# Fragmenta 1-3a

Socrates Argivus, Fragmenta, 1 to 3a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-argivus/fragmenta/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/socrates-argivus/fragmenta/1
CTS URN: urn:cts:greekLit:tlg1678.tlg003:1-3a

Οἱ μὲν Ἀρσινόης, οἱ δὲ Κορωνίδος φασὶν αὐτὸν (Ἀσκληπιὸν) εἶναι ... Καὶ Σωκράτης γόνον Ἀρσινόης τὸν Ἀσκληπιὸν ἀποφαίνει, παῖδα δὲ Κορωνίδος εἰσποιητόν. Ὁ Ἀσκληπιὸς παρὰ Χείρωνι ἐτράφη, ὡς καὶ Σωκράτης ὃ Ἀργεῖός φησιν. Οὕτω περίθυμος ἐγένετο ὁ Ζεὺς, ὥστε ἐνσκῆψαι βέλος διαμπὰξ διʹ ἀμφοτέρων τῶν μαστῶν ἢ τῶν πλευρῶν, ἢ διʹ αὐτοῦ τε τοῦ Ἀσκληπιοῦ καὶ τοῦ ἰατρευθέντος, ὥστε καὶ τὸν Ἀσκληπιὸν ἀναιρεῖσθαι καὶ τὸν ἀναβεβιωκότα· ὁ δὲ Σωκράτης τὸν Ἀσκληπιόν φησι καὶ τὸν διδάξαντα αὐτὸν Χείρωνα. Οὐδεὶς δὲ τούτῳ συμμαρτυρεῖ. Ὁ δὲ Ἡσίοδος Εὐρώπης μέν φησιν αὐτὸν (τὸν Σαρπηδόνα), ὡς Ἑλλάνικος· εἰσὶ δὲ οἳ Λευκάστου (scribe Λυκάστου) καὶ Ἴδης τῆς Κορύβαντος γενεαλογοῦσι μετὰ καὶ Μίνωος καὶ Ῥαδαμάνθυος, καθάπερ Σωκράτης ἐν τοῖς Ἀργολικοῖς.

---

SOCRATES ARGIVUS, Fragmenta. Text: Digital Fragmenta Historicorum Graecorum, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1678.tlg003.local002/.
