# Historia Ecclesiastica 2.26

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/2.26

Ὡς τοῦ βασιλέως τῶν ἑσπερίων τελευτήσαντος αὖθις τῶν ἰδίων ἐξεβλήθησαν τόπων Παῦλος καὶ Ἀθανάσιος: καὶ ὡς Παῦλος μὲν εἰς ἐξορίαν ἀγόμενος ἀνῃρέθη: Ἀθανάσιος δὲ ἀπέδρα. Τούτων δὲ πάντων τῶν κακῶν σύρροια ἐν βραχεῖ γέγονε χρόνῳ: τετάρτῳ γὰρ ὕστερον ἔτει μετὰ τὴν ἐν Σαρδικῇ σύνοδον γέγονε, κατὰ τὴν ὑπατείαν Σεργίου καὶ Νιγριανοῦ. Τούτων ἀγγελθέντων, ἐδόκει μὲν εἰς Κωνστάντιον μόνον περιεληλυθέναι τὰ τῆς βασιλείας: αὐτοκράτωρ δὲ ἐν τοῖς ἀνατολικοῖς ἀναδειχθεὶς μέρεσι, κατὰ τῶν τυράννων παντοῖος ἦν εὐτρεπίζεσθαι. Καιρὸν δὲ εὔκαιρον οἱ πρὸς Ἀθανάσιον διαφερόμενοι εὑρηκέναι νομίσαντες, αὖθις κατ̓ αὐτοῦ καὶ μηδέπω τῆς Ἀλεξανδρείας ἐπιστάντος μεγίστας διαβολὰς ἐξειργάζοντο: διδάσκουσί τε τὸν βασιλέα Κωνστάντιον, ὡς εἴη πᾶσαν ἀνατρέπων Αἴγυπτον καὶ Λιβύην. Μάλιστα δὲ τὴν διαβολὴν ηὔξησε τὸ χειροτονίας αὐτὸν ἐν ἀλλοτρίαις παροικίαις ποιήσασθαι. Ἀθανάσιος δὲ ἐν τοσούτῳ καταλαβὼν τὴν Ἀλεξάνδρειαν συνόδους τῶν ἐν Αἰγύπτῳ ἐπισκόπων συνήθροισεν: οἱ ὁμόφωνα ἐψηφίσαντο τοῖς τότε ἐν Σαρδικῇ συνελθοῦσι καὶ τῇ παρὰ Μαξίμου ἐν τοῖς Ἱεροσολύμοις γενομένῃ συνόδῳ. Ὁ δὲ βασιλεὺς, καὶ αὐτὸς πάλαι τῇ Ἀρειανῇ κατεχόμενος δόξῃ, πάντα τὰ μικρὸν ἔμπροσθεν αὐτῷ δεδογμένα εἰς τοὐναντίον μετέστρεφε. Καὶ πρῶτον μὲν τῆς Κωνσταντινουπόλεως τὸν ἐπίσκοπον Παῦλον ἐξόριστον γενέσθαι ἐκέλευσεν, ὃν οἱ ἀπαγαγόντες ἐν Κουκουσῷ τῆς Καππαδοκίας ἀπέπνιξαν. Μαρκέλλου δὲ ἐκβληθέντος, αὖθις τῆς ἐν Ἀγκύρᾳ ἐκκλησίας ἐγκρατὴς Βασίλειος γέγονε. Λούκιος δὲ, ὁ τῆς Ἀδριανουπόλεως, σιδηροδέσμιος ἐν εἱρκτῇ διεφθάρη. Τοσοῦτο δὲ ἐπεκράτησε τὰ περὶ Ἀθανασίου λεγόμενα, ὡς εἰς ἄμετρον ὀργὴν ἐκπεσεῖν τὸν βασιλέα, κελεῦσαί τε ἀναιρεθῆναι αὐτὸν, ἔνθα ἂν εὑρίσκοιτο: σὺν αὐτῷ δὲ Θεόδουλον καὶ Ὀλύμπιον, προεστῶτας ἐκκλησιῶν ἐν Θρᾴκῃ. Ἀθανάσιον δὲ τὰ τῷ βασιλεῖ δεδογμένα οὐκ ἔλαθεν: ἀλλὰ προαισθόμενος αὖθις φυγῇ ἐχρήσατο, καὶ οὕτως τὴν ἀπειλὴν τοῦ βασιλέως διέφυγεν. Ταύτην αὐτοῦ τὴν φυγὴν διέβαλλον οἱ Ἀρειανίζοντες, καὶ μάλιστα Νάρκισσος ὁ Νερωνιάδος τῆς ἐν Κιλικίᾳ ἐπίσκοπος, καὶ Γεώργιος ὁ Λαοδικείας, καὶ Λεόντιος ὁ τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας τότε προεστηκὼς, ὅστις ἡνίκα πρεσβύτερος ἦν ἀφῃρέθη τῆς ἀξίας, ὅτι γυναικὶ συνδιημερεύων Εὐστολίῳ ὄνομα, καὶ τὴν εἰς αὐτὴν αἰσχρὰν ὑπόνοιαν ἐπικρύψαι σπουδάσας, τῶν γεννητικῶν ἐξέτεμεν ἑαυτὸν, καὶ τοῦ λοιποῦ παρρησιέστερον τῇ γυναικὶ συνδιῆγεν, ὡς μὴ ἔχων δἰ ἃ εἰς αὐτὴν διεβάλλετο. Γνώμῃ δὲ καὶ σπουδῇ τοῦ βασιλέως Κωνσταντίου τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας προεβλήθη ἐπίσκοπος μετὰ Στέφανον, ὃς Πλάκιτον διεδέδεκτο πρότερον. Τοσαῦτα μὲν περὶ τούτου.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
