# Historia Ecclesiastica 2.19.1

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/2.19.1

Περὶ τῆς μακροστίχου ἐκθέσεως. Τριετοῦς δὲ ἐν τῷ μέσῳ διαδραμόντος χρόνου, αὖθις οἱ ἀνατολικοὶ ἐπίσκοποι συνέδριον ποιησάμενοι, καὶ ἑτέραν πίστιν συντάξαντες, τοῖς ἐν Ἰταλίᾳ ἀποστέλλουσι δἰ Εὐδοξίου τοῦ τότε ἐπισκόπου Γερμανικείας καὶ Μαρτυρίου καὶ Μακεδονίου, ὃς Μοψουεστίας τῆς ἐν Κιλικίᾳ ἐπίσκοπος ἦν. Ἡ δὲ πίστις διὰ μακροτέρων γραφεῖσα, προσθήκας τε πλείστας παρὰ τὰ προλαβόντα περιέχουσα, ἐν τούτοις ἐξετέθη τοῖς ῥήμασι: Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάντων, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν, τὸν πρὸ πάντων τῶν αἰώνων γεννηθέντα ἐκ τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, δἰ οὗ ἐγένετο τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, λόγον ὄντα, καὶ σοφίαν, καὶ δύναμιν, καὶ ζωὴν, καὶ φῶς ἀληθιν̣̔?ʼν, τὸν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν δἰ ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου, τὸν σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανὸν, καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ Πατρὸς, ἐρχόμενον ἐπὶ συντελείᾳ τῶν αἰώνων κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμένει εἰς ἀπείρους αἰώνας: καθέζεται γὰρ ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Πιστεύομεν δὲ καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τουτέστιν εἰς τὸν Παράκλητον: ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις, μετὰ τὴν εἰς οὐρανὸν ἄνοδον ἀπέστειλε διδάξαι καὶ ὑπομνῆσαι αὐτοὺς πάντα, δἰ οὗ καὶ ἁγιάζονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πιστευόντων ψυχαί. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν, ἤ ἐξ ἑτέρας ὑποστάσεως, καὶ μὴ ἐκ τοῦ θεοῦ, καὶ ὅτι ἦν ποτε χρόνος ἢ αἰὼν ὅτε μὴ ἦν, ἀλλοτρίους οἶδεν ἡ ἁγία καθολικὴ ἐκκλησία. Ὁμοίως καὶ τοὺς λέγοντας τρεῖς εἶναι Θεοὺς, ἢ τὸν Χριστὸν μὴ εἶναι Θεὸν πρὸ τῶν αἰώνων, μήτε Χριστὸν, μήτε Υἱὸν Θεοῦ εἶναι αὐτὸν, ἢ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ ἀγέννητον τὸν Υἱὸν, ἢ ὅτι οὐ βουλήσει οὐδὲ θελήσει ἐγέννησεν ὁ Πατὴρ τὸν Υἱὸν, ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία. Οὔτε γὰρ ἐξ οὐκ ὄντων λέγειν τὸν Υἱὸν ἀσφαλὲς, ἐπεὶ μηδαμοῦ τοῦτο τῶν θεοπνεύστων