# Historia Ecclesiastica 2.25

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/2.25

Περὶ τῶν τυράννων Μαγνεντίου καὶ Βετρανίωνος. Ἐν τούτῳ δὲ τὰ δημόσια οὐχ ἡ τυχοῦσα ταραχὴ διεδέχετο: περὶ ἦς ὅσα κεφαλαιώδη παραδραμεῖν οὐκ ἀναγκαῖον ἀναλαβόντες, βραχὺ λέξομεν. Ὅτι τοῦ κτίστου τῆς Κωνσταντινουπόλεως τελευτήσαντος, οἱ τρεῖς αὐτοῦ παῖδες τὴν βασιλείαν αὐτοῦ διεδέξαντο, ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ πεποιήμεθα μνήμην. Ἰστέον δὲ ὅτι συνεβασίλευσε τούτοις ἀνεψιὸς αὐτῶν, ᾧ ὄνομα Δαλμάτιος ὁμώνυμος τῷ ἰδίῳ πατρί: ὃν ἐπ’ ὀλίγον συμβασιλεύσαντα οἱ στρατιῶται ἀνεῖλον, οὐ κελεύοντος Κωνσταντίου τὴν σφαγὴν, ἀλλὰ μὴ κωλύοντος. Ὡς δὲ Κωνσταντῖνος ὁ νέος τοῖς τοῦ ἀδελφοῦ μέρεσιν ἐπιὼν καὶ αὐτὸς ὑπὸ τῶν στρατιωτῶν συμβαλὼν ἀνῄρεθη, ἤδη πολλάκις πρότερον εἴρηται. Μετὰ δὲ τὴν ἐκείνου ἀναίρεσιν ὁ Περσικὸς πρὸς Ῥωμαίους ἐκινήθη πόλεμος, καθ̓ ὃν Κωνστάντιος οὐδὲν ἔπραττεν εὐτυχῶς: νυκτομαχίας γὰρ περὶ τοὺς ὅρους Ῥωμαίων καὶ Περσῶν γενομένης, ἐπικρατέστερα τότε τὰ Περσῶν πρὸς ὀλίγον ἔδοξε γίνεσθαι. Καθ̓ ὃν καιρὸν οὔτε τὰ Χριστιανῶν ἡσύχαζεν, ἀλλὰ δἰ Ἀθανάσιον καὶ τὴν τοῦ ὁμοουσίου λέξιν περὶ τὰς ἐκκλησίας πόλεμος ἦν. Ἐν τούτοις καθεστώτων τῶν πραγμάτων, Μαγνέντιος περὶ τὰ ἑσπέρια μέρη ἐπεφύη τύραννος: ὃς Κώνσταντα, τὸν τῶν ἑσπερίων μερῶν βασιλεύοντα, περὶ τὰς Γαλλίας διάγοντα ἐκ συσκευῆς ἀνεῖλε. Οὖ γενομένου, ἐμφύλιος μέγιστος ἀνερριπίσθη πόλεμος. Μαγνέντιος μὲν γὰρ ὁ τύραννος πάσης Ἰταλίας ἐκράτει, Ἀφρικήν τε καὶ Λιβύην ὑφ̓ ἑαυτῷ πεποίητο, καὶ αὐτὰς τὰς Γαλλίας ἔσχε λαβών. Ἐν Ἰλλυρικοῖς δὲ ἐν Σιρμίῳ πόλει ὑπὸ τῶν στρατιωτῶν ἕτερος ἐπῇρτο τύραννος: ὄνομα δὲ αὐτῷ Βετρανίων. Οὐ μὴν ἀλλὰ καὶ τὴν Ῥώμην ταραχὴ κατεῖχεν: τοῦ Κωνσταντίου γὰρ ἀδελφιδοῦς ἦν, ᾧ Νεπωτιανὸς ὄνομα, ὃς ἀντεποιεῖτο τῆς βασιλείας χειρὶ μονομάχων δορυφορούμενος. Νεπωτιανὸν μὲν οὖν οἱ Μαγνεντίου καθεῖλον στρατηγοί: Μαγνέντιος δὲ ἐπιὼν πάντα τὰ ἑσπέρια κατεστρέφετο.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
