# Historia Ecclesiastica 2.16.1

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/2.16.1

Ὡς ὁ βασιλεὺς παρεσκεύασε διὰ Φιλίππου τοῦ ἐπάρχου ἐξωσθῆναι τὸν Παῦλον καὶ εἰς ἐξορίαν πεμφθῆναι, Μακεδόνιον δὲ ἐνθρονισθῆναι. Ὁ μέντοι βασιλεὺς Κωνστάντιος ἐν Ἀντιοχείᾳ διάγων, πυθόμενος πάλιν τὸν Παῦλον ἀπειληφέναι τὸν θρόνον, δἰ ὀργῆς ἐτίθετο τὸ γιγνόμενον. Πρόσταγμα οὖν ἔγγραφον ἀποστέλλει τῷ ἐπάρχῳ Φιλίππῳ, ὡς μείζονα μὲν τῶν ἄλλων ἀρχόντων τὴν ἐξουσίαν κεκληρωμένῳ, δευτέρῳ δὲ μετὰ βασιλέα χρηματίζοντι, ὅπως ἂν τὸν μὲν Παῦλον τῆς ἐκκλησίας ἐκβάλλῃ, ἀντεισάγῃ δὲ εἰς αὐτὴν Μακεδόνιον. Ὁ οὖν ἔπαρχος Φίλιππος, εὐλαβηθεὶς τὴν ἀπὸ τοῦ πλήθους στάσιν, τέχνῃ μετῆλθε τὸν Παῦλον: καὶ κρύπτει μὲν παῤ ἑαυτῷ τὴν τοῦ βασιλέως βουλήν: πλασάμενος δὲ δημοσίων πραγμάτων ποιεῖσθαι φροντίδα, πρόεισιν εἰς τὸ λουτρὸν τὸ δημόσιον ᾧ ἐπώνυμον Ζεύξιππος: κᾀκεῖθεν μεταπέμπεται μετὰ τιμῆς δῆθεν τὸν Παῦλον, ὡς ἀναγκαῖον ἐλθεῖν παῤ αὐτόν. Καὶ ἦλθεν: ἐπεὶ δὲ ἐκεῖνος ἦλθε μεταπεμφθεὶς, ἐπεδείκνυεν εὐθὺς ὁ ἔπαρχος τοῦ βασιλέως τὸ πρόσταγμα. Καὶ ὁ μὲν ἐπίσκοπος εὐγνωμόνως ἔφερε τὴν ἄκριτον καταδίκην. Ὁ δὲ, δείσας τοὺς περιεστηκότας καὶ τοῦ πλήθους τὴν ὁρμὴν,—καὶ γὰρ πολλοὶ συνεληλύθεισαν ἐκ φήμης ὑπόπτου περὶ τὸ δημόσιον,—ἐκφραγῆναι μίαν τοῦ λουτροῦ θυρίδα κελεύει: δἰ ἧς ἐπὶ τὰς βασιλικὰς αὐλὰς ἀπαχθεὶς ὁ Παῦλος, ἐμβληθείς τε εἰς πλοῖον ἐπὶ τοῦτο εὐτρεπισθὲν, ταχέως ἐπ’ ἐξορίαν ἐπέμπετο. Προσέταξέν τε ὁ ἔπαρχος ἐπὶ τὴν Μακεδονίας μητρόπολιν Θεσσαλονίκην ἐλθεῖν, ἧς καὶ ἐκ προγόνων ὁ Παῦλος ἐτύγχανεν ὢν, ἐν ᾗ τὰς διατριβὰς ποιεῖσθαι, ἀδεῶς τε ἐπιβαίνειν καὶ κατὰ τὰς ἄλλας τῶν ἐν Ἰλλυριοῖς πόλεις: μὴ μὴν ἐξεῖναι αὐτῷ ἐπὶ τὰ ἀνατολικὰ μέρη διαβῆναι. Ὁ μὲν οὖν Παῦλος, παρὰ προσδοκίαν ἐκβληθεὶς τῆς ἐκκλησίας ἐν ταὐτῷ καὶ τῆς πόλεως, μετὰ σπουδῆς ἀπήγετο. Ὁ δὲ τοῦ βασιλέως ἔπαρχος Φίλιππος ἐκ τοῦ δημοσίου ἐπὶ τὴν ἐκκλησίαν ἠπείγετο. Σὺν αὐτῷ δὲ ὡς ἐκ μηχανῆς τινος παρὼν ὁ Μακεδόνιος ἐν τῷ ὀχήματι σύνθρονος τῷ ἐπάρχῳ ἐν πᾶσιν ἐδείκνυτο: στρατιωτική τε χεὶρ ξιφήρης περὶ αὐτοὺς ἐτύγχανε. Δέος δὲ ἐντεῦθεν καταλαμβάνει τὰ πλήθη: καὶ πάντες εἰς τὴν ἐκκλησίαν συνέρρεον οἵ τε τῆς ὁμοουσίου πίστεως καὶ οἱ τοῦ Ἀρειανοῦ δόγματος, ἕκαστοι καταλαμβάνειν τὴν ἐκκλησίαν σπουδάζοντες. Ἐπεὶ δὲ ὁ ἔπαρχος ἅμα τῷ Μακεδονίῳ πλησίον τῆς ἐκκλησίας ἐγένετο, τότε δὴ ἄλογος φόβος καταλαμβάνει τὰ πλήθη, ἀλλὰ γὰρ καὶ τοὺς στρατιώτας αὐτούς. Ἐπεὶ γὰρ οἱ παρόντες ὄχλος ἦσαν πολὺς, πάροδος δὲ τῷ ἐπάρχῳ κατάγοντι τὸν Μακεδόνιον οὐδεμία ἐγίνετο, ὠθισμὸς παρὰ τῶν στρατιωτῶν ἐτολμᾶτο βίαιος. Ἐπεὶ δὲ συνωθούμενον τὸ πλῆθος διὰ τὴν στενοχωρίαν ὑποχωρεῖν οὐχ οἶόν τε ἦν, ἀνθίστασθαι τοὺς ὄχλους οἱ στρατιῶται νομίζοντες καὶ ἑκόντας κωλύειν τὴν πάροδον, γυμνοῖς τοῖς ξίφεσιν ὡς ἀντεπιόντες ἐκέχρηντο, καὶ δὴ καὶ τοῦ ἔργου εἴχοντο. Ἀπέθανον οὖν, ὡς λέγεται, περὶ τοὺς τρισχιλίους ἑκατὸν πεντήκοντα: οἱ μὲν ὑπὸ τῶν στρατιωτῶν σφαγέντες, οἱ δὲ ὑπὸ τοῦ πλήθους φθαρέντες. Ἐπὶ τοῖς τοιούτοις δὴ τοῖς κατορθώμασιν ὁ Μακεδόνιος, ὡς οὐδὲν φαῦλον πεπραχὼς, ἀλλὰ καθαρὸς καὶ ἀθῷος τῶν γενομένων τυγχάνων, ὑπὸ τοῦ ἐπάρχου μᾶλλον ἢ ὑπὸ ἐκκλησιαστικοῦ κανόνος ἐνθρονίζεται. Οὕτως μὲν οὖν Μακεδόνιος καὶ οἱ Ἀρειανοὶ διὰ τοσούτων φόνων τῆς ἐκκλησίας ἐκράτησαν. Κατὰ δὲ τὸν καιρὸν τοῦτον καὶ ὁ βασιλεὺς τὴν μεγάλην ἐκκλησίαν ἔκτιζεν, ἥτις Σοφία μὲν προσαγορεύεται νῦν: συνῆπται δὲ τῇ ἐπωνύμῳ Εἰρήνῃ, ἣν ὁ πατὴρ τοῦ βασιλέως μικρὰν οὖσαν τὸ πρότερον εἰς κάλλος καὶ μέγεθος ηὔξησε, καὶ νῦν εἰσὶν εἰς ἕνα περίβολον ἄμφω ὁρώμεναι μιᾶς τὴν προσωνυμίαν ἔχουσαι.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
