# Historia Ecclesiastica 2.37.1

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/2.37.1

Περὶ τῆς ἐν Ἀριμίνῳ συνόδου, καὶ περὶ τῆς ἐκεῖσε ἐκτεθείσης πίστεως. Γνοὺς δὲ ὁ βασιλεὺς, τοὺς μὲν ἐκποδὼν δἰ ἐξορίας ποιεῖ: οἰκουμενικὴν δὲ σύνοδον συγκροτεῖν ἐβούλετο, ὅπως ἂν πάντας τοὺς τῆς ἀνατολῆς ἐπισκόπους εἰς τὴν δύσιν ἑλκύσας, ὁμοδόξους, εἰ δύναιτο, τοὺς πάντας ποιήσειεν. Ὡς δὲ αὐτῷ ταῦτα σκεπτομένῳ χαλεπὰ τὰ τῆς ὁδοῦ κατεφαίνετο, διμερῆ γενέσθαι τὴν σύνοδον αὐτοῖς προσέταξεν, ἐν Ἀριμίνῳ μὲν τῆς Ἰταλίας τοὺς τότε παρόντας συνελθεῖν ἐπιτρέψας: τοὺς δὲ ἐν ἀνατολῇ διὰ γραμμάτων ἐν Νικομηδείᾳ τῆς Βιθυνίας ἀπαντῆσαι ἐκέλευσε. Ταῦτα μὲν ὁ βασιλεὺς σκοπῷ τῆς ὀμοφωνίας ἐκέλευσεν: οὐ μὴν αὐτῷ ὁ σκοπὸς χρηστὴν ἔσχεν ἔκβασιν: οὐδετέρα γὰρ τῶν συνόδων ἑαυτῇ συνεφώνησεν, ἀλλ̓ ἑκατέρα διῃρέθη. Οὔτε γὰρ οἱ ἐν Ἀριμίνῳ συνελθόντες ὁμοφωνῆσαι δεδύνηνται: καὶ οἱ τῆς ἀνατολῆς συνελθόντες ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας ἕτερον σχίσμα εἰργάσαντο. Ὅπως μὲν οὖν ἕκαστα τούτων ἐγένετο προϊόντες δηλώσομεν, πρότερον περὶ Εὐδοξίου μικρὰ μνημονεύσαντες. Περὶ γὰρ τόνδε τὸν χρόνον Λεοντίου τελευτήσαντος, ὃς τὸν αἱρετικὸν Ἀέτιον εἰς τὴν διακονίαν προβέβλητο, Εὐδόξιος Γερμανικείας ἐπίσκοπος ὢν—Συρίας δὲ καὶ ἥδε ἡ πόλισ—κατὰ τὴν Ῥώμην τότε παρὼν ἐπείγεσθαι σκέπτεται. Καὶ τῷ βασιλεῖ δολίως διαλέγεται, ὡς χρῃζούσης τῆς Γερμανικέων πόλεως παραμυθίας καὶ φυλακῆς, συγχωρηθῆναι αὐτῷ ταχεῖαν ἐπάνοδον. Οὐδὲν δὲ ὁ βασιλεὺς προειδόμενος ἀφίησιν αὐτόν: ὁ δὲ τοὺς τοῦ κοιτῶνος κρατοῦντας ἔχων συνεργοὺς, τὴν Ἀντιοχείας ἐπισκοπὴν ὑπορύξας, τὴν ἑαυτοῦ πόλιν ἀπέλιπε. Καὶ τὸν Ἀέτιον συγκροτεῖν ἐπειρᾶτο, σπουδήν τε ἐτίθετο συνέδριον ἐπισκοπῶν καθίσαι, καὶ ἀποδοῦναι αὐτῷ τῆς διακονίας τὴν ἀξίαν. Τοῦτο μὲν οὖν οὐδαμῶς ἐγένετο, διότι ἐπικρατέστερον ἦν τὸ κατὰ Ἀετίου μῖσος τῆς Εὐδοξίου σπουδῆς. Τοσαῦτα καὶ περὶ τούτων εἰρήσθω. Τῶν δὲ ἐν τῇ Ἀριμίνῳ συνελθόντων, οἱ μὲν ἀνατολικοὶ σιγῇ τὰ κατὰ Ἀθανασίου παραπέμψαντες συνεληλυθέναι ἔφασκον. Συνελαμβάνοντο δὲ τῇ τούτων σπουδῇ Οὐρσάκιος καὶ Οὐάλης, οἱ ἐξ ἀρχῆς μὲν τὸ τοῦ Ἀρείου συγκροτήσαντες δόγμα, ἐν τῷ μέσῳ δὲ τῷ ὁμοουσίῳ συνθέμενοι διὰ τοῦ ἐπιδοθέντος βιβλίου τῷ ἐπισκόπῳ τῆς Ῥώμης, ὥς μοι καὶ πρότερον εἴρηται: οὗτοι γὰρ ἀεὶ πρὸς τοὺς ἐπικρατοῦντας ἐπέκλινον. Συνελαμβάνοντο δὲ τούτοις Γερμάνιος καὶ Αὐξέντιος, Δημόφιλός τε καὶ Γάϊος. Ὡς οὖν ἐν τῷ συλλόγῳ τῶν παρόντων ἄλλος ἄλλο τι προβάλλεσθαι παρετάττοντο, τηνικαῦτα οἱ περὶ Οὐρσάκιον καὶ Οὐάλεντα πάντα ἔλεγον τὰ περὶ τῆς πίστεως ὑπαγορευθέντα μένειν ἀργὰ, δέχεσθαι δὲ νεωτέραν ἔκθεσιν, ἣν μικρὸν ἔμπροσθεν ἐν Σιρμίῳ συνελθόντες ἐξέθεντο. Ταῦτα ἔλεγον, καὶ χάρτην μετὰ χεῖρας ἔχοντες, ἀναγινώσκεσθαι πεποιήκασιν, ἄλλην δὲ ἔκθεσιν πίστεως, ἣν ἐν Σιρμίῳ προτυπώσαντες, ἐκεῖ μὲν, ὡς καὶ πρότερον ἔφην, ἐταμιεύσαντο, τότε δὲ ἐν τῇ Ἀριμίνῳ φανερὰν πεποιήκασιν: ἥτις ἐκ Ῥωμαϊκοῦ μὲν ἡρμηνεύθη, ἐστὶ δὲ ἐν τούτοις τοῖς ῥήμασιν: Ἐξετέθη πίστις ἡ καθολικὴ ἐπὶ παρουσίᾳ τοῦ δεσπότου ἡμῶν Κωνσταντίου, ἐν ὑπατείᾳ Φλαβίου Εὐσεβίου καὶ Ὑπατίου τῶν λαμπροτάτων, ἐν Σιρμίῳ τῇ προένδεκα καλανδῶν Ἰουνίων. Πιστεύομεν εἰς ἕνα τὸν μόνον καὶ ἀληθινὸν Θεὸν, Πατέρα παντοκράτορα, κτίστην καὶ δημιουργὸν τῶν πάντων: καὶ εἰς ἕνα μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν πρὸ πάντων τῶν αἰώνων, καὶ πρὸ πάσης ἀρχῆς, καὶ πρὸ παντὸς ἐπινοουμένου χρόνου, καὶ πρὸ πάσης καταληπτῆς ἐπινοίας γεγεννημένον ἀπαθῶς ἐκ τοῦ Θεοῦ, δἰ οὗ οἵ τε αἰῶνες κατηρτίσθησαν, καὶ τὰ πάντα ἐγένετο: γεγεννημένον δὲ μονογενῆ, μόνον ἐκ μόνου ὑπὸ τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν Πατρὶ κατὰ τὰς γραφάς: οὗ τὴν γέννησιν οὐδεὶς ἐπίσταται, ἢ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ. Τοῦτον ἴσμεν τὸν μονογενῆ αὐτοῦ Υἱὸν, νεύματι πατρικῷ παραγενόμενον ἐκ τῶν οὐρανῶν εἰς ἀθέτησιν τῆς ἁμαρτίας, καὶ γεννηθέντα ἐκ Μαρίας τῆς παρθένου, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν, καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα κατὰ τὴν πατρικὴν βούλησιν, σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ εἰς τὰ καταχθόνια κατελθόντα, καὶ τὰ ἐκεῖσε οἰκονομήσαντα, ὃν πυλωροὶ ᾅδου ἰδόντες ἔφριξαν, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν, καὶ. τεσσαράκοντα ἡμερῶν πληρουμένων, ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρὸς, καὶ ἐλευσόμενον τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ δόξῃ τῇ πατρικῇ, ἀποδιδόντα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ εἰς τὸ Ἄγιον Πνεῦμα, ὃ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς Ἰησοῦς Χριστὸς ἐπηγγείλατο πέμψαι τῷ γένει τῶν ἀνθρώπων, τὸν Παράκλητον, κατὰ τὸ γεγραμμένον, Ἀπέρχομαι πρὸς τὸν Πατέρα μου, καὶ παρακαλέσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας. Ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ διδάξει καὶ ὑπομνήσει ὑμᾶς πάντα. Τὸ δὲ ὄνομα τῆς οὐσίας, διὰ τὸ ἁπλούστερον ὑπὸ τῶν πατέρων τεθεῖσθαι, ἀγνοούμενον δὲ ὑπὸ τῶν λαῶν, σκάνδαλον φέρειν, διὰ τὸ μήτε τὰς γραφὰς τοῦτο περιέχειν, ἤρεσε τοῦτο περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ἐπὶ Θεοῦ εἶναι τοῦ λοιποῦ, διὰ τὸ τὰς θείας γραφὰς μηδαμοῦ περὶ Πατρὸς καὶ Υἱοῦ οὐσίας μεμνῆσθαι. Ὅμοιον δὲ λέγομεν τὸν Υἱὸν τῷ Πατρὶ κατὰ πάντα, ὡς αἱ ἅγιαι γραφαὶ λέγουσίν τε καὶ διδάσκουσιν. Τούτων ἀναγνωσθέντων, διαναστάντες οἶς ταῦτα οὐκ ἤρεσκεν ἔφασαν, Οὐ δεόμενοι πίστεως ἐνταῦθα συνεληλύθαμεν: ὑγιῆ γὰρ φυλάττομεν, ἣν ἐξ ἀρχῆς παρειλήφαμεν: ἀλλ̓ ἵνα, εἴ τις περὶ ταύτην καινοτομία γένοιτο, ταύτην κωλύσωμεν. Εἰ οὖν τὰ ἀναγνωσθέντα μηδὲν καινοτομεῖ, φανερῶς ἤδη τὴν Ἀρειανὴν αἵρεσιν ἀναθεματίσατε, καθ̓ ὃν τρόπον καὶ τὰς ἄλλας αἱρέσεις ὁ παλαιὸς κανὼν τῆς ἐκκλησίας ὡς βλασφήμους ἐξέβαλεν. Ὅτι γὰρ τὸ βλάσφημον Ἀρείου δόγμα τοὺς θορύβους τῆς ἐκκλησίας καὶ τὰς ἄχρι νῦν γινομένας, ἐκίνησε ταραχὰς, τοῦτο τῇ οἰκουμένῃ δῆλον καθέστηκεν. Αὕτη ἡ πρότασις, ἡ ὑπὸ τῶν περὶ Οὐρσάκιον καὶ Οὐάλεντα, Γερμάνιόν τε καὶ Αὐξέντιον καὶ Δημόφιλον καὶ Γάϊον μὴ δεχθεῖσα, τελέως τὴν ἐκκλησίαν διέσπασεν. Οὗτοι μὲν γὰρ τοῖς τότε κατὰ τὴν ἐν Ἀριμίνῳ ἀναγνωσθεῖσι προσέθεντο: οἱ δὲ τὴν ἐν Νικαίᾳ πίστιν αὖθις ἐκύρωσαν, κατεγέλασαν δὲ καὶ τῆς προγραφῆς τῶν ἀναγνωσθέντων: μάλιστα δὲ Ἀθανάσιος, δἰ ὧν πρὸς τοὺς ἑαυτοῦ γνωρίμους ἐπιστέλλων τοιάδε κατὰ λέξιν φησίν. Τί γὰρ ἔλειπε διδασκαλίας εἰς εὐσέβειαν τῇ καθολικῇ ἐκκλησίᾳ, ἵνα νῦν περὶ πίστεως ζητῶσι, καὶ τὴν ὑπατείαν τῶν παρόντων χρόνων προτάσσωσι τῶν παῤ αὐτῶν ἐκτιθεμένων ῥημάτων δῆθεν περὶ πίστεως; Οὐρσάκιος γὰρ καὶ Οὐάλης καὶ Γερμάνιος πεποιήκασιν, ὃ μήτε γέγονεν μήτε ἠκούσθη ποτε παρὰ Χριστιανοῖς. Γράψαντες γὰρ ὡς ἤθελον αὐτοὶ πιστεύειν, προέταξαν τὴν ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν τοῦ παρόντος χρόνου, ἵνα δείξωσι πᾶσι τοῖς φρονίμοις, ὅτι μὴ πρότερον ἀλλὰ νῦν ἐπὶ Κωνσταντίου ἀρχὴν ἔχει τούτων ἡ πίστις. Πάντες γὰρ πρὸς τὴν ἰδίαν αἵρεσιν βλέποντες ἔγραφον. Πρὸς τούτοις περὶ τοῦ Κυρίου προσποιούμενοι γράφειν, ἄλλον δεσπότην ἑαυτῶν ὀνομάζουσι Κωνστάντιον: αὐτὸς γὰρ ἦν ὁ τὴν δυναστείαν τῆς ἀσεβείας αὐτοῖς παρέχων. Καὶ αἰώνιον δὲ αὐτὸν βασιλέα εἰρήκασιν οἱ τὸν Υἱὸν ἀΐδιον ἀρνούμενοι: οὕτως εἰσὶ πρὸς ἀσέβειαν Χριστομάχοι. Ἀλλ̓ ἴσως ἐστὶν αὐτοῖς πρόφασις τῆς ὑπατείας ἡ τῶν ἁγίων προφητῶν χρονογραφία. Ἀλλὰ κἂν τοῦτο τολμήσωσιν εἰπεῖν, πολὺ τὴν ἀμαθίαν ἑαυτῶν ἐξαγγέλλουσιν. Αἱ μὲν γὰρ τῶν ἁγίων προφητεῖαι χρόνων ἔχουσι μνήμην: καὶ Ἡσαΐας μὲν καὶ Ὠσηὲ ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου γεγόνασιν: Ἰερεμίας δὲ ἐν ἡμέραις Ἰωσίου: Ἰεζεκιὴλ δὲ καὶ Δανιὴλ ἐπὶ Κύρου καὶ Δαρείου. Καὶ ἄλλοι ἐν ἄλλοις χρόνοις ἐπροφήτευσαν, οὐ τῆς θεοσεβείας ἀρχὴν καταβαλλόμενοι: ἦν γὰρ καὶ πρὸ αὐτῶν καὶ ἀεὶ καὶ πρὸ καταβολῆς κόσμου: ταύτην ἡμῖν ὁ Θεὸς ἐν Χριστῷ προητοίμασεν: οὐδὲ τῆς αὐτῶν πίστεως τοὺς χρόνους ἐσήμαινον: ἦσαν γὰρ καὶ πρὸ τούτων τῶν χρόνων αὐτοὶ πιστοί: ἀλλὰ τῆς δἰ αὐτῶν ἀπαγγελίας ἦσαν οἱ χρόνοι. Ἡ δὲ ἀπαγγελία προηγουμένως μὲν περὶ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν: ἐπακολούθημα δὲ περὶ τῶν ἐσομένων τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι: καὶ ἦσαν οἱ χρόνοι σημαινόμενοι οὐκ ἀρχὴ πίστεως, καθὰ προεῖπον, ἀλλ̓ αὐτῶν τῶν προφητῶν, καθ̓ οὓς αὐτοὶ γενόμενοι τοιαῦτα προεφήτευον. Οὗτοι δὲ οἱ νῦν σοφοὶ οὐχ ἱστορίας ἐξηγούμενοι, οὐδὲ τὰ μέλλοντα προλέγοντες, ἀλλὰ γράψαντες, Ἐξετέθη ἡ πίστις ἡ καθολικὴ, εὐθὺς προσέθηκαν καὶ τὴν ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν. Ὥσπερ οἱ ἅγιοι τῶν ἱστοριῶν καὶ τῆς ἑαυτῶν διακονίας τοὺς χρόνους ἔγραφον, οὕτως οὗτοι τῆς ἑαυτῶν πίστεως τὸν χρόνον σημαίνουσι. Καὶ εἴθε περὶ τῆς ἑαυτῶν ἔγραφον—νῦν γὰρ ἤρξαντο— καὶ μὴ ὡς περὶ τῆς καθολικῆς ἐπεχείρουν: οὐ γὰρ ἔγραψαν, οὕτω πιστεύομεν, ἀλλ̓ ὅτι ἐξετέθη ἡ καθολικὴ πίστις. Τὸ μὲν οὖν τολμηρὸν τῆς προαιρέσεως ἐλέγχει τὴν ἀμαθίαν αὐτῶν: τὸ δὲ καινὸν ἐπινόημα τῆς γραφῆς ἴσον ἐστὶ τῆς Ἀρειανῆς αἱρέσεως. Οὕτω γὰρ γράψαντες ἐδίδαξαν, πότε μὲν ἤρξαντο πιστεύειν αὐτοί: ἀπὸ δὲ τοῦ νῦν βούλονται τὴν πίστιν αὐτῶν καταγγέλλεσθαι. Καὶ ὥσπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν ἐτέθη δόγμα περὶ τῆς ἀπογραφῆς, καὶ τοῦτο τὸ δόγμα πρότερον μὲν οὐκ ἦν, ἀπὸ δὲ τῶν ἡμερῶν ἐκείνων ἤρξατο εἶναι, καὶ ἐτέθη παρὰ τοῦ γράψαντος, οὕτω καὶ οὗτοι γράψαντες, ἐξετέθη νῦν ἡ πίστις, ἔδειξαν ὅτι νεώτερον τὸ τῆς αἱρέσεως αὐτῶν ἐστὶ φρόνημα, καὶ οὐκ ἦν πρότερον. Εἰ δὲ προστιθέασι τῆς καθολικῆς, ἔλαθον ἑαυτοὺς πεσόντες εἰς τὴν παρανομίαν τῶν ἀπὸ Φρυγίας: ὥστε καὶ αὐτοὺς κατ̓ ἐκείνους εἰπεῖν, ἡμῖν πρῶτον ἀπεκαλύφθη, καὶ ἀφ̓ ἡμῶν ἡ πίστις ἄρχεται τῶν Χριστιανῶν: καὶ ὥσπερ ἐκεῖνοι Μαξίμιλλαν καὶ Μοντανὸν, οὕτως οὗτοι ἀντὶ τοῦ Χριστοῦ δεσπότην Κωνστάντιον ἐπιγράφονται. Εἰ δὲ κατ̓ αὐτοὺς ἀπὸ τῆς νῦν ὑπατείας ἀρχὴν ἡ πίστις ἔχει, τί ποιήσουσιν οἱ πατέρες καὶ οἱ μακάριοι μάρτυρες; τί δὲ καὶ αὐτοὶ ποιήσουσι τοὺς παῤ αὐτῶν κατηχηθέντας, καὶ πρὸ τῆς ὑπατείας ταύτης κοιμηθέντας; πῶς αὐτοὺς ἐγείρουσιν, ἵνα ἃ μὲν ἔδοξαν δεδιδαχέναι, τούτους ἀπαλείψωσιν, ἃ δὲ νῦν ὡς ἐφευρόντες ἔγραψαν, ἐπισπείρωσιν αὐτοῖς; οὕτως εἰσὶν ἀμαθεῖς, μόνον εἰδότες πλάττειν προφάσεις, καὶ ταύτας ἀπρεπεῖς καὶ ἀπιθάνους, ἐχούσας εὐθὺς τὸν ἔλεγχον. Τοιαῦτα μὲν Ἀθανάσιος τοῖς ἑαυτοῦ γνωρίμοις ἐπέστελλεν. Ἐξέστω δὲ τοῖς φιλομαθέσιν ἀναζητήσασι τὴν ἐπιστολὴν γνῶναι τὰ ἐν αὐτῇ δυνατῶς εἰρημένα: ἡμεῖς γὰρ μέρος αὐτῆς ἐνταῦθα παρατεθείκαμεν, τὸ μῆκος παραιτησάμενοι. Ἰστέον δὲ, ὅτι ἡ σύνοδος καθεῖλε τοὺς περὶ Οὐάλεντα καὶ Οὐρσάκιον, Αὐξέντιόν τε καὶ Γερμάνιον καὶ Γάϊον καὶ Δημόφιλον, ὅτι τὴν Ἀρειάνιον δόξαν ἀναθεματίσαι οὐ κατεδέξαντο. Διὸ οὗτοι μὲν ἀγανακτοῦντες ἐπὶ τῇ καθαιρέσει, πρὸς τὸν βασιλέα ταχέως ἀνέδραμον, ἐπικομιζόμενοι τὴν ἀναγνωσθεῖσαν ἐν τῇ συνόδῳ τῆς πίστεως ἔκδοσιν. Ἡ σύνοδος δὲ δἰ ἐπιστολῆς γνώριμα τὰ ὑπ’ αὐτῆς γνωσθέντα καθίστη τῷ βασιλεῖ: ἧς ἐκ Ῥωμαϊκῶν μεταβληθείσης ἥδε ἔστιν ἡ διάνοια. Ἐπιστολὴ τῆς ἐν Ἀριμίνῳ συνόδου πρὸς τὸν βασιλέα Κωνστάντιον. Ἔκ τε τῆς τοῦ Θεοῦ κελεύσεως, καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος, τὰ πάλαι δογματισθέντα γεγεῆσθαι πιστεύομεν: εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς τὸ αὐτὸ πάντες ἐπίσκοποι συνήλθομεν: ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ, καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. Ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἔκπαλαι διαμένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατασχόντες φυλάξωμεν, καὶ φυλάττοντες μέχρι τέλους διατηρῶμεν. Ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάσσειν, καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου σου πατρὸς καὶ βασιλέως Κωνσταντίνου ἐσκεμμένων: ὧν ἡ διδασκαλία τε καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας, ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε: δἰ ἧς οὐ μόνον αὐτὴ, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν: ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν, καὶ τὸ ἀφελέσθαι ἐπικίνδυνον ὑπάρχει: ὡς εἴπερ καὶ θάτερον γένοιτο, ἔσται τοῖς ἐχθροῖς ἄδεια ποιεῖν ἅπερ βούλοιντο. Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ ἔκπαλαι μέτοχοί τε καὶ σύμφρονες τοῦ Ἀρειανικοῦ δόγματος ἦσαν καθεστηκότες, καὶ τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν. ἧς ἵνα μετάσχωσιν, ἐφ̓ οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ’ ἐκείνων γεγενημένα μαρτυρεῖ: δἰ ὧν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη. Ἦν δὲ ὁ καιρὸς καθ̓ ὃν ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας. Ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς, καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ̓ ἐκεῖνόν τι καινοτομεῖν, καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ εὑρετὰς ὑπεριδεῖν, οἵ τινες κατὰ τὸν παλαιὸν τῆς καθολικῆς ἐκκλησίας θεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν. Ὧν ὁ Θεὸς τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μετέδωκε διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ σοὶ καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν, ὡς καὶ τῆς καθ̓ ἡμᾶς οἰκουμένης κρατεῖν. Πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκας ἑαυτοὺς ἀνήγγειλαν, καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν τὸ τῆς ἀληθείας σύνταγμα. Ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα τὸ συνέδριον τὴς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν σκέψιν: ἐπειρῶντο γὰρ πανουργίᾳ τινι καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑτεροίας τοὺς συναλισκομένους εὑρόντες Γερμάνιον, Αὐξέντιον καὶ Γάϊον, τοὺς τὴν ἔριν καὶ διχοστασίαν ἐμποιοῦντας: ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν. Ὡς δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς προαιρέσεως ὄντας οὔτε ὁμογνωμονοῦντας ἐφ̓ οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς, ὡς δοκεῖν ἕτερον γράφειν. Ἦν δὲ ὁ καιρὸς βραχὺς, ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων. Ἵνα μὴ οὖν τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς ἐκκλησίας περιπίπτῃ, καὶ ταραχὴ καὶ θόρυβος κυλινδούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα ἔμμονα καὶ ἀμετακίνητα διαφυλάττειν, τοὺς δὲ προειρημένους ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι. Δἰ ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας: τοῖς γε πρεσβεύουσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα, τὸ τὴν ἀλήθειαν πιστώσασθαι, ἐκ τῶν πάλαι ἀρχαίων καὶ δικαίων ὁρμωμένους. Οἳ καὶ τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα, ὅτι οὐχ ὥσπερ ἔφησαν Οὐρσάκιός τε καὶ Οὐάλης, ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη. Πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ τῶν Ῥωμαίων ἐκκλησίᾳ γενήσεται. Διὸ δὴ καὶ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληναίῳ βλέμματι τὰ τῆς ἡμετέρας πρεσβείας ἀθρήσειας, μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας, ἀλλ̓ ἐάσῃς ἡμᾶς ἐμμένειν τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις: οὓς ἅπαντας μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ Πνεύματος Ἁγίου πεποιηκέναι φήσαιμεν ἄν. Τὰ γὰρ νῦν παῤ ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύσασιν ἀπιστίαν ἐμποιεῖ, τοῖς δὲ ἀπιστήσασιν ὠμότητα. Ἱκετεύομεν δὲ ἔτι, ἵνα κελεύσῃς τοὺς ἐπισκόπους τοὺς ἐν ταῖς ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων αἱ ἐκκλησίαι διαμένωσιν. Ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μήτε ἐλλείπῃ τι τῶν προϋπαρξάντων μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμένῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα: μήτε λοιπὸν ἡμᾶς μοχθεῖν, καὶ ἐκτὸς τῶν ἰδίων παροικιῶν ἐπιτρέψειας γενέσθαι, ἀλλ̓ ἵνα οἱ ἐπίσκοποι σὺν τοῖς ἰδίοις λαοῖς μετ̓ εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς σωτηρίας καὶ βασιλείας καὶ εἰρήνης, ἣν ἡ θειότης σοι εἰς τὸ διηνεκὲς χαριεῖται. Οἱ δὲ ἡμέτεροι πρέσβεις τὰς ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν: οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων γραφῶν τὴν σὴν ἀναδιδάξουσι θειότητα. Ταῦτα μὲν οὖν ἡ σύνοδος ἔγραψε, καὶ δἰ ἐπισκόπων ἀπέστειλεν. Οἱ μέντοι περὶ Οὐρσάκιον καὶ Οὐάλεντα, φθάσαντες τὴν τούτων ἄφιξιν, προδιαβάλλουσι μὲν τὴν σύνοδον, ἐπιδείξαντες ἣν ἐπεκομίζοντο πίστεως ἔκδοσιν. Ὁ βασιλεὺς δὲ, ἐκ προλήψεως τῇ Ἀρειανῇ δόξῃ προσκείμενος, ἠγανάκτει μὲν κατὰ τῆς συνόδου: τοὺς δὲ περὶ Οὐάλεντα καὶ Οὐρσάκιον διὰ τιμῆς ἦγε πολλῆς. Διὸ οἱ ἀπὸ τῆς συνόδου πεμφθέντες ἐχρόνιζον, ἀποκρίσεως οὐ τυγχάνοντες. Ὀψὲ δέ ποτε τοιάδε πρὸς τὴν σύνοδον διὰ τῶν παρόντων ἀντέγραψεν ὁ βασιλεύς: Κωνστάντιος νικητὴς καὶ θριαμβευτὴς Αὔγουστος, πᾶσι τοῖς ἐν Ἀριμίνῳ ἐπισκόποις συνελθοῦσιν. Ἀεὶ μὲν προηγουμένην ἔχειν ἡμᾶς φροντίδα περὶ τοῦ θείου καὶ προσκυνητοῦ νόμου οὐδὲ ἡ ὑμετέρα χρηστότης ἀγνοεῖ. Ἀλλὰ νῦν τοὺς ἀπὸ τῆς συνέσεως ὑμῶν ἀποσταλέντας εἴκοσι ἐπισκόπους, ἀναδεξαμένους τὴν παῤ ὑμῶν πρεσβείαν, τέως οὐκ ἠδυνήθημεν ἰδεῖν: ἀναγκαία γὰρ ἡμῖν ἡ πρὸς τοὺς βαρβάρους ὁδός, καὶ ὡς οἴδατε, πρέπει τὴν ψυχὴν καθαρὰν οὖσαν ἀπὸ πάσης φροντίδος τὰ περὶ τοῦ θείου νόμου γυμνάζειν. Τοιγαροῦν τοὺς ἐπισκόπους ἐκελεύσαμεν ἐν τῇ Ἀδριανουπόλει ἐκδέξασθαι τὴν ἡμετέραν ἐπάνοδον, ἵν̓ ἐπειδὰν πάντα καλῶς διατεθῇ τὰ δημόσια, τότε λοιπὸν ἅπερ ὑποβάλλουσιν ἀκοῦσαι καὶ δοκιμάσαι δυνηθῶμεν. Τῇ μέντοι στερρότητι ὑμῶν μὴ βαρὺ φαινέσθω ὥστε ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον, ἵν̓ ἐπειδὰν ἐπανέλθωσι κομίζοντες ὑμῖν τὰς ἡμετέρας ἀποκρίσεις, δυνηθῆτε εἰς πέρας ἀγαγεῖν τὰ πρὸς τὴν λυσιτέλειαν ἀνήκοντα τῇ καθολικῇ ἐκκλησίᾳ. Ταῦτα δεξάμενοι τὰ γράμματα οἱ ἐπίσκοποι, αὖθις τοιαῦτα ἀντέγραψαν: Τὰ γράμματα τῆς σῆς φιλανθρωπίας ἐδεξάμεθα, κύριε θεοφιλέστατε βασιλεῦ, τὰ περιέχοντα διὰ τὴν τῶν δημοσίων ἀνάγκην τέως μὴ δεδυνῆσθαί σε τοὺς ἡμετέρους πρέσβεις θεωρῆσαι: ἡμᾶς δὲ κελεύεις ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον, ἕως ἂν τὰ παῤ ἡμῶν ὁρισθέντα ἀκολούθως τοῖς προγόνοις ἡμῶν ἐπιγνῷ παῤ αὐτῶν ἡ σὴ εὐλάβεια. Ἀλλὰ καὶ νῦν διὰ τούτων τῶν γραμμάτων ὁμολογοῦμεν καὶ διαβεβαιούμεθα μηδαμῶς ἡμᾶς ἀναχωρεῖν τῆς ἡμετέρας προθέσεως: τοῦτο γὰρ καὶ τοῖς πρέσβεσιν ἡμῶν ἐνετειλάμεθα. Ἀξιοῦμεν τοίνυν, ὅπως γαληναίᾳ τῇ προσόψει τά τε νῦν γράμματα τῆς ἡμετέρας μετριότητος κελεύσθῃς ἀναγνωσθῆναι: ἀλλὰ γὰρ κἀκεῖνα ἃ διὰ τῶν πρέσβεων ἡμῶν ἐνετειλάμεθα, ἡδέως ὑποδέξῃ. Ἐκεῖνο μέντοι συνορᾷ μεθ̓ ἡμῶν καὶ ἡ σὴ ἡμερότης, ὅση νῦν ἐστὶ λύπη καὶ κατήφεια, ὅτι ἐν τοῖς σοῖς μακαριωτάτοις καιροῖς τοσαῦται ἐκκλησίαι χωρὶς ἐπισκόπων εἰσί. Καὶ διὰ τοῦτο πάλιν τὴν σὴν φιλανθρωπίαν ἀξιοῦμεν, κύριε θεοφιλέστατε βασιλεῦ, ὅπως πρὸ τῆς τραχύτητος τῶν χειμώνων, εἴπερ ἀρέσειε τῇ σῇ εὐσεβείᾳ, κελεύσεις ἡμᾶς εἰς τὰς ἡμετέρας ἐκκλησίας ἐπανελθεῖν, ὑπὲρ τοῦ δύνασθαι ἡμᾶς τῷ παντοκράτορι Θεῷ καὶ τῷ δεσπότῃ καὶ Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ, τῷ Υἱῷ αὐτοῦ τῷ μονογενεῖ, ὑπὲρ τῆς σῆς βασιλείας τὰς ἐθίμους εὐχὰς μετὰ τῶν λαῶν ἀποπληροῦν, καθὼς καὶ ἀεὶ ἐπετελέσαμεν καὶ νῦν ποιοῦμεν εὐχόμενοι. Ταῦτα γράψαντες, καὶ μικρὸν ἐπιμείναντες χρόνον, ὡς οὐκ ἠξίου αὐτοὺς ὁ βασιλεὺς ἀποκρίσεως, κατὰ πόλεις τὰς ἑαυτῶν ἀνεχώρησαν. Ὁ βασιλεὺς δὲ καὶ ἤδη μὲν πρότερον ἐσκόπει τὴν Ἀρειανὴν δόξαν ταῖς ἐκκλησίαις ἐγκατασπεῖραι: ταύτην τε κρατήσειν ἐσπουδακὼς, πρόφασιν ὕβρεως τὴν ἐκείνων ποιεῖται ἀναχώρησιν, καταπεφρονῆσθαι λέγων, ὅτι παρὰ γνώμην αὐτοῦ διελύθησαν. Διὸ τοῖς μὲν περὶ Οὐρσάκιον ὅσα αὐτοῖς ἐδόκει σὺν παρρησίᾳ κατὰ τῶν ἐκκλησιῶν πράττειν ἐπέτρεψε, τὴν δὲ ἔκδοσιν τῆς ἀναγνωσθείσης ἐν Ἀριμίνῳ πίστεως ἐκέλευσεν εἰς τὰς περὶ Ἰταλίαν ἐκκλησίας ἐκπέμπεσθαι, προστάξας τοὺς μὴ βουλομένους ὑπογράφειν αὐτῇ ἐξεῶσθαι τῶν ἐκκλησιῶν, καὶ εἰς τοὺς τόπους αὐτῶν ἑτέρους ἀντικαθίστασθαι. Καὶ πρῶτος μὲν Λιβέριος ὁ τῆς Ῥώμης ἐπίσκοπος, παραιτησάμενος ἐκείνῃ τῇ πίστει συνθέσθαι, ἐξόριστος γίνεται, τῶν περὶ Οὐρσάκιον εἰς τὸν τόπον αὐτοῦ καταστησάντων Φίληκα, ὃς διάκονος ὢν τῆς ἐν Ῥώμῃ ἐκκλησίας, καὶ τῇ Ἀρειανῇ δόξῃ προστεθεὶς, εἰς τὴν ἐπισκοπὴν προεβλήθη: εἰσὶ δὲ οἱ λέγοντες, ὅτι οὐ προσέθετο μὲν τῇ Ἀρειανῇ δόξῃ, βίᾳ δὲ καὶ ἀνάγκῃ κεχειροτόνητο. Πάντα μὲν οὖν τότε τὰ κατὰ τὴν δύσιν καινοτομούμενα ταραχὴν εἶχε, τῶν μὲν ἐξωθουμένων καὶ ἀποστελλομένων εἰς ἐξορίαν: τῶν δὲ εἰς τόπον τῶν αὐτῶν ἀντικαθισταμένων. Καὶ ταῦτα ἐγίνετο βίᾳ καὶ τῶν βασιλικῶν προσταγμάτων, ἅπερ καὶ εἰς τὰ ἑῷα μέρη ἀπέσταλτο. Ὁ Λιβέριος μὲν οὖν μικρὸν ὕστερον, τῆς ἐξορίας ἀνακληθεὶς, τὸν οἰκεῖον θρόνον ἀπέλαβε, τοῦ ἐν Ῥώμῃ λαοῦ στασιάσαντος καὶ τῆς ἐκκλησίας ἐκβάλοντος τὸν Φίληκα: ὅ τε βασιλεὺς καὶ παρὰ γνώμην τούτοις ἐγένετο σύμψηφος. Οἱ δὲ περὶ Οὐρσάκιον τῆς Ἰταλίας ἀναχωρήσαντες καὶ ἐπὶ τὰ ἀνατολικὰ διαβαίνοντες μέρη, πόλιν τῆς Θρᾴκης, ὄνομα Νίκην, καταλαμβάνουσι: μικρὸν δὲ ἐπιμείναντες ἐν αὐτῇ χρόνον, ἕτερον ποιοῦνται ἐν αὐτῇ συνέδριον: καὶ τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμίνῳ τῆς πίστεως ἔκδοσιν εἰς Ἑλλάδα γλῶσσαν ἑρμηνεύσαντες, καθ̓ ὃν ἀνωτέρω γέγραπται τρόπον, εἶτα δημοσιεύσαντες ἐβεβαίωσαν, ἐπιφημίσαντες ὑπὸ τῆς οἰκουμενικῆς συνόδου καὶ ὑπηγορεῦσθαι τὴν πίστιν τὴν ἐν Νίκῃ, τῷ παρομοίῳ τοῦ ὀνόματος συναρπάζειν τοὺς ἁπλουστέρους βουλόμενοι: τὴν ἐν Νικαίᾳ γὰρ τῆς Βιθυνίας πίστιν εἶναι ἐνόμιζον. Ἀλλ̓ οὐδὲν αὐτοὺς ὤνησε τὸ σόφισμα: μετ̓ οὐ πολὺ γὰρ ἐξηλέγχθη: διετέλουν γὰρ γελώμενοι. Περὶ μὲν οὖν τῶν κατὰ τὰ ἑσπέρια γενομένων μέρη τοσαῦτα εἰρήσθω. Μετιτέον δὲ ἐπὶ τὴν διήγησιν τῶν κατὰ τὸν αὐτὸν χρόνον κατὰ τὴν ἀνατολὴν γεγενημένων: ἀρκτέον δὲ ἐντεῦθεν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
