὶ ἀντικείμενοι, ἐφ’ οὓς αἱ κινήσεις, καὶ αἱ κατὰ τὰς κινήσεις ῥοπαὶ αἱ ἐπὶ τούσδε τοὺς τόπους δύο ἄν εἶεν καὶ οὐ μία, ὡς ὁ Πλατῶν ἐν τῷ Τιμαίῳ δοκεῖ λέγειν βάρος εἶναι τὴν ἐπὶ τὸν οἰκεῖον τόπον φορὰν ἑκάστου τῶν στοιχείων βουλόμενος. καὶ γάρ, ὥσπερ δύο ὄντων τῶν ἁπλῶν διαστημάτων τοῦ τε κύκλου καὶ τῆς εὐθείας δύο καὶ αἱ ἁπλαῖ κινήσεις γεγόνασιν. ἥ τε ἐπ’ εὐθείας καὶ ἡ κύκλῳ, οὕτω καὶ δύο ὄντων τόπων τοῦ τε μέσου καὶ τοῦ ἐσχάτου δύο καὶ αἱ ῥοπαί εἰσι καὶ τὰ κατ’ αὐτὰς κινούμενα σώματα τό τε βαρὺ καὶ τὸ κοῦφον. εἴρηται δέ, ὅτι ὁ Πλατῶν τὸ βάρος ταὐτὸν σημαίνειν τῇ ῥοπῇ λογισάμενος ὥσπερ ῥοπὴν οὕτω καὶ βάρος ἔχειν πάντα πρὸς τοὺς οἰκείους τόπους λέγει καὶ τοῦτο πεποίηκεν ἐναργὲς διὰ τῆς εἰκόνος ἐκείνης, περὶ ἧς τάδε γέγραφε· κάλλιον γὰρ πάλιν αὐτῶν ἀκούειν τῶν τοῦ Πλάτωνος ῥημάτων ὡς χρυσοῦ ἀργύρῳ τοῖς τοῦ Ἀριστοτέλους ἐλλαμπόντων· “εἴ τις ἐν τῷ τοῦ παντὸς τόπῳ, καθ’ ὃν ἡ τοῦ πυρὸς εἴληχε μάλιστα φύσις, οὗ καὶ πλεῖστον ἄν ἠθροισμένον εἴη, πρὸς ὃ φέρεται, ἐπεμβὰς ἐπ’ ἐκεῖνο καὶ δύναμιν εἰς τοῦτο ἔχων μέρη τοῦ πυρὸς ἀφαιρῶν ἱστίη τιθεὶς εἰς πλάστιγγας αἴρων τὸν ζυγὸν καὶ τὸ πῦρ ἕλκων εἰς ἀνόμοιον ἀέρα βιαζόμενος, δῆλον, ὡς τοὔλαττόν που τοῦ μείζονος ῥᾷ.ον βιᾶται· ῥώμῃ γὰρ μιᾷ δυοῖν ἅμα μετεωριζομένοιν τὸ μὲν ἔλαττον μᾶλλον τὸ δὲ πλέον ἧττον ἀνάγκη που κατατεινόμενον ξυνέπεσθαι τῇ βίᾳ, καὶ τὸ μὲν πολὺ βαρὺ καὶ κάτω φερόμενον κληθῆναι, τὸ δὲ σμικρὸν ἐλαφρὸν καὶ ἄνω.’’ καὶ οὕτω μὲν φανήσεται τὸ πῦρ βαρύ· εἰ δὲ ἐν γῇ ἑστῶτες γεώδη σώματα ἄνισα θέντες εἰς τὰς πλάστιγγας εἵλκομεν τὸν ζυγὸν εἰς ἀνόμοιον ἀέρα βιζόμενοι, τὸ σμικρότερον ῥᾷον τοῦ μείζονος συνέπεται· κοῦφον οὖν αὐτὸ προσειρήκαμεν καὶ τὸν τόπον, εἰς ὃν βιαζόμεθα, ἄνω, καὶ ἔσται κατὰ τοῦτο κουφον η γῆ. ὅτι μέντοι, κἄν τὸ ἄνω καὶ τὸ κάτω μὴ προσίηται ὁ Πλάτων ἐν τῷ παντὶ σφαιρικῷ ὄντι μηδὲ τὸν τοῦ κούφου καὶ βαρέος διορισμὸν ὡς τῶν αὐτῶν κούφων καὶ βαρέων εὑρισκομένων, οἶδεν ὅμως διαφορὰν τῆς ἐπὶ τὸ μέσον καὶ τὸ πέριξ κινήσεως, σαφῶς, | οἶμαι, δεδήλωκεν εἰπών· “ταῦτα οὖν δὴ διαφόρως ἔχειν αὐτὰ πρὸς αὑτὰ ἀνάγκη διὰ τὸ τὰ πλήθη τῶν γενῶν τόπον ἐναντίον ἀλλήλοις κατέχειν.” p.312a8 Ἔστι δή τι καὶ μεταξὺ τούτων ἕως τοῦ ἀὴρ δὲ πλὴν πυρὸς πᾶσιν ἐπιπολάζει. Δείξας, ὅτι δύο ὄντων τῶν ἀντικειμένων τόπων τοῦ τε μέσου καὶ τοῦ ἐσχάτου ἀνάγκη δύο εἶναι καὶ τὰ ἐπ’ αὐτοὺς κινούμενα τό τε ἁπλῶς βαρὺ καὶ τὸ ἀπλῶς κοῦφον, ἐφεξῆς δείκνυσιν ἐκ τοῦ ἀντικεῖσθαι τούτους τοὺς τόπους ἀλλήλοις, ὅτι ἔστι τις καὶ μεταξὺ αὐτῶν τόπος, ὃς πρὸς ἑκάτερον ἐκείνων τὸν τοὐ ἑτέρου λόγον ἔχει· τοῦτο γὰρ τῶν μεταξὺ πάντων ἐστὶν ἴὸιον· διὸ πρὸς μὲν τὸ κυρίως μέσον τε καὶ κάτω ἄνω τε καὶ ἔσχατός ἐστιν ὁ μεταξὺ τόπος, πρὸς δὲ τὸν κυρίως ἄνω τε καὶ ἔσχατον ὁ μεταξὺ κάτω τε καὶ μέσος ἐστίν. ὥσπερ δὲ δύο ὄντων τῶν ἄκρων τόπων δύο ἦν καὶ τὰ ἄκρα σώματα, τὸ μὲν ἀπλῶς κοῦφον, τὸ δὲ ἁπλῶς βαρύ, οὕτω καὶ μεταξὺ ὄντος τόπου τὴν συναμφοτέρων ἔχοντος ἰδιότητα ἔστι καὶ σῶμα μεταξὺ οὐκέτι ἀπλῶς βαρὺ ἢ κοῦφον, ἀλλὰ βαρὺ καὶ κοῦφον πρὸς ἑκάτερον τῶν ἄκρων, ὅπερ ἐστὶν ὕδωρ καὶ ἀήρ. εἴη δὲ ἄν κατὰ μὲν τὴν εἰς δύο διαίρεσιν τῶν τόπων δύο καὶ τὰ σώματα δεδειχὼς τὰ κατὰ φύσιν ἐπ’ αὐτοὺς φερόμενα, τῷ δὲ μὴ εἶναι ἀνὰ μέσον τὴν διαίρεσιν μηδὲ τὸν ἄνω πάντα ὅμοιον εἶναι μηδὲ τὸν κάτω, ἀλλὰ τὸ τοῦ ἄνω ἔσχατον καὶ τὸ τοῦ κάτω ἄκρον, ὥσπερ τῷ τόπῳ, οὕτω καὶ τῇ φύσει πλησιάζειν ἀλλήλοις καὶ μὴ ἀπλῶς ἄνω μηδὲ ἀπλῶς κάτω εἶναι, καὶ τὰ ἐν τούτοις σώματα, οἷον μέρη ὄντα τὸ μὲν τοῦ ἄνω τὸ δὲ τοῦ κάτω, καὶ πρὸς ἄλληλα συγγενῆ δύο καὶ ταῦτά ἐστι. διὰ τί δὲ δύο τὰ ἄκρα, καὶ διὰ τί τὰ πάντα τέσσαρα, αὐτὸς ἐν τοῖς περὶ γενέσεως καὶ φθορᾶς ἐρεῖ ἀκριβέστερον. Υποστήσας δὲ τῷ λόγῳ τὰ τέσσαρα στοιχεῖα, τίνα πρὸς ἄλληλα λόγον ἔχει, λοιπὸν παραδίδωσιν. ἔχων δὲ ὡς ἐναργές, ὅτι ἡ μὲν ὕλη περιέχεται ὑπὸ τοῦ εἴδους, τὸ δὲ εἶδος περιεκτικόν ἐστι τῆς ὕλης, καὶ ἐπὶ τῶν εἰδοπεποιημένων ἤδη σωμάτων τῶν κατὰ τόπον κινουμένων τὸ μὲν ὕλης φησὶ λόγον ἔχειν τὸ περιεχόμενον — τοιοῦτον δέ ἐστι τὸ βαρὺ καὶ ἐν μέσῳ — τὸ δὲ εἴδους τὸ περιέχον· τοιοῦτον δὲ τὸ κοῦφον καὶ ἄνω. ταῦτα μὲν ἀπλῶς, τῶν δὲ μεταξὺ ἑκάτερον περιέχον τε καὶ περιεχόμενον καὶ εἴδους καὶ ὕλης ἔχει λόγον πρὸς ἄλλο καὶ ἄλλο. ἐπειδὴ δὲ οὐ μόνον ἐνταῦθα ἀλλὰ καὶ ἐν ἄλλοις χρῆται τῇ ἀναλογίᾳ ταύτῃ ἐπὶ τῶν στοιχείων, ἵνα μὴ λέγῃ τις ὅτι ἐπὶ τῶν οὐσιῶν ἀληθὲς τοῦτο, οὐκέτι | μέντοι καὶ ἐπὶ τῶν κατὰ τόπον διαφερόντων, κοινοποιεῖ τὸν λόγον καὶ πρὸς τὰ ἄλλα. οὐ μόνον γάρ, φησίν, ἐπὶ τῶν οὐσιῶν ἔστιν αὕτη ἡ διαφορὰ καὶ ἀναλογία ἡ ὡς εἴδους πρὸς ὕλην, ἀλλὰ καὶ ἐν πᾶσι τοῖς γένεσι· καὶ γὰρ ἐν τῷ ποιῷ τὸ λευκὸν καὶ τὸ θερμὸν εἴδει ἀναλογεῖ, τὸ δὲ μέλαν καὶ τὸ ψυχρὸν ὕλῃ, καὶ ἐν τῷ ποσῷ τὸ μὲν μέγα καὶ τὸ πολὺ εἴδει, τὸ δὲ μικρὸν καὶ ὀλίγον ὕλῃ, καὶ ἡ μὲν αὔξησις εἴδει, ἡ δὲ μείωσις ὕλῃ, καὶ ὅλως τὰ κρείττονα ἐν ταῖς ἀντιθέσεσιν ὡς εἴδει ἀναλογοῦντα λαμβάνεται, τὰ δὲ καταδεέστερα ὕλῃ καὶ στερήσει. καὶ ἐν τῇ κατὰ τόπον οὖν ἀντιθέσει τὸ μὲν ἄνω τοῦ ὡρισμένου, τουτέστι τοῦ εἴὸους· τοῦτο γὰρ τὸ ὡρισμένον, διότι καὶ τὴν ὕλην ἀόριστον ἑαυτὴν οὖσαν τὸ εἶδος ὁρίζει· τὰ δὲ κάτω τῆς ὕλης. εἰπὼν δὲ ταῦτα περὶ τῶν τόπων κατὰ τὸ ἑξῆς εἶπεν ἄν περὶ τῶν ἐν τοῖς τόποις σωμάτων, ὅτι τὸ μὲν ἄνω περιεκτικὸν ὄν, οἷον τὸ πῦρ, εἴδους ἔχει λόγον ἐνεργείᾳ κοῦφον ὂν καὶ ἐπιπολάζον πᾶσι, τὸ δὲ κάτω περιεχόμενον καὶ ὑφιστάμενον πᾶσι βαρὺ ὂν κατ’ ἐνέργειαν ὕλης· ὁ δὲ τοῦτον τὸν βαθμὸν παρελθὼν ἐπὶ τῆς κοινῆς ὕλης τοῦ βαρέος καὶ κούφου ποιεῖται τὸν λόγον, ἥτις ὕλη μόνον ἐστὶ καὶ οὐκέτι εἶδος. διαφέρει δέ, καθ’ ὃ κούφου μὲν οὖσα ὅλη ὅλης ἐστίν, οὐκ αὐτὴ ἑαυτῆς, ἀλλὰ τῆς βαρύτητος, εἴδους μὲν οὔσης ἐνεργείᾳ, λόγον δὲ ὕλης ἐχούσης. ἔστι δέ, φησίν, ἡ αὐτὴ τοῦ κούφου καὶ βαρέος ὕλη — διὰ τοῦτο γὰρ καὶ μεταβάλλει εἰς ἄλληλα — τὸ δὲ εἶναι αὐτῇ κούφου καὶ βαρέος αὖθις οὐ ταὐτόν. καὶ σαφηνίζει τοῦτο δι’ ὑποδείγματος τοῦ σώματος τοῦ νόσῳ καὶ ὑγείᾳ ὑποκειμένου καὶ ὕλης πρὸς ταῦτα λόγον ἔχοντος· καὶ γὰρ τοῦτο νοσερὸν καὶ ὑγιαστόν ἐστιν ὡς πεφυκὸς νοσεῖν καὶ ὑγιαίνειν, καί ἐστι μὲν τὸ αὐτὸ σῶμα καὶ τὸ αὐτὸ ὑποκείμενον, τὸ δὲ εἶναι καὶ ὁ λόγος τοῦ νοσεροῦ καὶ τοῦ ὑγιαστοῦ ἕτερος· ὁ μὲν γάρ ἐστι τὸ πεφυκὸς νοσεῖν, ὁ δὲ τὸ ὑγιαίνειν πεφυκός, ταῦτα δὲ ἕτερα, διότι καὶ τὰ ἐνεργείᾳ, πρὸς ἃ ταῦτα δυνάμει, ἕτερά ἐστιν. ἐπειδὴ οὖν τὸ εἶναι κούφου ὕλη οὐ ταὐτόν ἐστι τῷ εἶναι βαρέος ὕλη, καὶ μάλιστα προσεχῶς, ἀλλὰ κατά τινα διαφορὰν ἐγγενομένην τῇ ὕλῃ ἤτοι θερμότητος ἢ ψύξεως ἢ ξηρότητος ἢ ὑγρότητος ἤ τινος ἄλλης τοιαύτης ἡ μὲν κούφου δὲ βαρέος γίνεται, δῆλον, ὅτι τὸ μὲν ἔχον πρὸς κουφότητα επιτηδείαν ὕλην κοῦφον καὶ ἀεὶ ἄνω ὂν ἢ γινόμενον, ὂν μέν, ὅταν ἔχῃ ἤδη τὴν τοιαύτην ὕλην, γινόμενον δέ, ὅταν γινομένην, τὸ δὲ τὴν ἐναντίαν, τουτέστι τὴν πρὸς βαρύτητα ἐπιτηδείως ἔχουσαν, ὕλην ἔχον βαρὺ καὶ ἀεὶ κάτω. τὸ δὲ ἀεὶ δηλοῖ ‘ἕως ἂν τὴν τοιαύτην ὕλην ἔχῃ’, ἐπεὶ δῆλον, ὅτι μεταβάλλεται καὶ αὐτά. καὶ μέντοι καὶ διαστέλλει τὸ ἀπλῶς κοῦφον καὶ ἀεὶ ἄνω καὶ ἀπλῶς βαρὺ καὶ ἀεὶ κάτω ἀπὸ τῶν ποτὲ μὲν ἄνω ποτὲ δὲ κάτω γι|νομένων, οἷα τὰ μέσα στοιχεῖά ἐστι. τὸ δὲ ἑτέρας μέν, φησί, τούτων ὕλας ἔχον σῶμα, ὡς μήτε ἁπλῶς δυνάμει κούφας εἶναι μήτε ἁπλῶς βαρείας, ἀλλὰ πρὸς ἀλλήλας ἐχούσας τὸ βαρὺ καὶ κοῦφον, ὡς ἁπλῶς καὶ καθόλου εἶχον ἡ ἀπλῶς κούφη καὶ ἡ ἁπλῶς βαρεῖα, καὶ τὰς ὕλας τὰς τοιαύτας ἐπαμφοτεριζούσας ἔχει καὶ ἄνω καὶ κάτω φερομένας ἀπλῶς, οὐχ ὡς καθόλου ἁπλῶς ἀλλ’ ὡς πρὸς ἀλλήλας ἀπλῶς, ὅτι τὸν τῶν ἁπλῶν πρὸς ἀλλήλας ἔχουσι λόγον. Ἀντὶ δὲ τοῦ τὸ δὲ ἑτέρας μὲν τούτων, ἐχούσας δὲ οὕτω πρὸς ἀλλήλας οἶδε καὶ ἄλλην γραφὴν ὁ Ἀλέξανδρος τοιαύτην· ‘τὸ δὲ πέρας μὲν τούτων ἐχούσας’, καὶ ἐλλειπῆ ταύτην οἴεται τὴν γραφὴν καὶ εἶναι τὸ πλῆρες ‘ τὸ δέ τι σῶμα πέρας μὲν τούτων ἐστίν, ἔχει δὲ ὕλας οὕτως ἐχούσας πρὸς ἀλλήλας, ὡς αὗται ἀπλῶς, καὶ διὰ τοῦτο καὶ ἄνω καὶ κάτω φερομένας, διότι πῆ μὲν κοῦφαι πῆ δὲ βαρεῖαί εἰσι). πέρας γάρ ἐστι τοῦ μὲν ἀπλῶς κούφου τὸ πῆ κοῦφον καὶ πρός τι βαρύ, τοῦ δὲ ἀπλῶς βαρέος τὸ βαρύ· βαρύ· τὸ γὰρ πρῶτον πεπαυμένον τοῦ ἁπλῶς πὴ γίνεται· κἄν κατηγορῆται οὖν κατὰ τοῦ πῆ κούφου τὸ πῆ βαρὺ καὶ ἀνάπαλιν, ὡς πέρατα κατηγορεῖται· ἐν οἷς οὖν σώμασιν αἱ ὗλαι τὰ πέρατα ἔχουσιν ἀμφοτέρων φοτέρων τῶν τὸ ἀπλῶς ἐχουσῶν, καὶ αὐτὰ τὰ σώματα ἐπαμφοτερίζει. “λέγοι δὲ ἄν, φησὶν ὁ Ἀλέξανδρος, ὕλας ἐν τοῖς σώμασι τὰ ὑποκείμενα σὺν τῇ ῥοπῇ μὲν ἄνευ δὲ τῶν ἄλλων ποιοτήτων λαμβανόμενα ξηρότητός τε καὶ τῶν ἄλλων.’’ μήποτε δὲ ἡ μὲν ῥοπὴ τὸ ἐπιγινόμενον εἶδος ᾖν κουφότης ἢ βαρύτης ὑπάρχουσα, αἱ δὲ ὗλαι μετὰ θερμότητος καὶ ψυχρότητος, ξηρότητος. καὶ ὑγρότητος, ὧν αἱ μὲν κουφότητα αἱ δὲ βαρύτητα ἐπιδέχονται. διὰ δὲ τοῦ τὰς ὕλας καὶ τὰ ὑποκείμενα τοῖς στοιχείοις πᾶσι δεικνύναι διάφορα τὸ κατ’ οἰκείαν φύσιν ἕκαστον καὶ τῶν μεταξὺ καὶ μὴ κατὰ μίξιν τῶν ἄκρων εἶναι τοιοῦτον, ὁποῖόν ἐστιν, ἀποδείκνυται· διὸ οὐκέτι ἀκολουθήσει ταῦτα λέγοντι πολὺν ἀέρα ὕδατος ὀλίγου γίνεσθαι βαρύτερον, διότι ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἔχουσι καὶ κουφότητα καὶ βάρος, ὅτι μεταξὺ ἐκείνων τῶν ἁπλῶς τοιούτων καὶ ἔσχατά πως αὐτῶν καὶ πέρατά ἐστι, καὶ διὰ τοῦτο τὸ μὲν ὕδωρ τοῖς ἄλλοις ὑφιστάμενον ἐπιπολάζει τῇ γῇ, ὁ δ’ ἀὴρ τῷ πυρὶ ὑφιστάμενος πᾶσιν ἐπιπολάζει. p. 312a28 ἐπεὶ δέ ἐστιν ἓν μόνον, ὃ πᾶσιν ἐπιπολάζει ἕως τοῦ καὶ ἓν καὶ πλείω, ὥσπερ ἐν χρώμασιν. Eἰπὼν εἶναί τι μεταξὺ σῶμα τοῦ τε ἁπλῶς κούφου καὶ τοῦ ἀπλῶς βαρέος, ὃ πῆ μὲν κοῦφον πῆ δὲ βαρύ ἐστι πέρας ὂν ἑκάτερον τῶν ἁπλῶς καὶ διὰ τοῦτο δύο ὄντα μεταξὺ πυρὸς καὶ γῆς ὁ ἀὴρ καὶ τὸ ὕδωρ, τούτων οὖν συντόμως| ὑπομνήσας διὰ τοῦ ἐπεὶ δέ ἐστιν ἓν μόνον, ὃ πᾶσιν ἐπιπολάζει καὶ τῶν ἑξῆς ἐπάγει ὥστε ἀνάγκη καὶ τὰς ὕλας τοσαύτας εἶναι, τέσσαρας, οὕτω δὲ <ὡς> μίαν μὲν ἁπάντων τὴν αὐτὴν εἶναι, καὶ δι’ ἄλλους μὲν λόγους τοὺς ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως ῥηθέντας καὶ μέντοι εἰ γίνοιτο τὰ τέσσαρα ἐξ ἀλλήλων, ὡς δέδεικται πρότερον, τὸ μέντοι εἶναι ἕτερον ἐχούσας· ἄλλος γὰρ λόγος τῆς ὡς πυρὸς προσεχοῦς ὕλης καὶ ὅλως τοῦ ἀπλῶς κούφου καὶ ἄλλος τῆς ἑκάστου τῶν ἄλλων. δοκεῖ δέ μοι περὶ τῆς ὑποκειμένης τοῖς στοιχείοις ὕλης πολὺν ποιεῖσθαι λόγον καὶ μίαν αὐτῶν καὶ τετραπλῆν δεικνύων καὶ πρότερον μέν, ὅτε ἔλεγε ‘τὸ δὲ ἑτέρας μὲν τούτων, ἐχούσας δὲ οὕτως πρὸς ἀλλήλας’ ἀπὸ τῶν ὑλῶν δύο τὰ μεταξὺ δεικνὺς πρὸ ἐκείνων δὲ τὰ ἄκρα, νῦν δὲ ἀπὸ τοῦ δύο μὲν εἶναι τὰ ἄκρα δύο δὲ τὰ μεταξὺ τέσσαρας τὰς ὕλας εἰσάγειν, διότι τὸ προκείμενον ἦν ἐξ ἀρχῆς τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως τῶν στοιχείων εὑρεῖν· οὕτω γὰρ καὶ πόσα καὶ τίνα ἐστὶν εὑρεθήσεται. ὁ δὲ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως, ὡς ἐν τῇ Περὶ γενέσεως διδάξει, κατὰ τὴν διαφορὰν τῆς προσεχῶς αὐτοῖς ὑποβεβλημένης ὕλης καὶ τὴν κοινωνίαν ὑποδειχθήσεται. Ἀλλὰ πῶς εἰπὼν ἐπεὶ δέ ἐστιν ἓν μόνον, ὅ πᾶσιν ἐπιπολάζει, καὶ ἕν, ὃ πᾶσιν ὑφίσταται, ἀνάγκη δύο εἶναι ἄλλα, ἅ καὶ ἐπιπολάζει τινὶ καὶ ὑφίσταταί τινι εἶτα προελθὼν οὐδὲν γάρ, φησί, κωλύει τῶν ἐναντίων εἶναι μεταξὺ καὶ ἓν καὶ πλείω, ὥσπερ ἐν χρώμασιν; εἰ γὰρ ἀληθὲς τὸ πρότερον, ὅτι ἀνάγκη δύο εἶναι τὰ μεταξύ, πῶς τοῦτο ἀληθές, ὅτι οὐδὲν κωλύει καὶ ἓν καὶ πλείω εἶναι τὰ μεταξύ; ἔοικεν οὖν τὸ μὲν ὕστερον καθόλου εἰρηκέναι, ὅτι οὐδὲν κωλύει καὶ ἓν καὶ πλείω εἶναι μεταξὺ τῶν ἀντικειμένων· τοῦτο γὰρ ἀληθὲς καθόλου, ὅτι τῶν ἐναντίων τὰ μὲν ἄμεσά ἐστιν, τὰ δὲ ἔμμεσα, καὶ τῶν ἐμμέσων τὰ μὲν ἓν ἔχει μέσον, τὰ δὲ πλείονα· τὸ δὲ πρότερον εἰρημένον τὸ ἀνάγκη 660 ἄλλα εἶναι ὡς ἐπὶ τούτων τῶν ἐναντίων εἴρηται τοῦ τε ἁπλῶς κούφου καὶ τοῦ ἁπλῶς βαρέος, διὸ καὶ οὕτως εἶπεν· ἐπεὶ δέ ἐστιν ἕν, ὃ πᾶσιν ἐπιπολάζει, καὶ ὅν, ὃ πᾶσιν ὑφίσταται, ἀνάγκη δύο ἄλλα εἶναι. τὴν δὲ ἀνάγκην νῦν μὲν ᾐνίξατο διὰ τοῦ τὸ μεταξὺ ἑκατέρου τῶν ἁπλῶν πέρας ὂν διπλοῦν εἶναι· ὡς μὲν γὰρ τοῦ ἀπλῶς κούφου πέρας κοῦφόν ἐστι, κἄν μὴ ἀπλῶς, ἀλλὰ τῶν μετ’ αὐτὸ κουφότερον, ὡς δὲ τοῦ ἀπλῶς βαρέος, κἄν μὴ ἁπλῶς βαρύ, ἀλλὰ τῶν ἄλλων βαρύτερον, καὶ οὕτως ὅ τε ἀὴρ ηὑρέθη τοῖς ἄλλοις ἐπιπολάζων πλὴν πυρὸς καὶ τὸ ὕδωρ τοῖς ἄλλοις ὑφιστάμενον πλὴν γῆς, καὶ τούτοις θαρρήσας εἶπεν, ὅτι ἀνάγκη τοῦ ἁπλῶς κούφου καὶ τοῦ ἁπλῶς βαρέος δύο μέσα εἶναι· ἐν μέντοι τοῖς Περὶ γενέσεως καὶ φθορᾶς πολυειδῶς ἀποδείκνυσιν, ὅτι δύο ἀνάγκη τὰ μεταξὺ εἶναι καὶ τέσσαρα τὰ ὅλα στοιχεῖα· καὶ γὰρ ἐκ τοῦ τὰς εἰδοποιοὺς ἐναντιώσεις δύο εἶναι θερμότητα καὶ ψῦξιν καὶ ξηρότητα καὶ ὑγρότητα, ὧν συνδυαζομένων ἀνάγκη τέσσαρα γίνεσθαι τὰ πάντα ἐξ αὐτῶν στοιχεῖα, καὶ ἐκ τῆς τῶν ποιοτήτων ἀναλογίας, ἐξ ὧν ἑκάστῳ τῶν στοιχείων τὸ εἶναι, καὶ μέντοι διὰ τὴν κατά τι πρὸς ἄλληλα κοινωνίαν, δι’ ἣν ἡ εἰς ἄλληλα αὐτοῖς μεταβολὴ ῥᾳδία κατά τι κοινὸν σύμβολον γινομένη· ἔτι δὲ καὶ ἐκ τοὐ τὸ μεταξὺ ὁμοιότητα ἔχειν πρὸς ἑκάτερον τῶν ἄκρων· δυοῖν οὖν ὄντων ἐκείνων ἀνάγκη καὶ τοῦτο διπλοῦν εἶναι. ἀλλὰ ταῦτα μὲν ὕστερον, εἰς ἃ καὶ μάλιστα βλέπων εἶπεν, ὅτι ἀνάγκη δύο εἶναι ἄλλα. μὴ δὲ τούτου τελέως δειχθέντος εἰκότως τῷ καθόλου λόγῳ χρῆται τῷ λέγοντι μηδὲν κωλύειν καὶ ἓν καὶ πλείω εἶναι τὰ μεταξὺ καὶ ἐξ αὐτοῦ καθ’ ὑπόθεσιν ἔλαβε τὸ πλείω εἶναι μέλλων αὐτὸ διὰ πολλῶν ἀποδεικνύναι. ὁ δέ γε θεῖος Πλατῶν καὶ αὐτὸς ἄκρα θεὶς τὸ πῦρ καὶ τὴν γῆν καὶ ἐκ πυρὸς μὲν εἶναι τὸν κόσμον ἀναγκάσας ὡς ὁρατόν, ἐκ γῆς δὲ ὡς ἁπτόν, δύο τὰ μέσα καὶ αὐτὸς εἶναι