Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.17
Not analysed yet
Ὡς Ἀθανάσιος φοβηθεὶς τὰς τοῦ βασιλέως ἀπειλὰς ἐπὶ τὴν Ῥώμην ἀνέδραμεν. Ἐν τούτῳ δὲ τῷ καιρῷ, καὶ ἑτέρα διαβολὴ κατὰ Ἀθανασίου παρὰ τῶν Ἀρειανιζόντων συρράπτεται, πρόφασιν ἐφευρόντων τοιαύτην. Τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ σιτηρέσιον ἤδη πρότερον δεδώρητο ὁ τῶν Αὐγούστων πατὴρ εἰς διατροφὴν τῶν πτωχῶν. Τοῦτο ἔφασαν ἐξαργυρίζειν τὸν Ἀθανάσιον καὶ εἰς οἰκεῖον ἀποφέρεσθαι κέρδος. Πιστεύσας οὖν ὁ βασιλεὺς θάνατον αὐτῷ τὴν ζημίαν ἠπείλησεν. Ὁ δὲ προαισθόμενος τῆς βασιλέως ἀπειλῆς χρήται φυγῇ καὶ ἦν ἀφανής. Τότε δὴ καὶ Ἰούλιος ὁ τῆς Ῥώμης ἐπίσκοπος γνοὺς τὰ παρὰ τῶν Ἀρειανιζόντων κατὰ Ἀθανασίου γινόμενα, δεξάμενος δὲ καὶ τὰ Εὐσεβίου τοῦ τετελευτηκότος γράμματα, καλεῖ πρὸς ἑαυτὸν τὸν Ἀθανάσιον, πυθόμενος τὸν τόπον ἔνθα κέκρυπται. Φθάνει δὲ ἐν ταὐτῷ καὶ τὰ γράμματα, ἅπερ οἱ ἐν Ἀντιοχείᾳ πρότερον συναχθέντες ἀπεστάλκεισαν. Ἐπέμπετο δὲ καὶ ἕτερα γράμματα πρὸς αὐτὸν παρὰ τῶν ἐν Αἰγύπτῳ ἐπισκόπων, διδάσκοντα ψευδῆ εἶναι τὰ κατὰ Ἀθανασίου λεγόμενα. Οὕτως ἐναντίων πεμπομένων τῶν γραμμάτων, ὁ Ἰούλιος τοῖς ἐν Ἀντιοχείᾳ συναχθεῖσιν ἀντιγράφων ἐμέμψατο, πρῶτον μὲν οὖν τὸ ἐπαχθὲς τῆς αὐτῶν ἐπιστολῆς, ἔπειτα παρὰ κανόνας ποιοῦντας, διότι εἰς τὴν σύνοδον αὐτὸν οὐκ ἐκάλεσαν, τοῦ ἐκκλησιαστικοῦ κανόνος κελεύοντος, μὴ δεῖν παρὰ γνώμην τοῦ ἐπισκόπου Ῥώμης κανονίζειν τὰς ἐκκλησίας, καὶ ὅτι τὴν πίστιν λεληθότως παραχαράττουσιν: ἔτι δὲ ὡς καὶ τὰ ἐν Τύρῳ πάλαι πραχθέντα ἐκ συναρπαγῆς ἐγεγόνει διὰ τὸ ἐκ μονομερείας τὰ ἐν τῷ Μαρεώτῃ ὑπομνήματα πεπράχθαι: οὐ μὴν ἀλλὰ καὶ τὰ κατὰ Ἀρσένιον φανερῶς συκοφαντία ἐδέδεικτο. Ταῦτα καὶ τὰ τοιαῦτα διὰ πλειόνων ὁ Ἰούλιος τοῖς ἐν Ἀντιοχείᾳ συναχθεῖσιν ἔγραφε. Παρεθέμεθα δ̓ ἂν καὶ τὰς πρὸς Ἰούλιον ἐπιστολὰς καὶ τὴν παῤ αὐτοῦ, εἰ μὴ τὸ πολυεπὲς αὐτῶν μῆκος ἐκώλυσε. Σαβῖνος μέντοι ὁ τῆς Μακεδονίου αἱρέσεως, οὗ καὶ ἤδη πρότερον ἐμνημονεύσαμεν, τὰς παρὰ Ἰουλίου ἐπιστολὰς ἐν τῇ Συναγωγῇ τῶν συνόδων οὐκ ἔθηκεν: καίτοι τὴν παρὰ τῶν ἐν Ἀντιοχείᾳ πρὸς Ἰούλιον οὐ παρέλειπε. Τοῦτο δὲ σύνηθες αὐτῷ ποιεῖν: ἐν οἶς μὲν γὰρ αἱ τῶν συνόδων ἐπιστολαὶ σιγῶσιν ἢ ἀθετοῦσι τὸ ὁμοούσιον, ταύτας σπουδαίως παρατίθεται, τὰς δὲ ἐναντίας ἑκὼν ὑπερβαίνει. Τοσαῦτα μὲν περὶ τούτων. Μετ̓ οὐ πολὺ δὲ καὶ Παῦλος ἐκ τῆς Θεσσαλονίκης ὑποκρινόμενος εἰς τὴν Κόρινθον ἀπαίρειν, ἐπὶ τὴν Ἰταλίαν ἀφίκετο. Ἄμφω οὖν τὰ καθ̓ ἑαυτοὺς γνώριμα καθιστῶσι τῷ ἐκεῖ βασιλεῖ.