γραφῶν ἐμφέρεται περὶ αὐτοῦ: οὔτε μὴν ἐξ ἑτέρας ὑποστάσεως παρὰ τὸν Πατέρα προϋποκειμένης, ἀλλ̓ ἐκ μόνου τοῦ Θεοῦ γνησίως αὐτὸν γεγεννῆσθαι διδασκόμεθα: ἓν γὰρ τὸ ἀγέννητον καὶ ἄναρχον, τὸν Χριστοῦ Πατέρα, ὁ θεῖος διδάσκει λόγος. Ἀλλ̓ οὐδὲ τὸ ἦν ποτε ὅτε οὖκ ἦν ἐξ ἀγράφων ἐπισφαλῶς λέγοντας, χρονικὸν διάστημα προενθυμητέον αὐτοῦ, ἀλλ̓ ἢ μόνον τὸν ἀχρόνως αὐτὸν γεγεννηκότα Θεόν: καὶ χρόνοι γὰρ καὶ αἰῶνες γεγόνασι δἰ αὐτοῦ. Οὔτε μὴν συνάναρχον, οὔτε συναγέννητον τὸν Υἱὸν τῷ Πατρὶ εἶναι, νομιστέον: συνανάρχου γὰρ καὶ συναγεννήτου οὐδεὶς κυρίως πατὴρ ἢ υἱὸς λεχθήσεται: ἀλλὰ τὸν μὲν Πατέρα μόνον ἄναρχον ὄντα καὶ ἀνέφικτον γεγεννηκέναι ἀνεφίκτως καὶ πᾶσιν ἀκαταλήπτως οἴδαμεν: τὸν δὲ Υἱὸν γεγεννῆσθαι πρὸ τῶν αἰώνων, καὶ μηκέτι ὁμοίως τῷ Πατρὶ ἀγέννητον εἶναι καὶ αὐτὸν, ἀλλ̓ ἀρχὴν ἔχειν τὸν γεννήσαντα Πατέρα: κεφαλὴ γὰρ Χριστοῦ, ὁ Θεός. Οὔτε μὴν τρία ὁμολογοῦντες πράγματα, καὶ τρία πρόσωπα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος κατὰ τὰς γραφὰς, τρεῖς διὰ τοῦτο τοὺς Θεοὺς ποιοῦμεν. Ἐπειδὴ τὸν αὐτοτελῆ καὶ ἀγέννητον ἄναρχόν τε καὶ ἀόρατον Θεὸν, ἕνα μόνον οἴδαμεν τὸν Θεὸν, καὶ Πατέρα τοῦ μονογενοῦς, τὸν μόνον μὲν ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχοντα, μόνον δὲ τοῖς ἄλλοις πᾶσιν ἀφθόνως τὸ εἶναι παρεχόμενον. Οὔτε μὴν ἕνα Θεὸν μόνον λέγοντες εἶναι τὸν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ Πατέρα, τὸν μόνον ἀγέννητον, διὰ τοῦτο ἀρνούμεθα τὸν Χριστὸν Θεὸν εἶναι προαιώνιον: ὁποῖοι εἰσὶν οἱ ἀπὸ Παύλου τοῦ Σαμοσατέως, ὕστερον αὐτὸν μετὰ τὴν ἐνανθρώπησιν ἐκ προκοπῆς τεθεοποιῆσθαι λέγοντες, τῷ τὴν φύσιν ψιλὸν ἄνθρωπον γεγονέναι. Οἴδαμεν γὰρ καὶ αὐτὸν, εἰ καὶ ὑποτέτακται τῷ Πατρὶ καὶ τῷ Θεῷ ἀλλ̓ ὅμως γεννηθέντα ἐκ τοῦ Θεοῦ, Θεὸν κατὰ φύσιν τέλειον εἶναι καὶ ἀληθῆ, καὶ μὴ ἐξ ἀνθρώπων μετὰ ταῦτα Θεὸν, ἀλλ̓ ἐκ Θεοῦ ἐνανθρωπῆσαι δἰ ἡμᾶς, καὶ μηδὲ πώποτε ἀπολωλεκότα τὸ εἶναι Θεόν. Βδελυσσόμεθα δὲ πρὸς τούτοις καὶ ἀναθεματίζομεν καὶ τοὺς λόγον μὲν μόνον αὐτὸν τοῦ Θεοῦ ψιλὸν καὶ ἀνύπαρκτον ἐπιπλάστως καλοῦντας, ἐν ἑτέρῳ τὸ εἶναι ἔχοντα, νῦν μὲν ὡς τὸν προφορικὸν λεγόμενον ὑπό τινων, νῦν δὲ ὡς τὸν ἐνδιάθετον, Χριστὸν δὲ αὐτὸν καὶ Υἱὸν τοῦ Θεοῦ, καὶ μεσίτην, καὶ εἰκόνα τοῦ Θεοῦ, μὴ εἶναι πρὸ αἰώνων θέλοντας, ἀλλ̓ ἔκτοτε Χριστὸν αὐτὸν γεγονέναι