ἀπέδειξε· στερεοῦ γὰρ ὄντος τοῦ παντὸς καὶ στερεῶν τῶν ἄκρων δι’ ἀναλογίας ὀφειλόντων συνάπτεσθαι τῶν ἄχρων πρὸς τὴν τοῦ παντὸς γένεσιν δύο μέσων ἀνάλογον ἔδει τῶν τὴν στερεὰν συμπληρούντων ἀναλογίαν. ἐν χρώμασι δὲ πλείω τὰ μεταξύ· τοὐ γὰρ λευκοῦ καὶ μέλανος οὐ μόνον τὸ φαιὸν μεταξύ, ἀλλὰ καὶ τὸ ξανθὸν καὶ τὸ φοινικοῦν. p. 312b2 ’Ev μὲν οὖν τῇ αὑτοῦ χώρᾳ ἕως τοῦ ἢ οἷς ἐπιπολάζει, δι’ ὁμοιότητα τῆς ὕλης. Eἰσαγαγὼν εἰς τὸν λόγον τὰ δύο μέσα στοιχεῖα καὶ εἰπών, ὅτι ἑκάτερον αὐτῶν βάρος ἔχει καὶ κουφότητα, βάρος μὲν πρὸς τὰ πρὸ ἑαυτῶν, ὅτι ὑφίσταται αὐτοῖς, κουφότητα δὲ πρὸ τὰ μεθ’ ἑαυτά, ὅτι ἐπιπολάζει, εἰπὼν δὲ πρότερον καί, ὅτι τὸ μὲν πῦρ πανταχοῦ κοῦφόν ἐστι καὶ οὐδαμοῦ ἔχει βαρύτητα, ἡ δὲ γῆ πανταχοῦ βαρεῖα καὶ οὐδαμοῦ ἔχει κουφότητα, περὶ τῶν μέσων δείκνυσιν, ὃ καὶ πρότερον εἶπεν, ἀκριβέστερον νῦν ἐπεξιὼν τῷ λόγῳ, ὅτι ἐν τῷ ἑαυτῶν τόπῳ βαρύτητα ἔχει ἄμφω καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, κουφότητα δὲ οὐδέτερον. καὶ πρότερον μέν, ὅτι ὁ ἀὴρ βαρύτητα ἔχει, ἔδειξεν ἔκ τε τοῦ ὑφίστασθαι τῷ πυρὶ καὶ ἐκ τοῦ τοὺς πεφυσημένους ἀσκοὺς πλέον ἕλκειν τῶν ἀφυσήτων, νῦν δὲ εἰπών, ὅτι κουφότητα δὲ οὐκ ἔχει, ἐπήγαγεν ἄλλ’ ἢ ἐν οἷς ἐπιπολάζει, ἀὴρ μὲν ἐν ὕδατι καὶ γῇ, ὕδωρ δὲ ἐν γῇ· τούτοις γὰρ ἐπιπολάζουσιν. ἔστι δὲ τὸ ἑξῆς τοῦ λόγου, ὅτι ἕκαστον τῶν ἐχόντων βάρος καὶ κουφότητα, οἴα τὰ μέσα ἐστίν, ἐν τῇ ἑαυτοῦ χώρᾳ ἔχει βάρος, κουφότητα δὲ οὐκ ἔχει| πλὴν ἐν ἐκείνοις, οἷς ἐπιπολάζει. μεταξὺ δὲ καθ’ αὑτὸ παρενέβαλε τὸ ἡ δὲ γῆ ἐν ἅπασι κατὰ κοινοῦ καὶ ἐπ’ αὐτῆς τὸ ἔχει βάρος λαβών. Σημεῖον δὲ τοῦ τὰ μεταξὺ ἐν τοῖς οἰκείοις τόποις βαρύτητα μὲν ἔχειν κουφότητα δὲ μὴ ἔχειν παρέχεται τὸ τῶν μὲν ὑπ’ αὐτὰ ὑποσπωμένων καταφέρεσθαι αὐτὰ ἐκ τῆς οἰκείας χώρας, τῶν δὲ ὑπὲρ αὐτὰ ἀναιρουμένων μηκέτι εἰς τοὺς ἐκείνων ἀναφέρεσθαι τόπους· διὸ ὕδατος μὲν ὑποσπασθέντος ὁ ἀὴρ εἰς τὸν ἐκείνου τόπον φέρεται, καὶ γῆς ὑποσπασθείσης καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ εἰς τὸν ἐκείνης συρρεῖ τόπον ἀπὸ τῶν οἰκείων τόπων καταφερόμενα ὡς βάρος ἐν τοῖς οἰκείοις ἔχοντα τόποις, τοῦ δὲ πυρὸς ἀναιρεθέντος ἀὴρ εἰς τὸν ἐκείνου τόπον κατὰ φύσιν οὐ φέρεται οὔτε ὕδωρ εἰς τὸν τοῦ ἀέρος, ἄν ἀφαιρεθῇ ὁ ἀήρ, τὸ δὲ πῦρ τῷ μηδὲ ἐν τῷ ἑαυτοῦ τόπῳ ἔχειν βαρύτητα ὑποσπωμένων τῶν ὑπ’ αὐτὸ οὐ φέρεται κάτω, ὃ σημεῖον ἐναργὲς τοῦ μὴ ἔχειν τὸ πῦρ τὴν ἐπὶ τὸ μέσον ῥοπήν. εἰπὼν δὲ μὴ ἀναφέρεσθαι τὸν ἀέρα εἰς τὸν τοῦ πυρὸς τόπον ύφαιρομένου ρουμένου προσέθηκεν εἰ μὴ βίᾳ, ὥσπερ καὶ τὸ ὕδωρ σπᾶται, ὅταν γένηται τὸ ἐπίπεδον ἕν· βίᾳ γὰρ οὐδὲν κωλύει τὸν ἀέρα ἀναφέρεσθαι εἰς τὸν τοῦ πυρὸς τόπον οὕτως, ὡς καὶ τὸ ὕδωρ εἰς τὸν τοῦ ἀέρος ἕλκεται βίᾳ ὑπὸ τοῦ ἀέρος, ὅταν, φησίν, ἓν γένηται τὸ ἐπίπεδον τοῦ τε σπῶντος ἀέρος καὶ τοῦ σπωμένου ὕδατος. καὶ γὰρ ἐπὶ τῶν σιφώνων καὶ τῶν ἰατρικῶν σικυῶν, δι’ ὧν σπᾶται τό τε ὕδωρ καὶ τὸ αἷμα, καὶ ὁ ἀὴρ ὁ σπῶν καὶ τὸ ὕδωρ τὸ σπώμενον πλησιάζοντα ἀλλήλοις ἐπιπέδοις οἰκείοις διώρισται σώματά γε ὄντα καί, μέχρι μὲν ἄν ᾖ διωρισμένα τὰ ἐπίπεδα αὐτῶν καὶ μόνον ἅπτηται ἀλλήλων, μένει κατὰ χώραν ἑκάτερον, ὅταν μέντοι τὰ δύο ἐπίπεδα εἰς ἓν συνέλθῃ πνεύματος ἢ θερμασίας συνεχιζούσης αὐτὰ καὶ οἷον κρᾶσίν τινα ποιούσης, τότε θάτερον ὑπὸ θατέρου ὡς μέρος αὐτοῦ γενόμενον ἤδη σπᾶται, ὅταν θάττων ἡ ἐπὶ τὸ ἄνω τοῦ ἀέρος τοῦ σπῶντος κίνησις γίνηται τῆς τοῦ ὕδατος οἰκείας εἰς τὸ κάτω ῥοπῆς· πρὶν γὰρ διαλυθῆναι καὶ χωρισθῆναι τὴν ἕνωσιν τῶν ἐπιπέδων φθάνει ἀνασπᾶσθαι ὡς προσηρτημένον. Εἶτα ἔνστασιν λύει τὴν λέγουσαν· διὰ τί οὖν μὴ καὶ ἡ γῆ σπᾶται εἰς τὸ ἄνω ὥσπερ τὸ ὕδωρ; καὶ λέγει, ὅτι οὐκ ἔστι τῆς γῆς τὸ ἐπίπεδον ἕν· οὐ γὰρ μίαν ἔχει τὴν ἐπιφάνειαν, διότι οὐχ ἥνωται τὸ τῆς γῆς σῶμα ὥσπερ ὕδωρ καὶ ἀήρ. διὰ τοῦτο οὖν οὐ συμφύεται τὸ τῆς γῆς ἐπίπεδον τοῖς ἄλλοις ὥστε συνέλκεσθαι· τέθρυπται γὰρ καὶ οὔτε ἀλλήλοις ἥνωται τὰ τῆς γῆς ἐπίπεδα διὰ τὴν τῆς γῆς ξηρότητα οὔτε τοῖς τοὐ ὕδατος ἢ τοῦ ἀέρος ἑνοῦται· καὶ διὰ τοῦτο, φησίν, ἡ μὲν γῆ οὐ σπᾶται, τὸ δὲ ὕδωρ καὶ εἰς τοὺς σίφωνας μὲν σπᾶται, μάλιστα δὲ εἰς τὸ πυρωθὲν ἀγγεῖον. ἂν γὰρ ποτήριον τῶν στενοστόμων κατὰ τὸ στόμα καθῶμεν εἰς ὕδωρ οὐκ εἰσρεῖ τὸ | ὕδωρ εἰς αὐτό, ἐὰν μέντοι τὸ ποτήριον θερμανθὲν δι’ ὕδατος θερμοῦ ἢ προκλύσαντος αὐτὸ ἢ τῷ πυθμένι αὐτοῦ ἐπιχεθέντος καθῶμεν ὁμοίως εἰς τὸ ὕδωρ κατὰ τὸ στόμα, σπᾷ τὸ ὕδωρ καὶ πληροῦται, διότι ἓν γίνεται τὸ ἐπίπεδον τοῦ τε ὕδατος καὶ τοῦ ἐν τῷ ἀγγείῳ ἀέρος καὶ ἑνοῦται ὑπὸ τοῦ πυρὸς συγχωνεύειν καὶ συμφυσᾶν τὰ διάφορα πεφυκότος, θερμανθεὶς δὲ ὁ ἐν τῷ ἀγγείῳ ἀὴρ χεῖται λεπτυνόμενος καὶ ἐλάττων ὢν πλείονα τόπον κατέχει· ἑνωθεὶς οὖν τῷ ὕδατι κατὰ τὴν ἐπιφάνειαν. ὅταν πλησιάσῃ, καὶ συστελλόμενος ὑπὸ τῆς ψύξεως σπᾷ τὸ ὕδωρ καὶ συνέλκει πρὸς ἑαυτόν, καὶ τοσοῦτον δέχεται τὸ ἀγγεῖον ὕδατος, ὅσον ὁ ἀὴρ πυκνωθεὶς δύναται συσταλῆναι προδιακεκριμένος ὑπὸ τοὐ θερμοῦ, διὰ τοῦτο δὲ καὶ τὰ μᾶλλον θερμανθέντα ἀγγεῖα πλέον ὕδατος σπᾷ. οὕτω δὲ καὶ αἱ σικύαι τὸ αἷμα ἕλκουσι τοῦ ἐν αὐταῖς ἀέρος προκεχυμένου ὑπὸ τῆς θερμότητος, ἔπειτα συστελλομένου καὶ ἐπισπωμένου, διὰ τὴν ἕνωσιν τοῦ ἐπιπέδου αὐτοῦ τε καὶ τοῦ αἵματος πρὸς αὐτὸ τὸ αἷμα. ’Ev δὴ τούτοις ἐπιστῆσαι χρή, ὅτι οὐκ ἔσται κατὰ ἀλήθειαν ἓν τὸ ἐπίπεδον, εἴπερ διῃρημένα ἐστὶν ἀλλήλων ἐνεργείᾳ τὰ σώματα καὶ φύσεως ἑτέρας, ἀλλ’ ἁπτόμενά ἐστιν, οὐ μέντοι συνεχῆ· διότι δὲ ὑγρά ἐστιν ἄμφω τὰ σώματα καὶ ὅμοια ἀλλήλοις, διὰ τοῦτο τῶν περάτων αὐτῶν ἐξομοιουμένων ἓν εἶπε γίνεσθαι τὸ ἐπίπεδον. δεύτερον δέ, ὅτι, ὥσπερ ἄνω βίᾳ φέρεται ὁ ἀὴρ καὶ τὸ ὕδωρ, οὕτω καὶ κάτω, ὅταν ὑποσπασθῇ τὸ ὑποκείμενον, διὰ τὸ μηδὲν εἶναι κενόν, ἐπεὶ ἐν τοῖς οἰκείοις ὄντα τόποις τὰ στοιχεῖα οὐκ εἰκὸς οὕτε ἄνω ῥέπειν οὕτε κάτω κατὰ φύσιν· τὸ γὰρ κατὰ φύσιν ἐπιρρέπον ὡς ἐπ’ οἰκεῖον ῥέπει τόπον. ὁ οὖν ἀὴρ καὶ τὸ ὕδωρ, εἰ κατὰ φύσιν φέροιτο πρὸς τὸ κάτω τῶν ὑποκειμένων ὑποσπωμένων, ὡς ἐπ’ οἰκείους φέρεται τοὺς ἀλλοτρίους τόπους, ὅπερ ἄτοπον· εἰ δὲ βίᾳ οὐκ ἔχουσι βάρος κατὰ φύσιν ἐν τοῖς ἑαυτῶν τόποις, ὥσπερ οὐδὲ κουφότητα, ἀλλ’, εἴπερ ἔχουσι βάρος ἐν τοῖς ἑαυτῶν τόποις, οὐχ ὡς κατωτέρω ῥέποντα ἔχουσιν, ἀλλ’ ὡς τοῖς ὑπερκειμένοις ὑφιστάμενα· ἦν γὰρ καὶ τοῦτο τῶν βαρέων ἴδιον. ὁμοίως δὲ καὶ κουφότητα ἔχουσιν. οὐχ ὡς πρὸς τὰ ἀνωτέρω ῥέποντα· οὐ γὰρ ἐκσταῖεν ἄν ἐπὶ τὸ ἄνω κατὰ φύσιν ἔχοντα· ἀλλ’ ὡς ἐπιπολάζοντα τοῖς ὑποκειμένοις, ὥσπερ καὶ τὸ πῦρ ἐν τῇ ἑαυτοῦ χώρᾳ κουφότητα ἔχει, οὐχ ὅτι ἀνωτέρω που φέρεται κατὰ φύσιν, ἀλλ’ ὅτι τοῖς ὑποκειμένοις ἐπιπολάζει. Eἰπὼν δέ, ὅτι ἡ γῆ οὐ σπᾶται ἄνω ὥσπερ τὸ ὕδωρ, ἐπάγει, ὅτι οὐδὲ τὸ πῦρ κάτω εἶσιν ὑφαιρουμένου τοῦ ἀέρος. ἀλλὰ τὴν μὲν γῆν πρότερον ἔλεγε μὴ σπᾶσθαι, ὅτι οὐχ ἓν αὐτῆς τὸ ἐπίπεδον, νῦν δὲ καί, ὅτι οὐδὲ ἡντιναοῦν ἔχει κουφότητα ἐν τῇ ἑαυτῆς χώρᾳ, δι’ ἣν αἰτίαν καὶ τὸ πῦρ οὐ φέρεται κάτω, ὅτι οὐδὲν ἔχει βάρος ἐν τῇ ἑαυτοῦ χώρᾳ· τὰ δὲ δύο τὰ μέσα ἀποσπωμένων τῶν | ὑποκειμένων φέρεται κάτω, οὐχὶ ὁμοίως τῇ ἀπλῶς βαρείᾳ οὔσῃ τῇ γῇ· τὸ μὲν γὰρ ἁπλῶς βαρὺ πᾶσιν ύφίσταται, τὸ δὲ πρός τι βαρὺ ὄν, οἷα τὰ μέσα στοιχεῖά ἐστι, φέρεται κάτω εἴς τε τὴν ἑαυτῶν χώραν, ὅταν ἀνωτέρω τύχῃ ὄντα, καὶ ἐπειδὴ καὶ ἐν τῇ ἑαυτῶν χώρᾳ βάρος ἔχει, καὶ ἀπ’ ἐκείνης φέρεται ἐπὶ τὰ οἷς ἐπιπολάζει, εἰ ἐκεῖνα μὴ εἴη· ἐκείνοις γὰρ ἐπεπόλαζεν, ὧν μὴ ὄντων οὐκέτι ἄν ἐπιπολάζοι. αἰτίαν δὲ τοῦ φέρεσθαι εἰς τοὺς τούτων τόπους ἀποδίδωσι τὴν τῆς ὕλης ὁμοιότητα πρὸς τὸ ἀπλῶς βαρύ· καὶ γὰρ καὶ ἡ τοῖς δύο μέσοις στοιχείοις ὑποκειμένη ὕλη ἔχει τὸ δυνάμει βαρύ, καὶ κατὰ τοῦτο τὰ τρία ὁμοιότητα ἔχει πρὸς ἄλληλα, καὶ φέρεται τὸ ὅμοιον πρὸς τὸ ὅμοιον. ἀλλ’ εἴποι ἄν τις, ὅτι τὰ μέσα καὶ δυνάμει κοῦφά ἐστιν, ὥστε τῆς ὕλης ὁμοιότης αὐτοῖς έσται καὶ πρὸς τὸ πῦρ, καὶ ὁμοίως καὶ ἐπ’ ἐκεῖνο οἰσθή- σεται. p. 312b19 Ὅτι δὲ ἀναγκαῖον ποιεῖν ἴσας τὰς διαφορὰς ἕως τοῦ οὐκ ἔσται ὃ ἀεὶ κάτω. Eἰπών, ὅτι ἔστιν τὸ μὲν ἀπλῶς βαρὺ τὸ δὲ ἁπλῶς κοῦφον, καὶ δύο τούτων μέσα πῆ μὲν ὄντα κοῦφα πῆ δὲ βαρέα, καὶ ὅτι κατὰ τὴν ἑαυτοῦ φύσιν ἕκαστον ἀφωρισμένην ἔχει τὴν οἰκείαν ῥοπὴν διὰ τὸ καὶ τὰς προσεχῶς αὐτοῖς ὑποκειμένας ὕλας διαφόρους εἶναι καὶ ἰσαρίθμους αὐτοῖς, ὅτι τοῦτο ἀληθές, καὶ ἕκαστον τῶν τεσσάρων οἰκείας ἔχει διαφοράς καὶ οὐ κατὰ μίξιν τῶν ἄκρων ὑφέστηκεν, ὡς οἱ τὸ μὲν κοῦφον τὸ κενὸν τὸ δὲ βαρὺ τὸ πλῆρες λέγοντες, νῦν δείκνυσιν. ὅτι γὰρ τοῦτο προὔθετο διὰ τοῦ ἴσας εἰπεῖν τὰς διαφοράς, δῆλον ἐκ τῆς τοῦ ἀντικειμένου ἐπιφορᾶς. εἰ μὲν μία, φησίν, ὕλη πάντων, οἶον ἥ τὸ κενὸν ἢ τὸ πλῆρες ἤ τὸ μέγεθος ἢ τὰ τρίγωνα, τάδε ἄν τὰ ἄτοπα ἠκολούθει, ἅπερ ἐπάγει. χρὴ οὖν μὴ μίαν ὑποτίθεσθαι τῶν στοιχείων τὴν προσεχῆ ὕλην, ἀλλὰ ἰδίαν ἰσουμένων αὐτῶν πρὸς ἄλληλα κατὰ τὸ διαφορὰς οἰκείας ἕκαστον αὐτῶν ἔχειν. ‘O μὲν οὖν σκοπὸς τοῦ προβλήματος τοιοῦτος· λέγει δέ, ὅτι, εἰ μία πάντων εἴη τῶν σωμάτων ἡ προσεχὴς ὕλη ἢ τὸ κενὸν ἢ τὸ πλῆρες, οὐχ ὅτι ἔστι τις ὁ τὸ κενὸν καθ’ αὑτὸ ὑποθέμενος ὕλην, ἀλλ’ ὡς παράδειγμα