Ancient Greek · ~15 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.18.1
Not analysed yet
Ὡς καὶ ὁ βασιλεὺς Κωνσταντῖνος τὰ μὲν Ἑλλήνων καθῄρει, πολλὰς δὲ ἐκκλησίας ἐν διαφόροις τόποις ἵδρυσεν. Καὶ μετὰ ταῦτα δὲ ὁ βασιλεὺς ἐπιμελέστερος ὢν περὶ τὰ Χριστιανῶν ἀπεστράφη τὰς Ἑλληνικὰς θρησκείας. Καὶ παύει μὲν τὰ μονομάχια: εἰκόνας δὲ τὰς ἰδίας ἐν τοῖς ναοῖς ἐναπέθετο. Λεγόντων δὲ τῶν Ἑλλήνων, ὡς ἄρα ὁ Σάραπις εἴη ὁ τὸν Νεῖλον ἀνάγων ἐπὶ ἀρδείᾳ τῆς Αἰγύπτου, τῷ τὸν πῆχυν εἰς τὸν ναὸν τοῦ Σαράπιδος κομίζεσθαι, αὐτὸς εἰς τὴν ἐκκλησίαν τὸν πῆχυν Ἀλεξανδρέων μετατιθέναι ἐκέλευσε. Τῶν δὲ φημιζόντων, ὡς οὐκ ἀναβήσεται ὁ Νεῖλος ὀργῇ τοῦ Σαράπιδος, ἥτε ἄνοδος τοῦ ποταμοῦ τῷ τε ἑξῆς ἔτει καὶ εἰς τὸ μετὰ ταῦτα ἐγένετό τε καὶ γίνεται: ἔργῳ τε δείκνυται ὡς οὐ διὰ θρησκείαν, ἀλλὰ διὰ τοὺς ὅρους τῆς προνοίας, ἡ τοῦ Νείλου ἀνάβασις γίνεται. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ βαρβάρων Σαρματῶν καὶ Γότθων κατατρεχόντων τὴν Ῥωμαίων γῆν, οὐδαμῶς ἡ περὶ τὰς ἐκκλησίας τοῦ βασιλέως πρόθεσις ἐνεκόπτετο: ἀλλ̓ ἀμφοτέρων τὴν ἁρμόζουσαν ἐποίησατο πρόνοιαν: τοὺς μὲν γὰρ τῷ Χριστιανικῷ τροπαίῳ πεπιστευκὼς κατὰ κράτος ἐνίκα, ὡς καὶ τὸ εἰωθὸς παρὰ τῶν πάλαι βασιλέων δίδοσθαι χρυσίον τοῖς βαρβάροις περιελεῖν, ἐκείνους τε ἐκπεπληγμένους τῷ παραλόγῳ τῆς ἥττης πιστεῦσαι τότε πρῶτον τῇ Χριστιανισμοῦ θρησκείᾳ, δἰ ἧς καὶ Κωνσταντῖνος ἐσώζετο. Αὖθις δὲ ἑτέρας ἐκκλησίας ἐποίει: καὶ μίαν μὲν ἐν τῇ καλουμένῃ δρυῒ τῇ Μ̣̔?ʼμβρῇ, ὑφ̓ ἣν τοὺς ἀγγέλους ἐξενίσθαι πρὸς τοῦ Ἀβραὰμ οἱ ἱεροὶ λόγοι μηνύουσι, κατεσκεύαζε. Μαθὼν γὰρ ὁ βασιλεὺς βωμοὺς ὑπὸ τῇ δρυῒ ἱδρύσθαι, καὶ θυσίας Ἑλληνικὰς τελεῖσθαι ἐπ’ αὐτῷ, μέμφεται μὲν δἰ ἐπιστολῆς Εὐσεβίῳ τῷ τῆς Καισαρείας ἐπισκόπῳ: κελεύει δὲ, τὸν μὲν βωμὸν ἀνατραπῆναι, πρὸς δὲ τὴν δρῦν κατασκευασθῆναι οἶκον εὐκτήριον. Ἑτέραν δὲ ἐκκλησίαν ἐν Ἡλιουπόλει τῆς Φοινίκης κατασκευασθῆναι προσέταξε, δἰ αἰτίαν τοιαύτην: οἱ Ἡλιουπολῖται, τίνα μὲν ἔσχον ἐξ ἀρχῆς νομοθέτην οὐκ ἔχω εἰπεῖν, ὁποῖος ἦν τὸ ἦθος: τὸ δὲ ἦθος ἐκ τῆς πόλεως δείκνυται. Κοινὰς γὰρ εἶναι παῤ αὐτοῖς τὰς γυναῖκας ἐγχώριος νόμος ἐκέλευε: καὶ διὰ τοῦτο, ἀμφίβολα μὲν ἦν