# Epistulae 5-2

Socrates Epistulae, Epistulae, ϛ′.> Σωκράτους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-epistulae/epistulae/5-2

(5) ὡς μὲν οὖν τἀμὰ οὐχ οὕτω βέλτιον ἔχει, οὐκ ἄν μέ τις ῥᾳδίως μεταπείσειε· περὶ δὲ τῶν παίδων ὅπερ ἔφησθα δεῖν προνοεῖσθαι, ᾗ διανοοῦμαι περὶ αὐτῶν, μαθεῖν ἔξεστι πᾶσιν ἀνθρώποις. μίαν ἀρχὴν εὐδαιμονίας ἐγὼ νομίζω φρονεῖν εὖ, τὸν δὲ νοῦ μὲν μὴ μετειληφότα, χρυσίῳ δὲ πιστεύοντα καὶ ἀργυρίῳ πρῶτον μὲν ὅπερ οἴεται κεκτῆσθαι ἀγαθὸν οὐκ ἔχειν, ἔπειτα τοσοῦτον ὑπάρχειν ἀθλιώτερον τῶν ἄλλων, ὅσον ὃ μὲν ἀναγκασθεὶς ὑπὸ πενίας, εἰ καὶ μὴ νῦν, αὖθίς ποτε φρονήσει, ὃ δὲ τὰ μὲν ὑπ’ οἰήσεως τοῦ εἶναι μακάριος τῆς ἀληθινῆς ὠφελείας ἀμελῶν, τὰ δὲ ὑπὸ χορηγίας διαφθειρόμενος, πρὸς οἷς ἠτύχει ἤδη καὶ τῶν ὄντως ἀνθρωπίνων ἀγαθῶν προσαπεστέρηται τὴν ὑπὲρ τῶν μελλόντων χρηστὴν ἐλπίδα.

---

Socrates Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0636.tlg001.local001/.