κουφότητος καθ’ ὑπόθεσιν παρέλαβεν αὐτό, διότι καὶ οἱ τὸ κενὸν καὶ πλῆρες ὑποθέμενοι, ὥσπερ οἱ περὶ Δημόκριτον, τὸ κενὸν κουφότητος ἔλεγον τοῖς σώμασιν αἴτιον· εἴτε οὖν τούτων ἐν, φησίν, ἢ τὸ μέγεθος, ὡς οἱ τὸ στοιχεῖον ἓν λέγοντες, μεγέθει δὲ καὶ σμικρότητι καὶ παχύτητι καὶ λεπτότητι τὴν διαφορὰν τῶν βαρέων ποιοῦντες τῆς ὑποκειμένης ὕλης βάρος καθ’ ἑαυτὴν ἐχούσης, ἢ τὰ τρίγωνα, τουτέστι τὰ ἐπίπεδα, εἰ οὖν μία πάντων εἴη τῶν σωμάτων ὕλη ἡ προσεχής, ἢ κούφη ἢ βαρεῖά ἐστιν· εἰ δὲ τοῦτο, ἢ πάντα ἄνω ἢ πάντα κάτω φέρεσθαι, τὴν δὲ ἑτέραν μηκέτι εἶναι. εἰ μὲν γὰρ βαρεῖα ἡ ὕλη, κοῦφον οὐδὲν ἔσται ἁπλῶς, εἴπερ πάντα ῥέπει, τουτέστι βρίθει, εἰ καὶ μᾶλλον ἄλλα ἄλλων βρίθει τῷ ἐκ μειζόνων εἶναι σωμάτων ἢ ἐκ πλειόνων, ἢ ὅτι πλήρη, τουτέστι πυκνότερα. ἐπιστῆσαι δὲ χρὴ τῷ εἰ πάντα ῥέπει μᾶλλον, ὅτι ὡς βάρους οὔσης τῆς ῥοπῆς εἴρηται, ὥσπερ καὶ ὁ Πλατῶν χρησάμενος τὰ πρὸς τὸ οἰκεῖον φερόμενα πάντα βαρέα λέγει ὡς ῥέποντα πρὸς αὐτό. εἰ δὲ τὸ κενὸν ἤ τι τοιοῦτόν ἐστιν ἡ ὕλη, ὃ ἀεὶ ἄνω φέρεται· καὶ γὰρ τὸ κενὸν ὡς τοῦ τοιούτου παράδειγμα προεβλήθη· οὐκ ἔσται, ὃ ἀεὶ κάτω οἰσθήσεται. ὁρῶμεν δὲ καὶ δέδεικται ἔκ τε τῆς τῶν τόπων καὶ τῆς τῶν ἁπλῶν κινήσεων διαφορᾶς, ὅτι πανταχοῦ ὁμοίως κατὰ φύσιν καὶ ἄνω τινὰ φερόμενά ἐστι καὶ ἄλλα κάτω. p. 312b28 Καὶ τῶν μεταξὺ δὲ ἔσται ἔνια κάτω θᾶττον γῆς ἕως τοῦ ἐὰν ἐκεῖνο ποιήσῃ τις ὑπερέχειν τῇ ὕλῃ. Δεύτερον ἐπιχείρημα τοῦτο πρὸς τοὺς μιᾶς φύσεως τὴν ὕλην ὑποτιθεμένους ἢ βαρείας ἢ κούφης τῆς προσεχοῦς τῶν σωμάτων καὶ πρὸς πρώτους τοὺς βαρεῖαν λέγοντας τὴν μίαν. λέγει δὴ τούτοις ἀκολουθεῖν τὸ τῆς γῆς ἁπλῶς βαρείας οὔσης τῶν μεταξύ τινα σώματα, ἃ οὐκ ἔστιν ἀπλῶς βαρέα. βαρύτερα γίνεσθαι· καίτοι γε οἱ τοιαύτην ὑποτιθέμενοι τὴν ὕλην τὴν γῆν ἁπλῶς βαρεῖαν λέγουσι, τὰ δὲ λοιπὰ τρία τῇ διαφόρῳ μίξει τῶν στοιχείων μεγέθει καὶ σμικρότητι ἢ πλήθει καὶ ὀλιγότητι ἐπαμφοτερίζειν· ὅταν οὖν ληφθῇ τι τῶν μέσων τηλικοῦτον, ὡς εἶναι τὰ ἐν αὐτῷ στερεὰ ἢ τὰς ἀτόμους ἢ τὰ τρίγωνα πλείονα τῶν ἐν τῇ γῇ ἐλάττονι οὔσῃ τῷ μεγέθει, θᾶττον ἐκεῖνο τοὺ ὀλίγου μορίου τῆς γῆς οἰσθήσεται κάτω διὰ τὸ ἐλάττονα τὴν ὀλίγην ἐκείνην γῆν ἔχειν τὰ τῆς βαρύτητος καὶ τῆς ἐπὶ τὸ κάτω φορᾶ· αἴτια· οὐ φαίνεται δὲ οὐδὲν μόριον ἀέρος κάτω φερόμενον οὔτε ὅλως οὕτε ἔτι μᾶλλον θᾶττον γῆς ὥστε ὑφίστασθαι αὐτῇ. δείξας οὗν καὶ τοῖς φαινομένοις ἀσύμφωνον τὸν λόγον καὶ ἑπόμενον ἔχοντα τὸ τοῦ ἁπλῶς βαρέος τὸ μὴ ἀπλῶς βαρὺ βαρύτερον εἶναι, τὸ ὅμοιόν φησιν καὶ ἐπὶ τοῦ κούφου συνάγεσθαι· καθ’ οὓς γὰρ τὸ κενὸν ὕλη καὶ κουφότητος αἴτιον, εἴ τις ἀέρα ἢ ὕδωρ ὑπερέχον οὕτω λάβοι πυρὸς ὀλίγου, ὡς τὸ ἐν ὢ τῷ ἀέρι κενόν, ὃ αἴτιον τῆς εἰς τὸ ἄνω φορᾶς φασι, πλέον εἶναι τοῦ ἐν τῷ ὀλίγῳ πυρί, κουφότερον ἐκεῖνο τοῦ πυρὸς ἔσται· ὅπερ ἄτοπον. ταῦτα δὲ τὰ ἐπιχειρήματα καὶ ἐν τούτῳ καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ τέθεικεν. εἰ οὖν ἄτοπον τὸ μίαν εἶναι πάντων ὕλην, διαφέρειν ἀνάγκη καὶ τὰς δοαφπρὰς ἴσας αὐτοῖς ποιεῖν, ἵνα ὁμοίαν ἔχῃ τὴν ἀντίθεσιν τὴν πρὸς ἄλληλα. p. 312b32 ἐὰν δὲ δύο τὰ μεταξύ, πῶς ἔσται ποιοῦντα, ὄ ποιεῖ ἕως τοῦ τοῦτο δὲ οὐ φαίνεται οὐδαμοῦ οὐδέποτε. Δείξας τὰ ἑπόμενα ἄτοπα τοῖς ἓν τὸ προσεχὲς στοιχεῖον ὑποτιθεμένοις ἢ βαρὺ ἢ κοῦφον καὶ μὴ διάφορα, ὧν ἓν ἦν τὸ πάντα τὰ ἐξ αὐτοῦ ἢ βαρέα μόνως εἶναι ἢ κοῦφα μόνως, ὅπερ ἄν τις ἀπῄτησεν αὐτόν, τὸ καὶ πρὸς τοὺς δύο λέγοντας τό τε κενὸν καὶ τὸ πλῆρες διαλεχθῆναι, ὧν τὸ μὲν κουφότητος τὸ δὲ βαρύτητος αἴτιον ἔλεγον· οὐ γὰρ ἔτι πρὸς τούτους ἔστι λέγειν, ὅτι ἢ πάντα κοῦφα ἔσται ἢ πάντα βαρέα· τοῦτο αὐτὸς ποιεῖ καὶ ὑποθέμενος καὶ ταύτην τὴν ὑπόθεσιν τὴν τὸ κενὸν καὶ τὸ πλῆρες στοιχεῖα λέγουσαν τὰ ἑπόμενα καὶ ταύτῃ δείκνυσιν ἄτοπα καὶ νῦν. λέγουσι δὲ οὗτοι τὸ μὲν ἁπλῶς βαρὺ τὸ δὲ ἁπλῶς κοῦφον, ἁπλῶς μὲν βαρὺ τὸ πλῆρες ἁπλῶς δὲ κοῦφον τὸ κενόν, καὶ τὸ μὲν κενὸν πῦρ, διὸ ἄνω, τὴν δὲ γῆν πλῆρες, διὸ κάτω, ἀέρα δὲ πλέον πυρὸς ἔχειν, ὕδωρ δὲ γῆς. εἴ τις οὖν δύο λέγοι τὰ στοιχεῖα τό τε κενὸν καὶ τὸ πλῆρες, τὰ μεταξὺ ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ πῶς ἔσται ποιοῦντα, ἃ ποιεῖ; ποιεῖ δὲ ὁ μὲν ἀὴρ ἐπιπολάζων τῷ ὕδατι, τὸ δὲ ὕδωρ ὑφιστάμενον τῷ ἀέρι. ταῦτα οὖν πῶς ἄν ποιήσοι; ἔσται γάρ τι πλῆθος ὕδατος, ὃ πλέον πυρὸς ἕξει ὀλίγου ἀέρος, καὶ ἀὴρ ἔσται πολὺς ὀλίγου ὕδατος πλείονα γῆν ἔχων, ὥστε δεήσει ἀέρος τι πλῆθος ὕδατος ὀλίγου πλέον ἔχον γῆς θᾶττον τοῦ ὕδατος φέρεσθαι κάτω καὶ ὑφίστασθαι