παῤ αὐτοῖς τὰ τικτόμενα: γονέων γὰρ καὶ τέκνων οὐδεμία διάκρισις ἦν: τὰς γὰρ παρθένους τοῖς παριοῦσι ξένοις παρεῖχον πορνεύεσθαι. Καὶ τοῦτο ἐξ ἀρχαίου κρατοῦν παῤ αὐτοῖς, λῦσαι ἐσπούδασε. Νόμῳ γὰρ σεμνῷ τῶν αἰσχρῶν ἀνελὼν τὸ μῦσος, τὰ γένη ἑαυτὰ ἐπιγινώσκειν παρεσκεύασεν. Ἐκκλησίας τε κτίσας, καὶ ἐπίσκοπον χειροτονηθῆναι παρεσκεύασε, καὶ κλῆρον ἱερόν. Οὕτω τὰ Ἡλιουπολιτῶν κακὰ μετριώτερα ἀπειργάσατο. Παραπλησίῳ δὲ τρόπῳ καὶ τὸ ἐν Ἀφάκοις τοῦ Λιβάνου ἱερὸν τῆς Ἀφροδίτης καθελὼν, τὰς ἐκεῖ γιγνομένας ἀνέδην ἀρρητοποιΐας ἐξέκοψε. Τί δ̓ ἂν εἴποιμι ὅπως τὸν ἐν Κιλικίᾳ Πυθωνικὸν ἐξήλασε δαίμονα, τὸν οἶκον ἐν ᾧ ἐνεφώλευεν ἐκ θεμελίων ἀνατραπῆναι κελεύσας; Τοσοῦτος δὲ ἦν ὁ τοῦ βασιλέως περὶ τὸν Χριστιανισμὸν πόθος, ὡς καὶ Περσικοῦ μέλλοντος κινεῖσθαι πολέμου, κατασκευάσας σκηνὴν ἐκ ποικίλης ὀθόνης ἐκκλησίας τύπον ἀποτελοῦσαν, ὥσπερ Μωϋσῆς ἐν τῇ ἐρήμῳ πεποιήκει, καὶ ταύτην φέρεσθαι, ἵνα ἔχοι κατὰ τοὺς ἐρημοτάτους τόπους εὐκτήριον ηὐτρεπισμένον. Ἀλλ̓ οὐ προέβη τότε ὁ πόλεμος: ἔφθη γὰρ δέει τοῦ βασιλέως σβεσθῆναι. Ὅτι δὲ καὶ περὶ τὸ ἀνορθοῦν τὰς πόλεις σπουδαῖος ἦν ὁ βασιλεὺς, καὶ ὅπως κώμας πολλὰς πόλεις ἀπέδειξεν, ὡς τὴν Δρεπάνην ἐπώνυμον τῆς μητρὸς, καὶ ἐν Παλαιστίνῃ Κωνσταντίαν ἐπ’ ὀνόματι τῆς ἑαυτοῦ ἀδελφῆς Κωνσταντίας, οὐκ εὔκαιρον ἡγοῦμαι γράφειν. Οὐ γὰρ πρόκειται τὰς πράξεις τοῦ βασιλέως ἀριθμεῖν, ὅτι μὴ ὅσαι πρὸς Χριστιανισμὸν ἁρμόζουσιν, ἀλλ̓ ὅσαι μόνον περὶ τὰς ἐκκλησίας ἐγένοντο: διὸ τὰ κατορθώματα τοῦ βασιλέως ἑτέρας ὑποθέσεως ὄντα, ἰδίας τε δεόμενα πραγματείας, ἑτέροις ἀφίημι, τοῖς τὰ τοιαῦτα συγγράφειν δυναμένοις. Ἐγὼ δὲ, εἰ μὲν ἀδιαίρετος ἡ ἐκκλησία μεμενήκει, καὶ αὐτὸς ἡσυχίαν ἂν ἦγον. Ὅπου γὰρ ὑπόθεσις μὴ χορηγεῖ τὰ γινόμενα, περιττὸς ὁ λέγων ἐστίν. Ἐπειδὴ δὲ τὴν ἀποστολικὴν τοῦ Χριστιανισμοῦ πίστιν ἡ διαλεκτικὴ καὶ κενὴ ἀπάτη συνέχεεν ἐν ταὐτῷ καὶ διέσπειρεν, ᾠήθην δεῖν γραφῇ ταῦτα παραδοῦναι, ὅπως ἂν μὴ ἀφανῆ γένηται τὰ κατὰ τὰς ἐκκλησίας γενόμενα: ἡ γὰρ περὶ τούτων γνῶσις παρὰ μὲν τοῖς πολλοῖς καὶ εὔκλειαν φέρει, αὐτὸν δὲ τὸν ἐπιστάμενον ἀσφαλέστερον ἀπεργάζεται, διδάσκει τε μὴ σαλεύεσθαι, κενοφωνίας τινὸς ἐμπεσούσης ἐκ λέξεων.