# Historia Ecclesiastica 2.36

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/2.36

Περὶ τῆς ἐν Μεδιολάνῳ συνόδου. Τότε δὲ ἐν τῇ Ἰταλίᾳ συνῆλθον ἐπίσκοποι, τῶν μὲν ἀνατολικῶν οὐ σφόδρα πολλοὶ, ἐπεὶ τοὺς πλείους αὐτῶν τὸ τῆς ἡλικίας γῆρας καὶ τῆς ὁδοῦ τὸ διάστημα παρεῖναι ἐκώλυσεν: τῶν δὲ ἑσπερίων ὑπὲρ τοὺς τριακοσίους ἀπήντησαν. Πρόσταγμα δὲ ἦν τοῦ βασιλέως ἐν Μεδιολάνῳ πόλει ποιεῖσθαι τὴν σύνοδον: καθ̓ ἣν συνελθόντων, οἱ ἐκ τῆς ἀνατολῆς πρὸ πάντων ψῆφον κοινὴν κατὰ Ἀθανασίου ἐκφέρειν ἠξίουν, ὅπως ἂν, τούτου γενομένου, τελέως ἄβατος ἐκείνῳ ἡ Ἀλεξάνδρεια γένηται. Ὡς δὲ ᾔσθοντο Παυλῖνος ὁ τῆς ἐν Γαλλίᾳ Τριβέρεως ἐπίσκοπος, Διονύσιός τε καὶ Εὐσέβιος, ὧν ὁ μὲν Ἄλβας τῆς Ἰταλῶν μητροπόλεως ἐπίσκοπος ἦν, Εὐσέβιος δὲ Βρεκέλλων— πόλις δὲ αὕτη τῶν ἐν Ἰταλίᾳ Λιγύων—ὡς ἐπὶ καθαιρέσει τῆς πίστεως τοὺς ἀνατολικοὺς σπεύδειν κυρῶσαι τὸ κατὰ Ἀθανασίου ψήφισμα, ἀναστάντες ἐβόων μακρὰ, δόλον ὑπομένειν καὶ ἀπάτην διὰ τῶν γινομένων τὸν Χριστιανισμόν. Οὐ γὰρ ἀληθῆ τὴν κατὰ Ἀθανασίου μέμψιν ἔλεγον εἶναι, ἀλλ̓ ἐπὶ παρατροπῇ τῆς πίστεως ταῦτα αὐτοὺς ἐπινοεῖν. Τοιαῦτα κεκραγότων, διαλύεται μὲν τότε τῶν ἐπισκόπων ὁ σύλλογος.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