τῷ ὕδατι, τοῦτο δὲ οὐ φαίνεται οὐδαμοῦ οὐδέποτε. ἀλλὰ καὶ ὕδατός τι πλῆθος ἔσται ὀλίγου ἀέρος πλέον ἔχον πῦρ καὶ κενὸν καὶ διὰ τοῦτο τοῦ ἀέρος κουφότερον, ὥστε ἐπιπολάσει αὐτῷ, οὐδὲ τοῦτο δὲ φαίνεται γινόμενον. ὁ μέντοι Ἀριστοτέλης ἠρκέσθη τῇ τοῦ προτέρου συναγωγῇ τοῦ τὸν ἀέρα πλείονα ὑποθεμένου, διότι τὸ αὐτὸ ἦν συναγόμενον ἄτοπον, εἴτε ὁ ἀὴρ ὑφίσταιτο τῷ ὕδατι εἴτε τὸ ὕδωρ ἐπιπολάζοι τῷ ἀέρι. εἴτε γὰρ ὁ ἀὴρ ὑφίσταται, τὸ ὕδωρ ἐπιπολάζει, εἴτε τὸ ὕδωρ ἐπιπολάζει, ὁ ἀὴρ ὑφίσταται. p. 313a6 Ἀνάγκη τοίνυν, ὥσπερ καὶ πῦρ ἄνω, ὅτι τοδὶ ἔχει ἔως τοῦ καθάπερ εἴρηται πολλάκις. Δείξας, ὅτι οὔτε ἓν τὸ ὑποκείμενον εἶναι δυνατὸν οὔτε δύο, ὡς τὸ κενὸν καὶ τὸ πλῆρες, ἐπάγει λοιπὸν τὸ ἐξ ἀρχῆς προτεθέν, ὅτι ἀναγκαῖον ἴσας ποιεῖν τοῖς ἁπλοίς σώμασι τὰς διαφοράς, ὡς ἕκαστον αὐτῶν κατ’ ο,ἰκείας ὑφίστασθαι διαφοράς. ὥσπερ γὰρ τὸ πῦρ διὰ τὸ ἔχειν κενὸν πλέον ἄνω φέρεσθαι λέγουσιν οὗτοι, τὰ δὲ ἄλλα οὔ, καὶ τὴν γῆν κάτω διὰ τὸ πλῆρες, οὕτως ἔδει λέγειν καὶ τὸν ἀέρα διὰ τὴν οἰκείαν διαφορὰν εἰς τὴν ἑαυτοῦ φέρεσθαι χώραν καὶ ἐπιπολάζειν τῷ ὕδατι, ὁμοίως δὲ καὶ τὸ ὕδωρ ὑφίστασθαι τῷ | ἀέρι, ὅτι τοιάνδε τινὰ καὶ αὐτὸ διαφορὰν ἔχει. εἰ δέ 322a γε ἢ ἄμφω τό τε ὕδωρ καὶ τὸν ἀέρα ἓν τῷ ὑποκειμένῳ λέγοιεν ἢ κοῦφον ἢ βαρύ, ὡς πρότερον ὑπετέθη, ἢ δύο μὲν τὰ ὑποκείμενα, ὡς τὸ πλῆρες καὶ τὸ κενόν, ἄμφω δέ, τουτέστι τὰ δύο· ἐκ παραλλήλου γὰρ εἴρηται. ὑπάρξει ἑκατέρῳ καὶ τῷ ἀέρι καὶ τῷ ὕδατι, ἀλλὰ μὴ τὸ ἕτερον αὐτῶν τῷ ἑτέρῳ, συμβήσεται αὐτοῖς τὰ προειρημένα ἄτοπα, ἃ καὶ νὺν συντόμως έοάγει· ἔσται γάρ τι πλῆθος ἑκατέρου, ᾧ τοῦ ἑτέρου ὑπερέξει, ὕδωρ τε πλέον ὀλίγου ἀέρος τῷ κούφῳ καὶ τῷ ἄνω καὶ ἀὴρ πολὺς ὀλίγου ὕδατος τῷ βάρει καὶ τῷ κάτω, ἅπερ καὶ παρὰ τὰ φαινόμενά ἐστι καὶ παρὰ τὸν λόγον· καὶ γάρ, εἰ μὲν ἓν τὸ ὑποκείμενον, πλήθει δὲ καὶ ὀλιγότητι ἢ μεγέθει καὶ σμικρότητι ἡ κατὰ τὸ βάρος αὐτῶν διαφορά, πολὺς ἀὴρ ὀλίγου ὕδατος βαρύτερος ἂν εἴη τῷ πλείονα ἔχειν ταῦτα, ἐξ ὧν σύγκειται, καὶ τὸ ὀλίγον ὕδωρ κουφότερον τῷ ἐξ ἐλαττόνων συγκεῖσθαι. εἰ δὲ κενὸν καἲ πλῆρες εἴη τὰ ὑποκείμενα, καὶ ἀμφοτέρων ἀμφότερα μετέχοι ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ, ἀλλὰ πλείονος μὲν κενοῦ ὁ ἀὴρ ἐλάττονος δὲ τὸ ὕδωρ, συμὑφίσταται βήσεται καὶ οὕτω τὸ αὐτὸ ἄτοπον· πολὺ γὰρ ὕδωρ ὀλίγου ἀέρος πλέον ἕξει κενόν, ὥστε καὶ κουφότερον ἔσται. εἰ δὲ τῇ ὀλιγότητι τοῦ στερεοῦ ὁρίζοιντο τὸ κουφότερον, πολὺς πάλιν ἀὴρ ὀλίγου ὕδατος πλέον στερεὸν ἔχοι ἄν, ὥστε βαρύτερος ἄν εἴη. εἰ δὲ μηδέτερον ἐκεῖνοι καθ’ αὑτὸ τῶν στοιχείων αἴτιον τοῦ κουφοτέρου ἢ βαρυτέρου φασίν, ἀλλὰ τὴν πρὸς ἄλληλα αὐτῶν ἀναλογίαν αἰτιῶνται, ὅπερ ὁ Ἀριστοτέλης πρότερον ὡς μὴ ποιοῦσι δέον ποιεῖν ἐπέσκηψεν, ὅτι ὁ πολὺς ἀήρ, κἄν ἔχῃ πλέον ὕδατος ὀλίγου στερεόν, ἀλλὰ κενὸν ἔχει πολλαπλάσιον, διὸ κουφότερός ἐστι καὶ τοῦ ὀλίγου ὕδατος, καὶ τὸ πλέον ὕδωρ, κἄν ἔχῃ κενὸν πλέον ὀλίγου ἀέρος, ἀλλὰ δτερεὸν ἔχει πολλαπλάσιον, διὸ βαρύτερόν ἐστι καὶ τοῦ ὀλίγου ἀέρος, καὶ τόν τοιοῦτον δὴ λόγον διήλεγξε πρότερον ὁ Ἀριστοτέλης ἀπὸ τῆς τῶν ὁμοειδῶν συγκρίσεως. ἐν γὰρ τῷ πλείονι πυρὶ καὶ τῷ ἐλάττονι ἡ αὐτὴ ἀναλογία τοῦ στερεοῦ πρὸς τὸ κενόν ἐστιν· εἰ οὖν ἡ ἀναλογία αἰτία, ἰσοταχῆ ὤφειλεν εἶναι τό τε πλέον πῦρ καὶ τὸ ἔλαττον· καίτοι ἄνω μὲν θάττον φέρεται τὸ πλέον, κάτω δὲ θᾶττον τὸ ἔλαττον. p. 313a14 Τὰ δὲ σχήματα οὐκ αἴτια τοῦ φέρεσθαι ἕως τοῦ τὴν κινησιν των ανω φερομενων σωματων. Τοῦ τὰ μὲν κάτω φέρεσθαι τῶν σωμάτων τὰ δὲ ἄνω, τὰ δὲ μεταξὺ ἑκάτερον εἰς τὴν ἰδίαν χώραν καὶ εἰς τὴν τῶν ὑποκειμένων ὑποσπωμένων ἐκείνων, αἰτίαν τὴν ἑκάστου τῶν τεσσάρων ὕλην εἰπών, ἥτις καὶ τῆς κατὰ τὴν οὐσίαν διαφορᾶς καὶ τῆς ἐπὶ τὸν οἰκεῖον τόπον ὡς ἐπὶ οἰκεῖον εἶδος φορᾶς ἐστιν αἰτία, ἐπειδή τινες ἦσαν τὰ σχήματα τῆς κατὰ φύσιν κινήσεως αἰτιώμενοι, ὥσπερ οἱ πυραμίδι καὶ οἱ σφαίρᾳ τὸ πῦρ διὰ τὸ εὐκίνητον σχηματίζοντες λέγει, ὅτι ἁπλῶ ς μὲν τὸ σχῆμα κινήσεως οὐκ ἔστιν αἴτιον, οὐδὲ φέρεταί τι διὰ τὸ τοιόνδε σχῆμα ἄνω ἢ κάτω, ἀλλὰ τῶν πεφυκότων φέρεσθαι ταχυτέραν τὴν κίνησιν τὴν ἐπὶ τὸν οἰκεῖον τόπον τὸ τοιόνδε σχῆμα ποιεῖ· δι’ ἃς δὲ αἰτίας τὰ σχήματα συνεργεῖ πρὸς τὰς κινήσεις, οὐ χαλεπόν, φησίν, ἰδεῖν. τέως δὲ τὰ ἀπορούμενα καὶ ζητούμενα πέρι τῆς διὰ τὰ σχήματα διαφορᾶς τῶν κινήσεων καὶ δοκοῦντα συνηγορεῖν τοῖς τὰ σχήματα τῶν κινήσεων αἰτιωμένοις ἐκθέμενος ἔπειτα λύων ταῦτα δείξει, ὅτι συνεργὸν μὲν τὸ σχῆμα πρὸς τὰς οἰκείας κινήσεις