# Historia Ecclesiastica 2.23.1

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/2.23.1

Ὡς φοβηθεὶς ὁ Κωνστάντιος τὰς ἀπειλὰς τοῦ ἀδελφοῦ δἰ ἐπιστολῶν ἐκάλεσε τὸν Ἀθανάσιον, καὶ εἰς τὴν Ἀλεξάνδρειαν ἔπεμψε. Ταῦτα γνοὺς ὁ τῆς ἑῴας βασιλεὺς εἰς ἀγωνίαν οὐ τὴν τυχοῦσαν κατέστη: μεταπεμψάμενός τε εὐθὺς πλείστους τῶν ἀνατολικῶν ἐπισκόπων, τήν τε αἵρεσιν τοῦ ἀδελφοῦ προὐτίθει, καὶ περὶ τοῦ πρακτέου διεπυνθάνετο. Οἱ δὲ κρεῖσσον ἔφασαν τῶν ἐκκλησιῶν παραχωρῆσαι τοῖς περὶ Ἀθανάσιον, ἢ ἐμφύλιον ἀναδέξασθαι πόλεμον. Ὅθεν ἐπ’ ἀνάγκῃ καταστὰς ὁ βασιλεὺς ἐκάλει πρὸς ἑαυτὸν τοὺς περὶ Ἀθανάσιον. Καὶ τέως μὲν παραχρῆμα τὸν Παῦλον, μετὰ δυεῖν ἐπισκόπων καὶ τῆς ἄλλης τιμῆς, γράμμασί τε πάλιν τοῖς οἰκείοις ὁ τῶν ἑσπερίων βασιλεὺς, ἔτι τε καὶ τοῖς ἀπὸ τῆς συνόδου, κατοχυρώσας, ἀποστέλλει ἐπὶ τὴν Κωνσταντινούπολιν. Τοῦ δὲ Ἀθανασίου ἔτι ὑποστελλομένου καὶ ἀμφιβάλλοντος ἐλθεῖν πρὸς αὐτὸν—ηὐλαβεῖτο γὰρ τὰς τῶν συκοφαντῶν σκευωρίασ—ὁ βασιλεὺς τῆς ἑῴας αὐτὸν οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἐκάλει παῤ ἑαυτόν: ὡς τὰ παῤ αὐτοῦ γράμματα δεικνύει, ἅπερ ἐκ τῆς Ῥωμαϊκῆς μεταβληθέντα γλώσσης τοῦτον ἔχει τὸν τρόπον: Ἐπιστολὴ Κωνσταντίου πρὸς Ἀθανάσιον. Κωνστάντιος νικητὴς Αὔγουστος Ἀθανασίῳ ἐπισκόπῳ. Ἐπὶ πολύ σε κλυδωνίζεσθαι καὶ χειμάζεσθαι τοῖς τῆς θαλάσσης ὁμοίως κύμασιν ἀγρίοις οὐκ ἀφῆκεν ἡ τῆς ἡμετέρας ἡμερότητος φιλανθρωπία. Γυμνωθέντα σε τῆς πατρῴας ἑστίας, καὶ στερηθέντα τῶν ἰδίων, καὶ πλανώμενον ἐν θηριώδεσιν ἀνοδίαις, οὐ παρεῖδεν ἡ ἀκάματος ἡμῶν εὐσέβεια. Εἰ καὶ τὰ μάλιστα ἐπὶ πολὺ ὑπερεθέμην γράψαι τὴν πρόθεσιν τῆς ἐμῆς διανοίας, προσδοκῶν αὐθαίρετόν σε παραγενέσθαι πρὸς ἡμᾶς, καὶ τῶν καμάτων αἰτεῖν θεραπείαν: ὅμως ἐπειδὴ ἴσως ὁ φόβος τὴν προαίρεσιν τῆς σῆς προθέσεως ἐνεπόδιζε, διὰ τοῦτο δωρεᾶς πληρέστατα γράμματα πρὸς τὴν σὴν στερρότητα διεπεμψάμεθα: ἵνα ἀφόβως ταῖς ἡμετέραις