# Historia Ecclesiastica 2.24

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/2.24

Ὡς Ἀθανάσιος ἐπὶ τὴν Ἀλεξάνδρειαν διὰ τῶν Ἱεροσολύμων παριὼν ὑπὸ Μαξίμου εἰς κοινωνίαν ἀνεδέχθη, καὶ σύνοδον ἐπισκόπων τὰ ἐν Νικαίᾳ κυροῦσαν συνήγαγεν. Ταῖς τοιαύταις ἐπιστολαῖς ὀχυρωθεὶς Ἀθανάσιος ὁ ἐπίσκοπος, διὰ τῆς Συρίας ὁρμήσας τῆς Παλαιστίνης ἐπέβη: καταλαβών τε τὰ Ἱεροσόλυμα, καὶ τῷ ἐπισκόπῳ Μαξίμῳ καταφανῆ ποιήσας τά τε ὑπὸ τῆς ἐν Σαρδικῇ συνόδου γνωσθέντα, καὶ ὡς ὁ βασιλεὺς Κωνστάντιος τῇ ἐκείνων κρίσει ἐγένετο σύμψηφος, παρασκευάζει σύνοδον τῶν ἐκεῖ ἐπισκόπων γενέσθαι. Μάξιμός τε μηδὲν μελλήσας μετεπέμπετό τινας τῶν ἀπὸ Συρίας καὶ Παλαιστίνης ἐπισκόπων: καὶ καθίσας συνέδριον, ἀποδίδωσι καὶ αὐτὸς τὴν κοινωνίαν Ἀθανασίῳ καὶ τὴν ἀξίαν. Γράφει τε καὶ αὐτὴ ἡ συνόδος τοῖς τε ἐν Ἀλεξανδρείᾳ, καὶ πᾶσι τοῖς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ ἐπισκόποις τὰ ἐγνωσμένα καὶ ἐψηφισμένα περὶ Ἀθανασίου: ἐφ̓ ᾧ σφόδρα κατεμωκήσαντο τοῦ Μαξίμου οἱ ἀπεχθῶς ἔχοντε πρὸς Ἀθανάσιον, ὅτι πρότερον καθελὼν αὐτὸν, αὖθις ἐκ μεταμελείας, ὡς μηδενὸς γενομένου, ψῆφον ὑπὲρ Ἀθανασίου ἐξήνεγκεν τήν τε κοινωνίαν αὐτῷ καὶ τὴν ἀξίαν παρέχουσαν. Ταῦτα γνόντες Οὐρσάκιος καὶ Οὐάλης, οἱ περὶ τὸ Ἀρειάνιον δόγμα πρότερον διαπύρως σπουδάζοντες, καταγνόντες τότε τῆς προλαβούσης σπουδῆς ἐπὶ τὴν Ῥώμην ἀνῆλθον: βιβλίον τε μετανοίας τῷ ἐπισκόπῳ Ἰουλίῳ ἐπιδόντες, τῷ τε ὁμοουσίῳ συνέθεντο, καὶ γράμματα πρὸς Ἀθανάσιον διαπεμψάμενοι κοινωνεῖν αὐτῷ τοῦ λοιποῦ ὡμολόγησαν. Οὕτω μὲν οὖν τότε Οὐρσάκιος καὶ Οὐάλης, τοῖς ἐπὶ Ἀθανασίῳ γεγονόσιν ἡττηθέντες, ὡς ἔφην, τῷ ὁμοουσίῳ συνέθεντο. Ἀθανάσιος δὲ διὰ τοῦ Πηλουσίου ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐπορεύετο: κατὰ πόλεις τε παριὼν ἐδίδασκε, τοὺς μὲν Ἀρειανίζοντας ἐκτρέπεσθαι, ἀσπάζεσθαι δὲ τοὺς τὸ ὁμοούσιον ὁμολογοῦντας. Ἔν τισι δὲ τῶν ἐκκλησίων καὶ χειροτονίας ἐποίει: καὶ τοῦτο γέγονεν ἀρχὴ ἑτέρας μέμψεως κατ̓ αὐτοῦ, ὅτι ἐν ταῖς ἄλλων παροικίαις χειροτονεῖν ἐπεχείρει. Τὰ μὲν οὖν κατὰ Ἀθανάσιον οὕτως τότε προέβαινεν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
