Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.35
Not analysed yet
Περὶ Ἀετίου τοῦ Σύρου τοῦ διδασκάλου Εὐνομίου. Ἐν δὲ Ἀντιοχείᾳ τῆς Συρίας ἕτερος ἐπεφύη αἱρεσιάρχης Ἀέτιος, ὁ ἐπικληθεὶς Ἄθεος. Οὗτος τὰ αὐτὰ μὲν ἐφρόνει Ἀρείῳ, καὶ τὴν αὐτὴν συνεκρότει δόξαν: πρὸς δὲ Ἀρειανίζοντας διεκρίνετο, διότι Ἄρειον εἰς κοινωνίαν ἐδέξαντο. Ἄρειος γὰρ, ὡς πρότερον ἔφην, ἕτερα κατὰ διάνοιαν φρονῶν ἕτερα τῇ φωνῇ ὡμολόγησεν, ὅτε τὸν ἐν Νικαίᾳ τῆς συνόδου τύπον δεχόμενος καθυπέγραψε, τὸν τότε βασιλέα πλανῶν. Διὰ τοῦτο μὲν οὖν καὶ Ἀέτιος πρὸς Ἀρειανοὺς διεκρίνετο. Ἦν δὲ καὶ πρότερον Ἀέτιος αἱρετικὸς ἄνθρωπος, καὶ τῷ Ἀρείου δόγματι συνηγορεῖν διαπύρως ἔσπευδεν. Ἐν γὰρ τῇ Ἀλεξανδρείᾳ μικρὰ παιδευθεὶς, ἀναζεύγνυσι, καὶ καταλαβὼν τὴν ἐν Συρίᾳ Ἀντιόχειαν—ἐντεῦθεν γὰρ ἦν—ὑπὸ Λεοντίου τοῦ τότε τῆς Ἀντιοχείας ἐπισκόπου χειροτονεῖται διάκονος. Εὐθὺς οὖν ἐξενοφώνει τοὺς ἐντυγχάνοντας. Τοῦτο δὲ ἐποίει ταῖς Κατηγορίαις Ἀριστοτέλους πιστεύων: βιβλίον δὲ οὕτως ἐστὶν ἐπιγεγραμμένον αὐτῷ: ἐξ αὐτῶν τε διαλεγόμενος καὶ ἑαυτῷ σόφισμα ποιῶν οὐκ ᾔσθετο, οὐδὲ παρὰ τῶν ἐπιστημόνων ἔμαθε τὸν Ἀριστοτέλους σκοπόν. Ἐκεῖνος γὰρ διὰ τοὺς σοφιστὰς, τὴν φιλοσοφίαν τότε χλευάζοντας, γυμνασίαν ταύτην συγγράψας τοῖς νέοις, τὴν διαλεκτικὴν τοῖς σοφισταῖς διὰ τῶν σοφισμάτων ἀντέθηκεν. Οἱ γοῦν ἐφεκτικοὶ τῶν φιλοσόφων, τὰ Πλάτωνος καὶ Πλωτίνου ἐκτιθεμένοι, ἐξελέγχουσι τὰ τεχνικῶς παρὰ Ἀριστοτέλους λεγόμενα. Ἀλλὰ Ἀέτιος, ἐφεκτικοῦ μὴ τυχὼν διδασκάλου, τοῖς ἐκ τῶν Κατηγοριῶν σοφίσμασι συνεπέμεινε. Διὸ οὔτε νοῆσαι δεδύνηται, πῶς ἐστὶν ἀγέννητος γέννησις, καὶ ὅπως τὸ γεννώμενον συναΐδιόν ἐστι τῷ γεννήσαντι. Οὕτω δὲ ἦν ὀλιγομαθὴς ὁ Ἀέτιος καὶ τῶν ἱερῶν γραμμάτων ἀμύητος, τὸ ἐριστικὸν δὲ κατωρθώκει μόνον, ὅπερ ἂν καὶ ἄγροικός τις ποιήσειεν, ὡς μήτε τοὺς ἀρχαίους τοὺς τὰ Χριστιανικὰ λόγια ἑρμηνεύσαντας ἀσκηθῆναι, πολλὰ χαίρειν φράσας τοῖς περὶ Κλήμεντα καὶ Ἀφρικανὸν καὶ Ὠριγένην, ἄνδρας πάσης σοφίας ἐπιστήμονας. Ἐπιστολάς τε συνεκάττυε πρὸς τὸν βασιλέα Κωνστάντιον καὶ πρὸς ἑτέρους τινας, ἐρεσχελίας συμπλέκων καὶ σοφίσματα μελετῶν. Διὸ καὶ ἐπεκαλεῖτο ὁ Ἄθεος. Ἀλλ̓ εἰ καὶ τὰ αὐτὰ τοῖς Ἀρειανίζουσιν ἔλεγεν, ὅμως ὑπὸ τῶν οἰκείων, οὐ δυναμένων συνιέναι τὸ περισκελὲς τῶν συλλογισμῶν, ὡς αἱρετικὸς ὁ ὁμόφρων αὐτοῖς ἐνομίζετο. Καὶ διὰ τοῦτο ἐξελαθεὶς τῆς αὐτῶν ἐκκλησίας, ἔδοξεν αὐτὸς μὴ βούλεσθαι κοινωνεῖν αὐτοῖς. Καὶ νῦν εἰσὶν ἐξ ἐκείνου οἱ τότε μὲν Ἀετιανοὶ, νῦν δὲ Εὐνομιανοὶ προσαγορευόμενοι: χρόνῳ γὰρ ὕστερον Εὐνόμιος, ταχυγράφος ὢν ἐκείνου, καὶ ὑπ’ αὐτῷ παιδευθεὶς τὴν αἱρετικὴν λέξιν, τοῦ στίφους τούτου προέστη. Περὶ μὲν οὖν Εὐνομίου κατὰ χώραν ἐροῦμεν.