προσόψεσι ταχεῖαν τὴν σαυτοῦ παρουσίαν παρασχεῖν σπουδάσῃς, ὑπὲρ τοῦ τῆς σαυτοῦ ἐπιθυμίας ἀπολαῦσαι, καὶ πειραθεὶς ἡμῶν τῆς φιλανθρωπίας, τοῖς ἰδίοις ἀποκατασταθῇς. Τούτου γὰρ ἕνεκα καὶ τὸν δεσπότην καὶ ἀδελφόν μου Κώνσταντα τὸν νικητὴν Αὔγουστον ὑπὲρ σοῦ παρεκάλεσα, ἵνα τοῦ ἐλθεῖν ἐξουσίαν σοι δῷ, ἐπὶ τῷ ἀμφοτέρων ἡμῶν ἐπινευσάντων τῇ πατρίδι ἀποκατασταθῇς, ἔχων τοῦτο τῆς ἡμῶν χάριτος ἐνέχυρον. Ἄλλη ἐπιστολὴ πρὸς Ἀθανάσιον. Κωνστάντιος νικητὴς Αὔγουστος Ἀθανασίῳ ἐπισκόπῳ. Εἰ καὶ τὰ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν, ὅπως ἀμερίμνως εἰς τὸ ἡμέτερον κομιτάτον παραγένῃ, διὰ τὸ μάλιστα βούλεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια, ὅμως καὶ νῦν ταῦτα τὰ γράμματα πρὸς τὴν σὴν στερρότητα δεδηλώκαμεν. Διὸ προτρεπόμεθα χωρὶς τινὸς ἀπιστίας καὶ φόβου ἐπιβῆναί σε δημοσίοις ὀχήμασι, καὶ σπουδάσαι πρὸς ἡμᾶς, ἵνα ὧν ἐπιθυμεῖς ἀπολαῦσαι δυνηθείης. Ἄλλη ἐπιστολὴ πρὸς τὸν αὐτόν. Κωνστάντιος νικητὴς Αὔγουστος Ἀθανασίῳ ἐπισκόπῳ. Ἡνίκα ἐν τῇ Ἐδέσῃ διετρίβομεν, παρόντων τῶν σῶν πρεσβυτέρων, ἤρεσεν ὅπως ἀποσταλέντος πρεσβυτέρου πρός σε, ἐλθεῖν πρὸς τὸ ἡμέτερον κομιτάτον σπουδάσῃς, ἐπὶ τῷ ἰδόντα σε τὴν ἡμετέραν πρόσοψιν εὐθέως εἰς τὴν Ἀλεξάνδρειαν ὁδεῦσαι. Ἀλλ̓ ἐπειδὴ πλεῖστος χρόνος παρῆλθεν, ἀφ̓ οὗ γράμματα δεξάμενος παῤ ἡμῶν οὐκ ἀπήντησας, διὰ τοῦτο καὶ νῦν ὑπομνῆσαί σε ἐσπουδάσαμεν, ἵνα καὶ νῦν τὴν σὴν παρουσίαν ταχεῖαν ποιῆσαι πρὸς ἡμᾶς σπουδάσῃς, καὶ οὕτω δυνηθῇς τῇ πατρίδι σου ἀποκατασταθῆναι, καὶ τῆς εὐχῆς σου ἐπιτυχεῖν. Πρὸς δὲ πληρεστάτην διήγησιν Ἀχήταν τὸν διάκονον ἀπεστείλαμεν, παῤ οὗ δυνήσῃ μαθεῖν τῆς τε ἡμετέρας ψυχῆς τὴν προαίρεσιν, καὶ ὅτι τούτων ὧν εὔχῃ τυχεῖν δυνήσῃ. Ταύτας τὰς ἐπιστολὰς ἐν τῇ Ἀκυληΐᾳ δεξάμενος Ἀθανάσιοσ— ἐκεῖ γὰρ τῆς Σαρδικῆς ἀναχωρήσας διέτριβεν—εὐθέως ἐπὶ τὴν Ῥώμην ἀνέδραμεν: ἐπιδείξας τε τὰ γράμματα τῷ ἐπισκόπῳ Ἰουλίῳ, ἐν μεγίστῃ μὲν χαρᾷ τὴν Ῥωμαίων ἐκκλησίαν κατέστησεν. Ἐδόκει γὰρ καὶ ὁ τῆς ἑῴας βασιλεὺς συντίθεσθαι αὐτῶν τῇ πίστει διὰ τοῦ καλεῖν Ἀθανάσιον παῤ ἑαυτόν. Ἰούλιος δὲ τοῖς ἐν Ἀλεξανδρείᾳ κληρικοῖς τε καὶ λαοῖς τάδε περὶ Ἀθανασίου ἐπέστειλεν: Ἐπιστολὴ Ἰουλίου ἐπισκόπου Ῥώμης πρὸς τοὺς ἐν Ἀλεξανδρείᾳ. Ἰούλιος ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ παροικοῦντι Ἀλεξάνδρειαν ἀγαπητοῖς ἀδελφοῖς, ἐν Κυρίῳ χαίρειν. Συγχαίρω κἀγὼ ὑμῖν, ἀδελφοὶ ἀγαπητοὶ, ὅτι τὸν καρπὸν τῆς ἑαυτῶν πίστεως ἐπ’ ὀφθαλμῶν λοιπὸν ὁρᾶτε. Τοῦτο γὰρ ἀληθῶς ἄν τις ἴδοι γενόμενον ἐπὶ τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου μου Ἀθανασίου: ὃν διά τε τὴν καθαρότητα τοῦ βίου, καὶ διὰ τὰς ὑμετέρας εὐχὰς, ὁ Θεὸς ὑμῖν ἀποδίδωσιν. Ἐκ δὴ τούτου συνορᾷν ἐστὶν καθαρὰς ὑμῶν καὶ μεστὰς ἀγάπης ἀεὶ τὰς εὐχὰς ἀνενηνοχέναι πρὸς τὸν Θεόν. Μνήμονες γὰρ ὄντες τῶν οὐρανίων ἐπαγγελιῶν καὶ τῆς πρὸς αὐτὰς ἀγάπης, ἣν ἐκ τῆς διδασκαλίας τοῦ προειρημένου ἀδελφοῦ μου ἐπαιδεύθητε, ἔγνωτε ἀληθῶς, καὶ κατὰ τὴν προσοῦσαν ὑμῖν ὀρθὴν πίστιν κατειλήφατε τοῦτο, ὡς οὐκ ἂν εἰς τέλος οὗτος ἀφ̓ ὑμῶν ἀποσχοινισθήσεται, ὃν ἐν ταῖς θεοσεβέσιν ὑμῶν ψυχαῖς ἐσχήκατε ὡς παρόντα ἀεί. Οὐκοῦν οὐ πολλῶν μοι χρεία λόγων πρὸς ὑμᾶς ἐπιστέλλοντι: ὅσα γὰρ ὑμῖν λέλεκται παῤ ἐμοῦ, ταῦτα ἡ ὑμετέρα πίστις προὔλαβε: καὶ πεπλήρωται κατὰ Χριστοῦ χάριν τὰ τῆς κοινῆς ὑμῶν πάντων εὐχῆς. Συγχαίρω τοίνυν ὑμῖν: πάλιν γὰρ ἐρῶ, ὅτι τὰς ψυχὰς ἀκαταμαχήτους ἐν τῇ πίστει τετηρήκατε. Καὶ αὐτῷ δὲ τῷ ἀδελφῷ μου Ἀθανασίῳ οὐκ ἔλαττον συγχαίρω, ὅτι, καίπερ πολλὰ πάσχων λυπηρὰ, οὐδεμίαν ὥραν ἐπιλήσμων γέγονε τῆς ὑμετέρας ἀγάπης καὶ τοῦ ὑμετέρου πόθου. Εἰ γὰρ καὶ τῷ σώματι πρὸς καιρὸν ἔδοξεν ἀφ̓ ὑμῶν ἀφελκυσθῆναι, ἀλλὰ τῷ πνεύματι διαπαντὸς ὡς συνὼν ὑμῖν διῆγε. Καὶ ἔγωγε, ἀγαπητοὶ, τὸν γενόμενον κατ̓ αὐτοῦ πάντα πειρασμὸν οὐκ ἄδοξον ἡγοῦμαι γεγενῆσθαι: καὶ γὰρ καὶ ἡ ὑμετέρα καὶ ἡ τούτου πίστις ἐγνώσθη παρὰ πᾶσι καὶ δεδοκίμασται. Εἰ γὰρ μὴ τοσαῦτα συμβεβήκει, τίς ἂν ἐπίστευσεν ἢ ὑμᾶς τοσαύτην κρίσιν καὶ τοσαύτην ἀγάπην περὶ τὸν τηλικοῦτον ἐπίσκοπον ἔχειν, ἢ ἐκεῖνον τοσαύταις ἀρεταῖς περιβεβλῆσθαι, δἰ ἃς καὶ τῆς ἐν οὐρανοῖς ἐλπίδος οὐκ ἀλλότριος γένοιτο; Ἐπέτυχε τοίνυν οἱῳδήποτε τρόπῳ, καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι, καὶ ὁμολογίας ἔνδοξον μαρτυρίαν. Διαφόρως γὰρ κατά τε γῆν καὶ κατὰ θάλατταν πολλὰ χειμασθεὶς, τὴν σκευωρίαν πᾶσαν τῆς Ἀρειανῆς αἱρέσεως κατεπάτησε, καὶ πολλάκις διὰ φθόνον καὶ εἰς κίνδυνον ἐπιβουλευθεὶς κατεφρόνησε θανάτου, φρουρούμενος ὑπὸ τοῦ παντοκράτορος Θεοῦ καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ: ἐλπίζων ἅμα καὶ τὰς ἐπιβουλὰς ἐκκλίνειν, καὶ ἀποκατασταθήσεσθαι πρὸς ὑμετέραν παράκλησιν, φέρων ὑμῖν ἅμα ἐκ τῆς ὑμετέρας συνειδήσεως μείζονα τὰ τρόπαια. Ἐν οἷς καὶ ἄχρι τερμάτων πάσης τῆς γῆς ἔνδοξος ἐγνώσθη, δοκιμασθεὶς ἐκ τοῦ βίου, παρρησιασάμενος μὲν τῇ προθέσει καὶ τῇ οὐρανίᾳ διδασκαλίᾳ, ἀποδειχθεὶς δὲ ἀθανάτῳ κρίσει παῤ ὑμῶν ἀγαπώμενος. Ἐπανέρχεται τοιγαροῦν πρὸς ὑμᾶς λαμπρότερος νῦν ἢ ὅτε παῤ ὑμῶν ἀπεδήμησεν. Εἰ γὰρ καὶ τὰς τιμίας ὕλας, χρυσὸν δὴ λέγω καὶ ἄργυρον, εἰς καθαρότητα τὸ πῦρ δοκιμάζει, τί ἄν τις εἴποι κατ̓ ἀξίαν τοῦ τοσούτου ἀνδρὸς, ὃς τοσούτων θλίψεων πυρὰν καὶ κινδύνους νικήσας ἀποδίδοται νῦν ὑμῖν, ἀθῷος οὐ παῤ ἡμῶν μόνον, ἀλλὰ καὶ παρὰ πάσης τῆς συνόδου ἀποδεχθείς; Ὑποδέξασθε τοίνυν, ἀγαπητοὶ ἀδελφοὶ, μετὰ πάσης τῆς κατὰ Θεὸν δόξης τε καὶ χαρᾶς τὸν ἐπίσκοπον ὑμῶν Ἀθανάσιον, μετὰ τούτων οἵ τινες αὐτῶν κοινωνοὶ γεγόνασι: καὶ χαίρετε τῶν εὐχῶν ἀπολαύοντες, οἳ τὸν ποιμένα τὸν ὑμέτερον, ἵν̓ οὕτως εἴπω, ποθοῦντα καὶ διψῶντα τὴν ὑμετέραν θεοσέβειαν, σωτηρίοις γραφαῖς ἐθρέψατέ τε καὶ ἐποτίσατε. Καὶ γὰρ καὶ τῆς ἐπὶ ξένης αὐτοῦ διατριβῆς ὑμεῖς παραμυθεία γεγόνατε: καὶ διωκόμενον καὶ ἐπιβουλευόμενον