# Historia Ecclesiastica 2.34

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/2.34

Περὶ Γάλλου τοῦ Καίσαρος. Ταῦτά τε πράξας ὁ Γάλλος τὴν εὐτυχίαν οὐκ ἤνεγκεν: ἀλλ̓ εὐθὺς νεωτερίζειν κατὰ τοῦ προχειρισαμένου αὐτὸν ἐπεχείρησεν, τυραννεῖν τε καὶ αὐτὸς ἐβούλετο: ὥστε οὐκ εἰς μακρὰν ὁ σκοπὸς αὐτοῦ ὑπὸ Κωνσταντίου κατάφωρος ἐγένετο. Δομετιανὸν γὰρ τὸν τότε ἔπαρχον τῆς ἑῴας, καὶ Μάγνον κυαίστωρα, αὐθεντήσας ἀνεῖλε, μὴ μηνύσας τῷ βασιλεῖ τὸν σκοπὸν αὐτοῦ. Ἐφ̓ ᾧ κινηθεὶς ὁ Κωνστάντιος μετάπεμπτον ἐκάλει τὸν Γάλλον πρὸς ἑαυτόν: ὁ δὲ περίφοβος γενόμενος ἄκων ἐπορεύετο. Καταλαβόντα δὲ αὐτὸν τὰ ἑσπέρια μέρη καὶ περὶ Φλάνωνα τὴν νῆσον γενόμενον ὁ Κωνστάντιος ἀναιρεθῆναι ἐκέλευσεν. Μετ̓ οὐ πολὺ δὲ Ἰουλιανὸν τὸν Γάλλου ἀδελφὸν Καίσαρα καταστήσας ἐπὶ τοὺς ἐν Γαλλίᾳ βαρβάρους ἀπέστειλεν. Γάλλος μὲν οὖν ὁ καὶ Κωνστάντιος ἐν τῇ ἑβδόμῃ τοῦ βασιλέως Κωνσταντίου ὑπατείᾳ ἀνῃρέθη, καθ̓ ἣν καὶ αὐτὸς ὕπατος ἦν τὸ τρίτον. Ἰουλιανὸς δὲ τῇ ἑξῆς ὑπατείᾳ Ἀρβιτίωνος καὶ Λολλιανοῦ κατέστη Καῖσαρ, τῇ ἕκτῃ τοῦ Νοεμβρίου μηνός. Περὶ μὲν οὖν Ἰουλιανοῦ ἐν τῷ μετὰ τοῦτο βιβλίῳ ποιησόμεθα μνήμην. Κωνστάντιος δὲ ἐκ τῶν ἐν ποσὶ κακῶν ἡσυχάσας, ἐπὶ τὸν ἐκκλησιαστικὸν αὖθις πόλεμον τὴν οἰκείαν ἔτρεπε γνώμην. Ἐκ γὰρ τοῦ Σιρμίου ἐπὶ τὴν βασιλεύουσαν πόλιν Ῥώμην ἀπιὼν, συνόδον ἐπισκόπων αὖθις ἐκήρυξεν, καί τινας τῶν ἀνατολικῶν ἐπισκόπων ἐπὶ τὴν Ἰταλίαν σπεύδειν ἐκέλευσεν: ἐν ταὐτῷ δὲ ἰέναι καὶ τοὺς τῶν ἑσπερίων μερῶν παρεσκεύαζεν. Ἐν τοσούτῳ δὲ, τούτων ἐπὶ τὴν Ἰταλίαν παρασκευαζομένων πορεύεσθαι, τάδε ἐπισυνέβη γενέσθαι. Ἰούλιος μὲν ὁ τῆς Ῥώμης ἐπίσκοπος ἐτελεύτησε, πέντε πρὸς τοῖς δέκα ἐνιαυτοὺς τῆς ἐν αὐτῇ ἐκκλησίας προστάς: Λιβέριος δὲ αὐτοῦ τὴν ἐπισκοπὴν διαδέχεται.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
