# Historia Ecclesiastica 2.44

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/2.44

Περὶ Μελετίου τοῦ Ἀντιοχείας ἐπισκόπου. Ἤδη δὲ λοιπὸν καὶ τὰ περὶ Μελετίου λεκτέον. Οὗτος γὰρ, ὡς μικρὸν ἔμπροσθεν εἶπον, τῆς Ἀρμενίων Σεβαστείας ἐπίσκοπος προεβλήθη, Εὐσταθίου καθαιρεθέντος: ἐκ δὲ Σεβαστείας εἰς Βέροιαν τῆς Συρίας μετηνέχθη. Γενόμενος δὲ ἐν τῇ κατὰ Σελεύκειαν συνόδῳ, καὶ τῇ πίστει τῶν περὶ Ἀκάκιον ὑπογράψας, ὡς εἶχεν ἐπὶ τὴν Βέροιαν ἀνεχώρησε. Γενομένης δὲ τῆς ἐν Κωνσταντινουπόλει συνόδου, οἱ ἐν Ἀντιοχείᾳ πυθόμενοι τὸν Εὐδόξιον καταπεφρονηκέναι μὲν τῆς αὐτῶν ἐκκλησίας, ἐπὶ δὲ τὸν πλοῦτον Κωνσταντινουπόλεως ἀποκεκλικέναι, μεταπεμψάμενοι τὸν Μελέτιον ἐκ τῆς Βεροίας εἰς τὴν Ἀντιοχείας ἐκκλησίαν ἐνθρονίζουσιν. Ὁ δὲ πρῶτον μὲν περὶ δόγματος διαλέγεσθαι ὑπερετίθετο, μόνην δὲ τὴν ἠθικὴν διδασκαλίαν τοῖς ἀκροαταῖς προσῆγεν: προβαίνων δὲ τὴν ἐν Νικαίᾳ παρετίθετο πίστιν, καὶ διδάσκει τὸ ὁμοούσιον. Ταῦτα πυθόμενος ὁ βασιλεὺς τὸν μὲν ἐξόριστον γενέσθαι ἐκέλευσεν: Εὐζώϊον δὲ, τὸν ἤδη πρότερον ἅμα Ἀρείῳ καθαιρεθέντα, τῆς Ἀντιοχείας ἐπίσκοπον προχειρισθῆναι πεποίηκεν. Ὅσοι δὲ τὴν πρὸς Μελέτιον διάθεσιν ἔσωζον, καταλιπόντες τὸ Ἀρειανικὸν ἄθροισμα, κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐποιήσαντο: τῶν τὸ ὁμοούσιον ἐξ ἀρχῆς φρονούντων μὴ θελησάντων αὐτοῖς κοινωνεῖν, διότι ἐκ τῆς Ἀρειανῆς ψήφου τὴν χειροτονίαν Μελέτιος εἶχε λαβὼν, καὶ ὅτι ἀκολουθήσαντες αὐτῷ ὑπ’ ἐκείνων βαπτισθέντες ἐτύγχανον. Τοῦτον μὲν οὖν τὸν τρόπον καὶ ἡ ἐν Ἀντιοχείᾳ ἐκκλησία εἰς ἕτερον ὁμόδοξον διετέθη μέρος. Ὁ μέντοι βασιλεὺς, πυθόμενος κινεῖσθαι πάλιν κατὰ Ῥωμαίων τὰ Περσῶν ἔθνη, ταχέως ἐπὶ τὸν Ἀντιόχειαν ὥρμησεν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
