# Historia Ecclesiastica 2.13

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/2.13

Περὶ τῆς Ἑρμογένους τοῦ στρατηλάτου ἀναιρέσεως, καὶ ὅπως πάλιν διὰ τοῦτο ἐξεώθη ὁ Παῦλος τῆς ἐκκλησίας. Ἦλθε δὲ τὰ γινόμενα εἰς ἀκοὰς Κωνσταντίου τοῦ βασιλέως κατὰ τὴν Ἀντιόχειαν διατρίβοντος. Ἐντέλλεται οὖν Ἑρμογένει τῷ στρατηλάτῃ, ἐπὶ τὰ Θρᾴκια πεμπομένῳ μέρη, ὁδοῦ πάρεργον ποιῆσαι, καὶ ἐξωθῆσαι τῆς ἐκκλησίας τὸν Παῦλον. Ὃς καταλαβὼν τὴν Κωνσταντινούπολιν, ὅλην διετάραξε βιαζόμενος ἐκβαλεῖν τὸν ἐπίσκοπον: στάσις γὰρ εὐθὺς ἐκ τοῦ δήμου παρηκολούθει, καὶ ἕτοιμοι ἦσαν ἀμύνεσθαι. Ὡς δὲ ἐπέκειτο ὁ Ἑρμογένης διὰ στρατιωτικῆς χειρὸς ἀπελάσαι τὸν Παῦλον, παροξυνθὲν τότε τὸ πλῆθος, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, ἀλογωτέρας ἐποιεῖτο κατ̓ αὐτοῦ τὰς ὁρμάς: καὶ ἐμπίπρησι μὲν αὐτοῦ τὴν οἰκίαν, αὐτὸν δὲ σύραντες ἀπέκτειναν. Ταῦτα δὲ πέπρακται ἐν ὑπατείᾳ τῶν δύο Αὐγούστων Κωνσταντίου τὸ τρίτον καὶ Κώνσταντος τὸ δεύτερον. Καθ̓ ὃν χρόνον Κώνστας μὲν Φράγκων ἔθνος νικήσας ὑποσπόνδους Ῥωμαίοις ἐποίησε. Κωνστάντιος δὲ ὁ βασιλεὺς περὶ τῆς ἀναιρέσεως Ἑρμογένους πυθόμενος, ἐκ τῆς Ἀντιοχείας ἱππεὺς ἐλάσας καταλαμβάνει τὴν Κωνσταντινούπολιν: καὶ τὸν μὲν Παῦλον ἐξελαύνει τῆς πόλεως, ἐζημίωσε δὲ τὴν πόλιν ἀφελὼν τοῦ σιτηρεσίου τοῦ παρασχεθέντος παρὰ τοῦ πατρὸς αὐτοῦ ἡμερησίου ὑπὲρ τέσσαρας μυριάδας: ὀκτὼ γὰρ ἐγγὺς μυριάδες ἐχορηγοῦντο πρότερον τοῦ σίτου ἐκ τῆς Ἀλεξανδρέων κομιζομένου πόλεως. Μακεδόνιον δὲ ἀναδεῖξαι τῆς πόλεως ἐπίσκοπον ὑπερέθετο: ὠργίζετο γὰρ οὐ μόνον περὶ αὐτοῦ, ὅτ̣̔?ʼ παρὰ γνώμην αὐτοῦ κεχειροτόνητο, ἀλλ̓ ὅτι καὶ διὰ τὰς μεταξὺ αὐτοῦ τε καὶ Παύλου γενομένας στάσεις πολλοί τε ἄλλοι καὶ ὁ στρατηλάτης Ἑρμογένης ἀνῄρητο. Ἐάσας οὖν αὐτὸν ἐν ᾗ ἐχειροτονήθη ἐκκλησίᾳ συνάγειν, αὖθις ἐπὶ τὴν Ἀντιόχειαν ἀνεχώρησεν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