ἐθάλψατε ταῖς πιστοτάταις ἑαυτῶν ψυχαῖς καὶ διανοίαις. Ἐμὲ δὲ ἤδη εὐφραίνει ἐννοούμενον καὶ προορῶντα τῷ λογισμῷ τὴν ἐπὶ τῇ ἐπανόδῳ ἑκάστου ὑμῶν χαρὰν, καὶ τοῦ πλήθους τὰς θεοσεβεστάτας ἀπαντήσεις, καὶ τὴν ἔνδοξον τῶν συντρεχόντων ἑορτὴν, καὶ τίς ἐκείνη ἡ ἡμέρη ὑμῖν καὶ ποία ἔσται, ἐπανερχομένου μὲν τοῦ ἀδελφοῦ μου, παυσαμένων δὲ τῶν προγενομένων, καὶ τῆς πολυτιμήτου κατ̓ εὐχὴν ἐπανόδου εἰς εὐφροσύνην τινα πληρεστάτης χαρᾶς συναπτούσης τοὺς πάντας. Ἡ τοιαύτη χαρὰ κατὰ τὸ μέγιστον μέχρις ἡμῶν φθάνει, οἷς θεόθεν καὶ τοῦτο συγκεχωρῆσθαι συνέστηκεν, ὅπως εἰς γνῶσιν τοῦ τηλικούτου ἀνδρὸς ἐλθεῖν δυνηθῶμεν. Εἰς εὐχὴν οὖν τὴν ἐπιστολὴν τελειῶσαι καλόν. Ὁ Θεὸς ὁ παντοκράτωρ, καὶ ὁ τούτου Υἱὸς, ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς, διηνεκῆ τὴν χάριν ταύτην ὑμῖν παράσχοι, διδοὺς ἔπαθλον τῇ θαυμαστῇ ὑμῶν πίστει, ἣν περὶ τὸν ἐπίσκοπον ὑμῶν ἐνδόξῳ μαρτυρίᾳ ἐνεδείξασθε, ἵνα ὑμῖν τε καὶ τοῖς μεθ̓ ὑμᾶς ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι τὰ βελτίονα μένοι, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ τῷ παντοκράτορι Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Ἐρρῶσθαι ὑμᾶς εὔχομαι, ἀγαπητοὶ ἀδελφοί. Τούτοις πεπιστευκὼς τοῖς γράμμασιν Ἀθανάσιος ἐπὶ τὴν ἀνατολὴν παρεγένετο. Κωνστάντιος δὲ ὁ βασιλεὺς οὐκ ἀπεχθῶς μὲν τότε ἀπεδέξατο, σοφίζεσθαι δὲ αὐτὸν ἐπεχείρει ἐκ κατασκευῆς τῶν Ἀρειανιζόντων ὑποβαλλόμενος: καὶ φησὶ πρὸς αὐτόν: Τὸν μὲν θρόνον τὸν σαυτοῦ ψήφῳ τῆς συνόδου καὶ ἡμετέρᾳ συναινέσει ἀπείληφας: ἐπειδὴ δὲ εἰσὶν ἐν τῇ Ἀλεξανδρείᾳ τινες τοῦ λαοῦ διακρινόμενοι τὴν πρός σε κοινωνίαν, μίαν ἐν τῇ πόλει ἐκκλησίαν ἔασον ἔχειν αὐτούς. Πρὸς τὴν πρότασιν ταύτην Ἀθανάσιος γοργῶς ὑπαπήντησε καὶ φησὶ, Ὦ βασιλεῦ, ἐπ’ ἐξουσίας μὲν ἔχεις κελεύειν τε καὶ πράττειν ὅσα ἂν θέλῃς: χάριν δὲ καὶ αὐτὸς αἰτῶ, καὶ δέομαι, δός μοι. Τοῦ δὲ βασιλέως δώσειν ἑτοίμως