Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.33
Not analysed yet
Περὶ τῶν ἐν Διοκαισαρείᾳ τῆς Παλαιστίνης Ἰουδαίων. Ἐπισυνήχθη δὲ τοῖς γινομένοις καὶ περὶ τὴν ἀνατολὴν ἕτερος ἐγχώριος πόλεμος. Οἱ γὰρ ἐν Διοκαισαρείᾳ τῆς Παλαιστίνης Ἰουδαῖοι κατὰ Ῥωμαίων ὅπλα ἀντῇραν, καὶ περὶ τοὺς τόπους ἐκείνους κατέτρεχον. Ἀλλὰ τούτους μὲν Γάλλος, ὁ καὶ Κωνστάντιος, ὃν Καίσαρα καταστήσας ὁ βασιλεὺς εἰς τὴν ἑῴαν ἐξαπέστειλεν, δύναμιν ἀποστείλας κατηγωνίσατο: καὶ τὴν πόλιν αὐτῶν Διοκαισάρειαν εἰς ἔδαφος κατενεχθῆναι ἐκέλευσεν.