καὶ Υἱὸν τοῦ Θεοῦ ἐξ οὗ τὴν ἡμετέραν ἐκ τῆς παρθένου σάρκα ἀνείληφε, πρὸ τετρακοσίων ὅλων ἐτῶν: ἔκτοτε γὰρ τὸν Χριστὸν ἀρχὴν βασιλείας ἐσχηκέναι θέλουσι, καὶ τέλος ἕξειν αὐτὴν μετὰ τὴν συντέλειαν καὶ κρίσιν. Τοιοῦτοι δέ εἰσιν οἱ ἀπὸ Μαρκέλλου καὶ φωτεινοῦ, τῶν Ἀγκυρογαλατῶν: οἳ τὴν προαιώνιον ὕπαρξίν τε καὶ θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀτελεύτητον αὐτοῦ βασιλείαν ὁμοίως Ἰουδαίοις ἀθετοῦσιν, ἐπὶ προφάσει τοῦ συνίστασθαι δοκεῖν τὴν μοναρχίαν. Ἴσμεν γὰρ αὐτὸν ἡμεῖς οὐχ ἁπλῶς λόγον προφορικὸν ἢ ἐνδιάθετον τοῦ Θεοῦ, ἀλλὰ ζῶντα Θεὸν Λόγον, καθ̓ ἑαυτὸν ὑπάρχοντα καὶ Υἱὸν Θεοῦ καὶ Χριστὸν, καὶ οὐ προγνωστικῶς συνόντα καὶ συνδιατρίβοντα πρὸ αἰώνων τῷ ἑαυτοῦ Πατρὶ, καὶ πρὸς πᾶσαν διακονησάμενον αὐτῷ τὴν δημιουργίαν, εἴτε τῶν ὁρατῶν, εἴτε τῶν ἀοράτων: ἀλλ̓ ἐνυπόστατον Λόγον ὄντα τοῦ Πατρὸς, καὶ Θεὸν ἐκ Θεοῦ. Οὗτος γάρ ἐστι πρὸς ὃν εἶπεν ὁ Πατὴρ, ὅτι ποιήσωμεν ἄνθρωπον κατ̓ εἰκόνα ἡμετέραν καὶ καθ̓ ὁμοίωσιν: ὃς καὶ τοῖς πατράσιν αὐτοπροσώπως ὤφθη δεδωκὼς τὸν νόμον, καὶ λαλήσας διὰ τῶν προφητῶν, καὶ τὰ τελευταῖα ἐνανθρωπήσας, καὶ τὸν ἑαυτοῦ Πατέρα πᾶσιν ἀνθρώποις φανερώσας, καὶ βασιλεύων εἰς τοὺς ἀτελευτήτους αἰῶνας, οὐδὲν γὰρ πρόσφατον ὁ Χριστὸς προσείληφεν ἀξίωμα: ἀλλ̓ ἄνωθεν τέλειον αὐτὸν, καὶ τῷ Πατρὶ κατὰ πάντα ὅμοιον πεπιστεύκαμεν. Καὶ τοὺς λέγοντας δὲ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καθ̓ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματός τε καὶ προσώπου τὰ τρία ὀνόματα ἀσεβῶς ἐκλαμβάνοντας, εἰκότως ἀποκηρύσσομεν τῆς ἐκκλησίας, ὅτι τὸν ἀχώρητον καὶ ἀπαθῆ Πατέρα χωρητὸν ἄμα καὶ παθητὸν διὰ τῆς ἐνανθρωπήσεως ὑποτίθενται. Τοιοῦτοι γάρ εἰσιν οἱ Πατροπασιανοὶ παρὰ Ῥωμαίοις, Σαβελλιανοὶ δὲ παῤ ἡμῖν λεγόμενοι. Οἴδαμεν γὰρ ἡμεῖς, τὸν μὲν ἀποστείλαντα Πατέρα ἐν τῷ οἰκείῳ τῆς ἀναλλοιώτου θεότητος ἤθει μεμενηκέναι: τὸν δὲ ἀποσταλέντα Χριστὸν τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν πεπληρωκέναι. Ὁμοίως δὲ καὶ τοὺς οὐ βουλήσει οὐδὲ θελήσει γεγεννῆσθαι τὸν Χριστὸν εἰρηκότας ἀνευλαβῶς, ἀνάγκην δὲ δηλονότι ἀβούλητον οὖσαν καὶ ἀπροαίρετον περιτεθεικότας τῷ Θεῷ ἴνα ἄκων γεννήσῃ τὸν Υἱὸν, δυσσεβεστάτους καὶ τῆς ἀληθείας ξένους ἐπιγινώσκομεν: ὅτι τε παρὰ τὰς κοινὰς ἐννοίας περὶ Θεοῦ, καὶ δὴ παρὰ τὸ βούλημα τῆς θεοπνεύστου