# Historia Ecclesiastica 1.3

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/1.3

Πῶς Κωνσταντίνου τὰ Χριστιανῶν αὔξοντος, Λικίννιος ὁ συμβασιλεύων αὐτῷ Χριστιανοὺς ἐδίωκεν. Ἀλλὰ Κωνσταντῖνος μὲν ὁ βασιλεὺς, τὰ τοῦ Χριστοῦ φρονῶν, πάντα ὡς Χριστιανὸς ἔπραττεν, ἀνεγείρων τὰς ἐκκλησίας, καὶ πολυτελέσι τιμῶν ἀναθήμασιν: ἔτι δὲ καὶ τοὺς Ἑλλήνων ναοὺς κλείων καὶ καθαιρῶν, καὶ δημοσιεύων τὰ ἐν αὐτοῖς ἀγάλματα: Λικίννιος δὲ ὁ συμβασιλεύων αὐτῷ, τὰς Ἑλληνικὰς ἔχων δόξας, ἐμίσει Χριστιανούς. Καὶ διωγμὸν μὲν προφανῆ, φόβῳ τοῦ βασιλέως Κωνσταντίνου, κινεῖν ὑπεστέλλετο: λεληθότως δὲ πολλοὺς ἐσκευωρεῖτο: προϊὼν δὲ, καὶ φανερῶς αὐτοὺς βλάπτειν ἐπεχείρει. Καὶ γίνεται οὗτος ὁ διωγμὸς τοπικός: ἔνθα γὰρ ἦν Λικίννιος, ἐκεῖ μόνον ἐγένετο. Ἐπεὶ δὲ ταῦτά τε καὶ ἄλλα τυραννικῶς ποιῶν, οὐδαμῶς Κωνσταντῖνον ἐλάνθανεν, ἔγνω τε ἐπὶ τούτοις χαλεπαίνοντα, πρὸς ἀπολογίαν ἐτρέπετο. Καὶ θεραπεύων αὐτὸν, πλαστὴν φιλίαν ἐσπένδετο, πολλοὺς ὅρκους ὀμνὺς, μηδὲν τυραννικὸν φρονήσειν ποτέ: ἅμα τε ὀμνὺς, καὶ ἐπιορκῶν: οὐ γὰρ μετετίθετο τοῦ φρονεῖν τε τὰ τυραννικὰ, καὶ κατὰ Χριστιανῶν κινεῖν διωγμόν. Νόμῳ γὰρ ἐκέλευσε, τοὺς ἐπισκόπους μὴ φοιτᾷν παῤ Ἕλλησιν, ὡς ἂν μὴ ἔχῃ πρόφασιν αὔξεσθαι τὰ Χριστιανῶν. Ἦν δὲ ὁ διωγμὸς θρυλούμενος ἐν ταὐτῷ, καὶ ἀπόρρητος: ἐκρύπτετό τε τῷ λόγῳ, καὶ ἔργῳ ἦν φανερός: ἀνήκεστα γὰρ οἱ διωκόμενοι, εἴς τε τὸ σῶμα, καὶ εἰς τὰ χρήματα ἔπασχον.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