ἐπαγγειλαμένου, εὐθὺς ἐπήγαγεν Ἀθανάσιος, τὴν αὐτὴν ἀξιῶν χάριν λαβεῖν, ἣν ὁ βασιλεὺς ἐπεζήτει λαβεῖν. Μίαν γὰρ καὶ αὐτὸς ἐκκλησίαν ἀπονεμηθῆναι ἠξίου καθ̓ ἑκάστην πόλιν τοῖς διακρινομένοις πρὸς τὴν τῶν Ἀρειανιζόντων κοινωνίαν. Τὴν Ἀθανασίου τοίνυν γνώμην ἀλυσιτελῆ γνόντες οἱ Ἀρειανίζοντες, ὑπερτίθεσθαι μὲν τοῦτο ἔλεγον, πράττειν δὲ τὰ δοκοῦντα τῷ βασιλεῖ παρεχώρουν. Διόπερ ὁ βασιλεὺς Ἀθανασίῳ τε καὶ Παύλῳ καὶ Μαρκέλλῳ τοὺς ἰδίους ἀπεδίδου θρόνους: ἔτι μὲν καὶ Ἀσκληπᾷ τῷ Γάζης, καὶ Λουκίῳ Ἀδριανουπόλεως. Καὶ γὰρ οὗτοι ὑπὸ τῆς ἐν Σαρδικῇ συνόδου ἐδέχθησαν: Ἀσκληπᾶς μὲν ὑπομνήματα ἐπιδείξας, ἐν οἷς ἐδέδεικτο Εὐσέβιος ὁ Παμφίλου ἅμα πλείοσι διαγνοὺς τὰ κατ̓ αὐτὸν, καὶ ἀποδοὺς τὴν ἀξίαν αὐτοῦ: Λούκιος δὲ, ὅτι οἱ κατηγοροῦντες αὐτοῦ φυγῇ ἐχρήσαντο. Προστάγματα οὖν τοῦ βασιλέως εἰς τὰς ἑαυτῶν ἐφοίτα πόλεις, κελεύοντα ἑτοίμως αὐτοὺς ὑποδέχεσθαι. Ἐν μὲν οὖν Ἀγκύρᾳ, Βασιλείου ἐξωθουμένου καὶ ἀντεισιόντος Μαρκέλλου, ταραχὴ οὐχ ἡ τυχοῦσα ἐγένετο, ἣ πρόφασιν λοιδορίας παρέσχε τοῖς τὰ ἐναντία φρονοῦσιν: Ἀσκληπᾶν δὲ ἑτοίμως Γαζαῖοι ἐδέξαντο. Ἐν δὲ τῇ Κωνσταντινουπόλει Μακεδόνιος Παύλῳ πρὸς ὀλίγον ὑπεξέστη, καθ̓ ἑαυτὸν ἐν ἰδιαζούσῃ ἐκκλησίᾳ τῆς πόλεως τὰς συνόδους ποιούμενος. Ὑπὲρ μέντοι Ἀθανασίου ὁ βασιλεὺς ἐπισκόποις τε καὶ κληρικοῖς καὶ λαοῖς περὶ τοῦ ἀσμένως αὐτὸν ὑποδεχθῆναι ἐπέστειλεν: ἔτι μὴν καὶ τὰ κατ̓ αὐτοῦ ἐν δικαστηρίοις πραχθέντα δἰ ἑτέρων γραμμάτων ἀφανισθῆναι ἐκέλευσε. Τὰ δὲ περὶ ἀμφοτέρων τούτων γραφέντα ἔστι τάδε. Ἐπιστολὴ Κωνσταντίου ὑπὲρ Ἀθανασίου. Νικητὴς Κωνστάντιος, μέγιστος, Σεβαστὸς, ἐπισκόποις καὶ πρεσβυτέροις τῆς καθολικῆς ἐκκλησίας. Οὐκ ἀπελείφθη τῆς τοῦ Θεοῦ χάριτος ὁ αἰδεσιμώτατος ἐπίσκοπος Ἀθανάσιος. Ἀλλ̓ εἰ καὶ ἐν βραχεῖ χρόνῳ τῇ κατὰ ἀνθρώπους δοκιμασίᾳ ὑπεβλήθη, ὅμως τὴν ὀφειλομένην παρὰ τῆς παντεφόρου προνοίας ἀπηνέγκατο ψῆφον: ἀπολαβὼν βουλήσει τοῦ κρείττονος καὶ κρίσει ἡμετέρᾳ τὴν πατρίδα ὁμοῦ καὶ τὴν ἐκκλησίαν, ἧς θείῳ νεύματι προστάτης ἐτύγχανε. Τούτῳ τὰ ἀκόλουθα ἔδει παρὰ τῆς ἡμετέρας ὑπᾶρξαι πρᾳότητος: ὥστε πάντα τὰ πρὸ τούτου κατὰ τῶν αὐτῷ κεκοινωνηκότων ὡρισμένα νῦν ἀμνηστίᾳ παραδοθῆναι, πᾶσάν τε ὑποψίαν τὴν κατ̓ αὐτοῦ σχολάσαι τοῦ λοιποῦ, τήν τε ἀτέλειαν ἧς ἔτυχον πάλαι οἱ ἅμα αὐτῷ κληρικοὶ, τούτοις βεβαιωθῆναι προσηκόντως. Ἀλλὰ μὴν καὶ τοῦτο τῇ εἰς αὐτὸν χάριτι προστεθῆναι ἐδικαιώσαμεν, ὥστε πάντας τοὺς τοῦ ἱεροῦ καταλόγου γινώσκειν ἐνδεδόσθαι τὸ ἄφοβον πᾶσι τοῖς αὐτῷ προστεθειμένοις, εἴτε ἐπισκοποῖς εἴτε κληρικοῖς. Ἱκανὸν δὲ γνώρισμα τῆς ἑκάστου ὀρθῆς προαιρέσεως ἔσται ἡ πρὸς τοῦτον ἕνωσις. Ὅσοι γὰρ ἂν, τῆς καλλίονος ὁμοῦ κρίσεώς τε καὶ μοίρας γενόμενοι, τὴν τούτου ἕλωνται κοινωνίαν, τούτους πάντας ἐκελεύσαμεν, καθ̓ ὁμοιότητα τῆς φθανούσης προνοίας, καὶ νῦν τῆς ὑφ̓ ἡμῶν βουλήσει τοῦ κρείττονος παρασχεθείσης χάριτος ἀπολαύειν. Ἄλλη ἐπιστολὴ τοῖς Ἀλεξανδρεῦσι πεμφθεῖσα. Νικητὴς Κωνστάντιος, μέγιστος, Σεβαστὸς, τῷ λαῷ τῆς κατὰ Ἀλεξάνδρειαν καθολικῆς ἐκκλησίας. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν, εἰδότες τε ὡς ἐπὶ πολὺ τῆς τοῦ ἐπισκοποῦντος προνοίας ἐστέρησθε, Ἀθανάσιον τὸν ἐπίσκοπον, ἄνδρα τοῖς πᾶσι διά τε τὴν προσοῦσαν ὀρθοτήτα καὶ διὰ τὴν οἰκείαν εὐτροπίαν γνώριμον, πάλιν πρὸς ὑμᾶς ἀποστεῖλαι ἐδικαιώσαμεν. Τοῦτον συνήθως καὶ προσηκόντως ὑποδεξάμενοι, καὶ ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς βοηθὸν προστησάμενοι, τὴν ὑμῖν τε ἀπρέπουσαν καὶ ἡμῖν ἀρεστὴν ὁμόνοιαν καὶ εἰρήνην κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν διαρκῆ φυλάττειν σπουδάσατε. Οὐδὲ γὰρ εὔλογόν ἐστι, διχόνοιάν τινα ἢ στάσιν ἐν ὑμῖν κινηθῆναι ὑπεναντίαν τῆς τῶν ἡμετέρων καιρῶν εὐμοιρίας. Καὶ τοῦτο μὲν ἀπεῖναι ἀφ̓ ὑμῶν παντελῶς βουλόμεθα: τὸ δέ γε ταῖς εὐχαῖς ὑμᾶς διαρκῶς αὐτῷ, ὡς προείρηται, προστάτῃ καὶ ἐπικούρῳ χρωμένους πρὸς τὸ Θεῖον ἐμμένειν συνήθως παραινοῦμεν: ὡς ἂν τῆς τοιαύτης ὑμῶν προθέσεως εἰς τὰς ἁπάντων εὐχὰς διαβαινούσης, καὶ ἐκ τῶν ἐθνῶν οἳ τῇ τῶν εἰδώλων πλάνῃ ἔτι καὶ νῦν προσανέχοντες ἐπὶ τὴν τῆς ἱερᾶς θρησκείας ἐπίγνωσιν προθυμότατα σπεύδοιεν, Ἀλεξανδρεῖς προσφιλέστατοι. Καὶ αὖθις οὖν παραινοῦμεν τοῖς προειρημένοις ἐμμένειν: τὸν δὲ ἐπίσκοπον ψήφῳ τοῦ κρείττονος καὶ ἡμετέρᾳ γνώμῃ ἀπεσταλμένον ἡδέως δέξασθε, καὶ πάσῃ ψυχῇ καὶ γνώμῃ ἀσπαστὸν ἡγήσασθε. Τοῦτο γὰρ καὶ ὑμῖν πρέπει, καὶ τῇ ἡμετέρᾳ πρᾳότητι προσήκειν συνέστηκεν. Ὑπὲρ γὰρ τοῦ πᾶσαν ἀνασοβὴν καὶ στάσεως πρόφασιν περιαιρεθῆναι τῶν ἐθελοκακίᾳ χρωμένων, τοῖς παῤ ὑμῖν δικασταῖς διὰ γραμμάτων προσετάξαμεν ἅπαντας οὓς ἂν στασιώδεις καταμάθοιεν τῇ τῶν νόμων ὑποβάλλειν ἐκδικίᾳ. Ἀμφότερα τοίνυν συνορῶντες, καὶ τὴν ἡμετέραν μετὰ τοῦ κρείττονος γνώμην καὶ τὸν ὑπὲρ ὑμῶν καὶ τῆς ὁμονοίας λόγον, καὶ τὴν κατὰ τῶν ἀτάκτων τιμωρίαν, τὰ πρέποντα καὶ ἁρμόζοντα τῷ τῆς ἱερᾶς θρησκείας θεσμῷ διαφυλάττοντες, τὸν προειρημένον διὰ πάσης αἰδοῦς καὶ τιμῆς ἄγοντες, τὰς εὐχὰς ἅμα αὐτῷ ὑπέρ τε ἑαυτῶν καὶ τῆς τοῦ βίου παντὸς εὐνομίας τῷ τῶν ὅλων Πατρὶ Θεῷ ἀναπέμπειν σπουδάζετε. Ἐπιστολὴ περὶ τοῦ ἀφανισθῆναι τὰ πραχθέντα κατὰ Ἀθανασίου. Νικητὴς Κωνστάντιος Αὔγουστος Νεστορίῳ: τῷ δὲ αὐτῷ τύπῳ καὶ τοῖς ἐν Αὐγουστομνίκῃ καὶ Θηβαΐδι καὶ Λιβύῃ ἡγεμόσιν. Εἴ τί ποτε πρὸ τούτου ἐπὶ βλάβῃ καὶ ὕβρει τῶν κοινωνούντων Ἀθανασίῳ τῷ ἐπισκόπῳ πραχθὲν εὑρίσκεται, τοῦτο νῦν ἀπαλειφθῆναι βουλόμεθα: καὶ γὰρ τὴν ἀλειτουργησίαν, ἣν οἱ αὐτοῦ κληρικοὶ εἶχον, τὴν αὐτὴν πάλιν θέλομεν ἔχειν. Ταύτην δὲ τὴν ἡμετέραν πρόσταξιν φυλαχθῆναι βουλόμεθα: ὥστε ἀποδοθέντος Ἀθανασίου τοῦ ἐπισκόπου τῇ ἐκκλησίᾳ, τοὺς κοινωνοῦντας αὐτῷ ἔχειν ἀλειτουργησίαν ἣν ἀεὶ ἔσχον, ἣν καὶ οἱ λοιποὶ κληρικοὶ ἔχουσιν: ἵν̓ οὕτως ἔχοντες καὶ αὐτοὶ χαίρωσιν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