γραφῆς, τοιαῦτα τετολμήκασι περὶ αὐτοῦ διορίσασθαι. Αὐτοκράτορα γὰρ ἡμεῖς τὸν Θεὸν καὶ Κύριον αὐτὸν ἑαυτοῦ εἰδότες, ἑκουσίως αὐτὸν καὶ θέλοντα τὸν Υἱὸν γεγεννηκέναι, εὐσεβῶς ὑπειλήφαμεν: πιστεύοντες δὲ ἐμφόβως καὶ τὸ περὶ αὐτοῦ λεγόμενον, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, οὐχ ὁμοίως αὐτὸν τοῖς δἰ αὐτοῦ γενομένοις κτίσμασιν ἣ ποιήμασι γεγενῆσθαι νοοῦμεν. Ἀσεβὲς γὰρ, καὶ τῆς ἐκκλησιαστικῆς πίστεως ἀλλότριον, τὸ τὸν κτίστην τοῖς δἰ αὐτοῦ ἐκτισμένοις δημιουργήμασι παραβάλλειν, καὶ τὸν αὐτὸν τῆς γενέσεως τοῖς ἀλλοτρίοις τρόπον ʽ??ʼχειν καὶ αὐτὸν νομίζειν. Μόνον γὰρ καὶ μόνως τὸν μονογενῆ Υἱὸν γνησίως τε καὶ ἀληθῶς διδάσκουσιν ἡμᾶς αἰ θεῖαι γραφαὶ γεγεννῆσθαι: ἀλλ̓ οὐδὲ τὸν Υἱὸν καθ̓ ἑαυτὸν εἶναι ζῆν τε καὶ ὑπάρχειν ὁμοίως τῷ Πατρὶ λέγοντες, διὰ τοῦτο χωρίζομεν αὐτὸν τοῦ Πατρὸς, τόπους καὶ διαστήματά τινα μεταξὺ τῆς συναφείας αὐτῶν σωματικῶς ἐπινοοῦντες. Πεπιστεύκαμεν γὰρ ἀμεσιτεύτως αὐτοὺς καὶ ἀδιαστάτως ἐπισυνῆφθαι, καὶ ἀχωρίστως ὑπάρχειν ἑαυτῶν: ὅλον μὲν τοῦ Πατρὸς ἐνεστερνισμένου τὸν Υἱὸν, ὅλου δὲ τοῦ Υἱοῦ ἐξηρτημένου καὶ προσπεφυκότος τῷ Πατρὶ, καὶ μόνον τοῖς πατρῴοις κόλποις ἀναπαυόμενον διηνεκῶς. Πιστεύοντες οὖν εἰς τὴν παντέλειον Τριάδα τὴν ἁγιωτάτην, τὸν Πατέρα λέγοντες Θεὸν, καὶ τὸν Υἱὸν, οὐ δύο τούτους Θεοὺς, ἀλλ̓ ἕνα ὁμολογοῦμεν, μετὰ τὸ τῆς θεότητος ἀξίωμα, καὶ μίαν ἀκριβῆ τῆς βασιλείας τὴν συνάφειαν: πανταρχοῦντος μὲν καθόλου τοῦ Πατρὸς πάντων, καὶ αὐτοῦ τοῦ Υἱοῦ: τοῦ δὲ Υἱοῦ ὑποτεταγμένου τῷ Πατρὶ, ἐκτὸς δὲ αὐτοῦ, πάντων τῶν μετ̓ αὐτὸν βασιλεύοντος τῶν δἰ αὐτοῦ γενομένων, καὶ τὴν τοῦ Ἁγίου Πνεύματος χάριν ἀφθόνως τοῖς ἁγίοις δωρουμένου πατρικῷ βουλήματι: οὕτως γὰρ τὸν περὶ τῆς ἐν Χριστῷ μοναρχίας συνίστασθαι λόγον παραδεδώκασιν ἡμῖν οἱ ἱεροὶ λόγοι. Ταῦτα ἠναγκάσθημεν μετὰ τὴν ἐν ἐπιτομῇ ἐκτεθεῖσαν πίστιν πλατύτερον ἐπεξεργάσασθαι, οὐ κατὰ περιττὴν φιλοτιμίαν, ἀλλ̓ ἵνα πᾶσαν τὴν κατὰ τῆς ἡμετέρας ὑπολήψεως ἀλλοτρίαν ἀποκαθάρωμεν ὑποψίαν παρὰ τοῖς τὰ καθ̓ ἡμᾶς ἀγνοοῦσι: καὶ γνῶσιν οἱ κατὰ τὴν δύσιν πάντες ὁμοῦ μὲν τῆς συκοφαντίας τῶν ἑτεροδόξων τὴν ἀναίδειαν, ὁμοῦ δὲ τῶν ἀνατολικῶν τὸ ἐκκλησιαστικὸν ἐν Χριστῷ φρόνημα, μαρτυρούμενον ἀβιάστως ὑπὸ τῶν θεοπνεύστων γραφῶν παρὰ τοῖς ἀδιαστρόφοις.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