ἐστίν, οὐ μέντοι αἴτιον. ἀπορεῖται δέ, διὰ τί ἐν τῇ αὐτῇ ὕλῃ , οἷον σιδήρῳ καὶ μολίβδῳ, τὰ μὲν πλατέα κτὰ τὸ σχῆμα, κἀν βαρύτερα ᾖ, ἐπιπλεῖ ἐπὶ τοῦ ὕδατος, τὰ δὲ στρογγύλα καὶ μακρά, κἄν ἐλάττονα ᾖ καὶ ἧττον βαρέα, οἷον βελόνη, κάτω φέρεται· δεύτερον δέ, διὰ τί ἐνίων καίτοι βαρύτητα ἐχόντων σωμάτων τὰ μόρια ἐπιπλεῖ τῷ ὕδατι, ὡς τὰ τοῦ χρυσοῦ ψήγματα καὶ τὰ τοῦ κονιορτοῦ ἐν τῷ ἀέρι· δόξει γὰρ πάλιν διὰ τὸ μέγεθος ὁ χρυσὸς βάρος ἔχειν, ἀλλ’ οὐ τῇ αὑτοῦ φύσει, εἴ γε εἰς μὴ ἔχοντα βάρος διαιρεῖται. ἐκθέμενος δὴ τὰς ἀπορίας τὴν Δημοκρίτου λύσιν παράγει πρῶτον, πρὸς ἣν ἐνστῆναι μὲν καλῶς φησι τὸν Δημόκριτον, λύειν δὲ τὴν ἔνστασιν μαλακῶς. ἔλυσε δὲ τὴν ἀπορίαν τέως ὁ Δημόκριτος λέγων τὰ ἐκ τοῦ ὕδατος ἀναφερόμενα θερμά· εἶναι γὰρ πάντων σπέρματα ἐν πᾶσι, διὸ καὶ γίνεσθαι πάντα ἐκ πάντων· ταῦτα δὴ τοῖς πλατέσιν ἀντικρούοντα πολλὰ ὄντα ἐκ πλείονος τοὺ ὑπὸ τὰ πλατέα ὕδατος ἀνακωχεύειν αὐτά, τουτέστιν ἀνοχεῖν, τὰ δὲ στενὰ ὀλίγων ὄντων τῶν ὑπαντώντων αὐτοῖς θερμῶν διολισθαίνειν αὐτῶν τὴν ἀντέρεισιν. οὕτω λύσας ὁ Δημόκριτος τὴν ἐξ ἀρχῆς ἀπορίαν ἐνέστη μὲν καλῶς ἑαυτῷ λέγων , ὡς, εἰ τοῦτο τὸ αἴτιον ἦν του τὰ πλατέα ἐποχεῖσθαι τοῖς ὕδασιν, ἔδει μᾶλλον ἐν τῷ ἀέρι τοῦτο ποιεῖν· πλείονα γὰρ ἐν τῷ ἀέρι τὰ θερμὰ ἢ ἐν τῷ ὕδατι. οὕτως ἐνστὰς ὁ Δημόκριτος κριτος καλῶς τὴν λύσιν ἀσθενῶς καὶ ἀτόνως ἐπήγαγε· διὰ τοῦτο γάρ φησιν ἐν τῷ ἀέρι μὴ ἀνέχεσθαι τὰ πλατέα ὑπὸ τῶν ἀναδιδομένων θερμῶν, μῶν, ὅτι μὴ πεπύκνωται ταῦτα ἐν τῷ ἀέρι λεπτῷ τε ὄντι καὶ κεχυμένῳ, ὥσπερ ἐν 1(0 ὕδατι διεσπαρμένων οὖν αὐτῶν οὐκ εἰς ἓν ὁρμᾷ ἡ κίνησις αὐτῶν, ὥστε ἀνέχειν τὸ ὑπερκείμενον, κἂν πλατὺ ᾖ, ἐν δὲ τῷ ὕδατι παχυτέρῳ τε καὶ στερροτέρῳ ὄντι συγκροτεῖται καὶ πυκνοῦται μᾶλλον τὰ ἀναφερόμενα θερμά· λέγοι δὲ ἂν ἴσως καὶ τὸ εὐκίνητον τοῦ ἀέρος αἴτιον τοῦ σκεδασμοῦ. ταύτην τὴν λύσιν καὶ πιθανῶς ἀποδοθεῖσαν μαλακὴν ὁ Ἀριστοτέλης εἶπεν ὡς οὐκ εὐτονοῦσαν τὰς ἐναργεῖς αἰτίας ἀπολογήσασθαι, ὅπερ αὐτὸς ποιήσει. | 13b6 ἐπεὶ δ’ ἐστὶ τὰ μὲν εὐδιαίρετα ἕως τέλους. Tὰς αἰτίας αὐτὸς ἀποδίδωσι τοῦ τὰ διάφορα σχήματα διαφόρους ποιεῖ τἀς τῶν σωμάτων κινήσεις. δύο δὲ ταύτας εἶναί φησι, μίαν μὲν τὸ ὢν συνεχῶν σωμάτων τὰ μὲν εὐδιαίρετα εἶναι τὰ δὲ ἧττον τοιαῦτα. καὶ δευτέραν τὰ μὲν τῶν σωμάτων μᾶλλον εἶναι διαιρετικὰ τὰ δὲ ἧττον. καὶ λέγει, τίνα μὲν καθόλου εὐδιαίρετα, ὅτι τὰ ὑγρά· ταῦτα γάρ ἐστι τὰ εὐόριστα ὡς σχηματιζόμενα καὶ ὁριζόμενα τῷ τοῦ περιέχοντος σχήματι, τοιαῦτα δὲ ἀὴρ καὶ ὕδωρ· τίνα δὲ τὰ μᾶλλον εὐδιαίρετα, ὅτι τὰ μᾶλλον εὐόριστα· ἀὴρ δὲ μᾶλλον ὕδατος τοιοῦτον· ὑγρότερος γὰρ καὶ εύοριστοτερος· καὶ ὕδωρ γῆς. ἀλλὰ καὶ ἐν τῷ αὐτῷ γένει τὸ ἔλαττον εὐδιαιρετώτερον τοῦ μείζονός ἐστι καὶ διασπᾶται ῥᾷον· εὐπαθέστερος γὰρ ὀλίγος ἀὴρ πολλοῦ καὶ ὀλίγον ὕδωρ τοῦ πλείονος. τούτων οὖν οὕτως ἐχόντων, ἐπειδὴ τὰ βάρος ἔχοντα διαιρετικὰ τῶν ὑποκειμένων ὄντα ἔχει τινὰ ἰσχύν, καθ’ ἣν φέρεται κάτω, καὶ τὰ ὑποκείμενα δὲ συνεχῆ διαιρετὰ ὄντα ἔχει τινὰ πρὸς τὸ μὴ διασπᾶσθαι δύναμιν, ταύτας δεῖ πρὸς ἄλληλα συμβάλλειν τὰς δυνάμεις· ἐὰν γὰρ ὑπερβάλλῃ ἡ τοῦ διαιρετικοῦ βάρους ἰσχὺς τὴν ἐν τῷ ὑποκειμένῳ συνεχεῖ τοῦ μὴ διασπᾶσθαι ἀλλὰ συνεχὲς μένειν ἰσχύν, οὐ κατ’ ἄλλο τι ἢ κατὰ τὸ διασπάσαι | καὶ διελεῖν βιάσεται τὸ ὸιαιρετικὸν θᾶττον κάτω φερόμενον καὶ διασπάσει τὸ ὑποκείμενον· ἐὰν δὲ ἀσθενεστέρα ᾖ ἡ τοῦ διαιρετικοῦ δύναμις τῆς τοῦ ὑποκειμένου, οὐ διαιρεθήσεται ὑπ’ αὐτοῦ, ἀλλ’ ἐπιπολάσει τὸ διαιρετικόν. διὰ ταῦτα οὗν τὰ πλατέα σώματα τῷ πλέον ἐπιπωματίζειν ὕδωρ, τὸ δὲ πλέον μὴ ὁμοίως εὐδιαίρετον εἶναι, οὐ φέρεται κάτω τῷ δεῖν μὲν διελεῖν τὸ ὑποκείμενον καὶ οὕτω ἐνεχθῆναι, μὴ εἶναι δὲ τὸ τοσοῦτον ὕδωρ εὐδιαίρετον ὑπὸ τοῦ τοσούτου βάρους· τὰ δὲ στρογγύλα ἢ μακρὰ ὀλίγῳ ὕδατι ἐπικείμενα διαιρεῖ ῥᾳδίως αὐτὸ καὶ διαιροῦντα φέρεται κάτω, ἐν ἀέρι δὲ καὶ τὰ πλατέα κάτω φέρεται διὰ τὸ εὐδιαιρετώτερον εἷναι τὸν ἀέρα τοῦ ὕδατος. Ταῦτά σοι, ὦ δέσποτα τοῦ τε κόσμου παντὸς καὶ τῶν ἁπλῶν ἐν αὐτῷ σωμάτων δημιουργέ, καὶ τοῖς ὑπό σου γενομένοις εἰς ὕμνον προσφέρω τὸ μέγεθος τῶν σῶν ἐποπτεῦσαί τε καὶ τοῖς ἀξίοις ἐκφῆναι προθυμηθείς, θείς, ἵνα μηδὲν εὐτελὲς ἢ ἀνθρώπινον περί σου λογιζόμενοι κατὰ τὴν ὐπεροχήν σε προσκυνῶμεν, ἣν ἔχεις πρὸς πάντα τὰ ὑπό σου παραγόμενα·

---

Simplicius, In Aristotelis quattuor libros de caelo commentaria, ed. J.L. Heiberg. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4013.tlg001.local001/.
